eul_wid: uyg-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Life of Isidore by Damascius of Damascus

The Life of Isidore, a philosophical biography by the Neoplatonist Damascius, was composed in Attic Greek during the early sixth century CE. Dedicated to his teacher, Isidore of Alexandria, the work is structured not as a conventional linear narrative but as a collection of anecdotes, philosophical discussions, and character portraits. Later sources indicate it was organised into 365 distinct passages. It functions as a history of the Neoplatonic schools in Alexandria and Athens, presenting Isidore as the embodiment of the ideal philosopher and spiritual guide. The text was written during a period of profound crisis for pagan intellectual life, likely following the closure of the Athenian Neoplatonic school by the Christian emperor Justinian. The work is a defence of pagan Hellenic culture and philosophy against the rising dominance of Christianity, contrasting the virtues of philosophers like Isidore with perceived shortcomings among some contemporaries. The original work is lost, surviving only in fragments preserved within later compilations, most notably the ninth-century Library of Photius and the tenth-century Suda lexicon. These extant portions provide an internal perspective on the final era of Athenian Platonism.

Γράφειν δὲ τὸν Ἰσιδώρου βίον προθέμενος, Θεοδώρᾳ τινὶ τὸ σύνταγμα προσπεφώνηκεν, Ἕλληνα μὲν καὶ αὐτῇ θρησκείαν τιμώσῃ, μαθημάτων δὲ τῶν τε κατὰ φιλοσοφίαν, καὶ ὅσα περὶ ποιητάς τε καὶ γραμματικὴν στρέφεται ἐμπειρίαν, οὐκ ἀπείρως ἐχούσῃ, ἀλλά γε καὶ πρὸς γεωμετρικήν τε καὶ ἀριθμητικὴν ἀνηγμένῃ θεωρίαν, αὐτοῦ τε Δαμασκίου καὶ Ἰσιδώρου τὴν διδασκαλίαν αὐτῇ τε καὶ ταῖς νεωτέραις ἀδελφαῖς κατὰ διαφόρους χρόνους πεποιημένων. αὕτη θυγάτηρ ἐγεγόνει Κυρίνας καὶ Διογένους τοῦ Εὐσεβίου τοῦ Φλαβιανοῦ, ὃς εἷλκε τὸ γένος ἀπὸ Σαμψιγεράμου τε καὶ Μονίμου, εἰς οὓς ἀνάγεται καὶ Ἰάμβλιχος, ἄνδρας τὰ πρῶτα τῆς εἰδωλολατρούσης ἀσεβείας ἀπενεγκαμένους. τὴν μὲν οὖν βιογραφίαν Ἰσιδώρου ὁ Δαμάσκιος ταύτῃ προσφωνεῖ, ἧς καὶ ἡ ἀξίωσις, καὶ ἄλλων τινῶν συναιτίων γεγενημένων τῆς προτροπῆς, αἰτία κατέστη τῷ συγγραφεῖ, καθάπερ αὐτὸς ἐπιμαρτύρεται, τῆς σπουδῆς.

Σεμνότητος μὲν ὁ λόγος ἀντέχεται· εἰς σεμνότητα δέ, οὐκ εἰς ἀλαζονικήν τινα οὐδὲ σκοτεινὴν οὐδὲ περιοδικὴν ἀχθήσεται, σαφὴς δὲ καὶ αὐτοφυὴς καὶ ἀσύνδεσμος ἔσται καὶ τῆς νεαροπρεποῦς ῥητορείας οὐκ ἐθελήσει ἀντέχεσθαι. οἰκεῖον γὰρ τὸ σεμνόν, τὸ σῶφρον, τὸ σαφές, τὸ μὴ ἐπιτετηδευμένον, τὸ ἀρχαῖον τοῦ θείου φιλοσόφου, περὶ οὗ ὁ λόγος, τῷ εἴδει καὶ τύπῳ τῆς διηγήσεως. καὶ τὸ μὴ προσκορὲς δὲ διὰ πλῆθος τῷ μὴ ἀπειροκάλῳ λόγῳ ἀναγκαῖον ὑπάρχειν. ὅπως δὲ τὸ σεμνὸν καὶ ἀρχαῖον καὶ σαφὲς καὶ σύντομον εἰς ταὐτὸ δυνατὸν ἰέναι, εἰ καὶ τοῦτο οὐ ῥᾳδίον, καὶ ποῖαι τῶν ἰδεῶν τοῦτο ἐργάζονται, καὶ τίς ἡ τούτων μῖξις, εἰπεῖν μὲν οὐ πάνυ δυσχερές, χρήσασθαι δὲ ταύταις ἐν τῷ λόγῳ καὶ κατανοῆσαι ταύτας ἑτέρου λέγοντος, τίνες τε καὶ ὅπως μεμιγμέναι καὶ τί ἑκάστης πλεονάζει, οὐκέτι εὐπετὲς τῷ μὴ μελέτῃ καὶ μαθήσει τεχνικῇ ἠγμένῳ. ἐννοίαις τε οὖν καὶ μεθόδοις ταῖς κατὰ ἀπόφασιν καὶ δίχα ἐνδοιασμοῦ καὶ μετὰ ἀξιώματος προφερομέναις χρηστέον, αἷς καὶ ἀνάγκη ἀκολουθεῖν τὸν βίον καὶ πράξεις θείου ἀνδρὸς γράφοντα, λέξει δὲ μὴ τετραμμένῃ μηδὲ ἐφʼ ἑαυτῆς σκληρᾷ, σχήμασι δὲ ὀρθοῖς καὶ μὴ ἀποστρέφουσι τὸν λόγον ἀλλʼ ἐκ τῆς τοῦ λέγοντος γνώμης προφερομένοις, κώλοις δὲ καὶ κόμμασι, μέτροις τῶν λόγων οὖσιν, ὡς ἐνδέχεται μὴ περιοδικοῖς μηδὲ συνδεδεμένοις μηδὲ ἀλλήλων ἐξηρτημένοις, ἀλλὰ δεῖ τὴν συνέχειαν μὲν αὐτῶν φυλάττεσθαι καὶ μὴ κενὰς τρόπον τινὰ χώρας εἶναι, συγκεῖσθαι δὲ καὶ ἑνοῦσθαι δίκην λίθων καλῶς ἐξεσμένων πρὸς τὸ ἀλλήλοις εὐρύθμως συνάπτεσθαι δίχα τῶν ἔξωθεν δεσμῶν — τοῦτο δὲ ἤδη τῶν πάνυ χαλεπῶν ἐν τοῖς λόγοις τῷ ὄντι ἐγγίνεσθαι —, τὰς δὲ συνθέσεις αὐτοφυῶς συγκεῖσθαι, καὶ τὰς ἀναπαύσεις βεβηκέναι ἐπί τινων ὀνοματικῶν ἢ ἄλλως μακροτέρων ἢ τοῖς χρόνοις ἢ τῷ πλήθει τῶν συλλαβῶν καὶ λέξεων. καὶ τούτοις ἑπέσθω ὁ ῥυθμὸς μὴ εὐρίπιστος ἀλλʼ ἀκόλουθος μάλιστα ταῖς ἀναπαύσεσι. τούτων δὴ ἕξεται πᾶς ὁ σεμνὸς ἅμα καὶ σαφὴς καὶ σύντομος καὶ ἀρχαῖος λόγος ἐσόμενος. ὅπως δὲ ἕκαστον τούτων κἀν τοῖς παροῦσιν ἔστι καὶ μέμικται, καὶ τίνα πλεονάζει καὶ τίνα παρεῖται καὶ διʼ ἃς αἰτίας ἕκαστον, ὅ γε τεχνίτης καὶ εὔνους τῷ λόγῳ γνώσεται. ἴστω δὲ πᾶς, ὡς οὐκ ἐπιδείξεως χάριν ἀλλὰ τοῦ ὁσίου τοῦ πρὸς τὸν κοινὸν εὐεργέτην ἅπαντα γέγραπται. μάρτυς δὲ τούτου καὶ ἡ ἀλήθεια καὶ αὐτὸς ὁ θεῖος πατήρ, περὶ οὗ ὁ λόγος, μετὰ τοῦ θεοῦ γινώσκων τὴν ἑκάστου περὶ ἅπαντα προαίρεσιν.

διὰ μηχανῆς τινος ἀπόρου καὶ ἀνθρωπίνης ἐλπίδος ἔξω καθεστηκυίας ἐν ἀπορρήτοις τὰ ἀπόρρητα διαμηχανωμένους ὑπέρ τε σφῶν αὐτῶν τῆς οὐρανίας ἐλπίδος καὶ ὑπὲρ τῶν ἄλλων Αἰγυπτίων τῆς ὅλης εὐθημοσύνης.

Σοῦδα

ἱερατικὴ καὶ φιλοσοφία οὐκ ἀπὸ τῶν αὐτῶν ἄρχονται ἀρχῶν, ἀλλʼ ἡ μὲν φιλοσοφία ἀπὸ τῆς μιᾶς τῶν πάντων αἰτίας, εἰς τὴν ὑποστάθμην τῶν ὄντων καθήκουσα διὰ μέσων τῶν ὅλων γενῶν, θείων τε καὶ τῶν μετὰ θεοὺς κρειττόνων καὶ ἐν τρίτῳ, φασί, βήματι φαινομένων. ἓν γὰρ οὐδέν ἐστι τῶν καθόλου προειρημένων τοῖς ἑκατέρωθι φιλοσόφοις, ὥστε καὶ ῥᾳδίαν εἶναι τὴν ἐφαρμογὴν τῷ βουλομένῳ προσαρμόττειν τοῖς Αἰγυπτίοις τὰ τῶν Ἑλλήνων.

τὴν δὲ ἱερατικήν, ἥ ἐστι θεῶν θεραπεία, ἐντεῦθέν ποθεν ἀπὸ τῶν περικοσμίων αἰτιῶν ἄρχεσθαι καὶ περὶ ταῦτα πραγματεύεσθαι, ψυχῶν περὶ ἀθανασίας, ὅτι κατὰ τὰ αὐτὰ καὶ Αἰγυπτίοις φιλοσοφεῖται, τῶν τε ἐν ᾅδου λήξεων παντοίων πρὸς ἀρετὴν καὶ κακίαν ἀφωρισμένων, ἔτι τῶν περὶ τὸν βίον μυρίων μεταβολῶν, ὡς ἄλλοτε ἐν ἄλλοις σώμασιν ἢ γένεσιν ζῴων καὶ φυτῶν διατριβουσῶν. Αἰγύπτιοι δὲ ταῦτά εἰσιν οἱ πρῶτοι φιλοσοφοῦντες· ἀπὸ γὰρ τῶν Αἰγυπτίων ἕκαστα τούτων οἱ Πυθαγόρειοι ἐξήνεγκαν εἰς τοὺς Ἕλληνας.

Φώτιος ἀλλʼ ἐντεῦθέν ποθεν ἀπὸ τῆς τρίτης καὶ περικοσμίου γενέσεως ἀναδήσασθαι τὰ πείσματα τῆς ἀναγωγοῦ σωτηρίας.

Σοῦδα

Ὄσιρις· τοῦτον οἱ μὲν λέγουσιν εἶναι τὸν Διόνυσον, οἱ δὲ ἄλλον· ὃν ὑπὸ Τυφῶνος δαίμονος ἐσπαράχθαι, καὶ μέγα πένθος γενέσθαι τοῖς Αἰγυπτίοις, καὶ τοῦ σπαραγμοῦ μνήμην ποιεῖσθαι ἐπὶ πάντα τὸν χρόνον.

Σοῦδα ὅσιον χωρίον Δαμάσκιος· Ὄσιρις Διόνυσος

Σοῦδα

ᾤμην αὐτὸν κεκραγέναι καταβάντα εἰς γένεσιν· «ἐγὼ δὲ καρρόθεν ἐνθάδε ἀφικόμην.»

Φώτιος, Σοῦδα

καὶ δὴ Σεβῆρος ἀνὴρ τῆς Ῥώμης πατρίκιος, ἄλλα τε διηγεῖτο ἐν Ἀλεξανδρείᾳ συνδιαιτώμενος, καὶ ὅτι λίθον ἐθεάσατο ἐν ᾧ σελήνης ἐγίνετο σχήματα μεταμορφουμένης παντοῖα μέν, ἄλλοτε δʼ ἄλλα πρὸς ἥλιον αὐξομένης καὶ μειουμένης ἐνόντα τῷ λίθῳ, καὶ αὐτὸν τὸν ἥλιον· ὅθεν ἡ φήμη τοὺς τοιούτους λίθους καλεῖ συνοδίτας. καὶ ἡλίτην δὲ λίθον ἔλεγεν ἑωρακέναι, οὐχ οἷον οἱ πολλοὶ ἑωράκαμεν, ἀκτῖνας διαφαίνοντα ἀπὸ τοῦ βάθους χρυσίτιδας, ἀλλὰ δίσκον ἡλιοειδῆ κείμενον μέσον τοῦ λίθου, σφαῖραν αὐτόθεν πυρὸς ὡς ἰδεῖν· ἀπʼ αὐτῆς δὲ τὰς ἀκτῖνας ἐκθρώσκειν ἕως ἐπὶ τὴν ἴτυν· εἶναι γὰρ σφαιροειδῆ καὶ ὅλον τὸν λίθον. ἰδεῖν δὲ καὶ σεληνίτην, οὐ τὸν ὕδατι τεγγόμενον, εἶτα ἐκφαίνοντα τὸν μηνίσκον, καὶ διὰ τοῦτο ὑδροσεληνίτην καλούμενον, ἀλλὰ κατὰ φύσιν τὴν ἑαυτοῦ τρεπόμενον ὅτε καὶ ὅπως ἡ σελήνη τρέποιτο, θαυμάσιον χρῆμα τοῦτό γε φύσεως.

Σοῦδα

νέῳ δὲ ὄντι θαυμαστόν τι συμβέβηκεν. ἀδελφῆς γὰρ υἱὸς αὐτῷ καὶ ἡλικιώτης ἔτη ὀκτωκαίδεκα γεγονώς, ἐπιδειξάμενος εὐθὺς ἐκ νέων φύσεώς τινα ῥώμην δαιμονίαν, ἀπὸ τοῦ τέγους πεσὼν ἐτελεύτα παραχρῆμα τὸν βίον· καὶ πένθους ἐπʼ αὐτῷ μεγάλου συνεστῶτος, ἐπιφοιτῶν ἐνύπνιος τῷ Ἰσιδώρῳ τοῦτον παρεμυθεῖτο.

τυφλῆς δὲ καὶ ἀσαφοῦς τῆς φήμης περιπλανωμένης.

ὁ μὲν οὖν πλεῖστος λόγος ἀπολωλέναι τὸν Αἰγύπτιον, διεφέρετο δὲ ὅμως καὶ σωτηρίας τις ἄγγελος φήμη.

Σοῦδα

ἐπεὶ δʼ ὅσιον ἦν ἐπιζητῆσαι τὸν ἀφανῆ γεγονότα ἀδελφὸν τὴν ἐπὶ Καρίας ἐτράπετο.

Σοῦδα

πάντα αὐτῷ κατὰ τὰς προφητείας ἀπήντησεν.

καταβοῶν δὲ τῶν αἰσθήσεων πασῶν, μᾶλλον τῶν ἄλλων τῆς ἁπτικῆς κατεβόα· εἶναι γὰρ αὐτὴν τῷ ὄντι χθονίαν καὶ ἀντίτυπον καὶ κατασπῶσαν τὴν ψυχὴν εἰς τὸν τῆς γενέσεως ἀέναον ὀχετόν.

Σοῦδα

ἐπέπρεπε δὲ αὐτῷ μάλιστα τὸ τῆς ψυχῆς ἱλαρόν.

Σοῦδα

κήρινον ἐκμαγεῖον· ἡ φαντασία τοῦ νοός.

Σοῦδα

προχειρότερος ἦν εἰς ἐπιτίμησιν. διὸ καὶ θαμὰ πολλοῖς προσέκρουεν, οὐκ ἀνεχόμενος αὐτῶν τὴν κακίαν ὑποκορίζεσθαι.

καὶ τάχα ἂν ἥδε ἡ πάθη ἀπροαίρετος ἂν εἴη, καὶ διὰ τοῦτο συμβαίνοι ἂν ἴσως καὶ ταῖς ἀκηράτοις.

Σοῦδα

ὁ δὲ ἐπὶ τοῖς ἁμαρτανομένοις ἰσχυρογνώμων.

Σοῦδα ναὶ μὰ τόν

ἁμαρτάνοντι ἐπέπληττε καὶ ἀδικοῦντα ἤλεγχε καὶ ἀνέστειλε τοῦ ἀδικεῖν πατρικῇ, ναὶ μὰ τόν, ὁ γενναῖος τῇ παρρησίᾳ.

Σοῦδα

τοὺς δὲ παντάπασιν ἀπεωθεῖτο ὡς ἐναγεῖς ὄντας καὶ ἀνιάτους, οὐδέν τε αὐτὸν ἐδυσώπει προσδέχεσθαι σφῶν τὴν ὁμιλίαν, οὐ πλοῦτος ἐξαίσιος, οὐ περιφάνεια πολιτείας, οὐ δυναστεία ἄμαχος, οὐ κακοήθεια τυραννική τις.

Σοῦδα

τοὺς πλουσίους οὐκ ἐν θοίνῃ ποιούμενος, οὐδὲ τὰ τούτων δῶρα προσιέμενος.

τὰ βέλτιστα παραινῶν καὶ παροξύνων τῷ λόγῳ τοὺς ἐν τῷ ἔργῳ βλακεύοντας.

Σοῦδα

καὶ παροξύνων τῷ λόγῳ τοὺς ἐν ἔργῳ βλακεύοντας. οὐδεμιᾶς γοῦν ἐτίθετο κακίας ἐλάττω τὴν ῥᾳθυμίαν, ἁπασῶν δὲ σχεδὸν τὴν μεγίστην.

Σοῦδα

ῥᾳστώνῃ συζῶντας καὶ ἀνειμένον βίον ἀσπαζομένους.

Σοῦδα

ὑπέλαβε πονηροὺς ὄντας ὑβρίζειν καὶ ῥᾳστωνεύεσθαι.

Σοῦδα

ὡς δὲ ἑνὶ λόγῳ τὸ πᾶν συλλαβεῖν, ὅπερ ἔφη ὁ Πυθαγόρας ὁμοιότατον ἔχειν τῷ θεῷ τὸν ἄνθρωπον, τοῦτο σαφῶς ἐπὶ τῶν ἔργων αὐτὸς ἐπεδείκνυτο, τὴν ἀγαθοεργὸν προθυμίαν καὶ τὴν ἐς πάντας ἐπεκτεινομένην εὐεργεσίαν· μάλιστα μὲν τὴν ἀναγωγὸν τῶν ψυχῶν ἀπὸ τῆς κάτω βριθούσης παντοίας κακίας· ἔπειτα καὶ τὴν σωτήριον τῶν σωμάτων ἐκ τῆς ἀδίκου ἢ ἀνοσίου ταλαιπωρίας· τὸ δʼ αὖ τρίτον, ἐπεμελεῖτο τῶν ἔξω πραγμάτων, ὅση δύναμις.

Σοῦδα

οὐκ ἀρκεῖ τοῖς πράγμασιν ἡ ἀγαθοθέλεια μόνον, ἀλλὰ δεῖ καὶ ῥώμης καὶ ἐπιστρεφείας.

Σοῦδα

ὁ δὲ ἀγχίνους ὢν καὶ ἐπιστρεφὴς ὅμως τι εὐπαράγωγον ἐπεδείκνυτο.

Σοῦδα

ὁ δὲ ἁπλοῦς ἦν καὶ μάλα εὔκολος, συμπειθόμενος καὶ παρελκόμενος ἀγωνιᾶν τὸ ἀνδράποδον, καθάπερ Ὀδύσσειόν τινα καὶ Θεμιστόκλειον παρεληλυθότα δεινότητα καὶ πανουργίαν.

Σοῦδα

νῦν δὲ καὶ τῷ μὴ πάνυ γελασείοντι γέλωτα παρέξει γενναῖον ἡ τοῦ ἔργου διέξοδος.

Σοῦδα

οὔτε ἐπεγγελᾶν ἠνείχοντο τοῖς εἰρημένοις.

ὅτι τριῶν ὄντων εἰδῶν τῆς ψυχῆς τριττὴ καὶ ἡ πολιτεία, καὶ ἔχει μὲν ἑκάστη τὰς τρεῖς, ἀλλʼ ἑνὶ διαμορφοῦται καὶ ὀνομάζεται τῷ ἐπικρατοῦντι. καὶ λόγῳ μὲν ἰθύνεται ὁ ὡς ἐπὶ Κρόνου Βίος ἢ ἡ λεγομένη χρυσῆ γενεὰ ἢ τὸ τῶν θεῶν ἀγχίσπορον γένος, οἷα ἐν σχήματι μύθου σεμνύνουσιν οἱ ἐν τῷ τρίποδι τῆς Μούσης καθήμενοι ποιηταί·

θυμῷ δὲ διανισταμένην πολιτείαν τὴν ἐπὶ πολέμους καὶ μάχας, καὶ ὡς ἐπίπαν φάναι, τὴν περὶ πρωτείων καὶ δόξης ἀγωνιζομένην, οἵαν γενέσθαι τὴν ἐπὶ τῆς ἱστορίας ἑκάστοτε θρυλουμένην ἀκούομεν·

ἐπιθυμίᾳ δὲ τὴν πανταχῇ διαρρέουσαν καὶ ὑπὸ τρυφῆς ἀκολάστου διεφθαρμένην, ταπεινὰ καὶ γυναικεῖα φρονοῦσαν, δειλίᾳ σύνοικον καὶ ἐν πάσῃ ὑηνείᾳ καλινδουμένην, φιλοχρήμονα, μικροπρεπῆ, δουλεύειν ἀσφαλῶς ἐθέλουσαν,

οἵα τῶν ἐν τῇ νῦν γενέσει πολιτευομένων ἡ ζωή.

Σοῦδα ὑηνεία ὅτι μέρη τῆς ψυχῆς ἢ εἴδη τρία· λογιζόμενον, θυμούμενον, ἐπιθυμοῦν. ἀναγκαῖον οὖν καὶ τριττὴ πολιτεία ἐγένετο, ἔχουσα ἑκάστη τὰς τρεῖς, ἀλλὰ τῷ κρατοῦντι ἑνὶ τὸ πᾶν μορφουμένη. καὶ τὴν μὲν προιέναι κατὰ λόγον, ἣν ἄν τις τὴν ἐπὶ Κρόνου ὀνομάσειε ζωὴν καὶ πολιτείαν·

τὴν δὲ κατὰ θυμόν, διανισταμένην εἰς πολέμους καὶ μάχας περὶ πρωτείων καὶ δόξης, οἷα τὰ ἐν ταῖς ἱστορίαις θρυλούμενας·

τὴν δὲ κατʼ ἐπιθυμίαν, πανταχῇ διαρρέουσαν καὶ ὑπὸ τρυφῆς ἀκολάστου διεφθαρμένην, ταπεινὰ καὶ γυναικεῖα φρονοῦσαν, δειλίᾳ σύνοικον καὶ ἐν πάσῃ ὑηνείᾳ καλινδουμένην, φιλοχρήμονα, δουλοπρεπῆ, οὐδὲν τίμιον οὐδὲ ἐλεύθερον διαπραττομένην, ἀνδραποδώδη καὶ ἀσθενῆ, γαστρὶ καὶ αἰδοίοις ἀεὶ τὴν εὐδαιμονίαν μετροῦσαν οὐδὲ θυμῷ γενναίῳ χρωμένην· οἶον σῶμα παρειμένον ἐν μιᾷ χώρα κείμενον ἐκνενευρισμένον, οὐδὲ κινεῖσθαι ἔτι δυνάμενον· καὶ πολλῷ χαμαιπετεστέραν ἐπεδείκνυτο τὴν ζωὴν τῶν νῦν ἐν τῇ γενέσει πολιτευομένων ἀνθρώπων.

Σοῦδα

οὐκ ἂν εὕροι τις οὔτε δαψιλὲς οὔτε πρὸς τὸ δίκαιόν τε καὶ ἴσον ἐξητασμένον.

Σοῦδα

ἄθεόν ἐστι τὸ μὴ τὴν ἀθανασίαν τῆς ψυχῆς διασῴζειν καὶ ἀνάγειν εἰς τὸ θεοειδὲς καὶ συνάγειν αὐτὴν πρὸς τὸ θεῖον ἀρρήκτοις καὶ ἀλύτοις δεσμοῖς. ἢ τἀναντία τούτων τὸ κατασπᾶν καὶ καθέλκειν τὸ ἐν ἡμῖν θεῖον εἰς τὸ γηγενὲς καὶ ἀλιτήριον καὶ γιγαντῶδες ἢ τιτανικὸν δεσμωτήριον.

Σοῦδα

ὃν μόνως οἰκεῖον ἐγνωρίζειν ὄντα καὶ προσεδέχετο. καὶ δὴ ἐν αὐτῷ θεάσασθαι ἐδόκει τὸν μυθευόμενον Κρόνιον βίον. οὐδὲ γὰρ ἄλλο τι διετέλει πράττων καὶ λέγων ἐκεῖνος ἢ συνάγων ἑαυτὸν ἀεὶ καὶ συναιρῶν, ὡς οἷόν τε, πρὸς τὸ εἴσω καὶ τὸ ἀμερέστερον.

Σοῦδα

Σαραπίων· τοῦτον ἐποιήσατο φίλον ὁ Ἰσίδωρος, τὸν ὑπερβαλόντα πάντας ἀνθρώπους ἐπὶ εὐσεβείᾳ τε καὶ ὅλῃ βίου φιλοσοφίᾳ, πλὴν αὐτοῦ τοῦ Ἰσιδώρου. τοσοῦτον δὲ τῷ ἀνδρὶ περιῆν ἀληθοῦς τρόπου τε καὶ λόγου, τοῦ τε ἐν παροιμίᾳ λέγεσθαι εἰωθότος, ἔργῳ δὲ βεβαιωθέντος ὑπʼ ἐκείνου, τοῦ «λάθε βιώσας», ὥστε οὐδένα τῶν τότε ζώντων ἀνθρώπων οὔτε τῶν νεωτέρων οὔτε τῶν πρεσβυτέρων ἐλπίσαιμι ἂν εἰδέναι οἷον λέγω· οὐδὲ ἔγνω τις ἄλλος, οἷος ἦν ὁ Σαραπίων ἐκεῖνος, οὐδὲ ἂν ἔγωγε νῦν ἠπιστάμην, εἰ μή μοι αὐτὸς ὁ φιλόσοφος ὑπέδειξε τῷ λόγῳ τὸν Σαραπίωνα. οὐ γὰρ ἔργῳ ποτὲ ἔφη πείσεσθαι αὐτὸν ἐντυχεῖν ἑτέρῳ ἀνδρί· ἄλλως τε καὶ ὅτε ἐγήρα, μηκέτι καταβαίνειν θαμὰ ἀπὸ τῆς σφετέρας οἰκίας, οἰκεῖν δὲ μόνον ἐν οἰκίσκῳ μικρῷ, τῷ ὄντι μονάδα βίον ἀναδεδεγμένον, πρὸς μόνον τὰ ἀναγκαιότατα χρώμενον τῶν γειτόνων ἐνίοις.

εὐκτικὸν μὲν οὖν εἶναι τὸν Σαραπίωνα διαφερόντως ἔλεγε καὶ ἐν ἰδιώτου σχήματι πανταχοῦ περιφοιτᾶν τῶν ἱερῶν χωρίων, ὅπου ἦγεν ὁ τῆς ἑορτῆς νόμος.

Σοῦδα

οὓς ἐπαινέσας τῆς προθυμίας ἀρκεῖσθαι ἔφη τοῖς παροῦσι.

Σοῦδα λυπρά λυπρά τε σιτούμενος καὶ σκληρῶς ἐγκαθεύδων καὶ πᾶσι κεχρημένος πολὺ ἐνδεέστερον ἢ πρὸς τὴν ἐξουσίαν.

Σοῦδα πενία καὶ πένης οὐχ ὁ μηδὲν κεκτημένος, ἀλλʼ ὁ πολλῶν ἐφιέμενος· καὶ πλούσιος οὐχ ὁ πολλὰ περιβεβλημένος, ἀλλʼ ὁ μὴ πολλῶν δεόμενος.

προθυμότατος εἰς ἀποδημίαν οὐ τὴν μάταιον καὶ τρυφῶσαν, εἰς ἀνθρώπινα οἰκοδομήματα καὶ μεγέθη καὶ κάλλη πόλεων διαχαίνουσαν· ἀλλʼ εἴ πού τι θαυμαστὸν ἀκήκοεν ἢ ἱεροπρεπές, ἀφανὲς ἢ φανόν, αὐτόπτης ἠβούλετο γενέσθαι τοῦ θαύματος.

Σοῦδα

τὰ πολλὰ δὲ ἐπʼ οἴκου διημερεύοντα ζῆν, οὔ τινα ἀνθρωπίνην ζωήν, ἀλλʼ ἀτεχνῶς εἰπεῖν θείαν, εὐχάς τε ἀεὶ καὶ ἀρετὰς πρὸς ἑαυτὸν ἢ πρὸς τὸ θεῖον φθεγγόμενον, μᾶλλον δὲ σιγῇ διανοούμενον.

αὐτὴν δὲ τὴν ψυχὴν ἐν ταῖς ἱεραῖς εὐχαῖς πρὸς ὅλον τὸ θεῖον πέλαγος ἔλεγε τὰ μὲν πρῶτα συναγειρομένην ἀπὸ τοῦ σώματος εἰς ἑαυτήν, αὖθις δὲ ἐξισταμένην τῶν ἰδίων ἠθῶν καὶ ἀναχωροῦσαν ἀπὸ τῶν λογικῶν ἐννοιῶν ἐπὶ τὰς τῷ νῷ συγγενεῖς, ἐκ δʼ αὖ τρίτων ἐνθουσιῶσαν καὶ παραλλάττουσαν εἰς ἀήθη τινὰ γαλήνην θεοπρεπῆ καὶ οὐκ ἀνθρωπίνην.

Σοῦδα

ζητητικὸς δὲ ὢν τῆς ἀληθείας καὶ φύσει θεωρητικὸς οὐ περὶ τὰ τεχνικώτερα τῆς φιλοσοφίας ἠξίου διατρίβειν, ἀλλὰ τοῖς ἁδροτέροις καὶ ἐνθουσιαστικωτέροις νοήμασιν ἐνεφύετο. διὸ μόνον σχεδὸν τὸν Ὀρφέα ἐκέκτητο καὶ ἀνεγίνωσκεν, ἐρωτῶν ἐφʼ ἑκάστοις ἀεὶ τοῖς παραπίπτουσι ζητήμασι τὸν Ἰσίδωρον, ἄκραν ὡς εἰπεῖν ἐπιστήμην ἐν θεολογίᾳ προβεβλημένον.

Σοῦδα

πολλὰ λέγει παράδοξα καὶ δοκοῦντα τοῖς φιλοσόφοις, πολλὰ τῶν καθʼ ᾅδου, οὔπω τινὰ ἀκοὴν φέροντι τῷ Ἰσιδώρῳ τοσούτων ἀκουσμάτων.

Σοῦδα

τὸ ὑγιαίνειν ἐν τῷ τεθνάναι μᾶλλον ἢ ἐν τῷ ζῆν.

τοῦτον ἐπαινῶν Ἰσίδωρος ὁ φιλόσοφος κατὰ στόμα εἶχε.

Σοῦδα

καὶ Δαμάσκιός φησιν, ὡς Ἰσίδωρος πρὸς τῇ ἀφελείᾳ καὶ ἀψεύδειαν ἠγάπα διαφερόντως καὶ ἀπεδέχετο, ὥστε καὶ εὐθύγλωττος εἶναι πέρα τοῦ δέοντος, καὶ οὐδʼ ὁτιοῦν ἔχειν ἐν ἑαυτῷ προσποιούμενον.

Σοῦδα

ἥκιστα δʼ ἄν τις αὐτὸν ἐθεάσατο παρεκβαίνοντα τὸ ἀληθὲς ἔργῳ ἢ λόγῳ ποτέ, ἤτοι πρὸς τὸ εἰρωνικώτερον ἢ ἀλαζονέστερον.

Σοῦδα

ὁ δὲ τὸ ψεῦδος ἀπεστρέφετο καθάπερ ἄλλο τι τῶν ἐξαγίστων.

Σοῦδα

ὅτι χρημάτων κρείττων ὁ γενναῖος ἀνήρ.

Σοῦδα

ὁ δὲ τῶν φίλων ἐχρῆτο τοῖς βουλεύμασι, τὰ οἰκεῖα προέμενος· περὶ γὰρ οὐδεμίαν τῶν πολλῶν ἀρετῶν οὕτως ἐσπούδακεν ὡς περὶ τὴν μητέρα αὐτῶν, κατὰ τὸν Πυθαγόραν εἰπεῖν, αὐτὴν τὴν φιλίαν.

Σοῦδα

ἦν δὲ καὶ τἄλλα σοφὸς οἴκου διαθέτης καὶ πολύ τι τῆς ἡμέρας μέρος εἰς ταῦτα ἀνήλισκε, τὰ μὲν αὐτουργῶν, τὰ δὲ διατάττων.

Σοῦδα

καὶ παρατιθέναι τῶν τραγημάτων πολλοῖς ἅμα συνεστιωμένοις ἐνίοτε καρύων μὲν τρία ἢ τέτταρα, τῶν δὲ ἰσχάδων, ἂν οὕτω τύχοι, πέντε ἢ ἕξ. εἰ δὲ παρρησιασθέντες ἡμεῖς χαρίεσσάν τινα παρρησίαν ᾐτήσαμεν ἔτι πλείους, προσέθηκεν ἂν ἴσως δύο ἢ τρία, μάλα σεμνῷ προσώπῳ καὶ οὐδὲν ὑφορώμενος τὸν τῶν νεωτέρων γέλωτα.

Σοῦδα

ᾐσθάνετο μὲν οὖν ἡμῶν ταύτῃ πῃ διακειμένων, οὐ μέντοι προσεποιήθη τὸν νοῦν προσέχειν.

Σοῦδα

οὐ γὰρ προΐετο τὰ χρήματα ῥᾳδίως, οὐδὲ πρόχειρος ἦν καταφρονεῖν χρημάτων δικαίως ὀφειλομένων, ἀλλὰ παρίστατο καὶ ἐπεξῄει τοῖς ἀποστεροῦσι μέχρι καὶ δικαστῶν ἀγοραίων.

μετριωτέρα γὰρ πειθὼ καὶ παραίνεσις τῆς ἀπὸ τῶν ἄλλων λόγων τοῖς πολλοῖς ἡ ἀπὸ τῆς ἱστορίας, καὶ μᾶλλον τῆς παλαιοτέρας ἡ ἀπὸ τῆς νεωτέρας καὶ τοῖς ἀκροωμένοις φέρουσά τι γνωριμώτερον.

Σοῦδα

ὅταν ἀντὶ πραγμάτων γεγενημένων εἴδωλα ἄττα συγγραφώμεθα, σκιὰν ὀνείρων, κατὰ Πίνδαρον.

Σοῦδα

κατὰ τὸν Αἰσχύλον οὐ δοκεῖν δίκαιος, ἀλλʼ εἶναι θέλων, βαθεῖαν τῷ ὄντι καὶ αὐτὸς αὔλακα διὰ φρενῶν καρπούμενος.

Σοῦδα

πάντως δὲ ἐπιτηδεία ἐξ αὐτῆς τῆς συμβάσεως τὴν πιστότητα.

Σοῦδα

ὁ δὲ ἠκροᾶτο λόγων γεγηρακότων καὶ σοφίᾳ τινὶ κεκραμένων.

Σοῦδα

οὕτω δὲ ἐνδόμυχος ἐγεγόνει καὶ σιωπηλὸς ἐπὶ τούτοις, ἃ κρύπτειν ἐδοκίμαζεν, ὥστε μηδὲ ἐρωτώσῃ τῇ μητέρι λέγειν ὅπη ἀπίοι.

Σοῦδα

Πάντων τῶν καθʼ αὑτὸν ἰδιωτῶν ὁμοίως καὶ φιλοσόφων ἐχέμυθος ἐς τὰ μάλιστα καὶ κρυψίνους ἦν, ἀλλʼ εἴς γε συναύξησιν τῆς ἀρετῆς καὶ τῆς κακίας μείωσιν ὅλην ἐξεκέχυτο τὴν ψυχήν.

Σοῦδα

κοσμιότης καὶ σωφροσύνη οὐ μόνον εἰσὶν ἀπαλλαγαὶ καὶ ἀφαιρέσεις τῶν ἀντικειμένων πονηριῶν, ἀκοσμίας καὶ ἀκολασίας, ἀλλὰ ζωαὶ ἐνεργεῖς καὶ αὐτοθελεῖς· καὶ ἡ μὲν ἐπιστρέφει τὰ χείρω ἐν ἡμῖν πρὸς τὰ κρείττω, ἡ δὲ, ὅσα πάθη ἐστὶ τῆς ψυχῆς, τάττουσα ταῦτα καὶ διακοσμοῦσα· ἐκγόνους τε ἑαυτῶν ἀρετὰς ἐν ταῖς τῶν πλησιαζόντων ψυχαῖς ἀποτίκτουσαι.

Σοῦδα

τὸ κόσμιον καὶ ἡσύχιον μετὰ τοῦ δραστηρίου αὐτῷ ἐτέτακτο καὶ τοῦ ἀνδρώδους· ἐπιεικὴς γὰρ ὢν καὶ πρός γʼ ἔτι ἀπράγμων ὅμως εἰς ἀγῶνα πραγμάτων ἐμβεβηκὼς ἐξ ἀνάγκης οὐδενὸς ἐλείπετο τῶν περὶ ταῦτα καλινδουμένων.

Σοῦδα

καὶ πλὴν ἀγαθῆς ψυχῆς σῶμα οὐκ ἔχων ὅμως ἔκαμνε, καὶ τὰς δυνάμεις ἐξήσκει καὶ κατεκόσμει πρὸς τὸ ἀνδρικώτερον.

Σοῦδα

καὶ αὐτῷ μὲν οὐδεὶς ἐπεκάλει τῶν πώποτε φίλων οὔτε ὄκνου πρόφασιν οὔτε μαλακιζομένην τινὰ ἀναβολὴν ἐν ταῖς χρείαις, οὔτε ῥᾳθυμίαν ἀργίας ἔκγονον ἢ δειλίας. ὁ δὲ πολλοῖς ἐπεκάλει τῶν φίλων τὰ τοιαῦτα ἐγκλήματα.

Σοῦδα

οὐ γὰρ μόνον ὁ μέγας κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει, ὡς λέγει Πίνδαρος, ἀλλὰ καὶ ὁ μέγας ἀνὴρ οὐδένα μικρὸν ἀγῶνα προσίεται· ἀλλʼ ὅπου φυγάδες ἄλλοι διʼ ἀνανδρίαν ἀποδιδράσκουσιν, ἐνταῦθα καταβαίνει παραβαλλόμενος, ἐνθʼ ἀρετὴ διαείδεται ἀνδρῶν κατὰ τὸν ποιητήν.

Σοῦδα

ὁ δὲ Ἰσίδωρος ἐνστατικὸς ὢν ἀήττητος ἔμενεν.

Σοῦδα

κατὰ τὴν ἐξ ἀρχῆς αἱρεθεῖσαν ἔνστασιν τῆς ζωῆς.

Σοῦδα

μὴ διαπράξασθαί τι κατʼ ἔχθραν ἢ κατὰ πρόσκλισιν.

Σοῦδα

οὐδὲν γὰρ εἶναι τῶν ἀνθρωπίνων ἀκεραίου συνειδότος ἀντάξιον. —δεῖ δὲ τὸν εὐσχήμονα τρόπον συνδιαιτᾶσθαι τοῖς πέλας. —εἰ καὶ ἐναντίον εἴη τῷ φαινομένῳ τὸ ἀληθινὸν ἀγαθὸν, μηδέποτε ἐκεῖνο τούτου ἐπίπροσθεν ἄγειν μηδὲ ἄλλο ὁτιοῦν περὶ πλείονος ποιεῖσθαι τῆς ἀληθείας, μήτε κίνδυνον ἀγῶνος ἐπιφερομένου μήτε ὄκνῳ ἀποστρεφόμενον ἔργον ἐπίπονον, μηδὲ κέρδος ἐπαίνου ἀδίκου, μηδὲ συνήθειαν φιλίας, μηδὲ συγγενείας τινὸς ἀνάγκην.

Σοῦδα ἀληθές ἀλήθεια δέ ἐστι θείων τε καὶ ἀνθρωπίνων ἡγεμών.

Σοῦδα

ἑαυτόν τι παρέχων ὑπόδειγμα, ὥσπερ οἱ πλαστικώτεροι τῶν δημιουργῶν, τὸν χαλκὸν ἄμορφον παραλαβόντες καὶ ἀειδέστερον, εἰς μορφὴν ἐντείνουσι καὶ κατασχηματίζουσι.

Σοῦδα τρία τὰ ὁμολογούμενα στοιχεῖα πρῶτα καὶ μέγιστα τῆς τῶν ὄντων πολυθεάμονος ἱστορίας, ἔρως, φιλοπονία, ἀγχίνοια. ἔρως τὸ πρῶτον στοιχεῖον καὶ μέγιστον, ὁ τῶν ἁπάντων τῶν καλῶν καὶ προσέτι ἀγαθῶν δεινότατος ἰχνευτής. ὀξεῖαν δὲ καὶ ἀγχίνουν φύσεως δύναμιν, ἐπὶ πολλὰ διʼ ὀλίγου φέρεσθαι δυναμένην ἑτοιμοτάτην συνιέναι καὶ γνωρίζειν τὰ ἴχνη τῶν θηραμάτων. ἐκ δʼ αὖ τρίτων φιλοπονίαν ἔχειν ἄτρυτον.

Σοῦδα

τὴν δὲ εἶναι θείαν κατακωχὴν ἠρέμα διανοίγουσαν καὶ ἀποκαθαίρουσαν τὰ τῆς ψυχῆς ὄμματα.

Σοῦδα

εἰς θέαν καὶ νόησιν τοῦ ἀληθοῦς καὶ ψευδοῦς, εὐμοιρίαν.

Σοῦδα

ὅρους δὲ ἐτίθετο καὶ τεκμήρια ὁ Ἰσίδωρος τῶν θείων ἀφωρισμένα στοιχείων πρὸς τὴν τῶν ἀνθρωπείων διάκρισιν· τῆς μὲν φιλοπονίας τὸ ἀνύσιμον ὑπὲρ πάντα λόγον, τῆς δὲ εὐσυνέτου γνώμης τὸ ἐξιστάμενον τῆς ἐμφανοῦς καὶ συνήθους τοῖς πολλοῖς ἀκολουθίας, τοῦ δὲ ἔρωτος αὐτοῦ τὸ παρηρεθισμένον εἰς τὴν τοῦ νοητοῦ κάλλους ἀπόλαυσιν ἄλλῃ δὲ οὐδαμοῦ ἀποπλανώμενον.

Σοῦδα

ὁ δὲ Ἰσίδωρος διαπτύων τὴν γένεσιν ἀεὶ πρὸς θεὸν ἐτέτατο τὴν ψυχήν. καὶ οὐδὲν ἦν ἰδεῖν ἢ ἀκοῦσαι φθεγγόμενον ἢ τὰ αὐτὰ περὶ τῶν αὐτῶν, περὶ ἀρετῆς καὶ κακίας.

Σοῦδα

ὁ δὲ Ἰσίδωρος ὑπερηγορῶν τοῦ Σωκράτους βαθύτερον ἢ κατʼ ἀκροατὰς διελέγετο.

Σοῦδα

ὅτι Ἰσίδωρος ὁ φιλόσοφος, ὥς φησι Δαμάσκιος, πάντα τὰ τῶν παλαιῶν ἐξετάζων οὐκ ἀνίει πρὸς τὸ ἀκριβέστατον.

προσεῖχε δὲ τὸν νοῦν ἐς τὰ μάλιστα μετὰ Πλάτωνα τῷ Ἰαμβλίχῳ, καὶ τοῖς Ἰαμβλίχου φίλοις δὴ καὶ ὀπαδοῖς. ὧν ἄριστον εἶναι διϊσχυρίζετο τὸν ἑαυτοῦ πολίτην Συριανόν, τὸν Πρόκλου διδάσκαλον.

ἀτιμάζειν δὲ οὐδένα ἠξίου πρὸς συναγυρμὸν ἀληθοῦς ἐπιστήμης.

Σοῦδα πτεροφοίτωρ τάχους ὡς ἔχει τις πτεροφοίτορος ἀτεχνῶς ἐς τὸν ὑπερουράνιον ἱέμενον τόπον, ὅπου τὸ τῶν ἐπτερωμένων νέμεται γένος.

Σοῦδα συννήσας καὶ ἄλλους ἐν μέσῳ τοῦ χρόνου πολὺν θησαυρὸν συννήσαντας.

οἱ δὲ καὶ ἐν τοῖς Αἰγυπτίοις φιλοσοφήμασι τὸν Ἰσίδωρον σύνεργον καὶ συγκυνηγέτην παρελάμβανον τῆς ἐν βυθῷ κεκρυμμένης ὡς ἀληθῶς ἱερᾶς ἀληθείας. καὶ πολλαχοῦ φῶς ἀνῆπτεν αὐτοῖς ἐν ταῖς ζητήσεσι τῆς ἀρχαιοτρόπου σοφίας. τὸ δὲ σύμπαν αὐτῷ τῆς εὐπορίας οὐκ ἀπὸ βιβλίων καὶ δοξασμάτων ἐπορίζετο ἀλλοτρίων διὰ μνήμης, ἀλλʼ ἕξιν τινὰ βεβαίαν καὶ πάμφορον ἀληθείας τῆς γε τοιαύτης ἀπʼ ἀρχῆς ἐκτήσατο.

Σοῦδα

οὐδὲ πάνυ τι προσεῖχε τοῖς βιβλίοις.

Σοῦδα

κινδυνεύει ἀποσβῆναι τῆς ἀληθείας τὸ χρῆμα.

καὶ δύσεται τοῖς ἀνθρώποις, ἅτε οὐ δυναμένοις αὐτοῦ φέρειν τὴν θείαν ἀνατολήν.

ἠναγκάζετο ἐπιμελεῖσθαι τῆς τῶν παίδων εὐαγωγίας.

καὶ μὴν ἐν ταῖς ἐξηγήσεσιν ἐνδεέστερος τῷ λόγῳ ἢ ὥστε ἑρμηνεύειν τὰ δοκοῦντα ἀποχρώντως. οὐ μὴν οὐδʼ ἐνταῦθα ἀβοήθητος ἦν ὑπὸ τῆς φύσεως καὶ τῆς ἄλλης μελέτης, ἀλλὰ κατεβάλλετο μὲν σπουδὴν πρὸς τὴν σαφήνειαν, τὴν δὲ τῶν ὀνομάτων εὐρυθμίαν ἀφιεὶς ἑτέροις πρὸς ἐπίδειξιν εἴχετο τῶν πραγμάτων, οὐ λόγους τὸ πλέον ἢ νοήσεις φθεγγόμενος, οὐδὲ νοήσεις μᾶλλον ἢ τὰς οὐσίας αὐτῶν τῶν πραγμάτων ἄγων εἰς φῶς.

Σοῦδα πολυήκοος εἶπεν οὖν τις τῶν φοιτητῶν, ὡς οὗτος ὁ ἀνὴρ οὐ φθέγγοιτο λόγους, ἀλλὰ πραγμάτων οὐσίας.

Σοῦδα

ἦν δὲ καὶ εὑρετὴς ἑτοιμότατος ὧν τε αὐτὸς ἠπόρει πρὸς ἑτέρους καὶ ὧν ἕτεροι πρὸς αὐτόν, οὐ πολυμαθίᾳ καὶ ἀλλοτρίων δοξασμάτων ἱστορίᾳ καταχωννὺς μὲν τὴν ἀλήθειαν καὶ ἀποκρύπτων, ἐπιστομίζων δὲ τοὺς ἀποροῦντας.

Σοῦδα

οὐδὲ ἦν τῶν βιβλίων πολυήκοος, ἀλλὰ ῥώμῃ γενναίας φύσεως καὶ θεῶν ἀγχισπόρου ἐν ταῖς ἐξηγήσεσιν ἦν θαυμάσιος.

Σοῦδα

πόθῳ τε ἀμηχάνῳ τῆς περὶ τὸ θεῖον βακχείας οἷον ἀπομαντευομένῳ ἐῴκει τὴν τῆς ἀληθείας εὕρεσιν.

Σοῦδα

ἦν δὲ ἱκανὸς ἰδεῖν ὅπη τε σαθρὸν φθέγγεται ὁ λόγος, καὶ ὅπη ὑγιές, ἵνα τὸ μὲν πρόσοιτο, τὸ δὲ ἐξελέγξειε.

Σοῦδα

οὗτος Πρόκλου διατριβὴν παραδεξάμενος καὶ Ἰσιδώρου τοῦ φιλοσόφου τῶν Ἀριστοτέλους λόγων καθηγησάμενος, ἐλθόντι τὸ δεύτερον Ἀθήναζε, τοῦ κοινοῦ διδασκάλου τετελευτηκότος, ἐπέδειξεν αὐτῷ συγγεγραμμένον ὑπόμνημα πρὸς ἑαυτοῦ στίχων παμπόλλων εἰς τὸν Πλάτωνος Φίληβον, ἐντυχεῖν τε καὶ ἐπικρῖναι κελεύσας, εἰ ἐξοιστέον εἴη τὸ βιβλίον. ὁ δὲ ἀναγνοὺς ἐπιμελῶς οὐδὲν ἀπεκρύψατο τῶν αὑτῷ δοκούντων, οὐ μέντοι ἄμουσον ἀφῆκε φωνὴν οὐδεμίαν, τοσοῦτον δὲ ἔφη μόνον, ἱκανὰ εἶναι τὰ τοῦ διδασκάλου ὑπομνήματα εἰς τὸν διάλογον· συνεὶς δʼ ἐκεῖνος παραυτίκα διέφθειρε πυρὶ τὸ βιβλίον.

Σοῦδα

Ὄλυμπος, ἀδελφὸς Γενερώσης· ὃς ἧκεν ἀπὸ τῆς Κιλικίας εἰς Ἀλεξάνδρειαν ἐπὶ τὴν θεραπείαν τοῦ Σαράπιδος.

Σοῦδα

οὐδεὶς δὲ ἦν οὕτως ἀτεράμων καὶ βάρβαρος τὴν ψυχήν, ὃς οὐκ ἐπείθετο καὶ κατεκηλεῖτο τοῖς ἀπὸ τοῦ ἱεροῦ στόματος ἐκείνου ῥέουσι λόγοις. τοιάδε τις ἐπεκάθητο πειθὼ τοῖς χείλεσι τοῦ ἀνδρός, οὐκ ἀνθρώπειόν τι χρῆμα, ἀλλὰ θειότερον.

Σοῦδα οὐδὲν ἔλαττον ὁ δὲ ἐκήλει τοὺς ἀκούοντας οὐδὲν ἔλαττον, εἰ μὴ καὶ πλέον ἢ Ὀδυσσεὺς Ὁμήρου τοὺς Φαίακας. ὁ μέν γε Ἀλκίνοος ἀπολογίας μεστός, ἐν μὲν ὑπονοίαις ἀληθευούσης, ἐν δὲ τῷ φανερῷ διαβεβλημένης εἰς τὸ ψευδέστερον.

Σοῦδα ἐκήλει ὁ δὲ διηγεῖτο μυρία ὅσα, διʼ ὧν ἐκήλει τοὺς ἀκούοντας.

Σοῦδα

ἦν δὲ ἐς πάντα φύσιν ἀξιάγαστον κεκτημένος, μέγας μὲν τὸ σῶμα καὶ εὐμήκης ἰδεῖν, καλὸς δὲ καὶ ἀγαθὸς τὴν ὄψιν. τῆς δὲ ἡλικίας ἐν τῷ φρονιμωτάτῳ τότε γεγονὼς εὐόμιλός τε ἦν καὶ ἡδὺς ἱκανῶς τοῖς ἐντυγχάνουσι καὶ ὠφέλιμος εἴπερ τις ἕτερος τοῖς πειθομένοις.

τὴν περὶ τὸ θεῖον ἁγιστεύουσαν θέμιν.

Σοῦδα

ταῦτά τοι καὶ θαρρῶν αὐτὸς κατά τι ἔθος ἀρχαῖον ἐκέλευσε διʼ ἡμέρας τὴν ἱερουργίαν τὴν τεταγμένην δρᾶσαι τῷ θεῷ.

Σοῦδα

ταῦτά τοι τοῖς Ἀλεξανδρεῦσι κατέστη ἱεροδιδάσκαλος, ἤδη κατασυρομένης ὑπὸ τοῦ χειμάρρου τῆς πολιτείας. ὁ δὲ συναγείρων ἑκάστοτε τοὺς παρατυγχάνοντας ἐδίδασκε τὰ ἀρχαῖα νόμιμα καὶ τὴν τούτοις ἐφεπομένην εὐδαιμονίαν, ὅση τε καὶ οἵα θεόθεν ἀπήντα τοῖς ἀκριβῶς ταῦτα διαφυλάττουσιν. οὕτω δὲ ἦν ὁ Ὄλυμπος πλήρης τοῦ θεοῦ, ὥστε καὶ προεῖπε τοῖς ἑταίροις, ὅτι Σάραπις ἀφίησι τὸν νεών· ὃ καὶ γέγονεν.

Σοῦδα

τὴν δὲ τροφὴν ἐκληρώσατο μετρίαν τινα καὶ ἄθρυπτον, οὔτε κακουργοῦσαν διὰ πενίαν, οὔτε διὰ πλοῦτον βλακεύουσαν, ἀλλὰ μέσην καὶ μουσικήν, τὸν Δώριον τρόπον τῆς τύχης ἀληθῶς ἡρμοσμένην.

Σοῦδα

μόνος ἀνθρώπων ὧν ἀκοῇ ἴσμεν τὴν παλαιὰν παροιμίαν ἔργῳ διήλεγξεν· οὐ γὰρ ἐκεῖνόν γε ἥλιξ ἔτερπεν ἥλικα ὄντα, ὁ νέος τὸν νέον, ἀλλά τινι λόγῳ ἑτέρῳ κατακολουθοῦσα ἡ φύσις τοῖς ὁμοίοις αὐτὸν συνῆπτε κατὰ τὸ ὅμοιον οὐ τῶν ἐτῶν τοῦ σώματος, ἀλλὰ τῶν τρόπων τῆς ψυχῆς.

Σοῦδα

Ἐπιφάνιος καὶ Εὐπρέπιος ἐγενέσθην Ἀλεξανδρεῖς τὸ γένος ἀμφότεροι καὶ τῶν παρὰ Ἀλεξανδρεῦσι τελετῶν νομιζομένων δαημονέστατοι, τῶν μὲν Περσικῶν καλουμένων ὁ Εὐπρέπιος ἐξάρχων, τῶν δὲ ἀμφὶ τὸν Ὄσιριν ὁ Ἐπιφάνιος· οὐ μόνον δέ, ἀλλὰ καὶ τῶν τοῦ Αἰῶνος ὑμνουμένου θεοῦ· ὃν ἔχων εἰπεῖν ὅστις ἐστὶν ὅμως οὐ γράφω κατά γε τὴν παροῦσαν ταύτην ὁρμήν. ὁ δὲ Ἐπιφάνιος ἐξηγεῖτο καὶ τῶνδε τῶν ἱερῶν.

οὗτοι μέντοι οἱ ἄνδρες οὐκ ἐγένοντο μὲν ἐπὶ τῆς ἀρχαιοπρεποῦς πολιτείας, τοῖς δὲ γενομένοις ἐπιβεβήκασι καὶ ἐνέτυχον, καὶ παρʼ ἐκείνων ὠφεληθέντες ἔπειτα τοῖς καθʼ ἑαυτοὺς ἐγένοντο πολλῶν ἀγαθῶν ἡγεμόνες, τῶν τε ἄλλων καὶ παλαιῶν διηγημάτων πολύφωνοι κήρυκες.

Σοῦδα

ἱερὸν καὶ πολιτικὸν διήγημα τῆς τῶν Ἀλεξανδρέων εὐθημοσύνης ἐλέγετο.

Σοῦδα

αὕτη ἐν Ἀλεξανδρείᾳ καὶ ἐγεννήθη καὶ ἀνετράφη καὶ ἐπαιδεύθη. τὴν δὲ φύσιν γενναιοτέρα τοῦ πατρὸς οὖσα οὐκ ἠρκέσθη τοῖς διὰ τῶν μαθημάτων παιδεύμασιν ὑπὸ τῷ πατρί, ἀλλὰ καὶ φιλοσοφίας ἥψατο τῆς ἄλλης οὐκ ἀγεννῶς. περιβαλλομένη δὲ τρίβωνα ἡ γυνὴ καὶ διὰ μέσου τοῦ ἄστεως ποιουμένη τὰς προόδους ἐξηγεῖτο δημοσίᾳ τοῖς ἀκροᾶσθαι βουλομένοις ἢ τὸν Πλάτωνα ἢ τὸν Ἀριστοτέλην ἢ τὰ ἄλλου ὅτου δὴ τῶν φιλοσόφων. πρὸς δὲ τῷ διδασκαλικῷ καὶ ἐπʼ ἄκρον ἀναβᾶσα τῆς πρακτικῆς ἀρετῆς, δικαία τε καὶ σώφρων γεγονυῖα, διετέλει παρθένος, οὕτω σφόδρα καλή τε οὖσα καὶ εὐειδής, ὥστε καὶ ἐρασθῆναί τινα αὐτῆς τῶν προσφοιτώντων. ὁ δὲ οὐχ οἷός τε ἦν κρατεῖν τοῦ ἔρωτος, ἀλλʼ αἴσθησιν ἤδη παρείχετο καὶ αὐτῇ τοῦ παθήματος. οἱ μὲν οὖν ἀπαίδευτοι λόγοι φασί, διὰ μουσικῆς αὐτὸν ἀπαλλάξαι τῆς νόσου τὴν Ὑπατίαν· ἡ δὲ ἀλήθεια διαγγέλλει πάλαι μὲν διεφθορέναι τὰ μουσικῆς, αὐτὴν δὲ προενεγκαμένην τι τῶν γυναικείων ῥακῶν αὐτοῦ βαλομένην καὶ τὸ σύμβολον ἐπιδείξασαν τῆς ἀκαθάρτου γενέσεως, «τούτου μέντοι», φάναι, «ἐρᾷς, ὦ νεανίσκε, καλοῦ δὲ οὐδενός». τὸν δὲ ὑπʼ αἰσχύνης καὶ θάμβους τῆς ἀσχήμονος ἐπιδείξεως διατραπῆναί τε τὴν ψυχὴν καὶ διατεθῆναι σωφρονέστερον. οὕτω δὲ ἔχουσαν τὴν Ὑπατίαν, ἔν τε τοῖς λόγοις οὖσαν ἐντρεχῆ καὶ διαλεκτικὴν ἔν τε τοῖς ἔργοις ἔμφρονά τε καὶ πολιτικήν, ἥ τε ἄλλη πόλις εἰκότως ἠσπάζετό τε καὶ προσεκύνει διαφερόντως, οἵ τε ἄρχοντες ἀεὶ προχειριζόμενοι τὰ τῆς πόλεως ἐφοίτων πρῶτοι πρὸς αὐτήν, ὡς καὶ Ἀθήνησι διετέλει γινόμενον. εἰ γὰρ καὶ τὸ πρᾶγμα ἀπόλωλεν, ἀλλὰ τό γε ὄνομα φιλοσοφίας ἔτι μεγαλοπρεπές τε καὶ ἀξιάγαστον εἶναι ἐδόκει τοῖς μεταχειριζομένοις τὰ πρῶτα τῆς πολιτείας. ἤδη γοῦν ποτε συνέβη τὸν ἐπισκοποῦντα τὴν ἀντικειμένην αἵρεσιν Κύριλλον, παριόντα διὰ τοῦ οἴκου τῆς Ὑπατίας, ἰδεῖν πολὺν ὠθισμὸν ὄντα πρὸς ταῖς θύραις, «ἐπιμὶξ ἀνδρῶν τε καὶ ἵππων», τῶν μὲν προσιόντων, τῶν δὲ ἀπιόντων, τῶν δὲ καὶ προσισταμένων. ἐρωτήσαντα δὲ ὅ τι εἴη τὸ πλῆθος καὶ περὶ οὗ κατὰ τὴν οἰκίαν ὁ θόρυβος, ἀκοῦσαι παρὰ τῶν ἑπομένων, ὅτι προσαγορεύοιτο νῦν ἡ φιλόσοφος Ὑπατία καὶ ἐκείνης εἶναι τὴν οἰκίαν. μαθόντα δὴ οὕτω δηχθῆναι τὴν ψυχήν, ὥστε φόνον αὐτῇ ταχέως ἐπιβουλεῦσαι, πάντων φόνων ἀνοσιώτατον. προελθούσῃ γὰρ κατὰ τὸ εἰωθὸς ἐπιθέμενοι πολλοὶ ἀθρόοι θηριώδεις ἄνθρωποι, ὡς ἀληθῶς σχέτλιοι, οὔτε «θεῶν ὄπιν εἰδότες» οὔτʼ «ἀνθρώπων νέμεσιν» ἀναιροῦσι τὴν φιλόσοφον,

ἄγος τοῦτο μέγιστον καὶ ὄνειδος προστριψάμενοι τῇ πατρίδι. καὶ ὁ βασιλεὺς ἠγανάκτησεν ἐπὶ τούτῳ … εἰ μὴ Αἰδέσιος ἐδωροδοκήθη. καὶ τῶν μὲν σφαγέων ἀφείλετο τὴν ποινήν, ἐφʼ ἑαυτὸν δὲ καὶ γένος τὸ ἀφʼ ἑαυτοῦ ταύτην ἐπεσπάσατο, καὶ ἐξέπλησε δίκην ὁ τούτου ἔκγονος.

Σοῦδα Φυλάκια Φυλάκια· παρὰ Ἀλεξανδρεῦσι τὰ ἐκμαγεῖα τῶν γυναικείων μολυσμῶν

Σοῦδα Κηρύκαινα καὶ Κηρυκίνας ἐκάλουν Ἀλεξανδρεῖς γυναῖκας, αἵτινες εἰς τὰς αὐλὰς παριοῦσαι καὶ τὰς συνοικίας, ἐφʼ ᾧτε συναγείρειν τὰ μιάσματα καὶ ἀποφέρειν εἰς θάλασσαν, ἅπερ ἐκάλουν φυλάκια.

Σοῦδα ὑποσπαιρούσης καὶ τοὺς ὀφθαλμοὺς αὐτῆς μικρὸν ὑποσπαιρούσης ἔτι ἐκκόπτουσιν.

Σοῦδα

Ἱεροκλῆς, φιλόσοφος Ἀλεξανδρεύς. οὗτος μετὰ τοῦ ἀτρέπτου καὶ μεγαλοπρεποῦς εὔρους τε τὴν διάνοιαν εἰς ὑπερβολὴν ἦν, καὶ διαφέρων εὐγλωττίᾳ καὶ εὐπορίᾳ τῶν καλλίστων ὀνομάτων καὶ ῥημάτων κατέπληττε πανταχοῦ τοὺς ἀκροωμένους.

ἦν δὲ αὐτῷ καὶ μαθητὴς Θεοσέβιος, ἀνήρ, εἴπερ τις ἕτερος ὧν ἡμεῖς ἴσμεν, εἰωθὼς ἀποβλέπειν εἰς τὰς τῶν ἀνθρώπων ψυχάς· ἔλεγε δὲ ὁ αὐτὸς Θεοσέβιος ἐξηγούμενον φάναι ποτὲ τὸν Ἱεροκλέα, κύβοις ἐοικέναι τοὺς Σωκράτους λόγους· ἀπτῶτας γὰρ εἶναι πανταχοῦ, ὅπῃ ἂν πέσωσι.

τοῦ δὲ Ἱεροκλέους τὸ ἀνδρεῖον καὶ μεγαλόθυμον ἦθος ἀπέδειξεν ἡ συμβᾶσα τύχη περὶ αὐτόν. εἰς γὰρ τὸ Βυζάντιον ἀνελθὼν προσέκρουσε τοῖς κρατοῦσι καὶ εἰς δικαστήριον ἀχθεὶς ἐτύπτετο τὰς ἐξ ἀνθρώπων πληγάς. ῥεόμενος δὲ τῷ αἵματι βάψας κοίλην τὴν χεῖρα προσραίνει τὸν κριτὴν ἅμα λέγων· «Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα». φυγὴν δὲ κατακριθεὶς καὶ ἐπανελθὼν χρόνῳ ὕστερον εἰς Ἀλεξάνδρειαν συνεφιλοσόφει τὰ εἰωθότα τοῖς πλησιάζουσιν.

ἔξεστι δὲ μαθεῖν τὴν Ἱεροκλέους μεγαλογνώμονα φρόνησιν ἀπὸ τῶν συγγραμμάτων, ὧν γέγραφεν εἰς τὰ Χρυσᾶ ἔπη τῶν Πυθαγορείων καὶ ἑτέρων βιβλίων περὶ προνοίας συχνῶν· ἐν οἷς φαίνεται ὁ ἀνὴρ τὴν μὲν ζωὴν ὑψηλόφρων, τὴν δὲ γνῶσιν οὐκ ἀκριβής.

Σοῦδα

ἔφασκε δʼ οὖν παρʼ ἐκείνου καὶ ἐκεῖνο ἀκηκοέναι ὁ Ἰσίδωρος, ὡς ἔχει τι ἡ ψυχὴ αὐγοειδὲς ὄχημα λεγόμενον, ἀστροειδές τι καὶ ἀΐδιον. καὶ τοῦτο μέντοι τῷ ἀστροειδεῖ σώματι τῷδε ἀποκέκλειται ἐνίοις μὲν εἴσω τῆς κεφαλῆς, ἐνίοις δὲ εἴσω τοῦ δεξιοῦ ὤμου.

Σοῦδα ὁμόστολος τὸ ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα.

Σοῦδα

ὅτι Θεοσέβιος ὁ φιλόσοφος ἔλεγε πολλὰ ἀπὸ τῶν Ἐπικτήτου σχολῶν, τὰ δὲ καὶ αὐτὸς ἐπετεχνᾶτο τῆς ἠθοποιοῦ διανοήματα Μούσης, ἱκανὰ πείθειν καὶ δυσωπεῖν τῶν ψυχῶν τὰς μὴ παντάπασιν ἀτέγκτους καὶ ἀτεράμονας· ἀποστρέφεσθαι δὲ καὶ ἀποδιδράσκειν τὰ χείρω τῆς ζωῆς εἴδη κατὰ δύναμιν, ἀσπάζεσθαι δὲ τὰ ἀμείνω καὶ μεταδιώκειν, καθόσον οἷόν τε παντὶ σθένει· τοιγαροῦν καὶ ἐν συγγράμμασι καταλέλοιπε τοιούτοις τισὶ τὰς ἑαυτοῦ νουθετήσεις οἵοις Ἐπίκτητος πρότερον. καί μοι δοκεῖ ὁ ἀνὴρ γεγονέναι ἄντικρυς, ὡς ἕνα πρὸς ἕνα ἀντιβαλεῖν, ὁ τοῦ καθʼ ἡμᾶς χρόνου Ἐπίκτητος, ἄνευ μέντοι τῶν Στωϊκῶν δοξασμάτων. ὁ γὰρ Θεοσέβιος οὐδὲν τοσοῦτον ὅσον τὴν Πλάτωνος ἀλήθειαν ἠσπάζετο καὶ ἐθαύμαζε. καὶ δή τι καὶ συνεγράψατο μικρὸν βιβλίδιον περὶ τῶν ἐν Πολιτείᾳ τῇ μεγάλῃ κεκομψευμένων, τὴν ἀπὸ τῶν θεῶν ἥκουσαν θεοσοφίαν ἐξαίρων λόγῳ· ταύτην γὰρ διαφερόντως ἐτίμα καὶ ἔσεβεν. ἀεὶ γὰρ ἐν τοῖς ἠθικωτέροις φιλοσοφήμασι διατρίβων ἐφαίνετο. καὶ γὰρ εὖ ἐπεφύκει πρὸς εὐζωΐαν μᾶλλον ἢ ἐπιστήμην, οὐδὲ ταύτην ἡσυχάζουσαν, οὐδὲ ἐν μόναις ταῖς φαντασίαις γυμναζομένην, ἀλλὰ ζῶσαν ἱκανῶς ἐπʼ αὐτῶν τῶν πραγμάτων· εἰ μὴ γὰρ καὶ τὸν δημόσιον ἐπολιτεύσατο τρόπον, ἀλλὰ τὸν ἴδιον, ὃν καὶ Σωκράτης ἐκεῖνος καὶ ὁ Ἐπίκτητος καὶ πᾶς εὖ φρονῶν μεταχειρίζεται, τὴν ἑαυτοῦ καὶ ἐν ἑαυτῷ πολιτείαν διακοσμῶν· τοῦτο μὲν πρῶτον, ἔπειτα καὶ πρὸς ἄλλους ἐν μέρει καθέκαστον ἰδίᾳ συνιστάμενος πρὸς τὸ βέλτιστον.

ὁ δὲ Θεοσέβιος τὸν τῆς σωφροσύνης δακτύλιον, ὃν ὁ Χαλδαῖος εἰσιὼν παραδίδωσι, τοῦτον οὗτος κατασκευασάμενος, προσελθὼν τῇ γυναικὶ ἔφη «πάλαι μέν σοι ἐπιδέδωκα δακτύλιον ἁρμοστὴν παιδουργοῦ συμβιώσεως· τὰ νῦν δὲ τοῦτον ἐπιδίδωμί σοι σωφρονιστήν, ἐπίκουρον παρεσόμενον τῆς σώφρονος οἰκουρίας.» ἡ δὲ ἀσμένως ἐδέξατο, καὶ συνέζησε τῷ ἀνδρὶ τὸν λοιπὸν χρόνον ἄνευ σωματικῆς κοινωνίας. τῷ δὲ φυλακτηρίῳ τούτῳ τὸ δραστήριον οὐκ ἐπὶ τῇ γαμετῇ μόνον ἀλλὰ καὶ ἐφʼ ἑαυτοῦ πάλαι εἰώθει μαρτυρεῖν· καὶ γὰρ ὅτε νεώτερος ἦν, ὡμολόγει καὶ αὐτὸς ἀγωνιεῖσθαι τὸν παιδείας ἀγῶνα πρὸς τοὺς γενεσιουργοὺς πολεμίους, τούς τε ἔξωθεν ἐπιτιθεμένους καὶ τοὺς ἔνδον προδιδόντας.

Σοῦδα

Ἀμμωνιανός, γραμματικός, κοσμούμενος τῇ συγγενείᾳ Συριανοῦ καὶ ἅμα τῇ συμφύτῳ ὁμοιότητι τῶν τε ἠθῶν καὶ τοῦ σώματος κατὰ τὸν Ὅμηρον «εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐῴκει». τό τε γὰρ σῶμα καλός τε καὶ μέγας ἦν ἑκάτερος. καὶ ἔτι προσῆν ὑγεία καὶ ἰσχὺς οὐδὲν ἀποδέουσα τῆς ἄλλης εὐφυΐας τοῦ τε ὅλου καὶ τῶν μερῶν· ἥ τε ψυχὴ ἔρρωτο πρὸς τὸ βέλτιστον, αὐτοῖς τὸ ὁμοιότροπον. ἀλλʼ ὁ μὲν θεοφιλέστερος ἦν ὁ Συριανὸς καὶ τῷ ὄντι φιλόσοφος· ὁ δὲ ἠγάπα τὴν ἐπὶ ποιητῶν ἐξηγήσει καὶ διορθώσει τῆς Ἑλληνικῆς λέξεως καθημένην τέχνην. οὗτος ἦν Ἀμμωνιανός, ᾧ κεκτῆσθαι συμβέβηκεν ὄνον σοφίας ἀκροατήν.

Σοῦδα

ὁ δὲ Ἰσίδωρος ἐμελέτα ἄττα τῶν ποιητικῶν, οὐχ ὅσον δυνάμεως, ἀλλʼ ὅσον ὀρέξεως εἶχεν. εἶχε δὲ ἐπʼ ἐλάχιστον τῆς πρὸς αὐτὰ συμπαθείας, ἅτε οὐχ ἁπτόμενα τῆς ψυχῆς, ἀλλὰ μέχρι φαντασίας καὶ γλώττης ἱστάμενα.

Σοῦδα

ἐνδεέστερος δὲ ἦν ἀεὶ τῆς συμβαινούσης χρείας. διὸ καὶ ὅσα ἔγραψεν, εὕροι τις ἂν τὸ μὲν ὑψηλόνουν καὶ τελεσιουργὸν ἔχοντα, τοῖς δὲ ἔπεσιν οὐ πάνυ συνηρμοσμένα. ἀλλὰ τούτων ὅσον ἄμετρον ἀπέβαινε, καὶ ἄλλως οὐ κατὰ τὸν πρεπώδη ῥυθμόν, ἐμοὶ ἐπανορθοῦσθαι ἐπέτρεπε.

Σοῦδα

οὐδὲ τῇ ῥητορικῇ προσέσχε τὸν νοῦν, ὅ τι καὶ λόγου ἄξιον, τὸ σοβαρὸν αὐτῆς καὶ ἀλαζονικὸν εὐλαβηθεὶς καὶ μισήσας.

Σοῦδα

Θέων, σοφιστὴς λόγων ῥητορικῶν, γεγονὼς ἀπὸ τῆς ἱερᾶς Μαρκέλλης τό γε ἀνέκαθεν, τὸ δὲ ἐξ ὑπογύου πατρόθεν ἀπὸ Ἐκδικίου, διδασκάλου καὶ τούτου τέχνης ῥητορικῆς. ἦν δὲ οὗτος ὁ Θέων οὐ μάλα ἀγχίνους οὐδὲ ὀξύς, φιλομαθὴς δὲ καὶ φιλόπονος εἰς ὑπερβολήν.

ταῦτά τοι καὶ ἐγεγόνει πολυμαθέστατος ἐν ὀλίγῳ χρόνῳ πολλὴν ἀρχαίαν ἱστορίαν, πολλὴν δὲ νέαν περιβαλόμενος.

Σοῦδα

ὁ Σεβῆρος οὗτος ἐπὶ Ἀνθεμίου βασιλέως ἦν.

ἐν Ἀλεξανδρείᾳ δὲ ἀφικόμενος τὸν ἀπράγμονα βίον ἔζη,

φιλοσοφῶν ἐν βιβλίοις ἀφθόνοις οὖσιν αὐτῷ καὶ παντοδαποῖς. εἴπερ δέ τις ἕτερος ἱκανὸς ἦν ἐπαγαγέσθαι τοὺς ἐπὶ παιδείᾳ διενεγκόντας ὡς ἑαυτὸν ἰέναι πολλάκις· ἐπιεικής τε ...

Σοῦδα δυσχερασμάτων ὁ δὲ ἐπὶ τὸν ἀπράγμονα βίον ἐτράπετο, μίσει τῶν ἐν πολιτείᾳ δυσχερασμάτων.

Σοῦδα κατεβόα πολλὰ δὲ τοῦ δήμου τῶν Ῥωμαίων καὶ τῶν αὐτοκρατόρων κατεβόα.

Σοῦδα

Ἑρμείας, φιλόσοφος, Ἀμμωνίου καὶ Ἡλιοδώρου, τῶν διδασκάλων Δαμασκίου, πατήρ. ἦν δὲ ὁ Ἑρμείας φίλος ἐς τὰ μάλιστα Αἰγύπτῳ, ἀδελφῷ Θεοδότης, μητρὸς Ἰσιδώρου φιλοσόφου. ὁ δὲ Αἴγυπτος ἦν φιλομαθής.

Σοῦδα

οὗτος ὁ φιλόσοφος, ἐπιεικὴς φύσει καὶ ἁπλοῦς τὸ ἦθος, φιλοσοφήσας δὲ ὑπὸ τῷ μεγάλῳ Συριανῷ, φιλοπονίᾳ μὲν οὐδενὸς ἐλείπετο τῶν ἑταίρων, οὐδὲ αὐτοῦ γε συνακροωμένου τοῦ πάνυ Πρόκλου τοῦ διαδόχου γεγονότος ὕστερον· οὐδὲ ἔρωτος μαθημάτων, οἷα παρέχεται φιλοσοφία τῷ ὄντι ἀξιέραστα. ἀγχίνους δὲ καὶ ὀξὺς οὔτι σφόδρα ἦν … ὥστε ὀμωμοκέναι λέγεται πρὸς τὸν Αἴγυπτον τελευτῶντα ἀθάνατον εἶναι καὶ ἀνώλεθρον τὴν ψυχήν. ἐποίει δὲ τοῦτο τὸ θάρρος ἡ εὐζωΐα ἀναινομένη τὴν τοῦ σώματος φύσιν καὶ εἰς ἑαυτὴν ἐπιστρέφουσα καὶ συναισθανομένη τοῦ χωρισμοῦ καὶ ἄντικρυς ἤδη τῆς ἀθανασίας.

Σοῦδα

τῷ δὲ Ἑρμείᾳ τῷ φιλοσόφῳ τὸ αὐτοκίνητον οὐ προσήνθει τῇ πολυμαθίᾳ.

Σοῦδα

ἦν γὰρ τὰ μὲν περὶ λόγους ἐνδεέστερος ἢ κατὰ τὴν ἀρκίβειαν, τὰ δὲ πρὸς ἀρετὴν εὖ ἠσκημένος, ὥστε μηδʼ ἂν τὸν Μῶμον αὐτὸν ἐπιμωμήσασθαι, μηδʼ αὖ μισῆσαι τὸν Φθόνον· τοσαύτη πραότης ἐνῆν τῷ ἀνδρὶ καὶ τοιαύτη δικαιοσύνη. τοιγαροῦν εἴ τι πρίαιτο τῶν πωλουμένων — συχνὸν δʼ ἐπὶ βιβλίοις τοῦτο συνέβαινεν —, ὁ μὲν πωλῶν ἰδιώτης ὤν, ἂν οὕτω τύχῃ, τίμημα μὲν ἀπῄτει τῆς ἀξίας ἔλαττον, ὁ δὲ Ἑρμείας ἐπηνωρθοῦτο τὴν πλάνην, καὶ πλείονος εἶναι φήσας ἄξιον τὸ βιβλίον τοσοῦτον ἂν ἐπέδωκεν, οὐ κατὰ τοὺς ἄλλους ἀγαπήσας τὸ ἑρμαῖον, οὐδὲ οἰηθεὶς ἄρα μηδὲν ἀδικεῖν, εἰ ἑκὼν παρὰ ἑκόντος ὁτιοῦν ἐωνήσατο.

καὶ γὰρ ἐνέδραν τινὰ ἐνεῖναι τῷ πράγματι καὶ ἀπάτην, οὐ λέγουσαν τὸ ψεῦδος, ἀλλὰ σιωπῶσαν τὴν ἀλήθειαν, ὥστε καὶ ἀδικίαν οὖσαν λανθάνειν τοὺς πολλούς, οὐ βίαιον ἀλλὰ κλοπιμαίαν, οὐδὲ ἐπικίνδυνόν τινα λῃστοῦ δίκην κλέπτουσαν, ἀλλʼ ὑπὸ μὲν τοῦ νόμου ἀφειμένην, τὸ δὲ δίκαιον ἀνατρέπουσαν. τοιοῦτος ἦν ὁ Ἑρμείας.

Σοῦδα

Γρηγόριος, ἀδελφὸς Ἑρμείου τοῦ φιλοσόφου· ὃς ἅπαν τοὐναντίον ἦν τῷ Ἑρμείᾳ, ὀξύτατος μὲν εἰς ὑπερβολὴν καὶ εὐκίνητος ἐπί τε τὰς ζητήσεις καὶ τὰς μαθήσεις, ἄλλως δὲ οὐχ ἡσύχιος οὐδὲ γαλήνην ἐν τοῖς ἤθεσι φέρων τινά, ἀλλά τι καὶ παρακεκινηκώς. ἐπεὶ δὲ Ἀθήνηθεν ἧκον εἰς Ἀλεξάνδρειαν, ὕστερον ὁ Γρηγόριος ἑάλω τῇ νόσῳ ἐπὶ τὸ πλέον, ὥστε δύσχρηστον αὐτοῦ καὶ πολλαχῇ παραλλάττον γενέσθαι τὸ ὄργανον.

Σοῦδα

Αἰδεσία, Ἑρμείου γυνή. αὕτη ἦν μὲν προσήκουσα γένει τῷ μεγάλῳ Συριανῷ, καλλίστη καὶ ἀρίστη γυναικῶν τῶν ἐν Ἀλεξανδρείᾳ· τὰ μὲν ἤθη τῷ ἀνδρὶ παραπλησία, ἁπλῆ καὶ γενναία καὶ δικαιοσύνης οὐδὲν ἧττον ἢ σωφροσύνης ἐπιμεληθεῖσα διὰ βίου παντός· τὸ δὲ ἐξαίρετον αὐτῆς, τὸ φιλόθεον καὶ φιλάνθρωπον. διὰ τοῦτο καὶ παρὰ δύναμιν εὖ ποιεῖν ἐπεχείρει τοὺς δεομένους, ὥστε καὶ τοῦ Ἑρμείου τελευτήσαντος ἐπὶ παισὶν ὀρφανοῖς ἀπολειφθεῖσα τῶν αὐτῶν εἴχετο δαπανημάτων εἰς τὰς εὐποιΐας. τοιγάρτοι καὶ ὑπόχρεων τοῖς υἱέσι τὸν βίον ἐποίησεν, ἐφʼ ᾧ καὶ μέμψασθαί τινες αὐτὴν ἐπεχείρουν. ἡ δὲ ἕνα θησαυρὸν ἡγουμένη τῆς ἀμείνονος ἐλπίδος, εἴ τις ἐθέλοι τοῖς ἱεροῖς καὶ ἐπιεικέσιν ἀνθρώποις ἐπικουφίζειν τὰ ἄχθη τῆς χρησμοσύνης, οὐδενὸς ἐφείδετο διὰ τὸν ἔλεον τῆς κατὰ τὰ ἀνθρώπεια τύχης· τοιγαροῦν ἠγάπων αὐτὴν καὶ τῶν πολιτῶν οἱ πονηρότατοι. μάλιστα δὲ τῶν υἱέων ἐπεμελεῖτο τὰ περὶ φιλοσοφίαν, ὀρεγομένη τὴν τοῦ πατρὸς ἐπιστήμην αὐτοῖς παραδοῦναι καθάπερ κλῆρόν τινα πατρῴας οὐσίας. ἥ γε καὶ τὴν δημοσίαν τῷ πατρὶ σίτησιν διδομένην τοῖς παισὶ διεφύλαξε νέοις ἔτι οὖσιν, ἕως ἐφιλοσόφησαν· ὅπερ οὐκ ἴσμεν οὐδὲ ἀνδρῶν ἕτερον πεποιηκότα μήτι γε δὴ γυναικῶν. ἦν γὰρ παρὰ πᾶσι τιμὴ καὶ αἰδὼς οὐκ ὀλίγη τῆς Αἰδεσίας. ἀλλʼ ἐπεὶ καὶ συνέπλευσε τοῖς υἱέσιν Ἀθήναζε στελλομένοις ἐπὶ φιλοσοφίαν, ἐθαύμασεν αὐτῆς τὴν ἀρετὴν ὅ τε ἄλλος χορὸς τῶν φιλοσόφων καὶ ὁ κορυφαῖος Πρόκλος.

αὕτη ἐστὶν Αἰδεσία, ἣν κόρην οὖσαν ἔτι τῷ Πρόκλῳ κατεγγυήσειν ἔμελλεν ὁ Συριανός, εἰ μὴ θεῶν τις ἀπεκώλυσεν ἐπὶ γάμον ὁρμῆσαι τὸν Πρόκλον. τὰ δὲ πρὸς θεὸν εὐσεβὴς οὕτω καὶ ἱερά, καὶ τὸ ὅλον φάναι θεοφιλής, ὥστε πολλῶν ἐπιφανειῶν ἀξιοῦσθαι.

ἡ δὲ Αἰδεσία τοιαύτη ἦν καὶ διεβίω πάντα τὸν βίον ὑπὸ θεῶν τε καὶ ἀνθρώπων ἀγαπωμένη καὶ ἐπαινουμένη· καὶ ταύτην ἐπίσταμαι γραῦν γυναῖκα· καὶ ἐπʼ αὐτῇ τεθνεώσῃ τὸν ἐπὶ τῷ τάφῳ λέγεσθαι νομιζόμενον ἔπαινον ἐπεδειξάμην ἡρωικοῖς ἔπεσι κεκοσμημένον ἔτι νέος ὢν τότε καὶ κομιδῇ μειράκιον.

Σοῦδα ἀτέχνοις δεῖται τοῦ θεοῦ συμβουλὴν ἀτεχνῶς ἱερὰν παρασχεῖν αὑτῇ καὶ διδάξαι περὶ τῶν πρακτέων.

Σοῦδα

«ἤδη γὰρ ἐνίοις τῶν τὰ ὦτα κατεαγότων καὶ διεφθαρμένων τὰς διανοίας εἰς κωμῳδίαν ἐτράπη καὶ γέλωτα πολὺν τὰ τῆς φιλοσοφίας ἀπόρρητα.» Δαμάσκιός φησι, διὰ τὸ τινὰς ἐκφερομυθεῖν τὰ τῆς φιλοσοφίας ἀπόρρητα.

Σοῦδα

ταύτης δὲ παῖδες ἀπὸ τοῦ Ἑρμείου νεώτερος μὲν Ἡλιόδωρος, πρεσβύτερος δὲ Ἀμμώνιος. οὗτος μὲν οὖν εὐφυέστερος ἦν καὶ φιλομαθέστερος, ὁ δὲ ἁπλούστερος καὶ ἐπιπολαιότερος ἔν τε τοῖς ἤθεσιν ἔν τε τοῖς λόγοις. ἄμφω μὲν γὰρ ἐφιλοσοφησάτην ὑπὸ Πρόκλῳ μετὰ τῆς μητρὸς ὡς αὐτὸν ἀφικομένω παιδαγωγούσης. καὶ ὁ Πρόκλος αὐτοῖς προσεῖχε τὸν νοῦν ἐπιμελέστερον ὡς παισὶν Ἑρμείου, φίλου τε καὶ ἑταίρου ἀνδρός, παισὶ δὲ Αἰδεσίας, τῆς γένει Συριανῷ προσηκούσης καὶ ἅμα σφίσι τὸ τηνικαῦτα παρούσης. ἀφίκετο μὲν δὴ σὺν αὐτοῖς Ἀθήναζε καὶ Ἱέραξ ὁ Συνεσίου ἀδελφός.

Σοῦδα

ἐπὶ Λέοντος τοῦ βασιλέως Ῥωμαίων Αἰθίοπες ἐκόμισαν καμηλοπαρδάλεις καὶ δύο ἐν βραχυτάτοις σώμασιν ἄνδρας φρενοβλαβεῖς, οὓς δὴ πυγμαίους Ὅμηρος ὠνόμασε.

τῆς τε φιλοσόφου θεωρίας ὅτε Ζηνόδοτος αὐτῷ καθηγεμὼν Ἀθήνησι καὶ αὐτὸς ἐγεγόνει — διάδοχος δὲ καὶ οὗτος Πρόκλου, τὰ δεύτερα Μαρίνου φέρων — καὶ Ἀμμώνιος ἐν Ἀλεξανδρείᾳ ὁ Ἑρμείου, ὃν οὐ μικρῷ μέτρῳ τῶν καθʼ ἑαυτὸν ἐπὶ φιλοσοφίᾳ φησὶ διαφέρειν, καὶ μάλιστα τοῖς μαθήμασι. τοῦτον καὶ τῶν Πλατωνικῶν ἐξηγητὴν αὐτῷ γεγενῆσθαι Δαμάσκιος ἀναγράφει.

εὐφραίνετο δὲ ὁρῶν τὸν Πρόκλον ὁ Ἰσίδωρος αἰδοῖόν τε ἅμα καὶ δεινὸν ἰδεῖν, αὐτὸ δοκῶν ἐκεῖ ὁρᾶν τὸ φιλοσοφίας τῷ ὄντι πρόσωπον.

Σοῦδα αἰδοῖος ὁ δὲ Ἰσίδωρος ἐξεπλήττετο ὁρῶν τὸν Πρόκλον αἰδοῖόν τε καὶ δεινὸν ἰδεῖν, αὐτὸ δοκῶν ἐκεῖνο ὁρᾶν τὸ φιλοσοφίας τῷ ὄντι πρόσωπον.

Σοῦδα

καλὸς τὴν εἰδέαν εἴ τις καὶ ἄλλος.

Σοῦδα

ὁ δὲ Πρόκλος ἐθαύμαζε τοῦ Ἰσιδώρου τὸ εἶδος ὡς ἔνθεον καὶ πλῆρες εἴσω φιλοσόφου ζωῆς.

Φώτιος ἐπεὶ καὶ ὁ Πρόκλος ἐθαύμαζε τοῦ Ἰσιδώρου τὸ εἶδος ὡς ἔνθεον καὶ πλῆρες εἴσω φιλοσόφου ζωῆς.

Σοῦδα

οἵ τε ὀφθαλμοὶ τὸ τῆς διανοίας εὔτροχον ἀποσαφοῦντες.

Σοῦδα

καὶ ἅμα αὐτοῖς ἐπιθέουσα σεμνότης ἡδεῖα καὶ ἄπλαστος αἰδὼς ἐπέστρεφεν ἱκανῶς τὸν φιλόσοφον καὶ ἤδη γνώριμον ἐποίει αὐτῷ τὸν νεανίσκον.

Σοῦδα

ὅτι Πρόκλος τῆς φιλοσοφίας πάσης ἐπίπροσθεν ἦγε τὴν θεολογίαν· τῆς δὲ πρὸς ἀρετὴν ζωῆς ἐρρωμένης τὴν ἀντίστροφον πρὸς ἐκείνην εὐσέβειαν προτιμῶν ἐφαίνετο.

Σοῦδα

ὁ δὲ Πρόκλος προσέταξεν Ἰσίδωρον μετασχηματίσασθαι πρὸς τὸν ἄριστον βίον καὶ τριβωνοφορεῖν· ὁ δὲ οὐχ ὑπέμεινε, καὶ ταῦτα Πρόκλον ἴσα καὶ θεῷ σεβόμενος.

Σοῦδα

Ἰσίδωρος ἔφη τὴν μὲν ἐν φιλοσοφίᾳ σπουδὴν ἀνδρὶ νεωτέρῳ καὶ ἄρτι λόγων ἁπτομένῳ φιλοσόφων εἶναι πρεπωδεστέραν, τὴν δὲ εὐσεβῆ προθυμίαν καὶ φιλόθεον προσήκειν μάλιστα τοῖς ἤδη προβεβηκόσι καὶ πόρρωθεν ἐλαύνουσι τοῦτο μὲν ἡλικίας, τοῦτο δὲ φιλοσοφίας.

Σοῦδα

οὐδὲ ὑπερβάθμιον πόδα ῥιπτῶν, κατὰ τὸ λόγιον, εἰς τὴν θεοσέβειαν, ἀλλὰ μέτρα ὁρίζων ἑαυτῷ τῆς ἡλικίας ἄξια, γνησίῳ καὶ καθαρῷ συνειδότι μεταχειρίζων τὰ περὶ τοὺς θεούς.

Σοῦδα

οὗτος εἰς Ἀλεξάνδρειαν ἧκεν Ἀθήνηθεν σὺν Ἰσιδώρῳ τῷ φιλοσόφῳ. παράδοξος δὲ ὁ τρόπος Σαλουστίου πᾶσιν ἀνθρώποις, τὰ μὲν φιλοσοφοῦντος ἐπὶ τὸ καρτερώτερον, τὰ δὲ παίζοντος ἐπὶ τὸ γελοιότερον· ἑκάτερον, οἶμαι, πέρα τοῦ μετρίου. καὶ δεῖ κρίσεως, εἴπερ τινὶ ἄλλῳ, καὶ τῷδε τῷ βίῳ.

καὶ δὴ Σαλούστιος τὰ μὲν πατρόθεν ὥρμητο ἀπὸ … Συρίας, τὰ δὲ πρὸς μητρὸς Ἐμισηνὸς ἐγεγόνει. ὁ πατὴρ δὲ αὐτῷ Βασιλίδης ὠνομάζετο, Θεόκλεια δὲ ἡ μήτηρ. εὐφυὴς δὲ ἐπὶ πολλὰ γεγονὼς καὶ τὸ ἦθος αὐστηρὸς καὶ φιλότιμος τὰ μὲν πρῶτα ἀπέβλεπεν εἰς τὴν πολυάρατον δικανικὴν καὶ ἐπαιδεύετο λόγοις ῥητορικοῖς ὑπὸ Εὐνοΐῳ σοφιστῇ, τότε ὄντι κατὰ Ἔμισαν· ὕστερον δὲ οὐκέτι τῷ δικανικῷ, ἀλλʼ ἤδη τῷ σοφιστικῷ βίῳ προσεῖχε τὸν νοῦν καὶ ἐπὶ τούτῳ διεμελέτα τοὺς λόγους, οὐδὲν ἧττον τῆς φύσεως ἐπὶ τοῖς πόνοις θαυμαζόμενος· τοὺς μὲν γὰρ δημοσίους τοῦ Δημοσθένους λόγους ὁμοῦ πάντας ἐξέμαθεν. ἀλλὰ πρὸς τούτῳ καὶ λέγειν ἦν ἱκανός, οὐ τοὺς νεωτέρους ἐκμιμούμενος σοφιστάς, ἀλλὰ πρὸς τὸν ἀρχαῖον πίνον τῆς λογογραφίας ἁμιλλώμενος. ἀμέλει καὶ ἔγραψε λόγους, οὐ πολύ τι ἐκείνων ἐκλειπομένους. τὸν δὲ ἡμέτερον πολίτην Μάρκελλον, ἑταῖρον τοῦ Εὐνοΐου, καὶ τοῦτον ἐκμαθόντα μὲν ἀπεμνημόνευε τὰ ὀκτὼ βιβλία τῆς Θουκυδίδου ἱστορίας, οὐ μήν τι καὶ λέγοντα ἄξιον ἀκοῆς.

καὶ Νόννον δέ φασιν ἐκμαθόντα ἑξάκις ὅλον τὸν Δημοσθένην, μηδὲ διᾶραι τὸ στόμα δύνασθαι πρός γε λόγων ἐπιεικῶν σύνθεσιν· οὐ γάρ ἐστι ταὐτὸν ἐς πλῆθος ἀποστηθίζειν καὶ γράφειν ἐς κάλλος.

ὁ δὲ Σαλούστιος ἁδρότερον ἤδη ἁπτόμενος τῆς τέχνης, ἐλάττω ἢ καθʼ ἑαυτὸν ὑπολαβὼν τὸν Εὐνόϊον, ἀπῆρεν εἰς Ἀλεξάνδρειαν καὶ ἀπεπειρᾶτο τῶν ῥητορικῶν διδασκαλιῶν.

Φώτιος ὁ δὲ Σαλούστιος οὐκέτι τῷ δικανικῷ ἀλλʼ ἤδη τῷ σοφιστικῷ βίῳ προσεῖχε τὸν νοῦν· ἐξέμαθε δὲ καὶ τοὺς δημοσίους ἅπαντας τοῦ Δημοσθένους λόγους. καὶ δὴ καὶ λέγειν ἦν ἱκανός, οὐ τοὺς νέους μιμούμενος σοφιστάς, ἀλλὰ πρὸς τὸν ἀρχαῖον τόνον τῆς λογογραφίας ἁμιλλώμενος. ἀμέλει καὶ ἔγραψε λόγους, οὐ πολύ τι ἐκείνων λειπομένους.

Σοῦδα ἵμερος ἵμερος αὐτὸν εἰσῆλθε διάπυρος ἰδεῖν Μάρκελλον νεκρόν.

Σοῦδα

Σουπηριανός, σοφιστής, τὸ γένος Ἴσαυρος, τῆς Λαχάρου διατριβῆς. ἐγένετο δὲ οὗτος ὁ Σουπηριανὸς ὀψιμαθὴς μὲν ἱκανῶς καὶ τὴν φύσιν ὑπονωθέστερος, οὕτω δὲ ἐπίπονος καὶ σπουδαῖος, ὥστε πλειόνων ἢ τριάκοντα ἐτῶν ἀρξάμενον ἀναγινώσκειν τὰ τῶν ῥητόρων βιβλία, καὶ ἁπλῶς φάναι λόγοις ἐλευθέροις προσέχειν τὴν διάνοιαν, ἑαυτὸν ἀπαιτεῖν πρὸς ἀνάγκης, οὐδὲ ἐπιτιμήσεων οὐδὲ μαστίγων φειδόμενον, ἐκμανθάνειν ἐν τῷ τηλικούτῳ τῆς ἡλικίας, ἅπερ οἱ ἄλλοι πάντες ἐν τῇ νεότητι ἀπαιτοῦνται παῖδες ἔτι ὄντες ὑπὸ παιδαγωγῶν τε καὶ διδασκάλων. ἀλλʼ ὅγε Σουπηριανὸς αὐτὸς ὑφʼ ἑαυτοῦ μεμαστιγωμένος ἑωρᾶτο πολλάκις ἐν τοῖς βαλανείοις. οὔκουν οὐδὲ διήμαρτεν ἐλπίδος· ἀλλὰ μικρὸν ὕστερον ἐν ταῖς λιπαραῖς καὶ ἀοιδίμοις Ἀθήναις ἀνηγορεύετο σοφιστής, οὐ πάνυ τῆς Λαχάρου δόξης ἀπολειπόμενος. οἶδα γὰρ καὶ Λαχάρην γεγονότα σοφιστὴν ἐξ ἐπιμελείας τὸ πλέον ἢ φύσεως· ἐνέτυχον γὰρ αὐτοῦ λόγοις· καὶ ἔδοξεν ἀπὸ τοῦ λόγου εἰκάζοντί μοι τὴν πρώτην ἐπιμελὴς μὲν εἶναι σφόδρα, τὴν δὲ φύσιν ἀγεννέστερος. εἶδον δὲ καὶ εἰκόνα τοῦ ἀνδρός, ἄντικρυς ἀπαγγέλλουσαν οἷος ἦν Λαχάρης τὴν φύσιν· ὅτι βραδύτερος μὲν πρὸς τοὺς λόγους, καλὸς δὲ καὶ ἀγαθὸς τὴν ὄψιν πρὸς ἀρετήν, φιλόσοφος ἄξιος καλεῖσθαι μᾶλλον ἢ σοφιστής· ἐπεὶ καὶ ἄλλως θεοφιλὴς ἀνὴρ ἦν ὁ Λαχάρης, ὅς γε τὰς ὄψεις ἀποβαλὼν πάλιν ἀνεκτήσατο.

Σοῦδα

Μητροφάνης, ἔκγονος Λαχάρου.

ὢν δὲ ἐν παισὶν ἔτι νήπιος ἀνεφθέγξατο βοῶν· «ἐγώ εἰμι», ἔφη, «Ἀριστοφάνης ὁ φαλακρός», οὔπω τι τῶν τοιούτων ἀκηκοώς. ἐπεὶ δὲ οἱ ἀκούσαντες ἀνέκρινον ὅ τι εἴποι, μηδὲν εἰδέναι τῶν εἰρημένων διϊσχυρίζετο. κατὰ τούτου τοῦ Μητροφάνους ἔγραψε λόγον Σουπηριανὸς ὁ σοφιστής.

Σοῦδα

Ὀδαίναθος, ἀπὸ Συρίας. οὗτος τῷ φιλοσόφῳ Πλουτάρχῳ συνὼν ἀποριῶν ἐνεπίπλα τὰς τοῦ διδασκάλου διατριβὰς καὶ οὐκ εἴα τὸν λόγον ἀνύτειν συμποδιζόμενον. οὔκουν οἴεσθαι δεῖν ἐκεῖνος ἠξίου τὸν φιλόσοφον ἐρωτᾶσθαι, οὐδὲ ἀποκρίνεσθαι ἐκ τοῦ παρατυχόντος ὁτιοῦν.

ἀλλὰ πρὸς σύνεσιν τοῦ ἀληθοῦς ἐνδεέστερος ἦν ὁ Ὀδαίναθος. μάλιστα δὲ χαλεπὸν καὶ ἐγγύς τι ἀδύνατον εἶναι περὶ θεῶν τι λέγειν ἢ φρονεῖν, ἀνθρώπους ὄντας.

Σοῦδα

ἦν δὲ καὶ ἕτερος Ζήνων, τοῦ Πρόκλου ἑταῖρος, κατὰ τὸν αὐτὸν χρόνον, τῷ μὲν γένει Περγαμηνός, τῇ δὲ φύσει καὶ αὐτὸς ἐνδεέστερος τά γε πρὸς ἐπιστήμην· ἐπιεικὴς δὲ καὶ τὰ ἤθη κατηρτυμένος. ὁπότερος δὲ αὐτοῖν ἀφορμὴν τῇ διαστάσει παρέσχετο τῷ Σαλουστίῳ πρὸς τὸν Πρόκλον, οὐκ ἔχω φράζειν.

Σοῦδα

ὁ δὲ Σαλούστιος ἀπῆγε τοὺς νέους τῆς φιλοσοφίας, δυοῖν τὰ ἕτερα πεπονθώς, ἢ προσκρούσων τοῖς καθηγουμένοις, ἔχθρᾳ τῇ πρὸς ἐκείνους ἐπιβουλεύων ταῖς φιλοσόφοις διατριβαῖς, ἢ τὸ μέγεθος τοῦ ἐπιτηδεύματος ἐκλογιζόμενος, οἰόμενος πάντας ἀνθρώπους ἀναξίους εἶναι αὐτοῦ.

Σοῦδα

ὅτι τῷ Ἀθηνοδώρῳ πάντα παρεσκεύαστο πρὸς φιλοσοφίαν τά τε ἀπὸ τῆς φύσεως καὶ τὰ ἀπὸ τῆς ἐπιεικοῦς προαιρέσεως … ὅτε Πρόκλος ἔζη. καὶ διαφανῶς ἐξηγεῖτο τοῖς πλησιάζουσιν. ὃν ὁ Σαλούστιος θαυμάζων ἐπὶ σπουδῆς ἔλεγεν, ὅτι πυρὶ ἄρα ἐῴκει ὁ ἄνθρωπος ἐξάπτοντι πάντα τὰ παρακείμενα. ἀλλʼ ὅμως ἔπεισεν Ἀθηνόδωρον μὴ φιλοσοφῆσαι.

Σοῦδα

τῷ γὰρ ὄντι συνέβαινε τοὺς τῷ ὄντι φιλοσοφίας ἐρῶντας τῶν νέων ὥσπερ ἐν πυρὶ χρυσὸν δοκιμάζεσθαι. εἰ δὲ μὴ ὡμολόγει τὴν ἀπόπειραν, αὐτὸ τοῦτο μάλιστα δὴ ἦν ἡ ἀπόπειρα, σπουδή τις εἶναι προσποιουμένη καὶ ἐλλοχῶσα τὰς νεοπρεπῶς ᾀττούσας κινήσεις. ἐμὲ γοῦν διεκώλυεν ὡς χαλεπωτάτου ὄντος τοῦ πράγματος.

Σοῦδα

Σαλούστιος, φιλόσοφος· ὃς ἔφη ἀνθρώποις οὐ ῥᾴδιον εἶναι φιλοσοφεῖν, ἀλλὰ καὶ ἀδύνατον. τοῦτον ἀκούσας ἀπέστυξα δὴ τότε τὸν λόγον, ὡς οὔτε ἀληθῆ λεγόμενον οὔτε λέγεσθαι ἄξιον.

ἀλλὰ γὰρ ὁ Σαλούστιος ᾔδει τὸ ἐνὸν εἰπεῖν. οὐ γὰρ διεβέβλητο πρὸς τοὺς φιλοσόφους ἁπλῶς, ἀλλὰ φύσει μισοπόνηρος ἦν καὶ κατὰ τὸν Ἡράκλειτον ὀχλολοίδορος καὶ πᾶσιν ἐπιτιθέμενος τοῖς ἁμαρτάνουσι, καὶ ὁπωσοῦν ἐκ πάσης προφάσεως ἐλέγχων ἑκάστους καὶ διακωμῳδῶν· ἐνίοτε μὲν σπουδάζων, τὰ δὲ πολλὰ τῷ γελοίῳ χαίρων ἤθει καὶ φιλοσκώμμονι. καὶ γὰρ ἦν ὁ Σαλούστιος εὐτράπελος ἱκανῶς καὶ σκώπτειν εὐφυέστατός τε καὶ προχειρότατος, ἐξαιρέτους μὲν ἔχων αὐτός, ἐκ γένους δὲ ὅμως τὰς τοιαύτας χάριτας. … ὁ γάρ τοι πέμπτην ἀρετὴν ὀνομάσας τὴν περὶ θεῶν δόξαν ἀληθῆ, δοκοῦσαν ἐνεῖναί ποτε τοῖς πονηροτάτοις, Σαλούστιός ἐστιν. ἔτι δὲ πρὸς ἐνίους τῶν ἀλλοφύλων, τὰ μὲν ἄλλα αὐτοῦ ἐπαινοῦντας, ἓν δὲ αὐτῷ λείπειν εἰρηκότας, τὸ μὴ δοξάζειν περὶ θεῶν τὰ αὐτὰ τοῖς πολλοῖς· ἐᾶτε, ἔφη, τοῦτό γε διὰ τὴν νέμεσιν προσεῖναί μοι. ταῦτα περὶ Σαλουστίου.

κυνικώτερον δὲ ἐφιλοσόφει.

Σοῦδα προσεποιήθη ὃ δὲ ὠργίζετο μὲν ἀθετηθείς, οὐ μὴν προσεποιήθη κατὰ τὸ παρόν.

Σοῦδα χαριεντίζεις κινδυνεύομεν εἰς αὐτὰ ἐμπεπτωκέναι τὰ τῶν χαριέντων σκώμματα.

Σοῦδα ἔντασις καθʼ ὅσον ἡ τοῦ βίου ἔντασις ἐπεδέχετο κυνικωτέρα προελθοῦσα καὶ φύσει καὶ ἐπιτηδεύσει.

Σοῦδα

εἴποτε δὲ τὰς Ἀττικὰς ἰφικρατίδας ἢ τὰ συνήθη σάνδαλα περιδεδεμένος περιενόστει.

Σοῦδα

εὐλόφῳ αὐχένι τὴν ἄσκησιν ὑπομένων ἐφαίνετο, οὔτε τὸ σῶμα κεκακωμένος οὔτε τὴν ψυχὴν τεταλαιπωρημένος.

Σοῦδα

εἰσιὼν καὶ ἐξιὼν ὁ Σαλούστιος πρὸς τοὺς ἑταίρους ἑώρα τοὺς χυτρόποδας ἀχράντους ἀεὶ καὶ ἀκάπνους, ὥσπερ ἐν ἀγορᾷ πρὸς ὠνὴν ἐγκειμένους· ἐποιεῖτο δὲ μέγιστον ἀπύρῳ διαίτῃ κεχρῆσθαι πολὺν χρόνον.

ἀνυπόδετος περιιὼν τὴν οἰκουμένην, ὡς φάναι λόγον, ἅπασαν.

Σοῦδα

μετὰ δικαιοσύνης ἐξηγούμενος τῶν ὑπηκόων. παρῆν δὲ αὐτῷ καὶ φρόνησις ἱκανὴ πολιτεύματος καὶ ἀνδρεία θαυμαστή, μεμελετηκυῖα τὰ πρὸς πόλεμον.

Σοῦδα

ἦν δὲ τὸ ἑπόμενον στράτευμα Μαρκελλίνῳ ἐπιφανέστερον τῷ εὐσταλεῖ τῆς ὁπλίσεως.

Σοῦδα

τοσοῦτον αὐτοῖς ἐνεποίει τῆς βεβαίας ἐλπίδος ἡ τοῦ Μαρκελλίνου περὶ τὰ θεῖα πιστότης.

Σοῦδα

Μαρκελλῖνος, ἀνὴρ ἐπιεικὴς καὶ γενναῖος, ἐδυνάστευε μὲν Δαλματίας ἐν Ἠπείρῳ κατῳκημένων Ἰλλυριῶν ἐπεπαίδευτο δὲ τὴν Ῥωμαΐδα παιδείαν καὶ μαντικῆς ἐμπειρότατος ἐγεγόνει καὶ τἄλλα φιλολογώτατος· ὃς ἐλευθέραν ἐκέκτητο τὴν ἀρχὴν οὔτε Ῥωμαίων βασιλείᾳ δουλεύων οὔτε ἄλλῳ δυναστεύοντι τῶν ἐθνῶν οὐδενί, ἀλλʼ ἦν αὐτόνομος.

Σοῦδα

ᾧ συνῆν Σαλούστιος ὁ φιλόσοφος.

Σοῦδα Ἰσίδωρος Ἰσίδωρος φιλόσοφος· ὃς ἐφιλοσόφησε μὲν ὑπὸ τοῖς ἀδελφοῖς.

Σοῦδα

ὅτι τὴν μὲν φύσιν θεοειδέστερος ἦν Ἡραΐσκος, ὁ δὲ τὴν Αἰγυπτίων σοφίαν δαημονέστερος, ὁ Ἀσκληπιάδης, ἅτε τοσοῦτον χρόνον οὗτος μὲν τῇ Αἰγυπτίων προσδιατρίβων, ἐκεῖνος δὲ ἀποδημῶν … ὁ δʼ ἕτερος ὅμως τῆς τοῦ ἑτέρου κατὰ πολὺ ἐλείπετο φύσεως ἢ ἐπιστήμης.

Σοῦδα Ἰσίδωρος ἐν ἱεροῖς καὶ τὰ πρὸς ταῦτα κατασκευάζειν ἅπαντα, ὡς ἔπος εἰπεῖν, ἱκανώτατος εἰς ὑπερβολήν. ἐμοί τε δοκεῖν τὴν ζωὴν μὲν ἦν φιλόσοφος, τὰ δὲ πρὸς ἐπιστήμην οὐ διεξητασμένος, ἀγύμναστος ὢν μᾶλλον ἢ ἀφυὴς τὰ διαλεκτικά.

Σοῦδα

ὅθεν αὐτῷ καὶ ὁ βίος ἐς τοῦτο προῆλθεν, ἐν ἀδύτοις ἑκάστοτε καὶ τελεστηρίοις ἐνδιαιτᾶσθαι τὴν ψυχήν, οὔτι κατʼ Αἴγυπτον μόνην κινοῦντι τὰς πατρίους τελετάς, ἀλλὰ καὶ τῆς ἀλλοδαπῆς, εἴπου τι κατελέλειπτο τῶν τοιούτων.

Σοῦδα

ὁ δὲ Ἀσκληπιάδης ἐπιπλεῖον ἐν τοῖς Αἰγυπτίοις βιβλίοις ἀνατραφεὶς ἀκριβέστερος ἦν ἀμφὶ θεολογίαν τὴν πάτριον, ἀρχάς τε αὐτῆς καὶ μέσα διεσκεμμένος καὶ τὴν ἀπειρίαν ἀτεχνῶς τῶν ἐσχάτων περάτων πολυπραγμονήσας, ὡς ἔξεστιν εἰδέναι σαφῶς ἀπό τε τῶν ὕμνων, ὧν συγγέγραφεν εἰς τοὺς Αἰγυπτίων θεούς, καὶ ἀπὸ τῆς πραγματείας, ἣν ὥρμησε γράφειν, περιέχουσαν τῶν θεολογιῶν ἁπασῶν τὴν συμφωνίαν.

καὶ συγγραφὴν δὲ ἔγραψεν Αἰγυπτίων ὠγυγίων πράγματα περιέχουσαν οὐκ ἐλαττόνων ἐτῶν ἢ τριῶν μυριάδων, ἀλλὰ πλειόνων ὀλίγῳ.

Σοῦδα οὐδέν οὐδὲν ἐπαύετο ἀεὶ τοῖς βιβλίοις ἐνδιαιτώμενος.

Σοῦδα ἄγυρις ὁ δὲ ἐσπούδασεν εἰς τὸ δυνατὸν πρὸς ἀγυρισμὸν τῆς ἀπορρήτου τῶν θείων θεραπείας.

Σοῦδα

ὁ δὲ εὐθὺ Λιβάνου τοῦ ὄρους ἀνέδραμε καὶ τὸ ὑποκείμενον πεδίον στάχυσι βρύον τοξεύει πυρί, καὶ τὸ λήϊον πᾶν τέφραν ᾤετο γεγονέναι.

ὅτι τὰ ἕδη καὶ ἐπὶ αὐτῶν λαμβάνει τῶν τεμενῶν, τάττεται δὲ καὶ ἐπὶ τῶν ἀγαλμάτων· λέγεται δὲ ἕδος καὶ τὸ ἔδαφος τοῦ νεώ.

ὄναρ μὲν μυριάκις παρῆν ὡς φάναι τὸ ἔπος, ἅπαξ δὲ καὶ ὕπαρ ἐφάνη τὸ φάσμα.

«περιορώμενον τὸν ἄνθρωπον» ἀντὶ τοῦ «ἐμβλέπον ἀκριβῶς, ἐπισκοποῦν», ἐναντίως τῆς τῶν πολλῶν χρήσεως.

ἀκώλυτοι διέμενον ὑπὸ τῶν εἰωθότων κατὰ τὸ ἀνθρώπινον κωλυμάτων.

Σοῦδα

δαιμονίως πως οἰωνισάμενος τὸ μέλλον.

Σοῦδα

καὶ ἐγεγόνει ὁ Ἡραΐσκος Βάκχος, ὡς ὄνειρος αὐτὸν κατεμήνυσεν.

Σοῦδα

ὁ δὲ Ἡραΐσκος οὐ μόνον ἀγαθὸς ἦν καὶ ἤπιος, ἀλλʼ εἶχέ τι καὶ πρὸς τὴν πονηρίαν θυμούμενον καὶ πρὸς τὰς ἐπιβουλὰς τῶν ἀνθρώπων ἀνδριζόμενον, οὐδαμοῦ δὲ παρεκβαῖνον τὸ μέτρον τῆς δικαιοσύνης.

ὅ τε γὰρ Ἀμμώνιος καὶ Ἐρύθριος ὁ Αἰγύπτιος διεμάχοντο πρὸς ἀλλήλους ἐν Βυζαντίῳ, καὶ διετέλει προωθῶν ἀεὶ ὁ ἕτερος τὸν ἕτερον εἰς τοὺς ἐσχάτους κινδύνους.

Σοῦδα

ὁ μὲν δὴ Ἡραΐσκος αὐτοφυὴς ἐγένετο διαγνώμων τῶν τε ζώντων καὶ τῶν μὴ ζώντων ἱερῶν ἀγαλμάτων. εὐθὺς γὰρ ἐμβλέπων ἐτιτρώσκετο τὴν καρδίαν ὑπὸ τοῦ θειασμοῦ καὶ ἀνεπήδα τό τε σῶμα καὶ τὴν ψυχήν, ὥσπερ ὑπὸ τοῦ θεοῦ κατάσχετος. εἰ δὲ μὴ κινοῖτο τοιοῦτον, ἄψυχον ἦν ἐκεῖνο τὸ ἄγαλμα καὶ ἄμοιρον θείας ἐπιπνοίας. οὕτω διέγνω τὸ ἄρρητον ἄγαλμα τοῦ Αἰῶνος ὑπὸ τοῦ θεοῦ κατεχόμενον, ὃν Ἀλεξανδρεῖς ἐτίμησαν, Ὄσιριν ὄντα καὶ Ἄδωνιν ὁμοῦ κατὰ μυστικὴν ὡς ἀληθῶς φάναι θεοκρασίαν.

ἐνῆν δὲ τοῦ Ἡραΐσκου τῇ φύσει καί τι τοὺς μολυσμοὺς τῆς φύσεως ἀναινόμενον. εἰ γοῦν αἴσθοιτο φθεγγομένης ὅπως δὴ καὶ ὅθεν γυναικὸς ἀκαθάρτου τινός, ἤλγει παραχρῆμα τὴν κεφαλήν. καὶ τοῦτο σημεῖον ἐποιεῖτο τῆς ἀφεδρείας. οὕτω μὲν ζῶντι συνῆν ἀεί τι θεοειδές· ἀποθανόντι δέ, ἐπειδὴ τὰ νομιζόμενα τοῖς ἱερεῦσιν ὁ Ἀσκληπιάδης ἀποδιδόναι παρεσκευάζετο τά τε ἄλλα καὶ τὰς Ὀσίριδος ἐπὶ τῷ σώματι περιβολάς, αὐτίκα φωτὶ κατελάμπετο πανταχῇ τῶν σινδόνων ἀπόρρητα διαγράμματα, καὶ περὶ αὐτὰ καθεωρᾶτο φασμάτων εἴδη θεοπρεπῆ ἐπιδεικνύντων τὴν ψυχὴν ἐναργῶς, ποίοις ἄρα θεοῖς ἐγεγόνει συνέστιος. ἦν δὲ αὐτοῦ καὶ ἡ πρώτη γένεσις τῷ ὄντι μυστική. λέγεται γὰρ κατελθεῖν ἀπὸ τῆς μητρὸς ἐπὶ τοῖς χείλεσιν ἔχων τὸν κατασιγάζοντα δάκτυλον, οἷον Αἰγύπτιοι μυθολογοῦσι γενέσθαι τὸν Ὧρον καὶ πρὸ τοῦ Ὥρου τὸν Ἥλιον. τοιγαροῦν ἐπεί οἱ συνεπεφύκει τοῖς χείλεσιν ὁ δάκτυλος, ἐδεήθη τομῆς, καὶ διέμεινεν ἀεὶ τὸ χεῖλος ὑποτετμημένον ἰδεῖν ἅπασι φανερόν, τὸ σημεῖον τῆς ἀπορρήτου γενέσεως.

Σοῦδα

ὁ δὲ βασιλείαν ὠνειροπόλει καὶ αἴθυγμα ἀμηγέπη καὶ φαντασίαν τινὰ ἀπετέλει μοναρχίας. ταύτῃ τοι καὶ ἐκποδὼν ἐγένετο τῷ ἀνδρὶ ὑπάτῳ γενέσθαι.

Σοῦδα

ὁ δὲ διαφθονούμενος Ζήνωνι ἐν ἡσυχίᾳ ἔμενεν.

Σοῦδα

ταύτῃ τοι οὐ πολὺ ὕστερον παρελύθη τῆς ἀρχῆς.

Σοῦδα

ὅτι ὁ Ἴλλους φιλόλογος ὢν ὑπὸ παρουσίαν ἀνδρῶν λογίων διεξοδικὸν περὶ ψυχῆς ἐβούλετο ἀκοῦσαι λόγον. πολλῶν δὲ τῶν παρατυχόντων πρὸς πεῦσιν αὐτοῦ ποικίλα φιλοσοφησάντων, ἐπεὶ ἐξ ἀσυμφωνίας ὁ λόγος ἀσύστατος ὤφθη, Μάρσος ἔφη δύνασθαι Παμπρέπιον τὸ προβληθὲν ἀδιαπτώτως ἐπιλύειν. ἦν δὲ οὗτος μέλας τὴν χροιάν, εἰδεχθὴς τὰς ὄψεις, γραμματιστὴς τὴν ἐπιστήμην, ἐκ Πανὸς ὁρμώμενος τῆς ἐν Αἰγύπτῳ, πολὺν χρόνον κατʼ ἐπιγαμίαν διατρίψας ἐν Ἑλλάδι. ἀχθεὶς οὖν παρὰ Μάρσου πρὸς Ἴλλουν καὶ διελθὼν λόγον περὶ ψυχῆς ἐκ χρόνου κομψῶς πεφροντισμένον, ἐπεὶ ὁ οὐκ εἰδὼς τοῦ εἰδότος ἐν οὐκ εἰδόσι, ὡς εἶπε Πλάτων, πιθανώτερος ὑπάρχει, φενακισθεὶς Ἴλλους μεμεριμνημένῃ στωμυλίᾳ, λογιώτερον αὐτὸν πάντων ἔκρινε τῶν παιδευτῶν τοῦ Βυζαντίου. διὸ καὶ πολλὴν δοὺς αὐτῷ ἐκ δημοσίων παραμυθίαν, τοὺς φοιτῶντας ἐς μουσεῖα κατʼ ἐκλογὴν ἐκέλευσε παιδεύειν. ἡ μὲν οὖν εὐδαιμονία τούτου τοιαύτην ἀφρορμὴν λαβοῦσα πολλῶν αἰτία ἀτυχημάτων γέγονε τῇ πολιτείᾳ.

Σοῦδα

ὁ δὲ νέος ὢν καὶ φιλόνεικος ἅτε προηγμένος ἀνελπίστως ἐκ τοῦ γραμματείου καὶ τῆς τοιαύτης διαθέσεως πολὺς ἐπέπνει.

οὐδείς ἐστιν οὕτω τὸ θεῖον ἐκκεκωφημένος, ὃς οὐκ αἰσθάνεται αὐτοῦ τῆς ἐνεργείας πάσης μέν, οὐχ ἥκιστα δὲ τῆς κολαζούσης τοὺς ἁμαρτάνοντας.

«οὐκ ἂν ἁμάρτοι Μούσης ἀληθοῦς», ἢ «οὐκ ἂν ἁμάρτοι ἀληθείας ἱερᾶς».

Σοῦδα

ὁ δὲ Ἡραΐσκος ὁ Αἰγύπτιος ἦν μὲν συνεῖναι δεινότατος, ἀγωνιστὴς δὲ οὐκ ἰσχυρὸς ὑπὲρ τῆς ἀληθείας, οὐδὲ τὰς ἔξω φερούσας ἀπὸ ταύτης ὁδοὺς ἀνιχνεῦσαι καὶ διεξελθεῖν. οὗτος γὰρ ἐς τοὐναντίον ἐκεκλήρωτο τὴν εὐμοιρίαν.

Σοῦδα

οὗτος ἐκ παίδων εὐθὺς ὡμολογεῖτο ὀξύτατος καὶ πολυμαθέστατος εἶναι τῶν ἡλικιωτῶν, ὥστε καὶ πολυπραγμονῶν οὐδὲν ἐπαύετο περὶ ἑκάστου τῶν παραπιπτόντων, ὧν ἥ τε φύσις ἀπεργάζεται θαυμασίων καὶ τέχνη ἑκάστη παρέχεται δημιουργημάτων. ἐν γοῦν ὀλίγῳ χρόνῳ παντάπασι κατανενοήκει τῶν τε βαφικῶν χρωμάτων τὰς μίξεις ἁπάσας καὶ τῶν περὶ ἐσθῆτα κοσμουμένων βαμμάτων παντοδαπῶν, ἔτι δὲ τῶν ξύλων τὰς μυρίας διαφορότητας, ὅπως αὐτῶν αἱ ἶνες ἔχουσιν εὐθύτητος πέρι καὶ διαπλοκῆς. ἀλλὰ μέντοι λίθων καὶ βοτανῶν αἱ ποικίλαι δυνάμεις τε καὶ ἰδέαι, τῶν τε ἐν ποσὶ κειμένων καὶ τῶν σπανιωτάτων, ἀνεζητοῦντο καὶ εὑρίσκοντο πάσῃ μηχανῇ.

ὄχλον δὲ παρείχετο πολὺν τοῖς περὶ ἕκαστα διατρίβουσι παρακαθήμενός τε συχνὰ καὶ περὶ ἑκάστου ἀνερωτῶν ἐς τὸ ἀκριβέστατον. τὴν δὲ περὶ φυτῶν ἱστορίαν ἐπὶ μείζονος ἠγάπα τιμῆς, καὶ ἔτι μᾶλλον τὴν περὶ ζῴων, τά τε ἐνόντα διὰ τῆς ὄψεως ἀνακρίνων καὶ τὰ μὴ δυνατὰ διὰ τῆς ἀκοῆς ἐξετάζων ἐπὶ τὸ μακρότατον, ὅσα τε τοῖς πρεσβύταις ἀναγέγραπται περὶ τούτων ἀναλεγόμενος.

Σοῦδα ἐμέλλησεν ὁ δὲ οὐδὲν ὧν ἔχρῃζε μαθεῖν ἀπεκρύψατο ἢ λέγων ἐμέλλησεν.

Σοῦδα

ἦν δὲ Ἀλεξανδρεὺς τὸ γένος. τοῦτον οὖν ἐπίσταμαι διὰ πείρας συχνῆς εὖ μάλα τήν τε ἀγαθοειδῆ προαίρεσιν προβεβλημένον καὶ τοῦ πατρὸς οὐ πολύ τι λειπόμενον κατὰ τὴν εὐσεβῆ προθυμίαν καὶ τὴν πρὸς τὸ θεῖον ἀναγομένην ἐλπίδα σύντονόν τε καὶ ἐρωτικήν· φιλοσοφοῦντα μέντοι ὑπὲρ ἐκεῖνον καὶ τῇ ἄλλῃ προπαιδείᾳ κεκοσμημένον.

Σοῦδα

Ἀντώνιος, Ἀλεξανδρεύς, ὃς ἐνδεέστερον ἔχων πρὸς τοὺς λόγους οὐ πάνυ τις ἦν ἀκριβής· πρὸς δὲ ἀλήθειαν ἱερώτατος ἐγεγόνει καὶ λίαν ἔρρωτο τὴν ψυχὴν πρὸς θεοῦ θεραπείαν, τήν τε δημοτελῆ τήν τε ἀπορρητοτέραν· ὥστε καὶ τὴν Γάζαν ἀπέφηνεν ἱερωτέραν πολλῷ μᾶλλον ἢ πρότερον ἦν. ἐμβὰς δὲ εἰς πολιτικὰς ὑποθέσεις καὶ δικασάμενος ὑπὲρ τῆς ἀδελφῆς προέστη αὐτῆς ἐκθυμότερον τοῦ μετρίου καὶ ὑπερεδικάσατο κατὰ τὸ καρτερώτατον, οὔτε χρόνου φειδόμενος εἰς οὐδὲν δέον δαπανωμένου οὔτε δόξης ἀμείνονος ἐπιστροφήν τινα ποιησάμενος. ἤκουσε γὰρ κακῶς ὑπὸ τῶν τότε ἀνθρώπων οὐχ ὡς ἀδικῶν, ἀλλʼ ὡς φιλοδικῶν. ἀνέβη γὰρ καὶ ἐς τὸ Βυζάντιον ἐπὶ τῇ δίκῃ καὶ σφόδρα φιλόνεικος ἔδοξέ τις εἶναι. περιγενόμενος δὲ τῶν ἀντιδίκων ταύτην μὲν ἐξέδωκεν ἑτέρῳ ἀνδρί, αὐτὸς δὲ ἐν ἡσυχίᾳ καὶ ἀπραγμοσύνῃ τὸ λοιπὸν τοῦ βίου διετέλει, ὀλίγα μὲν ἐν φιλοσοφίᾳ, τὰ δὲ πλείω διαιτώμενος ἐν τοῖς ἱεροῖς. ἁπλοῦς δὲ ἦν τὸ ἦθος καὶ ἕτοιμος εἰς εὐεργεσίας, ἄλλως τε καὶ τὰς διὰ τῶν ἱερῶν. ἔγωγε οὖν καὶ αὐτὸς ὁμολογῶ τῷ ἀνδρὶ μεγίστην ἀτεχνῶς τὴν χάριν, ἣν ἀμείψασθαι αὐτὸν εὔχομαι τοὺς θεοὺς ἐν μακάρων νήσοις ἤδη συζῆν ἠξιωμένον.

Σοῦδα

ταῖς δὲ ἡμέραις ἀτρύτοις πόνοις ἑαυτὸν πρὸς γεωργίαν ἐξεδίδου.

Σοῦδα

ὁ δὲ βουλόμενος μηδένα χρόνον ἀργὸν ποιεῖν, προέθετο τὸ τοῦ χειμῶνος ἄπρακτον εἴς τινας χρείας ἀποθέσθαι

Σοῦδα

οἰκονομικὸς δὲ ὢν καὶ γεωργικός, ἀποθανόντος αὐτῷ τοῦ πατρός, ἀπέτισε χρέα πολλά. ἐν χρηματισμῷ δὲ δικαίῳ καταστὰς ὅμως ἐν δαπανήμασι μεγάλοις ἐγένετο, τῆς τε ἱερᾶς εἵνεκα προαιρέσεως καὶ τῆς ἄλλης πολιτικῆς φιλοτιμίας ἀναγκαίας εἶναι δοκούσης καὶ τῷ οἴκῳ συνήθους. ὥστε ἠναγκάσθη καὶ αὐτὸς ὕστερον ὑπόχρεων τὴν οὐσίαν καταλιπεῖν ταῖς θυγατράσι.

Σοῦδα

Ἰάκωβος, Ἡσυχίου υἱὸς ἰατροῦ, ὁ ἐπικληθεὶς Ψύχριστος, τὸ ἀνέκαθεν ἐκ τοῦ Δαμασκοῦ. εἰς Ῥόδον δὲ γενομένου τοῦ πατρός, εἶτα εἰς Δρέπανον τὸ ἐν Ἄργει ἐλθόντος κἀκεῖ γήμαντος τὴν ἐξ αὐτοῦ τεκοῦσαν τὸν Ἰάκωβον, καταλιπόντος δὲ τήν τε γαμετὴν καὶ τὸν παῖδα καὶ ἐκδημήσαντος ἐπὶ ἔτη ἐννεακαίδεκα εἴς τε Ἀλεξάνδρειαν καὶ Ἰταλίαν καὶ οὐδὲ περιεῖναι δοκοῦντος· ὅθεν γαμεῖται μὲν ἡ Ἰακώβου μήτηρ δευτέρῳ ἀνδρί· καὶ παίδων αὐτῇ γενομένων δύο καὶ θηλείας, τελευτᾷ τὸν βίον ὁ γαμήσας αὐτήν· ἐπάνεισι δὲ Ἡσύχιος ἐν Βυζαντίῳ· ὅπερ γνοὺς Ἰάκωβος ἦλθε πρὸς αὐτόν· καὶ τότε παιδείας ἤρξατο καὶ ἰάτρευσεν ἐν Βυζαντίῳ ἐπὶ Λέοντος βασιλέως.

Σοῦδα

Ἰάκωβος, ἰατρός. ἀπὸ Δαμασκοῦ εἷλκε τὸ γένος καὶ ἐς τὸ ἀκριβέστατον ἀναβὰς τῆς ἐπιστήμης τέλειος ἦν, οὐ διαγινώσκων μόνον τὰς νόσους, ἀλλὰ καὶ ἰώμενος, ὁμοῦ μὲν κατὰ τὸν λόγον, ὁμοῦ δὲ κατὰ τὴν πεῖραν, ἐπιμελῶς τε καὶ ἱκανῶς· ὥστε τὰ πρωτεῖα τῆς ἰατρικῆς εὐκλείας ἀπενέγκασθαι τῶν καθʼ ἑαυτὸν ἰατρῶν, παραβάλλεσθαι δὲ ἤδη πρὸς τοὺς ἀρχαίους, ὑπερβάλλειν δὲ αὐτῶν τούς γε πλείους· οἷα δὲ ἔχοντα δύναμιν ἰσόθεον ἀγαπᾶσθαι καὶ προσκυνεῖσθαι ὑπὸ τῶν δεομένων· οὕτω δὲ θαρρεῖν ἐφʼ ἑαυτῷ καὶ ἐπὶ τῇ κρίσει τῶν οἰκείων μεθόδων, ὥστε εἰ ἀπελθὼν πρὸς τὸν ἄρρωστον καὶ τοῖς σημείοις τὸ νόσημα διαγνοὺς ἀπεφήνατο βιώσιμον εἶναι τὸν ἄνθρωπον, εὐέλπιδας γίνεσθαι πάντας, ὡς ὑγείας ἐσομένης, εἰ δὲ μὴ ὡς τελευτῆς· καὶ μηδένα πώποτε τῶν ἐλπίδων διαψευσθῆναι.

ἔλεγε δὲ ὁ αὐτός, χρῆναι τὸν ἄριστον ἰατρὸν ἤτοι ἀπογνῶναι τῆς νόσου ἢ ἁψάμενον εὐθὺς εἰς ῥᾷον μεταβαλεῖν τὸν νοσοῦντα καὶ ἔχοντα μετριώτερον ἀπολείπειν· ἄλλως δὲ μὴ ἀποστῆναι πρότερον. πάντας δὲ ὡς εἰπεῖν ἀπήλλαττε τῶν ἐνοχλούντων παθῶν παραυτίκα ἢ μικρὸν ὕστερον. διόπερ οἱ μὲν ἄλλοι σωτῆρα τὸν Ἰάκωβον ἀπεκάλουν, οἷά ποτε καὶ τὸν Ἀσκληπιόν, οἱ δὲ ἰατροὶ διέβαλλον ἀεὶ καὶ ἐλοιδόρουν ὡς ὄντα οὐκ ἰατρόν, ἀλλὰ θεοφιλῆ τινα καὶ ἱερόν. καὶ οὐκ ἐψεύδοντο· ἦν γὰρ ἐπιεικὴς ὁ ἀνὴρ καὶ θεῷ τῷ ὄντι κεχαρισμένος. εἰ δὲ δεῖ τὸ τοῦ φιλοσόφου εἰπεῖν, Ἀσκληπιαδικὴν ᾤετο τὴν τοῦ Ἰακώβου ψυχὴν καὶ κατὰ φύσιν Παιώνειον· προσεῖναι δὲ καὶ τὴν ἐρωτικὴν τοῦ ἐπιτηδεύματος ἐπιμέλειαν, ἣ μάλιστα φιλεῖ τοὺς τεχνίτας ἑκάστους οἰκειοῦν καὶ προσάγειν τοῖς ἐφόροις τῆς τέχνης. οὕτω καὶ Φειδίαν ἐνθουσιῶντα δημιουργεῖν, οὕτω καὶ Ζεῦξιν εἰκάζειν τὰ ἀγάλματα.

Σοῦδα

ὑπολαβὼν οὖν οὐ κατὰ συντυχίαν, ἀλλʼ ἀπό τινος ἕξεως τοιαύτην εἶναι περὶ αὐτὸν διάθεσιν.

Σοῦδα

ἔχων τὸν νοῦν εὐθιξίᾳ πρὸς τὴν θεραπείαν εὐθυβολοῦντα.

Φώτιος οἱ δὲ τῆς ἀλλοφύλου δόξης ἑταῖροι καὶ συστασιῶται.

Σοῦδα διωλύγιον ταῦτα οὐ διωλύγιος φλυαρία δόξειεν ἂν εἶναι, καὶ δικαίως οὐ κατὰ γραῶν ὕθλον λεγόμενον, ἀλλὰ πέρα τοῦ μεγίστου φληνάφου;

Σοῦδα

καὶ χαλαρὸν ἦν αὐτῷ καὶ θῆλυ τὸ σπλάγχνον πρὸς τοὺς δεομένους, εἴπερ τινὶ τῶν καθʼ αὑτὸν ἀνθρώπων.

Σοῦδα

ὁ δὲ τὴν τῶν Αἰγυπτίων σοφίαν ἦν ἀδαημονέστερος, ὁ Ἀσκληπιόδοτος.

Σοῦδα

τῷ δὲ Ἀσκληπιοδότῳ σπουδὴ ἦν εἰς τὸ χρωματικὸν καὶ διατονικὸν εἶδος τῆς μουσικῆς. ὥστε τὴν ἑαυτοῦ φωνὴν καὶ τὰ περὶ αὐτὴν ὄργανα τῆς φύσεως εὐπλαστότερα κηροῦ διετίθετο καὶ μετερρύθμιζεν ἐς ὅ τι ἠβούλετο καὶ ἡ χρεία παρῆν· ὥστε καὶ ζῴων ἁπάντων μιμεῖσθαι καὶ τῶν ἄλλων κτύπων τὰς ἀπηχήσεις.

Σοῦδα δίεσιν δίεσις λέγεται τὸ ἐλάχιστον μέτρον τῶν ἐναρμονίων διαστημάτων, ὅπερ ἀπολωλὸς ἐκ τῆς ἡμετέρας αἰσθήσεως καὶ τὸ ἐναρμόνιον προσαπώλεσεν, ἀγυμνάστου πρὸς αὐτὸ τῆς ἀκοῆς ἀπολελειμμένης.

Σοῦδα

διαπορουμένῳ γοῦν τῷ Πρόκλῳ περὶ τῶν Ἰσιδώρου μιμήσεων τῶν ὀρνέων τῶν φωνῶν καὶ τῶν ἀπηχημάτων ἐνίοτε ἐν τοῖς Χαλδαϊκοῖς ἐπιτηδεύμασιν αὐτὸς ὑπεδείκνυε τὴν ὁδὸν τῆς μιμήσεως ἄλλων τε καὶ στρουθῶν τῶν μικρῶν τούτων καὶ κατοικιδίων τῆς πτήσεως, οἷα ψοφοῦσι ταῖς πτέρυξιν ἐγειρόμενοι πρὸς τὸ πετᾶσθαι.

Σοῦδα

ὅτι Ἀσκληπιόδοτος ὁ φιλόσοφος καὶ τὴν ἰατρικὴν ἐκμαθὼν

τῶν μὲν νεωτέρων οὐδένα ἀπεδέχετο πλὴν Ἰάκωβον, τῶν δὲ πρεσβυτέρων μετὰ τὸν Ἱπποκράτην Σωρανὸν τὸν Κίλικα, τὸν Μαλλώτην ἐπίκλην.

Σοῦδα

ὅτι Ἀσκληπιόδοτος ὅσιος ἦν καὶ εὐσεβής· καὶ τὰ μὲν πρῶτα δεισιδαίμων ἐγεγόνει καὶ εὐλαβὴς οὕτως σφόδρα ὥστε μήτε θύειν ἀνέχεσθαι μήτε τινὸς ἀπορρήτου μηδενὸς ἀκούειν· οὐ γὰρ εἶναι ταῦτα τῆς γενέσεως ἄξια, ἀλλὰ τοῦ Ὀλύμπου καὶ τῶν ἐν Ὀλύμπῳ διαζῆν ἡγουμένων.

Σοῦδα

ὁ δὲ πολλάκις ἀκούων οὐ προσεποιεῖτο.

Σοῦδα

τοιγαροῦν ἀνέθηλεν ἐπʼ αὐτοῦ ἡ πόλις τῆς Ἀφροδίτης εἰς τὸ ἱερώτερον. ἤδη δὲ καὶ ἐς τὰς ὑπερορίους ἀπῴκισε τὴν ἀπόρρητον θέμιν, ἔς τε Ἀλεξάνδρειαν τὴν ὀσιριάζουσαν καὶ τῆς ἕω πολλαχῇ τὴν μαγεύουσαν.

καὶ πρὸς φιλοσοφίαν ἔρρωντο, καίτοι ἀρχὴν ἀτυχοῦντες εὐαγωγίας φιλοσόφου.

Σοῦδα

ἡ δὲ ἦν ἀνδρόβιος καὶ ἄθρυπτος ἐς συμβίωσιν.

Σοῦδα

οἱ δὲ κακῶν παντάπασιν ἀπαθεῖς ἔμειναν.

καὶ τῇ εὐχῇ χρησάμενος εἰς τὴν συνήθη καὶ ἀνθρωπίνην αἴσθησιν ἀπὸ τῶν ἀλλοκότων ὄψεων ἐπανῆλθε.

Σοῦδα

εὐφυὴς δὲ ἐκ παίδων γεγονὼς ἄχρι γήρως πολλὰ συνεισήνεγκεν εἰς τὰ ἱερὰ τῆς οἰκείας φύσεως ἔκγονα μηχανήματα, ἀγάλματά τε διακοσμῶν καὶ ὕμνους προστιθεὶς ἔστιν οἷς.

καὶ δὴ ἐξέδωκεν ἱκνουμένῳ τῷ τοῦ γάμου καιρῷ.

ἀλλὰ καὶ τρίβωνα φιλοσοφίας περιβαλών, ὡς φιλόσοφον, τὴν νύμφην.

Σοῦδα

ἦν γὰρ αὐτὸς ἀγύρτης τῷ ὄντι καὶ φιλομαντευτής.

Σοῦδα

φιλοσοφοῦντος οὐκ ἔστι μαντικὴν ἐπαγγέλλεσθαι καὶ προφέρειν οὐδὲ τὴν ἄλλην ἱερατικὴν ἐπιστήμην· χωρὶς γὰρ τὰ τῶν φιλοσόφων καὶ τὰ τῶν ἱερέων ὁρίσματα, οὐδὲν ἧττον ἢ τὰ λεγόμενα Μυσῶν καὶ Φρυγῶν.

τῆς περὶ τὰ θεῖα διατριβούσης θρησκείας, ὅση τε ῥητὴ καὶ ὅση ἀπόρρητος.

Σοῦδα

ἐμέμφετο αὐτοῦ τὸ περὶ τὰς μαντείας ἐπτοημένον καὶ βουλόμενον ἀεὶ τοῖς ἀγύρταις ἐπιτρέπειν τὰ οἰκεῖα πράγματα.

Σοῦδα

ἐδεῖτο μὲν γὰρ οἱ τὸ σῶμα σαρκοφαγίας, ἀθύτου δὲ οὐκ ἠνέσχετο μεταλαβεῖν, τὸ παλαιὸν παράγγελμα «θνησειδίων ἀπέχεσθαι» τοῦτο σημαίνειν ὑπολαμβάνων.

Σοῦδα

οὐδὲ τῇ ὄψει τῶν ὀνείρων ἐτίθετο

Σοῦδα

ὁ γὰρ Ἀθήνησιν Ἀσκληπιὸς τὴν αὐτὴν ἴασιν ἐχρησμῴδει Πλουτάρχῳ τε τῷ Ἀθηναίῳ καὶ τῷ Σύρῳ Δομνίνῳ, τούτῳ μὲν αἷμʼ ἀποπτύοντι πολλάκις καὶ τοῦτο φέροντι τῆς νόσου τὸ ὄνομα, ἐκείνῳ δὲ οὐκ οἶδα ὅ τι νενοσηκότι. ἡ δὲ ἴασις ἦν ἐμπίπλασθαι χοιρείων κρεῶν. ὁ μὲν δὴ Πλούταρχος οὐκ ἠνέσχετο τῆς τοιαύτης ὑγιείας καίτοι οὐκ οὔσης αὐτῷ παρανόμου κατὰ τὰ πάτρια, ἀλλὰ διαναστὰς ἀπὸ τοῦ ὕπνου καὶ διαγκωνισάμενος ἐπὶ τοῦ σκίμποδος ἀποβλέπων εἰς τὸ ἄγαλμα τοῦ Ἀσκληπιοῦ — καὶ γὰρ ἐτύγχανεν ἐγκαδεύδων τῷ προδόμῳ τοῦ ἱεροῦ —, ὦ δέσποτα, ἔφη, τί δὲ ἂν προσέταξας Ἰουδαίῳ νοσοῦντι ταύτην τὴν νόσον; οὐ γὰρ ἂν καὶ ἐκείνῳ ἐμφορεῖσθαι χοιρείων κρεῶν ἐκέλευσας. ταῦτα εἶπεν, ὁ δὲ Ἀσκληπιὸς ἱεὶς αὐτίκα ἀπὸ τοῦ ἀγάλματος ἐμμελέστατον δή τινα φθόγγον, ἑτέραν ὑπεγράψατο θεραπείαν τῷ πάθει. Δομνῖνος δέ, οὐ κατὰ θέμιν τὴν Σύροις πάτριον, πεισθεὶς τῷ ὀνείρῳ οὐδὲ παραδείγματι τῷ Πλουτάρχῳ χρησάμενος ἔφαγέ τε τότε καὶ ἤσθιεν ἀεὶ τῶν κρεῶν. λέγεταί που μίαν εἰ διέλειπεν ἡμέραν ἄγευστος ἐπιτίθεσθαι τὸ πάθημα πάντως, ἕως ἐνεπλήσθη.

Σοῦδα

γενόμενος δὲ πρὸς τῷ σεμνῷ καὶ εὐτράπελος ἡδίστην παρείχετο τοῖς ἐντυγχάνουσι τὴν αὑτοῦ συνδιαίτησιν.

οὐδʼ εἰς Ἀφροδισιάδα μετεχώρησε παράκλητος.

Σοῦδα

Ἀθήνηθεν ἀποπλεύσας Ἀσκληπιόδοτος καὶ εἰς Σελεύκειαν τῆς Συρίας ἀφικόμενος διεσκοπεῖτο τὰ ἤθη τῶν ἀνθρώπων· καὶ ἐν τῇ περιόδῳ ὅλῃ τρισὶ μόνοις ἔφη ἐντετυχηκέναι μετρίως ἔχουσιν ἀνθρώποις· Ἱλαρίῳ τε τῷ φιλοσόφῳ κατʼ Ἀντιόχειαν, ἐν δὲ Λαοδικείᾳ τῇ ἐχομένῃ πόλει τῶν Σύρων Μάρᾳ τῷ δικαιοτάτῳ τῶν καθʼ ἡμᾶς ἀνθρώπων καὶ τὴν Ἀριστείδου ἐπωνυμίαν ἀπενεγκαμένῳ, Δομνίνῳ τε τῷ φιλοσόφῳ.

Σοῦδα

Ἱλάριος, Ἀντιοχεύς, τῆς ἐν Συρίᾳ πόλεως, ἐν τῷ βουλευτηρίῳ τὰ πρωτεῖα φέρων· ἐπιεικὴς δὲ τὴν φύσιν ὢν καὶ φιλομαθὴς καὶ προσέτι ὀξὺς ἐν τοῖς λόγοις καὶ βιβλίων παντοδαπῶν εὐπορώτατος, ὅμως ὀψιμαθὴς ἐγεγόνει λόγων φιλοσόφων. πολιτεύεσθαι γὰρ ἀναγκαζόμενος τὰ κοινὰ πολιτεύματα τῆς πατρίδος οὐδεμίαν εἶχε σχολὴν πρὸς φιλοσοφίαν. ἐνῆν δὲ αὐτῷ δυσάγωγον ἦθος ἐν τῇ νεότητι πρὸς σωφροσύνην· ὥστε καὶ τοῦτο πολλὴν ἀσχολίαν παρείχετό οἱ πρὸς καλλίω βίον. ἀλλὰ γὰρ ἡ τύχη σοφώτερον τούτῳ κατέστη καὶ ὁ καιρός, ἅμα παρηκούσης ἤδη τῆς ἀκρατοῦς ἡλικίας. ἀτύχημα γάρ τι συνέβη κατὰ τὸν οἶκον, ὅπερ εὐτύχημα ἀπέβη κατὰ τὸ ἀληθέστερον· ἡ γὰρ γυνὴ αὐτοῦ τῶν οἰκείων τινὶ συμφθειρομένη κατείληπτο. ὁ οὖν οἰκοφθόρος τὸ ἐπιτήδευμα ῥήτωρ ἐγεγόνει, Μόσχος δὲ ὄνομα. …

τυγχάνων δὲ τοῦ Ἱλαρίου τινὸς εὐνοίας καὶ οἰκειότητος ἄδικος ἐφάνη περὶ τὸν εὐεργέτην· ἑάλω γὰρ συνὼν τῇ γυναικί. καὶ ὃς οὐδὲν ταραχθεὶς ἐπὶ τῇ συμφορᾷ πρᾶγμα ἐποίησεν ἀνδρείας τε καὶ φρονήσεως ἐχόμενον. τὸν γὰρ ἄνδρα παραλαβὼν ἐξέστη μὲν αὐτῷ τῆς γυναικός, ἐξέστη δὲ τοῦ σφετέρου κλήρου, ἐφʼ ᾧ τε κατὰ τὸν νόμον ἐκεῖνον βουλεύειν, αὐτὸς δὲ, — καὶ γὰρ ἄπαιδα βίον τῇ γυναικὶ συμβεβίωκεν — ἀπολιπὼν τὴν πατρίδα μετεσκευάσατο τὸν βίον πρὸς τοὺς φιλοσόφους, εἰς Καρίαν τε καὶ Λυδίαν μεταναστάς.

Ἀθήναζε γὰρ ἀφικόμενος ἠβούλετο τοῦ Πρόκλου ἀκροάσασθαι καὶ λόγων φιλοσόφων· ὡς δὲ οὐκ ἤνεγκεν αὐτοῦ τὴν τρυφὴν ὁ Πρόκλος, ἀκηκοὼς αὐτὸν ἐληλυθέναι μετὰ τῶν παλλακίδων καὶ τῆς συνήθους ἔτι ἐκδιαιτήσεως, ἀναχωρήσας Ἀθήνηθεν ὁ Ἱλάριος ἄλλον μετεδίωκε τρόπον ὠφελείας τὸν συμμετρότερον ἢ κατὰ τὸν Πρόκλειον.

Φώτιος ἄπαιδα βίον τῇ γυναικὶ συμβεβίωκεν

Φώτιος ὁ δὲ Ἱλάριος φιλοσοφῶν μέν, ἐκδεδιῃτημένος δὲ τὰς ὑπογαστρίους ἡδονάς, οὐκ ἔτυχε Πρόκλου διδασκάλου.

Σοῦδα ἐκδιαίτησις ἀπαγορεύει πρὸς τοὺς πόνους πόθῳ τῆς ἐν Συρίᾳ ἐκδιαιτήσεως.

Σοῦδα

Μάρας, ἀπὸ Βεροίας τῆς ἐν Συρίᾳ πόλεως, ἀνὴρ τῶν πλουσιωτάτων· ἀλλʼ ὅμως ὁ κόρος οὐδεμίαν αὐτῷ ὕβριν ἐνέτεκεν· οὐδὲ γὰρ κόρος οὐδεὶς ἐφαίνετο τῶν χρημάτων, ἀλλὰ ταῦτα μὲν ὄργανα ἐποιεῖτο δικαιοσύνης τε καὶ φιλανθρωπίας, ἐπιχορηγῶν τε τοῖς δεομένοις καὶ φιλοτιμούμενος ἐν τοῖς πολιτεύμασιν. οὕτω παρεῖχεν ἑαυτὸν τοῖς πᾶσιν ἐπιεικῆ καὶ δίκαιον, ὥστε οὔτε τῶν πολιτῶν οὐδεὶς αὐτῷ ἐγκέκληκε πώποτε οὔτε ξένων οὔτε τῶν κατʼ ἄστυ γειτόνων οὔτε τῶν ἐν ἀγροῖς ὁμορούντων. οὐ μὴν ταῦτα δικαιοσύνης ἔργα ἀπελογίζετο, εἰ μηδένα ἀδικεῖ τῶν πολιτευομένων, ἀλλʼ ἐκεῖνα μᾶλλον, εἰ μὴ κάμνοι εὐεργετῶν. τοιγαροῦν οὐ τῶν ἑαυτοῦ μόνον ἐπεμελεῖτο πραγμάτων, ἀλλὰ καὶ τῶν ἀλλοτρίων, μάλιστα τῶν παρακεκτημένων ἔν τε τῷ ἄστει καὶ κατʼ ἀγρούς. μάλιστα δὲ τούτου τεκμήριον, εἴ τις ἠβούλετό τι πωλεῖν ἤ τις ὠνεῖσθαι τῶν πλησιαζόντων αὐτῷ, ὁ μὲν προσαπῄτει, ὁ δὲ προσετίθει τῷ τιμήματι τῆς ἄλλης ἀξίας, ὑπὲρ αὐτοῦ γέ τοι δήπουθεν, ὑπὲρ τοῦ κτήσασθαι ὅμορον καὶ γείτονα Μάραν, τὸν πάντων ἀνθρώπων δικαιότατον. ὥστε καὶ ἐξενίκησεν εἰς παροιμίαν ὁ Μάρας, ἐπὶ δικαίᾳ χρήσει τῶν πέλας.

Σοῦδα

Δομνῖνος, φιλόσοφος, Σύρος τὸ γένος ἀπό τε Λαοδικείας καὶ Λαρίσσης πόλεως Συρίας, μαθητὴς Συριανοῦ καὶ τοῦ Πρόκλου συμφοιτητής, ὥς φησι Δαμάσκιος. ἐν μὲν τοῖς μαθήμασιν ἱκανὸς ἀνήρ, ἐν δὲ τοῖς ἄλλοις φιλοσοφήμασιν ἐπιπολαιότερος. διὸ καὶ πολλὰ τῶν Πλάτωνος οἰκείοις δοξάσμασιν διέστρεψε. καὶ διαλυμηνάμενος ἀποχρώσας ὅμως εὐθύνας τῷ Πρόκλῳ δέδωκε γράψαντι πρὸς αὐτὸν ὅλην πραγματείαν, καθαρτικὴν ὥς φησιν ἡ ἐπιγραφὴ τῶν δογμάτων τοῦ Πλάτωνος. ἦν δὲ οὐδὲ τὴν ζωὴν ἄκρος οἷον ἀληθῶς φιλόσοφον εἰπεῖν.

Σοῦδα

τούτῳ οὖν ἤδη προγεγηρακότι νεώτερος ὢν ἐντυχεῖν ὁ Ἀσκληπιόδοτος λέγεται, ἰδεῖν δὲ ἄνθρωπον ἔχοντά τι περιττὸν καὶ ἀστεμφές, οὐκ ἀξιοῦντα λόγου πολλοῦ τοὺς ἐντυγχάνοντας ἰδιώτας ἢ ξένους, ἄλλως τε καὶ τοὺς ἐπὶ τῷ διαφέρειν αὐχοῦντας· ἀμέλει καὶ ἑαυτῷ προσενεχθῆναι τραχύτερον, ἐπειδὴ περὶ ἀριθμητικοῦ ὅτου δὴ θεωρήματος οὐκ ἠξίου ὁμολογεῖν πρὸς αὐτὸν, οἷα δὲ νέος ὢν οὐδὲ ἐνδιδόναι τι μαλθακόν, ἀλλὰ διελέγχειν τὸν λόγον οὕτω θρασέως ὥστε τὸν Δομνῖνον μηκέτι προσέσθαι αὐτὸν εἰς ὁμιλίαν.

πεπεῖσθαι ἔλεγε πολυχρονιώτερόν οἱ γενέσθαι τὸν μετὰ τοῦ σώματος βίον διὰ τὴν δεξιότητα τῆς γυναικός. καὶ ταῦτα ἔλεγεν οὐ χάριν ὁμολογῶν, ὡς ἄν τῳ δόξειεν, ἀλλὰ δυσχεραίνων πρὸς τὴν ἐν σώματι διατριβήν, καὶ εἰς ἐκείνην ἀναφέρων, ὅσα γε εἰς ἄνθρωπον, τὴν τοῦ θανάτου ἀναβολήν.

Φώτιος καὶ τῆς γυναικὸς ἐπῄνει τὴν εὐαγωγίαν, καὶ συνήδετο.

Σοῦδα ἐπαινέσας ἐπαινέσας αὐτὴν τῆς φιλανδρίας.

κατελεήσας τοῦ γάμου τὰς πρώτας ἐλπίδας ὁ θεὸς ἐδίδου σύμβολον τῆς ἐσομένης γονῆς· καὶ τὴν γαμετὴν λοιπὸν ἑώρα ἐπίτεκα οὖσαν ὁ ἀνήρ.

Σοῦδα

καὶ δὴ γραψάμενος ἐπιστολὴν πρὸς τοὺς ἐν Καρίᾳ δύο φιλοσόφους ἐπιτίθησιν.

καὶ οὐδὲν ἐμποδὼν πρὸς τὴν ἀνάγνωσιν τῷ Ἀσκληπιοδότῳ ὁ σκότος ἐγίνετο.

διηγεῖτο δὲ ἄλλα τε ὧν ἀκήκοε, καὶ δὴ καὶ τῆς αὐτοῦ ὄψεως οὐκ ὀλίγα θαύματος ἄξια.

ἡ δʼ ἄγνωστος φωνὴ ὅτου εἴη τὴν ναῦν ἀνακωχάζειν ἐκέλευε.

τοῦ ὀμμακοΐου· τῆς αὐτοψίας καὶ ἀκοῆς ἅμα.

καὶ διετέλεσεν ἄχρι θανάτου ἀμιγὴς παντὸς σώματος. οὐδʼ ἔστιν ὅστις ἐσυκοφάντησεν αὐτὸν ἐπὶ τοιαύταις διαβολαῖς, οὐδὲ τῶν ἐχθίστων.

Σοῦδα

Ζήνων, Ἀλεξανδρεύς, ἀνὴρ Ἰουδαῖος μὲν γεγονώς, ἀπειπάμενος δὲ δημοσίᾳ πρὸς τὸ φῦλον τῶν Ἰουδαίων, ὡς παρὰ σφίσι νενόμισται, τὸν λευκὸν ὄνον ἐν τῇ ἀργούσῃ ἡμέρᾳ διὰ τῆς καλουμένης αὐτῶν συναγωγῆς ἐλασάμενος. οὗτος ὁ Ζήνων ἐπιεικὴς μὲν ἦν φύσει καὶ ἱερός, ἀλλὰ νωθέστερος ἐν λόγοις καὶ μαθήμασιν, ἐφιέμενος μὲν ἀεί τι μανθάνειν καὶ ἐρωτῶν, ὅ τι ἂν ἀγνοοῖ, πάντα δὲ σχεδὸν ἀγνοῶν. καὶ γὰρ νοῆσαι βραδύτατος ἦν, καὶ τῶν νοηθέντων ὀψέ ποτε προδότης ὑπὸ λήθης ἑτοιμότατος.

Σοῦδα

φιλοπονίᾳ τε καὶ ἀτρύτοις πόνοις ἐγκείμενος, εὐφυεστέρων καὶ πρεσβυτέρων κατέχωσε δόξας τῷ ἑαυτοῦ ὀνόματι.

Σοῦδα

οὔτε ἐξετάσαι τὸν ἄνθρωπον οἷόν τε ἦν ἀκριβῶς, ἀσθενείᾳ σώματος ὀχλούμενον, οὔτε ἐρωτᾶν, εὐλαβείᾳ τοῦ ὀχλώδους.

γεωμετρίας δὲ καὶ ἀριθμητικῆς καὶ τῶν ἄλλων μαθημάτων Μαρῖνον τὸν διάδοχον Πρόκλου ἐν Ἀθήναις ἔσχε διδάσκαλον.

τοῦτον ... ἐξηγητὴν αὑτῷ γεγενῆσθαι Δαμάσκιος ἀναγράφει καὶ τῆς συντάξεως τῶν ἀστρονομικῶν Πτολεμαίου βιβλίων.

Σοῦδα

ὁ δὲ τοὺς θείους ἐξηγητὰς ἀπεγράφετο μάλα ἀκριβῶς, εἰς τὸ τῆς λήθης γῆρας, ὡς ἔφη ὁ Πλάτων, ὑπομνήματα καταλείπων ἑαυτῷ καὶ ἀποθησαυριζόμενος.

Σοῦδα

ὁ δὲ ἐν τῇ στάσει ἐγίνετο τῆς χείρονος συστοιχίας, ἀποστὰς μὲν ἀπὸ τῶν πρώτων μαθημάτων, προσρυεὶς δὲ τοῖς ἄλλοις.

ὁ δὲ Μαρῖνος τῷ ἀτόνῳ τῆς φύσεως οὐδὲ τοῦ Παρμενίδου τὴν ὑπεραίρουσαν ἐξήγησιν τοῦ διδασκάλου ἤνεγκεν, ἐπὶ τὰ εἴδη δὲ τὴν θεωρίαν κατήγαγεν ἀπὸ τῶν ὑπερουσίων ἑνάδων, ταῖς Φίρμου καὶ Γαληνοῦ τὸ πλέον ἐννοίαις ἐπισπώμενος ἢ ταῖς ἀκηράτοις ἐπιβολαῖς τῶν μακαρίων ἀνδρῶν.

Σοῦδα

ἤδη δὲ καὶ πρότερον διʼ ἐπιστολῆς ἐκοινώσατο πρὸς αὐτὸν τὴν ἑαυτοῦ δόξαν τῶν εἰς Παρμενίδην ὑποθέσεών τε καὶ ἐξηγήσεων· τά τε ἐπιχειρήματα συντάξας ἔπεμψεν, οἷς ἐπείσθη μὴ εἶναι τὸν διάλογον περὶ θεῶν ὁ Μαρῖνος, ἀλλὰ περὶ εἰδῶν. ἐφʼ ᾧ καὶ ὑπομνήματα κατεβάλετο τοῦτον ἐξηγούμενα τὸν τρόπον τὰς Παρμενίδου διαλεκτικὰς ὑποθέσεις. ὁ δὲ καὶ πρὸς ταύτην ἀντιγράφει τὴν ἐπιστολήν, μυρίαις ὅσαις ἀποδείξεσι καταβαλόμενος ἀληθεστάτην εἶναι τὴν θειοτέραν ἐξήγησιν τοῦ διαλόγου, ὥστε εἰ μὴ ἔφθη τὸ βιβλίον ἐκδεδομένον, τάχα ἂν καὶ τοῦτο διέφθειρεν. ἴσως δὲ αὐτὸν διεκώλυσε καὶ ἡ ὄψις τοῦ ἐνυπνίου· ὅτι θεάσασθαί ποτε ἔλεγεν ὁ Πρόκλος, ὡς ὑπομνημάτων εἰς Παρμενίδην αὐτοῦ Μαρίνου ἐσομένων.

Σοῦδα

οὐ γὰρ ἔτι ὀρέγεσθαι τροφῆς, πλαδῶντος αὐτῷ τοῦ στομάχου.

Σοῦδα

οἶδά τοι ἔγωγε καὶ ἐς ὀκτὼ ὅλας ἡμέρας ἀναλωθέντα αὐτῷ κατοικιδίας ὄρνιθος οὐ μέγαν νεοττόν.

Σοῦδα

«ὅσον βιώσιμον». ὅσον ζῆσαι.

Σοῦδα

τοῖς γὰρ τοῦ φιλοσόφου μαντεύμασι περὶ τῆς οἰκείας σειρᾶς ἑπόμενος.

Σοῦδα

μὴ διωθεῖσθαι τὴν πατρικὴν ἐπίταξιν, μηδὲ τὸ τοῦ Πλάτωνος ἀξίωμα ἀτιμάζειν.

Σοῦδα

μηδὲ τὴν τοῦ Πλουτάρχου κατανωτίσασθαι κρίσιν, μηδὲ αὖ μείζω φρονεῖν τῆς κοινωφελοῦς προαιρέσεως.

Σοῦδα

ὅσῳ δὲ ηὔξετο τῆς διαδοχῆς τὸ μέγεθος ἐν τῷ λόγῳ, τοσούτῳ μᾶλλον οὗτος πρὸς τὴν πειθὼ συνεστέλλετο, μεῖζόν γε ὂν ἢ καθʼ ἑαυτὸν ἄρασθαι φορτίον. καὶ γὰρ εἴ τίς με, ἔφη, πρὸς ἱερωσύνην ἐκάλει, ὁμολογῶν εἶναι τὸ χρῆμα θεοφιλέστατόν τε καὶ ὁσιώτατον, ὅμως τὸ ἐμαυτοῦ δέος ὡμολόγησα ἂν τῆς ἀσθενείας· ὑποκατακλινόμενός τε καὶ δυσωπούμενος πρὸς τὸ μέγα τοῦτο καὶ πάμμεγα τῆς ἱερωσύνης ἀφίσταμαι κατὰ Πίνδαρον, οὐ μέντοι τοῦ χείρονος, ὡς ἐκεῖνος, ἀλλὰ τοῦ κρείττονος κατʼ ἐμαυτόν.

Σοῦδα

οὔπω δὲ ἐπείθετο τῷ προστάγματι ὁ Ἰσίδωρος, ἀλλὰ τὸ τοῦ Ἰβύκου ἔπος αὐτὸν ἐπῄει μή τι παρὰ θεοῖς ἀμπλακὼν τιμὰν πρὸς ἀνθρώπων ἀμείψῃ.

Σοῦδα

χρῆναι γὰρ ἤδη ἀφῖχθαι παρʼ αὐτόν.

Σοῦδα

ἀληθινὸς ἔρως ἐμφύεται αὐτῷ φιλοσοφίας, καὶ πάντα γηγενῆ δεσμὸν ἀπορρήξας, ἐλπίδας τε πάσας τιμῶν τε καὶ χρημάτων καταπατήσας, ἀφικνεῖται πρὸς Πρόκλον.

Σοῦδα

εἰς ἀμείνονα λῆξιν ἀποκληρῶσαι θεοποιῷ φροντίδι οὐδὲν ὤκνησε.

τῆς τε φιλοσόφου θεωρίας ὅ τε Ζηνόδοτος αὐτῷ καθηγεμὼν Ἀθήνησι καὶ αὐτὸς ἐγεγόνει — διάδοχος δὲ καὶ οὗτος Πρόκλου, τὰ δεύτερα Μαρίνου φέρων.

Σοῦδα

Θεαγένης Ἀθηναῖος, ἄρχων, φιλότιμος ἀνὴρ καὶ μεγαλοφυής, Ἑλλήνων τε ὅτι μάλιστα χρήμασι λαμπρυνόμενος, οἷς εἰς δέον ἐχρῆτο τὰ πολλὰ πόλεών τε ἐνίων τὰ πταίσματα ἐπανορθούμενος καὶ τοῖς δεομένοις τῶν ἀνθρώπων ἐπικουρῶν.

Σοῦδα

ὢν δὲ θυμοειδὴς καὶ οὐδαμοῦ καταφρονεῖσθαι ἀνεχόμενος, ἀλλὰ καὶ θεραπεύεσθαι σπουδάζων ὑπὸ πάντων, καὶ οὐχ ἥκιστα τῶν φιλοσοφούντων, ὑπερορῶν δὲ καὶ διαπτύων τοὺς ἄλλους καὶ μάλιστα τοὺς ἐν δυνάμει δοκοῦντας εἶναι καὶ προθυμουμένους ἐν τῇ Ῥωμαίων πολιτείᾳ λαμπρύνεσθαι, καὶ τὰ νέα ἀξιώματα προτιμῶν τῶν ἀρχαίων ἠθῶν τῆς εὐσεβείας, ἔλαθεν ἑαυτὸν ἐμπεσὼν εἰς τὸν τῶν πολλῶν βίον ἀποσπασθεὶς τῶν Ἑλλήνων καὶ τῶν ἔτι ἄνω προγόνων· ἔλαθε δὲ τοὺς πέλας οὐκ ἔτι φίλους ἀληθινούς, ἀλλὰ κόλακας ἀπατηλοὺς κεκτημένος. οὔκουν ἔτι διέσῳζε τὴν πάλαι αἰδῶ πρὸς φιλοσοφίαν, ἀλλὰ τῷ μὲν λόγῳ τοὺς φιλοσόφους ἐπεποίητο περὶ ἑαυτόν, τῷ δὲ ἔργῳ τοὺς θεραπεύοντας.

Σοῦδα θῶπες θῶπάς τε καὶ ἀπατηλοὺς προτείνοντες λόγους.

Σοῦδα

ὁ δὲ ἐν μὲν ταῖς ἐντεύξεσι σκαιὸς ἦν, ἐν δὲ ταῖς πράξεσι καὶ μάλα ἐς τοὐναντίον ἤπιος καὶ τὸ ἀγχίνουν ἀποχρώντως ἔχων.

Σοῦδα

αὕτη πρώτη ἀρχὴ ἐγεγόνει τῆς πρὸς Μαρῖνον ὑποψίας. ὁ γὰρ Μαρῖνος ἐμμένων τῇ παραδοθείσῃ σεμνότητι τῶν φιλοσόφων ἐθεράπευε μὲν τὰ εἰκότα τὸν Θεαγένη· καὶ οὐκ ἦν τις ἄρα πρὸς αὐτὸν ἀλαζὼν οὐδὲ σκαιὸς οὐδὲ σοβαρὸς τὴν ἔντευξιν οὐδὲ δυσόμιλος οὐδὲ ἄλλως ὑπὲρ τὸν ἰδιώτην εἶναι βουλόμενος, ἀλλὰ προσδεχόμενός τε καὶ προπέμπων ἐγίνετο δῆλος καὶ τὰς ὀφειλομένας αὐτῷ τιμὰς ἀπονέμων, οἵας ὠφείλετο πρωτεύων ἀνὴρ ἐν τῇ πόλει, τάχα δὲ καὶ ἐν τῇ Ῥωμαίων πολιτείᾳ συμπάσῃ. καὶ γὰρ ἦν τῶν Ῥωμαϊκῶν πατέρων εἷς καὶ πρῶτος τῆς περὶ τὰ βασίλεια συγκλήτου βουλῆς, τῇ τε ἀνέκαθεν εὐγενείᾳ καὶ τῇ μεγαλειότητι τῶν τρόπων καὶ τῇ περὶ τοὺς λόγους διαφανεῖ σπουδῇ τε καὶ ἐπιμελείᾳ· ὥστε καὶ ὁ Μαρῖνος ἐσπούδαζεν αὐτῷ συναύξειν τὸ μέγεθος τῆς κατὰ πάντα περιφανείας.

Φώτιος, Σοῦδα θῶπες ἐθεράπευε τὰ δίκαια καὶ φιλοσοφίᾳ πρέποντα, ἀλλʼ οὐ τὸν θῶπα τρόπον καὶ βάναυσον.

Σοῦδα σοβαρός καὶ ἐτιμᾶτο τιμαῖς τῆς ἐς ἀνθρώπους αἰδοῦς τε σοβαρωτέραις.

Σοῦδα

ἦν γὰρ φιλόδωρός τε καὶ μεγαλόδωρος εἰς ὑπερβολήν. ἀναλοῦτο δὲ αὐτῷ πολλὰ τῶν χρημάτων εἴς τε διδασκάλους καὶ ἰατροὺς καὶ τὴν ἄλλην τῆς πατρίδος εὐθημοσύνην.

Σοῦδα

Πλάτων ὁ φιλοσόφος πένης ἦν καὶ μόνον τὸν ἐν Ἀκαδημίᾳ ἐκέκτητο κῆπον, ὃς μέρος ἐλάχιστον ἦν τῶν διαδοχικῶν· ὁ μὲν γὰρ κῆπος ἐγγύς τι χρυσῶν τριῶν νομισμάτων ἀπεδίδου, ἡ δὲ ὅλη πρόσοδος ὕστερον χιλίων ἢ καὶ πλειόνων ὀλίγον. ηὐξήθη δὲ αὕτη κατὰ τοὺς νεωτέρους χρόνους, ἀνθρώπων ἱερῶν τε καὶ φιλολόγων ἄλλοτε ἄλλων ἀποθνησκόντων καὶ κατὰ διαθήκας ἀπολειπόντων τοῖς φιλοσοφοῦσιν ἀφορμὴν τῆς ἐπὶ τῷ φιλοσόφῳ βίῳ σχολῆς καὶ γαλήνης.

διὰ τὴν στάσιν ὁ Μαρῖνος ἐξ Ἀθηνῶν εἰς Ἐπίδαυρον ἀνεχώρησε, τὰς ἄχρι τοῦ σώματος ἐκβαινούσας ἐπιβουλὰς ὑφορώμενος.

Σοῦδα

εἴπερ τις ἄλλος ἐν τοῖς μαθήμασιν ἐπιμελής.

ὁ δὲ Μαρῖνος, καὶ αὐτὸς ὁ Πρόκλος, οὐ τῇ ἑτέρᾳ μόνον ἀλλʼ ἀμφοῖν τοῖν χεροῖν τοῦ Ἰσιδώρου περιείχοντο.

ὁ δὲ Πρόκλος ὁρῶν αὐτοῦ τὴν προθυμίαν ἄτρυτον οὖσαν καὶ τὴν φιλομάθειαν ἀκόρεστον, πηγὰς λόγων εἰς τὴν ἐκείνου ψυχὴν ἀφιεὶς ἱερῶν τε καὶ φιλοσόφων, γαννύμενος αὐτῷ διετέλει πλατεῖαν ὑπέχοντι καὶ ἀριήκοον τὴν τῆς διανοίας ὑποδοχήν.

εἶξε δεδιὼς τὴν ἑκατέρου ἐπιτίμησιν καὶ ἅμα λύπην ἀγανακτοῦσαν.

ἔσεισεν ὑπερφυῆ τινὰ σεισμὸν καὶ οὐ φύσεως ἔκγονον.

ἦν ἄρα τις Ἀττικὴ γυνή, πολλὰς εἰδυῖα μηχανὰς εἰς πειθώ, ὡς διέδειξεν.

Σοῦδα Ἀρχιάδας Ἀρχιάδας· οὗτος οἷος ἦν τὴν ψυχὴν ἀπεδείκνυτο· πλείστων γὰρ αὐτῷ χρημάτων διηρπασμένων, ἐπειδὴ ᾔσθετο Θεαγένη ἔτι παιδίον ὄντα λυπούμενον ἐπὶ τοῖς ἀπολωλόσι καὶ πεπορθημένοις, ὦ Θεάγενες, ἔφη, θαρρεῖν ἤδη σε χρὴ καὶ τοῖς θεοῖς ὁμολογεῖν σωτηρίους χάριτας ὑπὲρ τῶν σωμάτων, ὑπὲρ δὲ τῶν χρημάτων οὐκ ἀθυμητέον. εἰ γὰρ Ἀθηνᾶ ἡ Πολιὰς ἐκέλευσεν αὐτὰ ἀναλῶσαι Παναθηναίοις, πόσου ἂν ἐπριάμεθα τὴν δαπάνην ταύτην; ἀλλὰ τὸν παρόντα ἀγῶνα καὶ Παναθηναίων ἡγεῖσθαι δεῖ καὶ παντὸς ἑτέρου λαμπρότερόν τε καὶ εὐσεβέστερον.

Φώτιος, Σοῦδα

οὐ μιᾷ χειρὶ δωρούμενος ἀλλʼ ἀμφοῖν, κατὰ τὴν παροιμίαν.

τοιοῦτος ἦν τό τε σῶμα καὶ τὴν ψυχήν, ὥστε καταπληγνύναι τῇ συννοίᾳ τοὺς ἐντυγχάνοντας, ἡνίκα καιρὸς ἦν σεμνότητος καὶ ἐμβριθεστέρων ἠθῶν τε καὶ λόγων· χαρίεις δʼ αὖ πρὸς τοὺς χαρίεντας.

Σοῦδα

τούτων δὲ ἡ μνήμη ἔτι σῳζομένη τοῖς Ἀλεξανδρεῦσι συνέστελλεν εἰς μικρὸν κομιδῆ τὴν περὶ τὸν Ἰσίδωρον τῶν Ἀλεξανδρέων τιμήν τε καὶ σπουδήν, ὅτε καὶ τοιούτου ἐπικρεμαμένου δέους ὅμως ἕκαστοι ἔσπευδον αὐτῷ συνεῖναι θαμὰ καὶ τῶν ἀπὸ τοῦ σωφρονοῦντος στόματος ἰόντων ἀκροᾶσθαι λόγων· ἐπεὶ καὶ ὅσοι ῥητορικῶν προΐσταντο διατριβῶν ἢ ποιητικῶν, ἠσπάζοντο τὴν τοῦ φιλοσόφου συχνὴν ὁμιλίαν.

εἰ γὰρ καὶ ἀνάγωγος ἦν τὰ τοιαῦτα, ἀλλὰ τῇ γε ἄλλῃ φιλοσόφῳ ἀκριβείᾳ προσετίθει τι καὶ ἐκείνοις ἐπιμελέστερον εἰς τὰ σφέτερα αὐτῶν τεχνύδρια. τά τε γὰρ ἄλλα διηκρίβωτο καὶ τῶν ἐπιδεικνυμένων λόγων τε καὶ ποιημάτων κρίσιν ἐποιεῖτο διαφέρουσαν τῶν ἄλλων. διὸ καὶ ἐν τοῖς ἐπί τινι λογικῇ ἀκροάσει θεάτροις ὀλίγα μὲν ἐπῄνει τοὺς ἐπιδεικνυμένους, καὶ πάνυ ἡσυχάζοντι τῷ ἐπαίνῳ· καιρίως δὲ ὅμως καὶ κατὰ λόγον. ὅθεν ἅπαν τὸ θέατρον, ὡς εἰπεῖν, τῇ ἐκείνου κρίσει γνώμονι διεχρῆτο τῶν ἄμεινον ἢ χεῖρον λεγόντων.

τῶν δὲ ἐπʼ ἐμοῦ γεγονότων κριτικοὺς ἄνδρας ἐπίσταμαι τρεῖς τὰ λεγόμενα κρίνειν δυναμένους … ἄνευ τε μέτρου — τοῦ γὰρ αὐτοῦ ἡ μὲν κρίσις ὁμολογεῖται οὖσα ποιημάτων καὶ συγγραμμάτων· ἐγὼ δὲ καὶ δημιουργὸν ἡγοῦμαι τὸν αὐτὸν ἑκατέρων, μόνον εἰ γυμνασία πρὸς ἑκάτερον ἴση γένοιτο καὶ διὰ προθυμίας τῆς ἴσης —, ἕνα δὲ τούτων οὔ φημι τὸν Ἰσίδωρον, ἀλλὰ καὶ πολλῷ ἐλαττοῦσθαι τῶν τριῶν. οἱ δὲ κριταὶ Ἀγάπιος, Σεβηριανός, Νόμος. ἡμέτερος δὲ ἡλικιώτης ὁ Νόμος.

Σοῦδα

Ἀγάπιος· Ἀθηναῖος φιλόσοφος, μετὰ Πρόκλον ἀποιχόμενον, ὑπὸ Μαρίνῳ. ὃς ἐθαυμάζετο ἐπὶ φιλομαθείᾳ καὶ ἀποριῶν προβολῇ δυσεπιβόλων.

Σοῦδα

Σεβηριανός· φησὶ Δαμάσκιος. ἀπὸ Δαμασκοῦ τῶν εἰς τὰ πρῶτα γένους ἀνηκόντων, Αὐξεντίου τοῦ Καλλινίκου υἱός, εἰς Ῥωμαίους ἀναγόμενος προγόνους, ἐπῳκηκότας πατρίδα τὴν Ἀλεξάνδρειαν, παιδείας τε τυχών, πρὸς τῇ ὀξύτητι τῆς φύσεως, ποιητικῆς τε καὶ ῥητορικῆς, ἔτι δὲ καὶ τῆς περὶ νόμους τοὺς Ῥωμαίων διατριβούσης, διαφέρων ἔδοξεν εἶναι τῶν ἡλικιωτῶν. στερρὸς δὲ τὸ ἦθος ὢν καὶ ἅπερ ἂν διανοηθείη ταῦτα πράττειν ἐσπουδακὼς ἔφθανε τῷ πρακτικῷ τὸ βουλευτικόν. καὶ διὰ τοῦτο ὁ βίος αὐτῷ πολλαχῇ διεσφάλη.

προὐθυμήθη μὲν γὰρ ἐξ ἀρχῆς ἐπὶ φιλοσοφίαν τραπῆναι καὶ τῷ Πρόκλῳ φέρων ἑαυτὸν ἐπιδοῦναι· ἤκμαζε δὲ τότε καὶ ἤνθει ὁ Πρόκλος Ἀθήνησιν. ἐγένετο δὲ αὐτῷ ὁ πατὴρ ἐμποδών· ἠβούλετο γὰρ αὐτὸν δίκας λέγειν καὶ χρηματίζεσθαι τὸν ἐπιμίσθιον τοῦτον χρηματισμόν. ὁ μὲν δὴ πατὴρ αὐτῷ ὡς τάχιστα τελευτᾷ τὸν βίον, αὐτὸς δὲ ἐπὶ τὰς Ἀθήνας ὁρμήσας ὄνειρον ἐθεάσατο τοιόνδε· ἐδόκει ἐπὶ ῥάχει τινὸς ὄρους ἐπικαθῆσθαι ὥσπερ ὀχήματι καὶ οἷον ἐλαύνειν τὸ ὄρος. ἐξῆγε δὲ αὐτὸν ἄρα ἡ εἱμαρμένη καὶ τὸ χρεών, ἔτι δὲ τὸ αὐθαίρετον, ὅτι ἐστὶ κακόν, εἰς βίον ἄλλον, ὑψηλὸν μὲν εἶναι δοκοῦντα καὶ μεγαλοφυῆ, τραχὺν δέ τινα καὶ ἀνήνυτον.

ὃ καὶ αὐτὸς ἐπέκρινε, καὶ ἡ πεῖρα τῆς ἐκβάσεως ἀποδέδειχεν. ἀντὶ γὰρ φιλοσοφίας καὶ ἀπραγμοσύνης εὐδαίμονος εἰς τὴν πολιτείαν ἑαυτὸν καὶ εἰς ἀρχὰς ἐξέωσε φέρων. φύσει δὲ ὢν φιλόνεικος καὶ ἀήττητος ἐφʼ ὅτι ἂν ὁρμήσειε, καὶ φιλόδοξος, ὡς οὐκ οἶδʼ εἴ τις ἕτερος, ἀλλʼ ἐπὶ τιμίοις ἔργοις τε καὶ λόγοις καὶ τὴν ἀρετὴν εἰς τὸ ἔξω προάγουσι τῆς ψυχῆς, περὶ μὲν χρηματισμὸν οὐ διέτριβεν οὐδὲ ὁπωστιοῦν, οὐδὲ πρὸς ἀδικίαν αὐτόθεν καὶ πλεονεξίαν ἐπίφορος ἦν, προσκρουστικὸς δὲ καὶ ἁμιλλητικὸς ἀεὶ πρὸς τοὺς ὑπερέχοντας, καὶ οὐδενὶ τῶν μειζόνων ἀρχόντων ἀξιῶν παρὰ τὰ νομιζόμενα δίκαια εἶναι ἐξίστασθαι.

Φώτιος ἀντὶ γὰρ φιλοσοφίας καὶ ἀπραγμοσύνης εὐδαίμονος εἰς πολιτείαν ἑαυτὸν καὶ εἰς ἀρχὰς ἐξέωσε φέρων. φύσει δὲ ὢν φιλόνεικος καὶ ἀήττητος ἐφʼ ὅ τι ἂν ὁρμήσειε, καὶ φιλόδοξος, ὡς οὐκ οἶδʼ εἴ τις ἕτερος, ἐπὶ τιμίοις ἔργοις τε καὶ λόγοις καὶ τὴν ἀρετὴν εἰς τὸ ἔξω προάγουσι τῆς ψυχῆς, προσκρουστικὸς ἀεὶ καὶ ἁμιλλητικὸς πρὸς τοὺς ὑπερέχοντας ἦν.

Σοῦδα

καὶ Ἀρκαδίῳ δὲ τῷ ἀπὸ Λαρίσσης διʼ ἐπιστολῆς ἐπετίμησε. καὶ γὰρ ἐπιστέλλειν δεινὸς ἦν ὁ Σεβηριανὸς καὶ ἔμφρων, ὡς ἔστι μαθεῖν ἐντυχόντα ταῖς τοῦ ἀνδρὸς ἐπιστολαῖς.

Σοῦδα

δικάζων δὲ πικρότατος ἦν. καὶ δή ποτε ἐξαγόμενος ὑπὸ θυμοῦ καὶ τὸ ἀκαταφρόνητος εἶναι σπουδάζων, φόνους τε εἰργάσατό τινας οὐκ εὐαγεῖς οὐδὲ εὐτυχεῖς καὶ ἐς τούτους ἀνέφερε τὴν αἰτίαν τῆς ὕστερον ἐπιγενομένης αὐτῷ τοῦ βίου κακοπραγίας.

ἠβούλετο δὲ μόνον ἀξιωθῆναι ὁ δεόμενος τῆς τὸν ἄρχοντα προσκυνούσης ἐντεύξεως.

Σοῦδα

ἐμοὶ δὲ καὶ ἐξηγεῖτο λόγους Ἰσοκρατείους τοὺς μείζους καὶ πολιτικωτέρους, οὐ τὸν τεχνικόν τε καὶ σοφιστικόν, ἀλλὰ τὸν ἔμφρονα καὶ φιλόσοφον τρόπον· ὅτε καὶ εἶδον ἄνθρωπον εὔρουν τε ἅμα καὶ ἀμφιλαφῆ τὴν διάνοιαν πρὸς τὰς πολιτικὰς ἐξηγήσεις, ἔτι δὲ κριτὴν ἄριστον ὄντα τῶν λεγομένων. τὸν δὲ ἐμοῦ νεώτερον ἀδελφὸν Ἰουλιανὸν οὕτω παρώξυνεν εἰς φιλολογίαν, ὥστε καὶ ἐκμαθόντος ἠνείχετο τά τε ποιητικὰ τῶν τε ῥητόρων τοὺς εὐδοκιμοῦντας· μισθόν τε ἐδίδου τῆς προθυμίας φιλοτιμίαν προσήκουσαν ἑταίρῳ ἑστίασιν. τὰ μὲν οὖν τῶν ἄλλων ποιητῶν ἀπεδέχετο μετρίως, τὸν δὲ Καλλίμαχον εἰς χεῖρας λαβών, οὐκ ἔστιν ὅτε οὐ κατέσκωπτε τὸν Λίβυν ποιητήν· ἀνιώμενος δὲ ἐπὶ μᾶλλον ἤδη πολλαχοῦ καὶ τῷ βιβλίῳ προσέπτυε.

Σοῦδα

ἄλλως τε ἀτάσθαλον εἶναι καὶ οὐδαμῇ καταπειθὲς τοῖς ἐξηγουμένοις.

Σοῦδα

Νόμος καὶ Ἰαννουάριος ἐπιεικείᾳ καὶ δικαιοσύνῃ τῶν πολιτῶν ὑπερφέροντες, οἶμαι δὲ καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων ἀνθρώπων τῶν γε νῦν ζώντων καὶ ἐν πράγμασι πολιτικοῖς ἀναστρεφομένων, ἐπῃνοῦντο καὶ ἠγαπῶντο πρός τε ἀστῶν καὶ ξένων· τῇ τε γὰρ πατρίδι χρησιμώτατοι γεγόνασιν καὶ δεξιώτατοι πρὸς τοὺς ξένους. ἑλόμενοι τὸν ἡσύχιον καὶ ἀπράγμονα βίον ἐλαττοῦσθαι μᾶλλον ᾑροῦντο τὰ οἰκεῖα ἢ πλέον τι ἔχειν ἀπὸ τῶν ἀλλοτρίων. κοινὰ μὲν οὖν ταῦτα αὐτοῖς· ἰδίᾳ δὲ ὁ μὲν Νόμος εὐφυέστερος ἦν καὶ φιλομαθέστερος ἐν λόγοις τοῖς τε φιλοσοφίας ἀπογεύεσθαι βουλομένοις καὶ ὅσοι προπαιδεύουσι τοὺς νέους. ἦν δὲ καὶ κριτικώτατος τῶν καθʼ ἡμᾶς ἐλλογίμων ἀνδρῶν, ποιημάτων τε πάντων καὶ συγγραμμάτων τῆς λογογραφικῆς ἀρετῆς καὶ κακίας· ὡς γοῦν φάναι τὸ ὅλον, οὔτε Σεβηριανὸν οὔτε Ἀγάπιον τὸν φιλόσοφον εἴποιμι ἂν γενέσθαι τοιούσδε περὶ λόγων κρίσιν. ὁ δὲ Ἰαννουάριος ἐμπειροπράγμων ἦν καὶ φρόνιμος ἐν τοῖς πολιτικοῖς ἐπὶ πλέον ἢ ὁ ἀδελφὸς αὐτοῦ Νόμος, ἔτι δὲ σωφρονέστερος καὶ τὰ ἄλλα μᾶλλον τεταγμένος.

Σοῦδα ἐπήρκεσεν τὰ δὲ ἄλλα τοῖς φιλοσόφοις ἐπήρκουν καὶ τοῖς δεομένοις ἄλλως διʼ ἐπιείκειαν καὶ ἐλευθέραν προαίρεσιν.

Σοῦδα κατὰ πῆχυν ἐπεδίδου

ὁ δὲ φιλοσοφῶν ἀνεμποδίστως εἰς ἐπίδοσιν διετέλει καὶ ἐπεδίδου κατὰ πῆχυν, ὡς φάναι ἀτεχνῶς, ἄχρι τοῦ πανικοῦ δυστυχήματος.

Σοῦδα

ὃς οὕτω μὲν κατεφρόνει χρημάτων, ὥστε κεκτῆσθαι μηδοτιοῦν ἢ μόνα δύο ἢ τρία βιβλία, ὧν ἦν καὶ ἡ Ὀρφέως ποίησις· οὕτω δὲ ἡδονῶν τῶν περὶ τὸ σῶμα, ὥστε ἐξ ἀρχῆς εὐθὺς τὰ ἀναγκαῖα μόνα προσφέρειν τῷ σώματι, ἀφροδισίων δὲ ἄχραντον εἶναι διὰ βίου παντός. οὕτω δὲ ἠμέλει τιμῆς τῆς παρὰ ἀνθρώπων, ὥστε οὐδὲ ὄνομα αὐτοῦ ἦν ἐν τῇ πόλει. οὐδʼ ἂν ἐγνώσθη μετὰ ταῦτα, εἰ μὴ θεῶν τις ἠβουλήθη παράδειγμα τοῖς ἀνθρώποις χαρίσασθαι τοῦ Κρονίου βίου, ἵνα μὴ δοκῇ μῦθος εἶναι ὁ λόγος, μὴ ἔχων ἐπιμαρτυροῦσαν τὴν ἱστορίαν. ὁ μὲν γὰρ Χείρων λεγόμενος ἐν μεθορίῳ μᾶλλον εἱστήκει τῆς Κρόνου καὶ Διὸς ἀρχῆς, ὅθεν διφυής. Σαραπίων δὲ οὗτος ὑπὸ τοῦ φιλοσόφου γνωσθεὶς ἀναγεγράφθω τοιοῦτος· ὃς κληρονόμῳ τῷ Ἰσιδώρῳ ἐχρήσατο, μηδένα πρὸς γένους ἔχων, μηδὲ ἄξιον ἄλλον ὑπολαμβάνων εἶναι τῆς ἑαυτοῦ οὐσίας, δυεῖν λέγω ἢ τριῶν βιβλίων.

ἐν δὲ τούτῳ χρόνῳ ἕτερος ἀνὴρ ἀφίκετο εἰς Ἀλεξάνδρειαν, κατὰ διάμετρον ὅλην τοῦ Σαραπίωνος ἀφεστώς, μᾶλλον δὲ ἔτι καὶ τῆς διαμέτρου μειζόνως, εἰ οἷόν τε φάναι· ὁ μὲν γὰρ ἦν τὴν ζωὴν Κρόνιός τις καὶ Δίϊος, ὁ δὲ Τυφώνειος, καὶ Τυφῶνος ἔτι πολυπλοκώτερον θηρίον καὶ μᾶλλον ἐπιτεθυμμένον. οὔπω γάρ τις ἀγνοεῖ τῶν νῦν ζώντων ἀνθρώπων, οἷος ὁ Παμπρέπιος ἐγεγόνει τήν τε ψυχὴν καὶ τὴν τύχην.

Σοῦδα

τῷ δὲ Παμπρεπίῳ μέγιστον ἤδη δυναμένῳ ἐντυχών, ἐπειδὴ ἐκεῖνος ὡραϊζόμενος, τί θεοὶ πρὸς ἀνθρώπους, ἔφη· τίς δέ, ἔφη, οὐκ οἶδεν, ὡς οὔτʼ ἐγὼ πώποτε θεὸς ἐγενόμην οὔτε σὺ ἄνθρωπος;

Σοῦδα

ὁ δὲ φιλότιμος ὢν καὶ οὐδενὸς ἐθέλων φαίνεσθαι δεύτερος ἁμιλλώμενος ἦν πρὸς ἅπαντας, πλὴν μόνου Πρόκλου καὶ τῶν ἄλλων φιλοσόφων. τοῦ δὲ οὐχ οἷός τε ἦν οὐδὲ ἅπτεσθαι τῆς σοφίας. περὶ δʼ οὖν τὴν ἄλλην προπαιδείαν οὕτω διεπονεῖτο καὶ ἐς τοσοῦτον διεγυμνάζετο ὁ Παμπρέπιος, ὥστε ἐν ὀλίγῳ χρόνῳ λογιμώτατος εἶναι ἔδοξε καὶ πολυμαθέστατος τῶν αὐτόθι παιδείας μετειληχότων, Ἱερίου τε τοῦ Πλουτάρχου, ἀνδρὸς Ἀθηναίου, καὶ Ἀλεξανδρέως Ἑρμείου τοῦ ῥήτορος, ὧν τὸ κλέος ὑπερβαλεῖν ἐσπουδάκει τῆς πολυμαθίας.

Σοῦδα

ἦν δὲ ὁ Παμπρέπιος Αἰγύπτιος. ποιητικὸς δὲ ὢν καὶ πρὸς ποίησιν εὐφυὴς ἀφίκετο καὶ Ἀθήναζε, κατὰ τὴν ποιητικὴν ἐπιτήδευσιν τὰ ἀναγκαῖα τῷ βίῳ προσποριούμενος. οἱ δὲ Ἀθηναῖοι γραμματικὸν αὐτὸν ἐποιήσαντο καὶ ἐπὶ νέοις διδάσκαλον ἔστησαν. τέως μὲν τοίνυν ἐτιμᾶτο πρὸς τῶν Ἀθηναίων, οἷα διδάσκαλος οὐκ ἀγεννής· μετὰ δὲ ταῦτα ἀρχὴ ἑτέρων πραγμάτων αὐτὸν διαδέχεται μεγίστων τε καὶ κακίστων, ἵνα μάθωμεν τὰς τῆς τύχης μεταβολὰς ἐλεγχούσας ἑκάστοτε τῶν ψυχῶν τὰς παντοίας προαιρέσεις οὐδὲ μιᾶς ἧττον μέθης συμποτικῆς.

Σοῦδα ἐκ περιουσίας μεταπεμψάμενοι ἐκ περιουσίας καὶ Παμπρέπιον.

Σοῦδα

διὸ καὶ πρώτῳ τῶν ἄλλων ἐπέθεντο διʼ ἐπιβουλῆς, ἵνα σφίσι τὸ λεγόμενον κατʼ ἄκρας ἡ καθαίρεσις γένηται τῶν θεοφιλῶν καὶ ἀρχαιονόμων ἠθῶν τε καὶ ἐπιτηδευμάτων.

Σοῦδα ἐπικολουμένων ἐνίας τῶν κατηγοριῶν εἴωθεν ἀπίστους ποιεῖν ὁ τῶν ἐπικαλουμένων βίος.

Φώτιος οἱ δὲ πλεῖστοι ὠρθοῦντο πρὸς τὰ ἀρχαῖα ταῖς ἐλπίσιν.

ὄργανον ὁ Παμπρέπιος ἐπιτήδειον τῆς πρὸς τὸ κάλλιον ἀντιπνεούσης ἀνάγκης ἦν.

«κατὰ τὸν ἱκνούμενον χρόνον», ἀντὶ τοῦ «κατὰ τὸν ἐπιόντα».

Σοῦδα

τοῦτον ὡς ποινήλατον ὁ φιλόσοφος ἐξετρέπετο.

Σοῦδα

ὡς δὲ ᾔσθετο σαφῶς ἀποσειόμενον καὶ μόνον ἀφοσιούμενον τὸν Ἰσίδωρον, ᾤχετο ἀπιών, καὶ οὐκέτι προσῄει.

Σοῦδα

ὁ δὲ πρός τινας τῶν γνωρίμων ὑπούλως τε καὶ οὐχ ὑγιῶς ἔσχεν.

Σοῦδα

ὁ δὲ Παμπρέπιος τούτοις ἀμφίβολος ὀφθείς, βραχὺ παρεωρᾶτο.

εἰς ὕψος καὶ μῆκος οἷον θαυμάσιον.

Σοῦδα

τὰ γὰρ ἐπιφανέστατα τῶν ὀχυρωμάτων ὡς ἐπίπαν κοινὴν ἔχει τὴν φύσιν. γνοίη δʼ ἄν τις τὸ λεγόμενον ἐκ τῶν περὶ τὰς ἀκροπόλεις συμβαινόντων. αὗται γὰρ δοκοῦσι μὲν μεγάλα συμβάλλεσθαι πρὸς ἀσφάλειαν τῶν πόλεων, ἐν αἷς ἂν ὦσι, καὶ πρὸς τὴν τῆς ἐλευθερίας φυλακήν, γίνονται δὲ καὶ πολλάκις αἴτιαι δουλείας καὶ κακῶν ὁμολογουμένων, ὥς φησι Πολύβιος.

ὅτι τοὺς κατὰ τῆς ἱερᾶς ἡμῶν καὶ ἀκαταλύτου πίστεως ἐπιλυττήσαντας ὁ Δαμάσκιος ἀριθμούμενος καὶ ἄκων ὡς ἔοικε καὶ ὑπὸ τῆς κατὰ τὴν ἐνάργειαν ἀληθείας βιαζόμενος τάδε ἀναγράφει.

ἐπεχείρησε μὲν γὰρ καὶ Ἰουλιανὸς ὁ βασιλεύς, ἀλλʼ ἐτέων οὐκ ἐπέβη πισύρων, ἐπεχείρησε δὲ χρόνοις ὕστερον καὶ Λούκιος, ἀνὴρ ἐν Βυζαντίῳ τὴν στρατηγίδα ἀρχὴν ὑπὸ βασιλεῖ Θεοδοσίῳ κοσμῶν, ὃς πειραθεὶς τὸν βασιλέα ἀνελεῖν εἴσω τῶν βασιλείων παρῆλθε, καὶ τρὶς θελήσας ἐξελκύσαι τοῦ κολεοῦ τὸ ξίφος ἀπετρέπετο καταπεπληγμένος· ἑώρα γὰρ ἐξαίφνης γυναῖκα μεγάλην καὶ βλοσυρὰν περιπτυσσομένην κατὰ νώτων τὸν Θεοδόσιον. μετὰ ταῦτα ὁ μέγας τῆς ἕω στρατηλάτης ἐπεχείρησεν, ἀλλʼ ἐπεσχέθη βίαιον εὑράμενος θάνατον· ἀπὸ γὰρ τοῦ ἵππου πεσὼν καὶ τὸ σκέλος κακῶς διατεθεὶς ἐτελεύτησε τὸν βίον.

εἶτα Σεβηριανός, φησίν, ὁ πολίτης ἡμῶν ἐν τοῖς καθʼ ἡμᾶς χρόνοις μετὰ καὶ ἄλλων συχνῶν· ἀλλʼ ὀλίγου δεῖν θανάτῳ ἐζημιώθη διʼ ἀπιστίαν τῶν συνειδότων, ἄλλων τε ἴσως καὶ Ἑρμενερίχου τοῦ Ἄσπερος παιδὸς ἐξειπόντος τὴν συνωμοσίαν τῷ Ζήνωνι. πρὸς οἷς Μάρσος καὶ Ἴλλους· ὧν ὁ μὲν Μάρσος ἐν αὐτῇ τῇ ἐπαναστάσει νόσῳ τέθνηκεν, ὁ δὲ Ἴλλους συλληφθεὶς ξίφει τὸν βίον κατέστρεψεν.

Σοῦδα Σεβηριανός ἐπεὶ καὶ Ἀρδαβουρίῳ προσκρούσας, ὄντι μὲν υἱεῖ τοῦ πάνυ Ἄσπερος. βαρβάρου μὲν ἀνθρώπου, τὰ μέγιστα δὲ παρὰ βασιλεῖ δυναμένου, στρατηγοῦντι δὲ τῶν ἑῴων ταγμάτων, πολλὰ μὲν ἐκείνῳ παρέσχετο πράγματα καὶ πατρὶ τῷ ἐκείνου· πλείω δὲ καὶ ἀτοπώτερα πεπονθὼς καὶ ὑβρισθεὶς οὐθὲν ἀπώνατο τῆς πολλῆς ταύτης ἐνστάσεως. ἱερώτατος δὲ εἰς ὑπερβολὴν καὶ Ἕλλην, καὶ πολλῶν μὲν ἀπειλῶν καὶ φόβων οὐκ ἐνέδωκεν ὁ ἀλιτήριος.

Σοῦδα Σεβηριανός τούτῳ κατεπηγγείλατο Ζήνων βασιλεύς, εἰ γένοιτο τῶν κρατούντων, τὴν μετὰ βασιλέα μεγίστην ἀρχήν. ἀλλʼ οὐδὲ ὣς ἔπειθεν, οὐδὲ ἐμέλλησε πείσειν. καὶ ἡμῖν ὑπανέγνω τὴν ἐπαγγελλομένην ἐπιστολὴν καὶ μὴ πείθουσαν.

ἀκοντίζει τὴν κεφαλὴν εἰς τὸ τῶν πολεμίων στρατόπεδον, ἄνωθεν ἀπὸ τῆς πέτρας ἀποδισκεύσας.

ὥστε τὰ ἀρχαῖα καὶ πρὸς τὸ μυθῶδες ἐκνενικηκότα μηκέτι ἄπιστα εἶναι.

Σοῦδα

ᾠδηκός τε γὰρ ἦθος ὑπὸ πλούτου καταστέλλει, τὸ εὔδαιμον ἑτέρωθι δείξας· καὶ τὸ καταπεπτωκὸς ὑπὸ πενίας ἐγείρει καὶ ἀταπείνωτον εἶναι παρασκευάζει τῷ καταμελιττοῦντι τὰς ἁπάντων ἀκοὰς διηγήματι· ὑφʼ οὗ κἂν Ξέρξης ἐπείσθη, Ξέρξης ἐκεῖνος ὁ τὴν μεγάλην στρατιὰν ἐλάσας ἐπὶ τοὺς Ἕλληνας.

Φώτιος ὃ δὲ καὶ παράδοξον ἀκοῦσαι, μετὰ σεμνότητος εὐγενοῦς καὶ βεβαίας ἐφαίνετο τοῖς παροῦσι χαρίεις, τὰ μὲν πολλὰ σπουδάζων εἰς τὸ κοινὸν τοῖς ἀκούουσιν ὄφελος, ἀνιεὶς δὲ ἐνίοτε τῷ παίζοντι τὴν σπουδήν, καὶ σκώπτων εὐφυῶς τοὺς ἁμαρτάνοντας, ὥστε ἐπικαλύπτειν τῷ γελοίῳ τὸν ἔλεγχον.

Σοῦδα ἐπίχαρις ὁ αὐτὸς σεμνότατος ὢν καὶ σπουδαστικώτατος, ὅμως ἐπίχαρις ἦν ἐν ταῖς ὁμιλίαις, οὐδενὸς ἥττων τῶν ἐπὶ χάρισι θαυμαζομένων.

Σοῦδα βωμολόχος ὁ δὲ ἐπίχαρις ἦν, εὐτραπελίας μὲν καὶ βωμολοχίας ὅτι πορρωτάτω.

Σοῦδα

καλοῦσι δὲ τὸν μὲν σκωπτικὸν ἐπίχαριν, τὸν δὲ εὐτράπελον ἐπιδέξιον, τὸν δʼ ἀνασεσυρμένον ἄπλαστον καὶ ἁπλοῦν. οἷς ἐπακολουθεῖ καὶ τὸν αὐστηρὸν ἄγροικον ἡγεῖσθαι, τὸν δὲ δίκαιον οὐ πολιτικόν, οὐδʼ ἥμερον.

Σοῦδα Ἁρποκρᾶς Ἁρποκρᾶς· οὗτος συνήθης ἦν Ἀμμωνίῳ, ἀνὴρ Αἰγύπτιος, γραμματικός, ἐπὶ Ζήνωνος τοῦ βασιλέως· ὃν ἀκούσας ὁ Νικομήδης τὰ ἀμφὶ τὸν Ἀμμώνιον ἐπίστασθαι συλλαβεῖν ἠπείγετο. ὁ δὲ τὰ μέλλοντα ἀπʼ ἀρχῆς εἰκάσας ἢ καὶ προπυθόμενος εὐθὺς ἀφανὴς ἐγεγόνει.

Σοῦδα

ζητῶν δὲ ὁ Νικομήδης τὸν Ἁρποκρᾶν ἦν καὶ μὴ εὑρίσκων αὐτόν. ὁ δὲ Ἰσίδωρος ὁ φιλόσοφος τοῦτο μαθὼν πέμπει … διὰ γραμμάτων δηλούντων τοὺς ἐπιόντας. ἑάλω δὲ ὁ γραμματηφόρος καὶ ὡμολόγει τὸν πέμψαντα· καὶ τὸν Ὡραπόλλωνα καὶ τὸν Ἡραΐσκον αἱροῦσι καὶ νεύροις ἀνακρεμάσαντες ἀπὸ τῆς χειρὸς ἑκάτερον ἀπῄτουν τὸν Ἁρποκρᾶν καὶ Ἰσίδωρον.

Σοῦδα ἐμπρίσαντες καὶ κατατεινομένω ταῖς στρέβλαις ὑπὲρ τοῦ κατειπεῖν τοὺς συνεγνωκότας. οἱ δὲ ἐμπρίσαντες τοὺς ὀδόντας τοῦ εἶξαι τῷ τυράννῳ γεγόνασι κρείττους

ὁ δὲ Ἀμμώνιος αἰσχροκερδὴς ὢν καὶ πάντα ὁρῶν εἰς χρηματισμὸν ὁντιναοῦν, ὁμολογίας τίθεται πρὸς τὸν ἐπισκοποῦντα τὸ τηνικαῦτα τὴν κρατοῦσαν δόξαν.

Σοῦδα

ὁ δὲ Ὡραπόλλων οὐκ ἦν τὸ ἦθος … φιλόσοφος, ἀλλά τι καὶ ἐν βυθῷ τῆς περὶ θεοῦ δόξης ὧν ᾔδει ἀποκρυπτόμενος. ὁ γὰρ Ἡραΐσκος προεῖπεν ὡς αὐτομολήσει πρὸς ἑτέρους, καὶ καταπροήσεται τοὺς πατρίους νόμους ὁ Ὡραπόλλων· ὃ καὶ συνέβη γενέσθαι. ἀπʼ οὐδεμιᾶς γὰρ ἀναγκαίας τύχης εἶναι δοκούσης αὐθαίρετον εἵλετο τὴν μεταβολήν, ἔτι ἐπὶ ἐλπίσιν ἴσως ἀπλήστου τινὸς ἐπιθυμίας. οὐ γὰρ ἄλλο τι ἔστι προχειρίσασθαι ῥᾳδίως εἰς ἀπολογίαν τῆς μεταστάσεως.

γρυμαία ἔκειτο παντοδαπῶν βιβλίων.

Σοῦδα

οἱ δὲ πρὸς ἀλκὴν ἐτράποντο ἐκ τοῦ ἀναγκαίου.

Σοῦδα

τὸν ἄνδρα ἐπὶ τοσόνδε καρτερίας ἐλθεῖν ὥστε μεγίστων φόβων ἐπαρτωμένων καὶ βασάνων προσαγομένων αὐτῷ οὐδὲν τῶν ἀπορρήτων εἰπεῖν.

καὶ ᾔτει παρʼ ἐμοὶ ὑποδοχὴν λανθάνουσαν.

ὅταν ἀφροδισιάζῃ ἐπὶ παιδοποιΐᾳ πολιτικῇ.

«λόγους», φησὶν ὁ συγγραφεύς, «ἐπεδεικνύμην πρότερον, τὸν ἐπὶ ῥητορικῇ τρίβωνα περιθέμενος», ὥστε ἦν καὶ τρίβων ῥητορικός, ὡς καὶ φιλόσοφος.

Σοῦδα

Οὐλπιανός, ἀδελφὸς Ἰσιδώρου τοῦ φιλοσόφου· ὃς εὐφυέστατος ἐγεγόνει πρὸς τὰς μαθηματικὰς ἐπιστήμας, ὥστε καὶ πολλὰς εἰσενέγκασθαι καινὰς ἀπορίας καὶ λύσεις γε τῶν ἀποριῶν πρὸς τὰς τῶν μαθημάτων ἐξηγήσεις· ὄνομά τε αὐτῷ μέγα ἦν ἐπὶ τοῖς μαθήμασιν Ἀθήνησιν. θαυμάζων δὲ αὐτοῦ τὴν φύσιν ὁ Συριανὸς διηγεῖτο πολλοῖς τισιν, ὡς οὐδὲν ἦν αὐτῷ προβαλέσθαι κλειδίον οὕτω πολύπλοκόν τε καὶ μηχανικῶς εἰργασμένον, ὅπερ οὐκ ἀνοιγνύναι ῥᾳδίως αὐτόματον· ἀλλʼ ὅμως πρὸς τὴν ἄλλην φιλοσοφίαν μηδὲν ἐπιδείκνυσθαι λόγου ἄξιον. ἐπιεικὴς δὲ καὶ τὰ ἤθη κεκοσμημένος ὁ Οὐλπιανὸς ἐγεγόνει καὶ ἐδόκει ταύτῃ γε τοῦ ἀδελφοῦ διαφέρειν, ἴσως δὲ ἐπειδὴ πραγμάτων πολιτικῶν ἀπέσχετο τὸ πάμπαν ἐξ ἀρχῆς εἰς τέλος.

πεφύκασι γὰρ οἱ ἄνθρωποι τῇ μισοπράγμονι ζωῇ τὴν ἀρετὴν ἐπιφημίζειν, οὐχ οὕτως ἔχον κατά γε τὴν ἐμὴν κρίσιν. ἡ γὰρ ἐν μέσῃ τῇ πολιτείᾳ διὰ τῶν πολιτικῶν ἔργων τε καὶ λόγων ἀναστρεφομένη ἀρετὴ γυμνάζει τε τὴν ψυχὴν πρὸς τὸ ἐρρωμενέστερον καὶ βεβαιοῦται μᾶλλον ἐπὶ τῆς πείρας, ὅσον αὐτῆς ὑγιές τε καὶ ὁλόκληρον, ὅσον δὲ κίβδηλον καὶ ἐπίπλαστον ἐμφωλεύει ταῖς ἀνθρωπίναις ζωαῖς, τοῦτο πᾶν διελέγχεται καὶ ἑτοιμότερον καθίσταται πρὸς διόρθωσιν. τὸ δὲ ἀγαθοεργόν τε καὶ ὠφελητικὸν ὅσον ἐστὶν ἐν τοῖς πολιτεύμασιν; τὸ δὲ θαρραλέον καὶ βέβαιον ἡλίκον; τοιγαροῦν οἱ ἐν γωνίᾳ καθήμενοι λόγιοι καὶ πολλὰ φιλοσοφοῦντες εὖ μάλα σεμνῶς περὶ δικαιοσύνης καὶ σωφροσύνης, ἐκβαίνειν ἐπὶ τὰς πράξεις ἀναγκαζόμενοι δεινὰ ἀσχημονοῦσιν. ὡς ἅπας λόγος, ἂν ἀπῇ τὰ ἔργα, μάταιόν τι φαίνεται καὶ κενόν. τοιοῦτος ὁ Οὐλπιανὸς γενόμενος ἔτι νέος ὢν ἄγαμος ἐτελεύτα τὸν βίον, πολὺν ἔπαινον ἑαυτοῦ τῆς ἐπιεικείας ἀπολιπών.

Σοῦδα ἀστισμός ἀποστῆναι ῥητορικῆς καὶ ποιητικῆς καὶ ἀστεϊσμῶν.

Σοῦδα

ἐνέβη δὲ ναῦν ἀποχρῶσαν τοῖς ἑταίροις.

εἰς Ἀθήνας καὶ Πρόκλον ἀπαίρει ἔτι διακρατούμενον ἐν τῷ σώματι.

Σοῦδα

ὁ δὲ ἀποσταλεὶς βασιλικὸς Ἀγάπιον καὶ τοὺς ἄλλους φιλοσόφους κατασχὼν εἰς τὸ ἀρχεῖον ἀπήγαγε.

Σοῦδα

ὁ δὲ πρὸς τοὺς ἐπαναστάντας εὐλόφως ἀγωνισάμενος

ἐπέδειξεν ἀληθῆ ὄντα τὸν λόγον, ὃν ἔφη Σωκράτην εἰπεῖν ὁ Ξενοφῶν πρὸς Ἰσχόμαχον, ὡς ἔστιν ἄρα τὸν ἀγαθὸν ὠφελεῖσθαι καὶ ὑπὸ τῶν βλάπτειν αὐτὸν πειρωμένων.

Σοῦδα

Ἀγάπιος· οὗτος ἦν Ἀλεξανδρεὺς μὲν τὸ γένος· ἐκ παίδων δὲ λόγοις ἐντραφεὶς ἐλευθερίοις καὶ ἰατρικῶν μαθημάτων ἐξηγητὴς γεγονὼς ἀνελθὼν ἐς τὸ Βυζάντιον διατριβήν τε συνεπήξατο μάλα διαπρεπῆ, φυσεώς τε μεγέθει καὶ δεξιότητι τύχης χρησάμενος, ἔνδοξός τε ἐπὶ τῇ τέχνῃ γέγονε καὶ χρήματα μεγάλα συνείλοχεν.

Φώτιος, Σοῦδα

σεμνὸς ὢν ἅμα καὶ εὐόμιλος ὁ Ἀγάπιος, τήν τε ἀρχαίαν γλῶτταν ὑπὲρ τὸν ἰδιώτην μελετήσας, ἐπέστρεψεν εἰς ἑαυτὸν τοὺς ἐν Βυζαντίῳ ἀνθρώπους, θαῦμα δὲ ἑαυτοῦ παρέσχετο καὶ ἐν Ἀλεξανδρείᾳ τοῖς λογιμωτέροις. ὥρμητο γὰρ ἀπὸ πάσης τῆς παιδείας, ζητητικός τε καὶ κριτικὸς ἠβούλετο εἶναι γραμματικῶν τε καὶ ῥητορικῶν, καὶ συλλήβδην εἰπεῖν, ἐδόκει τετράγωνος εἶναι καὶ ἦν τὴν σοφίαν.

Σοῦδα τετράγωνος σεμνὸς δὲ ἦν καὶ εὐσχήμων τὰ πάντα καὶ τετράγωνος ἄνευ ψόγου τεταγμένος, ὡς φάναι κατὰ τὸν Σιμωνίδην. ὥστε μηδὲ τοὺς ἐπαναστάντας αὐτῷ συκοφάντας τούτους ἀρνεῖσθαι, τὸ μὴ οὐ πάντῃ ἀξιάγαστον εἶναι τὸν ἄνθρωπον.

Σοῦδα

καὶ ἦν τῇ τε ἄλλῃ ἀγαστὸς ἀρετῇ, καὶ ταύτῃ, διότι κἀν ταῖς εὐπραγίαις τῷ τῆς φύσεως θεσμῷ τὸ εἰκὸς ἀποδιδοὺς οὐ πέρα τοῦ νενομισμένου τῇ εὐτυχίᾳ ἐπεξῄει.

Σοῦδα

ἀποδέχομαι δὲ τὸ ἀνδρεῖον παράστημα τῆς ἀγαθῆς ψυχῆς. τόν τε γὰρ Ἡραΐσκον ἐπιζητούμενον ὑπὸ Ζήνωνος βασιλέως οἴκῳ τῷ ἰδίῳ κατέκρυψε παραβαλόμενος πρὸς τὸν κίνδυνον, καὶ ἐπειδὴ ἐν τῇ φυγῇ νοσήσας ἀπηλλάγη τοῦ σώματος, εὖ τε περιστείλας καὶ τὰ νομιζόμενα θεραπεύσας ἔθαψεν.

Σοῦδα

Γέσιος· ἐπὶ Ζήνωνος ἦν λαμπρυνόμενος ἐπὶ τέχνῃ ἰατρικῇ, Πετραῖος τὸ γένος. καθελὼν δὲ τὸν ἑαυτοῦ διδάσκαλον Δόμνον τὸν Ἰουδαῖον καὶ τοὺς ἑταίρους πρὸς ἑαυτὸν μεταστησάμενος ὀλίγου πάντας πανταχοῦ ἐγνωρίζετο καὶ μέγα κλέος εἶχεν, οὐ μόνον ἰατρικῆς ἕνεκα παρασκευῆς, τῆς τε διδασκαλικῆς καὶ τῆς ἐργάτιδος, ἀλλὰ καὶ τῆς ἄλλης ἁπάσης παιδείας. φιλότιμος γὰρ καὶ φιλόπονος ὢν ὁ ἀνὴρ ἄλλην τε πολλὴν ἐν πολλῷ χρόνῳ μελέτῃ καὶ οὐ φύσει προσπεριεβάλετο δοξοσοφίαν, καὶ τὴν τῶν ἰατρικῶν ἔργων τε καὶ λόγων ἀκριβεστέραν τῶν καθʼ ἑαυτὸν πάντων ἰατρῶν τε καὶ ἰατροσοφιστῶν κατώρθωσε τέχνην. βραδέως δὲ ἀρξάμενος ἐπιδεικνύναι δημοσίᾳ τὴν ἐπιστήμην ταχέως ἀνέδραμέ τε καὶ εὐθήνησεν ἐπʼ αὐτῇ, πομπικὸς ὢν καὶ ἐπιδεικτικός, φιλοσοφίας μὲν ἐπʼ ὀλίγον ἥκων, ἰατρικῆς δὲ ἐπὶ πλεῖστον. ὅθεν καὶ χρημάτων μεγάλων ἐγένετο κύριος καὶ Ῥωμαϊκῶν ἔτυχεν ἀξιωμάτων οὐ τῶν τυχόντων.

Φώτιος καὶ εἰς κλέος ὁ Γέσιος μέγα ἀνέβη, οὐ μόνον ἰατρικῆς εἵνεκα παρασκευῆς, τῆς τε διδασκαλικῆς καὶ τῆς ἐργάτιδος, ἀλλὰ καὶ τῆς ἄλλης πάσης παιδείας.

Σοῦδα

οὐδέν τι μεῖον ἢ ὁ Σωκράτης εἰς τὴν ζήτησιν τοῦ ἀληθοῦς. ἐπεὶ καὶ ἐκεῖνος ὑπὸ τῶν τριάκοντα μὴ διαλέγεσθαι προσταχθεὶς οὐχ οἷός τε ἦν πείθεσθαι τῷ προστάγματι.

διαλεκτικαῖς συνουσίαις ἀρδόμενος τὴν ψυχήν.

Σοῦδα

Δῶρος, ὁ ἀπὸ τῆς Ἀραβίας· ὅν φησι Δαμάσκιος εἰς τὴν φιλόσοφον ἱστορίαν δεινότατον εἶναι ζητητὴν τῆς ἀληθείας. τοῦτον Ἰσίδωρος ὁ φιλόσοφος ᾐσθάνετο μὲν τὴν ἀρχὴν ἐπὶ ταῖς Ἀριστοτέλους ὑποθέσεσιν ἐνδεδεμένον, ἅτε ἐκ παίδων ἐν αὐταῖς τεθραμμένον πορρωτέρω τῆς ἡλικίας, καὶ διὰ τὴν ἀήθειαν τῆς Πλάτωνος μεγαλοπρεποῦς ἐπιστήμης οὐ δυνάμενον ἀναπτῆναι πρὸς τὰ ὑψηλὰ καὶ λαμπρὰ τῶν νοημάτων. οὕτω δὲ ἔχοντα καταμαθὼν ἀνεκαλέσατό τε κατὰ βραχὺ καὶ ἀνεπέτασεν αὐτοῦ τὴν ψυχὴν εἰς τὸ μέγα πέλαγος τῆς ἀληθείας, ὥστε ἀποσκευασάμενον τὴν τὰ μικρὰ συλλογιζομένην ἀκρίβειαν περιπατητικὴν εἰς τὴν διὰ Προμηθέως τινὸς ἅμα φανοτάτῳ πυρὶ καταπεμφθεῖσαν διαλεκτικήν, αὐτοψίαν τε καθαρώτατον οὖσαν νοῦ καὶ φρονήσεως, ἀναδραμεῖν τε καὶ ἐν αὐτῇ εἰσοικίσαι τὰς τοῦ βίου φιλοσόφους ἐλπίδας.

τῆς μέντοι διαλεκτικῆς τριβῆς τὰς Ἰσιδώρου συνουσίας τὴν ἰσχὺν αὑτῷ διατείνεται παρασχεῖν· ὃν καὶ ἐπὶ τῇ τοιαύτῃ τῶν λόγων δυνάμει πάντας ἀνθρώπους, ὅσους ὁ κατʼ ἐκείνην τὴν γενεὰν ἤνεγκε χρόνος, ἀποκρύψασθαί φησιν.

ὅτι ἀγαγομένῳ Ἰσιδώρῳ Δόμναν γυναῖκα τίκτεται αὐτῷ παῖς ἐξ αὐτῆς· Πρόκλον τὸ παιδίον ἐπωνόμασε. καὶ ἡ Δόμνα ἐπί γε τῷ τόκῳ πέμπτῃ ὕστερον ἡμέρᾳ ἀποθνήσκει, κακοῦ θηρίου καὶ πικροῦ συνοικεσίου ἐλευθερώσασα τὸν φιλόσοφον ἑαυτῆς.

Σοῦδα

Ἀνατόλιος, μάγιστρος Θεοδοσίου τοῦ βασιλέως, ὃς ἦν φιλότιμος· προσῆν δὲ αὐτῷ καὶ τὸ μὴ φείδεσθαι χρημάτων, τὸ παρὸν διαθεῖναι ἐσπουδακότι.

Σοῦδα

ὁ δὲ Νεμεσίων ἀνεπτεροῦτο καὶ μετέωρος ἦν ταῖς ἐλπίσι καὶ ἐδόκει ἑρμαίῳ ἐντετυχηκέναι, ἐμοὶ περιτυχών.

Δουσάρην τὸν Διόνυσον Ναβαταῖοι, ὥς φησιν Ἰσίδωρος.

προὔστη διατριβῶν ῥητορικῶν ἐπὶ ἔτη ἐννέα.

Σοῦδα

ὅτι φησὶ Δαμάσκιος, τὸν χρηματισμόν μηδὲν φανεῖσθαι χρήσιμον τοῖς ἐν ᾅδου πρὸς βοήθειαν, οὐδὲ τὴν τρυφήν, οὐδὲ τὰς πολυαράτους ταύτας τιμάς, ὧν οὐδὲν προτιμῶσιν οἱ πολιτικοὶ καὶ σφόδρα ὑπὸ τῶν πολλῶν μακαριζόμενοι ὡς εὐδαίμονες, ὄντες γε τῇ ἀληθείᾳ κακοδαίμονες.

Σοῦδα

ἀνὴρ διʼ ἀρετὴν ἱκανὸς ἐπαγαγέσθαι τὸ θεῖον.

Σοῦδα

Ἀκαμάτιος· Ἡλιουπολίτης, ἐπιεικέστερος τῶν ἄλλων πολιτῶν· οὕτω δὲ ἰδιωτικῶς εἶχεν, ὥστε οὐδὲν προμαθὼν οὐδὲ ἐπιμαθὼν τῶν ἐς λόγους ἡκόντων οἱουσδήτινας ἠξίου καλεῖσθαι φιλόσοφος καὶ τῷ ὀνόματι τούτῳ πρὸς ἅπαντας ἑαυτὸν κατεμήνυεν, οὐδὲ τῶν Ἡλιουπολιτῶν ἄλλως οὐδεὶς αὐτὸν ἐπωνόμαζεν ἢ τὸν φιλόσοφον. τοῦτο μὲν τοίνυν ὄνειδος ἔστω τῆς ἀνθρωπίνης ἀπαιδευσίας. παραγεγονότων δὲ ἡμῶν εἰς Ἡλιούπολιν, ἀπέβη σχεδὸν τοῦτο τὸ πλάσμα τῆς Ἀκαματίου φιλοσοφίας. ἠβούλετο δέ τις εἶναι καὶ τῶν ἱεροσκόπων. τοῦτο μέντοι συγγνώμης ἄξιον, ὅτι καὶ ὁπωσοῦν ἠδύνατο τὰ τοιαῦτα περιλαβεῖν, ἄλλως τε καὶ πρὸς ἰδιώτας.

Σοῦδα ἀναγωγία ὁ δὲ διʼ ἀναγωγίαν ταῦτα ἔπασχεν.

Σοῦδα ἀλαζών ὁ δέ, εἴ τι τύχοι, πρὸς ἕκαστον τῶν προσιόντων ἠλαζονεύετο, συμπλάττων ἀπὸ τῶν εἰκότων.

ὅτι ὁ ἐν Βηρυτῷ, φησίν, Ἀσκληπιὸς οὐκ ἔστιν Ἕλλην οὐδὲ Αἰγύπτιος, ἀλλά τις ἐπιχώριος Φοῖνιξ. Σαδύκῳ γὰρ ἐγένοντο παῖδες, οὓς Διοσκούρους ἑρμηνεύουσι καὶ Καβείρους. ὄγδοος δὲ ἐγένετο ἐπὶ τούτοις ὁ Ἔσμουνος, ὃν Ἀσκληπιὸν ἑρμηνεύουσιν. οὗτος κάλλιστος ὢν θέαν καὶ νεανίας ἰδεῖν ἀξιάγαστος, ἐρώμενος γέγονεν, ὥς φησιν ὁ μῦθος, Ἀστρονόης θεοῦ Φοινίσσης, μητρὸς θεῶν. εἰωθώς τε κυνηγετεῖν ἐν ταῖσδε ταῖς νάπαις, ἐπειδὴ ἐθεάσατο τὴν θεὸν αὐτὸν ἐκκυνηγετοῦσαν καὶ φεύγοντα ἐπιδιώκουσαν καὶ ἤδη καταληψομένην, ἀποτέμνει πελέκει τὴν αὐτὸς αὑτοῦ παιδοσπόρον φύσιν. ἡ δὲ τῷ πάθει περιαλγήσασα, καὶ Παιᾶνα καλέσασα, τὸν νεανίσκον τῇ τε ζωογόνῳ θέρμῃ ἀναζωπυρήσασα θεὸν ἐποίησεν, Ἔσμουνον ὑπὸ Φοινίκων ὠνομασμένον ἐπὶ τῇ θέρμῃ τῆς ζωῆς. οἱ δὲ τὸν Ἔσμουνον ὄγδοον ἀξιοῦσιν ἑρμηνεύειν ὅτι ὄγδοος ἦν τῷ Σαδύκῳ παῖς.

Σοῦδα

ταῦτα ἀναγεγράφθω μοι χαρίσια ὀλίγα ἀντὶ πολλῶν ἀποδιδόντι.

Σοῦδα

φωσσώνιον, προσώπου τι ἐκμαγεῖον. λέγεται δὲ οὕτως καὶ ὃ παρὰ Ῥωμαίοις καλεῖται ὀράριον.

Σοῦδα

οὗτος ἀμείνω τοῦ πατρὸς ἦν τὰ πρὸς ἀρετὴν ἥκοντα καὶ τὰ πρὸς λόγους. ἔτι μὴν μειράκιον γεγονὼς ἐλπίδας ἔσχεν ἐφʼ ἑαυτῷ καὶ πᾶσι παρέσχεν ὡς οὐ πολύ τι ἀπολειψόμενος τοῦ μεγάλου Πλουτάρχου. τοιγαροῦν ὁ Πρόκλος ἠξίωσεν αὐτὸν ἔτι νέον ὄντα τῆς τῶν Χαλδαϊκῶν λογίων ἀκροάσεως. φιλομαθία τις αὐτῷ καὶ ἐπιείκεια προσῆν κατὰ φύσιν. ἀλλὰ τοῦτο δὴ τὸ εἰωθός, ὁ πλοῦτος μέγα κακὸν ταῖς ψυχαῖς ἔοικεν εἶναι, νομὴν ἄφθονον τοῖς κόλαξι παρεχόμενος, οὐ χρυσίου μόνον — οὔπω γὰρ τοῦτο δεινόν —, ἀλλὰ νέου ψυχῆς ἁπαλῆς καὶ ῥᾳδίως ὑπὸ τῶν τοιούτων θηρίων καταβοσκομένης, ὥσπερ ἀτεχνῶς ἄρτι ἀνθούσης βοτάνης. οὗτοι διέφθειραν τὴν Ἡγίου ζωὴν πρός γε τὸ μὴ γνησίως φιλοσοφεῖν. ἄλλως δὲ φιλομαθὴς ὅσα τὴν φύσιν ἐξηγήσασθαι· ἐπεὶ κατὰ τὴν ἄλλην συνήθειαν ἔστιν ὅπη καὶ διεκπίπτει τῶν ὀρθῶν λογισμῶν. ἱερὸς εἴπερ τις ἄλλος εἶναι βουλόμενος τά τε τῶν κηδεστῶν ἱερὰ λαθὼν ἐτελειώσατο κατὰ τὴν Ἀττικήν, οὐ πείσας ἐκείνους, καὶ πολλὰ ἄλλα τῶν κειμένων τέως ἐκ πλείστου χρόνου πάλιν ἐκίνησε παραβολώτερον ἢ εὐσεβέστερον τῇ προθυμίᾳ χρησάμενος. ὅθεν ἐν τῇ πολιτείᾳ περιβόητος ἐγένετο καὶ χαλεποὺς ἐφʼ ἑαυτῷ τοὺς ἐχθροὺς ἐπεσπάσατο τούς τε μεγάλων χρημάτων ὀρεγομένους, ὧν κύριος ἦν, καὶ ἀπὸ τῶν καθεστώτων νομίμων ἐπιβουλεύοντας· ἐνῆν γάρ τι τῷ Ἡγίᾳ καὶ τῆς Θεαγένους μεγαλόφρονος φύσεως ἐν ταῖς εὐεργεσίαις· ἀκριβέστερον δὲ ἐκείνου τοσοῦτον ὅσον ἐς φίλους καὶ δεομένους ἀναλίσκειν.

Σοῦδα

Εὐπείθιος καὶ Ἀρχιάδας, δύο υἱοὶ Ἡγίου.

Σοῦδα

ὁ δὲ Ἀρχιάδας τὸ μὲν ὅλον τοῦ πατρὸς οὐκ ὀλίγῳ διαφέρων εἰς ἀρετὴν καὶ τῶν πολλῶν, τὰ δὲ ἐς φιλοσοφίαν ἄγοντα παρειμένος, ἅτε πρὸς ταῦτα ἀνάγωγος ὢν διὰ τὴν οὐκ ἀκολάκευτον πατρῴαν οὐσίαν, ἱερὰν δὲ ζωὴν προβεβλημένος, εἴπερ τις ἕτερος, καὶ πολυπειρίαν ἀσκήσας ἱερῶν ἔργων τε καὶ λόγων οὐδέν τι μεῖον τοῦ πατρός· ἔχω γὰρ τοῦτο καὶ τῷ Ἡγίᾳ μαρτυρεῖν. ὁ δὲ Ἀρχιάδας καὶ τοῦ καθαροῦ συνειδότος ἐπεμελεῖτο διαφερόντως οὐδὲν ἧττον τῶν φιλοσοφούντων.

Σοῦδα Εὐπείθιος καὶ ὁ μὲν Εὐπείθιος εὐφυέστερος ἐγένετο, τὰ δὲ ἤθη ἐπισεσυρμένος ἐς ἰδιωτισμόν, ἤδη δέ τι καὶ ἀτοπώτερον ἔχων ἢ κατὰ ἰδιώτην, ὡς δὲ συλλήβδην εἰπεῖν, πολλῷ τοῦ πατρὸς ἀπολειπόμενος.

Σοῦδα

ἦν οὖν αἰσθάνεσθαι πάντων, ᾐσθανόμην δὲ καὶ αὐτὸς ἑκάστοτε τῶν ἀμφʼ αὐτῷ κενοῦ φυσήματος ἄνευ νοῦ ἐμπιπλαμένων.

Σοῦδα

τοσαύτην δὲ ἡμεῖς ταχύτητα καὶ ἀμαθίαν κατεγνώκαμεν, ὥστε ἐτολμήσαμεν ἐξελέγχειν αὐτοὺς ἀγνόημα τοσοῦτον ἠγνοηκότας ὅσον οὐδεὶς ἂν ἠγνόησεν ὀλίγα διαλεκτικῆς ἁψάμενος καὶ ὅσα ἐπαΐειν ὑπὲρ αὐτῶν ἔχων, ἄλλο οὐδὲν πλέον περιεργασάμενος.

τὸ γὰρ «εἰ τὸ α, τὸ β. ἀλλὰ μὴν τὸ α· τὸ ἄρα β.» ἴσασιν ἤδη περιφερόμενον καὶ αἱ πάνδοκοι γρᾶες.

Σοῦδα ἐσχάτη ἀμαθία τὸ δέ ἐστι τῆς ἐσχάτης ἀμαθίας· ὑπὲρ οὗ πολλὰ λέγειν ἔχων νῦν ἀφίημι.

Σοῦδα

παθῶν δὲ παντοίων κατάμεστοι ὄντες οὐδὲ ἐν μέσοις αὐτοῖς τοῖς δρωμένοις οἷοί τε ἦσαν ἤθεσι μετρίοις ἐγκαρτερεῖν, ἐπεὶ τά γε ἔξω μισγάγκεια κακῶν ἐφαίνετο μηδὲν διαφέρουσα τῆς τῶν ἀγελαίων ἀνθρώπων. ὁ δʼ οὖν Διομήδης διέφθαρτο καὶ αὐτὸς ὑπὸ τῆς συνουσίας καὶ οὐδὲν ἔχων ἔξαρμα φύσεως ἔτι ταπεινότερος ἐγεγόνει πρὸς τὰ ἐπιταττόμενα. καίτοι ὑπὸ κολάκων διεφθάρη τὴν διάνοιαν, εὐφυής γεγονὼς ἀνὴρ πρὸς φιλοσοφίαν, ἣ οὐδὲν ἀλλοτρίῳ κακῷ βλάπτεται οὐδὲ φθείρεται, οἰκείῳ δὲ μόνῳ, ὡς ἔφη Σωκράτης. διὸ καὶ φιλοσοφίαν ἐλυμήνατο τοῦτο αὐτὸ τὸ οἴκοθεν ὄνειδος. ὃν γὰρ ἔδει μάλιστα διασῴζειν καὶ θεραπεύειν πρὸς τὸ βέλτιστον, τοῦτον πρὸς ἡδονὰς ἀνατρέφοντες καὶ μετεωρίζοντες ἐς αὔχημα μεῖζον ἢ καθʼ ἑαυτόν, ἔλαθον ἑαυτοὺς ἐς πᾶσαν ἀτιμίαν καταβαλόντες.

Σοῦδα

Σιλβανός, φιλόσοφος· ὃς ἐπιεικὴς μὲν ἦν τὰ ἄλλα καὶ ἱερός, ἁπλούστερος δὲ τὰ ἤθη καὶ ἐπιπόλαιος.

ἐν σκότῳ διωλυγίῳ πολὺ φῶς ἀνάψας.

Σοῦδα προσηγάσθησαν τοῦτον ἀπεδέξαντο τὸν λόγον τοῦ νεανίσκου καὶ προσηγάσθησαν, πῶς οἴει σφόδρα, τὸν Πρόκλον.

Φώτιος τοῦτον ἀπεδέξαντο τοῦ νεανίσκου τὸν λόγον καὶ ἠγάσθησαν οἱ ἀμφὶ τὸν Μαρῖνον, πῶς οἴει σφόδρα.

Σοῦδα ὅσιον χωρίον οὐχ ὅσιόν ἐστι τὰ μεγάλα σοφὸν γενέσθαι τὸν τὰ μικρὰ μὴ δυνάμενον.

Σοῦδα

ἀλλʼ ἔγωγε, ἔφην, ταύτης μόνης ἐπιδεῖσθαι νομίζω τῆς μαντικῆς τοὺς ἀνθρώπους εἶναι βουλομένους καὶ μὴ δίκην θηρίων ἔξω κεχηνέναι ἐς προνομὰς ἀπεράντους.

Σοῦδα

τὸν ἄρχοντα τῶν ἀρχομένων εἵνεκα πάντα διαπράττεσθαι δεῖν. ὁ δὲ Ἡγίας ἠξίου οὐ μόνον τὸν ἄρχοντα τῶν ἀρχομένων τίθεσθαι πρόνοιαν, ἀλλὰ καὶ αὑτοῦ πρὸ ἐκείνων. ἑκάστῳ γὰρ εἶναι τὴν ἔφεσιν τοῦ ἀγαθοῦ πρὸς ἑαυτὸν μᾶλλον ἢ πρὸς ἕτερον. ὁ δὲ Ἰσίδωρός φησιν τὸν ἄρχοντα ᾗ ἄρχων προνοεῖν τῶν ἀρχομένων· διὰ τοῦτο γὰρ αὐτοὺς τοῦ ἄρχοντος ἀκούειν· εἰ δὲ καὶ ἑαυτοῦ φροντίδα ποιοῖτο, ὡς ἑνός γε καὶ ἑαυτοῦ τῶν ἀρχομένων καὶ δεομένων προνοίας. τὸν γάρ τοι ἄρχοντα τῷ ἀκριβεῖ λόγῳ δεῖσθαι μηδενός, ᾗ δὲ ἄνθρωπος, δέοιτο ἄν· ὥσπερ καὶ τῆς τέχνης, ᾗ μὲν ἄνθρωπος ὁ τεχνίτης, δέοιτο ἄν, οἷον ἰατρὸς τῆς ἰατρικῆς, εἰ νοσήσειεν· ἰατρικὴ δὲ οὐκ ἄν ποτε νοσήσειεν, οὐ τοίνυν οὐδὲ ὁ κατὰ τὴν ἰατρικὴν ἑστὼς ἰατρός, οὐ τοίνυν οὐδὲ ὁ κατὰ τὴν ἀρχικὴν ἐπιστήμην ἄρχων ὡρισμένος. λογικώτερον δὲ εἰπεῖν ἐπιχειρητέον, ὡς τὰ πρός τι οὐ λέγεται μόνον, ἀλλὰ καὶ ἔστι προσάλληλα. ἄρχων ἄρα πρὸς ἀρχομένους καὶ ἀρχόμενοι πρὸς ἄρχοντα καὶ λέγονται καὶ εἰσίν, ὥστε εἴ τι τὸ ἄρχειν ὠφελεῖ τοὺς ἀρχομένους, ὠφελήσει καὶ οἷς τὸ ἄρχειν προσβέβληται.

Σοῦδα

δικαιοσύνην δὲ τὴν ἑκάστῃ τῶν λοιπῶν ἀρετῶν οἰκειοπραγίαν ἀρχῆς πέρι καὶ τοῦ ἄρχεσθαι.

Σοῦδα

ὅτι μείζονα τὸν βίον εὐεργετεῖ φιλόσοφος ἀνὴρ ἤπερ ἄριστος βασιλεύς.

οὔπω ἐξερρώγει τὰ δύσκολα τῆς ὑποθέσεως.

Σοῦδα σειρά οὐκ οἶδʼ ὅπως ἡ τοῦ λόγου ῥύμη κατʼ ἴχνος ἐπιζητοῦσα τὴν ἐν τῇ σειρᾷ τάξιν τῆς αὐτοῦ ψυχῆς οὐκ ἐν τῷ ἀκηράτῳ χορῷ, μετὰ δὲ τοῦτον, ὡς δέδεικται, τεταγμένης ἀφανοῦς, ἀπέστειλεν ὡς ἐμέ, τὰ σαφέστατα ἀπαγγεῖλαι προστάξασα.

Φώτιος ἐμὲ δὲ ἐπεσπάσατο ἡ ῥύμη τοῦ λόγου πρὸς τὰ μετὰ ταῦτα ἐκβεβηκότα ποιήσασθαι τὴν ἐκβολήν, ἐπακολουθήσαντα παριόντι τῷ βίῳ τῶν διαδόχων, οὓς εἵλετο Πρόκλος.

Σοῦδα

ὁ δὲ οὐ μάτην ἔζη, ὥς γε ἐμὲ κρίνειν, οὐδὲ μὴν ὡς οἱ πολλοὶ ἐς τραπέζας κεκυφέναι καὶ ἐμπίπλασθαι καὶ ὑβρίζειν σπεύδων, ἀλλὰ πλέον τι εἰδέναι καὶ σπεύδων καὶ μαστεύων ὑφʼ ἡγεμόνι θεῷ.

Σοῦδα

τὸ δὲ μὴ ἀδικεῖσθαι θεὸν ἔνδοξον καὶ ἐναργές· ὑπʼ οὐδενὸς γὰρ θεὸς ἀδικηθήσεται.

Σοῦδα

τὸν κακῶς ἄρξαντα κακῶσαι θέλειν, καθάπερ ἐπὶ τῶν κατʼ ἰδίαν ἀδικημάτων οἱ νομοθέται καὶ δικασταὶ πάσας τὰς τῶν συμβαινόντων βλάβας οὐκ ἐπὶ τὸν ἀλεξόμενον, ἀλλʼ ἐπὶ τὸν ἄρχοντα χειρῶν ἀδίκων ἀναφέρουσι.

Σοῦδα

ἀλλʼ εἰμὶ λίαν ἀπειρόκαλος, ὡς διαβεβοημένα ἐπιδιηγούμενος.

Σοῦδα

ἀποροῦντι δὲ αὐτῷ, τίνι μηχανῇ ἀνεβίω, τόνδε φάναι.

Σοῦδα

καὶ δὴ καὶ τὴν ἄλλην ἀρετὴν ἀστάθμητος, ὡς εἰπεῖν, ὁ ἄνθρωπος οὗτος ἦν.

Σοῦδα

ὁ βουλόμενος ἐν τῷδε τῷ βίῳ ἀβέβηλον βίον πολιτεύεσθαι, αὐτόστοιχος ἐθέλει εἶναι.

Σοῦδα

ὁ δὲ ἔφη θαυμάζων, ἐθελήσεις τί μοι μαντεύσασθαι; πάνυ γε, ἔφην, εἴ σοι βουλομένῳ ἐστίν.

Σοῦδα

ἤδη γάρ σε γινώσκω, καὶ ὧν εἶπας ἀκούσασα καὶ τὴν ὄψιν ἰδοῦσα.

Σοῦδα

οὓς καὶ διαμνημονεῦσαι καθέκαστον ὁ λόγος διὰ τὸ πλῆθος καὶ πρὸς ὄνομα διελθεῖν παρῃτήσατο.

Σοῦδα

ἐγίνετο δὲ αὐτῷ ἑκούσιος ἡ διατριβὴ καὶ τῆς ἐφόδου ἡ σχολαιότης, τοῦ τε ἀτάκτου ἕνεκα καὶ τοῦ ἐς τὸ ἀποβησόμενον προμηθοῦς.

Σοῦδα

ὁ δὲ ἐξελθὼν ἐκ τῆς πόλεως ἔθει δρόμῳ.

Σοῦδα

ὁ δὲ διανύσας τετρακοσίους σταδίους καὶ γενόμενος ἔκκοπος ἐπέμεινεν.

Σοῦδα

ἡ ἄκρως ἠττικισμένη ὁμιλία καὶ πολλῶν γέμουσα χαρίτων καὶ μουσικῶν ἀπηχημάτων ἀπόζουσα.

Σοῦδα

πᾶσα ἀνάγκη τοῖς μὲν ἀγαθοῖς ἐν ᾅδου ἔσεσθαι ἄμεινον, τοῖς δὲ κακοῖς κάκιον. οἶμαι δὲ ὅτι καὶ ἐνθάδε ἔτι διατρίβουσι, τοῖς μὲν δικαίοις ἀκολουθήσειν εὐδαίμονα χάριν, τοῖς δὲ ἀδίκοις κακοδαίμονα τίσιν.

Σοῦδα

ἡγεῖσθαι μὲν ἀγαθὸν οὐδὲν εἶναι τὴν εὔκλειαν, ἀντιποιεῖσθαι μὴν αὐτῆς ἱκανῶς, ὠφελείας ἕνεκα τῶν ἄλλων ἀνθρώπων, ὡς τῶν γε φιλοσόφων δοξάντων ἀσχημονεῖν οἴχεσθαι ἐκ τοῦ βίου πᾶσαν αἰδῶ καὶ ζήλωσιν τοῦ ἀμείνονος ἤθους.

Σοῦδα

ὁδὸς ἀνθρώποις εἰς εὐδαιμονίαν ὑπὸ θεοῦ κατεδείχθη μία διὰ τῆς ἀρετῆς. τιμιώτατον δὲ ἐν αὐτῇ καὶ ὥσπερ κεφάλαιον ἀρετῆς ἁπάσης εὐσέβεια· μόνη γὰρ αὕτη τῶν ἀνθρωπίνων πραγμάτων ἱκανῶς ἐπιμελεῖται καὶ πρὸς τὰ θεῖα γίνεται ἡγεμὼν ἀνθρώποις ἀγαθή.

Σοῦδα

μηδὲν γὰρ εἰκαῖον Πλάτων λέγειν φησίν.

Σοῦδα

ταῖς δὲ ἀληθείαις ὑπῆρχον ἐν αὐτοῖς καχέκται μεταβολῆς οἰκεῖοι.

Σοῦδα

κρείσσων δόξης ἀτίμου εὐτέλεια εὐκλεής, καὶ μικροπρεποῦς ἀρχῆς μεγαλοφυὴς μετριότης, καὶ ὕψους ἐπισφαλοῦς ταπεινότης ἀκίνδυνος.

Σοῦδα

τὸ γὰρ δυνάμενον ἐκεῖνον τὸν ἄνδρα μαλθάξαι ἓν μόνον ἦν, ἡ τῶν τρόπων ἐπιείκεια καὶ ὁ τοῦ δικαίου κατὰ φύσιν ἔρως.

Σοῦδα

καὶ τὸ μεῖζον, οἱ μὲν ἄλλοι τοὺς ἐκπεπτωκότας σοφίας θρηνοῦσι, σὺ δὲ ὡς ἀλιτηρίους καὶ μηδέποτε γευσαμένους αὐτῆς τεθρήνηκας.

Σοῦδα οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλο

ὁ δὲ οὐδὲν ὅ τι οὐχ ἑτοίμως τῶν προταθέντων ἔσχε συνθέσθαι, οὐχ ὅτι καὶ ἐμμένειν αὐτοῖς ἔμελλεν, ἀλλʼ ἵνʼ ἐκ τῶν παρόντων ἀναπνεύσῃ.

Σοῦδα

τὰ ἀνθρώπεια ὠκύμορα καὶ ἐφήμερα. ταῦτά τοι καὶ σπουδῆς ἀνάπλεα· καὶ συγγνώμην αὐτοῖς νέμειν ὑπὲρ τῆς ἄγαν σπουδῆς.

Σοῦδα

ὁ δὲ περιεργασάμενος τοὺς οἴκους, ἐν οἷς συντρέχοντες ἐκκλησιάζουσι, τούτοις συνέσχηκεν.

Σοῦδα

ὁ δὲ τὸν θυμὸν αὐτοῦ εἰδὼς πιμπράμενον.

Σοῦδα

ὥσπερ πλάνης ἄνθρωπος κατὰ βίου πρόφασιν πορευόμενος.

Σοῦδα

καὶ χρηστὰ πρεσβεῖα τούτῳ τῆς μνήμης νῦν τε καὶ ἀεὶ νέμει.

Σοῦδα

προὔργου νενόμικα καὶ τούτων κἀκείνων τὴν ἀμετρίαν φυγών, ὅσα προσῆκε ταῖς παλαιαῖς ἱστορίαις, ταῦτα προσαρμόσαι.

Σοῦδα

τὸν τῆς οἰκουμένης δεσπότην, ἐν ᾧ σαλεύει τὰ πάντα.

Σοῦδα

ὃ λέγομεν κόσμον, τὸ σύμπαν τόδε.

Σοῦδα

Σφιγγὸς πράγματα παρέχων πολλὰ ἐπὶ πολλαῖς ταῖς ζητήσεσι τῶν ἀτόπων τούτων αἰνιγμάτων, οὐ τῆς Καδμείας Σφιγγός, ἀλλὰ Σφιγγὸς μέν τινος ἀτεχνῶς, ἔτι δὲ θειοτέρας καὶ πολὺ σοφωτέρας.

Σοῦδα

καὶ νόμον ἔθεντο, εἰ τοιοῦτοι γένοιντο ὑπὸ τῷ τοσούτῳ θεῷ, εὐδαιμονίαν εἶναι, καταγράφοντες κοινήν.

Σοῦδα

ὅτι οἱ παλαιοὶ ἔλεγον μηδὲν τῶν φύσει μάτην εἶναι. τὰ σχήματα δὲ τὰ τῶν συλλογισμῶν μὴ εἶναι φύσει. οὐκ ἀναγκαῖον δὲ ταῦτα λέγειν χρήσιμα· τὸ δὲ χρησίμου τινὸς χάριν ἔξωθεν ἐπισυμβαίνειν αὐτὰ γινόμενα. οἱ δὲ συλλογισμοὶ οὐχ ὡς σιτία καὶ ποτὰ κατὰ φύσιν ἡμῖν. ἕτεροι γὰρ οἱ τούτων κανόνες, ἔθη, νόμοι καὶ ἐπιτηδεύματα δημόσια, καὶ καθέκαστον, καὶ κατʼ ἄνδρα ἰδίᾳ. μεταθέσθαι γοῦν ἔξεστιν αὐτὰ καὶ πρὸς τὴν ἐναντιωτάτην μεταβαλεῖν, ὡς ἄν τις ἐθέλοι, δίαιταν. ὅθεν ἐνίοις οὐδὲ τὰ φύσει δοκοῦντα φθαρτικὰ σιτία καὶ δηλητήρια φάρμακα προσενεγκαμένοις ἐφάνη λυπηρά. φασὶ γοῦν τὴν Ἀττικὴν γυναῖκα τοῦ κωνείου καθάπερ λαχάνων ἐσθίειν, καὶ τὸ Ποντικὸν θηρίον, ὅστις ποτὲ ἦν ὁ Μιθριδάτης ἐκεῖνος, ἐκπιόντα γενναίαν κύλικα δηλητηρίου φαρμάκου μὴ διαφθαρῆναι, τῷ κατισχῆσθαι τὸ σῶμα, καθάπερ σίδηρον τῇ βαφῇ, παρὰ τῶν ἀντιπαθῶν, ἃ προσεφέρετο πολλάκις· ὑποπτεύων ὁ βδελυρός, ἀπὸ τῶν υἱῶν ἀρξάμενος, ἅπαντας ἀνθρώπους, ὡς ἐπιβουλεύοντας αὐτῷ μόνῳ διὰ τὴν καλὴν τυραννίδα.