eul_wid: qvi-ad
Life of OppianΒίτα Ὀππιανοῦ (β)
Oppian Lives Life of Oppian PDF
| [40] | Ὀππιανοῦ βίος. Ὀππιανὸς ὁ ποιητὴς πατρὸς μὲν ἦν Ἀγησιλάου, μητρὸς δὲ Ζηνοδότης, τὸ δὲ γένος ἀπὸ Κωρύκου ἢ ἀπ’ Ἀναζάρβου τῆς Κιλικίας· ἔστι δ’ ἡ ἄνω Κώρυκος Κιλίκων πόλις. Ἀγησίλαος δ’ ὁ τούτου πατὴρ τὰ μὲν ἄλλα πλούσιος ὢν καὶ τῶν ἐν τῇ πολιτείᾳ πρῶτος νενομισμένος τὸν υἱὸν ἐν παιδείᾳ τῆς ἐγκυκλίου μαθήσεως δίδωσιν. ἤδη δὲ τοῦ Ὀππιανοῦ περὶ λʹ ἔτη γενομένου καὶ τοῦ πατρὸς ζῶντος ἔτι ἐπεδήμησε Σεβῆρος ὁ Ῥωμαίων βασιλεὺς ἐν τῇ τῶν Κωρυκίων πόλει· καὶ ἐπειδὴ πάντως ἔδει τοὺς πολιτευομένους ὑπαντᾶν τῷ βασιλεῖ, ἀμελήσαντος τοῦ Ἀγησιλάου τὴν ὑπάντησιν ποιήσασθαι, ἅτε δὴ ἐμφιλοσόφως ζῶντος καὶ ἀπηλλαγμένου πάσης κενοδοξίας, ὀργισθεὶς ὁ Σεβῆρος κατεδίκασε τὸν Ἀγησίλαον, ἐν δὲ νήσῳ τῆς Ἰταλίας καλουμένῃ Μελίτῃ ἐξώρισεν. ἀπελθόντος δ’ αὐτοῦ ἐν τῇ νήσῳ συνείπετο καὶ ὁ υἱός. ἐκεῖ δὲ διατρίβων ἔγραψε τὰ ποιήματα τὰ κάλλιστα ταῦτα ἐν εʹ βιβλίοις, οἷα οὐδεὶς συνέταξεν. ταῦτα δὲ τελέσας ἐν τῇ νήσῳ, ἀνελθὼν ἐν τῇ Ῥώμῃ καὶ συγκαλέσας τὴν σύγκλητον καὶ τὸν Σεβήρου υἱὸν Ἀντωνῖνον, ἤδη τελευτήσαντος τοῦ Σεβήρου, ἀνέγνω ἐπὶ τούτου τὰ ποιήματα. θαυμασθεὶς δ’ ἐπὶ τούτοις ἠξιώθη παρὰ τοῦ βασιλέως αἰτήσασθαι ὃ ἂν βούλοιτο. ὁ δὲ „τὸν πατέρα“ φησίν „ἀφεῖσθαι βούλομαι τῆς νήσου.“ οὐ μόνον δὲ τὸν πατέρα ἔλαβεν, ἀλλὰ καὶ τοσαῦτα νομίσματα, ὅσους εὑρέθη ἔχοντα στίχους τὰ ποιήματα. παρὰ τοῦ βασιλέως οὖν τιμηθεὶς καὶ ἐν τοῖς ἀρίστοις τῶν ποιητῶν καταταχθείς, λαβὼν παρὰ τοῦ βασιλέως τὰ δωρηθέντα αὐτῷ χρυσοῖς γράμμασι τὰ ποιήματα ἔγραψεν. συνέταξε δὲ καὶ ἄλλα ποιήματα θαυμαστά, παῖς ὢν ἔτι, τά τ’ Ἰξευτικὰ καὶ Κυνηγετικά, ἑκάτερα ἐν εʹ βιβλίοις παρὰ μέρος περιλαβών, ἐν τούτοις δὲ μάλιστα διέπρεψεν, ἅτε δὴ περὶ τὴν ἀκμὴν τοῦ φρονεῖν γεγενημένος. ἐπανῆλθε δ’ εἰς τὰ οἰκεῖα μετὰ τοῦ πατρός, εὐθέως δὲ λοιμοῦ ἐπελθόντος ἐν τῇ τῶν Κωρυκίων πόλει τριακονταέτης ὢν τελευτᾶ, καταλιπὼν τοὺς γονεῖς περιόντας. ἠρίον δὲ θαυμαστὸν αὐτῷ ἡ πόλις ᾠκοδόμησε καὶ ἄγαλμα πολυτελὲς ἔστησεν, ἐγχαράξασα τάδε· Ὀππιανὸς κλέος ἔσχον ἀοίδιμον, ἀλλά με Μοιρῶν βάσκανος ἐξήρπαξε μίτος, κρυερός τ’ Ἀΐδας με καὶ νέον ὄντα κατέσχε, τὸν εὐεπίης ὑποφήτην. εἰ δὲ πολύν με χρόνον ζωὸν μίμνειν φθόνος αἰνὸς εἴας’, οὐκ ἄν τίς μοι ἴσον γέρας ἔλλαχε φωτῶν. τέλο ς. Ὀππιανὸς σελίδεσσιν ἁλίπλοα φῦλα συνάψας θήκατο πᾶσι νέοις ὄψον ἀπειρέσιον. |