Dioscorides' descriptions of simple drugs, in alphabetical order from alpha to mu, fill the eleventh book. Each entry gives the plant's appearance, taste, origin and preparation: southernwood, aloeswood from India and Arabia, agaric from Galatia and Cilicia, madder cultivated among the olives of Ravenna, eryngo, wild myrtle and, last, moly.

Part of Medical Collections, Books 1–16, 24–25, 43–50

Ἐκ τῶν Διοσκουρίδου περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως κατὰ στοιχεῖον ἀπὸ τοῦ α μέχρι τοῦ μ καὶ παρασκευαὶ αὐτῶν.

Ἀβρότονον· τούτου τὸ μὲν θῆλυ θάμνος ἐστὶ δενδροειδής, ὑπόλευκος, φύλλοις λεπτοσχιδέσιν ὥσπερ σερίφου περὶ τὰ κλώνια πλήρης ἀνθῶν, ἐπʼ ἄκρου κορυμβῶδες, χρυσοειδές, θερείας γινόμενον, πικρὸν τῇ γεύσει· δοκεῖ δὲ τὸ Σικελικὸν εἶναι τοιοῦτον, τὸ δʼ ἕτερον ἄρρεν καλεῖται κληματῶδες, λεπτόφυλλον ὡς ἀψίνθιον· πλεῖστον δʼ ἐν Καππαδοκίᾳ καὶ Γαλατίᾳ καὶ Ἱεραπόλει τῇ κατὰ Συρίαν γεννᾶται.

Ἀγάλοχον ξύλον ἐστὶ φερόμενον ἐκ τῆς Ἰνδίας καὶ Ἀραβίας ἐοικὸς θυείᾳ· ἔστι μὲν οὖν εὐῶδες, παραστῦφον ἐν τῇ γεύσει μετὰ ποσῆς πικρίας, φλοιὸν ἔχον δερματώδη καὶ ὑποποίκιλον.

Ἀγαρικόν· ῥίζα φέρεται σιλφίῳ ἐμφερής, οὐ πυκνὴ τὴν ἐπιφάνειαν ὥσπερ τὸ σίλφιον, ἀραιὰ δʼ ὅλη· ἔστι δʼ αὐτοῦ τὸ μὲν ἄρρεν, τὸ δὲ θῆλυ, ὧν διαφέρει τὸ θῆλυ ἔχον κτηδόνας εὐθείας ἐντός· τὸ δʼ ἄρρεν περιφερές τέ ἐστι καὶ πανταχόθεν συμφυές· γεύσει δʼ ἀμφότερα κατʼ ἀρχὰς μὲν γλυκάζοντα, εἶτʼ ἐξ ἀναδόσεως ἔμπικρα· γεννᾶται δὲ καὶ ἐν τῇ κατʼ Ἀσίαν Γαλατίᾳ καὶ Κιλικίᾳ ἐπὶ τῶν δένδρων, εὔθρυπτον μέντοι καὶ ἀσθενὲς τῇ δυνάμει.

Ἀγήρατον· θάμνος φρυγανώδης, δισπίθαμος, ταπεινός, ἁπλοῦς, ἐμφερὴς ὀριγάνῳ μᾶλλον, σκιάδιον ἔχων, ἐφʼ ᾧ μάλιστα πομφόλυγες χρυσοειδεῖς ἔλαττον ἑλιχρύσου.

Ἄγχουσα, ἣν ἔνιοι κάλυκα, οἱ δʼ ὀνόκλειαν καλοῦσι· φύλλα θρίδακι τῇ ὀξυφύλλῳ παραπλήσια, δασέα, τραχέα, μεγάλα, πολλά, πανταχόθεν τῆς ῥίζης προσπεπλασμένης τῇ γῇ, ἀκανθώδη· ἡ δὲ ῥίζα δακτύλου πάχος, τὴν δὲ χρόαν ὕφαιμος ἐν τῷ θέρει γινομένη καὶ βάπτουσα τὰς χεῖρας. γίνεται δʼ ἐν εὐγείοις τόποις.

Ἄλλη ἄγχουσα, ἣν καὶ Ἀλκιβιάδειον ἢ ὀνοχειλὲς ἐκάλεσαν· αὕτη διαφέρει τῆς πρώτης τῷ μικρότερα ἔχειν φύλλα, τραχέα δʼ ὁμοίως καὶ τὰ κλωνία λεπτά, ἐφʼ ὧν ἄνθος πορφυροειδὲς ἢ φοινικοῦν· ῥίζας δʼ ἐρυθρὰς εὐμήκεις περὶ τὸν πυραμητὸν ἐχούσας τι αἱματῶδες. φύεται ἐν ἀνεμώδεσι τόποις. —Ἔστι δὲ καὶ ἄλλη ἄγχουσα ἐμφερὴς ταύτῃ, καρπὸν ἔχουσα φοινικοῦν, ὃν ἐάν τις μασησάμενος ἐμπτύσῃ εἰς στόμα ἑρπετοῦ, ἀποκτείνει.

Λύκαψις — οἱ δὲ καὶ ταύτην ἄγχουσαν ἐκάλεσαν — τὰ μὲν φύλλα ὅμοια ἔχει θρίδακι, μακρότερα καὶ παχύτερα καὶ τραχέα, πεπτωκότα περὶ τὴν τῆς ῥίζης κεφαλήν· καυλὸν δʼ ἀνίησι μακρόν, τραχύν, ὀρθόν, παραφυάδας ἔχοντα πολλάς, πηχυαίας, τραχείας καὶ ἐπʼ αὐταῖς ἄνθη μικρά, πορφυρᾶ· ῥίζα δʼ ἐρυθρά, στυπτική. φύεται ἐν πεδίοις.

Ἀδίαντον — οἱ δὲ πολύτριχον — φυλλάρια ἔχει κοριάννῳ ὅμοια, ἀπεσχισμένα ἐπʼ ἄκρῳ· τὰ δὲ καυλία ἀφʼ ὧν ἐκπέφυκε μέλανα ἰσχυρῶς, σπιθαμιαῖα· οὔτε ἄνθος οὔτε καρπὸν φέρει· ῥίζα ἄχρηστος.

Ἀδίαντον ἄλλο — οἱ δὲ τριχομανές — ὅμοιον πτερίδι, μικρόν, λεῖον, στοιχηδὸν ἐξ ἑκατέρου τὰ φύλλα ἔχον λεπτά, φακοειδῆ ἐναντία ἀλλήλοις ἐπὶ ῥαβδίων μικρῶν λεπτῶν καὶ στρυφνῶν ὑπομελάνων.

Αἰγίλωψ βοτάνιόν ἐστι φύλλα ὅμοια ἔχον πυρῷ, μαλακώτερα δέ, ἐπʼ ἄκρας τῆς κεφαλῆς καρποὺς δύο ἔχον ἢ τρεῖς ἐρυθρούς, ἐφʼ ὧν ἀθέρες οἱονεὶ τρίχες ἐκπεφύκασιν.

Ἀείζῳον μέγα — οἱ δὲ βούφθαλμον, οἱ δὲ στέργηθρον, οἱ δʼ ἀμβροσίαν καλοῦσι — καυλοὺς ἀνίησι πηχυαίους καὶ μείζονας, πάχος μεγάλου δακτύλου, λιπαρούς, εὐθαλεῖς, ἐντομὰς ἔχοντας ὥσπερ τοῦ χαρακίτου τιθυμάλλου· φύλλα δὲ λιπαρά, μέγεθος δακτύλου μεγάλου, γλωττοειδῆ κατὰ τὸ ἄκρον· καὶ τὰ μὲν κατώτερα τῶν φύλλων ὑπτιωμένα, τὰ δὲ κατὰ τὴν κεφαλὴν συνεσταλμένα πρὸς ἄλληλα, κύκλον ὀφθαλμοειδῆ περιγράφοντα. φύεται δʼ ἐν τόποις ὀρεινοῖς· καὶ ἐν ὀστράκοις δʼ ἔνιοι φυτεύουσιν αὐτὸ ἐπὶ τῶν οἰκημάτων.

Ἀείζῳον τὸ μικρὸν φύεται ἐν τοίχοις καὶ τάφροις ὑποσκίοις καὶ πέτραις καὶ θριγκοῖς· καυλία ἀπὸ μιᾶς ῥίζης πολλά, περίπλεα φυλλαρίων λιπαρῶν, μικρῶν, ὀξέων ἀπʼ ἄκρου· ἀνίησι δὲ καυλὸν ἐν μέσῳ περὶ σπιθαμὴν τὸ μέγεθος, ἔχοντα σκιάδειον καὶ ἄνθη λεπτά, χλωρά, πολλά. τούτου τὰ φύλλα δύναμιν ἔχει τὴν αὐτὴν τῷ προειρημένῳ.

Δοκεῖ δὲ καὶ τρίτον γένος ἀειζῴου εἶναι, ὃ ἔνιοι ἀνδράχνην ἀγρίαν καλοῦσιν ἢ Τηλέφειον· ἔχει δὲ φύλλα πλατύτερα πρὸς τὰ τῆς ἀνδράχνης καὶ δασέα. φύεται ἐν πέτραις.

Αἰθιοπὶς φύλλα ἔχει παραπλήσια φλόμῳ, δασέα λίαν καὶ πυκνά, κύκλῳ περὶ τὸν πυθμένα τῆς ῥίζης, καυλὸν τετράγωνον, τραχύν, ἐοικότα μελιταίνῃ ἢ ἀρκτίῳ, μασχάλας ἀνιέντα πολλάς· καρπὸν δὲ περὶ μέγεθος ὀρόβου, σύνδυο εἰς ἓν ἀγγεῖον· ῥίζας ἀπὸ τοῦ αὐτοῦ πυθμένος πολλάς, μακράς, παχείας, γευομένῳ κολλώδεις· γίνονται δὲ ξηραινόμεναι μέλαιναί τε καὶ σκληραί. πλείστη δὲ γεννᾶται κατὰ τὴν Μεσσηνίαν καὶ τὴν Ἴδην.

Ἀκακαλλίς· θάμνου καρπός ἐστι γεννώμενος ἐν Αἰγύπτῳ, ἐοικὼς κατά τι τῷ τῆς μυρίκης καρπῷ.

Ἀκακία φύεται ἐν Αἰγύπτῳ· ἄκανθα δʼ ἐστὶ δενδρώδης, θαμνοειδής, οὐκ ὀρθοφυής, ἄνθος ἔχουσα λευκόν, καρπὸν δʼ ὥσπερ θέρμον ἐν λοβοῖς, ἐξ οὗ καὶ ἐκθλίβεται τὸ χύλισμα ξηραινόμενον ἐν ἡλίῳ, μέλαν μὲν ἐκ τοῦ πεπείρου καρποῦ, ὑπόκιρρον δὲ τὸ ἐκ τοῦ ὠμοῦ. ἐκλέγου δὲ τὸ ἠρέμα ἔγκιρρον, εὐῶδες ὡς ἐν ἀκακίᾳ. χυλίζουσι δέ τινες καὶ τὰ φύλλα σὺν τῷ καρπῷ· καὶ τὸ κόμμι δʼ ἐκ τῆς αὐτῆς ἀκάνθης γεννᾶται. πλύνεται δʼ εἰς τὰ ὀφθαλμικὰ τριβομένη μεθʼ ὕδατος ἀποχεομένου τοῦ ἐπιπάγου, ἄχρις ἂν καθαρὸν ἐφίστηται τὸ ὕδωρ, καὶ οὕτως ἀναλαμβάνεται εἰς κυκλίσκους. καίεται δʼ ἐν ὠμῇ χύτρᾳ μετὰ κεράμου· ὀπτᾶται δʼ ἐπʼ ἀνθράκων ἐκφυσωμένη. τὸ δὲ τῆς ἀκάνθης ἀφέψημα καταντλούμενον ἄρθρα λελυμένα ἵστησι. —Γίνεται δὲ καὶ ἑτέρα ἀκακία ἐν Καππαδοκίᾳ καὶ Πόντῳ, παρεμφέρουσα μὲν τῇ ἐν Αἰγύπτῳ, ἥττων δὲ τῇ δυνάμει καθέστηκεν καὶ εἰς τὰ ὀφθαλμικὰ ἀνεπιτήδειος.

Ἀκαλήφη — οἱ δὲ κνίδην· δισσὸν εἶδος ταύτης· ἡ μὲν γὰρ ἀγριωτέρα καὶ τραχυτέρα καὶ μελαντέρα τοῖς φύλλοις· καρπὸν δʼ ὅμοιον λινοσπέρμῳ ἔχει, πλὴν ἐλάττονα. ἡ δʼ ἑτέρα λεπτόσπερμός τε καὶ οὐχ ὁμοίως τραχεῖα.

Ἄκανθα λευκὴ φύεται ἐν ὄρεσι καὶ ὑλώδεσι τόποις, φύλλα χαμαιλέοντι λευκῷ ἐμφερῆ ἔχουσα, στενότερα δὲ καὶ λευκότερα, ὑποδάσεα, ἀκανθώδη· καυλὸν ὑπὲρ δύο πήχεας, δακτύλου τοῦ μεγάλου πάχος ἢ καὶ μείζω, ὑπόλευκον, κενόν· ἐπʼ ἄκρου δʼ αὐτοῦ κεφαλὴ πρόσεστιν ἀκανθώδης, ἐχίνῳ θαλασσίῳ ἐμφερής, πλὴν ἐλάττων, ἐπιμήκης· ἄνθη πορφυρᾶ, ἐν οἷς τὸ σπέρμα ὡς κνῆκος, στρογγυλώτερον δέ.

Ἄκανθα Ἀραβικὴ ἔοικε τῇ λευκῇ ἀκάνθῃ· στύφει.

Ἀκάνθιον ἐμφερῆ τὰ φύλλα τῇ λευκῇ ἀκάνθῃ ἔχει· ἐπʼ ἄκρῳ δʼ ἀκανθώδεις ἐξοχάς, καθʼ ὧν ἀραχνοειδής ἐστι χνοῦς, οὗ συλλεγομένου ὑφήν τινα βομβυκοειδῆ γίνεσθαί φασι.

Ἄκανθος ἢ μελάμφυλλος ἢ παιδέρως φύεται ἐν παραδείσοις καὶ ἐν πετρώδεσι καὶ ἐνύδροις χωρίοις· ἔχει δὲ πολλῷ πλατύτερα τὰ φύλλα θρίδακος ἐσχισμένα ὡς τὰ τοῦ εὐζώμου, μέλανα, λιπαρά, λεῖα· καυλὸν λεῖον, δίπηχυν, πάχος δακτύλου, ἐκ διαστημάτων πρὸς τῇ κορυφῇ φυλλαρίοις περιειλημμένον καί τισιν οἱονεὶ κιταρίοις ὑπομήκεσιν ὑακινθώδεσιν, ἐξ ὧν τὸ ἄνθος λευκόν· σπέρμα ὑπόμηκες, μήλινον· θυρσοειδὴς δʼ ἡ κεφαλή. ῥίζαι δʼ ὕπεισι γλισχρώδεις, ἔμπυροι, μακραί. — Γίνεται δὲ καὶ ἀγριωτέρα ἄκανθα ὁμοία σκολύμῳ, ἀκανθώδης, βραχυτέρα τῆς ἐν παραδείσοις.

Ἄκινος πόα ἐστὶ λεπτόκαρπος, στεφανωτική, παραπλήσιος ὠκίμῳ, δασυτέρα καὶ εὐώδης· παρʼ ἐνίοις δὲ καὶ κηπεύεται.

Ἀκόνιτον ἢ παρδαλιαγχὲς ἢ κυνοκτόνον φύλλα ἔχει τρία ἢ τέσσαρα, ὅμοια κυκλαμίνῳ ἢ σικυωνίῳ, μικρότερα δὲ καὶ τραχέα· καυλὸς σπιθαμῆς· ῥίζα ὁμοία σκορπίου οὐρᾷ, στίλβουσα ἀλλαβαστροειδῶς.

Ἀκόνιτον ἕτερον, ὃ ἔνιοι λυκοκτόνον καλοῦσι, γεννᾶται δὲ πλεῖστον ἐν Ἰταλίᾳ ἐν τοῖς καλουμένοις Οὐεστίνοις ὄρεσι, διαφέρον τοῦ πρὸ αὐτοῦ· φύλλα δʼ ὅμοια ἔχει πλατάνῳ, μᾶλλον δʼ ἐπεσχισμένα καὶ μικρότερα πολλῷ καὶ μελάντερα· καυλὸν δὲ καθάπερ πτερίδος μόσχον ψιλόν, ὕψος πήχεως ἢ καὶ μείζονα· καρπὸν δʼ ἐν λοβοῖς ἐπιμήκεσι ποσῶς· ῥίζας ὥσπερ πλεκτάνας καρίδων μελαίνας.

Ἄκορον τὰ μὲν φύλλα ἔχει ἐμφερῆ ἴριδι, στενότερα δέ, καὶ τὰς ῥίζας οὐκ ἀνομοίους, διαπεπλεγμένας δὲ καὶ οὐκ εἰς εὐθὺ πεφυκυίας, ἀλλὰ πλαγίας καὶ ἐξ ἐπιπολῆς, γόνασι διειλημμένας, ὑπολεύκους, δριμείας, τῇ δὲ γεύσει καὶ τῇ ὀσμῇ οὐκ ἀηδεῖς· διαφέρει δὲ τὸ λευκόν τε καὶ πυκνὸν καὶ ἄβρωτον, πλῆρες καὶ εὐῶδες· τοιοῦτο δʼ ἐστὶ καὶ τὸ ἐν Κολχίδι καὶ τὸ ἐκ τῆς Γαλατίας δʼ ἄσπληνον λεγόμενον.

Ἀκτῆ δισσή· ἡ μέν ἐστι δενδρώδης, κλάδους καλαμοειδεῖς ἔχουσα, στρογγύλους, ὑπολεύκους, εὐμήκεις, κοίλους· τὰ δὲ φύλλα τέσσαρα ἢ πέντε ἐκ διαστημάτων περὶ τὴν ῥάβδον, καρύᾳ βασιλικῇ ὅμοια, βαρύοσμα δὲ καὶ μακρότερα, ἐπʼ ἄκρων δὲ τῶν καυλῶν σκιάδεια περιφερῆ ἔχοντα· ἄνθη λευκά· καρπὸν δʼ ἐοικότα τερμίνθῳ τῷ μέλανι, ὑποπόρφυρον, βοτρυοειδῆ, πολύχυλον, οἰνώδη. τὸ δʼ ἕτερον αὐτῆς χαμαιάκτη καλεῖται, ὑφʼ ὧν δʼ ἕλειος ἀκτῆ· ἐλάττων καὶ βοτανωδεστέρα, καυλὸν ἔχουσα τετράγωνον, πολυγόνατον· τὰ δὲ φύλλα ἐκ διαστημάτων περὶ ἕκαστον γόνυ τεταρσωμένα, ὅμοια ἀμυγδαλῇ, κεχαραγμένα δʼ ἐν κύκλῳ καὶ μακρότερα, βαρύοσμα· σκιάδειον ἐπʼ ἄκρου ὅμοιον τῇ πρὸ αὐτῆς ἔχουσα καὶ ἄνθος καὶ καρπόν· ῥίζα δʼ ὕπεστι μακρά, δακτύλου τὸ πάχος.

Ἄλιμος θάμνος ἐστὶ φραγμίτης, ὅμοιος ῥάμνῳ, οὐκ ἔχων ἀκάνθας· φύλλα ἐλαίᾳ παραπλήσια, πλατύτερα μέντοι. φύεται ἐν παραθαλασσίοις καὶ κρημνοῖς καὶ φραγμοῖς· λαχανεύεται δʼ αὐτῆς τὰ φύλλα ἑψόμενα εἰς βρῶσιν.

Ἀλθαία ἢ ἐβίσκος μαλάχης ἐστὶν εἶδος ἀγρίας· ἔχει δὲ τὰ φύλλα περιφερῆ ὥσπερ κυκλαμίνου, ἔγχλοα· ἄνθος ῥοδοειδές· καυλὸν τρίπηχυν· ῥίζαν γλίσχραν, λευκὴν ἔνδοθεν.

Ἄλκμαρ — οἱ δὲ δαμασώνιον, οἱ δὲ λύραν καλοῦσι — φύλλα μὲν ἔχει ὅμοια ἀρνογλώσσῳ, στενότερα δὲ καὶ ἐπὶ γῆν κλώμενα· καυλὸς δὲ λεπτός, ἁπλοῦς περὶ πῆχυν, ἔχων κεφάλιον θυρσοειδές· ἄνθη λευκά, ὕπωχρα· ῥίζαι ὡς μέλανος ἐλλεβόρου, λεπταί, εὐώδεις, δριμεῖαι, ὑπολίπαροι. ὑδρηλὰ φιλεῖ χωρία.

Ἀλόη φύλλον ἔχει παραπλήσιον σκίλλῃ, παχύ, λιπαρόν, ὑπόπλατυ ἐν τῷ περιφερεῖ εἰς τοὐπίσω περικεκαμμένον· παρʼ ἑκάτερα δὲ τὰ φύλλα ἐκ πλαγίων ἀκάνθια ἀραιά, ἔχοντα κολοβά· καυλὸν ἀνίησιν ἀνθερίκῳ ὅμοιον· ἄνθος δὲ λευκὸν καὶ καρπὸν ἀσφοδέλῳ ἐοικότα· βαρύοδμος δʼ ἐστίν, ἀπογευομένῳ πικροτάτη καὶ μονόρριζος, ὥσπερ πάτταλον ἔχουσα τὴν ῥίζαν. γεννᾶται δʼ ἐν Ἰνδίᾳ πλείστη, ἐξ ἧς καὶ τὸ πίεσμα κομίζεται· φύεται δὲ καὶ ἐν τῇ Ἀσίᾳ καί τισι παραθαλασσίοις τόποις καὶ νήσοις, ὡς ἐν Ἄνδρῳ. οὐκ εὔχρηστος εἰς ὀπισμόν, πρὸς δὲ κόλλησιν τραυμάτων ἐπιτηδεία, λεία καταπλαττομένη. διττὸν δʼ ἐστὶ τοῦ χυλίσματος εἶδος· τὸ μὲν ψαμμῶδες, ὅθεν ὑποστάθμη ἔοικεν εἶναι τῆς καθαρωτέρας, τὸ δʼ ἡπατίζον. ἐκλέγου δὲ τὴν λιπαρὰν καὶ ἄλιθον, στίλβουσαν, ὑπόξανθον, εὔθρυπτον, ἡπατίζουσαν, ῥᾳδίως ὑγραινομένην, ἐπιτεταμένην τῇ πικρίᾳ· τὴν μέντοι μέλαιναν καὶ δυσκάτακτον ἀπεκλέγου. δολοῦται δὲ κόμμει, ὅπερ ἐλέγχεται γεύσει καὶ πικρίᾳ καὶ ὀσμῆς ἐπιτάσει καὶ τῷ μὴ διαλύεσθαι μέχρι ἐλαχίστου ψήγματος θλιβόμενον ὑπὸ τῶν δακτύλων. ἔνιοι δὲ καὶ ἀκακίαν μίσγουσιν. φώγνυται δὲ καὶ εἰς τὰ ὀφθαλμικὰ ἐπὶ καθαροῦ καὶ διαπύρου ὀστράκου κινουμένη μύστρῳ, μέχρι ἂν πᾶσα ὁμαλῶς πυρωθῇ· καὶ πλύνεται δὲ χωριζομένου τοῦ ψαμμώδους ὡς ἀχρήστου, λαμβανομένου δὲ τοῦ λιπαρωτέρου καὶ λείου.

Ἀλσίνη — οἱ δὲ μυὸς ὦτα· ὠνόμασται δʼ ἀπὸ τοῦ ἔχειν ὅμοια φυλλάρια μυὸς ὠτίοις, ἀλσίνη δὲ διὰ τὸ σκιεροὺς καὶ ἀλσώδεις φιλεῖν τόπους — ἔχει παρόμοια ἑλξίνῃ φύλλα, ταπεινότερα δὲ καὶ μακρότερα, οὐ δασέα· διατριφθεῖσα δὲ σικύων ὄζει.

Ἄλυσσον φρυγάνιόν ἐστιν ὑπότραχυ, μονόκαυλον, φύλλα ἔχον στρογγύλα, παρʼ οἷς ὁ καρπὸς ὡς ἀσπιδίσκια διπλᾶ, ἐν οἷς τὸ σπέρμα ὑπόπλατυ. φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι χωρίοις.

Ἄλυπον φρυγανώδης ἐστὶ πόα, ὑπέρυθρος, λεπτόφυλλος καὶ λεπτόκαρπος· ἄνθος μαλακὸν καὶ κοῦφον· ῥίζα μεστὴ ὀποῦ δριμέος ὡς ἐπιθύμου. γεννᾶται δʼ ἐν τοῖς παραθαλαττίοις τόποις, μάλιστα τῆς Λιβύης καὶ ἐν ἄλλοις δὲ χωρίοις πλείστοις.

Ἀμβροσία, ἣν ἔνιοι βότρυν, οἱ δʼ ἀρτεμισίαν ἐκάλεσαν, θαμνίσκος ἐστὶ πολύκλαδος, ὡς δισπίθαμος· τούτου τὰ φύλλα περὶ τὴν ἐκβολὴν τοῦ καυλοῦ, μικρὰ ὡς πηγάνου· τὰ δὲ ῥαβδία περίπλεα σπερματίων, ἐοικότα βοτρυδίοις μηδέπω ἀνθοῦσιν· ὀσμὴ οἰνώδης· ἡ δὲ ῥίζα λεπτή, δισπίθαμος. καταπλέκεται δʼ ἐν Καππαδοκίᾳ στεφάνοις.

Ἄμι — οἱ δʼ Αἰθιοπικὸν κύμινον· γνώριμον τὸ σπερμάτιον, μικρότερον πολλῷ τοῦ κυμίνου, ὀριγανίζον ἐν τῇ γεύσει· ἐκλέγου δὲ τὸ καθαρὸν καὶ μὴ πιτυρῶδες.

Ἀμμωνιακὸν ὀπός ἐστι νάρθηκος· καλεῖται δʼ ὅλος ὁ θάμνος σὺν τῇ ῥίζῃ ἀγάσυλλος· ἐγκριτέον δὲ τὸ εὔχρουν καὶ ἄξυλον, λιβανίζον τοῖς χόνδροις, καθαρόν, πυκνόν, μηδεμίαν ἔχον ῥυπαρίαν, καστορίζον τῇ ὀσμῇ, πικρὸν δὲ τῇ γεύσει. καλεῖται δὲ τὸ τοιοῦτο θραῦσμα, τὸ δὲ γεῶδες ἢ λιθῶδες φύραμα. γεννᾶται δʼ ἐν Λιβύῃ τῇ κατʼ Ἄμμωνα, χυλὸς ὢν δένδρου ναρθηκώδους.

Ἀμόργη ὑποστάθμη ἐστὶν ἐλαίου, ἥτις ἑψηθεῖσα ἐν χαλκῷ Κυπρίῳ μέχρι μελιτώδους συστάσεως στύφει, ποιοῦσα πρὸς ἃ καὶ τὸ λύκιον.

Ἄμπελος ἀγρία κλήματα ἀνίησι μακρὰ ὡς ἀμπέλου οἰνοφόρου, ξυλώδη, τραχέα· φύλλα δʼ ὅμοια στρύχνῳ κηπαίῳ, πλατύτερα δὲ καὶ μακρότερα· ἄνθος ὡς τρίχας βοτρυοειδεῖς· καρπὸν δὲ βοτρυδίοις ὅμοιον μικροῖς, πεπαινόμενον, ἐρυθρόν· περιφερὲς δὲ τὸ σχῆμα τῶν κόκκων.

Ἄμπελος λευκή — οἱ δὲ βρυωνίαν, οἱ δὲ φιλοστάφυλον, οἱ δὲ χελιδόνα, οἱ δὲ ψίλωθρον —, ἧς τὰ φύλλα καὶ αἱ ἕλικες ὅμοιαι τῇ ἡμέρῳ ἀμπέλῳ· δασύτεροι δὲ πάντες καὶ ἐμπλέκονται τοῖς παρακειμένοις θάμνοις ταῖς ἕλιξιν· καρπὸν δʼ ἔχει βοτρυώδη, πυρρόν, ᾧ ψιλοῦται τὰ δέρματα. ταύτης οἱ ἀσπάραγοι ἑφθοὶ ἐσθίονται, οὔρησιν καὶ κοιλίαν κινοῦντες.

Ἄμπελος μέλαινα, ἣν ἰδίως βρυωνίαν καλοῦσί τινες, οἱ δὲ Χειρώνειον ἄμπελον, φύλλα ἔχει κισσῷ ὅμοια, μᾶλλον δὲ πρὸς τὰ τῆς σμίλακος· καὶ ὁ καυλὸς δέ· μείζονα δὲ πάντα· ἐλλαμβάνεται δὲ καὶ αὐτὴ τῶν δένδρων ταῖς ἕλιξι· καρπὸς δὲ βοτρυώδης, χλωρὸς κατʼ ἀρχήν, πεπανθεὶς δὲ μέλας· ῥίζα μέλαινα ἔξωθεν, ἔσωθεν δὲ πυξοειδής.

Ἄμπελος ἀγρία διττή· ἡ μὲν γάρ τις αὐτῆς οὐ περκάζει τὴν σταφυλήν· ἄχρι δʼ ἀνθήσεως ἄγει τὴν λεγομένην οἰνάνθην· ἡ δέ τις καὶ τελεσφορεῖ, μικρόρραγος οὖσα καὶ μέλαινα καὶ στυπτική.

Ἀμυγδαλῆς πικρᾶς ἡ ῥίζα ἀφεψηθεῖσα λεία ἐφήλεις τὰς ἐν προσώπῳ ἀποκαθαίρει. καὶ αὐτὰ δὲ τὰ ἀμύγδαλα κατακλασθέντα τὸ αὐτὸ ποιεῖ· προστιθέμενα δʼ ἄγει καταμήνια, κεφαλαλγίαις ἀρήγει, τοῦ μετώπου καταπλασσομένου μετʼ ὄξους καὶ ῥοδίνου, καὶ πρὸς ἐπινυκτίδας σὺν οἴνῳ, πρὸς δὲ σηπεδόνας καὶ ἕρπητας καὶ κυνόδηκτα σὺν μέλιτι ἁρμόζει· ἐσθιόμενά τέ ἐστιν ἀνώδυνα, μαλακτικὰ κοιλίας, ὑπνωτικά, οὐρητικά, καὶ πρὸς αἵματος ἀναγωγὰς μετʼ ἀμύλου καὶ ἡδυόσμου λαμβανόμενα, πρὸς δὲ νεφριτικοὺς καὶ περιπνευμονικοὺς σὺν ὕδατι πινόμενα.

Ἄμυλον ἄριστον τὸ ἐκ πυροῦ καθαροῦ πλυνομένου καὶ βρεχομένου ἐν ὕδατι γλυκεῖ ἀποχεομένου πεντάκις τῆς ἡμέρας, εἰ δυνατὸν δέ, καὶ τῆς νυκτός· ὅταν δὲ μαλακὸς γένηται, πράως τὸ ὕδωρ ἐκχεῖν δεῖ χωρὶς τοῦ κινεῖν, ἵνα μὴ συνεκκλύζηται τὸ νόστιμον· ἐπὰν δὲ καταστῇ μαλακώτατος γενόμενος, ἀπηθήσας τὸ ὕδωρ τρίβειν τοῖς ποσίν, εἶτα ὕδωρ ἐπιχέοντας ἀναιρεῖσθαι τὸ ἐφιστάμενον πίτυρον ἠθμῷ καὶ τὸ λοιπὸν διηθήσαντας βάλλειν εἰς ὑλιστῆρα, διυλίσαντας δʼ εὐθέως ψύχειν ἐπὶ κεραμίδων καινῶν ἐν ἡλίῳ ὀξυτάτῳ· ἔνικμον γὰρ κἂν ἐπʼ ὀλίγον μένῃ, ὀξίζει.

Ἄμωμον κάλλιστόν ἐστι τὸ Ἀρμένιον, χρυσίζον τὴν χρόαν, ἔχον δὲ τὸ ξύλον ὑπόκιρρον, εὐῶδες ἱκανῶς· τὸ δὲ Μηδικὸν διὰ τὸ ἐν πεδίοις καὶ ἐφύδροις τόποις φύεσθαι ἀδυναμώτερον μέγα καὶ χλωρὸν καὶ πρὸς τὴν ἁφὴν ἁπαλὸν καὶ ἰνῶδες τοῖς ξύλοις, ὀριγανίζον τῇ ὀσμῇ· τὸ δὲ Ποντικὸν ὑπόκιρρον, δύσθραυστον, βοτρυῶδες, πλῆρες καρποῦ καὶ τῇ ὀσμῇ πληκτικόν. ἐκλέγου δὲ τὸ πρόσφατον καὶ λευκὸν ἢ ὑπέρυθρον, οὐ πεπιεσμένον που ἢ συμπεπλεγμένον, λελυμένον δὲ καὶ διακεχυμένον, σπέρματος πλῆρες ὁμοίου βοτρυδίοις, βαρὺ σφόδρα τε εὐῶδες, δίχα εὐρῶτος καὶ δριμύττον τὴν γεῦσιν, ἁπλοῦν τὴν χρόαν καὶ μὴ ποικίλον. δολίζουσι δέ τινες τὸ ἄμωμον τῇ λεγομένῃ ἀμωμιάδι ἐμφερεῖ οὔσῃ τῷ ἀμώμῳ, ἀνόσμῳ μέντοι καὶ ἀκάρπῳ, γεννωμένῃ δʼ ἐν Ἀρμενίᾳ, ἄνθος δʼ ἐχούσῃ ἐμφερὲς ὀριγάνῳ· ἀεὶ δʼ ἐν ταῖς τῶν τοιούτων δοκιμασίαις τὰ θραύσματα φεῦγε· ἐκλέγου δὲ τὰ ἀπὸ μιᾶς ῥίζης ἔχοντα τοὺς ἰδίους κλάδους τελείους.

Ἀναγαλλίς· διττόν ἐστιν εἶδος αὐτῆς διαφέρον ἄνθει· ἡ μὲν γὰρ κυάνεον ἔχουσα τὸ ἄνθος θήλεια λέγεται, ἡ δὲ φοινικοῦν ἄρρην.

Ἀνάγυρον — οἱ δʼ ἕλκοπον — θάμνος ἐστὶ τοῖς φύλλοις καὶ ταῖς ῥάβδοις προσεμφερὴς ἄγνῳ, δενδρώδης, βαρύοδμος ἰσχυρῶς· ἄνθη κράμβῃ ἐοικότα· καρπὸς ἐν κερατίοις μικροῖς· τὸ σχῆμα νεφρῶν· ποικίλος, στερεός, σκληρύνεται δὲ περὶ τὸν τῆς σταφυλῆς πεπασμόν.

Ἀνδρόσακες γεννᾶται μὲν ἐν Συρίᾳ ἐν παραθαλασσίοις τόποις· πόα δʼ ἐστὶ λευκή, λεπτόκαρπος, πικρά, ἄφυλλος, θυλάκιον ἐπὶ τῆς κεφαλῆς ἔχουσα, περιεκτικὸν σπέρματος.

Ἀνδρόσαιμον — οἱ δὲ Διονυσιάδα, οἱ δʼ ἄσκυρον — θάμνος ἐστὶ λεπτόκαρπος, φρυγανώδης, πεφοινιγμένος τὰ ῥαβδία· φύλλα τριπλάσια πηγάνου, ἃ θλιβέντα οἰνώδη χυμὸν ἀνίησι· μασχάλας τε ἔχει πλείους ἐπʼ ἄκρῳ τεταρσωμένας, περὶ ἃς ἀνθύλλια μικρὰ μήλινα ἐν καλυκίοις· καρπὸς ὅμοιος τῷ τῆς μελαίνης μήκωνος οἱονεὶ κατάγραφος· ἀνατριφθεῖσα δʼ ἡ κόμη ῥητινώδη ὀσμὴν προσδίδωσιν.

Ἀνεμώνη δισσή· ἡ μὲν ἥμερος, ἡ δʼ ἀγρία, καὶ τῆς μὲν ἡμέρου ἡ μέν τις φοινικᾶ φέρει τὰ ἄνθη, ἡ δʼ ὑπόλευκα, γαλακτίζοντα ἢ πορφυρᾶ· φύλλα δʼ ἔχει κοριοειδῆ, λεπτοσχιδέστερα πρὸς τῇ γῇ· καυλία ἰνώδη, λεπτά, ὑπὲρ ὧν τὰ ἄνθη ὥσπερ μήκωνος, καὶ μέσα κεφάλια μέλανα ἢ κυανίζοντα· ῥίζα κατὰ μέγεθος ἐλαίας ἢ μείζων οἱονεὶ γόνασι διειλημμένη. ἡ δʼ ἀγριωτέρα κατὰ πάντα μείζων τῆς ἡμέρου καὶ τοῖς φύλλοις πλατυτέρα καὶ σκληροτέρα· τὴν δὲ κεφαλὴν ἐπιμηκεστέραν ἔχει· ἄνθος φοινικοῦν· ῥιζάρια λεπτὰ καὶ πλείονα· ἡ δέ τις ἔχει φύλλα μέλανα, δριμυτέρα οὖσα. οἱ δὲ μὴ δυνάμενοι διορίζειν ἀπὸ τῆς ἀγρίας ἀνεμώνης τὴν λεγομένην ἀργεμώνην ὀνομάζουσι καὶ τὴν ῥοιάδα μήκωνα, περὶ ἧς ἐν ταῖς μηκώνισιν ἱστορήσομεν· διὰ γὰρ τὸ τῶν ἀνθῶν ὁμόχρουν φοινικοῦν ὑπάρχον πλανῶνται καὶ τὴν Εὐπατορίαν ἀργεμώνην ὀνομάζουσι· πλὴν τῆς ἀργεμώνης ἧττον βαθὺ τὸ φοινικοῦν ἐστὶ καὶ τῆς ῥοιάδος· ὀψιαίτερόν τε αὗται τῶν ἀνεμωνῶν ἀνθοῦσι· καὶ ἡ μὲν ἀργεμώνη ὀπὸν ἀνίησι κροκίζοντα καὶ δριμὺν πρὸς τὴν γεῦσιν ἰσχυρῶς, ἡ δὲ ῥοιὰς λευκὸν καὶ δριμύν. ἀμφότεραι δὲ μεταξὺ κεφάλια μήκωνι ἀγρίᾳ παραπλήσια ἔχουσι· πλὴν τὸ μὲν τῆς ἀργεμώνης ἄνωθεν ὑπόπλατυ, τὸ δὲ τῆς ῥοιάδος ὑπόστενον· τὸ δὲ τῆς ἀνεμώνης οὔτε ὀπὸν ἀνίησιν οὔτε κωδύαν ἔχει, ἀλλʼ οἱονεὶ ἀσπαράγου ἄκρον· ἐν ἀρούραις τε τὸ πλέον ἐκεῖναι φύονται.

Ἀνηθίνου σκευασία· ἐλαίου παλαιοῦ 𐆃 ια 𐆄 ηʹ· ἀνήθου ἄνθος τὸ αὐτὸ ἐναπόβρεχε τῷ ἐλαίῳ ἡμέραν μίαν, εἶτʼ ἐκπίεζε ταῖς χερσὶ καὶ ἀπήθει· ἐὰν δὲ θέλῃς διάβροχον ποιῆσαι, πρόσφατον ἄνηθον ὡσαύτως ἀπόβρεχε. δύναται δὲ μαλάσσειν τὰ περὶ μήτραν καὶ ἀναστομοῦν, ἁρμόζον καὶ πρὸς τὰ κατὰ περίοδον ῥίγη, θερμαῖνον καὶ κόπους λῦον καὶ ἀλγήματα ἄρθρων ὠφελοῦν.

Ἀνθεμὶς ἢ λευκάνθεμον ἢ ἡράνθεμον ἢ χαμαίμηλον — οἱ δὲ μηλάνθεμον, οἱ δὲ χρυσοκαλλίαν, οἱ δὲ καλλίαν· ταύτης εἴδη τρία, ἄνθεσι μόνον διαφέροντα· τὰ γὰρ κεφάλια περιφερῆ ὄντα ἔνδοθεν μὲν λευκὰ καὶ χρυσίζον ἀνθύλλιον ἔχοντα· ἔξωθεν δὲ περίκεινται κυκλοτερῶς λευκὰ ἢ μήλινα ἢ πορφυρᾶ. συλλέγεται δʼ ἔαρος.

Ἀνθυλλὶς διττή· ἡ μὲν γὰρ φακῷ παραπλήσια φύλλα καὶ κλωνία ἔχει, σπιθαμῆς ὕψος, ὀρθὰ δὲ καὶ τὰ φύλλα καὶ μαλακά· ῥίζα δὲ λεπτή, μικρά. φύεται ἐν ὑφάλμοις καὶ εὐηλίοις· γευσαμένῳ ὑφάλυκος. ἡ δʼ ἑτέρα χαμαιπίτυϊ τὰ φύλλα καὶ τὰ κλωνία ἔοικε, δασυτέρα δέ· ἄνθος πορφυροειδές, βαρύοσμον ἰσχυρῶς· ῥίζα ὥσπερ κιχορίου.

Ἀνωνίς — οἱ δʼ ὀνωνίδα· κλῶνες σπιθαμιαῖοι καὶ μείζονες, θαμνοειδεῖς, πολυγόνατοι, μασχάλας ἔχοντες πολλάς· κεφάλια περιφερῆ· φυλλάρια μικρά, λεπτὰ πρὸς τὰ τοῦ πηγάνου ἢ λωτοῦ τοῦ ἐν χορτοκοπίοις, ὑποδασέα, εὐώδη καὶ οὐκ ἀηδῆ. ἁλμεύεται δὲ πρὸ τοῦ ἀκανθοφορῆσαι καὶ ἔστιν ἡδίστη· ἔχουσι δὲ καὶ οἱ κλάδοι ἀκάνθας ὀξείας, σκολοποειδεῖς, στερεάς, παχείας· ῥίζαν δὲ στερεάν, λευκήν.

Ἀπαρίνη — οἱ δὲ φιλάνθρωπον — σπέρμα ἔχει σκληρόν, στρογγύλον, ὑπόκοιλον ἐκ μέσου ὡς ὀμφαλός· προσέχεται δὲ καὶ ἱματίοις ἡ πόα. χρῶνται δʼ αὐτῇ οἱ ποιμένες ἀντὶ ἠθμοῦ ἐπὶ τοῦ γάλακτος πρὸς ἔκληψιν τῶν ἐν αὐτῷ τριχῶν.

Ἄπιος — οἱ δʼ ἰσχιάδα, οἱ δὲ χαμαιβάλανον ἀγρίαν, οἱ δὲ λινόζωστιν καλοῦσιν· κλωνία δύο ἢ τρία ἀπὸ γῆς ... αἴροντα τὰ φύλλα, πηγάνῳ ἐοικότα, ἐπιμηκέστερα, χλωρά· καρπὸς μικρός· ῥίζαι ἀσφοδέλῳ παραπλήσιαι, στρογγυλώτεραι δὲ καὶ πρὸς τὸ τῆς ἀπίου σχῆμα· μεστὴ ὀποῦ, φλοιὸν ἔχουσα ἔξωθεν μέλανα, ἔνδοθεν δὲ λευκόν.

Ἀργεμώνη ὅλον μέν ἐστιν ὅμοιον ἀγρίᾳ μήκωνι, τὸ δὲ φύλλον ἀνεμώνης ἐσχισμένης ὅμοιον· καυλὸν ἄνθει φοινικοῦν, κεφαλὴν δʼ ἐοικυῖαν μήκωνι ῥοιάδι, ἐπιμηκεστέραν δὲ καὶ πλατεῖαν κατὰ τὰ ἄνωθεν μέρη· ῥίζαν στρογγύλην· ὀπὸν δʼ ἀνίησι κροκίζοντα, δριμύν.

Ἀρίσαρον μικρόν ἐστι βοτάνιον ῥίζαν ἔχον ὡς ἐλαίας τὸ μέγεθος· ἔστι δὲ δριμυτέρα τοῦ ἄρου.

Ἀριστολοχεία ἡ μὲν στρογγύλη φύλλα ἔχει κισσοειδῆ, εὐώδη μετὰ δριμύτητος, ὑποστρόγγυλα, ἁπαλὰ περὶ πολλοῖς βλαστοῖς ἐκ μιᾶς ῥίζης· τὰ δὲ κλήματα ἐπιμήκη· ἄνθη λευκὰ οἷον πιλίσκους, τὸ δʼ ἐν αὐτοῖς ἐρυθρὸν δυσῶδες. ἡ δὲ μακρὰ φύλλα ἔχει ἐπιμηκέστερα τῆς στρογγύλης καὶ τὰ κλωνία λεπτὰ ὡς σπιθαμῆς· ἄνθος ἐμπόρφυρον, δυσῶδες, ὅπερ ἐξανθῆσαν ἀπίῳ παραπλήσιον γίνεται. ἡ δὲ ῥίζα τῆς μὲν στρογγύλης περιφερής, γογγυλίδι παραπλησία, ἡ δὲ τῆς μακρᾶς δακτύλου τὸ πάχος ἔχει, σπιθαμιαία ἢ καὶ μείζων οὖσα· ἀμφότεραι δὲ τὰ φύλλα πυξοειδεῖς ἔνδοθεν, πικραὶ τὴν γεῦσιν καὶ βρωμώδεις. ἔστι δέ τις καὶ τρίτη μακρά, ἣ καὶ κληματῖτις καλεῖται, κλωνία ἔχουσα λεπτά, φύλλοις ὑποστρογγύλοις ἀειζῴου μικροῦ ἐμφερέσι περίπλεα ἀνθῶν ἐοικότων πηγάνῳ· ῥίζας μακροτάτας, λεπτάς, φλοιὸν ἐχούσας παχὺν καὶ ἀρωματίζοντα, ἰδίως χρησιμεύοντα μυρεψοῖς.

Ἄρκιον — οἱ δὲ προσωπίδα καλοῦσιν — ὅμοια τὰ φύλλα ἔχει τοῖς τῆς κολοκύνθης, μείζονα μέντοι καὶ σκληρότερα καὶ μελάντερα, δασέα· ἄκαυλος δʼ ἡ πόα· ῥίζα μεγάλη, λευκή.

Ἄρκτιον — οἱ δʼ ἀρκτοῦρον — φλόμῳ τὰ φύλλα ἔχει ἐοικότα, δασύτερα δὲ καὶ στρογγυλώτερα· ῥίζαν ἁπαλήν, λευκήν, γλυκεῖαν· καυλὸν δὲ μακρόν, μαλακόν· καρπὸν δὲ κυμίνῳ μικρῷ ὅμοιον.

Ἀρνόγλωσσον — οἱ δʼ ἑπτάνευρον, οἱ δὲ πολύνευρον — διττόν ἐστι, μικρὸν καὶ μέγα. ἔχει δὲ τὸ μὲν μικρὸν φύλλα μακρότερα καὶ στενότερα καὶ λειότερα· καυλὸν γωνοειδῆ κεκλιμένον ὡς ἐπὶ τὴν γῆν· ἄνθη ὠχρά· τὸ σπέρμα ἐπʼ ἄκρῳ τῷ καυλῷ. τὸ δὲ μεῖζον εὐερνέστερον, πλατύφυλλον, λαχανῶδες· καυλὸς δὲ καὶ ἐπὶ τούτῳ γωνοειδής, ὑπέρυθρος, ὕψος πήχεως, ἐκ μέσου μέχρι κορυφῆς σπέρματι περιεχόμενος λεπτῷ· ῥίζαι ἁπαλαὶ ὕπεισι, πολλαί, δασεῖαι, λευκαί, πάχος δακτύλου.

Ἄρον τὸ καλούμενον λοῦφας παρὰ Σύροις φύλλα ἀνίησι τοῖς τοῦ δρακοντίου ὅμοια, μικρότερα δὲ καὶ ἀσπίλωτα· καυλὸν σπιθαμιαῖον, ὑπόκιρρον, ὑπεροειδῆ, ἐφʼ οὗ ὁ καρπὸς κροκίζων· ῥίζα λευκὴ πρὸς τὴν τοῦ δρακοντίου, ἥτις καὶ ἕψεται ἐσθιομένη, ἧττον οὖσα δριμεῖα. ταριχεύεται δὲ τὰ φύλλα εἰς βρῶσιν καὶ καθʼ ἑαυτὰ ξηραινόμενα ἑψόμενα ἐσθίεται.

Ἀρτεμισία φύεται μὲν ὡς τὸ πολὺ ἐν παραθαλαττίοις τόποις· πόα θαμνοειδής, παρόμοιος ἀψινθίῳ, μείζων δὲ καὶ λιπαρώτερα τὰ φύλλα ἔχουσα· καὶ ἡ μέν τις αὐτῆς εὐερνής, πλατύτερα τὰ φύλλα ἔχουσα καὶ τὰς ῥάβδους, ἡ δὲ λεπτότερα· ἄνθη μικρά, λευκά, βαρύοσμα· θέρους δʼ ἀνθεῖ. ἔνιοι δὲ τῶν ἐν μεσογείοις λεπτοκαρφότερον βοτάνιον ἁπλοῦν, τῷ καυλῷ σφόδρα μικρόν, ἄνθους περίπλεον τὴν χρόαν κηροειδοῦς λεπτοῦ, καλοῦσιν ἀρτεμισίαν· ἔστι δʼ εὐωδεστέρα τῆς πρὸ αὐτῆς.

Ἄσαρον φύλλα ἔχει κισσῷ ὅμοια, μικρότερα δὲ πολλῷ καὶ στρογγυλώτερα· ἄνθος μεταξὺ τῶν φύλλων, πρὸς τῇ ῥίζῃ πορφυροῦν, ὑοσκυάμῳ ἢ κυτίνῳ ἐμφερές, ἐφʼ οὗ τὸ σπέρμα ἐοικὸς γιγάρτῳ· ῥίζαι δʼ ὕπεισι πολλαί, γονατώδεις, λεπταί, πλατεῖαι, ὅμοιαι ἀγρώστει, ἰσχνότεραι μέντοι πολλῷ καὶ εὐώδεις, θερμαίνουσαι καὶ δάκνουσαι λίαν τὴν γλῶτταν. φύεται δʼ ἐν ὑποσκίοις ὄρεσι· πλεῖστον δʼ ἐν Πόντῳ καὶ ἐν Φρυγίᾳ καὶ Ἰλλυρίδι καὶ ἐν Οὐεστίνοις τῆς Ἰταλίας.

Ἀσκληπιὰς κλωνία ἀνίησι μακρά, ἐφʼ ὧν τὰ φύλλα κισσῷ ὅμοια· ῥίζας δὲ πολλὰς καὶ λεπτάς, εὐώδεις· ἄνθος βαρύοσμον· σπέρμα ὡς πελεκίνου. φύεται ἐν ὄρεσιν.

Ἄσκυρον — οἱ δʼ ἀνδρόσαιμον· καὶ τοῦτο εἶδός ἐστιν ὑπερικοῦ μεγέθει διαφέρον, κλωσὶ μεῖζον, φρυγανωδέστερόν τε καὶ πεφοινιγμένον· ἄνθη δὲ μήλινα φέρει καὶ καρπὸν ὑπερικῷ ὅμοιον, ὄζοντα ῥητίνης καὶ ἐν τῷ παρατριβῆναι οἱονεὶ αἱμάττοντα τοὺς δακτύλους, ὡς διὰ τοῦτο καὶ ἀνδρόσαιμον καλεῖσθαι.

Ἀσπάλαθος καλός ἐστιν ὁ βαρὺς καὶ μετὰ τὸ περιφλοιωθῆναι ὑπέρυθρος ἢ πορφυρίζων, πυκνός, εὐώδης, πικρίζων ἐν τῇ γεύσει. ἔστι δὲ καὶ ἕτερον εἶδος αὐτοῦ λευκόν, ξυλῶδες, ἄνοσμον, ὃ δὴ χεῖρον καθέστηκεν.

Ἄσπληνος — οἱ δὲ σκολοπένδριον, οἱ δʼ ἡμιόνιον, οἱ δὲ πτέρυγα — ἔχει φύλλα σκολοπένδρῃ τῷ θηρίῳ ὅμοια, πλείονα ἀπὸ μιᾶς ῥίζης, φυόμενα ἐν πέτραις καὶ τοίχοις τοῖς ἐκ τῶν καχλάκων ἐν παλισκίοις, ἄκαυλα, ἀνάνθη, ἄκαρπα, ἐντετμημένα ὡς τὸ τοῦ πολυποδίου, κάτωθεν ὑπόξανθα καὶ δασέα, ἄνωθεν δὲ χλωρά.

Ἀστράγαλος· θάμνος μικρὸς ἐπὶ γῆς, φύλλοις καὶ κλωνίοις ὅμοιος ἐρεβίνθῳ· ἄνθη πορφυρᾶ, μικρά· ῥίζα δʼ ὕπεστι στρογγύλη ὥσπερ ῥάφανος, εὐμεγέθης, παραφυάδας ἔχουσα στερεάς, μελαίνας, σκληροτάτας ὡς κέρατα, ἀντεμπεπλεγμένας ἀλλήλαις, γευσαμένῳ στυπτικάς. φύεται ἐν τόποις εὐηνέμοις καὶ χιονιζομένοις. πολλὴ δʼ ἐν Φενεῷ τῆς Ἀρκαδίας.

Ἀστὴρ Ἀττικὸς ἢ βουβώνιον· ῥαβδίον ξυλῶδες, ἐπʼ ἄκρου ἔχον ἄνθος μήλινον ὥσπερ ἀνθεμίδος· κεφάλιον περισχιδές· ἔχει δὲ φυλλάρια ἀστέρι ὅμοια, τὰ δὲ περὶ τὸν καυλὸν φύλλα ἐπιμήκη καὶ δασέα.

Ἄσφαλτος· διαφέρει ἡ Ἰουδαϊκὴ τῆς λοιπῆς· ἔστι δὲ καλὴ ἡ πορφυροειδῶς στίλβουσα, εὔτονος ἐν τῇ ὀσμῇ καὶ βαρεῖα· ἡ δὲ μέλαινα καὶ ῥυπώδης φαύλη· δολοῦται γὰρ πίσσης μιγνυμένης. γεννᾶται δʼ ἐν Φοινίκῃ καὶ Σιδῶνι καὶ Βαβυλῶνι καὶ Ζακύνθῳ. καλεῖταί τι καὶ νέπτα ἤτοι ἄφθα, ὅπερ ἐστὶ τῆς Βαβυλωνίας ἀσφάλτου περιήθημα, τῷ χρώματι λευκόν, εὑρίσκεται δὲ καὶ μέλαν, δύναμιν ἔχον ἁρπακτικὴν πυρός, ὥστε καὶ ἐκ διαστήματος ἁρπάζειν τοῦτο, ὅπερ πρὸς ὑποχύσεις καὶ λευκώματα χρησιμεύει.

Ἀτρακτυλλὶς ἢ κνῆκον ἄγριον ἄκανθά ἐστιν ἐοικυῖα κνήκῳ, μικροτέρα πολλῷ, φύλλα ἔχουσα ἐπʼ ἄκρῳ τῷ ῥαβδίῳ, τὸ δὲ πλεῖον γυμνόν· ᾧ καὶ αἱ γυναῖκες χρῶνται ἀντὶ ἀτράκτου· ἔχει δὲ καὶ κόμην ἐπʼ ἄκρου ἀκανθώδη· ἄνθος ὠχρόν· ῥίζα λεπτή.

Βαλαύστιον· ἄνθος ἐστὶν ἀγρίας ῥοιᾶς· εἴδη δʼ αὐτοῦ πλείονα· εὑρίσκεται γὰρ καὶ λευκὸν καὶ πορφυροῦν καὶ ῥοδόχρουν· ἔοικε δὲ κυτίνῳ ῥοιᾶς καὶ χυλίζεται ὡς ἡ ὑποκιστίς, ποιοῦσα πρὸς ὅσα ἡ ὑποκιστὶς καὶ ὁ κύτινος.

Βάκχαρις βοτάνη ἐστὶν εὐώδης στεφανωτική, ἧς τὰ φύλλα τραχέα· καυλὸς γωνιοειδής, πήχεως τὸ ὕψος, ὑπότραχυς, ἔχων καὶ παραφυλλάδας· ἄνθη δὲ πορφυρᾶ, ὑπόλευκα· ῥίζα ὁμοία ταῖς τοῦ μέλανος ἐλλεβόρου, ἐοικυῖα τῇ ὀσμῇ κινναμώμῳ. φιλεῖ δὲ τραχέα καὶ ἔνικμα χωρία.

Βάλανος μυρεψική· καρπός ἐστι δένδρου μυρίκῃ ἐοικότος, ὅμοιος τῷ λεγομένῳ Ποντικῷ καρύῳ· οὗ τὸ ἐντὸς θλιβόμενον ὥσπερ τὰ πικρὰ ἀμύγδαλα ἐξίησιν ὑγρόν, ᾧ εἰς τὰ πολυτελῆ μύρα ἀντʼ ἐλαίου χρῶνται. γεννᾶται δʼ ἐν Αἰθιοπίᾳ καὶ ἐν Αἰγύπτῳ καὶ ἐν Ἀραβίᾳ καὶ ἐν τῇ κατὰ τὴν Ἰουδαίαν Πέτρᾳ. διαφέρει δʼ αὐτῆς ἡ νέα καὶ πλήρης καὶ λευκὴ καὶ εὐλέπιστος.

Βαλλωτή — οἱ δὲ μέλαν πράσιον καλοῦσι — καυλοὺς ἀνίησι τετραγώνους, μέλανας, ὑποδάσεις, ἐκ μιᾶς ῥίζης πλείονας· φύλλα δὲ πρασίῳ ὅμοια, μείζονα δὲ καὶ στρογγυλώτερα, μέλανα καὶ δασέα ἐκ διαστημάτων τοῦ καυλοῦ, παραπλήσια μελισσοφύλλῳ, δυσώδη, ὅθεν καὶ τοῦτό τινες μελισσόφυλλον ὠνόμασαν· καὶ τὰ ἄνθη δὲ περίκειται τοῖς καυλοῖς τροχοειδῶς.

Βάτος Ἰδαία ἐκλήθη μὲν διὰ τὸ πολλὴν ἐν τῇ Ἴδῃ γεννᾶσθαι· ἔστι δʼ ἁπαλωτέρα πολλῷ τῆς πρὸ αὐτῆς, ἀκάνθας μικρὰς ἔχουσα· εὑρίσκεται δὲ καὶ χωρὶς ἀκάνθης.

Βατράχιον — οἱ δὲ σέλινον ἄγριον· τούτου πλείονά ἐστιν εἴδη· ἔχει δὲ τὸ μὲν αὐτῶν κορίῳ φύλλα ὅμοια, πλατύτερα καὶ ὑπόλευκα καὶ λιπαρά· ἄνθος μήλινον, ἐνίοτε δὲ πορφυροῦν· καυλὸν οὐ παχύν, ὅσον πηχυαῖον· ῥίζαν λευκήν, μακράν, ἔχουσαν ἀπόφυσιν ὡς ἐλλεβόρου. φύεται παρὰ ῥεῖθρα. ἔστι δὲ καὶ ἕτερον γονατωδέστερον καὶ μακροκαυλότερον, ἐντομὰς ἔχον τῶν φύλλων πλείους, δριμύτατον· καὶ τρίτον σφόδρα μικρὸν καὶ δύσοσμον, τῷ ἄνθει ἐγχρυσίζον· καὶ τέταρτον ἐοικὸς τούτῳ, τῷ ἄνθει γαλάκτινον.

Βδέλλιον δάκρυόν ἐστι δένδρου Ἀραβικοῦ· δόκιμον δʼ αὐτοῦ τὸ τῇ γεύσει πικρόν, διαυγές, ταυροκολλῶδες, λιπαρὸν διὰ βάθους καὶ εὐμάλακτον, ἀμιγὲς ξύλων καὶ ῥυπαρίας, εὐῶδες ἐν τῇ θυμιάσει, ἐοικὸς ὄνυχι· ἔστι δέ τι ῥυπαρὸν καὶ μέλαν, ἁδρόβωλον, παλαθῶδες, κομιζόμενον ἀπὸ τῆς Ἰνδικῆς· κομίζεται δὲ καὶ ἀπὸ τῆς Πετραίας, ῥητινῶδες, ὑποπέλιον, δευτερεῦον τῇ δυνάμει. δολοῦται μιγνυμένου κόμμεως· τὸ δὲ τοιοῦτο οὐχ ὁμοίως πικραίνει τὴν γεῦσιν, ἔν τε τῇ θυμιάσει οὐχ οὕτως εὐῶδες.

Βεττονικὴ πόα ἐστὶν ἔχουσα φύλλα ὅμοια λαπάθῳ ἀγρίῳ, μελάντερά τε καὶ δασύτερα, στύφοντα ἐν τῇ γεύσει· καυλὸν δʼ ἀνίησιν οὐ μέγαν, ῥίζαν δὲ λεπτὴν καὶ βραχεῖαν· χυλίζεται δʼ αὐτῆς τὰ φύλλα καὶ ἐν ἡλίῳ καὶ πυρὶ συστρέφεται.

Βήχιον φύλλα ἔχει καθάπερ κισσοῦ, μείζονα δέ, ἓξ ἢ ἑπτὰ ἀπὸ τῆς ῥίζης, ἐκ μὲν τῶν πρὸς τὰ κάτω λευκά, ἐκ δὲ τῶν ἄνω χλωρά, γωνίας πλείους ἔχοντα· καυλὸν σπιθαμιαῖον· ἄνθος ὠχρὸν κατὰ τὸ ἔαρ· ὀξέως δʼ ἀποβάλλει τό τε ἄνθος καὶ τὸ καυλίον· ῥίζα λεπτή. φύεται περὶ λιβάδας καὶ καθύγρους τόπους.

Βολβὸς ὁ ἐμετικὸς ἔχει τὰ φύλλα ἱμαντωδέστερα καὶ πολλῷ μακρότερα τοῦ ἐδωδίμου· ῥίζαν δʼ ἐοικυῖαν, περὶ ἣν λοβὸς μέλας. αὕτη ἐσθιομένη καθʼ ἑαυτὴν καὶ τὸ ἀφέψημα αὐτῆς πινόμενον ἐμέτους κινεῖ.

Βότρυς πόα ἐστὶν ὅλη μηλίνη, πολλὰς ἔχουσα μασχάλας· τὸ δὲ σπέρμα ὅλοις τοῖς κλωνίοις περιπέφυκε· φύλλα δʼ ἔχει κιχορίῳ ἐμφερῆ καὶ τὸ σύμπαν εὐώδη καὶ ἱματίοις συντίθεται. φύεται δὲ μάλιστα περὶ χαράδρας καὶ χειμάρρους.

Βούγλωσσον ἔοικε φλόμῳ· φύλλον χαμαιπετές, τραχύτερον καὶ μελάντερον καὶ μικρότερον, ὅμοιον βοὸς γλώσσῃ.

Βούνιον — οἱ δʼ ἄκτιον καλοῦσι — καυλὸν ἀνίησι τετράγωνον, εὐμήκη, πάχει δακτυλιαῖον· φύλλα δʼ ὅμοια σελίνῳ, λεπτότερα πολλῷ πρὸς τὰ τοῦ κορίου· ἄνθος δʼ ὡς ἀνήθου σπέρμα, εὐῶδες, ὑοσκυάμου μικρότερον.

Βούτυρον σκευάζεται καλὸν ἐκ τοῦ λιπαρωτάτου γάλακτος· τοιοῦτον δʼ ἐστὶ τὸ προβάτειον· γίνεται δὲ καὶ ἐκ τοῦ αἰγείου ἐν ἀγγείοις κινουμένου τοῦ γάλακτος καὶ χωριζομένου τοῦ λίπους. συνάγεται δὲ καὶ λιγνὺς ἐκ τοῦ βουτύρου τὸν τρόπον τοῦτον· εἰς λύχνον καινὸν ἐγχέας τὸ βούτυρον, ἅψας καὶ πωμάσας ἀγγείῳ σωληνοειδεῖ στενῷ κατὰ τὸ ἄνωθεν, τρῆμα δʼ ἐκ τῶν ὑπὸ πόδας ἔχοντι ὥσπερ οἱ κρίβανοι, ἔα καίεσθαι· ὅταν δʼ ἀναλωθῇ τὸ πρῶτον βούτυρον, ἄλλο ἐπίχει, καὶ ποίει τοῦτο, ἕως ἂν ὅσον βούλει πλῆθος αἰθαλώσῃς· εἶτʼ ἀπόσυρε πτερῷ καὶ χρῶ.

Βούφθαλμον καυλὸν ἀναφέρει τρυφερόν· φύλλα δὲ μαράθῳ ὅμοια· ἄνθη μήλινα, μείζονα τῆς ἀνθεμίδος, ὀφθαλμοειδῆ, ὅθεν καὶ ὠνόμασται. φύεται περὶ τὰς πόλεις.

Βράβι πόα περὶ πῆχυν τὸ ὕψος, ῥάβδους ἔχουσα λεπτάς, πολλάς, παρʼ ἑκάτερα δὲ φύλλα ὥσπερ λεπιδίου, ἁπαλώτερα καὶ λεπτότερα, ἐπʼ ἄκρου δὲ σκιάδειον καθάπερ ἀκτῆς, ἔχον ἄνθη λευκά.

Βράθυ· τούτου εἴδη δύο· τὸ μὲν γάρ ἐστιν αὐτοῦ τοῖς φύλλοις ὅμοιον κυπαρίττῳ, ἀκανθωδέστερον· βαρυοσμώτερον δὲ τὸ δένδρον καὶ εἰς πλάτος μᾶλλον ἐκχεόμενον· οὗ χρῶνται τοῖς φύλλοις τινὲς ἀντὶ θυμιάματος· τὸ δʼ ἕτερόν ἐστι μυρίκῃ τοῖς φύλλοις ὅμοιον.

Βρύον ἢ σπλάγχνον εὑρίσκεται ἐπὶ δένδρῳ κέδρῳ ἢ λεύκῃ ἢ δρυΐ· διαφέρει δὲ τὸ Κνίδιον, χλωρόν, ὀρεινόν· δεύτερον τὸ Λυκιακόν. ἔστι δʼ αὐτοῦ καλὸν τὸ εὐῶδες καὶ λευκόν, τὸ δὲ μελανίζον χεῖρον.

Βρύον θαλάσσιον φύεται ἐπὶ λίθων καὶ ὀστράκων παρὰ θαλάττῃ· τριχῶδες, ἰσχνόν, ἄκαυλον, ἱκανῶς στῦφον.

Βρυοπτερὶς φύεται κατὰ τὰ βρυώδη μέρη τῶν παλαιῶν δρυῶν, ὁμοία πτερίδι, ἐλάττων δὲ πολλῷ ἐν τῇ σχίσει· ῥίζας δʼ ἔχει καὶ ἐπιπλοκὴν δασείας, στρυφνὰς κατὰ γεῦσιν ἐν τῷ γλυκεῖ.

Γάλιον — οἱ δὲ γαλάριον ὀνομάζουσιν ἀπὸ τοῦ γάλα πηγνύναι αὐτοῦ τὸ κλωνίον· καὶ τὸ φύλλον ἀπαρίνῃ ἔχει ἐμφερέστατον, ὀρθὸν δὲ καὶ ἐπʼ ἄκρου ἄνθος μήλινον λεπτόν, πυκνόν, πολύοσμον. φύεται ἐν ἑλώδεσι τόποις.

Γαλοιοψὶς ἢ γαλοιόβδελλον καλοῦσιν· ὅλον τὸ θαμνίον σὺν τῷ καυλῷ καὶ τοῖς φύλλοις ἐμφερές ἐστι κνίδῃ· λειότερα δὲ τὰ φύλλα καὶ ἱκανῶς δυσώδη ἐν τῇ διατρίψει· ἄνθη λεπτά, πορφυρᾶ. φύεται ἐν φραγμοῖς πρὸς τὰς ὁδοὺς καὶ τὰ οἰκόπεδα πανταχοῦ.

Γεντιανή· ταύτης τὰ φύλλα τὰ μὲν πρὸς τῇ ῥίζῃ καρύᾳ ἢ ἀρνογλώσσῳ ὅμοια, ὑπέρυθρα, τὰ δʼ ἐν μέσῳ τῷ καυλῷ καὶ μάλιστα κατʼ ἄκρον ἀπεσχισμένα μικρῷ· ὁ καυλὸς κενός, λεῖος, πάχος δακτύλου, τὸ δʼ ὕψος δίπηχυ, γόνασι διειλημμένος, ἐκ διαστημάτων μειζόνων περικείμενος τὰ φύλλα, καρπὸν ἔχων ἐν κάλυξι, πλατύν, κοῦφον, ἀχυρώδη πρὸς τὴν τοῦ σφονδυλίου ῥίζαν, μακράν, ὁμοίαν ἀριστολοχείᾳ, παχεῖαν, πικράν. γεννᾶται ἐν ὑψηλοτάταις ἀκρωρείαις καὶ ἐν συσκίοις τόποις καὶ ἐνύδροις. χυλίζεται δὲ θλασθεῖσα καὶ βρεχθεῖσα ἐν ὕδατι ἐφʼ ἡμέρας πέντε· ἔπειτα ἑψηθεῖσα ἐν τῷ ὕδατι, ἄχρις ἂν ὑπερέχωσιν αἱ ῥίζαι· καὶ μετὰ τοῦτο ψῦχε τὸ ὕδωρ· διηθεῖται ἐν ὀθονίῳ καὶ ἕψεται, ἄχρις ἂν γένηται μελιτῶδες τῇ συστάσει, καὶ ἀποτίθεται ἐν ὀστρακίνῳ ἀγγείῳ.

Γεράνιον· τὸ μὲν φύλλον ὅμοιον ἀνεμώνῃ, ἐσχισμένον, μακρότερον δέ· ῥίζαν ἔχει στρογγύλην, γλυκεῖαν, ἐσθιομένην.

Γλαύκιον χυλός ἐστι βοτάνης καθʼ Ἱερὰν πόλιν τὴν ἐν Συρίᾳ γεννωμένης· ἔοικε δʼ αὐτῆς τὰ φύλλα τοῖς τῆς κερατίτιδος μήκωνος, λιπαρώτερα δὲ καὶ χαμαίζηλα, βαρύοσμα, πικρὰ ἐν τῇ γεύσει· χυλὸν δʼ ἔχει πολύν, κροκίζοντα· ταύτης τὰ φύλλα οἱ ἐπιχώριοι βάλλοντες εἰς χύτραν θερμαίνουσιν ἐν κριβάνοις ἡμιψυγέσιν ἄχρι μαρασμοῦ· οὕτως τε ἐκκόψαντες ἐκθλίβουσι τὸν χυλόν· ἔστι δʼ αὐτοῦ ἡ χρῆσις πρὸς τὰ ὀφθαλμικὰ ἐν ἀρχῇ ψυκτικοῦ ὄντος.

Γλαὺξ κυτίσῳ ἢ φακῷ τὰ φυλλάρια ἔοικεν, ὧν τὰ κάτωθεν λευκότερα, ἄνωθεν δὲ χλωρά· κλωνία δʼ ἀπὸ γῆς ἀφίησι πέντε ἢ ἓξ λεπτά, σπιθαμιαῖα ἀπὸ τῆς ῥίζης· ἄνθη λευκοΐοις ὅμοια, μικρότερα δέ, πορφυρᾶ. φύεται παρὰ θάλατταν.

Γλεύκινον σκευάζεται τὸ ἁπλοῦν ἔκ τε ἐλαίου ὀμφακίνου καὶ σχοίνου καὶ καλάμου καὶ νάρδου Κελτικῆς καὶ σπάθης καὶ ἀσπαλάθου καὶ μελιλώτου καὶ κόστου καὶ γλεύκους, συμπεριτιθεμένων τῶν στεμφύλων τῷ ἔχοντι ἀγγείῳ τὰ ἀρώματα καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον κινεῖται δʼ ἐφʼ ἡμέρας τριάκοντα δὶς τῆς ἡμέρας, καὶ μετὰ ταῦτα ἐκπιεσθὲν ἀποτίθεται.

Γλυκύρριζα γεννᾶται πλείστη ἐν Καππαδοκίᾳ καὶ Πόντῳ. ἔστι δὲ θαμνίσκος ῥάβδους ἔχων διπήχεις, περὶ αἷς τὰ φύλλα πυκνά, ἐοικότα σχίνῳ, λιπαρὰ καὶ κολλώδη ἁψαμένῳ· τὸ δʼ ἄνθος ὑακίνθῳ ὅμοιον, καρπὸς δὲ πλατάνου σφαιρίων μέγεθος, τραχύτερος, λοβοὺς ἔχων ὡς φακοῦ, πυρρούς, μακρούς· ῥίζαι μακραί, πυξοειδεῖς ὡς γεντιανῆς, ὑπόστρυφνοι, γλυκεῖαι, χυλιζόμεναι ὥσπερ τὸ λύκιον.

Γλυκυσίδη· καυλὸς φύεται δισπίθαμος, παραφυάδας ἔχων πολλάς. φύλλα δʼ ἔχει ἡ μὲν ἄρρην βασιλικῇ καρύᾳ ὅμοια, ἡ δὲ θήλεια ἐπέσχισται τὰ φύλλα ὥσπερ σμύρνιον. λοβοὺς δέ τινας ἀνίησιν ἐπʼ ἄκρου τοῦ καυλοῦ ἀμυγδάλοις ὁμοίους, ὧν ἀνοιχθέντων εὑρίσκονται ἐρυθροὶ κόκκοι πολλοί, μικροί, ἐμφερεῖς τοῖς τῆς ῥόας, ἐν μέσῳ δὲ μέλανες, ἐμπόρφυροι, πέντε ἢ ἕξ· ῥίζα δὲ τῆς μὲν ἄρρενος περὶ δακτύλου πάχος, μῆκος δὲ σπιθαμῆς, γευομένῳ στύφουσα, λευκή· ἐπὶ δὲ τῆς θηλείας παραφυάδας ὥσπερ βαλάνους ἔχουσιν αἱ ῥίζαι ἑπτὰ ἢ ὀκτὼ ὥσπερ ἀσφόδελος.

Γλήχων πόα γνώριμος, θερμαντική, λεπτυντική, πεπτική. ποθεῖσα δʼ ἔμμηνα καὶ δεύτερα καὶ ἔμβρυα ἄγει. ἀνάγει δὲ καὶ τὰ ἐκ πνεύμονος μεθʼ ἁλὸς καὶ μέλιτος ποθεῖσα καὶ σπωμένοις βοηθεῖ, ναυσίας τε καὶ δηγμοὺς στομάχου μετʼ ὀξυκράτου ποθεῖσα παραμυθεῖται· ἄγει δὲ καὶ κατὰ κοιλίαν μέλανα, βοηθεῖ καὶ θηριοδήκτοις μετʼ οἴνου πινομένη, λειποθυμοῦντάς τε ἀνακτᾶται σὺν ὄξει ταῖς ῥισὶ προσαγομένη. κρατύνει δὲ καὶ οὖλα ξηρὰ λεία κεκαυμένη, ἐπιπλασθεῖσα δὲ πραΰνει πᾶσαν φλεγμονὴν σὺν ἀλφίτῳ, καθʼ ἑαυτὴν δὲ ποδαγρικοῖς ἁρμόζει ἄχρι φοινίξεως τῆς ἐπιφανείας, σὺν κηρωτῇ δʼ ἰόνθους σβέννυσιν· ὠφελεῖ δὲ καὶ σπληνικοὺς μεθʼ ἁλὸς καταπλασσομένη. τὸ δʼ ἀφέψημα αὐτῆς κνησμοὺς λουόμενον παύει καὶ εἰς ἐγκάθισμα πρὸς ἐμπνευματώσεις καὶ σκληρίας καὶ ἀποστροφὰς ὑστέρας ἁρμόζει.

Γναφαλλίου, οὗ τοῖς φύλλοις ἀντὶ γναφάλλου χρῶνται, λευκοῖς οὖσι καὶ μαλακοῖς, ποιεῖ σὺν οἴνῳ αὐστηρῷ ποτιζόμενα τὰ φύλλα πρὸς δυσεντερίαν.

Γογγύλης ἡ ῥίζα ἑφθὴ τρόφιμος, πνευματωτική, σαρκὸς πλαδαρᾶς γεννητική, ἀφροδισίων παρορμητική. ὁ δʼ ἐξ αὐτῆς ἀσπάραγος βιβρώσκεται ἑφθός· ἔστι δʼ οὐρητικός. τὸ δὲ σπέρμα εἰς ἀντιδότους καὶ θηριακὰς ἀνωδύνους εὔθετον. ἡ δʼ ἀγρία γογγύλη φύεται ἐν ἀρούραις, θάμνος πηχυαῖος τὸ ὕψος, πολύκλαδος, ἐξ ἄκρου λεῖος, φύλλα ἔχων λεῖα, μεγάλου δακτύλου τὸ πάχος ἢ καὶ μείζονα, καρπὸν δʼ ἐν λοβοῖς καλυκώδεσιν· ἀνοιχθέντων δὲ τῶν περικαρπίων ἔσωθεν ἄλλος κεφαλοειδής ἐστι λοβός, ἐν ᾧ σπερμάτια μέλανα, θλασθέντα δὲ λευκὰ ἔνδοθεν.

Δαῦκος ὁ μέν τις καλεῖται Κρητικός, μαράθῳ ὅμοια ἔχων τὰ φύλλα, μικρότερα δὲ καὶ λεπτότερα, καυλὸν δὲ σπιθαμιαῖον, σκιάδειον ὅμοιον κοριάνδρῳ, ἄνθη λευκά· ἐν δὲ τούτοις ὁ καρπὸς λευκός, δασύς, δριμὺς ἐν τῷ διαμασᾶσθαι, εὐώδης· ῥίζα δακτύλου τὸ πάχος, τὸ δὲ μῆκος σπιθαμῆς. γεννᾶται δʼ ἐν πετρώδεσι τόποις καὶ εὐηλίοις. ὁ δέ τις αὐτοῦ ἐστι σελίνῳ ἀγρίῳ παραπλήσιος, ἀρωματώδης καὶ εὐώδης, δριμὺς καὶ πυρώδης γευομένῳ· διαφέρει δʼ ὁ Κρητικός. τὸ δὲ τρίτον εἶδος κορίῳ τὰ φύλλα ἔοικε καὶ τὰ ἄνθη λευκά· κεφαλὴν δʼ ἔχει καὶ καρπὸν ὅμοια ἀνήθῳ, σκιάδειον δὲ σταφυλίνῳ ἐοικός, σπέρματος ἐπιμήκους πλῆρες ὡς κυμίνου, δριμέος.

Δάφνη ἡ μέν τίς ἐστι λεπτόφυλλος, ἡ δὲ πλατυτέρα. θερμαντικαὶ δʼ ἀμφότεραι καὶ μαλακτικαί, ὅθεν τὸ ἀφέψημα αὐτῶν εἰς ἐγκαθίσματα ταῖς περὶ κύστιν καὶ μήτραν ἁρμόζει διαθέσεσιν. τὰ δὲ χλωρὰ τῶν φύλλων ἠρέμα ὑποστύφει· ὠφελεῖ δὲ λεῖα καταπλασθέντα σφηκῶν καὶ μελιττῶν πληγάς· δύναται δὲ καὶ πᾶσαν φλεγμονὴν πραΰνειν σὺν ἄρτῳ καὶ ἀλφίτῳ καταπλασθέντα, ποθέντα δʼ ἀμβλύνει τὸν στόμαχον καὶ ἐμέτους κινεῖ.

Δάφνη Ἀλεξανδρεία φύλλα ἔχει ὀξυμυρσίνῃ ὅμοια, μείζονα δὲ καὶ μαλακώτερα καὶ λευκότερα· καρπὸν δʼ ἐν μέσοις τοῖς φύλλοις ἐρυθρόν, ἐρεβίνθων τὸ μέγεθος, κλῶνας ἀπὸ γῆς σπιθαμιαίους ἢ καὶ μείζονας· ῥίζαν παραπλησίαν τῇ ὀξυμυρσίνῃ, μείζονα δὲ καὶ εὐώδη καὶ μαλακωτέραν. φύεται ἐν τόποις ὀρεινοῖς.

Δαφνοειδὲς θαμνίσκος ἐστὶ πήχεως τὸ ὕψος, ἔχων κλάδους πολλοὺς καὶ ἱμαντώδεις, πρὸς τῷ ἄνωθεν ἡμίσει φυλλοφόρους — φλοιὸς δὲ περὶ τὰς ῥάβδους γλίσχρος ἰσχυρῶς —, φύλλα δάφνῃ ἐοικότα, μαλακώτερα δὲ καὶ ἰσχνότερα, οὐκ εὔκλαστα, δάκνοντα καὶ πυροῦντα τὸ στόμα καὶ τὴν φάρυγγα, ἄνθη λευκά, καρπὸν δὲ μέλανα, ὅταν πεπανθῇ· ῥίζα ἀχρεῖος. φύεται ἐν ὀρεινοῖς τόποις.

Δελφίνιον — οἱ δὲ διάχυσις, οἱ δʼ ὑάκινθος — κλῶνας ἀνίησι δισπιθαμιαίους ἢ καὶ μείζονας ἀπὸ μιᾶς ῥίζης, περὶ οὓς φυλλάρια ἐπεσχισμένα, λεπτά, ἐπιμήκη, δελφινοειδῆ, ὅθεν καὶ ὠνόμασται· ἄνθος δʼ ὅμοιον λευκοΐῳ, ἐμπόρφυρον· σπέρμα ἐν λοβοῖς κέγχρῳ ἐμφερές. — Δελφίνιον ἕτερον καὶ αὐτὸ ἐμφερὲς τῷ πρὸ αὐτοῦ, τοῖς δὲ φύλλοις καὶ τοῖς κλωνίοις ἰσχνότερον πολλῷ.

Δίκταμνον, ὃ καλοῦσί τινες γλήχωνα ἀγρίαν, πόα ἐστὶ Κρητική, δριμεῖα, λεία, ὁμοία γλήχωνι, μείζω δὲ καὶ γναφαλοειδῆ τὰ φύλλα ἔχει καὶ ἐριώδη τινὰ ἐπίφυσιν· οὔτε δʼ ἄνθος οὔτε καρπὸν φέρει. ποιεῖ δʼ ἅπαντα ὅσα καὶ ἡ ἥμερος γλήχων, ἐνεργεστέρα δὲ πολλῷ. —Τὸ δὲ ψευδοδίκταμνον καλούμενον φύεται ἐν πολλοῖς τόποις, ἐμφερὲς δὲ τῷ πρὸ αὐτοῦ, ἔλαττον δὲ καὶ ἧττον δριμύ, οὐχ ὁμοίως ἐνεργοῦν. —Φέρεται δὲ καὶ ἀπὸ Κρήτης ἕτερον εἶδος δικτάμνου, φύλλοις ἐοικὸς σισυμβρίου, κλωσὶ δὲ μεῖζον, ἐφʼ ὧν ἄνθος ὀριγάνῳ ἀγρίῳ ἐοικός, μέλαν, μαλακόν· ὀσμὴ δὲ τῶν φύλλων μεταξὺ σισυμβρίου καὶ ἐλελισφάκου, ἡδίστη.

Δίψακος τῶν ἀκανθωδῶν ἐστι· καυλὸν δʼ ἔχει ὑψηλόν, ἀκανθώδη, καὶ φύλλα περιειληφότα τὸν καυλόν, ἐμφερῆ θρίδακι, δύο καθʼ ἕκαστον γόνυ, προμήκη, ὥσπερ τινὰς πομφόλυγας ἐπὶ μέσης τῆς ῥάχεως ἔσωθέν τε καὶ ἔξωθεν ἔχοντα ἀκανθώδεις, κοιλάδας δὲ περὶ τὰ συναφῆ τῶν φύλλων, ὥστε ὕδατα ἀπὸ τῶν ὄμβρων καὶ τῶν δρόσων συλλέγειν, ὅθεν καὶ τὸ ὄνομα εἵλκυσεν. ἐπʼ ἄκρου δὲ τοῦ καυλοῦ καθʼ ἑκάστην ἀπόφυσιν κεφαλὴ μία ἐοικυῖα ἐχίνῳ, ὑπομήκης, ἀκανθώδης· ξηρανθεῖσα δὲ λευκὴ φαίνεται. ἔχει δὲ καὶ σκωλήκια κατὰ μέσην τὴν ἐντεριώνην διαιρεθεῖσα ἡ κεφαλή.

Δορύκνιον ὁ Κρατεύας ἁλικάκκαβον ἢ καλλέαν καλεῖ. θάμνος ὅμοιος ἐλαίᾳ ἀρτιφυεῖ, κλῶνας ἔχων ἐλάσσονας πήχεως· φύλλα δὲ τῷ χρώματι ἐλαίᾳ παραπλήσια, μικρότερα δὲ καὶ στενότερα καὶ τραχέα ἰσχυρῶς· ἄνθος λευκόν. ἐπʼ ἄκρου δʼ ἔχει πυκνὰ θυλάκια ὥσπερ ἐρεβίνθου, ἐν οἷς σπερμάτια στρογγύλα πέντε ἢ ἕξ, ὅσον ὄροβοι μικροί, λεῖα, ἰσχυρὰ καὶ ποικίλα, ῥίζαν πάχος δακτύλου, μῆκος δὲ πήχεως. φύεται ἐν πέτραις οὐ πόρρω θαλάσσης.

Δρακοντία μεγάλη — οἱ δʼ ἄρον, οἱ δʼ ἴσαρον — φύεται ἐν συσκίοις καὶ φραγμοῖς. καυλὸν δʼ ἔχει λεῖον, ὀρθόν, ὡς διπηχυαῖον, παχὺν ὡς βακτηρίαν, ποικίλον κατὰ τὴν χρόαν ὡς ἐοικέναι δράκοντι, καὶ πλεονάζει μὲν ἐν τοῖς διαπορφύροις σπίλοις· φύλλα δʼ ὡς λαπάθου, ἀντεμπλεκόμενα· καρπὸν δὲ ποιεῖ ἐπʼ ἄκρου τοῦ καυλοῦ βοτρυοειδῆ, σποδώδη τῷ χρώματι τὸ πρῶτον, ἐν δὲ τῷ πεπανθῆναι κροκίζοντα καὶ φοινικοῦν· ῥίζαν εὐμεγέθη, στρογγύλην, λευκήν, φλοιὸν ἔχουσαν λεπτόν.

Δρακοντία μικρὰ φύλλα ἔχει κισσοειδῆ, μεγάλα, σπίλους ἔχοντα λευκούς, καυλὸν δʼ ὀρθόν, δίπηχυν, ποικίλον, ὀφιοειδῆ, διαπόρφυρον τοῖς σπίλοις, βακτηρίας τὸ πάχος. καρπὸς δʼ ἐπʼ ἄκρου βοτρυοειδής, χρώματι τὸ μὲν πρῶτον χλοώδης, πεπανθεὶς δὲ κροκίζων, ἐπιδάκνων τὴν γεῦσιν· ῥίζα ποσῶς στρογγύλη, βολβοειδής, ὁμοία ἄρῳ, φλοιὸν ἔχουσα λεπτόν. φύεται ἐν συσκίοις περὶ φραγμοὺς καὶ αἱμασιάς.

Ἔβενος κρατίστη ἡ Αἰθιοπική, μέλαινα καὶ μὴ ἔχουσα κτηδόνας, ἐμφερὴς κέρατι εἰργασμένῳ τῇ λειότητι, θλασθεῖσα δὲ πυκνή, δηκτικὴ ἐν τῇ γεύσει καὶ ὑποστύφουσα, τεθεῖσά τε ἐπʼ ἀνθράκων μετʼ εὐωδίας καὶ δίχα καπνοῦ θυμιωμένη. ἡ δὲ πρόσφατος διὰ τὴν λιπαρίαν καὶ ἀνάπτεται πυρὶ προσαφθεῖσα, τριφθεῖσα δʼ ἐπʼ ἀκόνης ὑπόκιρρος γίνεται. ἔστι δέ τις καὶ Ἰνδική, ἔχουσα διαφύσεις λευκὰς καὶ κιρρὰς καὶ σπίλους ὁμοίως πυκνούς· πλὴν βελτίων ἡ πρώτη. ἔνιοι δὲ τὰ ἀκάνθινα ἢ καὶ συκάμινα καλούμενα ξύλα ἐμφερῆ ὄντα ἀντὶ ἐβένου πωλοῦσι· διαγινώσκεται δʼ ἐκ τοῦ χαῦνά τε εἶναι καὶ κατὰ σχίδακας μικρὰς ἀπολύεσθαι ἐμπορφύρους τῷ χρώματι, μηδὲν δὲ δηκτικὸν ἔχειν ἐν τῇ γεύσει ἢ ἐν τῇ θυμιάσει εὐῶδες.

Ἐλαφόβοσκον καυλός ἐστι λιβανωτίδι ἢ μαράθῳ ἐμφερής, γεγονατωμένος, φύλλα διδάκτυλα τὸ πλάτος, ἱκανῶς ἐπιμήκη ὡς τερμίνθου, περικεκλασμένα, τραχέα ποσῶς. ἔχει δὲ παραφυάδας ἱκανὰς ὁ καυλός, σκιάδεια ἐχούσας ὅμοια ἀνήθῳ, ἄνθη ὑπομήλινα καὶ τὸ σπέρμα ἀνήθῳ ἐμφερές. ῥίζα ὡς τριδάκτυλος τὸ μῆκος, πάχος δακτύλου, λευκή, γλυκεῖα, ἐδώδιμος· καὶ ὁ καυλὸς δὲ λαχανεύεται ἀρτιφυὴς ὤν.

Ἐλατίνη τὰ μὲν φύλλα ἔχει ὅμοια τῇ ἑλξίνῃ, μακρότερα δὲ καὶ στρογγυλώτερα, δασέα, κλῶνας δὲ λεπτούς, σπιθαμιαίους, πέντε ἢ ἓξ ἀπὸ τῆς αὐτῆς ῥίζης, φύλλων πλήρεις στρυφνῶν ἐν τῇ γεύσει. φύεται ἐν σίτοις καὶ ἐργασίμοις τόποις.

Ἑλένιον — οἱ δὲ σύμφυτον — φύλλα ἔχει φλόμῳ τῷ στενοφύλλῳ παραπλήσια, τραχύτερα δὲ καὶ ἐπιμήκη — καυλὸν δʼ οὐκ ἀνίησι —, ῥίζαν ὑπόλευκον καὶ ὑπόκιρρον, εὐώδη, μεγάλην, ὑπόπικρον, ἀφʼ ἧς εἰς τὴν φύτευσιν καθάπερ ἐπὶ τῶν κρίνων ἢ ἄρων αἱ παραφυάδες λαμβάνονται. γίνεται δʼ ἐν ὀρεινοῖς καὶ συσκίοις καὶ ἐνίκμοις τόποις. ὀρύσσεται δʼ ἡ ῥίζα θέρους καὶ τεμνομένη ξηραίνεται.

Ἐλελίσφακος θάμνος ἐστὶν ἐπιμήκης, πολύκλωνος, ῥάβδους τετραγώνους καὶ ὑπολεύκους ἔχων, φύλλα δὲ μηλέᾳ κυδωνίᾳ ἐοικότα, ἐπιμηκέστερα δὲ καὶ μικρότερα καὶ τραχέα λεληθότως ὥσπερ τὰ ἀνάτριπτα τῶν ἱματίων, δασέα, ὑπόλευκα, σφοδρῶς εὐώδη, βρωμώδη· καρπὸν δʼ ἐπʼ ἄκρων τῶν καυλῶν ὥσπερ ὁρμίνου ἀγρίου ἔχει. φύεται δʼ ἐν τραχέσι χωρίοις.

Ἑλίχρυσον ἢ χρυσάνθεμον — οἱ δʼ ἀμάραντον· ῥαβδίον λευκόν, χλωρόν, ὀρθόν, στερεόν, φύλλα στενὰ ἐκ διαστημάτων ἔχον πρὸς τὰ τοῦ ἀβροτόνου, κόμην κυκλοτερῆ, χρυσοφανῆ, σκιάδεια περιφερῆ ὥσπερ κορύμβους ξηρούς, ῥίζαν λεπτήν. φύεται δʼ ἐν τραχέσι καὶ χαραδρώδεσι τόποις.

Ἐλλέβορος λευκὸς φύλλα μὲν ὅμοια ἔχει τοῖς τοῦ ἀρνογλώσσου ἢ τεύτλου ἀγρίου, βραχύτερα δὲ καὶ μελάντερα καὶ ἐρυθρὰ τὴν χρόαν· καυλὸν δʼ ἔχει παλαιστιαῖον, κοῖλον, περιφλοιζόμενον, ὅταν ἄρξηται ξηραίνεσθαι. ῥίζαι δʼ ὕπεισι πολλαί, λεπταί, ἀπὸ κεφαλίου μικροῦ καὶ ἐπιμήκους ὡσπερεὶ κρομμύου συμπεφυκυῖαι. φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι τόποις. ὀρύττειν τε δεῖ τὰς ῥίζας περὶ τὸν πυραμητόν· ἄριστος δʼ αὐτοῦ ἐστιν ὁ μετρίως τεταμένος καὶ λευκός, εὔθραυστος, σαρκώδης, οὐκ ἄποξυς δὲ καὶ σχοινώδης, χνοῦν ἀνιεὶς ἐν τῷ θραύεσθαι, ἔχων δὲ καὶ τὴν ἐντεριώνην λεπτήν, πυρῶν τε τὴν γεῦσιν οὐ λίαν οὐδὲ ἀθρόως σίελον ἐπισπώμενος· πνιγώδης γὰρ ὁ τοιοῦτος. πρωτεύει δʼ ὁ Κυρηναϊκός· ὁ δὲ Γαλατικὸς καὶ Καππαδοκικὸς λευκότερος καὶ ἰσχνώδης καὶ πνιγωδέστερος.

Ἐλλέβορος μέλας — οἱ δὲ Μελαμπόδιον, οἱ δὲ πολύρριζον καλοῦσιν — ἔχει τὰ φύλλα χλωρά, πλατάνῳ προσεμφερῆ, ἐλάττονα δὲ πρὸς τὰ τοῦ σφονδυλίου καὶ πολυσχιδέστερα καὶ μελάντερα καὶ ὑποτραχέα. καυλὸς βραχύς, ἄνθη δὲ λευκά, ἐμπόρφυρα, τῷ δὲ σχήματι βοτρυοειδῆ, καὶ ἐν αὐτῷ καρπὸς κνήκῳ παραπλήσιος, ὃν καὶ αὐτὸν καλοῦσιν οἱ ἐν Ἀντικύρᾳ σησαμοειδές, χρώμενοι πρὸς τὰς καθάρσεις αὐτῷ. ῥίζαι δὲ λεπταί, μέλαιναι, οἱονεὶ ἀπό τινος κεφαλίου κρομμυώδους ἠρτημέναι, ὧν καὶ ἡ χρῆσις. φύεται ἐν τραχέσι καὶ γεωλόφοις καὶ καταξήροις τόποις.

Ἑλξίνη — οἱ δὲ σιδηρῖτιν, οἱ δʼ Ἡρακλείαν, οἱ δʼ ἡλῖτιν — φύεται ἐν φραγμοῖς καὶ ἀμπελῶσι καὶ σίτῳ. φύλλα ἔχει ὅμοια λινοζώστει, δασέα· περὶ δὲ τοὺς καυλοὺς οἱονεὶ σπερμάτια τραχέα, ἀντιλαμβανόμενα τῶν ἱματίων.

Ἔλυμος, ἥν τίνες μελίνην καλοῦσι, τῶν σιτηρῶν ἐστι σπερμάτων, κέγχρῳ ὁμοία, ὡσαύτως σιτοποιουμένη καὶ πρὸς τὸ αὐτὸ ἁρμόζουσα, ἀτροφωτέρα μέντοι τῆς κέγχρου καθέστηκε καὶ ἧσσον στυπτική.

Ἐπίθυμον· ἄνθος ἐστὶ θύμου τοῦ σκληροτέρου καὶ θύμβρᾳ ἐοικότος· ἔστι δὲ κεφάλια λεπτά, κοῦφα, οὐραχοὺς ἔχοντα ὡς τρίχας.

Ἐπιμήδιον· καυλός ἐστιν οὐ μέγας, κισσῷ παραπλήσια φύλλα ἔχων, ὅσον δέκα ἢ δώδεκα· οὔτε δὲ καρπὸν οὔτε ἄνθος φέρει· ῥίζαι λεπταί, μέλαιναι, βαρύοσμοι, γευσαμένῳ μωραί. φύεται ἐν τόποις ὑδρηλοῖς.

Ἐπιπακτίς — οἱ δʼ ἐλλεβορίνην· θαμνίσκος μικρός, φυλλάρια ἐλάχιστα ἔχων. πίνεται δὲ πρὸς τὰ θανάσιμα καὶ πρὸς τὰ περὶ ἧπαρ νοσήματα.

Ἐρείκη δένδρον ἐστὶ θαμνῶδες, ὅμοιον μυρίκῃ, μικρότερον δὲ πολλῷ, οὗ τῷ ἄνθει μέλιτται χρώμεναι μέλι ἐργάζονται οὐ σπουδαῖον. ταύτης ἡ κόμη καὶ τὸ ἄνθος καταπλασσόμενα ἑρπετῶν δήγματα ἰᾶται.

Ἔρινον — οἱ δʼ ὠκιμοειδές — φύεται παρὰ ποταμοῖς καὶ κρήναις. φύλλα δʼ ἔχει ὠκίμῳ ὅμοια, μικρότερα δὲ καὶ ἐπεσχισμένα ἐκ τῶν ἄνωθεν μερῶν, κλωνία δὲ πέντε ἢ ἕξ, σπιθαμιαῖα, ἄνθη λευκά, καρπὸν δὲ μέλανα, μικρόν, στρυφνόν. ὀποῦ δὲ μεστός ἐστιν ὁ καυλός τε καὶ τὰ πέταλα.

Ἕρπυλλος ὁ μέν τίς ἐστι κηπευτός, σαμψουχίζων τῇ ὀσμῇ καὶ στεφανωτικός. ὠνόμασται δʼ ἀπὸ τοῦ ἕρπειν καὶ ὅ τι ἂν αὐτοῦ μέρος θίγῃ τῆς γῆς, ῥιζοβολεῖν. ἔχει δὲ καὶ φύλλα καὶ κλωνία ὀριγάνῳ ἐμφερῆ, πλὴν λευκότερα. ὁ δέ τίς ἐστιν ἄγριος, ὃς καὶ ζυγὶς καλεῖται, οὐχ ἕρπων, ἀλλʼ ὀρθός, κλωνία ἀνιεὶς φρυγανώδη, φύλλων περίπλεα ὁμοίων πηγάνῳ, ὑπόστενα δʼ ἐστὶ καὶ ἐπιμηκέστερα καὶ σκληρότερα· ἄνθη γευομένῳ δριμέα, ὀσμῇ ἡδέα, ῥίζα ἄχρηστος. φύεται ἐν πέτραις, ἐνεργέστερος καὶ θερμαντικώτερος τοῦ κηπευτοῦ ὑπάρχων.

Ἐρύσιμον — οἱ δὲ χαμαίπλιον — φύεται μὲν περὶ τὰς πόλεις καὶ οἰκόπεδα καὶ ἐν κήποις· φύλλα δʼ ὅμοια εὐζώμῳ ἀγρίῳ ἔχει, καυλία ἱμαντώδη, ἄνθη μηλίζοντα· ἐπʼ ἄκρων δὲ λοβοὶ κερατοειδεῖς, ἰσχνοί, ὡς τήλιδος, ἐν οἷς σπερμάτια μικρά, καρδάμῳ παραπλήσια, πυρώδη κατὰ τὴν γεῦσιν.

Ἐρυθρόδανον· ῥίζα ἐστὶν ἐρυθρά, βαφική. ἡ μέν τις ἀγρία, ἡ δὲ σπαρτή, ὡς ἐν Ῥαβέννῃ τῆς Ἰταλίας μεταξὺ ἐλαιῶν ὠφελίμως σπείρεται διὰ τὸ γίνεσθαι ἐκ τούτου πλείστην πρόσοδον. εἰσὶ δʼ αὐτοῦ οἱ καυλοὶ τετράγωνοι, μακροί, τραχεῖς, ὅμοιοι τοῖς τῆς ἀπαρίνης, κατὰ πάντα δὲ μείζονες καὶ ῥωμαλεώτεροι, ἔχοντες ἐκ διαστημάτων τὰ φύλλα καθʼ ἕκαστον γόνυ ὥσπερ ἀστέρας ἐν κύκλῳ περικείμενα, καρπὸν στρογγύλον, τὰ πρῶτα χλωρόν, εἶτα ἐρυθρόν, πεπαινόμενον δὲ μέλανα. ῥίζα λεπτή, μακρά, ἐρυθρά.

Ἐρύγγιον τῶν ἀκανθωδῶν ἐστιν, οὗ ἐν ἀρχῇ τὰ φύλλα λαχανεύεται εἰς ἁλμαίας συντιθέμενα. ἔστι δὲ πλατέα, τραχέα τοῖς πέριξ, ἀρωματίζοντα τῇ γεύσει, αὐξόμενα δʼ ἀκανθοῦται κατὰ πλείονας ἐξοχὰς καυλῶν, ἐφʼ ὧν κατὰ τὰ ἄκρα κεφάλιά ἐστι σφαιροειδῆ, ἀκάνθας περικείμενα ὥσπερ ἀστὴρ κύκλῳ ὀξυτάτας, σκληράς, ὧν τὸ χρῶμα χλωρὸν ἢ λευκόν, ἐνίοτε δὲ καὶ κυανοῦν εὑρίσκεται. ῥίζα δʼ ἐπιμήκης, πλατεῖα, μέλαινα κατὰ τὴν ἐπιφάνειαν, ἔνδοθεν λευκή, δακτύλου μεγάλου τὸ πάχος, καὶ αὐτὴ εὐώδης καὶ ἀρωματίζουσα. φύεται ἐν πεδίοις καὶ τραχέσι τόποις.

Εὐπατόριον πόα ἐστὶ φρυγανώδης, ῥάβδον ἀναφέρουσα μίαν, λεπτήν, ξυλώδη, ὀρθήν, μέλαιναν, ἔνδασυν, πήχεως ἢ καὶ μείζονα· φύλλα δʼ ἐκ διαστήματος, ἐσχισμένα μάλιστά που εἰς πέντε μοίρας ἢ καὶ πλείους, τοῖς τῆς πεντεφύλλου ἢ καννάβεως ἐοικότα, καὶ αὐτὰ δʼ ὑπομέλανα, πριονοειδῶς ἐξ ἄκρων ἐντετμημένα. σπέρμα δὲ περιπέφυκεν ἀπὸ μέσου τοῦ καυλοῦ ὑπόδασυ, κάτω νενευκός, ὡς καὶ τοῖς ἱματίοις προσέχεσθαι ξηρανθέν.

Εὐφόρβιον δένδρον ἐστὶ ναρθηκοειδὲς Λιβυκόν, γεννώμενον ἐν τῇ κατὰ Μαυρουσιάδα Ἄτλαντι, ὀποῦ μεστὸν δριμυτάτου, ὃν δεδοικότες οἱ τῇδε ἄνθρωποι συλλέγουσι διὰ τὸ ἐπιτεταμένον τῆς πυρώσεως· κοιλίας γοῦν προβατείας πεπλυμένας περιδήσαντες τῷ δένδρῳ μακρόθεν ἀκοντίοις διαιροῦσι τὸν καυλόν· εὐθέως δʼ ὡς ἔκ τινος ἀγγείου πολὺς ἀποχεῖται ὀπὸς εἰς τὰς κοιλίας, καὶ ἀπορραίνεται δʼ εἰς τὴν γῆν ἐξακοντιζόμενος. ἔστι δὲ δύο γένη τοῦ ὀποῦ, τὸ μέν τι διαυγὲς ὡς σαρκοκόλλα, κατὰ μέγεθος ὀρόβων, τὸ δέ τι ἐν ταῖς κοιλίαις ξυσματῶδες καὶ συνεστός. δολοῦται δὲ καὶ σαρκοκόλλῃ καὶ κόμμει μιγνυμένοις· ἐκλέγου δὲ τὸν διαυγῆ καὶ δριμύν. δυσδοκίμαστος δʼ ἐστὶ τῇ γεύσει λαμβανόμενος διὰ τὸ ἅπαξ δηχθείσης τῆς γλώσσης ἐπιμένειν τὴν πύρωσιν ἐφʼ ἱκανὸν χρόνον, ὥστε πᾶν τὸ προσαγόμενον εὐφόρβιον δοκεῖν εἶναι. ἡ μέντοι εὕρεσις αὐτοῦ κατʼ Ἰόβαν τὸν βασιλέα τῆς Λιβύης ἐπεγνώσθη.

Ἔχιον — οἱ δʼ ἀρίδα, ἔνιοι Ἀλκιβιάδειον καλοῦσι — τὰ μὲν φύλλα ἔχει προμήκη, τραχέα, ὑπόλευκα, πρὸς τὰ τῆς ἀγχούσης, ἥττονα δὲ καὶ ὑπέρυθρα καὶ λιπαρά, ἀκάνθια λεπτὰ ἐπικείμενα, ἃ καὶ δασύνει τὰ φύλλα· καυλία δὲ λεπτά, πολλά, ἑκατέρωθεν φυλλάρια λεπτά, τεταρσωμένα, μέλανα, ἐλάττονα δὲ πρὸς λόγον τὰ ἐπʼ ἄκρου τοῦ καυλοῦ· τὰ δʼ ἄνθη παρὰ τὰ φύλλα πορφυροειδῆ, ἐν οἷς ἐστιν ὁ καρπὸς ἔχεως κεφαλῇ ὅμοιος· ῥίζα δὲ λεπτοτέρα δακτύλου, ὑπομέλαινα.

Ζέα δισσή· ἡ μὲν γὰρ ἁπλῆ, ἡ δὲ δίκοκκος καλεῖται, ἐν δυσὶν ἐλύτροις ἔχουσα συνεζευγμένον τὸ σπέρμα. ἔστι δὲ τροφιμωτέρα μὲν κριθῆς, εὔστομος, ἀτροφωτέρα δὲ πυρῶν ἀρτοποιουμένη.

Ζιγγίβερι ἴδιόν ἐστι φυτόν, γεννώμενον ἐν τῇ Τρωγλοδυτικῇ Ἀραβίᾳ πλεῖστον, οὗ χρῶνται τῇ χλόῃ εἰς πολλά, καθάπερ ἡμεῖς τῷ πηγάνῳ, εἰς προποτισμοὺς καὶ εἰς ἑψήματα μίσγοντες. ἔστι δὲ ῥιζία μικρά, ὥσπερ κυπέρου, ὑπόλευκα, πεπερίζοντα τῇ γεύσει καὶ εὐώδη. ἐκλέγου δὲ τὰ ἀτερηδόνιστα. ὑπʼ ἐνίων μέντοι γε ταριχεύεται διὰ τὸ εὔσηπτον καὶ διακομίζεται ἐν κεραμίοις εἰς Ἰταλίαν, εὐχρηστοῦν εἰς βρῶσιν· λαμβάνεται δὲ μετὰ ταρίχου.

Ἡδύοσμος — οἱ δὲ μίνθην, οἱ δὲ καλαμίνθην — γνώριμον βοτάνιον, δύναμιν ἔχον θερμαντικήν, στυπτικήν, ξηραντικήν. γίνεται δὲ καὶ ἄγριος ἡδύοσμος — Ῥωμαῖοι μεντάστρουμ —, δασύτερος τοῖς φύλλοις καὶ βραχεῖ μείζων σισυμβρίου, τὴν ὀσμὴν βρωμωδέστερος καὶ ἧττον εἰς τὴν ἐν ὑγιείᾳ χρῆσιν εὔθετος.

Ἡδύσαρον τὸ ὑπὸ τῶν μυρεψῶν καλούμενον πελεκῖνος θάμνος ἐστὶ φυλλάρια ἔχων ἐρεβίνθῳ ὅμοια, λοβοὺς δὲ κερατίοις ἐοικότας, ἐν οἷς τὸ σπέρμα πυρρόν, ὅμοιον πελέκει ἀμφιστόμῳ, ὅθεν καὶ ὠνόμασται, πικρὸν γευσαμένῳ.

Ἡλιοτρόπιον τὸ μέγα, ὃ ἔνιοι σκορπίουρον ἀπὸ τοῦ περὶ τὸ ἄνθος σχήματος ἐκάλεσαν, ἡλιοτρόπιον δʼ ἐκ τοῦ συμπεριτρέπεσθαι τὰ φύλλα τῇ τοῦ ἡλίου κλίσει, ἔχει τὰ φύλλα ὠκίμῳ παραπλήσια, δασύτερα δὲ καὶ μελάντερα καὶ μείζονα, κλωνία ἀπὸ τῆς ῥίζης τρία ἢ τέσσαρα ἢ πέντε καὶ ἐκ τούτων μασχάλας πλείους, ἐπʼ ἄκρων δʼ ἄνθος λευκόν, ὑποπόρφυρον, ἐπικαμπὲς καθάπερ σκορπίου οὐρά· ῥίζα δὲ λεπτή, ἄχρηστος. φύεται δʼ ἐν τραχέσι τόποις.

Ἡλιοτρόπιον τὸ μικρόν — οἱ δὲ καὶ τοῦτο σκορπίουρον ἐκάλεσαν — φύεται ἐν τελματώδεσι τόποις καὶ παρὰ λίμναις, ἔχον φύλλα παραπλήσια τῷ προειρημένῳ, στρογγυλώτερα δέ, καρπὸν στρογγύλον, ἀποκρεμάμενον ὡς ἀκροχορδόνας.

Ἡμεροκαλλές — οἱ δὲ κρίνον ἄγριον — φύλλα ἔχει καὶ καυλὸν ὅμοια κρίνῳ, χλωρὰ δʼ ὥσπερ πράσα, ἄνθη δʼ ἐπʼ αὐτῷ καθʼ ἑκάστην ἀπόφυσιν τρία ἢ τέσσαρα, τὴν σχίσιν τῷ κρίνῳ ἐοικότα, ὅταν ἄρξηται χάσκειν, τὴν δὲ χρόαν ἰσχυρῶς ὠχράν, ῥίζαν ὁμοίαν βολβῷ, εὐμεγέθη.

Ἡμιονῖτις — οἱ δὲ σπλήνιον — φύλλον ἀνίησιν ὅμοιον δρακοντίῳ, μηνοειδές· ῥίζαι δʼ ὕπεισι πολλαί, λεπταί· οὔτε δὲ καυλὸν οὔτε καρπὸν οὔτε ἄνθος φέρει. φύεται δʼ ἐν πετρώδεσι τόποις. γευσαμένῳ δʼ ἡ πόα στυπτική.

Ἠριγέρων — οἱ δʼ ἐρεχθῖτις, οἱ δὲ σενεκίων — καυλίον ἐστὶ πηχυαῖον, ὑπέρυθρον, συνεχῆ ἔχον φυλλάρια ἀκροσχιδῆ ὥσπερ εὔζωμον, παρὰ πολὺ δʼ ἐλάττονα· ἄνθη μηλίζοντα, ταχέως σχιζόμενα καὶ ἐξανθοῦντα εἰς τοὺς λεγομένους πάππους, ὅθεν καὶ ἠριγέρων ὠνομάσθη διὰ τὸ τοῦ ἦρος τὰ ἄνθη τριχοειδῶς πολιοῦσθαι· ῥίζα ἄχρηστος. φύεται μάλιστα ἐπὶ θριγκῶν καὶ περὶ τὰς πόλεις.

Θαλίητρον φύλλα παραπλήσια κορίῳ ἔχει, λιπαρώτερα δέ, καυλίον πηγανίου πάχος, ἐφʼ οὗ τὰ φύλλα, ἅπερ καταπλασθέντα λεῖα τὰ χρόνια τῶν ἑλκῶν ἀπουλοῖ. φύεται μάλιστα ἐν πεδίοις.

Θλάσπι — οἱ δὲ θλασπίδιον — βοτάνιόν ἐστι στενὸν τοῖς φύλλοις, ὡς δακτύλου τὸ μῆκος, πεπτωκόσιν ἐπὶ γῆς, ἀκροσχιδέσιν, ὑπολιπάροις· καυλὸν δʼ ἀνίησι λεπτόν, δισπίθαμον, ἀποφυάδας ὀλίγας ἔχοντα· καὶ περὶ ὅλον αὐτὸν καρπὸς ὑπόπλατυς ἐξ ἄκρου, ἐν ᾧ σπερμάτιον ἐμφερὲς καρδάμῳ, δισκοειδές, οἱονεὶ ἐντεθλασμένον, ἐξ οὗ καὶ τὸ ὄνομα ἔσχηκεν, ἄνθος δʼ ὑπόλευκον. ἐν ὁδοῖς καὶ ἐπὶ θριγκῶν καὶ τειχῶν φύεται.

Θηλυπτερίς — οἱ δὲ νυμφαίαν πτέριν ὀνομάζουσι — τὰ μὲν φύλλα πτέριδι ὅμοια, οὐ μονόμοσχα δʼ ὡς τὰ ἐκείνης, ἀλλὰ πολλὰς ἔχοντα ἀποφύσεις καὶ ὑψηλοτέρας· ῥίζαι δʼ ὕπεισι μακραί, πλάγιαι, πλείους, ὑπόξανθοι ἐν τῷ μέλανι, τινὲς δʼ ἐρυθραί.

Θυμελαία ἢ χαμελαία· ἐκ ταύτης ὁ Κνίδιος κόκκος. ῥάβδους δʼ ἀνίησι πολλὰς καὶ καλάς, ὅσον διπήχεις· τὰ δὲ φύλλα χαμελαίᾳ ὅμοια, πλὴν στενότερα καὶ λιπαρώτερα, ὑπόγλισχρα ἐν τῷ διαμασᾶσθαι καὶ κολλώδη· ἄνθη λευκά, καὶ μεταξὺ αὐτῶν ὁ καρπός, ὡς μύρτων, μικρός, στρογγύλος, ἐν ἀρχῇ μὲν χλωρός, αὖθις δʼ ἐρυθρός. τὸ δὲ περικάρπιον σκληρὸν καὶ μέλαν, τὸ δʼ ἐντὸς λευκόν.

Θύμβρα γνώριμος, γεννωμένη ἐν λεπτογείοις καὶ τραχέσι τόποις, ὁμοία θύμῳ, ἐλάσσων μέντοι καὶ ἁπαλωτέρα, φέρουσα στάχυν ἄνθους μεστόν, ἔγχλωρον. δύναται δὲ τὰ αὐτὰ τῷ θύμῳ ὁμοίως λαμβανομένη καὶ πρὸς τὴν ἐν ὑγιείᾳ χρῆσιν εὔθετος. γίνεται δὲ καὶ σπαρτὴ θύμβρα, κατὰ πάντα τῆς ἀγρίας ἐλάσσων, εὐχρηστοτέρα δὲ πρὸς βρῶσιν διὰ τὸ μὴ ἐπιτετάσθαι τὴν δριμύτητα.

Θύμος — οἱ δὲ κεφαλωτός, οἱ δʼ ἐπιθυμίς — γινώσκεται ὑπὸ πάντων, θαμνίσκιον φρυγανοειδές, φυλλαρίοις στενοῖς καὶ πολλοῖς περιειλημμένον, ἔχον ἐπʼ ἄκρου κεφάλια ἄνθους πορφυρίζοντα. μάλιστα δὲ φύεται ἐν πετρώδεσι καὶ λεπτογείοις τόποις.

Ἰβηρὶς καρδάμῳ τὰ φύλλα ἔχει παραπλήσια, ἐν ἔαρι εὐθαλέστερα. μῆκος δʼ ὅσον πηχυαῖον ἢ ἔλαττον. φύεται δʼ ἐν ἀγεωργήτοις τόποις· θέρους δὲ γαλακτικὸν ἄνθος προβάλλει, καὶ τότε ἐστὶ δραστικώτερον. ἔχει δὲ ῥίζας δύο ἐμφερεῖς καρδάμῳ.

Ἰδαία ῥίζα φύλλα ἔχει ὀξυμυρρίνῃ ἐοικότα, παρʼ αὐτὰ δʼ ὡς ἕλικες μικραὶ πεφύκασιν, ἐξ ὧν τὸ ἄνθος.

Ἱεράκιον τὸ μέγα — Ῥωμαῖοι λαπτούκα ἠρράτικα — καυλὸν ἀνίησιν ὑπέρυθρον, τραχύν, ἀκανθώδη, ὑπόκενον· φύλλα δʼ ἔχει ἐκ διαστημάτων ἐπεσχισμένα ἀραιῶς, σόγχῳ ἐμφερῆ τὴν περιφέρειαν, ἄνθη μήλινα ἐν κεφαλίοις ὑπομήκεσιν.

Ἱεράκιον τὸ μικρόν — οἱ δὲ καὶ τοῦτο σογχίτην καλοῦσι — φύλλα ἔχει καὶ αὐτὸ ἐκ διαστημάτων ἐπεσχισμένα τὴν περιφέρειαν, καυλία δʼ ἀνίησι τρυφερὰ καὶ χλωρά, ἐν οἷς ἄνθη μήλινα, κύκλον περιγράφοντα.

Ἱππομάραθον μάραθόν ἐστιν ἄγριον — Ῥωμαῖοι φενούκλουμ —, μέγα· φέρει δὲ τὸ σπέρμα κάχρυϊ ὅμοιον, ῥίζα δʼ ὕπεστιν εὐώδης.

Ἱπποσέλινον — Ῥωμαῖοι δʼ ὀλέσαθρον — μεῖζόν ἐστι καὶ λευκότερον τοῦ κηπευτοῦ σελίνου· καυλὸς δὲ κοῖλος, ὑψηλός, τρυφερός, οἱονεὶ γραμμὰς ἔχων· φύλλα πλατύτερα, ὑποφοινισσόμενα, ἐν οἷς ἐστιν ὡς λιβανωτίδος κόμη μεστὴ ἄνθους, κατὰ κορύμβους πρὶν ἐξανθῆσαι συνεστῶσα· σπέρμα δὲ μέλαν, ἐπίμηκες, ναστόν, δριμύ, ἀρωματίζον· ῥίζα εὐώδης, λευκή, εὔστομος, οὐ παχεῖα. φύεται ἐν συσκίοις καὶ παρʼ ἕλεσιν.

Ἱππόγλωσσον θαμνίσκος ἐστί, μυρσίνῃ ἀγρίᾳ καὶ λεπτῇ ἔχων τὰ φύλλα ὅμοια, κόμην δʼ ἀκανθώδη καὶ ἐπʼ ἄκρου οἱονεὶ γλωττίδας παραφύσεις μικρὰς παρὰ τοῖς φύλλοις.

Ἱπποφαές — οἱ δʼ ἱπποφυές —, ἐν ᾧ γνάπτουσι τὰ ἱμάτια, φύεται μὲν ἐν ἀμμώδεσι καὶ παραθαλασσίοις τόποις· θάμνος δʼ ἐστὶ φρυγανώδης, πυκνός, ἀμφιλαφής, φύλλα ἔχων μακρὰ πρὸς τὰ τῆς ἐλαίας, στενότερα δὲ καὶ λεπτότερα, καὶ μεταξὺ ἀκάνθας ξηράς, ὑπολεύκους, γωνιοειδεῖς, ἀπʼ ἀλλήλων διεστώσας· ἄνθη κορύμβοις ἐοικότα κιττοῦ, ὡς βοτρύδια προσκείμενα ἀλλήλοις, πλὴν μικρότερα καὶ μαλακά, μετὰ τοῦ λευκοῦ φοινίσσοντα ἐκ μέρους· ῥίζα παχεῖα καὶ μαλακή, ὀποῦ μεστή, γευσαμένῳ πικρά, ὀπιζομένη ὥσπερ ἡ θαψία. ἀποτίθεται δὲ καθʼ ἑαυτὸν ὁ ὀπὸς καὶ σὺν ὀροβίνῳ ἀλεύρῳ ἀναλαμβανόμενος καὶ ξηραινόμενος.

Ἱππόφαιστον — οἱ δὲ καὶ τοῦτο ἱπποφαὲς καλοῦσι — φύεται μὲν ἐν τοῖς αὐτοῖς τόποις, ἐν οἷς καὶ τὸ ἱπποφαές, καὶ αὐτὸ γναφικῆς ἀκάνθης εἶδος ὑπάρχον. ἔστι δὲ χαμαιπετές, κεφάλια μόνον ἔχον χαῦνα καὶ φυλλάρια μικρά, οὔτε δʼ ἄνθος οὔτε καυλὸν φέρει, ῥίζαν παχεῖαν μαλακήν.

Ἵππουρις φύεται ἐν τόποις ἐφύδροις καὶ ἐν τάφροις. καυλία κενά, ὑπέρυθρα, ὑποτραχέα, στερεά, γόνασι διειλημμένα ἐμπεφυκόσιν εἰς ἄλληλα, περὶ δʼ αὐτὰ φύλλα σχοινώδη, πυκνά, λεπτά. αὔξεται δʼ εἰς ὕψος ἀναβαίνουσα ἐπὶ τὰ παρακείμενα στελέχη καὶ κατακρέμαται περικεχυμένη κόμαις πολλαῖς μελαίναις καθάπερ ἵππου οὐρά· ῥίζα ξυλώδης, σκληρά.

Ἔστι δὲ καὶ ἑτέρα ἵππουρις, κόμας ἐκ διαστημάτων βραχυτέρας καὶ λευκοτέρας καὶ μαλακωτέρας ἔχουσα.

Ἰξός ἐστι καλὸς ὁ νέος, πρασίζων τῷ χρώματι κατὰ τὸ ἐντός, ἐκτὸς δʼ ὑπόξανθος, μηδὲν ἔχων τραχὺ ἢ πιτυρῶδες. γίνεται δʼ ἔκ τινος καρποῦ περιφεροῦς, γεννωμένου ἐν δρυῒ τῇ ἐχούσῃ τὰ φύλλα ὅμοια πύξῳ. κόπτεται δʼ ὁ καρπός, εἶτα πλύνεται, εἶτα ἐν ὕδατι ἕψεται· ἔνιοι δὲ μασώμενοι αὐτὸν ἐργάζονται. γίνεται δὲ καὶ ἐκ μηλέας καὶ ἀπίου καὶ ἐξ ἄλλων δένδρων· εὑρίσκεται δὲ καὶ πρὸς ῥίζαις θάμνων τινῶν.

Ἴον φύλλα ἔχει μικρότερα κισσοῦ καὶ λεπτότερα, μελάντερα δὲ καὶ οὐκ ἀφόμοια, καυλίον μέσον ἀπὸ τῆς ῥίζης, ἐφʼ οὗ ἀνθύλλιον σφόδρα εὐῶδες, πορφυροῦν. φύεται ἐν παλισκίοις καὶ τραχέσι τόποις.

Ἶρις — οἱ δʼ Ἰλλυρική, οἱ δʼ οὐρανία — φύλλα φέρει ὅμοια ξιφίῳ, μείζονα δὲ καὶ πλατύτερα καὶ λιπαρώτερα, ἄνθη ἐπὶ καυλῶν παράλληλα, ἐπικαμπῆ, ποικίλα· ἢ γὰρ λευκὰ ἢ ὠχρὰ ἢ μέλανα ἢ πορφυρᾶ ἢ κυανίζοντα ὁρᾶται, ὅθεν διὰ τὴν ποικιλίαν ἀπεικάσθη Ἴριδι τῇ οὐρανίᾳ. ῥίζαι δʼ ὕπεισι γονατώδεις, στερεαί, εὐώδεις, ἃς δεῖ μετὰ τὴν τομὴν ξηράναντας ἐν σκιᾷ καὶ διείραντας λίνῳ ἀποτίθεσθαι. ἔστι δὲ βελτίων ἡ Ἰλλυρικὴ καὶ Μακεδονική, καὶ ταύτης ἀρίστη ἡ πυκνόρριζος καὶ ὑποκόλοβος καὶ δύσθραυστος καὶ τῇ χρόᾳ ὑπόκιρρος καὶ σφόδρα εὐώδης καὶ τῇ γεύσει πυρροτέρα τήν τε ὀσμὴν εἰλικρινὴς καὶ μὴ νοτίζουσα πταρμούς τε ἐν τῷ κόπτεσθαι κινοῦσα. ἡ δὲ Λιβυκὴ λευκή τέ ἐστι τὴν χρόαν τῇ τε γεύσει πικρά, δευτερεύουσα τῇ δυνάμει. παλαιούμεναι δὲ τερηδονίζονται, εὐωδέστεραι μέντοι τότε γίνονται.

Ἰσάτις ἥμερος, ᾗ οἱ βαφεῖς χρῶνται, φύλλα ἔχει ἀρνογλώσσῳ ἐμφερῆ, λιπαρώτερα δὲ καὶ μελάντερα, καυλὸν δʼ ὑπὲρ πῆχυν.

Ἡ δʼ ἀγρία ἰσάτις, παραπλήσιος οὖσα τῇ ἡμέρῳ, φύλλα ἔχει μείζονα πρὸς τὰ τῆς θρίδακος, καυλοὺς δὲ λεπτοτέρους, πολυσχιδεῖς, ὑπερύθρους, ἔχοντας ἐξ ἄκρου ὥσπερ θυλάκια γλωττοειδῆ πολλὰ ἀποκρεμάμενα, ἐν οἷς τὸ σπέρμα· ἄνθος δὲ μήλινον, λεπτόν.

Ἰσόπυρον — οἱ δὲ φασίολον καλοῦσιν ἀπὸ τοῦ ἐοικέναι φασιόλῳ τῷ κατʼ ἄκρον τὸ πέταλον ἕλικα φέρειν· ἔπεισι δὲ κεφαλαὶ ἐπὶ τοῦ καυλοῦ ἄκρου λεπταί, σπερματίων πλήρεις, παραπλησίων μελανθίῳ τὴν γεῦσιν.

Καλαμίνθη — Ῥωμαῖοι νεπέταμ — ἡ μέν τις ὀρεινοτέρα ἐστίν, ἔχει δὲ φύλλα ὅμοια ὠκίμῳ, ὑπόλευκα, κλωνία δὲ καὶ κάρφη γεγωνιωμένα, ἄνθος πορφυροῦν. ἡ δέ τις γλήχωνι ἔοικε, μείζων δέ, ὅθεν ἀγρίαν τινὲς αὐτὴν γλήχωνα ὀνομάζουσι, διότι καὶ τῇ ὀσμῇ παρέοικεν. ἡ δὲ τρίτη ἔοικεν ἡδυόσμῳ ἀγρίῳ, ἐπιμηκεστέρα τοῖς φύλλοις, καυλῷ καὶ κλάδῳ μείζων τῶν προειρημένων καὶ ἧττον ἐνεργής. πασῶν δὲ τὰ φύλλα γευομένῳ πυρωτικὰ ἰσχυρῶς καὶ δριμέα, ῥίζα ἄχρηστος. φύεται δʼ ἐν πεδίοις καὶ ἐν τραχέσι τόποις καὶ καθύγροις.

Κάλαμος ἀρωματικὸς φύεται μὲν ἐν Ἰνδίᾳ, ἔστι δʼ αὐτοῦ κάλλιστος ὁ κιρρός, πυκνογόνατος καὶ εἰς πολλοὺς σκινδαλμοὺς θραυόμενος, γέμων ἀραχνίων τὴν σύριγγα ὑπολεύκων, ἔν τε τῇ διαμασήσει γλίσχρος, στυπτικός, ὑπόδριμυς.

Κάνναβις ἀγρία — οἱ δʼ ὑδράστινα — ῥαβδία φέρει ὅμοια τοῖς τῆς ἀλθαίας, μικρότερα δὲ καὶ μελάντερα καὶ τραχύτερα, τὸ ὕψος πήχεως· τὰ φύλλα ὅμοια τῇ ἡμέρῳ, τραχύτερα δὲ καὶ μελάντερα, ἄνθη ὑπέρυθρα, λυχνίδι ἐμφερῆ, σπέρμα δὲ καὶ ῥίζα ὅμοια τῇ ἀλθαίᾳ.

Καπνὸς βοτάνιόν ἐστι θαμνοειδές, κορίῳ ἐοικός, τρυφερὸν πάνυ, τὰ δὲ φύλλα λευκότερα καὶ τεφροειδῆ, πολλὰ πανταχόθεν, ἄνθος πορφυροῦν.

Κάππαρις — οἱ δὲ κυνόσβατον, οἱ δὲ καπρίαν — θάμνος ἐστὶν ἀκανθώδης, ἐπὶ γῆς γυροειδῶς ἐστρωμένος, ἀκάνθας ἀγκιστροειδεῖς ἔχων ὡς βάτος, φύλλα δὲ στρογγύλα κυδωνίᾳ ὅμοια, καρπὸν δʼ οἷον ἐλαίας, ὃς ἀνοιχθεὶς λευκὸν προΐεται ἄνθος, οὗ πεσόντος εὑρίσκεταί τι οἷον βάλανος ἐπιμήκης, ὅπερ ἀνοιχθὲν ἔχει κόκκους ὥσπερ ῥόας μικρούς, ἐρυθρούς· ῥίζας ξυλώδεις καὶ μεγάλας, πλείστας. φύεται τοὐπίπαν ἐν τραχέσι καὶ λεπτογείοις τόποις καὶ νήσοις καὶ οἰκοπέδοις. ταριχεύεται δʼ ὁ καυλὸς καὶ ὁ καρπὸς εἰς βρῶσιν.

Καρδάμωμον ἄριστον τὸ ἐκ τῆς Κομμαγηνῆς καὶ Ἀρμενίας καὶ Βοσπόρου κομιζόμενον· γεννᾶται δὲ καὶ ἐν Ἰνδίᾳ καὶ Ἀραβίᾳ. ἐκλέγου δὲ τὸ δύσθραυστον, πλῆρες, μεμυκός — τὸ γὰρ μὴ τοιοῦτον ἔξωρόν ἐστι — καὶ τὸ τῇ ὀσμῇ δὲ πληκτικόν, γεύσει δὲ δριμὺ καὶ ὑπόπικρον.

Κασίας ἐστὶ πλείονα εἴδη περὶ τὴν ἀρωματοφόρον Ἀραβίαν γεννώμενα· ἔχει δὲ ῥάβδον παχύφλοιον, φύλλα δʼ ὡς πεπέρεως. ἐκλέγου δὲ τὴν ἔγκιρρον, εὔχρουν, κοραλλίζουσαν, στενὴν λίαν, μακρὰν καὶ παχεῖαν, τοῖς συριγγίοις πλήρη, δηκτικὴν ἐν τῇ γεύσει καὶ στύφουσαν μετὰ ποσῆς πυρώσεως, ἀρωματίζουσαν, οἰνίζουσαν τῇ ὀσμῇ. ἡ δὲ τοιαύτη ὑπὸ τῶν ἐγχωρίων ἄχυ καλεῖται, δαφνῖτις δὲ προσαγορεύεται ὑπὸ τῶν ἐν Ἀλεξανδρείᾳ ἐμπόρων. πρὸ δὲ ταύτης ἐστὶν ἡ μέλαινα καὶ ἐμπόρφυρος, παχεῖα, ζίγιρ καλουμένη, ῥοδίζουσα τῇ ὀσμῇ, μάλιστα πρὸς τὴν ἰατρικὴν τέχνην εὔθετος, δευτερεύει δʼ ἡ προειρημένη, τρίτη δʼ ἐστὶν ἡ καλουμένη βλαστὸς Μοσυλητικός· αἱ δὲ λοιπαὶ εὐτελεῖς.

Καυκαλίς — οἱ δὲ μυρῖτις, Δημόκριτος βρύον — καυλίον ἐστὶ σπιθαμιαῖον ἢ καὶ μεῖζον, ὑπόδασυ, φύλλα ἔχον σελίνῳ ἐμφερῆ, ἐπʼ ἄκρου δὲ μαραθοειδῶς λεπτοσχιδῆ, δασέα καὶ ἐπʼ ἄκρου σκιάδειον λευκόν, εὐῶδες.

Κέδρος δένδρον ἐστὶ μέγα, ἐξ οὗ ἡ λεγομένη κεδρία συνάγεται, καρπὸν ὥσπερ ἄρκευθος φέρουσα, μέγεθος μύρτου, περιφερῆ. τῆς δὲ κεδρίας ἀρίστη ἡ παχεῖα καὶ διαυγής, βαρεῖα τῇ ὀσμῇ ἀποχεομένη τε κατὰ σταλαγμοὺς ἐπιδιαμένουσα καὶ μὴ διαχεομένη.

Κενταύριον τὸ μέγα φύλλα ἔχει καρύᾳ βασιλικῇ ἐοικότα, προμήκη, χρώματι χλωρὰ ὡς κράμβης· τὸ δὲ περιφερὲς αὐτῶν ἐντέτμηται ὥσπερ πρίων· καυλὸν δʼ ἔχει ὡς λάπαθον, δίπηχυν ἢ καὶ τρίπηχυν, παραφυάδας ἀπὸ τῆς ῥίζης ἔχοντα πολλάς, ἐφʼ ὧν κεφαλαὶ ὅμοιαι μήκωνι, ὑπομήκεις ἐν τῷ περιφερεῖ, ἄνθος κυανίζον· καρπὸς δʼ ὅμοιος κνήκῳ, ἐγκείμενος ὥσπερ ἐν ἐριώδεσι τοῖς ἄνθεσι, ῥίζα παχεῖα, στερεά, βαρεῖα, περὶ πήχεις δύο, μεστὴ χυλοῦ, δριμεῖα μετὰ ποσῆς στύψεως καὶ γλυκύτητος, ὑπέρυθρος· ὁμοίως δὲ καὶ ὁ χυλὸς ἐρυθρός. φιλεῖ δὲ λιπαρὰν γῆν, εὐήλιον, δρυμοὺς καὶ γεώλοφα· πλεονάζει δʼ ἐν Λυκίᾳ καὶ ἐντὸς τῆς Πελοποννήσου ἐν Ἤλιδι καὶ Ἀρκαδίᾳ καὶ Μεσσηνίᾳ καὶ περὶ Φολόην καὶ Λυκίαν καὶ Σμύρνην.

Κενταύριον τὸ μικρόν· ἡ πόα ὑπερικῷ ἢ ὀριγάνῳ παραπλήσιος, καυλὸν ἔχουσα ὑπὲρ σπιθαμήν, γεγωνιωμένον· ἄνθη ἐν τῷ φοινικῷ ὑποπόρφυρα πρὸς τὰ τῆς λυχνίδος, φύλλα μικρά, ὑπομήκη ὥσπερ πηγάνου, καρπὸς πυροῖς ὅμοιος, ῥίζα μικρά, ἄχρηστος.

Κηπαία ἐμφερής ἐστιν ἀνδράχνῃ, μελάντερα δʼ ἔχει τὰ φύλλα, ῥίζαν λεπτήν.

Κινναμώμου ἐστὶ πλείονα εἴδη ὀνομαζόμενα ἐπιχωρίως. διαφέρει δὲ τὸ Μοσυλικὸν διὰ τὸ σῴζειν ποσὴν ἐμφέρειαν πρὸς τὴν Μοσυλητικὴν καλουμένην κασίαν, καὶ τούτου τὸ πρόσφατον, τῇ χρόᾳ μέλαν, τεφρίζον ἐν τῷ οἰνώδει, λεπτὸν δὲ τοῖς ῥαβδίοις καὶ λεῖον, ὄζοις συνεχέσι κεχρημένον, σφόδρα εὐῶδες· σχεδὸν γὰρ ἡ τοῦ ἀρίστου κρᾶσίς ἐστι περὶ τὴν ἐν τῇ εὐωδίᾳ ἰδιότητα· εὑρίσκεται γὰρ μετὰ τοῦ ἀρίστου καὶ ἰδιάζοντος ἡ ὀσμὴ πηγανίζουσα ἢ καρδάμῳ ἐμφερής.

Κιρκαία — οἱ δὲ διρκαίαν καλοῦσι — τὰ μὲν φύλλα ἔχει στρύχνῳ κηπαίῳ ὅμοια, παραφυάδας δὲ πολλάς, ἄνθη μικρά, μέλανα, πολλά, καρπὸν κεγχροειδῆ ἔν τισιν οἱονεὶ κερατίοις, ῥίζας σπιθαμιαίας τρεῖς ἢ τέσσαρας, λευκάς, εὐώδεις.

Κίσθος θάμνος ἐστὶν ἐν πετρώδεσι τόποις φυόμενος, πολύκλαδος, φυλλώδης, οὐχ ὑψηλός, φύλλα ἔχων περιφερῆ, στρυφνά, δασέα, ἄνθη ὥσπερ ῥόας, ἐπὶ δὲ τοῦ θήλεος λευκά.

Κισσὸς πολλὰς ἔχει διαφορὰς τὰς κατʼ εἶδος, τὰς δὲ γενικωτάτας τρεῖς· λέγεται γὰρ ὁ μέν τις λευκός, ὁ δὲ μέλας, ὁ δʼ ἕλιξ. καὶ ὁ μὲν λευκὸς λευκὸν φέρει καρπόν, ὁ δὲ μέλας μέλανα ἢ κροκίζοντα, ὃν δὴ καὶ οἱ ἰδιῶται Διονύσιον καλοῦσιν, ὁ δʼ ἕλιξ ἄκαρπός τέ ἐστι καὶ λεπτὰ ἔχει τὰ κλήματα καὶ τὰ φύλλα μικρά, γωνιοειδῆ, ἐρυθρά.

Κληματὶς φύεται ἐπὶ γῆς ἐν εὐγείοις, κλήματα δʼ ἔχει μικρά, ὡς ὁλοσχοίνου τὸ πάχος, πέταλον δὲ μικρόν, δάφνῃ ἐμφερὲς τῷ τε σχήματι καὶ τῇ χρόᾳ, μικρότερον δὲ πολλῷ.

Κληματὶς ἑτέρα κλῆμα ἀνίησιν ὑπέρυθρον, λυγῶδες, φύλλον δριμὺ λίαν γευομένῳ καὶ ἑλκωτικόν. περιελίττεται δὲ τοῖς δένδρεσιν ὡς σμίλαξ.

Κλινοπόδιον θαμνίον ἐστὶ φρυγανῶδες, δισπίθαμον, φυόμενον ἐν πέτραις, ἔχον φύλλα ἑρπύλλῳ παραπλήσια καὶ ἄνθη ὅμοια κλίνης ποσὶν ἐκ διαστημάτων, ἐμφερῆ πρασίῳ.

Κλύμενον καυλὸν ἀνίησι τετράγωνον, ὅμοιον τῷ τοῦ κυάμου, φύλλα δὲ πρὸς τὰ τοῦ ἀρνογλώσσου, θυλάκια δʼ ἐπὶ τοῦ καυλοῦ εἰς ἄλληλα νεύοντα, ἐοικότα ἴριδι ἢ πολύποδος πλεκτάναις. ἄριστον δὲ τὸ ὀρεινόν.

Κνῆκος φύλλα ἔχει ἐπιμήκη, ἐντετμημένα, τραχέα, ἀκανθώδη, καυλοὺς διπήχεις, ἐφʼ ὧν κεφάλια κατὰ μέγεθος ἐλαίας, ἄνθος κρόκῳ ὅμοιον, σπέρμα λευκὸν καὶ πυρρόν, ἐπίμηκες, γεγωνιωμένον.

Κολχικόν — οἱ δʼ ἐφήμερον καλοῦσι — λήγοντος τοῦ φθινοπώρου ἀνίησιν ἄνθος λευκόν, ὅμοιον κρόκου ἄνθει, ὕστερον δὲ τὰ φύλλα φέρει βολβῷ παραπλήσια, λιπαρώτερα δέ, καυλὸν σπιθαμιαῖον, καρπὸν ἔχοντα πυρρόν, ῥίζαν φλοιὸν ἔχουσαν ἔγκιρρον ἐν τῷ μέλανι, ἥτις λεπιζομένη λευκὴ καὶ ἁπαλὴ καὶ ὀποῦ μεστὴ εὑρίσκεται καὶ γλυκεῖα· ἔχει δʼ ὁ βολβὸς διάφυσιν μέσην, καθʼ ἣν τὸ ἄνθος ἀφίησιν. γεννᾶται δὲ πλεῖστον ἐν τῇ Μεσσηνίᾳ καὶ ἐν Κόλχοις.

Κολοκυνθὶς κλημάτια ἀνίησι καὶ φύλλα ἐστρωμένα ἐπὶ γῆς, ὅμοια τοῖς τοῦ ἡμέρου σικύου, ἐπεσχισμένα· καρπὸν δὲ περιφερῆ, ὅμοιον σφαίρᾳ μέσῃ, πικρὸν ἰσχυρῶς, ὃν δεῖ συλλέγειν ἀρχόμενον μεταβάλλειν ἐπὶ τὸ ὠχρότερον.

Κόμαρος δένδρον ἐστὶ παρόμοιον κυδωνίᾳ, λεπτόφλοιον, καρπὸν ἔχον ὡς κοκκυμήλου μέγεθος, ἀπύρηνον, μεμαίκυλον καλούμενον, πεπανθέντα δʼ ὑπόκιρρον, ἐσθιόμενον ἀχυρώδη, κακοστόμαχον καὶ κεφαλαλγῆ.

Κονδρίλη — οἱ δὲ σέριν καλοῦσι — τὰ μὲν φύλλα καὶ τὸν καυλὸν καὶ τὰ ἄνθη ἔχει κιχορίῳ ὅμοια, ὅθεν καὶ εἶδος σέριδος ἀγρίας αὐτό τινες εἶπον, λεπτότερον δὲ τὸ ὅλον. περὶ δὲ τῷ κλωναρίῳ αὐτῆς εὑρίσκεται κόμμι ὅμοια μαστίχῃ, μεγέθει κυαμιαῖα.

Κόνυζα — οἱ δʼ ἰσχύς, οἱ δὲ Δαναΐς — ἡ μέν τις μικρὰ καλεῖται εὐωδεστέρα οὖσα, ἡ δὲ μείζων, ὑπερέχουσα τῷ θάμνῳ καὶ τοῖς φύλλοις, πλατυτέρα καὶ βαρύοσμος. ἀμφότεραι δʼ ἐοίκασι τοῖς φύλλοις ἐλαίᾳ, ἔστι δὲ δασέα ταῦτα καὶ λιπαρά· ὕψος δὲ τοῦ καυλοῦ ἡ μὲν μείζων δύο πήχεων ἔχει, ἡ δʼ ἐλάττων ποδός· ἄνθος ψαφαρόν, μήλινον, ὑπόπικρον, ἐκπαππούμενον, ῥίζαι ἄχρηστοι. —Γίνεται καὶ τρίτον εἶδος κονύζης, καυλῷ παχύτερον καὶ μαλακώτερον, τοῖς δὲ φύλλοις μεῖζον τῆς λεπτῆς, ἔλαττον δὲ τῆς μείζονος, οὐ λιπαρόν, πολὺ καὶ ἀηδέστερον καὶ ἀπρακτότερον, βαρυοσμότερον δὲ πολλῷ. φύεται δʼ ἐν ἐφύδροις τόποις.

Κόρι — οἱ δὲ καὶ τοῦτο ὑπερικὸν καλοῦσι — φύλλα ἔχει παραπλήσια τῷ τῆς ἐρείκης, μικρότερα δὲ καὶ λιπαρώτερα καὶ ἐρυθρά· θάμνος δὲ σπιθαμιαῖος, εὔστομος, δριμύς, εὐώδης.

Κότινος, ἣν ἔνιοι ἀγριελαίαν, οἱ δʼ Αἰθιοπικὴν ἐλαίαν ἐκάλεσαν, τὰ φύλλα ἔχει στυπτικά· χυλίζοντας δεῖ κόπτειν τὰ φύλλα καὶ παραχέοντας ὕδωρ ἢ οἶνον ἐκθλίβειν καὶ ξηραίνοντας ἐν ἡλίῳ ἀναπλάττειν· ἔστι δʼ εὐτονώτερος διὰ τοῦ οἴνου ἐκθλιβόμενος καὶ εἰς ἀπόθεσιν μᾶλλον τοῦ διʼ ὕδατος ἁρμόζων· καίεται δὲ τὰ φύλλα μετὰ τῶν ἀνθῶν καὶ εἰς ἀντίσποδα ἐν χύτρᾳ ὠμῇ περιπεπλασμένῃ τὸ πῶμα πηλῷ ἄχρι ὀπτήσεως τοῦ κεράμου, ἔπειτα κατασβέννυται οἴνῳ καὶ φυραθέντα πάλιν ὁμοίως καίεται, εἶτα πλύνεται ὡς τὸ ψιμύθιον καὶ ἀναπλάσσεται· δοκεῖ δʼ ἡ τοιαύτη καῦσις μὴ λείπεσθαι τοῦ σποδίου εἰς τὰ ὀφθαλμικά, ὅθεν καὶ τὴν δύναμιν ὁμοίαν ἡγητέον. δύναται δὲ τὰ αὐτὰ καὶ τὰ τῆς ἡμέρου ἐλαίας φύλλα, λείπεται μέντοι τῇ δυνάμει, ὅθεν πρὸς τὰ ὀφθαλμικὰ μᾶλλον ἁρμόζει διὰ τὸ ἐπιεικέστερον. τὸ δὲ δάκρυον τῆς Αἰθιοπικῆς ἐλαίας ἔοικέ πως σκαμμωνίᾳ, ἔγκιρρον, ἐκ μικρῶν σταγόνων συγκείμενον, δηκτικόν· τὸ δʼ ὅμοιον κόμμει, μέγα καὶ λεῖον, οὐ δηκτικόν, τὸ δὲ μελανίζον δηκτικόν, ἀχρεῖον· φέρει δὲ τὸ τοιοῦτον ἡ παρʼ ἡμῖν ἀγριελαία.

Κορωνόπους πρόμηκές ἐστι βοτάνιον, κατὰ τοῦ ἐδάφους ἐστρωμένον, κατεσχισμένον τὰ φύλλα, λαχανευόμενον.

Κόστος διαφέρει ὁ Ἀραβικός, λευκὸς ὢν καὶ κοῦφος, πλείστην ἔχων καὶ ἡδεῖαν τὴν ὀσμήν· δευτερεύει δʼ ὁ Ἰνδικός, ἁδρὸς ὢν καὶ μέλας καὶ κοῦφος ὡς νάρθηξ· τρίτος δʼ ἐστὶν ὁ Συριακός, βαρύς, τὴν χρόαν πυξώδης, πληκτικὸς τῇ ὀσμῇ· ἄριστος δʼ ἐστὶν ὁ πρόσφατος, λευκός, πλήρης, διʼ ὅλου πυκνός, ξηρός, ἀτερηδόνιστος, ἄβρωμος, τῇ γεύσει δηκτικὸς καὶ πυρώδης. μιγνύουσι δʼ ἔνιοι τὰς ῥωμαλεωτάτας τοῦ Κομμαγηνοῦ ἑλενίου ῥίζας δολοῦντες αὐτήν· εὐχερὴς δʼ ἡ διάγνωσις· οὔτε γὰρ πυροῖ τὴν γεῦσιν τὸ ἑλένιον οὔτε τὴν εὐωδίαν εὔτονον καὶ πληκτικὴν παρίστησιν.

Κοτυληδών — οἱ δὲ σκυτάλιον — φύλλον ἔχει ὥσπερ ὀξύβαφον περιφερές, λεληθότως κοῖλον· καυλίον βραχύ, ἐφʼ οὗ σπέρμα· ῥιζίον ὡς ἐλαίαν στρογγύλην.

Ἔστι δὲ καὶ ἕτερον εἶδος κοτυληδόνος, πλατύτερα ἔχον καὶ λιπαρὰ τὰ φύλλα ὡς γλωττάρια, πυκνὰ περὶ τῇ ῥίζῃ, οἱονεὶ ὀφθαλμὸν ἐν μέσῳ περιγράφοντα ὥσπερ τὸ μεῖζον ἀείζῳον, τῇ γεύσει στῦφον· καυλὸν λεπτὸν καὶ ἐπʼ αὐτοῦ ἄνθη καὶ σπερμάτια ὅμοια ὑπερικῷ· ῥίζαν μείζονα. ποιεῖ δὲ πρὸς ἃ καὶ τὸ ἀείζῳον.

Κράμβη ἀγρία φύεται ὡς τὸ πολὺ ἐν παραθαλαττίοις τόποις καὶ κρημνώδεσιν, ἐοικυῖα τῇ ἡμέρῳ· λευκοτέρα δʼ ἐστὶ καὶ δασυτέρα καὶ πικρά.

Κρῆθμον θαμνῶδές ἐστι βοτάνιον, ἀμφιλαφές, περὶ πῆχυν τὸ ὕψος, φυόμενον ἐν πετρώδεσι καὶ παραθαλαττίοις τόποις· φύλλοις περίπλεον λιπαροῖς καὶ ὑπολεύκοις, παρεμφέρουσιν ἀνδράχνῃ, πλατυτέροις μέντοι καὶ ἐπιμηκεστέροις καὶ ἁλμυρίζουσι πρὸς τὴν γεῦσιν· ἄνθη μήλινα, λευκά· τὸν καρπὸν λευκὸν ὥσπερ λιβανωτίδος, μαλακόν, εὐώδη, ὃς ξηρανθεὶς διίσταται καὶ ἔνδον ὡς πυρρὸν ἔχει τὸ σπέρμα· ῥίζας δὲ δακτύλου τὸ πάχος τρεῖς ἢ τέσσαρας, εὐώδεις, ἡδείας.

Κρίνου τὸ ἄνθος, καλούμενον δʼ ὑπʼ ἐνίων λείριον, ἀφʼ οὗ καὶ χρῖσμα κατασκευάζεται, ὅ τινες μὲν λείρινον, οἱ δὲ σούσινον καλοῦσιν.

Κροκοδείλιον ὅμοιόν ἐστι τῷ μέλανι χαμαιλέοντι· φύεται δʼ ἐν τόποις δρυμώδεσι, ῥίζαν ἔχον μακράν, ὑπόπαχυν, δριμεῖαν· ὀσμὴν δʼ ὁμοίαν καρδάμῳ.

Κρόμμυον· δριμύτερον τὸ μακρὸν τοῦ στρογγύλου καὶ τὸ ξανθὸν τοῦ λευκοῦ καὶ τὸ ξηρὸν τοῦ χλωροῦ καὶ τὸ ὠμὸν τοῦ ὀπτοῦ ἢ ταριχευτοῦ.

Κρόκος κράτιστός ἐστιν ὁ Κωρύκιος, πρόσφατος δὲ καὶ εὔχρους, ὀλίγον τὸ λευκὸν ἔχων ἐπὶ τῆς ἕλικος, ἐπιμήκης, ὁλομελής, ἄθραυστος, ἀλιπής, πλήρης, βάπτων ἐν τῇ διέσει τὰς χεῖρας εὐχερῶς, οὐκ εὐρωτιῶν ἢ καὶ γαιάζων, ἐπακτικὸς δʼ ἐν τῇ ὀσμῇ καὶ δριμύς· ὁ γὰρ μὴ τοιοῦτος ἢ παλαιός ἐστιν ἢ προαποβέβρεκται· δολοῦται δὲ μίξει δεδευμένου κροκομάγματος καὶ λιθαργύρου ἢ μολυβδαίνης διὰ τὸ βάρος· ἑψήματί τε ἀλείφεται. δηλοῖ δὲ ταῦτα τὸ ἐντρέχον κονιορτῶδες καὶ τὸ τὴν ὀσμὴν ἑψηματώδη τυγχάνειν. πρὸς δὲ τὸ εὐλέαντον αὐτὸν γίνεσθαι δεῖ ἐν ἡλίῳ ψύχειν ἐπʼ ὀστράκου καινοῦ θερμοῦ καὶ ταχέως στρέφειν.

Κροκόμαγμα δὲ γίνεται ἐκ τοῦ κροκίνου μύρου τῶν ἀρωμάτων ἐκπιεσθέντων καὶ ἀναπλασσομένων· ἔστι δʼ αὐτοῦ καλὸν τὸ εὐῶδες μέσως κατάσμυρνον, βαρύ, μέλαν, ἄξυλον, ἐν τῷ διεθῆναι ἱκανῶς κροκῶδες τὴν χρόαν, λεῖον, ὑπόπικρον, βάπτον ἰσχυρῶς τοὺς ὀδόντας καὶ τὴν γλῶτταν ἐπιμένον τε εἰς συχνὰς ὥρας· τοιοῦτον δʼ ἐστὶ τὸ ἀπὸ Συρίας.

Κύμινον τὸ ἄγριον φύεται μὲν τὸ πλεῖον καὶ ἐνεργέστερον ἐν Καρχηδόνι τῆς Σπανίας, καυλὸν σπιθαμιαῖον, λεπτὸν ἔχον· φυλλάρια τέσσαρα ἢ πέντε, λεπτά, οἱονεὶ ἐμπεπρισμένα τὴν κατάσχισιν ὡς γιγγίδια· καὶ κεφάλια δʼ ἐπʼ ἄκρου πέντε ἢ ἓξ ἔχει στρογγύλα, μαλακά, ἐν οἷς ὁ καρπὸς ἀχυρώδης, γευομένῳ δριμύτερος τοῦ ἡμέρου. φύεται ἐν γεωλόφοις.

Ἔστι δὲ καὶ ἕτερον ἄγριον κύμινον, ἐμφερὲς τῷ ἡμέρῳ· ἐκ δὲ τοῦ ἄνθους ἀφίησι κεράτια μετέωρα, ἐν οἷς ἐστι σπέρμα ὅμοιον μελανθίῳ.

Κυκλάμινος φύλλα ἔχει ὅμοια κισσῷ, ποικίλα δʼ ἄνωθεν καὶ κάτωθεν κηλῖσιν ὑπολεύκοις· καυλὸν δὲ τετραδάκτυλον, γυμνόν, ἐφʼ οὗ ἄνθη ῥοδοειδῆ, πορφυρίζοντα· ῥίζαν μέλαιναν, γογγυλίδι παραπλησίαν, ὑπόπλατυν· ἀποτίθεται δʼ ἡ ῥίζα τμηθεῖσα ὥσπερ σκίλλα. φύεται ἐν συσκίοις τόποις, μάλιστα ὑπὸ δένδρα.

Κυκλάμινος ἑτέρα, ἣν ἔνιοι κισσάνθεμον καλοῦσι, φύλλα ἔχει κισσῷ ὅμοια, ἐλάσσονα δέ, καὶ καυλοὺς παχεῖς, γονατώδεις, περιελιττομένους τοῖς παρακειμένοις δένδρεσιν ἑλικοειδῶς· ἄνθη λευκά, εὐώδη· καρπὸς δʼ ὡς ῥὰξ σταφυλῆς, ὅμοιος κισσῷ, μαλακός, ἐν τῇ γεύσει δριμὺς ἠρέμα καὶ γλίσχρος· ῥίζα δʼ ἄχρηστος. φύεται ἐν τραχέσι χωρίοις.

Κύπερος ἀρίστη ἐστὶν ἡ βαρυτάτη καὶ πυκνή, ἁδρὰ καὶ δύσθραυστος, τραχεῖα, εὐώδης μετά τινος δριμύτητος· τοιαύτη δʼ ἐστὶν ἡ Κιλίκιος καὶ Συριακὴ καὶ ἡ ἀπὸ τῶν Κυκλάδων νήσων.

Κύπρος δένδρον ἐστὶ φύλλα ἔχον περὶ τὰς ῥάβδους ἐλαίᾳ παραπλήσια, πλατύτερα δὲ καὶ χλωρότερα· ἄνθη λευκά, βοτρυώδη, εὐώδη· σπέρμα μέλαν, ὅμοιον τῷ τῆς ἀκτῆς.

Κώνειον τῶν φθαρτικῶν ἐστι κατὰ ψῦξιν ἀναιροῦν· βοηθεῖται δʼ ἀκράτῳ· χυλίζεται δʼ ἄκρα ἡ κόμη πρὸ τοῦ ξηρανθῆναι τὸ σπέρμα καὶ ἐκθλίβεται κοπτόμενον. συστρέφεται δʼ ἐν ἡλίῳ καὶ ἔστι πολύχρηστον εἰς τὴν ὑγιεινὴν χρῆσιν· ἐνεργέστατον δʼ ἐστὶ τὸ Κρητικὸν καὶ Μεγαρικὸν καὶ Ἀττικὸν καὶ τὸ ἐν Κιλικίᾳ γεννώμενον.

Λαγωὸς θαλάττιος ἔοικε μὲν μικρᾷ τευθίδι, δύναται δὲ λεῖος καταχρισθεὶς καθʼ ἑαυτὸν καὶ μετʼ ἀκαλήφης θαλασσίας τρίχας ψιλοῦν.

Λαθυρίς· ὅλος ὁ θάμνος ὀποῦ μεστός ἐστιν ὥσπερ τιθύμαλλος.

Λάπαθον· τὸ μέν τι αὐτοῦ ὀξυλάπαθον λέγεται, φυόμενον ἐν ἕλεσι, σκληρὸν καὶ τὰ ἄκρα ἄποξυ· τὸ δέ τι κηπευτόν, οὐ κατὰ πᾶν ὅμοιον τῷ πρώτῳ· τρίτον δὲ τὸ ἄγριον, μικρόν, παρόμοιον ἀρνογλώσσῳ, μαλακόν, μικρόν, ταπεινόν. ἔστι δὲ καὶ τέταρτον εἶδος, ὃ ἔνιοι ὀξαλλίδα ἢ ἀναξυρίδα ἢ λάπαθον ἄγριον καλοῦσι· φύλλα ἔχει ὅμοια τῷ ἀγρίῳ καὶ μικρῷ λαπάθῳ· καυλὸς δʼ οὐ μέγας, ἄποξυς· καρπὸς ἐρυθρός, δριμὺς ἐπὶ τοῦ καυλοῦ ἐπὶ παραφυάδων. τὸ δʼ ἱππολάπαθον λάπαθόν ἐστι μέγα, ἐν ἕλεσι γεννώμενον, δύναμιν ἔχον τὴν αὐτὴν τοῖς προγεγραμμένοις.

Λεοντοπέταλον — οἱ δὲ λεοντοπόδιον, οἱ δὲ παρδάλιον, οἱ δὲ θορύβηθρον — καυλὸν ἀνίησι σπιθαμῆς, ἔχοντα μασχάλας πλείονας, ἐφʼ ὧν ἄκρων λοβοὶ ὅμοιοι ἐρεβίνθοις, ἐν δὲ τούτοις δύο ἢ τρία σπερμάτια· φύλλα ἐοικότα κράμβῃ· ῥίζα μέλαινα ὥσπερ γογγύλη, ἔχουσα ἐξοχὰς καθάπερ κονδύλους τινάς. φύεται ἐν ἀρούραις καὶ τῷ σίτῳ.

Λεπίδιον γνώριμον βοτάνιον ταριχευόμενον εἰς ἁλμαίας μετὰ γάλακτος.

Λευκοΐου διαφορὰ ἐν τῷ ἄνθει· ἢ γὰρ μήλινον ἢ λευκὸν ἢ πορφυροῦν εὑρίσκεται· εὔχρηστον δὲ πρὸς τὴν ἰατρικὴν χρῆσιν τὸ μήλινον.

Λιβανωτὸς γεννᾶται μὲν ἐν Ἀραβίᾳ τῇ λιβανωτοφόρῳ καλουμένῃ· πρωτεύει δʼ ὁ ἄρρην καλούμενος, ἄτμητος λευκός τε καὶ θλασθεὶς ἔνδοθεν λιπαρὸς ἐπιθυμιαθείς τε ταχέως ἐκκαιόμενος· ὁ δʼ Ἰνδικὸς ὑπόκιρρός ἐστι καὶ πελιδνὸς τὴν χρόαν. γίνεται δὲ καὶ κατʼ ἐπιτήδευσιν στρογγύλος· τέμνοντες γὰρ αὐτὸν εἰς τετράγωνα σχήματα καὶ βάλλοντες εἰς κεράμια κυλίουσιν, ἕως ἂν ἀπολάβῃ τὸ στρογγύλον σχῆμα· χρόνῳ δʼ ὁ τοιοῦτος ξανθοῦται, σύαγρος καλούμενος· δευτερεύει δʼ ὁ ὀρόβιος, μικρότατος καὶ κιρρότατος ὤν. λέγεταί τις καὶ ἀμωμίτης λευκός, ἐν δὲ τῷ μασᾶσθαι ἐνδιδοὺς ὡς μαστίχη. δολοῦται δὲ πᾶς λίβανος τῇ πιτυΐνῃ ῥητίνῃ καὶ κόμμει. εὐχερὴς δʼ ἡ διάγνωσις· τὸ μὲν γὰρ κόμμι οὐκ ἐκφλογοῦται θυμιώμενον, ἡ δὲ ῥητίνη εἰς καπνὸν ἐκτύφεται· ὁ μέντοι λιβανωτὸς ἐξάπτεται· δηλοῖ δὲ καὶ ἡ ὀσμὴ τὸ τοιοῦτο. δύναται δὲ στύφειν, θερμαίνειν, ἀποκαθαίρειν τὰ ἐπισκοτοῦντα ταῖς κόραις καὶ τὰ κοῖλα τῶν ἑλκῶν πληροῦν καὶ ἀπουλοῦν, κολλᾶν τὰ ἔναιμα τραύματα αἱμορραγίαν τε πᾶσαν καὶ τὴν ἐκ μηνίγγων ἐπέχειν· καὶ παρηγορεῖ τὰ περὶ δακτύλιον καὶ τὰ λοιπὰ μέρη. καίεται δʼ ὁ λίβανος ἐπʼ ὀστράκου καθαροῦ τεθεὶς ὑφαπτόμενός τε χόνδρῳ ἀναφθέντι ἀπὸ λύχνου, ἄχρι ἂν ἐκκαῇ· δεῖ δὲ μετὰ τὴν τελείαν καῦσιν πωμάζειν, ἄχρις ἂν οὗ σβεσθῇ· οὕτως γὰρ ἐκτεφροῦται. φώγνυται δʼ ἐπʼ ὀστράκου καινοῦ καὶ ἀνθράκων διαπύρων, ἕως μηκέτι πομφολυγίζῃ μηδὲ λιπαρίαν ἢ ἀτμίδα ἀνιῇ. θρύπτεται δʼ εὐχερῶς μὴ κατακεκαυμένος. φλοιὸς δὲ λιβάνου· διαφέρει ὁ παχὺς καὶ λιπαρός, εὐώδης, πρόσφατος, λεῖος καὶ μηδὲ πυρώδης, ὑμενοειδής. δολοῦται δὲ μισγομένου αὐτῷ φλοιοῦ στροβιλίνου ἢ πιτυΐνου. ἔλεγχος δὲ καὶ τούτων τὸ πῦρ· οἱ μὲν γὰρ λοιποὶ θυμιαθέντες οὐκ ἀνάπτονται, καπνιζόμενοί τε δίχα εὐωδίας ἐκτύφονται, ὁ μέντοι φλοιὸς τοῦ λιβάνου ἀνάπτεται καὶ μετʼ εὐωδίας· ἐκθυμιᾶται δὲ καὶ οὗτος ὡς λιβανωτός. μάννα δὲ λιβάνου· δόκιμός ἐστιν ἡ λευκὴ καὶ καθαρά, ἔγχονδρος· δύναμιν δʼ ἔχει ἣν ὁ λιβανωτός, ὑπανειμένην δὲ μᾶλλον. μίσγουσι δʼ ἔνιοι δολίζοντες αὐτὴν ῥητίνην πιτυΐνην καὶ γύριν ἢ φλοιὸν λιβάνου κεκομμένον· ἐλέγξει δὲ καὶ ταῦτα πῦρ· οὔτε γὰρ κατʼ ἴσον καὶ ἰσοτόνως ἐκθυμιαθήσεται ἀερίζοντι τῷ ἀτμῷ, ἀσβολώδει τε καὶ οὐ καθαρῷ· ἡ δʼ εὐωδία μικτὴν ἕξει τὴν ἀποφοράν. αἰθάλην δὲ λιβανωτοῦ ποίει· λαβιδίῳ καθʼ ἕνα χόνδρον τοῦ λιβάνου ἅπτων εἰς λύχνον ἐντίθει εἰς κοῖλον λοπάδιον ὀστράκινον καινόν, εἶτα περικάθαψον χάλκωμα εἰς κοῖλον τετρημένον κατὰ μέσον ἐπιμελῶς, ὑποτιθείς τε κατὰ τὸ ἕτερον αὐτοῦ χεῖλος ἢ ἀμφότερα λιθάρια, τῷ ὕψει τετραδάκτυλα πρὸς τὸ διαφαίνειν, εἰ καίεται, καὶ ἵνα χώρα ᾖ ὑποτιθέναι ἑτέρους χόνδρους ἁδροὺς ἀεὶ πρὸ τοῦ τὸν πρῶτον χόνδρον παντελῶς σβεσθῆναι ἕτερον προσεπιθείς, ἕως ἂν δόξῃς αὐτάρκη λιγνὺν συναγηοχέναι. πυκνῶς μέντοι σπόγγῳ ἐξ ὕδατος ψυχροῦ περίματτε τὰ ἐκτὸς μέρη τοῦ χαλκώματος· οὕτως γὰρ προσκαθίσει πᾶσα ἡ λιγνὺς μὴ ἄγαν αὐτοῦ πυρουμένου, ἐπεὶ ἀποπίπτουσα διὰ τὴν κουφότητα μίγνυται τῇ ἐκ τοῦ λιβάνου σποδῷ. ἀποψήσας οὖν τὴν πρώτην λιγνὺν ποίει τὸ αὐτό, ἐφʼ ὅσον ἂν δοκῇ, ἀναιροῦ δὲ καὶ τὴν ἐκ τοῦ καέντος λιβάνου σποδὸν ἰδίᾳ. τὸν αὐτὸν τρόπον σκευάζεται καὶ ἡ ἐκ σμύρνης καὶ ἡ ἐκ τοῦ στύρακος λιγνύς· ἁρμόζουσι δὲ πρὸς τὰ αὐτά. καὶ τῶν λοιπῶν δὲ δακρύων ὁμοίως τὴν λιγνὺν λάμβανε.

Λιβανωτὶς ἡ μέν τις κάρπιμος, ἧς ὁ καρπὸς κάχρυ καλεῖται· φύλλα ἔχει μαράθῳ ὅμοια, παχύτερα δέ, ἐπὶ γῆς τροχοειδῶς ἐστρωμένα, εὐώδη· καυλὸν δʼ ὅσον πήχεως καὶ μείζονα, μασχάλας ἔχοντα πολλὰς καὶ ἐπʼ ἄκρῳ σκιάδεια, ἐφʼ ὧν καρπὸς πολύς, λευκός, ἐοικὼς σπονδυλίῳ, περιφερής, γωνίας ἔχων, δριμύς, ῥητινίζων, ἐν τῷ διαμασᾶσθαι ἐκκαίων τὴν γεῦσιν· ῥίζα εὐμεγέθης ὕπεστιν, ὄζουσα λιβάνου. — Ἄλλη λιβανωτὶς πάντα ἐοικυῖα τῇ πρὸ αὐτῆς· σπέρμα φέρει πλατύ, μέλαν ὡς σπονδύλιον, εὐῶδες, οὐ πυρωτικόν· ῥίζα ἐκ μὲν τῶν ἐκτὸς μέλαινα, θλασθεῖσα δὲ λευκή. —Ἄλλη λιβανωτὶς ἡ λεγομένη ἄκαρπος, κατὰ πάντα ὁμοία οὖσα ταῖς προειρημέναις, οὔτε καυλὸν ἀνίησιν οὔτε ἄνθος οὔτε σπέρμα. φύεται δʼ ἐν τραχέσι καὶ πετρώδεσι τόποις. τῷ σπέρματι δʼ εἰς τὰ ποτήματα δεῖ χρῆσθαι τῆς μὴ τὸ κάχρυ φερούσης λιβανωτίδος· δριμὺ γὰρ ἐκεῖνο καὶ τραχυντικὸν τῆς ἀρτηρίας.

Λιβανωτίς, ἣν Ῥωμαῖοι ῥωσμαρῖνον καλοῦσιν, ᾗ καὶ οἱ στεφανοπλόκοι χρῶνται· ῥάβδοι εἰσὶ λεπταί, περὶ ἃς τὰ φύλλα ἐπιμήκη, ἰσχνά, ἔνδοθεν λευκά, ἐκ δὲ τῶν ἐκτὸς χλωρά, βαρύοσμα.

Λιγυστικὸν φύεται μὲν πολὺ ἐν Λιγυστίᾳ, πάνακες δʼ αὐτὸ καλοῦσιν οἱ ἐπιχώριοι οὐκ ἀλόγως· ἥ τε γὰρ ῥίζα προσέοικε τῇ τοῦ Ἡρακλεωτικοῦ πάνακος, καὶ ἡ δύναμις ὁμοία καθέστηκε· τὸ δὲ σπέρμα μέλαν, ναστόν, ὑπόμηκες πρὸς τὸ τοῦ μαράθου, γευσαμένῳ δριμύ. καὶ ἡ ῥίζα λευκή, εὐώδης· μίγνυται δὲ χρησίμως ταῖς ὀξυπόροις καὶ πεπτικαῖς δυνάμεσιν, ἱκανῶς δʼ ἐστὶν εὔστομον, ὅθεν καὶ ἀντὶ πεπέρεως αὐτῷ χρῶνται οἱ ἐπιχώριοι μίσγοντες τοῖς προσοψήμασιν. δολοῦται δὲ σπέρματί τινι παρομοίῳ· διακρίνεις τῇ γεύσει· πικρότατον γάρ ἐστιν· ἔνιοι δὲ καὶ μαράθου καὶ σεσέλεως σπέρμα μίσγουσιν αὐτῷ.

Λιθόσπερμον — οἱ δʼ αἰγώνυχον, οἱ δʼ αἰετώνυχον, οἱ δὲ Διὸς πυρόν, οἱ δʼ Ἡρακλείαν διὰ τὴν περὶ τὸ σπέρμα ἰσχὺν καλοῦσι — φύλλα ἔχει ὅμοια ἐλαίᾳ, μακρότερα δὲ καὶ τὰ περὶ τὸν πυθμένα ἐπὶ γῆς κείμενα· κλωνία δὲ λεπτά, ὀρθά, πάχος ὀξυσχοίνου, στερεά, χυλώδη, ἐπʼ ἄκρων δʼ αὐτῶν δίχηλος ἔκφυσις, καυλοειδής, ἔχουσα φύλλα μικρά, παρʼ οἷς σπέρμα στρογγύλον, λιθῶδες, λευκόν, ὀρόβῳ μικρῷ ἴσον. φύεται ἐν τραχέσι τόποις καὶ ὑψηλοῖς.

Λειμώνιον — οἱ δὲ νευροειδές — τὰ μὲν φύλλα ἔχει ὅμοια σεύτλῳ, λεπτότερα δὲ καὶ μακρότερα καὶ πλείω· καυλὸν δὲ λεπτόν, ὀρθὸν ὡσπερεὶ κρίνον, γέμοντα καρποῦ ἐρυθροῦ, στύφοντα τὴν γεῦσιν. φύεται δʼ ἐν λειμώδεσι καὶ ἑλώδεσι τόποις.

Λινόζωστις· τὸν μὲν καρπὸν ἡ θήλεια βοτρυοειδῆ καὶ πολύν, ἡ δʼ ἄρρην πρὸς τοῖς πετάλοις μικρόν, στρογγύλον ὥσπερ ὀρχίδια κατὰ δύο προσκείμενα· ὅλος ὁ θαμνίσκος σπιθαμιαῖος καὶ μείζων.

Λειχὴν ὁ ἐπὶ τῶν πετρῶν βρύον ἐστὶ προσεχόμενον ταῖς ἐνδρόσοις πέτραις.

Λογχῖτις φύλλα ἔχει πράσῳ καρτῷ ὅμοια, πλατύτερα δὲ καὶ ὑπέρυθρα, τὰ πλεῖστα πρὸς τῇ ῥίζῃ περικλώμενα ὡς ἐπὶ τὴν γῆν· ἔχει δὲ καὶ περὶ τὸν καυλὸν ὀλίγα, ἐφʼ οὗ ἄνθη ὅμοια πιλίσκοις, τῷ τύπῳ δὲ κωμικοῖς προσωπείοις κεχηνόσι, μέλανα· λευκὸν δέ τι ἐξ αὐτῶν ἐξέχει ἀπὸ τοῦ χάσματος πρὸς τῷ κάτω χείλει ὥσπερ γλωττάριον· σπέρμα δʼ ὅμοιον λόγχῃ, τρίγωνον ἐν προκαρπίοις· ἡ ῥίζα ὁμοία δαύκῳ. φύεται ἐν τραχέσι καὶ ἐνίκμοις χωρίοις.

Λογχῖτις ἑτέρα, τραχεῖα, φύλλα ὅμοια ἀνίησι σκολοπενδρίῳ, τραχύτερα δὲ καὶ μείζονα καὶ μᾶλλον ἐσχισμένα.

Λύκιον δένδρον ἐστὶν ἀκανθῶδες, ῥάβδους ἔχον τριπήχεις καὶ μείζονας, περὶ ἃς τὰ φύλλα πύξῳ ὅμοια, πυκνά· καρπὸν δʼ ἔχει ὡς πέπερι, μέλανα, πικρὸν λίαν, καὶ τὸν φλοιὸν ὠχρόν, ὅμοιον τῷ διεθέντι λυκίῳ· ῥίζας δὲ πλατείας, ξυλώδεις. φύεται δὲ πλεῖστον ἐν Καππαδοκίᾳ καὶ Λυκίᾳ καὶ ἐν ἄλλοις τόποις πολλοῖς· τραχέα δὲ φιλεῖ χωρία. χυλίζεται δὲ τῶν ῥιζῶν σὺν τοῖς θάμνοις θλασθέντων καὶ βραχέντων ἐφʼ ἱκανὰς ἡμέρας, εἶθʼ ἑψομένων, καὶ τῶν μὲν ξύλων ῥιπτουμένων, τοῦ δʼ ὑγροῦ πάλιν ἑψομένου μέχρι μελιτώδους συστάσεως. δολοῦται δʼ ἀμόργης ἅμα τῇ ἑψήσει μιγνυμένης ἢ ἀψινθίου χυλίσματος ἢ χολῆς βοείας· καὶ τὸ μὲν ἐπινηχόμενον ἀφρῶδες ἐν τῇ ἑψήσει ἀφελὼν ἀπόθου εἰς τὰ ὀφθαλμικά, τῷ δὲ λοιπῷ εἰς τὰ ἄλλα χρῶ. γίνεται δὲ καὶ ἐκ τοῦ καρποῦ ὁμοίως χύλισμα ἐκπιεζομένου καὶ ἡλιαζομένου. ἔστι δὲ κάλλιστον τὸ καιόμενον λύκιον καὶ κατὰ τὴν σβέσιν τὸν καπνὸν ἐνερευθῆ ἔχον, ἔξωθεν μέλαν, διαιρεθὲν δὲ κιρρόν, ἄβρωμον, στῦφον μετὰ πικρίας, χρώματι κροκοειδές, οἷόν ἐστι τὸ Ἰνδικόν, διαφέρον τοῦ λοιποῦ καὶ δυναμικώτερον.

Λυσιμάχειος καυλοὺς ἀνίησι πηχυαίους καὶ μείζονας, λεπτούς, θαμνώδεις, ὧν παρὰ τὰ γόνατα φύλλων λεπτῶν ἐκφύσεις, παραπλησίων τοῖς τῆς ἰτέας, στυφόντων ἐν τῇ γεύσει· ἄνθος πυρρὸν ἢ χρυσοειδές. φύεται ἐν τόποις ἑλώδεσι καὶ παρὰ τὰ ὕδατα.

Λυχνὶς στεφανωτική· ἄνθος ἐστὶ παρόμοιον λευκοΐῳ, ἐμπόρφυρον, πλεκόμενον εἰς τὰ στεφανώματα.

Λυχνὶς ἀγρία ὁμοία τῇ ἡμέρῳ κατὰ πάντα· τὸ δὲ σπέρμα αὐτῆς 𐅻 β πλῆθος ποθὲν ἄγει τὰ κατὰ κοιλίαν.

Λωτὸς ἄγριος φύεται μὲν ἐν Λιβύῃ καυλὸν φέρων δίπηχυν καὶ μείζονα, μασχάλας ἔχοντα πολλάς· φύλλα ὅμοια τριφύλλῳ τῷ ἐν χορτοκοπίοις γεννωμένῳ· σπέρμα ἐοικὸς τήλιδι, μικρότερον δὲ πολλῷ, φαρμακῶδες ἐν τῇ γεύσει.

Μάκιρ φλοιός ἐστι κομιζόμενος ἐκ τῆς βαρβάρου, ὑπόξανθος, παχύς, στύφων ἱκανῶς κατὰ τὴν γεῦσιν.

Μαλαβάθρου φύλλον ἐστὶ καλὸν τὸ πρόσφατον καὶ ὑπόλευκον, ἐν τῷ μελανίζοντι ἄθραυστον, ὁλόκληρον, πληκτικὸν τῇ ὀσμῇ καὶ ἐπιδιαμένον τῇ εὐωδίᾳ, ναρδίζον τῇ γεύσει, μὴ ἁλμυρίζον· τὸ δʼ ἀδρανὲς καὶ λελεπτοκοπημένον εὐρωτιῶσαν ἔχον τὴν ἀποφοράν, φαῦλον. δύναμιν δʼ ἔχει τὴν αὐτὴν νάρδῳ, ἐνεργέστερον δὲ πάντα ἐκείνη ποιεῖ· διουρητικωτέρα μέντοι καὶ εὐστομαχωτέρα ἐστὶν ἡ τοῦ μαλαβάθρου δύναμις.

Μανδραγόρας ὁ μέν τίς ἐστι θῆλυς, μέλας, θριδακίας καλούμενος, φύλλα ἔχων στενότερα καὶ μικρότερα θρίδακος, βρωμώδη καὶ βαρέα κατὰ τὴν ὀσμήν, κεχυμένα δʼ ἐπὶ γῆς, καὶ παρʼ αὐτοῖς μῆλα οὔοις ἐμφερῆ ἢ ἀχράσιν, εὐώδη, ἐν οἷς καρπὸς ὡς ἀπίου· ῥίζαι δʼ εὐμεγέθεις δύο ἢ τρεῖς, ἀντεμπλεκόμεναι ἀλλήλαις, μέλαιναι κατὰ τὴν ἐπιφάνειαν, ἔνδοθεν λευκαί, παχύφλοιοι· καυλὸν δʼ οὐκ ἔχει. ὁ δʼ ἄρρην φύλλα ἔχει λευκά, πλατέα, μεγάλα ἄγαν καθάπερ τεύτλου· τὰ δὲ μῆλα διπλασίονα, κροκίζοντα τὴν χρόαν, εὐώδη μετὰ βάρους τινός, ἃ καὶ ἐσθίουσιν οἱ ποιμαίνοντες, ποσῶς δʼ ὑποκαροῦντα· ῥίζα δʼ ὁμοία τῇ πρὸ αὐτῆς, μείζων δὲ καὶ λευκοτέρα· ἄκαυλος δὲ καὶ οὗτος. χυλίζεται δʼ ὁ φλοιὸς τῆς ῥίζης χλωρὸς θλασθεὶς καὶ ὑποτεθεὶς πιεστηρίῳ· δεήσει δʼ ἡλιάσαντας μετὰ τὸ συστραφῆναι ἀποτίθεσθαι ἐν ὀστρακίνῳ ἀγγείῳ. χυλίζεται δὲ καὶ τὰ μῆλα ὁμοίως, ἀνειμένον δὲ γίνεται ἐξ αὐτῶν τὸ χύλισμα· καὶ ὁ φλοιὸς τῆς ῥίζης περιαιρεθεὶς καὶ διατρηθεὶς λίνῳ κρεμνᾶται εἰς ἀπόθεσιν. ἔνιοι δὲ καθέψουσιν οἴνῳ τὰς ῥίζας μέχρι τρίτου καὶ ὑλίσαντες ἀποτίθενται χρώμενοι ἐπὶ τῶν περιοδυνούντων καὶ ἀγρυπνούντων κυάθῳ ἑνὶ καὶ ἐφʼ ὧν βούλονται ἀναισθησίαν τεμνομένων καὶ καιομένων ποιεῖσθαι. ὀπίζεται δὲ περιχαραττομένης τῆς ῥίζης θολοειδῶς καὶ τοῦ συρρέοντος εἰς τὴν κοιλότητα συλλεγομένου· ἔστι δʼ ἐνεργέστερος τοῦ ὀποῦ ὁ χυλός· οὐκ ἐν παντὶ δὲ τόπῳ φέρουσιν ὀπὸν αἱ ῥίζαι.

Μάραθον ἄγριον μέγα ἱππομάραθον καλούμενον φέρει σπέρμα κάχρυϊ ὅμοιον· ῥίζα δʼ ὕπεστιν εὐώδης. —Καλεῖται δὲ καὶ ἕτερον ἱππομάραθον, φύλλα ἔχον μικρά, στενά, προμήκη· καυλὸν δὲ στενὸν πρὸς τὸν τοῦ κορίου, δριμύν, εὐώδη, θερμαντικόν· ἀναλογεῖ δʼ ἡ δύναμις τῷ προειρημένῳ ἀσθενέστερον ἐνεργοῦσα.

Μάρον πόα φρυγανώδης, ὁμοία τῷ ἄνθει ὀριγάνῳ· τὰ μέντοι φύλλα τούτου λευκότερα πολλῷ, καὶ τὸ ἄνθος εὐῶδες. γεννᾶται δὲ κατὰ Μαγνησίαν καὶ Τράλλεις πλεῖστον.

Μάγκορον εἶδός ἐστι μέλιτος πεπηγότος ἐν Ἰνδίᾳ καὶ τῇ εὐδαίμονι Ἀραβίᾳ, εὑρισκόμενον ἐπὶ τῶν καλάμων, ὅμοιον ἁλσὶ τῇ συστάσει καὶ θρυβόμενον ὑπὸ τοῖς ὀδοῦσιν ὥσπερ οἱ ἅλες.

Μελίλωτος κάλλιστος ὁ Ἀττικὸς καὶ ὁ ἐν Κυζίκῳ καὶ ὁ ἐν Καρχηδόνι γεννώμενος, κροκίζων καὶ εὐώδης. φύεται δὲ καὶ ἐν Καμπανίᾳ περὶ Νῶλαν, τηλίζων καὶ ἄτονος κατὰ τὴν εὐωδίαν.

Μελισσόφυλλον· ἥδονται τῇ πόᾳ αἱ μέλισσαι· τὰ δὲ φύλλα αὐτῆς ὄζει κεδρομήλων.

Μέσπιλον· τὸ δένδρον ἀκανθῶδές ἐστι, καρπὸν φέρον μικρόν, μήλῳ ὅμοιον, ἡδύν, ἔχοντα τρία ὀστάρια. στύφει δὲ καὶ βιβρωσκόμενός ἐστιν εὐστόμαχος, κοιλίας στεγνωτικός.

Μήδιον φύεται ἐν παλισκίοις καὶ πετρώδεσι τόποις. φύλλα σέριδι ὅμοια· καυλὸς τρίπηχυς· ἄνθη πορφυροειδῆ, μεγάλα καὶ περιφερῆ· καρπὸς μικρός, κνήκῳ ὅμοιος· ῥίζα σπιθαμιαία, βακτηρίας ἔχουσα πάχος, στρυφνή.

Μήκων ῥοιάς· ὠνόμασται δὲ διὰ τὸ ταχέως τὸ ἄνθος ἀποβάλλειν. φύεται δʼ ἐν ἀρούραις ἔαρος· τότε καὶ συλλέγεται. ἔοικε τὰ φύλλα ὀριγάνῳ ἢ κιχορίῳ ἢ θύμῳ, ἐπεσχισμένα, μακρότερα· καυλὸν δὲ σχοινώδη, ὀρθόν, παχὺν ὡς πήχεως· ἄνθος φοινικοῦν, ἐνίοτε δὲ λευκόν, ὅμοιον τῷ τῆς ἀνεμώνης· καρπὸς πυρρός· ῥίζα δʼ ὑπομήκης, ὑπόλευκος καὶ δακτύλου ἔχουσα μικροῦ πάχος.

Μικρὰ μήκων ἡ μέν τίς ἐστιν ἥμερος καὶ κηπευτή, ἧς τὸ σπέρμα ἀρτοποιεῖται πρὸς τὴν ἐν ὑγιείᾳ χρῆσιν, καὶ σὺν μέλιτι δʼ ἀντὶ σησάμης αὐτῷ χρῶνται· θυλακῖτις δὲ καλεῖταί τις ἐπίμηκες ἔχουσα τὸ κεφάλιον· τὸ σπέρμα λευκόν. ἡ δέ τις ἀγρία ἐγκαθημένην ἔχουσα τὴν κωδύαν, σπέρμα μέλαν· ἡ δὲ καὶ πιχῖτις ὀνομάζεται, ὑπʼ ἐνίων δὲ ῥοιὰς καὶ αὐτὴ διὰ τὸ ῥεῖν τὸν ὀπόν. τρίτη δʼ ἀγριωτέρα καὶ φαρμακωδεστέρα καὶ μικροτέρα τούτων, ἔχουσα τὴν κωδύαν ἐπιμήκη. κράτιστος δʼ ἐστὶν ὀπὸς ὁ πυκνὸς καὶ βαρὺς ἔν τε τῇ ὀσμῇ καρωτικός, πικρὸς ἐν τῇ γεύσει εὐχερῶς τε διειμένος ὕδατι, λεῖος, λευκός, οὐ τραχὺς οὔτε θρομβοειδὴς οὔτε συστρεφόμενος ἐν τῷ διηθεῖσθαι ὡς κηρός, ἔν τε τῷ ἡλίῳ τεθεὶς διαχεόμενος καὶ πρὸς λύχνον ἐξαπτόμενος οὐ ζοφώδει φλογί, φυλάσσων τε μετὰ τὸ σβεσθῆναι τὴν ἐν τῇ ὀσμῇ δύναμιν. δολοῦσι δʼ αὐτὸν γλαύκιον μιγνύντες ἢ κόμμι ἢ θρίδακος ἀγρίας χυλόν· ἔστι δʼ ὁ μὲν ἐκ τοῦ γλαυκίου κροκίζων ἐν τῇ ἀνέσει, ὁ δʼ ἐκ τῆς θρίδακος ἐξίτηλος τῇ ὀσμῇ καὶ τραχύτερος, καὶ ὁ ἐκ τοῦ κόμμεως ἄτονος καὶ διαυγής. ἔνιοι δʼ εἰς τοσοῦτον ἀπονοίας παραγίνονται ὡς καὶ γῆς μιγνύναι αὐτῷ. φώγνυται δʼ εἰς τὰ ὀφθαλμικὰ ἐπʼ ὀστράκου καινοῦ, ἕως μαλακὸς καὶ κιρρὸς φανῇ. οὐκ ἄτοπον δʼ ὑπογράψαι καὶ τὸν τρόπον, ᾧ τὸν ὀπὸν συλλέγουσιν· οἱ μὲν οὖν τὰς κωδύας μετὰ τῶν φύλλων κόπτοντες ἐκθλίβουσι διὰ πιεστῆρος καὶ τρίβοντες ἐν θυείᾳ ἀναπλάττουσι τροχίσκους· καλεῖται δὲ τὸ τοιοῦτον μηκώνιον, ἀδρανέστερον ὂν τοῦ ὀποῦ. ὀπίζοντας δὲ δεῖ μετὰ τὸ τὰς δρόσους ἐξικμασθῆναι περιγράφειν μαχαιρίῳ τὸν ἀστερίσκον ὡς μὴ εἰς τὸ ἐντὸς διατρῆσαι, καὶ ἐκ πλαγίων δὲ τὰς κωδύας εὐθείας ἐκτέμνειν ἐπιπολῆς καὶ ἀποψᾶν τὸ δάκρυον τὸ ἐπερχόμενον δακτύλῳ εἰς μύακα καὶ πάλιν ἐπιπορεύεσθαι μετʼ οὐ πολύ· εὑρίσκεται γὰρ ἐπισυνεστός, καὶ τῇ ἐπιούσῃ δʼ εὑρίσκεται. δεῖ δὲ καὶ τοῦτο τρίβοντας ἐν θυείᾳ ἀναπλάττειν καὶ ἀποτίθεσθαι· ἐν μέντοι τῷ τέμνειν ὀπίσω ἀναχωρεῖν δεῖ πρὸς τὸ μὴ ἅψασθαι ὑπὸ τῶν ἱματίων τὸν ὀπόν.

Μήκων κερατῖτις, ἣν ἔνιοι παράλιον καλοῦσιν, οἱ δʼ ἀγρίαν μήκωνα· φύλλα δʼ ἔχει λευκά, δασέα, ὅμοια φλόμῳ, πεπρισμένα τὴν περιφέρειαν ὥσπερ τῆς ἀγρίας μήκωνος· καὶ τὸν καυλὸν ὅμοιον· ἄνθος ὠχρόν, καρπὸν μικρόν, καμπύλον ὥσπερ κέρας, ὅμοιον τῷ τῆς τήλιδος· σπέρμα δὲ μικρόν, μέλαν, ὅμοιον τῷ τῆς μήκωνος· ῥίζαν ἐξ ἐπιπολῆς φυομένην, μέλαιναν, παχεῖαν. φύεται ἐν παραθαλαττίοις τόποις καὶ τραχέσιν. ἔνιοι ἐπλανήθησαν ἐκ ταύτης νομίσαντες τὸ γλαύκιον γίνεσθαι διὰ τὴν τῶν φύλλων ἐμφέρειαν.

Μήκων ἀφρώδης ὑπό τινων Ἡρακλεία καλεῖται· ἔχει καυλὸν σπιθαμιαῖον καὶ τὸ φύλλον σφόδρα πικρόν, στρουθίῳ ἐοικὸς καὶ παρʼ αὐτῷ καρπὸν λευκόν· καὶ τὸ ὅλον δὲ βοτάνιον λευκόν ἐστι καὶ ἀφρῶδες· ῥίζαν δὲ λεπτὴν ἐπὶ πλεῖον. τούτου ὁ καρπὸς συλλέγεται, ὅταν τελείως ἁδρυνθῇ θέρους, καὶ ξηρανθεὶς ἀποτίθεται.

Μῆον Ἀθαμαντικὸν γεννᾶται πλεῖστον ἐν Μακεδονίᾳ, ὅμοιον καυλῷ καὶ τοῖς φύλλοις ἀνήθῳ, δίπηχυ ὡς τὸ πολὺ ἀναβαῖνον, ταῖς ῥίζαις συνεσπαρμένον λεπταῖς, πλαγίαις καὶ εὐθείαις, μακραῖς, εὐώδεσι, θερμαινούσαις τὴν γλῶτταν.

Μυελῶν κράτιστος ὁ ἐλάφειος, εἶτα μόσχειος καὶ μετὰ τοῦτον ταύρειος, εἶτα αἴγειος καὶ προβάτειος. συνίσταται δὲ θέρους τοῦ συνεγγίζοντος τῷ φθινοπώρῳ· ἐν γὰρ τοῖς ἄλλοις καιροῖς αἱμαλωπίαι καὶ ... εὔθρυπτος ἐν τοῖς ὀστέοις εὑρίσκεται. ἔστι δὲ δύσγνωστος, ἂν μή τις αὐτὸν ἐξοστεΐσας ἀποθῆται. θεραπεύεται δʼ ὁ πρόσφατος μαλαχθεὶς παραχεομένου ὕδατος, ἐκλεγομένων τῶν ὀστέων, εἶτα διʼ ὀθονίου ὑλισθεὶς καὶ ὡσαύτως πλυθείς, ἄχρις ἂν οὗ τὸ ὕδωρ καθαρὸν γένηται, ἔπειτα ἐν διπλώματι τακείς, ἀναληφθείσης πτερῷ τῆς ἐπινηχομένης ῥυπαρίας καὶ διυλισθείσης εἰς θυείαν, μετὰ τὸ παγῆναι ἀποτίθεται ἐν ὀστρακίνῳ καινῷ ἀγγείῳ, ἀποξυομένης ἐπιμελῶς τῆς ὑποστάθμης. εἰ δʼ ἀθεράπευτον ἀποθέσθαι βούλει, ποίει πάντα ὡς ἐπὶ τοῦ ὀρνιθείου καὶ χηνείου στέατος.

Μυκήτων οἱ φθαρτικοὶ παρὰ πολλὰς αἰτίας τοιοῦτοι γίνονται· ἢ γὰρ ἥλοις κατιωμένοις ἢ ῥάκεσι σεσηπόσιν ἢ ἑρπετῶν φωλεοῖς παραφύονται ἢ δένδρεσιν ἰδίως βλαπτικοῖς. ἔχουσι δʼ οὗτοι γλινώδη ἐπίπαγον καὶ τεθέντες μετὰ τὸ ἀφαιρεθῆναι ταχέως διαφθείρονται σηπόμενοι. οἱ δʼ ἐδώδιμοι ζωμοποιοί· πλεονασθέντες μέντοι καὶ οὗτοι βλάπτουσι δυσπεπτούμενοι ἢ πνίγοντες ἢ χολέραν ἐπάγοντες. βοηθοῦνται δὲ πάντες ποτιζόμενοι ἐλαίῳ ἢ νίτρῳ ἢ κονίᾳ μετʼ ὀξάλμης ἢ θύμβρας ἀποζέματι ἢ ὀριγάνου ἢ ὀρνιθείᾳ κόπρῳ μετʼ ὄξους πινομένῃ ἢ μέλιτι πολλῷ ἐκλειχομένῳ.

Μυὸς ὦτα καυλοὺς ἀνίησιν ἀπὸ μιᾶς ῥίζης πλείονας, ὑπερύθρους τὰ κάτωθεν, κοίλους· φύλλα δὲ στενὰ καὶ ἐπιμήκη, ῥάχιν ἐπηρμένην ἔχοντα, μελανίζοντα, ἀνὰ δύο πεφυκότα ἐκ διαστημάτων, εἰς ὀξύτερον ἀπολήγοντα· ἐκφύεταί τε λεπτὰ καυλία ἐκ τῶν μασχαλῶν, ἐφʼ ὧν ἀνθύλλια κυανίζοντα, μικρὰ ὥσπερ τὰ τῆς ἀναγαλλίδος· ῥίζα δὲ δακτύλου τὸ πάχος, ἔχουσα πολλὰς ἀποβλαστήσεις. καθόλου δʼ ἐστὶν ἡ πόα ὁμοία ταῖς σκολοπένδραις, λεπτοτέρα δὲ καὶ ἐλάττων. ταύτης ἡ ῥίζα καταπλασθεῖσα αἰγιλώπια ἰᾶται. ἔνιοι δὲ καὶ τὴν ἑλξίνην μυὸς ὦτα καλοῦσιν.

Μυρίκη δένδρον παρὰ λίμναις καὶ τοῖς στασίμοις ὕδασι φυόμενον· καρπὸν ὥσπερ ἄνθος φέρουσα κατὰ τὴν σύστασιν βρυώδη. γεννᾶται δʼ ἐν Αἰγύπτῳ καὶ Συρίᾳ ἥμερος, κατὰ τὰ ἄλλα ὁμοία τῇ ἀγρίᾳ, καρπὸν φέρουσα ἐμφερῆ κηκίδι, ἀνώμαλον, στύφοντα κατὰ τὴν γεῦσιν, ἁρμόζοντα κατὰ τὴν κηκίδος χρῆσιν εἰς τὰ στοματικά.

Μυριόφυλλον· καυλός ἐστι τρυφερός, μονόρριζος, περὶ ὃν φύλλα πολλά, λεῖα, μαράθῳ ὅμοια, ὅθεν καὶ ὠνόμασται· ὁ δὲ καυλός ἐστιν ὑπόκοιλος, διάπυκνος, ὡς ἐπίτηδες διερρινημένος. φύεται ἐν ἑλώδεσι χωρίοις.

Μυρρίνη ἥμερος πρὸς μὲν τὴν ἰατρικὴν χρῆσιν ἡ μέλαινα τῆς λευκῆς ἁρμοδιωτέρα, καὶ ταύτης μᾶλλον ἡ ὀρεινή· τὸν μέντοι καρπὸν ἀτονώτερον ἔχει. τὸ δὲ μυρτίδανον λεγόμενον ἐπίφυσίς ἐστιν ἀνώμαλος καὶ ὀχθώδης, ὁμόχρους οἱονεὶ χεῖρες περὶ τὸ τῆς μυρσίνης πρέμνον. στύφει δὲ μᾶλλον τῆς μυρσίνης· ἀποτίθεται δὲ κοπὲν καὶ μιγὲν οἴνῳ αὐστηρῷ· ἀναπλασθὲν δʼ εἰς τροχοὺς ἐν σκιᾷ ξηραίνεται. δραστικώτερον δʼ ἐστὶ τοῦ φύλλου καὶ τοῦ καρποῦ.

Μυρρίνη ἀγρία ἢ ὀξυμυρρίνη, ἧς ὁ ἀσπάραγος νεοθαλὴς ἐσθίεται, διουρητικὸς ὤν, καρπὸν ἔχει περιφερῆ, ἐρυθρὸν ἐν τῷ πεπαίνεσθαι, τὸ ἐντὸς ἔχοντα τὸ ὀστῶδες.

Μυρσίς — οἱ δὲ μύρραν καλοῦσι — τῷ καυλῷ καὶ τοῖς φύλλοις ἔοικε κωνείῳ· ῥίζαν δʼ ἔχει ἁπαλήν, ὑπομήκη, περιφερῆ καὶ εὐώδη, ἡδεῖαν βρωθῆναι.

Μῶλυ τὰ μὲν φύλλα ἔχει ἀγρώστει ὅμοια, πλατύτερα δʼ ἐπὶ γῆν· ἄνθη λευκοΐοις ὅμοια, γαλακτόχροα, ἧττον δὲ πρὸς τὰ τοῦ ἴου· καυλὸν δὲ λεπτόν, πηχῶν τεσσάρων· ἐπʼ ἄκρου δʼ ἔπεστιν ὡσεὶ σκορδοειδές· ῥίζα δὲ μικρά, βολβοειδής.