eul_wid: tag-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Life of Dionysius by Lives of Dionysius Periegetes

The Life of Dionysius is a brief prose biography attributed to the author known as Dionysius the Voyager. The work is described as consisting of only two passages, but its specific content, narrative scope, and the identity of its biographical subject, presumably a figure named Dionysius, remain undocumented. It is not listed among the known works of major ancient authors in standard reference works. The biography is not attested in standard accounts of ancient Greek literature or manuscript traditions. Its extremely brief described length suggests a fragmentary or otherwise limited text, though its current preservation status cannot be confirmed. The work and its author remain obscure. Its absence from primary scholarly resources indicates it is either lost, known only by title, or represents a minor or pseudepigraphal work not integrated into the mainstream classical canon.

Γένος Διονυσίου τοῦ Περιηγητοῦ
Διονύσιος ὁ Περιηγητὴς υἱὸς μὲν Διονυσίου ἦν, γένει Ἀλεξανδρεὺς
ἐκ πολιτείας ἐνδόξου. τοῖς δὲ τῶν αὐτοκρατόρων ἦν χρόνοις, ὡς αὐτὸς
ἐν τούτωι τῶι ποιήματί φησι
Ῥώμην τιμήεσσαν, ἐμῶν μέγαν οἶκον ἀνάκτων.
ἐξηγούμενος δὲ τὰ Μηδικὰ φανερῶς ὁμολογεῖ προγενέστερον αὐτοῦ
τὸν Αὔγουστον γεγονέναι, ἡττηθῆναι γὰρ ὑπʼ αὐτοῦ πάλιν τοὺς Πάρ-
θους ἐκτίνοντας ὑπὲρ τοῦ Κράσσου δίκην, ὡς ἐν τοῖς ἑξῆς φησί.
ἀλλʼ ἔμπης κατὰ δῆριν ἀμαιμακέτους περ ἐόντας
Αὐσονίου βασιλῆος ἐπεπρήϋνεν ἀκωκή.
σαφὲς τοῦτο ποιεῖ λέγων τὴν κηρυναίων ἧτταν λουκτούλου τοῦ
Ῥωμαίων στρατηγοῦ πρότερον δολοφονηθέντος. πῶς δὲ καὶ διὰ τί,
προιόντες ἀποδείξομεν.
γέγραπται δὲ αὐτῶι καὶ Λιθιακῶν βιβλία τρία, Διοσημιῶν τε
καὶ Γιγαντείων ἕτερα, καὶ κατά τινας Ὀρνιθιακῶν· νοθεύουσι γὰρ αὐτά
τινες, Διονυσίου τοῦ Φιλαδελφέως αὐτὰ λέγοντες. τὰ δὲ Λιθικὰ μᾶλλον
ἀποδέχονται διὰ τὸ τὸν αὐτὸν εἶναι χαρακτῆρα. τὰ δὲ Βασσαρικὰ διὰ
τραχύτητα ποσὴν αὐτοῦ χωρίζοντες ἀναφέρουσιν εἰς τὸν Σάμιον. χαί-
ρει δὲ οὗτος Ὁμηρικῶι ζήλωι πρὸς ἔνια· πολλὴ γὰρ ἐπανάληψίς ἐστι
καὶ παρʼ αὐτῶι. γλαφυρὸς δὲ ὢν τῶι πλάσματι τῶν ποιημάτων οὐχ ἥκι-
στα μεταδιώκει τὸ ἀνθηρόν. ὥσπερ γάρ τις ἄριστος ἐν τούτωι ζωγράφος
ἀφορῶν εἰς τὸ ἄπειρον τῶν ἐθνῶν ἐπιλέγεται δεόντως, αὐτοῦ τοῦ κάλ-
λους ἔργον, τῶν μὲν ὀνομάτων τὰ εὐσύνθετα, τῶν δὲ λέξεων τὰ ἀνθηρά,
ὥστε γίνεσθαι σύμμετρα μὲν τὰ ὀνόματα, χρώματα δὲ τὰς λέξεις.
ἱστορικὸν δὲ τὸ ὑποκείμενον ποίημα ῥητέον. ἡ γὰρ ἱστορία διαι-
ρεῖται εἴς τε γενεαλογικὸν καὶ χρονικόν, πραγματικόν τε καὶ τοπικόν,
οὗπερ εἴδους ἡ ὑποκειμένη πραγματεία τῶι ποιητῆι. ὅτι δὲ καὶ χρή-
σιμον τὸ ποίημα δηλοῖ ἐκ τοῦ σαφηνίζεσθαι διὰ τούτων παρὰ ποιηταῖς
ἔνια πρὸς ἐμπορίαν τε καὶ ἀποδημίαν ὠφέλιμα, οὐ μὴν ἀλλὰ καὶ γεωρ-
γίαν, ὅταν, ἐπιγνῶμεν ὡς ἥδε μὲν ἡ γῆ λεία τε ἄρα καὶ κατάρρυτος,
ἑτέρα δὲ αὐχμηρά, πρὸς ἐπίγνωσίν τε ἤθους ἀνδρῶν ἐπιτήδειον ἡγε-
μονικόν τε πρὸς τὰς ἐπιμιξίας. ἀποδείκνυσι δὲ τοῦτο καὶ ὁ ποιητής, ὡς
ὠφέλιμόν τι χρῆμα περιήγησις. θαυμάζων δὲ τὴν Ὀδυσσέως πολυπει-
ρίαν ἔφη
πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
δαιμονίως τε αὐτὸν ἔχοντα περὶ τὴν πεῦσιν εἰσάγει, λέγοντα
τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;
ἔτι δὲ βασιλεῖς ἐπὶ τοῦτο σπουδαῖοι καὶ πρός γε τούτοις Ἡρακλῆς τε
καὶ Διόνυσος. Ἀλέξανδρος μὲν οὖν ἐπὶ Σκύθας ἰὼν καὶ τοὺς Ἰνδοὺς
ἔγνω τὸν ἑῶιον Ὠκεανόν, Ἀντίοχοί τε καὶ Πτολομαῖοι περιιόντες
οὐκ ὀλίγην ἱστόρησαν γῆν. ὁ δὲ παλαιὸς Αἰγύπτιος, οὗ καὶ Ἡρόδοτος
ἐμνήσθη, μετὰ τὴν ἱστορίαν ἐνθυμηθεὶς οὐ μόνον τοῖς Αἰγυπ-
τίοις ἀλλὰ καὶ Σκύθαις ἠξίωσε μεταδοῦναι τῆς τῶν πινάκων γραφῆς.
οὐχὶ ἥκιστα δὲ καὶ οἱ φιλόσοφοι τὴν περίοδον τῆς ἀποδημίας ἐτίμη-
σαν, ὧν ἐστι Πλάτων καὶ Ἀριστοτέλης. ὁ μὲν γὰρ εἰς Αἴγυπτον καὶ
Σικελίαν σταλεὶς οὐ μετρίως ἤρα τοῦ χρήματος, ὁ δὲ καὶ συγγραμμάτων
ἠξίωσε τὸ περίεργον, ὡς ἐν τῶι περὶ πολιτειῶν καὶ ζώιων ἔστι μαθεῖν.
ἄξιον δὲ καὶ περὶ προοιμίου βραχέα διαλαβεῖν, ἵνα καὶ τοῦτο τὸν
ἄνδρα κρίναντες δῶμεν αὐτῶι συγγράφεσθαι τῶι ποιητικῶι συλλόγωι
διὰ τὴν τέχνην. ἴδιον τοίνυν προοιμίου τὸ ἐνδείκνυσθαι περὶ ποίων
πραγμάτων ἐρεῖ καὶ περιέχειν τὴν ὑπόθεσιν τὴν ὅλην τε τῆς πραγμα-
τείας ἐπαγγελίαν. ἀρετὴ δὲ μὴ παντὶ ἁρμόζειν δύνασθαι, ἀλλὰ ἰδίως
ἐκείνωι τῶι τοῦ σκοποῦ καὶ τῆς ὑποθέσεως ὄντι κυρίωι. δεῖ δὲ αὐτῶι
τὸ σύντομον εἶναι καὶ τῆι ποιήσει προσφυὲς τῶι τε πράγματι, καὶ
μὴ σφόδρα διηρμένον. ἀποτιθέναι γὰρ δεῖ τὸν ὄγκον ἢ λαμπρῶς ἀρ-
ξάμενον ἀπολεπτύνειν ὡς ὁ Ἀντίμαχος· ἤρξατο μὲν γὰρ ἐπηρμένως,
οὐδὲν δὲ περὶ τῶν Ἀργείων ἐπήνεγκεν. Ὅμηρος δὲ οὐ τοιοῦτος, ἀλλὰ
τὸ προοίμιον ἐκ τῶν πραγμάτων λαβὼν εὐθέως τὰ κεφάλαια τῆς
ποιήσεως περιγράφει. τὸ δὲ τῶν Ἔργων καὶ ἡμερῶν Ἡσιόδου καὶ τῆς
Θεογονίας πάσης ἔστι προτάξαι ποιήσεως· διὸ καὶ ὁ Κράτης αὐτὰ κατὰ
λόγον ἠθέτει Πίνδαρον μέντοι ἀποδεκτέον καὶ Σιμω-
νίδην, ὅτι τῶν ἀρχαίων ποιητῶν προοιμιαζομένων τὰς Μούσας οὗτοι
τὰς εἰσβολὰς ἐν πολλοῖς ἀπʼ αὐτῶν ποιοῦνται τῶν πραγμάτων. οἱ μέντοι
τὰ μονόστροφα πράξαντες Ἀνακρέων καὶ Ἀλκαῖος ἅμα τῆι Σαπφοῖ διὰ
βραχύτητα τῶν ὠιδῶν καὶ τὸ μὴ διατίθεσθαι μύθους ἀπροοιμίαστοι
δεόντως εἰσίν. ἔστιν οὖν ὁ ἀνὴρ τῶι προοιμίωι ποιητικός, εἴγε τὸ
ἴδιον φυλάξας οὐ διέβαλε τὴν τέχνην.
εἰ δὲ δεῖ περὶ τῆς τῶν γεωγραφικῶν ἀρετῆς καὶ κακίας εἰπεῖν, ἐροῦ-
μεν ὡς ἀρετῆς μὲν αὐτῶν ἐστιν ἴδιον τὸ φυλάττειν τὰ γεωγραφικὰ χει-
ραγωγούμενα ὑπὸ τῆς ἀληθοῦς ἱστορίας, κακίας δὲ τὸ κατάρχεσθαι μὲν
ἀπὸ γεωγραφικῶν ἁμαρτάδων, κατατρέχειν δὲ εἰς ἀσύστατον ἱστορίαν.
ἡ δὲ τοῦ ποιήματος ὑπόθεσις οἰκουμενικὸν ἐπαγγελλομένη τὸ πρᾶγμα
τοῦ ἔπους γλαφυρὸν ἠνάγκασε γενέσθαι. ὁ γὰρ τῶν πόλεων ἄπειρος ὢν
κατάλογος τῆι τῶν ὀνομάτων ἐπισυναφθεὶς ὀνομασίαι τοῦ μὲν ἰσχνοῦ
τὸ ἀσθενὲς ἐξέφυγε, τοῦ δὲ ἀνθηροῦ τὸ ἡδὺ παρηιτήσατο διὰ τὴν ἔκλυ-
σιν. ἐξ ὧν ὁ ποιητὴς ἀποδείκνυται ποικίλος, εἴγε πρὸς τὰς ὑποθέσεις
αὐτοῦ ἁρμόζει, ποτὲ μὲν καταγλυκαίνων τῶι ἀνθηρῶι τὰ ἔπη ὡς ἐν τοῖς
αὐτοῦ Λιθιακοῖς ἀποδέδεικται, ποτὲ δὲ τῶι γλαφυρῶι διατορεύων, ὡς ἐκ
τοῦ παρακειμένου βιβλίου σαφές. ὅτι δὲ διαβέβληται τὸ παχύ, σαφῶς
ὁ Καλλίμαχος ἐν τοῖς Ἐπιγράμμασι δηλοῖ. διασύρων γὰρ Ἀντιμάχου
τὸ ποίημα τὴν Λύδην ἔφη
Λύδη καὶ παχὺ γράμμα καὶ οὐ τορόν.
κρημνοποιός τε καὶ στόμφαξ παρὰ τοῖς τραγικοῖς
Αἰσχύλος εἴρηται, ἐπεὶ μὴ κέχρηται καθαρᾶι καὶ ἀνειμένηι τῆι λέξει.
τί δεῖ παραλαμβάνειν Ἀριστοφάνην τὰ φαῦλα τῶν ποιημάτων ἐν τοῖς
Βατράχοις οὐ μετρίως κωμωιδήσαντα; τοῦ πράγματος οὖν ἐπείγοντος
ἡμᾶς ἥκειν ἐπὶ τὴν ἐξήγησιν, ἄλλως τε καὶ τὸ κρίνειν οὐχ ἡμῶν — ἡ
γὰρ μείζων ἐπαγγελλομένη τοῦτο φιλοσοφία τῆι τῶν ἐλέγχων ἀληθείαι
τὸν ἐπιχειρεῖν ἐθέλοντα δυσωπεῖ — … τοιγαροῦν ἴωμεν ἐπὶ τὴν ἐξήγη-
σιν.