eul_wid: kim-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On the Heliconian Contest by Nicocrates the Historian

The work On the Heliconian Contest, attributed to the otherwise unknown historian Nicocrates, is preserved only by its title and a handful of fragments. Its subject was likely a musical or poetic competition held at the Valley of the Muses on Mount Helicon in Boeotia, a major cult centre for the Muses and the site of the Mouseia festival. An alternative title, Extracts, indicates that the surviving remnants are quotations preserved by later authors. Based on its title and the genre of local history, the work probably addressed the religious cult and sanctuaries of the Muses, the history and conduct of Greek musical and poetic competitions, and Boeotian topography and festival rituals. The work is known solely from an entry in the tenth-century Byzantine encyclopedia, the Suda. The few surviving passages represent fragments quoted in lost intermediary sources, with no independent manuscript tradition. Its primary importance lies as a trace of lost Boeotian local history, serving as a source for the reception of the Heliconian festival and exemplifying the antiquarian interests of Hellenistic historians.

ΠΕΡΙ ΤΟΥ ΕΝ ΕΛΙΚΩΝΙ ΑΓΩΝΟΣ.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Ἐν Αἰγαῖς τῆς Εὐβοίας παράδοξα πολλὰ γίνεται. Κατὰ γὰρ τὰς ἐτησίους τοῦ Διονύσου τελετὰς, ὀργιαζουσῶν τῶν μυστίδων γυναικῶν, βλαστάνουσιν αἱ καλούμεναι ἐφήμεροι ἄμπελοι, αἵτινες ἕωθεν μὲν τὰς τῶν καρπῶν ἐκβολὰς ποιοῦνται, εἶτʼ αὖ πάλιν βότρυας βαρυτάτους πρὸ μεσημβρίας πεπαίνουσι, ὥστε πρὸς τὴν ἑσπέραν δρεπόμενοι ἄκρατον χορηγεῖν δαψιλὲς ταῖς ἀπὸ τοῦ χοροῦ παρθένοις. Οὐδεμία δὲ ἔνδεια γίνεται ὑπʼ αὐτοῦ κατʼ ἐχομένην τὴν ἡμέραν, ἀλλʼ ὁσάκις ἀναλίσκεται, τοσαυτάκις δαψιλεύεται. Νικοκράτης δὲ ἐν τῷ Περὶ τοῦ ἐν Ἑλικῶνι ἀγῶνος οὐ ταύτας φησὶ τὰς Αἰγὰς λέγειν τὸν ποιητὴν, ἀλλʼ ἑτέραν τινὰ νῆσον ἐν τῷ Αἰγαίῳ πελάγει, περὶ ἣν καὶ παραδοξολογία τις εἶναι μυθεύεται· τοὺς γὰρ προσορμίζοντας τῇ νήσῳ νυκτὸς ἅπαντας ἀφανεῖς γίνεσθαι, διὸ μηδὲ προσπελάζειν τινά.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Νικοκράτης δέ φησιν, ὅτι ἀπὸ Αἰγέως κατακρημνίσαντος ἑαυτὸν ἀπὸ τῆς ἀκροπόλεως εἰς τὴν θάλασσαν.

Στέφανος ὁ Βυζάντιος Βοιωτία Νικοκράτης δέ φησιν ὅτι Ποσειδῶνος καὶ Ἄρνης ἦν παῖς.