eul_wid: udw-ae
Περὶ τῶν ΜυστηρίωνOn the Mysteries
Iamblichus of Chalcis On the Mysteries PDF
| Myst p 1 [5] | 〈Περὶ τῶν αἰγυπτίων μυστηρίων〉 Ἰστέον ὅτι ὁ φιλόσοφος Πρόκλος, ὑπομνηματίζων τὰς τοῦ μεγάλου Πλωτίνου Ἐννεάδας, λέγει ὅτι ὁ ἀντιγράφων πρὸς τὴν προκειμένην τοῦ Πορφυρίου ἐπιστολὴν ὁ θεσπέσιός ἐστιν Ἰάμβλιχος, καὶ διὰ τὸ τῆς ὑποθέσεως οἰκεῖον καὶ ἀκόλουθον ὑποκρίνεται πρόσωπον Αἰγυπτίου τινὸς Ἀβάμμωνος· ἀλλὰ καὶ τὸ τῆς λέξεως κομματικὸν καὶ ἀφοριστικὸν καὶ τὸ τῶν ἐννοιῶν πραγματικὸν καὶ γλαφυρὸν καὶ ἔνθουν μαρτυρεῖ τὸν Πρόκλον καλῶς καὶ κρίναντα καὶ ἱστορήσαντα. Ἀβάμμωνος διδασκάλου πρὸς τὴν Πορφυρίου πρὸς Ἀνεβὼ ἐπιστολὴν ἀπόκρισις καὶ τῶν ἐν αὐτῇ ἀπορημάτων λύσεις. Θεὸς ὁ τῶν λόγων ἡγεμών, Ἑρμῆς, πάλαι δέδοκται καλῶς ἅπασι τοῖς ἱερεῦσιν εἶναι κοινός· ὁ δὲ τῆς περὶ θεῶν ἀληθινῆς ἐπιστήμης προεστηκὼς εἷς ἐστιν ὁ αὐτὸς ἐν ὅλοις· ᾧ δὴ καὶ οἱ ἡμέτεροι πρόγονοι τὰ αὑτῶν τῆς σοφίας εὑρήματα ἀνετίθεσαν, Ἑρμοῦ πάντα τὰ οἰκεῖα συγγράμματα ἐπονομάζοντες. |
| Myst 1 1 [45] | Εἰ δὲ τοῦδε τοῦ θεοῦ καὶ ἡμεῖς τὸ ἐπιβάλλον καὶ δυνατὸν ἑαυτοῖς μέρος μετέχομεν, σύ τε καλῶς ποιεῖς ἃ εἰς γνῶσιν τοῖς ἱερεῦσιν, ὡς φιλοῦσι, περὶ θεολογίας προτείνων ἐρωτήματα, ἐγώ τε εἰκότως τὴν πρὸς Ἀνεβὼ τὸν ἐμὸν μαθητὴν πεμφθεῖσαν ἐπιστολὴν ἐμαυτῷ γεγράφθαι νομίσας ἀποκρινοῦμαί σοι αὐτὰ τἀληθῆ ὑπὲρ ὧν πυνθάνῃ. Οὐδὲ γὰρ ἂν εἴη πρέπον Πυθαγόραν μὲν καὶ Πλάτωνα καὶ Δημόκριτον καὶ Εὔδοξον καὶ πολλοὺς ἄλλους τῶν παλαιῶν Ἑλλήνων τετυχηκέναι διδαχῆς τῆς προσηκούσης ὑπὸ τῶν καθ’ ἑαυτοὺς γιγνομένων ἱερογραμμάτων, σὲ δ’ ἐφ’ ἡμῶν ὄντα καὶ τὴν αὐτὴν ἐκείνοις ἔχοντα γνώμην διαμαρτεῖν τῆς ὑπὸ τῶν νῦν ζώντων καὶ καλουμένων κοινῶν διδασκάλων ὑφηγήσεως. Ἐγὼ μὲν οὖν οὕτως ἐπὶ τὸν λόγον τὸν παρόντα πρόσειμι, σὺ δ’, εἰ μὲν βούλει, τὸν αὐτὸν ἡγοῦ σοι πάλιν ἀντιγράφειν ᾧπερ ἐπέστειλας· εἰ δὲ καὶ φαίνοιτό σοι δεῖν, ἐμὲ θὲς εἶναί σοι τὸν ἐν γράμμασι διαλεγόμενον ἤ τινα ἄλλον προφήτην Αἰγυπτίων· οὐδὲ γὰρ τοῦτο διενήνοχεν· ἢ ἔτι βέλτιον, οἶμαι, τὸν μὲν λέγοντα ἄφες, εἴτε χείρων εἴτε ἀμείνων εἴη, τὰ δὲ λεγόμενα σκόπει εἴτε ἀληθῆ εἴτε καὶ ψευδῆ λέγεται, προθύμως ἀνεγείρας τὴν διάνοιαν. Ἐν ἀρχῇ δὴ διελώμεθα τὰ γένη πόσα τέ ἐστι καὶ ὁποῖα τῶν νυνὶ προκειμένων προβλημάτων· ἀπὸ τίνων τε εἴληπται θείων θεολογιῶν τὰ ἀπορήματα διέλθωμεν, καὶ κατὰ ποίας τινὰς ἐπιστήμας ἐπιζητεῖται τὴν πρόθεσιν αὐτῶν ποιησώμεθα. Τὰ μὲν οὖν ἐπιποθεῖ διάκρισίν τινα τῶν κακῶς συγκεχυμένων, τὰ δ’ ἐστὶ περὶ τὴν αἰτίαν δι’ ἣν ἕκαστά ἐστί τε οὑτωσὶ καὶ νοεῖται, τὰ δ’ ἐπ’ ἄμφω τὴν γνώμην ἕλκει κατ’ ἐναντίωσίν τινα προβαλλόμενα· ἔνια δὲ καὶ τὴν ὅλην ἀπαιτεῖ παρ’ ἡμῶν μυσταγωγίαν· τοιαῦτα δὲ ὄντα πολλαχόθεν εἴληπται καὶ ἀπὸ διαφερουσῶν ἐπιστημῶν. Τὰ μὲν γὰρ ἀφ’ ὧν οἱ Χαλδαίων σοφοὶ παραδεδώκασι τὰς ἐπιστάσεις προσάγει· τὰ δ’ ἀφ’ ὧν Αἰγυπτίων οἱ προφῆται διδάσκουσι ποιεῖται τὰς ἀντιλήψεις, ἔνια δὲ καὶ τῆς τῶν φιλοσόφων θεωρίας ἐχόμενα τὰς ἐρωτήσεις ἑπομένως αὐτοῖς ποιεῖται. Ἤδη δέ τινα καὶ ἀπ’ ἄλλων οὐκ ἀξίων λόγου δοξασμάτων ἐφέλκεταί τινα ἀπρεπῆ διαμφισβήτησιν, τὰ δ’ ἀπὸ τῶν κοινῶν ὑπολήψεων παρ’ ἀνθρώποις ὥρμηται· αὐτά τε οὖν καθ’ ἑαυτὰ ἕκαστα ποικίλως διάκειται καὶ πρὸς ἄλληλα πολυειδῶς συνήρμοσται, ὅθεν δὴ διὰ πάντα ταῦτα λόγου τινός ἐστιν ἐπιδεῆ τοῦ κατευθύνοντος αὐτὰ προσηκόντως. |
| Myst 1 2 [30] | Ἡμεῖς οὖν τὰ μὲν Ἀσσυρίων πάτρια δόγματα παραδώσομέν σοι μετ’ ἀληθείας τὴν γνώμην, τὰ δὲ ἡμέτερά σοι σαφῶς ἀποκαλύψομεν, τὰ μὲν ἀπὸ τῶν ἀρχαίων ἀπείρων γραμμάτων ἀναλογιζόμενοι τῇ γνώσει, τὰ δ’ ἀφ’ ὧν ὕστερον εἰς πεπερασμένον βιβλίον συνήγαγον οἱ παλαιοὶ τὴν ὅλην περὶ τῶν θείων εἴδησιν. Φιλόσοφον δ’ εἴ τι προβάλλεις ἐρώτημα, διακρινοῦμέν σοι καὶ τοῦτο κατὰ τὰς Ἑρμοῦ παλαιὰς στήλας, ἃς Πλάτων ἤδη πρόσθεν καὶ Πυθαγόρας διαναγνόντες φιλοσοφίαν συνεστήσαντο, τὰ δ’ ἀλλόφυλα ζητήματα ἢ ἀντιλογικὰ καὶ δυσεριστίαν τινὰ ἐμφαίνοντα πράως καὶ ἐμμελῶς παραμυθούμενοι· ἢ τὴν ἀτοπίαν αὐτῶν ἀποδείξομεν· καὶ ὅσα προχωρεῖ κατὰ τὰς κοινὰς ἐννοίας γνωρίμως πάνυ καὶ σαφῶς πειρασόμεθα διαλέγεσθαι. Καὶ τὰ μὲν ἔργων πείρας δεόμενα πρὸς ἀκριβῆ κατανόησιν, μόνον διὰ λόγων δυνατόν· τὰ δὲ νοερᾶς θεωρίας πλήρη τε ... καθαίρεσθαι, σημεῖα δὲ αὐτῆς ἀξιόλογα δύναται φράζειν ἀφ’ ὧν δύνασαι καὶ σὺ καὶ οἱ σοὶ ὅμοιοι τῷ νῷ παράγεσθαι περὶ τὴν οὐσίαν τῶν ὄντων· ὅσα δὲ τυγχάνει διὰ λόγων ὄντα γνωστὰ τούτων οὐδὲν ἀπολείψομεν εἰς τὴν τελέαν ἀπόδειξιν. Τὸ δ’ οἰκεῖον ἐπὶ πᾶσιν ἀποδώσομέν σοι προσηκόντως, καὶ τὰ μὲν θεολογικὰ θεολογικῶς, θεουργικῶς δὲ τὰ θεουργικὰ ἀποκρινούμεθα, φιλοσόφως δὲ τὰ φιλόσοφα μετὰ σοῦ συνεξετάσομεν· καὶ τούτων μὲν ὅσα εἰς τὰ πρῶτα αἴτια διήκει κατὰ τὰς πρώτας ἀρχὰς συνακολουθοῦντες εἰς φῶς προάξομεν, ὅσα δὲ περὶ ἠθῶν ἢ περὶ τελῶν εἴρηται κατὰ τὸν ἠθικὸν τύπον διαιτήσομεν δεόντως, καὶ τἄλλα ὡσαύτως κατὰ τὸν οἰκεῖον τρόπον ἐν τάξει διαθησόμεθα· ἤδη δὲ ἁψώμεθα τῶν σῶν ἐρωτήσεων. Φῂς τοίνυν πρῶτον διδόναι εἶναι θεούς· τὸ δ’ ἐστὶν οὐκ ὀρθὸν οὑτωσὶ λεγόμενον. |
| Myst 1 3 [5] | Συνυπάρχει γὰρ ἡμῶν αὐτῇ τῇ οὐσίᾳ ἡ περὶ θεῶν ἔμφυτος γνῶσις, κρίσεώς τε πάσης ἐστὶ κρείττων καὶ προαιρέσεως, λόγου τε καὶ ἀποδείξεως προϋπάρχει· συνήνωταί τε ἐξ ἀρχῆς πρὸς τὴν οἰκείαν αἰτίαν, καὶ τῇ πρὸς τἀγαθὸν οὐσιώδει τῆς ψυχῆς ἐφέσει συνυφέστηκεν. Εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, οὐδὲ γνῶσίς ἐστιν ἡ πρὸς τὸ θεῖον συναφή. Διείργεται γὰρ αὕτη πως ἑτερότητι. Πρὸ δὲ τῆς ὡς ἑτέρας ἕτερον γιγνωσκούσης αὐτοφυής ἐστιν ... ἡ τῶν θεῶν ἐξηρτημένη μονοειδὴς συμπλοκή. Οὐκ ἄρα συγχωρεῖν χρὴ ὡς δυναμένους αὐτὴν καὶ διδόναι καὶ μὴ διδόναι, οὐδ’ ὡς ἀμφίβολον τίθεσθαι (ἕστηκε γὰρ ἀεὶ κατ’ ἐνέργειαν ἑνοειδῶς), οὐδ’ ὡς κυρίους ὄντας τοῦ κρίνειν τε καὶ ἀποκρίνειν οὕτως αὐτὴν δοκιμάζειν ἄξιον· περιεχόμεθα γὰρ ἐν αὐτῇ μᾶλλον ἡμεῖς καὶ πληρούμεθα ὑπ’ αὐτῆς, καὶ αὐτὸ ὅπερ ἐσμὲν ἐν τῷ τοὺς θεοὺς εἰδέναι ἔχομεν. Ὁ δὲ αὐτός ἐστί μοι λόγος πρὸς σὲ καὶ περὶ τῶν συνεπομένων θεοῖς κρειττόνων γενῶν, δαιμόνων φημὶ καὶ ἡρώων καὶ ψυχῶν ἀχράντων· καὶ γὰρ περὶ τούτων ἕνα λόγον ὡρισμένον τῆς οὐσίας ἀεὶ δεῖ νοεῖν, τὸ δ’ ἀόριστον καὶ ἄστατον τῆς ἀνθρωπίνης ἀναιρεῖν δόσεως, καὶ τὸ μὲν ἐξ ἀντιρρόπου τῶν διαλογισμῶν ἀντιστάσεως ἐπικλῖνον ἐπὶ θάτερα παραιτεῖσθαι· ἀλλότριον γάρ ἐστι τῶν τοῦ λόγου καὶ τῆς ζωῆς ἀρχῶν τὸ τοιοῦτον, ἐπὶ δὲ τὰ δεύτερα ἀποφέρεται μᾶλλον καὶ ὅσα τῇ δυνάμει καὶ τῇ ἐναντιώσει τῆς γενέσεως προσήκει. Μονοειδῶς δὲ αὐτῶν ἀντιλαμβάνεσθαι δεῖ. Ἐοικέτω δὴ οὖν τοῖς ἀιδίοις τῶν θεῶν συνοπαδοῖς καὶ ἡ σύμφυτος αὐτῶν κατανόησις· ὥσπερ οὖν αὐτοὶ τὸ εἶναι ἔχουσιν ἀεὶ ὡσαύτως, οὕτω καὶ ἡ ἀνθρωπίνη ψυχὴ κατὰ τὰ αὐτὰ τῇ γνώσει πρὸς αὐτοὺς συναπτέσθω, εἰκασίᾳ μὲν ἢ δόξῃ ἢ συλλογισμῷ τινι, ἀρχομένοις ποτὲ ἀπὸ χρόνου, μηδαμῶς τὴν ὑπὲρ ταῦτα πάντα οὐσίαν μεταδιώκουσα, ταῖς δὲ καθαραῖς καὶ ἀμέμπτοις νοήσεσιν αἷς εἴληφεν ἐξ ἀιδίου παρὰ τῶν θεῶν, ταύταις αὐτοῖς συνηρτημένη· σὺ δ’ ἔοικας ἡγεῖσθαι τὴν αὐτὴν εἶναι τῶν θείων καὶ τῶν ἄλλων ὁποιωνοῦν γνῶσιν, δίδοσθαί τε ἀπὸ τῶν ἀντικειμένων τὸ ἕτερον μόριον, ὥσπερ εἴωθε καὶ ἐπὶ τῶν ἐν ταῖς διαλέκτοις προτεινομένων· τὸ δ’ οὐκ ἔστιν οὐδαμῶς παραπλήσιον· ἐξήλλακται γὰρ αὐτῶν ἡ εἴδησις, ἀντιθέσεώς τε πάσης κεχώρισται, καὶ οὐκ ἐν τῷ συγχωρεῖσθαι νῦν ἢ ἐν τῷ γίγνεσθαι ὑφέστηκεν, ἀλλ’ ἦν ἐξ ἀιδίου μονοειδὴς ἐπὶ τῇ ψυχῇ συνυπάρχουσα. Περὶ μὲν οὖν τῆς πρώτης ἀρχῆς ἐν ἡμῖν, ἀφ’ ἧς ὁρμᾶσθαι δεῖ τοὺς ὁτιοῦν λέγοντάς τε καὶ ἀκούοντας περὶ τῶν κρειττόνων ἢ καθ’ ἡμᾶς, τοιαῦτα πρὸς σὲ λέγω· ἃ δ’ ἐπιζητεῖς ἰδιώματα τίνα ἐστὶν ἑκάστῳ τῶν κρειττόνων γενῶν, οἷς κεχώρισται ἀπ’ ἀλλήλων, εἰ μὲν ὡς εἰδοποιοὺς διαφορὰς ὑπὸ ταὐτὸ γένος ἀντιδιαιρουμένας νοεῖς σὺ τὰ ἰδιώματα, ὥσπερ ὑπὸ τὸ ζῷον τὸ λογικὸν καὶ ἄλογον, οὐδέποτε παραδεχόμεθα τὰ τοιαῦτα ἐπὶ τῶν μήτε κοινωνίαν οὐσίας μίαν μήτε ἐξισάζουσαν ἐχόντων ἀντιδιαίρεσιν, μήτε σύνθεσιν τὴν ἐξ ἀορίστου τοῦ κοινοῦ καὶ ὁρίζοντος τοῦ ἰδίου προσλαμβανόντων. |
| Myst 1 4 [45] | Εἰ δ’ ὡς ἐν προτέροις καὶ δευτέροις κατ’ οὐσίαν τε ὅλην καὶ παντὶ τῷ γένει ἐξαλλαττομένοις ἁπλῆν τινα κατάστασιν πεπερασμένην ἐν ἑαυτῇ τὴν ἰδιότητα ὑπολαμβάνεις, ἔχει μὲν λόγον ἡ ἔννοια τῶν ἰδιωμάτων· χωριστὰ γὰρ ἔσται δήπου ταῦτα καὶ ἁπλᾶ ἕκαστα ἐξῃρημένα τῷ παντὶ τὰ τῶν ἀεὶ ὑπαρχόντων ἰδιώματα. Ἡ δ’ ἐρώτησις ἀτελῶς πρόεισιν· ἔδει μὲν γὰρ κατ’ οὐσίαν πρῶτον, ἔπειτα κατὰ δύναμιν, εἶθ’ οὕτω κατ’ ἐνέργειαν, πυνθάνεσθαι τίνα αὐτῶν ὑπάρχει τὰ ἰδιώματα· ὡς δὲ νῦν ἠρώτησας τίσιν ἰδιώμασιν, ἐνεργειῶν μόνον εἴρηκας· ἐπὶ τῶν τελευταίων ἄρα τὸ διάφορον ἐν αὐτοῖς ἐπιζητεῖς, τὰ δὲ πρώτιστα αὐτῶν καὶ τιμιώτατα ὡσπερεὶ στοιχεῖα τῆς παραλλαγῆς ἀφῆκας ἀδιερεύνητα. Πρόσκειται δὲ δὴ αὐτόθι καὶ τὸ τῶν δραστικῶν ἢ παθητικῶν κινήσεων, ἥκιστα προσήκουσαν ἔχον διαίρεσιν εἰς διαφορὰν τῶν κρειττόνων γενῶν. Οὐδενὶ γὰρ αὐτῶν ἡ τοῦ δρᾶν καὶ πάσχειν ἔνεστιν ἐναντίωσις, ἀπόλυτοι δέ τινες αὐτῶν καὶ ἄτρεπτοι καὶ ἄνευ τῆς πρὸς τὸ ἀντικείμενον σχέσεως θεωροῦνται αἱ ἐνέργειαι· ὅθεν οὐδὲ τὰς τοιαύτας κινήσεις τὰς ἐκ ποιοῦντος καὶ πάσχοντος ἐπ’ αὐτῶν παραδεχόμεθα. Οὐδὲ γὰρ ἐπὶ τῆς ψυχῆς τὴν ἀπὸ τοῦ κινοῦντος καὶ κινουμένου προσιέμεθα αὐτοκινησίαν, ἁπλῆν δέ τινα κίνησιν οὐσιώδη αὐτὴν ἑαυτῆς οὖσαν, καὶ οὐ πρὸς ἕτερον ἔχουσαν σχέσιν, ἐξῃρημένην τοῦ ποιεῖν εἰς ἑαυτὴν καὶ πάσχειν ὑφ’ ἑαυτῆς ὑποτιθέμεθα αὐτὴν εἶναι. Ἤ που ἄρα ἐπὶ τῶν κρειττόνων τῆς ψυχῆς γενῶν ἀνάσχοιτο ἄν τις αὐτῶν κατὰ τὰς ποιητικὰς ἢ παθητικὰς κινήσεις διακρίνειν τὰς ἰδιότητας; Ἔτι τοίνυν ἀλλοτρίως αὐτῶν κἀκεῖνο τὸ «ἢ τῶν παρεπομένων» προστίθεται. Ἐπὶ μὲν γὰρ τῶν συνθέτων καὶ τῶν μεθ’ ἑτέρων ἢ ἐν ἄλλοις ὄντων καὶ τῶν περιεχομένων ὑφ’ ἑτέροις τὰ μὲν ὡς προηγούμενα τὰ δ’ ὡς ἑπόμενα νοεῖται, καὶ τὰ μὲν ὡς ὄντα τὰ δ’ ὡς ἐπισυμβαίνοντα ταῖς οὐσίαις· σύνταξις γάρ τις αὐτῶν συνίσταται, ἀνοικειότης τε μεταξὺ παρεμπίπτει καὶ διάστασις· ἐπὶ δὲ τῶν κρειττόνων πάντα ἐν τῷ εἶναι νοεῖται, καὶ τὰ ὅλα προηγουμένως ὑπάρχει, χωριστά τέ ἐστι καθ’ αὑτὰ καὶ οὐκ ἀφ’ ἑτέρων ἢ ἐν ἄλλοις ἔχοντα τὴν ὑπόστασιν. Ὥστε οὐδέν ἐστιν ἐπ’ αὐτῶν παρεπόμενον· οὔκουν οὐδ’ ἀπὸ τούτων χαρακτηρίζεται αὐτῶν ἡ ἰδιότης. |
| Myst 1 4 (50) [80] | Καὶ δὴ καὶ ἐπὶ τῷ τέλει τῆς ἐρωτήσεως συμφύρεις τὴν κατὰ φύσιν διάκρισιν· τὸ μὲν γὰρ ἐρώτημα ἐπιζητεῖ πῶς ταῖς ἐνεργείαις καὶ ταῖς φυσικαῖς κινήσεσι καὶ τοῖς παρεπομένοις αἱ οὐσίαι γνωρίζονται. Τὸ δὲ πᾶν τοὐναντίον ὑπάρχει· εἰ μὲν γὰρ ἦσαν αἱ ἐνέργειαι καὶ κινήσεις ὑποστατικαὶ τῶν οὐσιῶν, αὗται καὶ τῆς διαφορότητος ἂν αὐτῶν ὑπῆρχον κύριαι· εἰ δ’ αἱ οὐσίαι γεννῶσι τὰς ἐνεργείας, αὗται πρότερον οὖσαι χωρισταὶ παρέχουσι καὶ ταῖς κινήσεσι καὶ ἐνεργείαις καὶ τοῖς παρεπομένοις τὸ διίστασθαι· καὶ τοῦτο δὴ οὖν εἰς τὴν θήραν τῆς νυνὶ ζητουμένης ἰδιότητος ὑπεναντίως ἔχει. Τὸ δ’ ὅλον, πότερον ἓν γένος ἡγούμενος θεῶν, καὶ δαιμόνων ἕν, καὶ ἡρώων ὡσαύτως, καὶ ψυχῶν τῶν καθ’ αὑτὰς ἀσωμάτων, ἀπαιτεῖς αὐτῶν τὴν κατὰ τὰ ἰδιώματα διάκρισιν, ἢ πολλὰ ἕκαστα τιθέμενος; εἰ μὲν γὰρ ἓν ἕκαστον ὑπολαμβάνεις, συγχεῖται πᾶσα τῆς ἐπιστημονικῆς θεολογίας ἡ διάταξις· εἰ δ’ ὥσπερ ἔστιν ἐμπλησθῆναι, τοῖς γένεσιν ἀφώρισται, καὶ οὐκ ἔστιν ἐπ’ αὐτοῖς εἷς οὐσιώδης κοινὸς λόγος, ἀλλὰ τὰ πρότερον αὐτῶν ἀπὸ τῶν καταδεεστέρων ἐξῄρηται, οὔτε οἷόν τε κοινὰ αὐτῶν ἐξευρεῖν πέρατα· ἐάν τε καὶ ᾖ δυνατόν, αὐτὸ δὲ τοῦτο τὰ ἰδιώματα αὐτῶν ἀναιρεῖ· ταύτῃ μὲν οὖν οὐκ ἄν τις εὕροι τὸ ἐπιζητούμενον· τὴν δ’ ἀνὰ τὸν αὐτὸν λόγον ταυτότητα ἐπὶ τῶν ἀναφερόντων ἀναλογιζόμενος, οἷον ἐπὶ τῶν πολλῶν ἐν τοῖς θεοῖς γενῶν, καὶ αὖθις ἐπὶ τῶν ἐν τοῖς δαίμοσι καὶ ἥρωσι, καὶ τὸ τελευταῖον ἐπὶ τῶν ψυχῶν, δύναιτο ἄν τις αὐτῶν ἀφορίζεσθαι τὴν ἰδιότητα. Τίς μὲν οὖν ὀρθότης ἦν τῆς παρούσης ἐρωτήσεως καὶ διορισμὸς αὐτῆς, πῶς ἀδύνατος καὶ πῶς δυνατὴ γίγνεσθαι, διὰ τοῦτο ἡμῖν παραδεδείχθω· ἴωμεν δ’ ἐφεξῆς ἐπὶ τὴν ἀπόκρισιν ὧν ἐπεζήτησας. |
| Myst 1 5 [45] | Ἔστι δὴ οὖν τἀγαθὸν τό τε ἐπέκεινα τῆς οὐσίας καὶ τὸ κατ’ οὐσίαν ὑπάρχον· ἐκείνην λέγω τὴν οὐσίαν τὴν πρεσβυτάτην καὶ τιμιωτάτην καὶ καθ’ αὑτὴν οὖσαν ἀσώματον, θεῶν ἰδίωμα ἐξαίρετον καὶ κατὰ πάντα τὰ γένη τὰ περὶ αὐτοὺς ὄντα, τηροῦν μὲν αὐτῶν τὴν οἰκείαν διανομὴν καὶ τάξιν καὶ οὐκ ἀποσπώμενον ταύτης, τὸ αὐτὸ δ’ ὅμως ἐν ὅλοις ὡσαύτως ὑπάρχον. Ψυχαῖς δὲ ταῖς ἀρχούσαις τῶν σωμάτων καὶ προηγουμέναις αὐτῶν τῆς ἐπιμελείας καὶ πρὸ τῆς γενέσεως τεταγμέναις ἀιδίοις καθ’ ἑαυτὰς οὐσία μὲν τοῦ ἀγαθοῦ οὐκέτι πάρεστιν, οὐδ’ αἰτία τοῦ ἀγαθοῦ προτέρα οὖσα καὶ τῆς οὐσίας, ἐποχὴ δέ τις ἀπ’ αὐτοῦ καὶ ἕξις παραγίγνεται· οἵαν θεωροῦμεν τὴν τοῦ κάλλους καὶ τῆς ἀρετῆς μετουσίαν πολὺ διάφορον οὖσαν ἢ οἵαν νοοῦμεν ἐπὶ τῶν ἀνθρώπων· αὕτη μὲν γὰρ ἀμφίβολός τις καὶ ὥσπερ ἐπίκτητος ἐν τοῖς συνθέτοις παραγίγνεται, ἡ δ’ ἀμετάστατος ἐνίδρυται ταῖς ψυχαῖς καὶ ἀνέκλειπτος, οὔτε αὐτή ποτε ἐξισταμένη ἀφ’ ἑαυτῆς, οὔθ’ ὑπ’ ἄλλων τινῶν ἀφαιρουμένη. Ἀρχῆς δὴ οὖν καὶ τελευτῆς τοιαύτης οὔσης ἐν τοῖς θείοις γένεσι, δύο τῶν ἄκρων ὅρων τούτων μεταξὺ νόει μεσότητας, ὑψηλοτέραν μὲν τῆς τῶν ψυχῶν τάξεως, τὴν τῶν ἡρώων ἐπιτεταγμένην, δυνάμει καὶ ἀρετῇ κάλλει τε καὶ μεγέθει καὶ πᾶσι τοῖς περὶ τὰς ψυχὰς ἀγαθοῖς οὖσι παντελῶς αὐτὴν ὑπερέχουσαν, προσεχῆ δ’ ὅμως αὐταῖς συναπτομένην διὰ τὴν τῆς ζωῆς ὁμοειδῆ συγγένειαν· τῆς δὲ τῶν θεῶν ἐξηρτημένην τὴν τῶν δαιμόνων, μακρῷ δή τινι καταδεεστέραν αὐτῆς, συνακολουθοῦσαν, ἅτε δὴ οὐ πρωτουργὸν οὖσαν, ὑπηρετικὴν δέ τινα τῆς ἀγαθῆς βουλήσεως τῶν θεῶν συνεπομένην, καὶ ἐκφαίνουσαν εἰς ἔργον τὸ ἀφανὲς αὐτῶν ἀγαθόν, ἀπεικαζομένην τε πρὸς αὐτό, καὶ τὰ δημιουργήματα ἐπιτελοῦσαν πρὸς τὸ αὐτὸ ἀφομοιούμενα, τό τε γὰρ ἄρρητον αὐτοῦ ῥητὸν καὶ τὸ ἀνείδεον ἐν εἴδεσι διαλάμπουσαν, καὶ τὸ ὑπὲρ πάντα λόγον αὐτοῦ εἰς λόγους φανεροὺς προσάγουσαν, καὶ δεχομένην μὲν ἤδη τῶν καλῶν τὴν μετουσίαν συμπεφυκυῖαν, παρέχουσαν δ’ αὐτὴν ἀφθόνως τοῖς μεθ’ ἑαυτὴν γένεσι καὶ διαπορθμεύουσαν. Ταῦτα δὴ οὖν τὰ γένη μέσα συμπληροῦνται τὸν κοινὸν σύνδεσμον θεῶν τε καὶ ψυχῶν, καὶ ἀδιάλυτον αὐτῶν τὴν συμπλοκὴν ἀπεργάζεται, μίαν τε συνέχειαν ἄνωθεν μέχρι τοῦ τελοῦς συνδεῖ, καὶ ποιεῖ τῶν ὅλων τὴν κοινωνίαν εἶναι ἀδιαίρετον, κρᾶσίν τε ἀρίστην καὶ σύμμιξιν τοῖς ὅλοις ἔχει σύμμετρον, πρόοδόν τε ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ ἐλάττονα καὶ ἀναγωγὴν ἀπὸ τῶν ὑποδεεστέρων ἐπὶ τὰ πρότερα διαβιβάζει πως ἐξ ἴσου, τάξιν τε καὶ μέτρα τῆς κατιούσης μεταδόσεως ἀπὸ τῶν ἀμεινόνων καὶ τῆς ἐγγιγνομένης ὑποδοχῆς ἐν τοῖς ἀτελεστέροις ἐντίθησι καὶ ποιεῖ πάντα πᾶσι προσήγορα καὶ συναρμόζοντα, ἄνωθεν τὰς τούτων ὅλων αἰτίας ἀπὸ τῶν θεῶν παραδεχόμενα. |
| Myst 1 5 (50) [5] | Ταύτην δὴ οὖν τὴν διαίρεσιν μὴ νομίσῃς ἰδίαν εἶναι δυνάμεων ἢ ἐνεργειῶν ἢ οὐσίας, μηδὲ χωρὶς διαλαβὼν ἐφ’ ἑνὸς αὐτῶν ἐπισκόπει, κοινῇ δὲ κατὰ πάντων αὐτὴν διατείνας τούτων, τὸ τέλεον ἀποδώσεις τῇ ἀποκρίσει περὶ ὧν ἐπεζήτησας θείων τε καὶ δαιμονίων καὶ ἡρωικῶν καὶ τῶν ἐν ταῖς ψυχαῖς ἰδιωμάτων. Κατ’ ἄλλην δ’ αὖθις ἀφορμὴν τὸ μὲν ἡνωμένον πᾶν ὅσον ἂν ᾖ καὶ ὁποῖον καὶ τὸ μονίμως ἱδρυμένον ἐν ἑαυτῷ, τό τε τῶν ἀμερίστων οὐσιῶν αἴτιον καὶ τὸ ἀκίνητον, οὕτω νοούμενον ὡς αἴτιον εἶναι πάσης κινήσεως, τό τε ὑπερέχον τῶν ὅλων καὶ μηδ’ ὁτιοῦν ἔχον κοινὸν πρὸς αὐτά, καὶ δὴ καὶ τὸ ἄμικτον καὶ χωριστὸν ἐν τῷ εἶναί τε καὶ δύνασθαι καὶ ἐνεργεῖν κοινῶς νοούμενον, πάντα δὲ τὰ τοιαῦτα τοῖς θεοῖς ἀνατιθέναι ἄξιον. Τὸ δ’ εἰς πλῆθος ἤδη διακρινόμενον καὶ δυνάμενον ἑαυτὸ διδόναι ἄλλοις, δεχόμενόν τε ἀφ’ ἑτέρων τὸ πέρας ἐν ἑαυτῷ, καὶ ἱκανὸν μὲν ἐν ταῖς διανομαῖς ὂν τῶν μεριστῶν ὥστε καὶ ταῦτα ἀποπληροῦν, κινήσεως δὲ πρωτουργοῦ καὶ ζωοποιοῦ μέτοχον, κοινωνίαν τε ἔχον πρὸς ὅλα τὰ ὄντα καὶ τὰ γιγνόμενα, σύμμιξίν τε ἀπὸ πάντων παραλαμβάνον, καὶ σύγκρασιν ἀφ’ ἑαυτοῦ ἐπὶ πάντα παρεχόμενον, καὶ ταῦτα δι’ ὅλων τῶν ἐν ἑαυτῷ δυνάμεών τε καὶ οὐσιῶν καὶ ἐνεργειῶν διατεῖνον τὰ ἰδιώματα, τοῦτο δὴ πᾶν ἔμφυτον ταῖς ψυχαῖς ἀποδῶμεν, ἀληθῆ λέγοντες. Τί οὖν δὴ περὶ τῶν μέσων ἐροῦμεν; ἡγοῦμαι μὲν αὐτὰ εἶναι κατάδηλα πᾶσιν ἀπὸ τῶν προειρημένων· συμπληροῖ γὰρ καὶ ἐνταῦθα τῶν ἄκρων τὴν ἀλληλουχίαν ἀδιαίρετον· οὐ μὴν ἀλλὰ δεῖ καὶ ἐπεξελθεῖν τῷ λόγῳ. |
| Myst 1 6 [5] | Τίθεμαι δὴ οὖν τὸ μὲν δαιμόνιον φῦλον ἐν τῷ ἑνὶ πληθυόμενον καὶ συμμιγνύμενον ἀμιγῶς, καὶ τἄλλα πάντα τὰ καταδεέστερα κατὰ τὴν τοῦ βελτίονος ἰδέαν προσειληφός, τὸ δ’ αὖ τῶν ἡρώων προστησάμενον μὲν προχειρότερον τὴν διαίρεσιν λέγω καὶ τὸ πλῆθος τήν τε κίνησιν καὶ τὴν σύμμιξιν καὶ τὰ συγγενῆ τούτοις, ἄνωθεν δ’ ἐφεστηκότα καὶ οἷον ἀποκρυπτόμενα εἰς τὸ ἔσω τὰ βελτίονα παραδεχόμενον, ἕνωσίν φημι καὶ καθαρότητα καὶ τὴν μόνιμον κατάστασιν, ταυτότητά τε ἀμέριστον καὶ ὑπεροχὴν τῶν ἄλλων. Ἅτε γὰρ ἑκατέρου τούτων τῶν γενῶν προσεχοῦς ὄντος ἑκατέρῳ τῶν ἄκρων, τοῦ μὲν τῷ πρωτίστῳ, τοῦ δὲ τῷ ἐσχάτῳ, εἰκότως δὲ κατὰ συνεχεῖς συγγενείας τὸ μὲν ἀρχόμενον ἀπὸ τῶν ἀρίστων πρόεισιν ἐπὶ τὰ ἐλάττονα, τὸ δὲ προβαλλόμενον πρώτως τὴν πρὸς τὰ ἔσχατα συναφὴν ἐπικοινωνεῖ πως καὶ τῶν ὑπερεχόντων· τὴν μέντοι συμπλήρωσιν καὶ ἀπὸ τούτων ἄν τις κατανοήσειε τῶν πρώτων τε καὶ τελευταίων γενῶν, καὶ ταύτην ὁλόκληρον συμφυομένην ὁμοίως μὲν ἐν τῷ ὑπάρχειν ὁμοίως δὲ καὶ ἐν τῷ δύνασθαί τε καὶ ἐνεργεῖν· ὁπότε δὴ οὖν ἐπὶ τῶν δύο τούτων ἐφόδων τελείαν ἀπεπληρώσαμεν τὴν τῶν τεττάρων γενῶν διαίρεσιν, ἐπὶ τῶν ἄλλων συντομίας ἕνεκα, καὶ διότι φανερά πώς ἐστι τὸ λοιπὸν ἡ τῶν μέσων περίληψις, ἐξαρκεῖν οἰόμεθα μόνα τὰ ἄκρα παραδεικνύναι ἰδιώματα, τὰ δὲ μέσα ὡς ἂν ὄντα ἀπ’ αὐτῶν γνώριμα παραλείψομεν, ὧδέ πως αὐτῶν ποιούμενοι διὰ βραχυτάτων ἀφορισμόν. Τὸ μέν ἐστιν ἄκρον καὶ ὑπερέχον καὶ ὁλοτελές, τὸ δὲ τελευταῖον καὶ ἀπολειπόμενον καὶ ἀτελέστερον· καὶ τὸ μὲν πάντα δύναται ἅμα ἐν τῷ νῦν μονοειδῶς, τὸ δὲ οὔτε ὅλα οὔτε ἀθρόως οὔτε ἐξαίφνης οὔτε ἀμερίστως. |
| Myst 1 7 [5] | Καὶ τὸ μὲν ἀκλινῶς ἀπογεννᾷ πάντα καὶ ἐπιτροπεύει, τὸ δ’ ἔχει φύσιν ἐπινεύειν καὶ ἐπιστρέφεσθαι πρὸς τὰ γιγνόμενά τε καὶ διοικούμενα. Καὶ τὸ μὲν ἀρχικὸν καὶ αἴτιον προκατάρχει πάντων, τὸ δ’ ἐξ αἰτίας ἠρτημένον, τῆς τῶν θεῶν βουλήσεως, ἐξ ἀιδίου συνυφέστηκεν. Καὶ τὸ μὲν κατὰ μίαν ὀξεῖαν ἀκμὴν τὰ τέλη τῶν ἐνεργειῶν ὅλων καὶ οὐσιῶν συνείληφε, τὸ δ’ ἀπ’ ἄλλων εἰς ἄλλα μεταβαίνει, καὶ ἀπὸ τοῦ ἀτελοῦς προχωρεῖ εἰς τὸ τέλειον. Ἔτι τῷ μὲν ὑπάρχει τὸ ἀκρότατον καὶ ἀπερίληπτον, κρεῖττόν τε παντὸς μέτρου, καὶ ἀνείδεον οὕτως ὡς ὑπ’ οὐδενὸς εἴδους περιωρισμένον, τὸ δὲ καὶ ῥοπῇ καὶ σχέσει καὶ νεύσει κρατεῖται, ὀρέξεσί τε τοῦ χείρονος καὶ οἰκειώσει τῶν δευτέρων κατέχεται, λοιπόν τε παντοδαποῖς καὶ τοῖς ἀπ’ αὐτῶν μέτροις εἰδοποιεῖται. Νοῦς τοίνυν ἡγεμὼν καὶ βασιλεὺς τῶν ὄντων τέχνη τε δημιουργικὴ τοῦ παντὸς τοῖς μὲν θεοῖς ὡσαύτως ἀεὶ πάρεστι τελέως καὶ αὐταρκῶς καὶ ἀνενδεῶς, κατὰ μίαν ἐνέργειαν ἑστῶσαν ἐν ἑαυτῇ καθαρῶς, ἡ δὲ ψυχὴ νοῦ τε μετέχει μεριστοῦ καὶ πολυειδοῦς εἰς τὴν τοῦ ὅλου τε προστασίαν ἀναποβλέποντος, καὶ αὐτὴ τῶν ἀψύχων ἐπιμελεῖται ἄλλοτε ἐν ἄλλοις εἴδεσιν ἐγγιγνομένη. Ἀπὸ δὴ τῶν αὐτῶν αἰτίων τοῖς μὲν κρείττοσιν αὐτὴ ἡ τάξις, αὐτὸ τὸ κάλλος συνυπάρχει, ἢ εἰ οὕτω τις βούλοιτο ὑποτίθεσθαι, ἡ αἰτία τούτων συνυφέστηκεν, τῇ δὲ ψυχῇ νοερᾶς τάξεως καὶ θείου κάλλους μεταλαγχάνειν ἀεὶ σύνεστι· καὶ τοῖς μὲν τὸ μέτρον τῶν ὅλων ἢ τὸ τοῦδε αἴτιον σύνδρομον πάρεστι διὰ παντός, ἡ δὲ τῷ θείῳ πέρατι ἀφορίζεται, καὶ τούτου μετέχει μεριστῶς. Καὶ τοῖς μὲν ἐξαρκεῖν ἐφ’ ὅλα τὰ ὄντα τῇ τῆς αἰτίας δυνάμει καὶ τῇ ἐπικρατείᾳ εὐλόγως ἂν ἀποδοίη τις, ἡ δ’ ἔχει τινὰ πέρατα διειλημμένα μέχρις ὅσων ἐπάρχειν δύναται. Τοιούτων δὴ ὄντων τῶν διαφόρων ἰδιωμάτων ἐν τοῖς ἄκροις, οὐ χαλεπῶς ἄν τις, ὃ δὴ νῦν ἐλέγομεν, καὶ τὰ μέσα αὐτῶν ἰδιώματα τὰ τῶν δαιμόνων τε καὶ ἡρώων ἐννοήσειε, σύνεγγυς ὄντα ἑκατέρῳ τῶν ἄκρων, ἔχοντα ὁμοιότητα πρὸς ἑκάτερον καὶ ἀπ’ ἀμφοτέρων ἀφιστάμενα πρὸς τὸ μέσον, σύμμικτόν τε ἀπ’ αὐτῶν τὴν ὁμονοητικὴν κοινωνίαν συμπλέκοντα καὶ πρὸς αὐτὴν ἐν μέτροις τοῖς προσήκουσι συμπλεκόμενα. Τοιαῦτα δὴ οὖν νοείσθω τῶν πρώτων θείων γενῶν τὰ ἰδιώματα. Οὐ μέντοι τὴν ὑπὸ σοῦ διάκρισιν ὑποτεινομένην αὐτῶν προσιέμεθα, ἥτις τὴν πρὸς τὰ διαφέροντα σώματα κατάταξιν, οἷον θεῶν μὲν πρὸς τὰ αἰθέρια, δαιμόνων δὲ πρὸς τὰ ἀέρια, ψυχῶν δὲ τῶν περὶ γῆν, αἰτίαν εἶναί φησι τῆς νυνὶ ζητουμένης διαστάσεως. |
| Myst 1 8 [45] | Ἥ τε γὰρ κατάταξις, οἷον τοῦ Σωκράτους εἰς τὴν φυλὴν ὅταν πρυτανεύῃ, ἀναξίως ὑπόκειται τῶν θείων γενῶν, ἅπερ ἀπόλυτα πάντα καὶ ἄφετα καθ’ ἑαυτὰ ὑπάρχει· καὶ τὸ κυριώτερα ποιεῖν τὰ σώματα πρὸς τὸ εἰδοποιεῖν τὰ ἑαυτῶν πρῶτα αἴτια, δεινὴν ἀτοπίαν ἐμφαίνει· δουλεύει γὰρ ταῦτα ἐκείνοις καὶ ὑπηρετεῖ πρὸς τὴν γένεσιν. Ἔτι οὐδὲ ἔνεστιν ἐν τοῖς σώμασι τὰ γένη τῶν κρειττόνων, ἔξωθεν δ’ αὐτῶν ἡγεμονεύει· οὐκ ἄρα συναλλοιοῦται τοῖς σώμασιν. Ἔτι δίδωσι μὲν ἀφ’ ἑαυτῶν εἰς τὰ σώματα πᾶν ὅσον δύναται δέξασθαι ἐκεῖνα ἀγαθόν, αὐτὰ δὲ ἀπὸ τῶν σωμάτων οὐδὲν παραδέχεται, ὥστ’ οὐδ’ ἀπ’ αὐτῶν δέξαιτ’ ἄν τινα ἰδιώματα. Εἰ μὲν γὰρ ὡς ἕξεις τῶν σωμάτων ἢ ὡς ἔνυλα εἴδη ἢ ἄλλον τρόπον σωματοειδῆ ἦν, ἠδύνατο ἂν ἴσως καὶ αὐτὰ τὰς τῶν σωμάτων διαφορὰς συμμεταβάλλεσθαι· εἰ δὲ χωριστὰ ἀπὸ τῶν σωμάτων καὶ ἀμιγῆ καθ’ ἑαυτὰ προϋπάρχει, τίς ἂν γένοιτο ἀπὸ τῶν σωμάτων ἐπεισιοῦσα εὔλογος εἰς αὐτὰ διάκρισις; Πρὸς δὴ τούτοις πρεσβύτερα ποιεῖ τὰ σώματα τῶν θείων γενῶν οὗτος ὁ λόγος, εἴπερ αὐτὰ τὴν ἕδραν παρέχει τοῖς κρείττοσιν αἰτίοις καὶ τὰ κατ’ οὐσίαν ἰδιώματα ἐν αὐτοῖς ἐντίθησιν. Εἰ δ’ ἄρα τις καὶ λήξεις καὶ διανομὰς καὶ συγκληρώσεις συντάττοι τῶν διοικούντων πρὸς τὰ διοικούμενα, οὗτος δῆλον ὅτι καὶ κῦρος ἀποδώσει τοῖς βελτίοσι· διότι γάρ ἐστι τοιαῦτα τὰ ἐφεστηκότα, διὰ τοῦτο αἱρεῖται τὴν τοιαύτην λῆξιν καὶ εἰδοποιεῖ ταύτην καθ’ ἑαυτήν, ἀλλ’ οὐκ αὐτὴ πρὸς τὴν τῆς ὑποδοχῆς φύσιν ἀφομοιοῦται. Ἐπὶ μὲν οὖν τῶν ἐν μέρει, λέγω δὲ τῆς κατὰ μέρος ψυχῆς, συγχωρεῖν δεῖ τὸ τοιοῦτον. Οἷον γὰρ προὔβαλε βίον ἡ ψυχὴ πρὶν καὶ εἰς ἀνθρώπινον σῶμα εἰσκριθῆναι καὶ οἷον εἶδος πρόχειρον ἐποιήσατο, τοιοῦτον καὶ ὀργανικὸν σῶμα ἔχει πρὸς ἑαυτὴν συνηρτημένον, καὶ φύσιν παραπλησίαν συνακολουθοῦσαν, ἥτις ὑποδέχεται αὐτῆς τὴν τελειοτέραν ζωήν. Ἐπὶ δὲ τῶν κρειττόνων καὶ τῶν ὡς ὅλων περιεχόντων τὴν ἀρχήν, ἐν τοῖς κρείττοσι τὰ χείρονα καὶ ἐν τοῖς ἀσωμάτοις τὰ σώματα καὶ ἐν τοῖς δημιουργοῦσι τὰ δημιουργούμενα παράγεται, καὶ ἐν αὐτοῖς τε κύκλῳ περιέχουσι κατευθύνεται, αἵ τε οὖν τῶν οὐρανίων περιφοραὶ εἰς τὰς οὐρανίας περιφορὰς τῆς αἰθερίας ψυχῆς ἐντεθεῖσαι τὸ πρῶτον ἀεὶ ἐνυπάρχουσι, καὶ αἱ ψυχαὶ τῶν κόσμων εἰς τὸν νοῦν ἑαυτῶν ἀνήκουσαι περιέχονται ὑπ’ αὐτοῦ τελείως καὶ ἐν αὐτῷ πρώτως ἀπογεννῶνται· καὶ ὁ νοῦς ὅ τε μεριστὸς ὡσαύτως καὶ ὁ πᾶς ἐν τοῖς κρείττοσι γένεσι συνείληπται. |
| Myst 1 8 (50) [95] | Ἀεὶ οὖν ἐπιστρεφομένων τῶν δευτέρων ἐπὶ τὰ πρῶτα καὶ τῶν ἀνωτέρων ὡς παραδειγμάτων ἐξηγουμένων τῶν ὑποδεεστέρων, ἀπὸ τῶν κρειττόνων τοῖς χείροσιν ἥ τε οὐσία καὶ τὸ εἶδος παραγίγνεται, ἐν αὐτοῖς τε τοῖς βελτίοσι πρώτως παράγεται τὰ ὕστερα, ὥστε ἀπ’ αὐτῶν ἐφήκει καὶ ἡ τάξις καὶ τὸ μέτρον τοῖς χείροσι καὶ αὐτὰ ἅπερ ἐστὶν ἕκαστα, ἀλλ’ οὐχὶ ἀνάπαλιν ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ προέχοντα αὐτῶν ἐπιρρεῖ τὰ ἰδιώματα. Ἀποδέδεικται μὲν οὖν διὰ τούτων ψευδὴς οὖσα ἡ τοιαύτη σωματοειδὴς διαίρεσις. Ἔδει δέ που μάλιστα μὲν μηδὲν ὑποθέσθαι τοιοῦτον· εἰ δ’ ἄρα σοι τοῦτο ἔδοξε, μὴ ἀξιοῦν τὸ ψεῦδος λόγου. Ἐπεὶ οὐκ εὐπορία τοῦτ’ ἔστιν ἐλέγχων, ἀλλὰ μάτην τις ἑαυτὸν κόπτει, εἰ τὰ ψευδῆ ὑποθέμενος ἀναιρεῖν ἐπιχειρεῖ ταῦτα ὡς οὐκ ἀληθῆ. Πόθεν γὰρ δὴ χωρίζεται ἡ ἀσώματος καθ’ ἑαυτὴν οὐσία τοῖς ποιοῖς σώμασιν, ἡ μηδὲν ἔχουσα κοινὸν πρὸς τὰ μετέχοντα αὐτῆς σώματα; πῶς δὲ δὴ ἡ μὴ τοπικῶς παροῦσα τοῖς σώμασι τοῖς σωματικοῖς τόποις διακρίνεται, καὶ ἡ μὴ διειργομένη μερισταῖς περιγραφαῖς ὑποκειμένων κατέχεται μεριστῶς ὑπὸ τῶν μερῶν τοῦ κόσμου; τί δὲ δὴ καὶ τὸ διακωλῦόν ἐστι τοὺς θεοὺς προϊέναι πανταχοῦ καὶ τὸ ἀνεῖργον αὐτῶν τὴν δύναμιν ὥστε ἰέναι μέχρι τῆς οὐρανίας ἀψῖδος; ἰσχυροτέρας γὰρ ἂν εἴη τοῦτο αἰτίας ἔργον, τῆς κατακλειούσης αὐτοὺς καὶ περιγραφούσης ἔν τισι μέρεσιν. Καὶ τὸ μὲν ὄντως ὂν καὶ καθ’ ἑαυτὸ ἀσώματον πανταχοῦ ἐστιν ὅπουπερ ἂν βούληται, τὸ δὲ θεῖον καὶ πάντα ὑπερέχον, εἰ ὑπερέχεται ὑπὸ τῆς τοῦ ὅλου κόσμου τελειότητος καὶ ὡς ἐν μέρει τινὶ ὑπ’ αὐτοῦ περιείληπται, ἐλαττοῦται ἄρα καὶ τοῦ κατὰ τὸ σῶμα μεγέθους. Οὐχ ὁρῶ δὲ ἔγωγε καὶ τίνα τρόπον δημιουργεῖται τὰ τῇδε καὶ εἰδοποιεῖται, εἴ γε μηδεμία θεία δημιουργία καὶ τῶν θείων εἰδῶν μετουσία διατείνει διὰ παντὸς τοῦ κόσμου. Ὅλως δὲ τῆς ἱερᾶς ἁγιστείας καὶ τῆς θεουργικῆς κοινωνίας θεῶν πρὸς ἀνθρώπους ἀναίρεσίς ἐστιν αὕτη ἡ δόξα, τὴν τῶν κρειττόνων παρουσίαν ἔξω τῆς γῆς ἐξορίζουσα. Οὐδὲν γὰρ ἄλλο λέγει ἢ ὅτι ἀπῴκισται τῶν περὶ γῆν τὰ θεῖα καὶ ὅτι ἀνθρώποις οὐ συμμίγνυται καὶ ὡς ἔρημος αὐτῶν ἐστιν ὁ τῇδε τόπος· οὐδ’ ἡμεῖς οὖν οἱ ἱερεῖς οὐδὲν παρὰ τῶν θεῶν μεμαθήκαμεν κατὰ τοῦτον τὸν λόγον, οὐδὲ σὺ ὀρθῶς ἡμᾶς ἐρωτᾷς ὡς εἰδότας τι περιττότερον, εἴπερ μηδὲν τῶν ἄλλων ἀνθρώπων διαφέρομεν. Ἀλλ’ οὐδέν ἐστι τούτων ὑγιές· οὔτε γὰρ οἱ θεοὶ κρατοῦνται ἔν τισι τοῦ κόσμου μέρεσιν, οὔτε τὰ περὶ γῆν ἄμοιρα αὐτῶν καθέστηκεν. Ἀλλ’ οἱ μὲν κρείττονες ἐν αὐτῷ, ὡς ὑπὸ μηδενὸς περιέχονται, περιέχουσι πάντα ἐν ἑαυτοῖς· τὰ δ’ ἐπὶ γῆς ἐν τοῖς πληρώμασι τῶν θεῶν ἔχοντα τὸ εἶναι, ὁπόταν ἐπιτήδεια πρὸς τὴν θείαν μετοχὴν γένηται, εὐθὺς ἔχει πρὸ τῆς οἰκείας ἑαυτῶν οὐσίας προϋπάρχοντας ἐν αὐτῇ τοὺς θεούς. |
| Myst 1 8 (100) [10] | Ὅτι μὲν οὖν ἡ ὅλη διαίρεσις αὕτη ψευδής ἐστι καὶ ἡ ἔφοδος ἐπὶ τὴν τῶν ἰδιωμάτων θήραν παράλογος καὶ τὸ διοικίζειν ἔν τινι τόπῳ τοὺς θεοὺς οὐκ ἀντιλαμβάνεται τῆς ὅλης ἐν αὐτοῖς οὐσίας καὶ δυνάμεως, διὰ τούτων παρεστήσαμεν. Ἦν μὲν οὖν ἄξιον παραλιπεῖν τὴν ἐξέτασιν τῶν ὑπὸ σοῦ πρὸς ταύτην τὴν διανομὴν τῶν κρειττόνων ἀντειρημένων, ὡς οὐδὲν πρὸς ἔπος τοῖς ἀληθέσι νοήμασιν ἀντιλέγουσαν· ἀλλ’ ἐπεὶ δεῖ τοῦ λόγου στοχάζεσθαι μᾶλλον καὶ τῆς θείας ἐπιστήμης, ἀλλὰ μὴ πρὸς ἄνδρα διαλέγεσθαι, καὶ ἡμεῖς διὰ τοῦτο ἐναρμόζομεν τὴν ἀπηρτημένην ἀμφισβήτησιν πρὸς εὔλογόν τινα καὶ θεολογικὴν ἀντίληψιν. Τίθημι δὴ οὖν ἐρωτῶντά σε οὐκ ἐκεῖνο τὸ ἀπόρημα, διὰ τί, ἐν οὐρανῷ κατοικούντων τῶν θεῶν μόνως, χθονίων καὶ ὑποχθονίων εἰσὶ παρὰ τοῖς θεουργικοῖς κλήσεις· οὐδὲ γάρ ἐστιν ἀληθὲς τὸ ἐν ἀρχῇ, ὡς κατ’ οὐρανὸν μόνον οἱ θεοὶ περιπολοῦσι· πάντα γὰρ αὐτῶν ἐστι πλήρη· ἀλλὰ πῶς ἐνύδριοί τινες λέγονται καὶ ἀέριοι, τόπους τε διειλήχασιν ἄλλοι ἄλλους, καὶ σωμάτων μοίρας διεκληρώσαντο κατὰ περιγραφήν, καίτοι δύναμιν ἄπειρον ἔχοντες καὶ ἀμέριστον καὶ ἀπερίληπτον, πῶς τε αὐτῶν ἔσται ἡ ἕνωσις πρὸς ἀλλήλους, μερῶν μερισταῖς περιγραφαῖς διειργομένων, καὶ καθ’ ἑτερότητα τῶν τόπων καὶ τῶν ὑποκειμένων σωμάτων διειλημμένων. |
| Myst 1 9 [60] | Πάντων δὴ οὖν τούτων καὶ ἄλλων παραπλησίων ἀπεράντων ζητημάτων μία ἀρίστη λύσις, κατιδεῖν τὸν τρόπον τῆς θείας λήξεως. Αὕτη τοίνυν ἐάν τε μοίρας τινὰς τοῦ παντός, οἷον οὐρανὸν ἢ γῆν, ἐάν τε πόλεις ἱερὰς καὶ χώρας, ἐάν τε καὶ τεμένη τινὰ ἢ ἱερὰ ἀγάλματα διαλαγχάνῃ, πάντα ἔξωθεν ἐπιλάμπει, καθάπερ ὁ ἥλιος ἔξωθεν φωτίζει πάντα ταῖς ἀκτῖσιν. Ὥσπερ οὖν τὸ φῶς περιέχει τὰ φωτιζόμενα, οὑτωσὶ καὶ τῶν θεῶν ἡ δύναμις τὰ μεταλαμβάνοντα αὐτῆς ἔξωθεν περιείληφεν. Καὶ ὥσπερ ἀμιγῶς πάρεστι τῷ ἀέρι τὸ φῶς (δῆλον δ’ ἐκ τοῦ μηδὲν ἐν αὐτῷ καταλείπεσθαι φῶς ἐπειδὰν ἅπαξ τὸ ἐλλάμπον ἀναχωρήσῃ, καίτοι θερμότητος αὐτῷ παρούσης ἐπειδὰν τὸ θερμαῖνον ἐκποδὼν ἀπέλθῃ), οὕτω καὶ τῶν θεῶν τὸ φῶς ἐλλάμπει χωριστῶς ἐν αὑτῷ τε μονίμως ἱδρυμένον προχωρεῖ διὰ τῶν ὄντων ὅλων. Καὶ μὴν τό γε φῶς τὸ ὁρώμενον ἕν ἐστι συνεχές, πανταχοῦ τὸ αὐτὸ ὅλον, ὥστε μὴ οἷόν τε εἶναι χωρὶς ἀποτεμέσθαι τι αὐτοῦ μόριον μηδὲ κύκλῳ περιλαβεῖν μηδὲ ἀποστῆσαί ποτε τοῦ παρέχοντος τὸ φῶς. Κατὰ τὰ αὐτὰ δὴ οὖν καὶ ὁ σύμπας κόσμος μεριστὸς ὢν περὶ τὸ ἓν καὶ ἀμέριστον τῶν θεῶν φῶς διαιρεῖται. Τὸ δ’ ἔστιν ἓν καὶ αὐτὸ πανταχοῦ ὅλως, ἀμερίστως τε πάρεστι πᾶσι τοῖς δυναμένοις αὐτοῦ μετέχειν, παντελεῖ τε δυνάμει πεπλήρωκε πάντα, καὶ ἀπείρῳ δή τινι τῇ κατὰ αἰτίαν ὑπεροχῇ συμπεραίνει τὰ ὅλα ἐν αὑτῷ, συνήνωταί τε πανταχοῦ πρὸς ἑαυτὸ καὶ τὰ τέλη ταῖς ἀρχαῖς συνάπτει· ὅπερ δὴ καὶ ὁ σύμπας μιμούμενος οὐρανὸς καὶ κόσμος τὴν ἐγκύκλιον περιφορὰν περιπολεῖ, συνήνωταί τε πρὸς ἑαυτόν, καὶ τὰ στοιχεῖα κατὰ κύκλον περιδινούμενα ποδηγεῖ, πάντα τε ἐν ἀλλήλοις ὄντα καὶ πρὸς ἄλληλα φερόμενα συνέχει, μέτροις τε τοῖς ἴσοις ἀφορίζει καὶ τὰ πορρωτάτω διῳκισμένα, καὶ τὰς τελευτὰς ταῖς ἀρχαῖς οἷον γῆν οὐρανῷ συγκεῖσθαι ποιεῖ, μίαν τε συνέχειαν καὶ ὁμολογίαν τῶν ὅλων πρὸς ὅλα ἀπεργάζεται. Τὸ δὴ τῶν θεῶν ἐμφανές τις ἄγαλμα καθορῶν οὕτως ἡνωμένον ἆρ’ οὐκ ἂν αἰδεσθείη περὶ θεῶν τῶν αἰτίων αὐτοῦ δόξαν ἔχων ἀλλοίαν, τομάς τε ἐν αὐτοῖς καὶ ἀποδιαλήψεις παρεισάγων σωματοειδεῖς τε περιγραφάς; ἐγὼ μὲν οἴομαι πάνθ’ ὁντινοῦν οὑτωσὶ διατεθῆναι· εἰ γὰρ οὐδείς ἐστι λόγος οὐδὲ σχέσις συμμετρίας οὐδὲ οὐσίας τις κοινωνία οὐδὲ κατὰ δύναμιν ἤ τινα ἐνέργειαν συμπλοκὴ πρὸς τὸ διακοσμοῦν τοῦ διακοσμουμένου, ὡς τὸ μηδέν, ἵνα οὕτως εἴπω, κεῖται ἐν αὐτῷ οὔτε παρατάσεώς τινος κατὰ διάστασιν οὔτε τοπικῆς περιοχῆς οὔτε ἀποδιαλήψεως μεριστῆς οὔτε ἄλλης τοιαύτης ἐν τῇ παρουσίᾳ τῶν θεῶν ἐμφυομένης παρισώσεως. |
| Myst 1 9 (50) [70] | Πρὸς μὲν γὰρ τὰ ὁμοφυῆ κατ’ οὐσίαν ἢ δύναμιν ἢ καὶ ὁμοειδῆ πως ὄντα ἢ καὶ ὁμογενῆ δύναταί τις περίληψις ἢ διακράτησις ἐπινοεῖσθαι· ὅσα δ’ ἐστὶν ἐξῃρημένα τοῖς ὅλοις παντελῶς, τίς ἂν ἐπὶ τούτων ἀντιπερίστασις ἢ δι’ ὅλων διέξοδος ἢ μεριστὴ περιγραφὴ ἢ κατὰ τόπον περιοχὴ ἤ τι τῶν τοιούτων ἐπινοηθείη ποτ’ ἂν ἐν δίκῃ; ἀλλ’ οἶμαι τὰ μετέχοντά ἐστιν ἕκαστα τοιαῦτα, ὡς τὰ μὲν αἰθερίως τὰ δ’ ἀερίως τὰ δ’ ἐνυδρίως αὐτῶν μετέχει· ἃ δὴ κατιδοῦσα καὶ ἡ τῶν ἔργων τέχνη χρῆται ταῖς οἰκειώσεσι καὶ κλήσεσι κατὰ τὴν τοιαύτην διαίρεσιν καὶ οἰκειότητα. Καὶ περὶ μὲν τῆς εἰς τὸν κόσμον διανομῆς τῶν κρειττόνων γενῶν τοσαῦτα εἰρήσθω· μετὰ δὲ ταύτην αὖθις ὑποτείνας σαυτῷ διαίρεσιν ἑτέραν, τῇ τοῦ ἐμπαθοῦς καὶ ἀπαθοῦς διαφορᾷ χωρίζεις τῶν κρειττόνων τὰς οὐσίας. |
| Myst 1 10 [60] | Ἐγὼ δὲ οὐδὲ ταύτην δέχομαι τὴν διαίρεσιν. Οὐδ’ ὁτιοῦν γὰρ τῶν κρειττόνων γενῶν ἐστιν ἐμπαθὲς οὐδ’ ἀπαθὲς οὕτως ὡς ἀντιδιαιρούμενον πρὸς τὸ παθητὸν οὐδ’ ὡς πεφυκὸς μὲν δέχεσθαι τὰ πάθη, δι’ ἀρετὴν δ’ αὐτῶν ἤ τινα ἄλλην σπουδαίαν κατάστασιν ἀπολελυμένον. Ἀλλ’ ὅτι παντελῶς ἐξῄρηται τῆς ἐναντιώσεως τοῦ πάσχειν ἢ μὴ πάσχειν, καὶ ὅτι οὐδὲ πέφυκεν ὅλως πάσχειν, καὶ ὅτι κατ’ οὐσίαν ἔχει τὴν ἄτρεπτον στερεότητα, κατὰ τοῦτο ἐν ὅλοις αὐτοῖς τίθεμαι τὸ ἀπαθὲς καὶ ἄτρεπτον. Ἴδε γὰρ εἰ βούλει τὸ ἔσχατον τῶν θείων, τὴν καθαρὰν τῶν σωμάτων ψυχήν· τί δεῖται αὕτη τῆς ἐν τῇ ἡδονῇ γενέσεως ἢ τῆς ἐν αὐτῇ εἰς φύσιν ἀποκαταστάσεως, ὑπερφυὲς οὖσα καὶ τὴν ἀγέννητον ζωὴν διαζῶσα; τί δὲ τῆς εἰς φθορὰν ἀγούσης λύπης ἢ διαλυούσης τὴν τοῦ σώματος ἁρμονίαν μετέχει, σώματος οὖσα παντὸς ἐκτὸς καὶ τῆς περὶ τὸ σῶμα μεριζομένης φύσεως, τῆς τε κατιούσης ἀπὸ τῆς ἐν τῇ ψυχῇ ἁρμονίας εἰς τὸ σῶμα παντάπασιν οὖσα χωριστή; ἀλλ’ οὐδὲ τῶν προηγουμένων τῆς αἰσθήσεως παθημάτων προσδεῖται, οὐδὲ γὰρ ὅλως ἐν σώματι κατέχεται, οὐδὲ περιειργομένη που δεῖται δι’ ὀργάνων σωματικῶν ἑτέρων τινῶν σωμάτων ἐκτὸς ὄντων ἀντιλαμβάνεσθαι· ὅλως δὲ ἀμέριστος οὖσα καὶ ἐν ἑνὶ εἴδει μένουσα τῷ αὐτῷ, καθ’ αὑτήν τε ἀσώματος ὑπάρχουσα καὶ μηδὲν ἐπικοινωνοῦσα πρὸς τὸ γιγνόμενον καὶ πάσχον σῶμα, οὔτ’ ἂν κατὰ διαίρεσιν οὔτε κατ’ ἀλλοίωσίν τι πάθοι, οὔθ’ ὅλως ἔχοι οὐδ’ ὁτιοῦν τροπῆς ἢ πάθους ἐχόμενον. Ἀλλ’ οὐδ’ ὅταν εἰς τὸ σῶμά ποτε παραγένηται, οὔτε αὐτὴ πάσχει οὔτε οἱ λόγοι οὓς δίδωσι τῷ σώματι· εἴδη γάρ εἰσι καὶ οὗτοι ἁπλοῖ καὶ μονοειδεῖς, ταραχὴν οὐδεμίαν οὐδ’ ἔκστασιν ἀφ’ ἑαυτῶν εἰσδεχόμενοι. Αἰτία δὴ οὖν τὸ λοιπὸν γίγνεται τῷ συνθέτῳ τοῦ πάσχειν· τὸ δ’ αἴτιον οὐκ ἔστι δήπου τὸ αὐτὸ ὅπερ τὸ ἀποτελούμενον. Ὥσπερ οὖν γιγνομένων τε καὶ φθειρομένων τῶν συνθέτων ζῴων γένεσις οὖσα πρώτη ἡ ψυχὴ αὐτὴ καθ’ ἑαυτήν ἐστιν ἀγέννητος καὶ ἄφθαρτος, οὕτω καὶ πασχόντων τῶν μετεχόντων τῆς ψυχῆς καὶ μὴ καθόλου ἐχόντων τὸ ζῆν καὶ τὸ εἶναι, συμπλακέντων δὲ πρὸς τὸ ἀόριστον καὶ τὴν ἑτερότητα τῆς ὕλης, αὐτὴ καθ’ ἑαυτήν ἐστιν ἄτρεπτος, ὡς κρείττων οὖσα κατ’ οὐσίαν τοῦ πάσχειν, ἀλλ’ οὐχ ὡς ἐν προαιρέσει τινὶ τῇ ῥεπούσῃ πρὸς ἀμφότερα τὸ ἐμπαθές, οὐδ’ ὡς ἐν μετουσίᾳ ἕξεως ἢ δυνάμεως προσλαβοῦσα ἐπίκτητον τὸ ἄτρεπτον. Ὁπότε δὴ οὖν ἐπὶ τοῦ ἐσχάτου γένους τῶν κρειττόνων, ὥσπερ τῆς ψυχῆς, ἀδύνατον ἐπεδείξαμεν τὴν μετουσίαν τοῦ πάσχειν, τί χρὴ δαίμοσι καὶ ἥρωσιν αὐτὴν προσάπτειν, οἵπερ ἀίδιοί τέ εἰσι καὶ συνοπαδοὶ τῶν θεῶν διὰ παντός, εἰκόνα τε τῆς διακοσμήσεως τῶν θεῶν καὶ αὐτοὶ κατὰ τὰ αὐτὰ διαφυλάττουσιν, ἐχόμενοί τε ἀεὶ διατελοῦσι τῆς θείας τάξεως καὶ οὐδέποτε αὐτὴν ἀπολείπουσιν; ἴσμεν γὰρ δήπου τοῦτο, ὡς τὸ πάθος ἄτακτόν τέ ἐστι καὶ πλημμελὲς καὶ ἀστάθμητον, ἑαυτοῦ μὲν οὐδαμῶς ὄν, ἐκείνῳ δὲ προσκείμενον ὑφ’ οὗ κατέχεται καὶ ᾧ δουλεύει πρὸς τὴν γένεσιν· τοῦτο δὴ οὖν ἄλλῳ τινὶ γένει προσήκει μᾶλλον ἢ τῷ ἀεὶ καὶ συνηρτημένῳ τοῖς θεοῖς, τάξιν τε τὴν αὐτὴν καὶ περίοδον μετ’ αὐτῶν περιιόντι. |
| Myst 1 10 (50) | Ἀπαθεῖς τοίνυν εἰσὶ καὶ οἱ δαίμονες καὶ πάντα τὰ συνεπόμενα αὐτοῖς τῶν κρειττόνων γενῶν. Πῶς οὖν πρὸς ἐμπαθεῖς αὐτοὺς πολλὰ δρᾶται ἐν ταῖς ἱερουργίαις; φημὶ δὴ οὖν καὶ τοῦτο ἀπείρως λέγεσθαι τῆς ἱερατικῆς μυσταγωγίας. |
| Myst 1 11 [45] | Τῶν γὰρ ἐν τοῖς ἱεροῖς ἑκάστοτε ἐπιτελουμένων τὰ μὲν ἀπόρρητόν τινα καὶ κρείττονα λόγου τὴν αἰτίαν ἔχει· τὰ δ’ ὡς σύμβολα καθιέρωται ἐξ ἀιδίου τοῖς κρείττοσι· τὰ δ’ εἰκόνα τινὰ ἄλλην ἀποσώζει, καθάπερ δὴ καὶ ἡ γενεσιουργὸς φύσις τῶν ἀφανῶν λόγων ἐμφανεῖς τινας μορφὰς ἀπετυπώσατο· τὰ δὲ τιμῆς ἕνεκα προσάγεται ἢ ἀφομοιώσεως ὁποιασοῦν ἢ καὶ οἰκειώσεως στοχάζεται· ἔνια δὲ τὸ ἡμῖν χρήσιμον παρασκευάζει ἢ καθαίρει πως καὶ ἀπολύει τὰ ἡμέτερα τῶν ἀνθρώπων πάθη, ἢ ἄλλο τι τῶν ἡμῖν συμβαινόντων δεινῶν ἀποτρέπεται. Οὐ μὴν ἔτι γε συγχωρήσειεν ἄν τις ὡς ἄρα πρὸς ἐμπαθεῖς τοὺς θεραπευομένους θεοὺς ἢ δαίμονας μέρος τι τῆς ἁγιστείας προσφέρεται· οὔτε γὰρ πέφυκεν εἰσδέχεσθαί τινα ἀπὸ τῶν σωμάτων μεταβολὴν ἡ καθ’ αὑτὴν ἀίδιος καὶ ἀσώματος οὐσία. Οὔτε, εἰ ὅτι μάλιστα χρείαν εἶχε τοιαύτην, προσεδεήθη ἄν ποτε τῶν ἀνθρώπων εἰς τὴν τοιαύτην θρησκείαν, αὐτὴ ἀφ’ ἑαυτῆς καὶ ἀπὸ τῆς τοῦ κόσμου φύσεως καὶ τῆς ἐν τῇ γενέσει πάσης τελειότητος ἀποπληρουμένη, καὶ εἰ οἷόν τε τοῦτο εἰπεῖν, πρὸ τοῦ δεῖσθαι προλαμβάνουσα τὸ αὔταρκες διὰ τὴν ἀνενδεῆ τοῦ κόσμου ὁλότητα καὶ τὴν ἑαυτῆς οἰκείαν ἀποπλήρωσιν, καὶ διότι μεστὰ πάντα τῶν οἰκείων ἀγαθῶν τὰ κρείττονα γένη ὑπάρχει. Κοινὰ μὲν οὖν ταῦθ’ ἡμῖν ἔστω παραμύθια περὶ τῆς ἀχράντου θρησκείας ὡς τά τ’ ἄλλα οἰκείως συναρμοζομένης τοῖς κρείττοσιν ἡμῶν, καὶ διότι καθαρὰ πρὸς καθαροὺς καὶ ἀπαθὴς πρὸς ἀπαθεῖς προσάγεται· τὰ δ’ ἐν τοῖς καθ’ ἕκαστα ἐπιόντες τὴν μὲν τῶν φαλλῶν στάσιν τῆς γονίμου δυνάμεως σύνθημά τι εἶναί φαμεν, καὶ ταύτην προκαλεῖσθαι νομίζομεν εἰς τὴν γενεσιουργίαν τοῦ κόσμου· διόπερ δὴ τὰ πολλὰ τῷ ἦρι καθιεροῦται, ὅτε δὴ καὶ ὁ πᾶς κόσμος δέχεται ἀπὸ τῶν θεῶν τῆς γενέσεως ὅλης τὴν ἀπογέννησιν. Τὰς δ’ αἰσχρορρημοσύνας τῆς περὶ τὴν ὕλην στερήσεως τῶν καλῶν καὶ τῆς πρότερον ἀσχημοσύνης τῶν μελλόντων διακοσμεῖσθαι ἡγοῦμαι τὸ ἔνδειγμα παραδέχεσθαι, ἅπερ ὄντα ἐνδεῆ τοῦ κοσμεῖσθαι ἐφίεται τοσοῦτο μᾶλλον ὅσῳ πλέον καταγιγνώσκει τῆς περὶ ἑαυτὰ ἀπρεπείας. Πάλιν οὖν μεταδιώκει τὰ τῶν εἰδῶν καὶ καλῶν αἴτια, ἀπὸ τῆς τῶν αἰσχρῶν ῥήσεως τὸ αἰσχρὸν καταμανθάνοντα· καὶ τὸ μὲν ἔργον τῶν αἰσχρῶν ἀποτρέπει, διὰ δὲ τῶν λόγων τὴν εἴδησιν αὐτοῦ ἐμφαίνει, καὶ πρὸς τὸ ἐναντίον μεθίστησι τὴν ἔφεσιν. Ἔχει δ’ ἔτι ταῦτα καὶ ἄλλον λόγον τοιοῦτον. Αἱ δυνάμεις τῶν ἀνθρωπίνων παθημάτων τῶν ἐν ἡμῖν πάντῃ μὲν εἰργόμεναι καθίστανται σφοδρότεραι· εἰς ἐνέργειαν δὲ βραχεῖς καὶ ἄχρι τοῦ συμμέτρου προαγόμεναι χαίρουσι μετρίως καὶ ἀποπληροῦνται, καὶ ἐντεῦθεν ἀποκαθαιρόμεναι πειθοῖ καὶ οὐ πρὸς βίαν ἀποπαύονται. |
| Myst 1 11 (50) [65] | Διὰ δὴ τοῦτο ἔν τε κωμῳδίᾳ καὶ τραγῳδίᾳ ἀλλότρια πάθη θεωροῦντες ἵσταμεν τὰ οἰκεῖα πάθη καὶ μετριώτερα ἀπεργαζόμεθα καὶ ἀποκαθαίρομεν· ἔν τε τοῖς ἱεροῖς θεάμασί τισι καὶ ἀκούσμασι τῶν αἰσχρῶν ἀπολυόμεθα τῆς ἐπὶ τῶν ἔργων ἀπ’ αὐτῶν συμπιπτούσης βλάβης. Θεραπείας οὖν ἕνεκα τῆς ἐν ἡμῖν ψυχῆς καὶ μετριότητος τῶν διὰ τὴν γένεσιν προσφυομένων αὐτῇ κακῶν, λύσεώς τε ἀπὸ τῶν δεσμῶν καὶ ἀπαλλαγῆς χάριν τὰ τοιαῦτα προσάγεται. Καὶ διὰ τοῦτο εἰκότως αὐτὰ ἄκεα Ἡράκλειτος προσεῖπεν, ὡς ἐξακούμενα τὰ δεινὰ καὶ τὰς ψυχὰς ἐξάντεις ἀπεργαζόμενα τῶν ἐν τῇ γενέσει συμφορῶν. Ἀλλ’ αἱ κλήσεις, φησίν, ὡς πρὸς ἐμπαθεῖς τοὺς θεοὺς γίγνονται, ὥστε οὐχ οἱ δαίμονες μόνον εἰσὶν ἐμπαθεῖς, ἀλλὰ καὶ οἱ θεοί. |
| Myst 1 12 [40] | Τὸ δὲ οὐχ οὕτως ἔχει καθάπερ ὑπείληφας. Αὐτοφανὴς γάρ τίς ἐστι καὶ αὐτοθελὴς ἡ διὰ τῶν κλήσεων ἔλλαμψις, πόρρω τε τοῦ καθέλκεσθαι ἀφέστηκε, διὰ τῆς θείας τε ἐνεργείας καὶ τελειότητος πρόεισιν εἰς τὸ ἐμφανές, καὶ τοσούτῳ προέχει τῆς ἑκουσίου κινήσεως ὅσον ἡ τἀγαθοῦ θεία βούλησις τῆς προαιρετικῆς ὑπερέχει ζωῆς. Διὰ τῆς τοιαύτης οὖν βουλήσεως ἀφθόνως οἱ θεοὶ τὸ φῶς ἐπιλάμπουσιν εὐμενεῖς ὄντες καὶ ἵλεῳ τοῖς θεουργοῖς, τάς τε ψυχὰς αὐτῶν εἰς ἑαυτοὺς ἀνακαλούμενοι καὶ τὴν ἕνωσιν αὐταῖς τὴν πρὸς ἑαυτοὺς χορηγοῦντες, ἐθίζοντές τε αὐτὰς καὶ ἔτι ἐν σώματι οὔσας ἀφίστασθαι τῶν σωμάτων, ἐπὶ δὲ τὴν ἀίδιον καὶ νοητὴν αὐτῶν ἀρχὴν περιάγεσθαι. Δῆλον δὲ καὶ ἀπ’ αὐτῶν τῶν ἔργων ὃ νυνί φαμεν εἶναι τῆς ψυχῆς σωτήριον· ἐν γὰρ τῷ θεωρεῖν τὰ μακάρια θεάματα ἡ ψυχὴ ἄλλην ζωὴν ἀλλάττεται καὶ ἑτέραν ἐνέργειαν ἐνεργεῖ καὶ οὐδ’ ἄνθρωπος εἶναι ἡγεῖται τότε, ὀρθῶς ἡγουμένη· πολλάκις δὲ καὶ τὴν ἑαυτῆς ἀφεῖσα ζωὴν τὴν μακαριωτάτην τῶν θεῶν ἐνέργειαν ἀντηλλάξατο. Εἰ δὴ κάθαρσιν παθῶν καὶ ἀπαλλαγὴν γενέσεως ἕνωσίν τε πρὸς τὴν θείαν ἀρχὴν ἡ διὰ τῶν κλήσεων ἄνοδος παρέχει τοῖς ἱερεῦσι, τί δήποτε πάθη τις αὐτῇ προσάπτει; οὐ γὰρ τοὺς ἀπαθεῖς καὶ καθαροὺς εἰς τὸ παθητὸν καὶ ἀκάθαρτον ἡ τοιαύτη κατασπᾷ, τοὐναντίον δὲ τοὺς ἐμπαθεῖς γενομένους ἡμᾶς διὰ τὴν γένεσιν καθαροὺς καὶ ἀτρέπτους ἀπεργάζεται. Ἀλλ’ οὐδ’ αἱ προσκλήσεις διὰ πάθους συνάπτουσι τοῖς θεοῖς τοὺς ἱερέας· διὰ δὲ τῆς θείας φιλίας τῆς συνεχούσης τὰ πάντα κοινωνίαν παρέχουσι τῆς ἀδιαλύτου συμπλοκῆς· οὐχ ὡς τοὔνομα, ὥς γε οὕτω δόξαι, αὐτόθεν ἐμφαίνει, τὸν νοῦν τῶν θεῶν προσκλίνουσαι τοῖς ἀνθρώποις, ἀλλὰ κατ’ αὐτὸ τὸ ἀληθὲς ὡς βούλεται ἀναδιδάσκειν, τὴν γνώμην τῶν ἀνθρώπων ἐπιτηδείαν ἀπεργαζόμεναι πρὸς τὸ μετέχειν τῶν θεῶν, καὶ ἀνάγουσαι αὐτὴν πρὸς τοὺς θεοὺς καὶ διὰ πειθοῦς ἐμμελοῦς συναρμόζουσαι. Ὅθεν δὴ καὶ ὀνόματα θεῶν ἱεροπρεπῆ καὶ τἄλλα θεῖα συνθήματα ἀναγωγὰ ὄντα πρὸς τοὺς θεοὺς συνάπτειν αὐτὰς δύναται. Καὶ δὴ καὶ αἱ τῆς μήνιδος ἐξιλάσεις ἔσονται σαφεῖς, ἐὰν τὴν μῆνιν τῶν θεῶν καταμάθωμεν. |
| Myst 1 13 [25] | Αὕτη τοίνυν οὐχ, ὡς δοκεῖ τισι, παλαιά τίς ἐστι καὶ ἔμμονος ὀργή, ἀλλὰ τῆς ἀγαθοεργοῦ κηδεμονίας παρὰ θεῶν ἀποστροφή, ἣν αὐτοὶ ἑαυτοὺς ἀποστρέψαντες, ὥσπερ ἐν μεσημβρίᾳ φωτὸς κατακαλυψάμενοι, σκότος ἑαυτοῖς ἐπηγάγομεν καὶ ἀπεστερήσαμεν ἑαυτοὺς τῆς τῶν θεῶν ἀγαθῆς δόσεως. Δύναται οὖν ἡ ἐξίλασις ἡμᾶς ἐπιστρέψαι πρὸς τὴν κρείττονα μετουσίαν, καὶ τὴν ἀνεσταλμένην ἀφ’ ἡμῶν θείαν κηδεμονίαν εἰς κοινωνίαν προαγαγεῖν, καὶ συνδῆσαι συμμέτρως τὰ μετεχόμενά τε καὶ μεταλαμβάνοντα πρὸς ἄλληλα. Τοσοῦτον οὖν ἀφέστηκε τοῦ διὰ πάθους ἐπιτελεῖν τὸ ἑαυτῆς ἔργον ὥστε καὶ ἡμᾶς ἀφίστησι τῆς ἐμπαθοῦς καὶ ταραχώδους ἀπὸ τῶν θεῶν ἀποστροφῆς. Αἱ δ’ ἐκθύσεις ὅ τι πάρεστι κακὸν ἐν τοῖς περὶ γῆν τόποις ἰατρεύουσι καὶ παρασκευάζουσιν ὥστε μηδεμίαν τροπὴν ἢ πάθος τι περὶ ἡμᾶς γενέσθαι. Εἴτε οὖν διὰ θεῶν εἴτε διὰ δαιμόνων ἡ τοιαύτη γίγνοιτο, βοηθοὺς ἐπικαλεῖται καὶ ἀλεξικάκους καὶ σωτῆρας τούτους, καὶ δι’ αὐτῶν ἀποδιοπομπεῖται πᾶσαν ἐπιοῦσαν ἀπὸ τῶν παθημάτων βλάβην. Οἱ δὴ τὰς πληγὰς ἀποτρέποντες τὰς γενεσιουργοὺς καὶ φυσικὰς οὐκ ἔστιν ὅπως ποτὲ διὰ παθῶν αὐτὰς ἀπείργουσιν. Εἴ τε νενόμικέ τις τὴν ἀπόληψιν τῆς προστασίας ἐπεισάγειν τινὰ αὐτόματον βλάβην, ἡ διὰ τῆς ἐκθύσεως πειθὼ τῶν κρειττόνων, εἰς κηδεμονίαν ἀνακαλουμένη πάλιν αὐτῶν τὴν εὐμένειαν καὶ ἀποτρέπουσα τὴν στέρησιν, παντελῶς ἂν εἴη καθαρὰ καὶ ἄτρεπτος. Ἔτι τοίνυν αἱ λεγόμεναι θεῶν ἀνάγκαι τὸ ὅλον τοῦτο θεῶν εἰσιν ἀνάγκαι καὶ ὡς ἐπὶ θεῶν γίγνονται. |
| Myst 1 14 [5] | Οὐκ ἄρα ὡς ἔξωθεν οὐδ’ ὡς κατὰ βίαν, ἀλλ’ ὡς τἀγαθὸν ὠφελεῖ ἐξ ἀνάγκης, οὕτως ἔχουσι τὸ πάντῃ οὑτωσὶ καὶ μηδαμῶς ἄλλως διακεῖσθαι. Βουλήσει ἄρα ἀγαθοειδεῖ συγκέκραται αὕτη καὶ ἔρωτός ἐστι φίλη ἡ τοιαύτη ἀνάγκη, τάξει τε οἰκείᾳ θεῶν ἔχει τὸ ταὐτὸν καὶ ἄτρεπτον, καὶ ὅτι κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἑνὶ ὅρῳ συνέχεται, καὶ ἐμμένει τούτῳ καὶ οὐδέποτε ἐξίσταται. Διὰ πάντα δὴ οὖν ταῦτα τὸ ἐναντίον συμβαίνει οὗ σὺ συνελογίσω· ἀκήλητον καὶ ἀπαθὲς καὶ ἀβίαστον συμβαίνει εἶναι τὸ θεῖον, εἴπερ ὄντως ἀληθεῖς εἰσιν αἱ τοιαίδε ἐν τῇ θεουργίᾳ δυνάμεις, οἵας ἡμεῖς ἀπεδείξαμεν. Μετὰ δὲ ταύτην ἐπ’ ἄλλην μεταβαίνεις ἀντιδιαίρεσιν θεῶν πρὸς δαίμονας· λέγεις γὰρ θεοὺς εἶναι νόας καθαρούς, ὡς ἐν ὑποθέσει προτείνων τὴν δόξαν ἢ ὥς τισιν ἀρέσκουσαν αὐτὴν ἀφηγούμενος, νοῦ δὲ μετόχους ψυχικοὺς ὄντας τοὺς δαίμονας ἀπολογιζόμενος. |
| Myst 1 15 [45] | Ὅτι μὲν οὖν φιλοσόφων τοῖς πολλοῖς ταῦτα δοκεῖ, οὐδ’ ἐμὲ λέληθε· πρὸς δὲ σὲ οὐκ οἶμαι δεῖν ἀποκρύπτεσθαι τὸ φαινόμενον ἀληθές. Ὑποσυγκέχυται γὰρ πάντα τὰ τοιαῦτα δοξάσματα, ἀπὸ μὲν τῶν δαιμόνων ἐπὶ τὰς ψυχὰς ἀποφερόμενα (νοῦ γὰρ μέτοχοί εἰσιν αὗται) ἀπὸ δὲ τῶν θεῶν ἐπὶ τὸν κατ’ ἐνέργειαν ἄυλον νοῦν ἀποπίπτοντα, οὗ δὴ παντελῶς οἱ θεοὶ προέχουσιν. Τί οὖν δεῖ ταῦτα ἰδιώματα ἀπονέμειν, ἅπερ οὐδ’ ὅλως ἐστὶν αὐτοῖς οἰκεῖα; τὸ μὲν δὴ τῆς διαιρέσεως (πάρεργον γάρ ἐστιν ἄλλως) μέχρι τοσούτου μνήμης ἀξιούσθω· ἃ δὲ καὶ πρὸς ταύτην ἀπορεῖς, ἐπείπερ ἅπτεται τῆς ἱερατικῆς θεραπείας, λόγου τυγχανέτω τοῦ προσήκοντος. Ἔτι γὰρ μᾶλλον ἀκλίτους καὶ ἀμιγεῖς αἰσθητοῖς εἰπὼν εἶναι τοὺς καθαροὺς νόας ἀπορεῖς, εἰ δεῖ πρὸς αὐτοὺς εὔχεσθαι. Ἐγὼ δ’ οὐδ’ ἄλλοις τισὶν ἡγοῦμαι δεῖν εὔχεσθαι. Τὸ γὰρ θεῖον ἐν ἡμῖν καὶ νοερὸν καὶ ἕν, ἢ εἰ νοητὸν αὐτὸ καλεῖν ἐθέλοις, ἐγείρεται τότε ἐναργῶς ἐν ταῖς εὐχαῖς, ἐγειρόμενον δὲ ἐφίεται τοῦ ὁμοίου διαφερόντως καὶ συνάπτεται πρὸς αὐτοτελειότητα. Εἰ δέ σοι ἄπιστον εἶναι καταφαίνεται, πῶς φωνῆς ἀκούει τὸ ἀσώματον καὶ ὡς αἰσθήσεως προσδεήσεται καὶ δὴ ὤτων τὰ λεγόμενα ὑφ’ ἡμῶν ἐν ταῖς εὐχαῖς, ἑκὼν ἐπιλανθάνῃ τῆς τῶν πρώτων αἰτίων περιουσίας ἔν τε τῷ εἰδέναι καὶ τῷ περιέχειν ἐν ἑαυτοῖς τὰ ὑφ’ ἑαυτῶν πάντα· ἐν ἑνὶ γὰρ δήπου συνείληφεν ἐν ἑαυτοῖς ὁμοῦ τὰ ὅλα· οὔτε δὴ οὖν διὰ δυνάμεων οὔτε δι’ ὀργάνων εἰσδέχονται εἰς ἑαυτοὺς οἱ θεοὶ τὰς εὐχάς, ἐν ἑαυτοῖς δὲ περιέχουσι τῶν ἀγαθῶν τὰς ἐνεργείας τῶν λόγων, καὶ μάλιστα ἐκείνων οἵτινες διὰ τῆς ἱερᾶς ἁγιστείας ἐνιδρυμένοι τοῖς θεοῖς καὶ συνηνωμένοι τυγχάνουσιν· ἀτεχνῶς γὰρ τηνικαῦτα αὐτὸ τὸ θεῖον πρὸς ἑαυτὸ σύνεστι, καὶ οὐδ’ ὡς ἕτερον πρὸς ἕτερον κοινωνεῖ τῶν ἐν ταῖς εὐχαῖς νοήσεων. Ἀλλ’ αἱ λιτανεῖαι, ὡς φῄς, ἀλλότριαί εἰσι προσφέρεσθαι πρὸς τὴν τοῦ νοῦ καθαρότητα. Οὐδαμῶς· δι’ αὐτὸ γὰρ τοιοῦτο, διότι τῇ δυνάμει καὶ καθαρότητι καὶ τοῖς πᾶσι τῶν θεῶν ἀπολειπόμεθα, ἐγκαιρότατόν ἐστι πάντων ἱκετεύειν αὐτοὺς εἰς ὑπερβολήν. Ἡ μὲν γὰρ συναίσθησις τῆς περὶ ἑαυτοὺς οὐδενείας, εἴ τις ἡμᾶς παραβάλλων τοῖς θεοῖς κρίνοι, ποιεῖ τρέπεσθαι πρὸς τὰς λιτὰς αὐτοφυῶς· ἀπὸ δὲ τῆς ἱκετείας κατὰ βραχὺ πρὸς τὸ ἱκετευόμενον ἀναγόμεθα, καὶ τὴν πρὸς αὐτὸ ὁμοιότητα ἀπὸ τοῦ συνεχῶς αὐτῷ προσομιλεῖν κτώμεθα, τελειότητά τε θείαν ἠρέμα προσλαμβάνομεν ἀπὸ τοῦ ἀτελοῦς. |
| Myst 1 15 (50) [5] | Εἰ δέ τις ἐννοήσειε καὶ τὰς ἱερατικὰς ἱκετείας ὡς ἀπ’ αὐτῶν τῶν θεῶν ἀνθρώποις κατεπέμφθησαν, καὶ ὅτι τῶν θεῶν αὐτῶν εἰσι συνθήματα καὶ μόνοις τοῖς θεοῖς ὑπάρχουσι γνώριμοι, τρόπον τέ τινα καὶ αὗται τὴν αὐτὴν ἔχουσι δύναμιν τοῖς θεοῖς, πῶς ἂν ἔτι αἰσθητὴν τὴν τοιαύτην ἀλλ’ οὐ θείαν καὶ νοερὰν ὑπολάβοι δικαίως εἶναι ἱκετείαν; ἢ τί ἂν εἰκότως πάθος εἰς αὐτὴν παρεμπίπτοι, εἰς ἣν οὐδ’ ἀνθρώπινον ἦθος σπουδαῖον δύναται ῥᾳδίως ἀποκαθαίρεσθαι; Ἀλλὰ τὰ προσαγόμενα, φησίν, ὡς πρὸς αἰσθητικοὺς καὶ ψυχικοὺς προσάγεται. Εἴ γε σωματικαῖς δυνάμεσι καὶ συνθέτοις μόναις συμπεπλήρωτο ἢ ὥσπερ εἰς ὑπηρεσίαν ὀργάνων ψιλὴν ὑποκειμέναις· ἐπεὶ δὲ καὶ ἀσωμάτων εἰδῶν μετέχουσι τὰ προσαγόμενα καὶ λόγων τινῶν καὶ μέτρων ἁπλουστέρων, κατ’ αὐτὸ τοῦτο μόνον τῶν προσαγομένων θεωρεῖται ἡ οἰκειότης, καὶ εἴ τις ἐγγύθεν ἢ πόρρωθεν συγγένεια ἢ ὁμοιότης πάρεστιν, ἐξαρκεῖ καὶ αὕτη πρὸς ἣν νυνὶ λέγομεν συναφήν· οὐδὲ γάρ ἐστί τι τῶν κατὰ βραχὺ προσῳκειωμένων τοῖς θεοῖς, ᾧ μὴ πάρεισιν εὐθὺς οἱ θεοὶ καὶ συνάπτονται. Οὐκ ἄρα ὡς πρὸς αἰσθητικοὺς ἢ ψυχικούς, κατ’ αὐτὰ δὲ τὰ θεῖα εἴδη καὶ πρὸς αὐτοὺς τοὺς θεοὺς γίγνεται αὐτῶν ἡ κατὰ τὸ δυνατὸν ἐπιπλοκή. Ὥστε καὶ περὶ ταύτης τῆς διαιρέσεως ἀποχρώντως ἀντειρήκαμεν. Ἔχεται δὲ ταύτης ἐν τοῖς σοῖς γράμμασιν ἡ σώματι καὶ ἀσωματίᾳ θεοὺς δαιμόνων χωρίζουσα, μακρῷ δή τινι κοινοτέρα οὖσα τῆς πρότερον, καὶ τοσοῦτον ἀπέχουσα τοῦ τὰ ἰδιώματα αὐτῶν τῆς οὐσίας φράζειν ὥστε μηδ’ εἰκάσαι εἶναι περὶ αὐτῶν μηδὲ τῶν συμβεβηκότων αὐτοῖς ὁτιοῦν· οὐδὲ γὰρ αὐτὸ τοῦτο, εἰ ζῷά ἐστιν ἢ μὴ ζῷα καὶ πότερον ἐστέρηται ζωῆς ἢ οὐδ’ ὅλως αὐτῆς δεῖται, δυνατὸν ἀπὸ τούτων κατανοῆσαι. |
| Myst 1 16 [20] | Ἔτι τοίνυν οὐδὲ πῶς λέγεται ταῦτα τὰ ὀνόματα, εἴτε κοινῶς εἴτε κατὰ πλειόνων διαφερόντων, ῥᾴδιον συμβαλεῖν· εἰ μὲν κοινῶς, ἄτοπον εἰ ὑπὸ ταὐτὸ γένος ἐστὶ τὸ ἀσώματον, γραμμή τε καὶ χρόνος καὶ θεός, δαίμονές τε καὶ πῦρ καὶ ὕδωρ· εἰ δὲ κατὰ πλειόνων, τί μᾶλλον θεοὺς ἢ σημεῖα δηλοῖς, ὅταν ἀσώματον εἴπῃς; ἢ ὅταν σῶμα, τίς οὐκ ἂν ὑπολάβοι γῆν μᾶλλον εἰρῆσθαι ἢ δαίμονας; οὐδὲ γὰρ αὐτὸ τοῦτο διώρισται, εἰ ἔχουσι σώματα ἢ ἐποχοῦνται σώμασιν ἢ χρῶνται αὐτοῖς ἢ περιέχουσιν αὐτὰ ἢ μόνον ταὐτό ἐστι σώματι. Ἀλλ’ ἴσως οὐ δεῖ πάνυ τι βασανίζειν τὴν ἀντιδιαστολὴν ταύτην· οὐδὲ γὰρ ὡς σαυτοῦ γνώμην ταύτην προτείνεις, ἀλλ’ ὡς ἑτέρων αὐτὴν δόξαν ἀποφαίνῃ. Μεταλάβωμεν οὖν ἀντὶ ταύτης ἅπερ ἠπόρησας πρὸς τὴν παροῦσαν δόξαν. |
| Myst 1 17 [35] | Πῶς γὰρ δὴ ἥλιός τε καὶ σελήνη κατὰ τὸν σὸν λόγον καὶ οἱ ἐν οὐρανῷ ἐμφανεῖς ἔσονται θεοί, εἰ ἀσώματοί εἰσι μόνως οἱ θεοί; ὅτι δὴ οὐ περιέχονται ὑπὸ τῶν σωμάτων, φαμὲν ἡμεῖς, ἀλλὰ ταῖς θείαις ζωαῖς καὶ ἐνεργείαις περιέχουσι τὰ σώματα· καὶ ὅτι οὐ πρὸς τὸ σῶμα ἐπιστρέφονται, ἀλλὰ τὸ σῶμα ἔχουσιν ἐπιστρεφόμενον εἰς τὴν θείαν αἰτίαν· καὶ ὅτι τὴν νοερὰν αὐτῶν καὶ ἀσώματον τελειότητα οὐκ ἐμποδίζει τὸ σῶμα οὐδὲ μεταξὺ παρεμπῖπτον πράγματα αὐτῇ παρέχει· ὅθεν δὴ οὐδὲ δεῖται πλείονος ἐπιμελείας, αὐτοφυῶς δὲ καὶ τρόπον τινὰ αὐτοκινήτως συνέπεται, οὐκ αὐτουργικῆς δεόμενον ἐπιστασίας, τῇ δὲ πρὸς τὸ ἓν τῶν θεῶν ἀναγωγῇ καὶ αὐτὸ ὑφ’ ἑαυτοῦ μονοειδῶς συνεπαιρόμενον. Εἰ δὲ δεῖ καὶ τοῦτο εἰπεῖν, τὸ οὐράνιον σῶμα πρὸς αὐτὴν τὴν ἀσώματον οὐσίαν τῶν θεῶν ἐστι συγγενέστατον. Μιᾶς μὲν γὰρ ἐκείνης οὔσης αὐτὸ ἁπλοῦν ἐστιν, ἀμερίστου δ’ ἀδιαίρετον καὶ ἀτρέπτου ὡσαύτως ἀναλλοίωτον. Εἰ δὲ καὶ τὰς ἐνεργείας τις αὐτῶν μονοειδῶς ὑποτίθεται, καὶ τοῦτο ἔχει μίαν τὴν περιφοράν· μιμεῖται δ’ αὐτῶν καὶ τὴν ταὐτότητα τῇ κατὰ ταὐτὰ καὶ ὡσαύτως καὶ πρὸς ταὐτὰ καὶ καθ’ ἕνα λόγον καὶ μίαν τάξιν ἀιδίῳ κινήσει, καὶ τὴν θείαν ζωὴν τῇ συμφύτῳ τοῖς αἰθερίοις σώμασι ζωῇ. Διόπερ οὐδ’ ὡς ἐξ ἐναντίων καὶ διαφερόντων οὔτε τὸ σῶμα αὐτῶν συγκέκραται, ὥσπερ δὴ τὸ ἡμέτερον συνίσταται σῶμα, οὔτε ἡ ψυχὴ πρὸς τὸ σῶμα συνεπάγη εἰς ἓν ἐκ δύο ζῷον, ἀλλ’ ὅμοια πάντῃ καὶ συνηνωμένα δι’ ὅλων τε ὅλα καὶ μονοειδῆ καὶ ἀσύνθετα τὰ κατ’ οὐρανὸν τῶν θεῶν ἐστι ζῷα, τῶν μὲν γὰρ κρειττόνων ἐν αὐτοῖς ἀεὶ ὑπερεχόντων ὡσαύτως, τῶν δ’ ἐλαττόνων ἐξηρτημένων τῆς τῶν προτέρων ἀρχῆς καὶ οὐδέποτε αὐτὴν εἰς ἑαυτὰ κατατεινόντων, τῶν δ’ ὅλων εἰς μίαν σύνταξιν καὶ μίαν συντέλειαν συναγομένων, καὶ τρόπον τινὰ πάντων ἀσωμάτων ὄντων καὶ θεῶν δι’ ὅλου, διότι τὸ θεῖον εἶδος ἐν αὐτοῖς ἐπικρατοῦν δι’ ὅλων τὴν αὐτὴν πανταχοῦ ὅλην μίαν οὐσίαν ἐντίθησιν. Οὕτω μὲν οὖν οἱ κατ’ οὐρανὸν ἐμφανεῖς θεοί τέ εἰσι πάντες καὶ τρόπον τινὰ ἀσώματοι· ἡ δ’ ἑξῆς ἐπιζήτησις ἡ σὴ διαπορεῖ, πῶς αὐτῶν οἱ μέν εἰσιν ἀγαθοποιοί, οἱ δὲ κακοποιοί. |
| Myst 1 18 [55] | Εἴληπται μὲν οὖν ἀπὸ τῶν γενεθλιαλόγων αὕτη ἡ δόξα, πάντῃ δὲ διαμαρτάνει τοῦ ὄντος. Ἀγαθοί τε γάρ εἰσιν ἅπαντες καὶ ἀγαθῶν αἴτιοι ὡσαύτως, πρὸς ἕν τε ἀγαθὸν ἀποβλέποντες ἑνοειδῶς περιάγονται κατὰ μόνον τὸ καλὸν καὶ ἀγαθόν. Οὐ μὴν ἀλλὰ τά γε ὑποκείμενα αὐτοῖς σώματα καὶ αὐτὰ ἀμηχάνους ὅσας ἔχει δυνάμεις, τὰς μὲν ἐν αὐτοῖς τοῖς θείοις σώμασι μονίμως ἑστώσας, τὰς δ’ ἀπ’ αὐτῶν προϊούσας εἰς τὴν φύσιν τοῦ κόσμου καὶ αὐτὸν τὸν κόσμον, δι’ ὅλης τε τῆς γενέσεως ἐν τάξει κατιούσας, καὶ μέχρι τῶν κατὰ μέρος διατεινούσας ἀκωλύτως. Περὶ μὲν οὖν τῶν μενουσῶν κατ’ οὐρανὸν ἐν τοῖς σώμασι τοῖς θείοις δυνάμεων οὐκ ἄν τις ἀμφισβητήσειεν ὥς εἰσιν ὅμοιαι πᾶσαι· λοιπὸν οὖν περὶ τῶν τῇδε καταπεμπομένων καὶ συμμιγνυμένων πρὸς τὴν γένεσιν διέλθωμεν. Αὗται τοίνυν ἐπὶ μὲν σωτηρίᾳ τοῦ παντὸς διήκουσιν ὡσαύτως καὶ συνέχουσιν ὅλην τὴν γένεσιν κατὰ τὰ αὐτά· ἀπαθεῖς τέ εἰσι καὶ ἄτρεπτοι, καίτοι εἰς τὸ τρεπόμενον καὶ πάσχον καθήκουσιν. Ἡ μέντοι γένεσις πολυειδὴς οὖσα καὶ ἐκ διαφερόντων συνισταμένη τῇ οἰκείᾳ μὲν ἐναντιώσει καὶ διαιρέσει μαχομένως καὶ μεριστῶς τὸ ἓν αὐτῶν καὶ ἀδιάφορον δέχεται· παθητῶς δὲ χωρεῖ τὸ ἀπαθές, καὶ ὅλως κατὰ τὴν οἰκείαν φύσιν, οὐ κατὰ τὴν ἐκείνων δύναμιν, πέφυκεν αὐτῶν μετέχειν. Ὥσπερ οὖν τὸ γιγνόμενον τοῦ ὄντος γεννητῶς καὶ τὸ σῶμα τοῦ ἀσωμάτου σωματοειδῶς μεταλαμβάνει, οὕτω καὶ τὰ ἐν τῇ γενέσει φυσικὰ καὶ ἔνυλα τῶν ἀύλων καὶ ὑπὲρ τὴν φύσιν καὶ γένεσιν αἰθερίων σωμάτων ἀτάκτως καὶ πλημμελῶς ἔστιν ὅπου μεταλαμβάνει. Ἄτοποι οὖν οἵ τε χρῶμα καὶ σχῆμα καὶ ἁφὴν τοῖς νοητοῖς εἴδεσι προστιθέντες, διότι τὰ μεταλαμβάνοντα αὐτῶν εἰσι τοιαῦτα, καὶ οἱ τοῖς οὐρανίοις σώμασι κακίαν ἀνατιθέντες, διότι τὰ μετέχοντα αὐτῶν φύεται ἐνίοτε κακά. Τὴν ἀρχὴν γὰρ οὐδ’ ἂν ἦν μετοχὴ τὸ τοιοῦτον, εἰ μή τι καὶ παραλλάττον εἶχε τὸ μεταλαμβάνον. Εἰ δ’ ὡς ἐν ἑτέρῳ καὶ διαφέροντι δέχεται τὸ μετεχόμενον, τοῦτο δήπου τὸ ὡς ἄλλο καὶ ἐν τοῖς περιγείοις ἐστὶ τὸ κακὸν καὶ ἄτακτον. Ἥ τε οὖν μετάληψις αἰτία γίγνεται τῆς ἐν τοῖς δευτέροις πολλῆς ἑτερότητος καὶ ἡ σύμμιξις τῶν ὑλικῶν πρὸς τὰς ἀύλους ἀπορροίας, καὶ ἔτι τὸ ἑτέρως διδόμενον ἑτέρως αὐτὰ τὰ τῇδε ὑποδέχεσθαι. Οἷον ἡ τοῦ Κρόνου ἀπόρροιά ἐστι συνεκτική, ἡ δὲ τοῦ Ἄρεος κινητική· πλὴν ἔν γε τοῖς ἐνύλοις ἡ παθητὴ γενεσιουργὸς ὑποδοχὴ τὴν μὲν κατὰ πῆξιν καὶ ψυχρότητα ἐδέξατο, τὴν δὲ κατὰ φλόγωσιν ὑπερβάλλουσαν τὸ μέτριον. Οὐκοῦν τὸ φθοροποιὸν καὶ ἀσύμμετρον διὰ τὴν τῶν ὑποδεχομένων ἑτεροποιὸν καὶ ὑλικὴν καὶ παθητὴν παρατροπὴν ἀπήντησεν; ἔτι τοίνυν ἡ ἀσθένεια τῶν ἐνύλων καὶ περιγείων τόπων τὴν ἀκραιφνῆ δύναμιν καὶ τὴν καθαρωτάτην ζωὴν τῶν αἰθερίων μὴ χωροῦσα τὸ ἑαυτῆς πάθημα μεταφέρει εἰς τὰ πρῶτα αἴτια· οἷον εἴ τις κάμνων τῷ σώματι καὶ μὴ δυνάμενος φέρειν τὴν ἡλίου ζωοποιὸν θερμότητα ἐτόλμα ψευδόμενος ἐπικαλεῖν, ἀπὸ τῶν οἰκείων παθῶν, ὡς οὐ λυσιτελής ἐστι πρὸς ὑγίειαν ἢ ζωήν. |
| Myst 1 18 (50) [75] | Γένοιτο δ’ ἄν τι καὶ τὸ τοιοῦτον ἐν τῇ τοῦ παντὸς ἁρμονίᾳ καὶ κράσει, ὡς τὰ αὐτὰ τῷ μὲν ὅλῳ καὶ παντὶ σωτήρια εἶναι διὰ τὴν τελειότητα τῶν τε ἐνόντων καὶ οἷς ἔνεστι, τοῖς δὲ μέρεσι βλαβερὰ διὰ τὴν μεριστὴν ἀσυμμετρίαν. Καὶ ἐν τῇ τοῦ παντὸς οὖν κινήσει πᾶσαι μὲν αἱ περιφοραὶ τὸν πάντα κόσμον ὡσαύτως διαφυλάττουσιν, ἓν δέ τι τῶν ἐν μέρει πολλάκις θλίβεται ὑπ’ ἄλλου μέρους, ὅπερ καὶ ἐν ὀρχήσει περιφανῶς ὁρῶμεν γιγνόμενον. Πάλιν δὴ οὖν τὸ φθειρόμενον καὶ μεταβαλλόμενον πάθημα σύμφυτον γίγνεται τῶν κατὰ μέρος, καὶ οὐ δεῖ οὐδὲ τοῦτο τοῖς ὅλοις καὶ πρώτοις αἰτίοις ἀνατιθέναι ἢ ὡς ἐν αὐτοῖς ὂν ἢ ὡς ἀπ’ αὐτῶν εἰς τὰ τῇδε καθῆκον· διὰ δὴ τοσούτων ἀποδέδεικται ὡς οὔτε αὐτοὶ οἱ ἐν οὐρανῷ θεοὶ οὔτε αἱ δόσεις αὐτῶν εἰσι κακοποιοί. Ἴθι δὴ οὖν κἀκεῖνο ἀποκρινώμεθα, τί τὸ συνάπτον ἐστὶ πρὸς τοῖς ἀσωμάτοις θεοῖς τοὺς ἔχοντας σῶμα ἐν τῷ οὐρανῷ. |
| Myst 1 19 [45] | Ἤδη μὲν οὖν ἀπὸ τῶν προειρημένων καὶ τοῦτο καταφαίνεται· εἰ γὰρ ὡς ἀσώματοι καὶ νοητοὶ καὶ ἡνωμένοι τῶν οὐρανίων σφαιρῶν ἐπιβεβήκασιν, ἀρχὰς ἔχουσιν ἐν τῷ νοητῷ, καὶ νοοῦντες τὰ θεῖα αὑτῶν εἴδη κατευθύνουσι τὸν σύμπαντα οὐρανὸν κατὰ μίαν ἄπειρον ἐνέργειαν· καὶ εἰ χωριστῶς τῷ οὐρανῷ παρόντες ἄγουσι μόναις ταῖς ἑαυτῶν βουλήσεσι τὰς ἀιδίους περιφοράς, ἀμιγεῖς ὑπάρχουσι καὶ αὐτοὶ πρὸς τὸ αἰσθητὸν καὶ τοῖς νοητοῖς θεοῖς συνυπάρχουσιν. Πλὴν οὐδὲν οἷον καὶ κατ’ ἰδίαν διαπραγματεύσασθαι τὴν παροῦσαν ἀπόκρισιν ὧδέ πως. Λέγω δὴ οὖν ὡς ἀπὸ τῶν νοητῶν θείων παραδειγμάτων καὶ περὶ αὐτὰ ἀπογεννᾶται τὰ ἐμφανῆ τῶν θεῶν ἀγάλματα, γενόμενά τε παντελῶς ἐν αὐτοῖς ἵδρυται, καὶ πρὸς αὐτὰ ἀνήκουσαν ἔχει τὴν ἀπ’ αὐτῶν ἀποτελεσθεῖσαν εἰκόνα· ἑτέρως τε τὰ αὐτὰ ἄλλην διακόσμησιν δεδημιούργηται, συνεχῆ τέ ἐστι τὰ τῇδε πρὸς ἐκεῖνα κατὰ μίαν ἕνωσιν, καὶ τὰ μὲν παρόντα θεῖα νοερὰ εἴδη τοῖς ὁρωμένοις σώμασι τῶν θεῶν χωριστῶς αὐτῶν προϋπάρχει· τὰ δ’ ἄμικτα καὶ ὑπερουράνια αὐτῶν νοητὰ παραδείγματα μένει καθ’ ἑαυτὰ ἑνὶ ὁμοῦ πάντα κατὰ τὴν διαιωνίαν αὐτῶν ὑπερβολήν. Ἔστι μὲν οὖν καὶ κατὰ τὰς νοερὰς ἐνεργείας ὁ κοινὸς σύνδεσμος αὐτῶν ἀδιαίρετος, ἔστι δὲ καὶ κατὰ τὰς τῶν εἰδῶν κοινὰς μετουσίας, ἐπεὶ οὐδὲν διείργει ταύτας, οὐδ’ ἔστι τι αὐτῶν μεταξύ· οὐ μὴν ἀλλὰ καὶ αὐτὴ ἡ ἄυλος οὐσία καὶ ἀσώματος, οὔτε τόποις οὔτε ὑποκειμένοις διισταμένη οὔτε μερῶν μερισταῖς διωρισμένη περιγραφαῖς, εὐθὺς συνέρχεται καὶ συμφύεται εἰς ταὐτότητα, ἥ τε ἀφ’ ἑνὸς πρόοδος καὶ εἰς ἓν τῶν ὅλων ἀναγωγὴ καὶ τοῦ ἑνὸς πάντῃ ἐπικράτεια συνάγει τὴν κοινωνίαν τῶν ἐν τῷ κόσμῳ θεῶν πρὸς τοὺς ἐν τῷ νοητῷ προϋπάρχοντας. Ἔτι δ’ ἡ τῶν δευτέρων πρὸς τὰ πρῶτα νοερὰ ἐπιστροφὴ καὶ ἀπὸ τῶν προτέρων εἰς τοὺς δευτέρους θεοὺς δόσις τῆς αὐτῆς οὐσίας καὶ δυνάμεως συνέχει τὴν εἰς ἓν αὐτῶν σύνοδον ἀδιάλυτον. Ἐπὶ μὲν τῶν ἑτερουσίων οἷον ψυχῆς καὶ σώματος, καὶ τῶν ἀνομοειδῶν ὥσπερ τῶν ἐνύλων εἰδῶν καὶ τῶν ἄλλως ὁπωσοῦν κεχωρισμένων, ἡ συμφυὴς ἕνωσις ἐπίκτητός τε παραγίγνεται ἀπὸ τῶν ἄνωθεν καὶ ἀποβλητὴ κατὰ χρόνων περιόδους ὡρισμένας· ὅσῳ δ’ ἂν ἀνίωμεν ἐπὶ τὸ ὕψος καὶ τὴν ταὐτότητα τῶν πρώτων κατὰ τὸ εἶδός τε καὶ τὴν οὐσίαν, ἀπό τε τῶν μερῶν ἐπὶ τὰ ὅλα ἀναγάγωμεν ἑαυτούς, τοσούτῳ πλέον τὴν ἕνωσιν τὴν ἀίδιον ὑπάρχουσαν εὑρίσκομεν, προηγουμένην τε αὐτὴν καὶ κυριωτέραν θεωροῦμεν καὶ περὶ ἑαυτὴν καὶ ἐν ἑαυτῇ ἔχουσαν τὴν ἑτερότητα καὶ τὸ πλῆθος. |
| Myst 1 19 (50) [70] | Ἐπὶ δέ γε τῶν θεῶν ἐν τῇ ἑνώσει πάντων ἐστὶν ἡ τάξις, τά τε πρῶτα καὶ δεύτερα αὐτῶν γένη καὶ τὰ περὶ αὐτὰ φυόμενα πολλὰ ἐν ἑνὶ τὰ ὅλα συνυφέστηκε, τό τε πᾶν ἐν αὐτοῖς ἐστι τὸ ἕν, ἀρχή τε καὶ μέσα καὶ τέλη κατ’ αὐτὸ τὸ ἓν συνυπάρχει· ὥστ’ ἐπί γε τούτων οὐδὲ χρὴ ζητεῖν πόθεν τὸ ἓν ἅπασιν ἐφήκει· αὐτὸ γὰρ ὅ τί ποτέ ἐστιν ἐν αὐτοῖς τὸ εἶναι, τοῦτο αὐτῶν ὑπάρχει τὸ ἕν· καὶ τὰ μὲν δεύτερα μένει κατὰ τὰ αὐτὰ ἐν τῷ ἑνὶ τῶν πρώτων, τὰ δὲ πρῶτα δίδωσι τοῖς δευτέροις τὴν ἀφ’ ἑαυτῶν ἕνωσιν, πάντα δ’ ἐν ἀλλήλοις κοινωνίαν ἔχει τῆς ἀδιαλύτου συμπλοκῆς. Ἀπὸ δὲ ταύτης τῆς αἰτίας καὶ τοῖς αἰσθητοῖς θεοῖς σώματα ἔχουσιν οἱ παντελῶς ἀσώματοι θεοὶ συνήνωνται. Οἵ τε γὰρ ἐμφανεῖς θεοὶ σωμάτων εἰσὶν ἔξω, καὶ διὰ τοῦτό εἰσιν ἐν τῷ νοητῷ, καὶ οἱ νοητοὶ διὰ τὴν ἄπειρον αὐτῶν ἕνωσιν περιέχουσιν ἐν ἑαυτοῖς τοὺς ἐμφανεῖς, ἀμφότεροί τε κατὰ κοινὴν ἕνωσιν καὶ μίαν ἐνέργειαν ἵστανται ὡσαύτως. Καὶ τοῦτο τῆς τῶν θεῶν αἰτίας καὶ διακοσμήσεώς ἐστιν ἐξαίρετον, διόπερ ἄνωθεν μέχρι τοῦ τέλους τῆς θείας τάξεως ἡ αὐτὴ διήκει πάντων ἕνωσις. Εἰ δὴ τοῦτο ἄξιον ἀμφισβητεῖν· τοὐναντίον γὰρ ἂν ἦν θαυμαστόν, εἰ μὴ οὕτως εἶχεν. Καὶ περὶ μὲν τῆς συναφῆς τῶν αἰσθητῶν θεῶν ἱδρυμένων πρὸς τοὺς νοητοὺς θεοὺς τοσαῦτα εἰρήσθω· τὸ δὲ μετὰ τοῦτο τὰς αὐτὰς ἐρωτήσεις ἐπαναλαμβάνεις αὖθις, περὶ ὧν ἤρκει μὲν τὰ προειρημένα ἀρτίως εἰς διάλυσιν ὧν ἐπεζήτησας. |
| Myst 1 20 [55] | Ἀλλ’ ἐπεὶ δεῖ τὰ καλά, ὥς φασι, πολλάκις λέγειν τε καὶ ἐπισκοπεῖν, οὐδ’ ἡμεῖς ὑπερβησόμεθα ταῦτα ὡς ἤδη τετυχηκότες ἱκανῆς ἀποκρίσεως· τρίβοντες δὲ αὐτὰ πολλάκις διὰ τῶν λόγων, τάχα ἂν ἐξ ἁπάντων τέλειόν τι καὶ μέγα ἀγαθὸν εἰς ἐπιστήμην κτησαίμεθα. Ἀπορεῖς γὰρ δὴ τί τὸ διακρῖνόν ἐστι τοὺς δαίμονας ἀπό τε τῶν ἐμφανῶν καὶ τῶν ἀφανῶν θεῶν, ἀφανεῖς μέν, συνημμένων δὲ τῶν ἐμφανῶν θεῶν τοῖς ἀφανέσιν. Ἐγὼ δὲ ἀπ’ αὐτοῦ τοῦδε πρώτου ἀρχόμενος τὸ διάφορον αὐτῶν παραδεικνύω. Διότι γὰρ οἱ μέν εἰσι συνημμένοι πρὸς τοὺς νοητοὺς θεοὺς καὶ αὐτὴν τὴν ἰδέαν πρὸς αὐτοὺς ἔχοντες, οἱ δὲ πόρρωθεν αὐτῶν ἀφεστηκότες κατὰ τὴν οὐσίαν καὶ μόλις δι’ ὁμοιότητος αὐτοῖς ἀπεικαζόμενοι, διὰ τοῦτο δὴ κεχωρισμένοι τῶν ἐμφανῶν θεῶν εἰσι δαίμονες. Τῶν δ’ ἀφανῶν θεῶν διεστήκασι κατ’ αὐτὴν τὴν τοῦ ἀφανοῦς διαφοράν· οἱ μὲν γὰρ δαίμονες ἀόρατοί τέ εἰσι καὶ οὐδαμῶς αἰσθήσει περιληπτοί, οἱ δὲ καὶ λόγου γνώσεως καὶ νοήσεως ἐνύλου προέχουσι· καὶ διότι τούτοις εἰσὶν ἄγνωστοι καὶ ἀφανεῖς, οὕτως ἐπονομάζονται πολὺ διαφερόντως ἢ ὡς ἐπὶ τῶν δαιμόνων λέγεται τὸ ἀφανές. Τί οὖν; τῶν ἐμφανῶν θεῶν ἀφανεῖς ὄντες ἔχουσι κρεῖττον καθ’ ὅσον εἰσὶν ἀφανεῖς; οὐ μὲν οὖν· τὸ γὰρ θεῖον, ὅπου ποτ’ ἂν ᾖ καὶ ἥντιν’ ἂν ἔχῃ λῆξιν, τὴν αὐτὴν ἔχει δύναμιν καὶ ἐπικράτειαν τῶν ὑποτεταγμένων ὅλων. Οὐκοῦν κἂν ἐμφανὲς ᾖ, τῶν ἀφανῶν ὡσαύτως ἐπάρχει δαιμόνων, κἂν παρὰ γῆν ὑπάρχῃ, τῶν ἀερίων βασιλεύει δαιμόνων. Οὐ γὰρ ὁ τόπος ὁ δεχόμενος οὐδ’ ἡ τοῦ κόσμου μερὶς ποιεῖ τινα μεταβολὴν εἰς τὴν τῶν θεῶν ἀρχήν· μένει δ’ ἡ αὐτὴ πανταχοῦ τῶν θεῶν ὅλη ἡ οὐσία ἀδιαίρετός τε καὶ ἀναλλοίωτος, ἣν σέβει πάντα ὁμοίως τὰ ὑποδεέστερα τῇ κατὰ φύσιν τάξει. Ἀπὸ δὲ τῆς αὐτῆς ἀφορμῆς ἐπιόντες καὶ ἄλλην εὑρίσκομεν αὐτῶν διαφοράν. Οἱ μὲν γὰρ ἐμφανεῖς τε καὶ ἀφανεῖς θεοὶ τὴν ὅλην ἐν ἑαυτοῖς συνειλήφασι κυβέρνησιν τῶν ὄντων κατὰ πάντα τε τὸν οὐρανὸν καὶ κόσμον καὶ κατὰ τὰς ἀφανεῖς ἐν τῷ παντὶ δυνάμεις ὅλας· οἱ δὲ τὴν δαιμονίαν ἐπιστασίαν διαλαχόντες, μοίρας τινὰς μεριστὰς τοῦ κόσμου κατατεινάμενοι, ταύτας κατευθύνουσιν, ἔχουσί τε καὶ αὐτοὶ μεριστὸν τὸ τῆς οὐσίας εἶδος καὶ δυνάμεως. Καὶ ἔτι συμφυεῖς πώς εἰσι καὶ ἀχώριστοι τῶν ὑφ’ ἑαυτῶν διοικουμένων· οἱ δὲ θεοί, κἂν σωμάτων ἐπιβαίνωσι, παντελῶς εἰσιν ἀπ’ αὐτῶν κεχωρισμένοι. Οὐ τὸ σωμάτων οὖν ἐπιμελεῖσθαι φέρει τινὰ ἐλάττωσιν οἷς ὑπηρετεῖ τὸ σῶμα, καὶ συνέχεται ὑπὸ τοῦ κρείττονος καὶ ἐπέστραπται πρὸς αὐτὸ καὶ οὐδὲν ἐμπόδιον αὐτῷ παρέχει· ἀλλὰ τὸ τῇ γενεσιουργῷ φύσει προσκεῖσθαι καὶ μερίζεσθαι παρ’ αὐτὴν ἐξ ἀνάγκης καταδεεστέραν μοῖραν δίδωσι τοῖς δαίμοσιν· ὅλως δὲ τὸ μὲν θεῖόν ἐστιν ἡγεμονικὸν καὶ προϊστάμενον τῆς ἐν τοῖς οὖσι διατάξεως, διακονικὸν δὲ τὸ δαιμόνιον καὶ παραδεχόμενον ἅπερ ἂν παραγγείλωσιν οἱ θεοὶ προθύμως, αὐτουργίᾳ τε χρώμενον περὶ ὧν οἱ θεοὶ νοοῦσί τε καὶ βούλονται καὶ ἐπιτάττουσιν. |
| Myst 1 20 (50) [5] | Τοιγαροῦν οἱ θεοὶ τῶν ῥεπουσῶν εἰς τὴν γένεσιν δυνάμεών εἰσιν ἀπηλλαγμένοι· δαίμονες δὲ τούτων οὐ πάντῃ καθαρεύουσιν. Τοσαῦτα δὴ οὖν περὶ τῆσδε τῆς κρίσεως προσεθήκαμεν καὶ οἰόμεθα ἀπ’ ἀμφοτέρων, τῶν τε ἔμπροσθεν καὶ τῶν νῦν ἐφόδων, γνωριμωτέραν αὐτὴν καθεστηκέναι. Ἣν δὲ σὺ ἀναιρεῖς διαίρεσιν τὴν τοῦ ἐμπαθοῦς ἀπὸ τοῦ ἀπαθοῦς ἴσως μὲν ἄν τις παραιτήσαιτο, ὡς οὐδετέρῳ τῶν κρειττόνων γενῶν ἐφαρμόζουσαν, δι’ ἃς ἔμπροσθεν εἰρήκαμεν αἰτίας· οὐ μὴν διὰ τοῦτό γε αὐτὴν ἀνατρέπειν ἄξιον, διότι ἐξήλεγκται ἐκ τῶν ὡς ἐμπαθεῖς ὄντας δρωμένων. |
| Myst 1 21 [35] | Ποία γὰρ ἁγιστεία καὶ κατὰ νόμους ἱερατικοὺς θεραπεία δρωμένη διὰ πάθους γίγνεται, ἢ παθῶν τινα ἀποπλήρωσιν ἐμποιεῖ; οὐχ αὕτη μὲν κατὰ θεσμοὺς θεῶν νοερῶς τε κατ’ ἀρχὰς ἐνομοθετήθη; μιμεῖται δὲ τὴν τῶν θεῶν τάξιν, τήν τε νοητὴν καὶ τὴν ἐν οὐρανῷ. Ἔχει δὲ μέτρα τῶν ὄντων ἀίδια καὶ ἐνθήματα θαυμαστά, οἷα ἀπὸ τοῦ δημιουργοῦ καὶ πατρὸς τῶν ὅλων δεῦρο καταπεμφθέντα, οἷς καὶ τὰ μὲν ἄφθεγκτα διὰ συμβόλων ἀπορρήτων ἐκφωνεῖται, τὰ δὲ ἀνειδέα κρατεῖται ἐν εἴδεσι, τὰ δὲ πάσης εἰκόνος κρείττονα δι’ εἰκόνων ἀποτυποῦται, πάντα δὲ διὰ θείας αἰτίας μόνης ἐπιτελεῖται, ἥτις τοσοῦτον κεχώρισται τῶν παθῶν, ὥστε μηδὲ λόγον αὐτῆς δυνατὸν εἶναι ἐφάπτεσθαι. Σχεδὸν οὖν καὶ τοῦτο αἴτιον γέγονε τῆς ἐπὶ τὰ πάθη τῶν ἐπινοιῶν παρατροπῆς. Ἀδύνατοι γὰρ ὄντες αὐτῶν οἱ ἄνθρωποι λογισμῷ τὴν γνῶσιν ἐπιλαβεῖν νομίζοντες δ’ εἶναι δυνατὸν φέρονται ὅλοι πρὸς τὰ οἰκεῖα ἑαυτῶν τὰ ἀνθρώπινα πάθη, καὶ ἀπὸ τῶν παρ’ ἑαυτοῖς τὰ θεῖα τεκμαίρονται. Διαμαρτάνουσι τοίνυν αὐτῶν διχῆ, καὶ διότι τῶν θείων ἀποπίπτουσι καὶ διότι τούτων ἀποτυγχάνοντες ἐπὶ τὰ ἀνθρώπινα αὐτὰ πάθη καθέλκουσιν. Ἐχρῆν δέ γε καὶ τῶν ὡσαύτως δρωμένων πρὸς θεοὺς καὶ ἀνθρώπους, οἷον προκυλίσεων προσκυνήσεων δωρεῶν ἀπαρχῶν, μὴ τὸν αὐτὸν ὑπολαμβάνειν τρόπον ἐπ’ ἀμφοτέρων, κατὰ δὲ τὴν ἐπὶ τὰ τιμιώτερα διαφορὰν χωρὶς τιθέναι ἑκάτερα, καὶ τὰ μὲν ὡς θεῖα ἀποσεμνύνειν, τὰ δ’ ὡς ἀνθρώπινα ἡγεῖσθαι εὐκαταφρόνητα, καὶ τῶν μὲν πάθει διδόναι τὴν ἀπεργασίαν τῶν τε ποιούντων καὶ πρὸς οὓς γίγνονται (ἀνθρώπινα γάρ ἐστι καὶ σωματοειδῆ), τῶν δὲ διὰ θαύματος ἀτρέπτου καὶ σεμνῆς καταστάσεως νοερᾶς τε χαρᾶς καὶ βεβαίας γνώμης ἀπεργαζομένων τιμᾶν διαφερόντως τὴν ἐνέργειαν, ἐπειδὴ τοῖς θεοῖς ἀνατίθεται. Δεῖ δὲ δὴ καὶ τοῦτο προσαποδειχθῆναί σοι, δαίμων ἥρωος καὶ ψυχῆς τίνι κατ’ οὐσίαν διαφέρει ἢ κατὰ δύναμιν ἢ ἐνέργειαν. |
| Myst 2 1 [5] | Λέγω τοίνυν δαίμονας μὲν κατὰ τὰς γεννητικὰς καὶ δημιουργικὰς τῶν θεῶν δυνάμεις ἐν τῇ πορρωτάτω τῆς προόδου ἀποτελευτήσει καὶ τῶν ἐσχάτων διαμερισμῶν παράγεσθαι, ἥρωας δὲ κατὰ τοὺς τῆς ζωῆς ἐν τοῖς θείοις λόγους, καὶ τὰ πρῶτα καὶ τέλεια μέτρα τῶν ψυχῶν ἀποτελευτᾶν ἀπ’ αὐτῶν καὶ ἀπομερίζεσθαι. Γενομένους δ’ οὕτως ἀπὸ τῶν ἑτέρων αἰτίων καὶ αὐτὴν ἔχειν τὴν οὐσίαν παραλλάττουσαν· ἀπεργαστικὴν μὲν εἶναι τὴν τῶν δαιμόνων καὶ τελεσιουργὸν τῶν περικοσμίων φύσεων καὶ ἀποπληρωτικὴν τῆς καθ’ ἕκαστον τῶν γιγνομένων ἐπιστασίας, ζωτικὴν 〈δὲ〉 καὶ λογικὴν καὶ ψυχῶν ἡγεμονικὴν ὑπάρχειν τὴν τῶν ἡρώων. Δυνάμεις τε τοῖς μὲν δαίμοσι γονίμους, ἐπιστατικάς τε τῆς φύσεως καὶ τοῦ συνδέσμου τῶν ψυχῶν εἰς τὰ σώματα ἀφοριστέον· τοῖς δ’ ἥρωσι ζωοποιούς, ἡγεμονικὰς τῶν ἀνθρώπων, γενέσεως ἀπολελυμένας ἀπονέμειν ἄξιον. Ἑπομένως δὲ καὶ τὰς ἐνεργείας αὐτῶν διοριστέον· καὶ μᾶλλον μὲν περικοσμίους θετέον τὰς τῶν δαιμόνων, καὶ διατεινούσας ἐπὶ πλεῖον ἐν τοῖς ἀποτελουμένοις ὑφ’ ἑαυτῶν, τὰς δὲ τῶν ἡρώων καὶ ἐπ’ ἔλαττον μὲν διηκούσας, παρὰ δὲ τὴν τῶν ψυχῶν διάταξιν ἐπιστρεφομένας. |
| Myst 2 2 [35] | Οὕτω δὴ οὖν διωρισμένων δευτέρα καταλήγουσα πρὸς τὸ τέλος τῶν θείων τάξεων καὶ ἀπὸ τῶν δύο τούτων γενῶν μοίρας τινὰς δυνάμεων διακληρωσαμένη μεριστάς, προσθήκαις τε ἄλλαις περιττοτέραις πλεονάζουσα ἀφ’ ἑαυτῆς, καὶ ἄλλοτε ἄλλα εἴδη καὶ λόγους ἐξ ἑτέρων ἑτέρους βίους τε ἄλλους ἄλλοτε προβάλλουσα, καθ’ ἑκάστην τε χώραν τοῦ κόσμου ποικίλαις ζωαῖς καὶ ἰδέαις χρωμένη, συμφυομένη τε οἷς ἂν ἐθέλῃ, καὶ ἀφ’ ὧν ἂν βούληται ἀναχωροῦσα, ὁμοιουμένη τοῖς πᾶσι καὶ δι’ ἑτερότητος ἀπ’ αὐτῶν διϊσταμένη, λόγους τε προχειρίζουσα συγγενεῖς τοῖς οὖσι καὶ γιγνομένοις, θεοῖς τε συνάπτουσα ἑαυτὴν κατ’ ἄλλας ἁρμονίας οὐσιῶν καὶ δυνάμεων ἢ καθ’ οἵας δαίμονές τε καὶ ἥρωες πρὸς αὐτοὺς συνεπλέκοντο· καὶ τὸ μὲν ἀίδιον τῆς ὁμοίας ζωῆς καὶ ἐνεργείας παρ’ ἔλαττον ἐκείνων ἔχουσα, διὰ δὲ τὴν τῶν θεῶν βούλησιν ἀγαθὴν καὶ τὴν ἀπ’ αὐτῶν ἐνδιδομένην φωτὸς ἔλλαμψιν πολλάκις καὶ ἀνωτέρω χωροῦσα, ἐπὶ μείζονά τε τάξιν τὴν ἀγγελικὴν ἀναγομένη. Ὅτε δὴ οὐκέτι τοῖς τῆς ψυχῆς ὅροις ἀναμένει, τὸ δ’ ὅλον τοῦτο εἰς ἀγγελικὴν ψυχὴν καὶ ἄχραντον τελειοῦται ζωήν. Ὅθεν δὴ καὶ δοκεῖ παντοδαπὰς οὐσίας καὶ ἐνεργείας λόγους τε παντοίους καὶ εἴδη τὰ ὅλα παρέχειν ἐν ἑαυτῇ ἡ ψυχή. Τὸ δ’ εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὥρισται μὲν ἀεὶ καθ’ ἕν τι, κοινοῦσα δ’ ἑαυτὴν τοῖς προηγουμένοις αἰτίοις ἄλλοτε ἄλλοις συντάττεται. Τοσαύτης οὖν οὔσης καθόλου διαφορᾶς ἐν αὐτοῖς, οὐκέτι δεῖ ἀμφισβητεῖν τί δήποτε ἐν αὐτοῖς ἐστι τὸ παραλλάττον· ᾗπερ δὴ ἔχει φύσεως ταῦτα ἕκαστα, ταύτῃ διακριτέον ταῦτα ἀπ’ ἀλλήλων· καὶ καθ’ ὅσον δύναται σύνοδον ποιεῖσθαι μίαν, κατὰ τοσοῦτον τὴν κοινωνίαν αὐτῶν θεωρητέον· οὕτω γὰρ ἄν τις αὐτῶν δυνηθείη ἀψευδῶς περιλαβεῖν καὶ διορίσαι χωρὶς τὴν ἔννοιαν. Ἀλλ’ ἐπὶ τὰς ἐπιφανείας αὐτῶν βαδιοῦμαι. |
| Myst 2 3 [45] | Τί δήποτε ἔχουσι τὸ διάφορον; ἐπιζητεῖς γὰρ τί τὸ γνώρισμα θεοῦ παρουσίας ἢ ἀγγέλου ἢ ἀρχαγγέλου ἢ δαίμονος ἤ τινος ἄρχοντος ἢ ψυχῆς. Ἑνὶ μὲν οὖν λόγῳ ταῖς οὐσίαις αὐτῶν καὶ δυνάμεσι καὶ ἐνεργείαις τὰς ἐπιφανείας ἀφορίζομαι εἶναι ὁμολογουμένας· οἷοι γάρ ποτέ εἰσι, τοιοῦτοι καὶ τοῖς ἐπικαλουμένοις ἐπιφαίνονται, ἐνεργείας τε ἀναφαίνουσι, καὶ ἰδέας ἑαυτοῖς συμφώνους καὶ γνωρίσματα ἑαυτῶν τὰ οἰκεῖα ἐπιδεικνύουσιν. Ὡς δὲ καθ’ ἕκαστον διορίσασθαι, μονοειδῆ μέν ἐστι φάσματα τὰ τῶν θεῶν, τὰ δὲ τῶν δαιμόνων ποικίλα, τὰ δὲ τῶν ἀγγέλων ἁπλούστερα μὲν ἢ κατὰ τοὺς δαίμονας, τῶν δὲ θείων ὑποδεέστερα, τὰ δὲ τῶν ἀρχαγγέλων μᾶλλόν τι τοῖς θείοις αἰτίοις συνεγγίζοντα, τὰ δὲ τῶν ἀρχόντων, εἰ μέν σοι δοκοῦσιν οὗτοι εἶναι οἱ κοσμοκράτορες οἱ τὰ ὑπὸ σελήνην στοιχεῖα διοικοῦντες, ἔσται ποικίλα μέν, ἐν τάξει δὲ διακεκοσμημένα, εἰ δ’ οἱ τῆς ὕλης προεστηκότες, ἔσται ποικιλώτερα μέν, ἀτελέστερα δὲ τούτων μᾶλλον· τὰ δὲ τῶν ψυχῶν παντοδαπὰ φαίνεται. Καὶ τὰ μὲν τῶν θεῶν χρηστὰ τῇ ὄψει ἐλλάμπει, τὰ δὲ τῶν ἀρχαγγέλων βλοσυρὰ ἅμα καὶ ἥμερα, πραότερα δὲ τῶν ἀγγέλων, τὰ δὲ τῶν δαιμόνων φοβερά· τὰ δὲ τῶν ἡρώων, καὶ εἰ παραλέλειπται ἐν τῇ ἐρωτήσει, τυγχνανέτω τῆς ἀληθείας γε ἕνεκα ἀποκρίσεως, ὅτι δὴ τῶν δαιμονίων ἐστὶν ἡμερώτερα· τὰ δὲ τῶν ἀρχόντων καταπληκτικὰ μέν ἐστιν, εἰ περὶ τὸν κόσμον ἐνεξουσιάζουσι, βλαβερὰ δὲ τοῖς ὁρῶσι καὶ λυπηρά, εἴπερ εἰσὶν ἔνυλοι· τὰ δὲ τῶν ψυχῶν προσέοικε μέν τι τοῖς ἡρωϊκοῖς, πλήν ἐστί γε αὐτῶν ὑποδεέστερα. Πάλιν τοίνυν τὰ μὲν τῶν θεῶν ἐστι παντελῶς ἀμετάβλητα κατά τε μέγεθος καὶ μορφὴν καὶ σχῆμα καὶ κατὰ πάντα τὰ περὶ αὐτοὺς ὄντα· τὰ δὲ τῶν ἀρχαγγέλων, πλησιάζοντα τοῖς τῶν θεῶν, ἀπολείπεται αὐτῶν τῆς ταὐτότητος· τὰ δὲ τῶν ἀγγέλων καὶ τούτων ἐστὶν ὑποδεέστερα, ἀμετάβλητα δέ· τὰ τῶν δαιμόνων ἰνδάλλεται ἄλλοτε ἐπ’ ἄλλης ὁρώμενα μορφῆς, καὶ μεγάλα καὶ μικρὰ τὰ αὐτὰ φαινόμενα. Καὶ δὴ καὶ τὰ τῶν ἀρχόντων, ὅσα μέν ἐστιν ἡγεμονικά, ἀναλλοίωτα ὑπάρχει, τὰ δ’ ἔνυλα ἀλλοιοῦται πολυειδῶς· τὰ δὲ τῶν ἡρώων προσέοικε τοῖς τῶν δαιμόνων, τὰ δ’ αὖ τῶν ψυχῶν τῆς δαιμονίας μεταβολῆς οὐκ ὀλίγον μέρος ὑφίησιν. Ἔτι τοίνυν τάξις καὶ ἠρεμία τοῖς θεοῖς προσήκει, τοῖς δὲ τῶν ἀρχαγγέλων δραστήριον τὸ τῆς τάξεως καὶ ἠρεμίας ὑπάρχει, τοῖς δὲ ἀγγέλοις οὐκ ἀπηλλαγμένον ἤδη κινήσεως τὸ διακεκοσμημένον καὶ ἡσυχαῖον πάρεστι, ταραχὴ δὲ καὶ ἀταξία τοῖς δαιμονίοις φάσμασι συνακολουθεῖ, τοῖς δὲ τῶν ἀρχόντων κατὰ δόξαν ἑκατέραν ὧν προείπομεν ὁμολογούμενα συνέπεται τὰ ὁράματα, θορυβώδη μὲν φερόμενα τὰ ἔνυλα, τὰ δ’ ἡγεμονικὰ μονίμως ἑστῶτα ἐν αὐτοῖς, τὰ δὲ τῶν ἡρώων ἠπειγμένα τῇ κινήσει καὶ μεταβολῆς οὐκ ἄμοιρα, τὰ δὲ τῶν ψυχῶν προσεοικότα μέν τι τοῖς ἡρωϊκοῖς, ἐλάττονα δ’ ὅμως ὄντα καὶ τούτων. |
| Myst 2 3 (50) [10] | Πρὸς δὴ τούτοις τοῖς ἰδιώμασι τὰ μὲν θεῖα κάλλος οἷον ἀμήχανον ἀπαστράπτει, θαύματι μὲν κατέχον τοὺς ὁρῶντας, θεσπεσίαν δ’ εὐφροσύνην παρεχόμενον, ἀρρήτῳ δὲ τῇ συμμετρίᾳ ἀναφαινόμενον, ἐξῃρημένον δ’ ἀπὸ τῶν ἄλλων εἰδῶν τῆς εὐπρεπείας. Τὰ δὲ τῶν ἀρχαγγέλων μακάρια θεάματα μέγιστον μὲν ἔχει καὶ αὐτὰ τὸ κάλλος, οὐ μὴν ἔτι γ’ ὁμοίως ἄρρητον καὶ θαυμαστὸν ὥσπερ τὸ θεῖον· τὰ δὲ τῶν ἀγγέλων μεριστῶς ἤδη διαιρεῖ τὸ καλὸν ὅπερ ἀπὸ τῶν ἀρχαγγέλων παραδέχεται. Τὰ δαιμόνια δὲ καὶ τὰ ἡρωϊκὰ αὐτοπτικὰ πνεύματα ἐν εἴδεσι μὲν ὡρισμένοις ἔχει τὸ κάλλος ἀμφότερα, οὐ μὴν ἀλλὰ τὸ μὲν ἐν λόγοις τοῖς τὴν οὐσίαν ἀφορίζουσι διακοσμηθέν ἐστι δαιμόνιον, τὸ δ’ ἐπιδεικνύμενον τὴν ἀνδρίαν ἡρωϊκόν. Τὰ δὲ τῶν ἀρχόντων διχῆ διῃρήσθω· τὰ μὲν γὰρ ἡγεμονικὸν κάλλος καὶ αὐτοφυὲς ἐπιδείκνυσι, τὰ δ’ εὐμορφίαν πεπλασμένην καὶ ἐπισκευαστὴν ἐμφαίνει. Τὰ δὲ τῶν ψυχῶν ἐν λόγοις μὲν καὶ αὐτὰ διακεκόσμηται πεπερασμένοις, διῃρημένοις δὲ μᾶλλον τῶν ἐν τοῖς ἥρωσι καὶ περιειλημμένοις μεριστῶς καὶ κρατουμένοις ὑφ’ ἑνὸς εἴδους. Εἰ δὲ δεῖ κατὰ πάντων κοινῶς ἀφορίσασθαι, φημὶ τῶν ὅλων ὥσπερ ἕκαστα διατέτακται καὶ ὡς ἔχει τῆς οἰκείας φύσεως, οὕτω καὶ τοῦ κάλλους αὐτὰ κατὰ τὴν ὑπάρχουσαν διακλήρωσιν μετειληχέναι. Ἐπ’ ἄλλα τοίνυν ἰδιώματα αὐτῶν μετιόντες λέγωμεν ὡς ὀξύτης ἐν ταῖς ἐνεργείαις παρὰ μὲν τοῖς θεοῖς καὶ αὐτοῦ τοῦ νοῦ ταχυτέρα διαλάμπει, καίτοι ἀκίνητοί τε ἐν αὐτοῖς καὶ σταθεραί εἰσιν αὗται· παρὰ δὲ τοῖς ἀρχαγγέλοις σύμμικτοί πώς εἰσιν αἱ ταχυτῆτες αὐτῶν δραστηρίοις ἐνεργείαις· αἱ δὲ τῶν ἀγγέλων ἐφάπτονταί τινος ἤδη κινήσεως, καὶ τὸ ἅμα τῷ λέγειν ἀποτελεστικὸν οὐκέτι ὁμοίως προσειλήφασι· παρὰ δὲ τοῖς δαίμοσι φαντασία πλείων ἐστὶ τῆς ἀληθείας τοῦ τάχους τῶν ἔργων. |
| Myst 2 4 [45] | Ἐν δὲ τοῖς ἡρωϊκοῖς μεγαλοπρέπεια μέν τις ἐν ταῖς κινήσεσι διαφαίνεται, τὸ δ’ ἀποτελεστικὸν ὧν ἐφίενται ἐνεργεῖν οὐχ οὕτω ταχέως ὥσπερ τοῖς δαίμοσι πάρεστιν. Ἐν δὲ τοῖς τῶν ἀρχόντων ἀξιόλογα μὲν τὰ πρῶτα καὶ ἐξουσιαστικὰ ἐνεργήματα καταφαίνεται, τὰ δεύτερα δὲ ἔμφασιν μὲν ἔχει πλείονα, τοῦ δ’ ἐπὶ τῶν πράξεων τέλους ἀπολείπεται· τὰ δ’ ἐπὶ τῶν ψυχῶν κεκινημένα μᾶλλον, ἀσθενέστερα δὲ τῶν ἡρωϊκῶν ὁρᾶται. Πρὸς δὲ τούτοις τὸ μέγεθος τῶν ἐπιφανειῶν παρὰ μὲν τοῖς θεοῖς τοσοῦτον ἐπιδείκνυται ὡς καὶ τὸν οὐρανὸν ὅλον ἐνίοτε ἀποκρύπτειν καὶ τὸν ἥλιον καὶ τὴν σελήνην, τήν τε γῆν μηκέτι δύνασθαι ἑστάναι αὐτῶν κατιόντων· ἀρχαγγέλων δ’ ἐκφαινομένων μοῖραι μέν τινες συγκινοῦνται τοῦ κόσμου καὶ πρόδρομον φῶς προηγεῖται διῃρημένον, αὐτοὶ δὲ κατὰ μεγέθη τῆς ἡγεμονίας σύμμετρον ἐπιδεικνύουσι καὶ τὸ τῆς αὐγῆς μέγεθος. Τούτου δ’ ἔλαττόν ἐστι τὸ ἀγγελικὸν μικρότητί τε καὶ τῷ κατ’ ἀριθμὸν διῃρῆσθαι, ἐπὶ δ’ αὖ τῶν δαιμόνων διῃρημένον τε ἔτι μᾶλλον καὶ οὐκ ἴσον ἀεὶ αὐτῶν θεωρεῖται τὸ μέγεθος. Τὸ δ’ ἡρωϊκὸν τούτου φαινόμενον ἔλαττον μεγαλοφροσύνην τῆς καταστάσεως ἐμφαίνει πλείονα. Τῶν δ’ ἀρχόντων ὅσα μὲν εἴδη περικόσμια προηγεῖται, μεγάλα καὶ ὑπέρογκα φαίνεται, τὰ δὲ περὶ τὴν ὕλην μεριζόμενα τύφῳ καὶ ἀλαζονείᾳ πλείονι χρῆται. Τὰ δὲ τῶν ψυχῶν οὐκ ἴσα μὲν ὁρᾶται πάντα, σμικρότερα δ’ ἢ τὰ τῶν ἡρώων διαφαίνεται. Ὅλως δὲ κατὰ τὰ μεγέθη τῶν ἐν ἑκάστοις τοῖς γένεσι δυνάμεων καὶ κατὰ τὸ πλῆθος τῆς ἀρχῆς δι’ ἧς διατείνουσι καὶ ᾗ ἐνεξουσιάζουσιν, ἀνὰ τὸν αὐτὸν λόγον καὶ τὰ μεγέθη τῶν ἐπιφανειῶν οἰκείως ἐν ἑκάστοις πάρεστιν. Μετὰ δὴ τούτων καὶ τὴν ἐνάργειαν τῶν αὐτοφανῶν ἀγαλμάτων ἀφορισώμεθα. Οὐκοῦν ἐν μὲν ταῖς τῶν θεῶν αὐτοψίαις ἐναργέστερα καὶ αὐτῆς τῆς ἀληθείας ὁρᾶται τὰ θεάματα, ἀκριβῶς τε διαλάμπει καὶ διηρθρωμένα λαμπρῶς ἐκφαίνεται· τὰ δὲ τῶν ἀρχαγγέλων ἀληθινὰ καὶ τέλεια θεωρεῖται· τὰ δὲ τῶν ἀγγέλων διασώζει μὲν τὸ αὐτὸ εἶδος, πλὴν ὑφίησί τι τῆς γνωριστικῆς ἀποπληρώσεως. Ἀμυδρὰ δὲ τὰ τῶν δαιμόνων καὶ τούτων ὑποδεέστερα τὰ τῶν ἡρώων φαίνεται. |
| Myst 2 4 (50) [5] | Τὰ δὲ τῶν ἀρχόντων τὰ μὲν κοσμικὰ ἐναργῆ, τὰ δ’ ὑλικὰ ἀμυδρά, ἐξουσιαστικὰ δ’ ἀμφότερα ὁρᾶται· τὰ δὲ τῶν ψυχῶν σκιοειδῆ καταφαίνεται. Ὡσαύτως τοίνυν καὶ ἐπὶ τοῦ φωτός. Τὰ μὲν τῶν θεῶν ἀγάλματα φωτὸς πλέον ἀστράπτει· φωτὸς δ’ ὑπερφυοῦς ἐστι πλήρη τὰ τῶν ἀρχαγγέλων, φωτεινὰ δὲ τῶν ἀγγέλων. Δαίμονες δὲ θολῶδες διαφαίνουσι τὸ πῦρ, ἥρωες δὲ σύμμικτον ἀπὸ πλειόνων, ἄρχοντες δ’ οἱ μὲν κοσμικοὶ καὶ καθαρώτερον, οἱ δὲ τῆς ὕλης ἐξ ἀνομοίων καὶ ἐναντίων αὐτὸ συμμιγνύμενον ἐπιδεικνύουσιν· αἱ ψυχαὶ δ’ ἀπὸ πολλῶν τῶν ἐν τῇ γενέσει συγκράσεων ἀναπεπλησμένον αὐτὸ μεριστῶς ἔκδηλον ἀπεργάζονται. Κατὰ τὰ αὐτὰ δὲ τοῖς εἰρημένοις τὸ μὲν τῶν θεῶν πῦρ ἄτομον ἄφθεγκτον ἐκλάμπει, καὶ πληροῖ τὰ ὅλα βάθη τοῦ κόσμου πυρίως ἀλλ’ οὐ περικοσμίως. Τὸ δὲ τῶν ἀρχαγγέλων ἀμέριστον μέν, ἔχον δὲ περὶ ἑαυτὸ ἢ πρὸ ἑαυτοῦ προπομπεῦον ἢ μεθ’ ἑαυτὸ συνεπόμενον πολὺ πλῆθος θεωρεῖται. Τὸ δὲ τῶν ἀγγέλων διῃρημένον πῦρ πλὴν ἐν ταῖς γε τελειοτάταις ἰδέαις διαφαίνεται. Τὸ δὲ τῶν δαιμόνων μερισμοῦ τε ἔτι ἐπὶ βραχύτερον περιγράφεται, καὶ λόγῳ ῥητὸν ὑπάρχει, καὶ τῆς ὄψεως τῶν τὰ κρείττονα ὁρώντων οὐχ ὑπερέχει. Τὸ δὲ τῶν ἡρώων ἔχει μὲν τὰ αὐτὰ τρόπον γέ τινα, ἀπολείπεται δ’ ὅμως αὐτῶν τῆς ἄκρας ὁμοιώσεως. Καὶ μὴν τό γε τῶν ἀρχόντων ὅσον μὲν ὑψηλότερον αὐτοῦ διαφανέστερον θεωρεῖται, τὸ δ’ ἔνυλον σκοτωδέστερον· τὸ δ’ αὖ τῶν ψυχῶν πολυμερὲς μὲν καὶ πολυειδὲς ἐπιδείκνυται, σύμμικτον δ’ ἀπὸ πολλῶν τῶν περὶ τὸν κόσμον φύσεων. Καὶ μὴν τό γε τῶν θεῶν πάντῃ σταθερόν ἐστιν ἰδεῖν· τὸ δὲ τῶν ἀρχαγγέλων μέτοχον ἠρεμίας, τὸ δ’ αὖ τῶν ἀγγέλων μονίμως κινούμενον· ἄστατόν γε μὴν τὸ τῶν δαιμόνων, καὶ τὸ τῶν ἡρώων ἐπὶ πλέον ὀξύρροπον· τοῖς δ’ ἄρχουσιν ἠρεμαῖον μὲν τοῖς πρώτοις, ταραχῶδες δὲ τοῖς ὑστάτοις σύνεστι· ψυχαῖς δ’ ἐν κινήσεσι πολλαῖς μεταβαλλόμενον. Καὶ μὴν τό γε ἀποκαθαρτικὸν τῶν ψυχῶν τέλεον μέν ἐστιν ἐν τοῖς θεοῖς, ἐν δὲ τοῖς ἀρχαγγέλοις ἀναγωγόν· ἄγγελοι δὲ λύουσι μόνον τῶν δεσμῶν τῆς ὕλης, δαίμονες δ’ εἰς τὴν φύσιν καθέλκουσιν· ἥρωες δὲ κατάγουσιν εἰς τὴν ἐπιμέλειαν τῶν αἰσθητῶν ἔργων· ἄρχοντες δ’ ἤτοι τὴν προστασίαν τῶν περικοσμίων ἢ τὴν τῶν ἐνύλων ἐπιστασίαν ἐγχειρίζουσι, ψυχαὶ δ’ ἐπιφαινόμεναι κατατείνουσί πως ἐπὶ τὴν γένεσιν. |
| Myst 2 5 [5] | Καὶ μὴν καὶ τόδε σκόπει, τὸ καθαρὸν καὶ ἑδραῖον τῆς φαινομένης εἰκόνος, ὃ πᾶν μὲν ἀποδίδου τοῖς κρείττοσι γένεσιν, ἤδη δὲ τὸ μὲν ὑπέρλαμπρον αὐτοῦ καὶ ἐν αὑτῷ μονίμως ἱδρυμένον ἀπόνεμε τοῖς θεοῖς, τὸ δὲ λαμπρὸν ἑστηκός τε ὡς ἐν ἑτέρῳ δίδου τοῖς ἀρχαγγέλοις, τὸ δ’ ἐν ἑτέρῳ μένον τοῖς ἀγγέλοις. Ἐπὶ θάτερα τοίνυν ἀντιδιαίρει τὸ φερόμενον καὶ ἀνίδρυτον καὶ ἀναπεπλησμένον ἀλλοτρίων φύσεων, ὃ πᾶν ταῖς καταδεεστέραις ἐναρμόζει τάξεσιν. Ἀλλ’ ἤδη κατὰ τὴν διαφορὰν τῆς συμμίξεως διαιρείσθω καὶ τοῦτο. Τοῖς μὲν γὰρ δαίμοσιν ἀτμοὶ περικόσμιοι συμμίγνυνται καὶ φέρονται παρὰ τὴν τοῦ κόσμου κίνησιν ἀστάτως. Ἥρωσι δὲ γενεσιουργοὶ πνευμάτων συστάσεις ἀνακεράννυνται, περὶ ἃς καὶ αὐτοὶ συγκινοῦνται· ἄρχοντες δ’ οἱ μὲν τοῦ κόσμου μένουσιν ὡσαύτως τὸ κοσμικὸν ὅπερ εἶχον ἐμφαίνοντες, οἱ δὲ τῆς ὕλης ὑλικῶν ἰχώρων εἰσὶν ἀνάμεστοι· ψυχαὶ δὲ περισσῶν μολυσμῶν καὶ ἀλλοτρίων πνευμάτων ἀναπίμπλανται, μεθ’ ὧν καὶ ἐν ταῖς ἐπιφανείαις ἕκαστον τούτων τῶν γενῶν ἑαυτὸ ἐπιδείκνυσιν. Δεῖγμα δ’ ἔστω σοι οὐ μικρὸν καὶ τὸ δαπανητικὸν τῆς ὕλης ἀθρόως ἐπὶ θεῶν· ἐπὶ δὲ τῶν ἀρχαγγέλων τὸ κατὰ βραχὺ αὐτῆς ἀναλωτικόν, ἐπὶ δὲ τῶν ἀγγέλων τὸ λυτικὸν ἀπ’ αὐτῆς καὶ ἀπαγωγόν· ἐπὶ δὲ τῶν δαιμόνων τὸ διακοσμοῦν αὐτὴν ἐμμελῶς· ἐπὶ δ’ αὖ τῶν ἡρώων τὸ συναρμοζόμενον πρὸς αὐτὴν ἐν μέτροις τοῖς προσήκουσι καὶ ἐπιδεξίως αὐτῆς ἐπιμελούμενον. Ἄρχοντες δ’ οἱ μὲν τῶν κόσμων ἡγεμόνες παρίστανται αὐτῆς ὑπερέχοντες καὶ οὕτως ἑαυτοὺς ἐκφαίνουσιν, οἱ δ’ ἔνυλοι παντελῶς ἀναπεπλησμένους ἑαυτοὺς ἀπὸ τῆς ὕλης ἐπιδεικνύουσι· καὶ τῶν ψυχῶν αἱ μὲν καθαραὶ τῆς ὕλης ἐκτός, αἱ δ’ ἐναντίαι περιεχόμεναι ὑπ’ αὐτῆς ἐπιφαίνονται. Καὶ μὴν τά γε ἀπὸ τῶν ἐπιφανειῶν δῶρα οὔτε ἴσα ἐστὶ πάντα οὔτε καρποὺς ἔχει τοὺς αὐτούς· ἀλλ’ ἡ μὲν τῶν θεῶν παρουσία δίδωσιν ἡμῖν ὑγείαν σώματος, ψυχῆς ἀρετήν, νοῦ καθαρότητα καὶ πάντων, ὡς ἁπλῶς εἰπεῖν, τῶν ἐν ἡμῖν ἐπὶ τὰς οἰκείας ἀρχὰς ἀναγωγήν. |
| Myst 2 6 [25] | Καὶ τὸ μὲν ψυχρὸν ἐν ἡμῖν καὶ φθοροποιὸν ἀφανίζει, τὸ δὲ θερμὸν αὔξει καὶ δυνατώτερον καὶ ἐπικρατέστερον ἀπεργάζεται, ποιεῖ τε πάντα ἀναμετρεῖν τῇ ψυχῇ καὶ τῷ νῷ, νοητῇ τε ἁρμονίᾳ τὸ φῶς ἐλλάμπει, καὶ τὸ μὴ ὂν σῶμα ὡς σῶμα τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς διὰ τῶν τοῦ σώματος ἐπιδείκνυσιν· ἡ δὲ τῶν ἀρχαγγέλων τὰ αὐτὰ μὲν καὶ αὕτη παρέχει, πλὴν οὔτε ἀεὶ οὔτε ἐπὶ πάντων οὔτε διαρκῆ οὔτε τέλεια οὔτε ἀναφαίρετα τὰ ἀγαθὰ δίδωσι, τρόπῳ τε παρισωμένῳ τῆς ἐπιφανείας ἐπιλάμπει· ἡ δὲ τῶν ἀγγέλων ἔτι μεριστὰ μᾶλλον τὰ ἀγαθὰ δωρεῖται διῃρημένως, καὶ τὴν ἐνέργειαν δι’ ἧς ἐπιφαίνεται πολὺ λειπομένην ἔχει τοῦ συνειληφότος αὐτὴν ἐν ἑαυτῷ τελείου φωτός· ἡ δὲ τῶν δαιμόνων βαρεῖ μὲν τὸ σῶμα καὶ νόσοις κολάζει, καθέλκει δὲ καὶ τὴν ψυχὴν ἐπὶ τὴν φύσιν, σωμάτων δὲ καὶ τῆς συγγενοῦς τοῖς σώμασιν αἰσθήσεως οὐκ ἀφίστησι, τοὺς δ’ ἐπὶ τὸ πῦρ σπεύδοντας κατέχει περὶ τὸν τῇδε τόπον, τῶν δὲ τῆς εἱμαρμένης δεσμῶν οὐκ ἀπολύει· ἡ δὲ τῶν ἡρώων παραπλήσια μὲν ἔχει τὰ ἄλλα πρὸς τὴν τῶν δαιμόνων, ἰδιάζει δ’ ἐν τῷ καὶ πρὸς ἔργα τινὰ γενναῖα καὶ μεγάλα ἀνεγείρειν· ἡ δὲ τῶν ἀρχόντων αὐτοπτικὴ δεῖξις περικόσμια μὲν ἀγαθὰ τῶν περικοσμίων δίδωσι καὶ τὰ τοῦ βίου πάντα πράγματα, ὑλικὰ δὲ ἡ τῶν ὑλικῶν ὀρέγει καὶ ὅσα χθόνιά ἐστιν ἔργα· ἀλλὰ μὴν ἥ γε τῶν ψυχῶν θέα τῶν μὲν ἀχράντων καὶ ἐν ἀγγέλων τάξει ἱδρυμένων ἀναγωγός ἐστι καὶ ψυχῆς σωτήριος, ἐπ’ ἐλπίδι τε ἱερᾷ ἐκφαίνεται, καὶ ὧν ἡ ἐλπὶς ἡ ἱερὰ ἀντιποιεῖται ἀγαθῶν τούτων παρέχει τὴν δόσιν· ἡ δὲ τῶν ἑτέρων καταγωγὸς ἐπὶ τὴν γένεσιν ὑπάρχει, φθείρει τε τοὺς τῆς ἐλπίδος καρποὺς καὶ παθῶν πληροῖ προσηλούντων τοὺς θεωροῦντας τοῖς σώμασιν. Καὶ μὴν τῆς γε τάξεως, ἣν οἱ ὁρώμενοι ἔχουσι, γίγνεται ἐν ταῖς αὐτοψίαις ἐπίδειξις, τῶν μὲν θεῶν θεοὺς ἢ ἀγγέλους ἐχόντων περὶ ἑαυτούς, τῶν δ’ ἀρχαγγέλων προπομποὺς ἀγγέλους ἢ σὺν ἑαυτοῖς συντεταγμένους ἢ κατόπιν ἑπομένους ἢ ἄλλην τινὰ δορυφορίαν πολλὴν ἀγγέλων περὶ ἑαυτοὺς παραβαλλομένων, ἀγγέλων δὲ τὰ οἰκεῖα ἔργα τῆς τάξεως ἐφ’ ἧς ἐπιβεβήκασι συνεπιδεικνύντων, τῶν δ’ ἀγαθῶν δαιμόνων τὰ σφέτερα δημιουργήματα καὶ ἀγαθά, ἃ δωροῦνται, συνθεωρεῖσθαι παρεχόντων, τῶν δὲ τιμωρῶν δαιμόνων τὰ εἴδη τῶν τιμωριῶν ἐμφαινόντων, τῶν δ’ ἄλλων ὁπωσοῦν πονηρῶν θηρία τινὰ βλαβερὰ καὶ αἱμοβόρα καὶ ἄγρια περικειμένων, ἀρχόντων δὲ μοίρας τινὰς κοσμικὰς μεθ’ ἑαυτῶν ἐπιδεικνυόντων, τῶν δ’ ἄλλων ἀρχόντων τὴν ἀταξίαν καὶ πλημμέλειαν τῆς ὕλης ἐφελκομένων· ψυχῆς δὲ τῆς μὲν ὅλης καὶ ἐν οὐδενὶ τῶν κατὰ μέρος εἴδει κατεχομένης, πῦρ ὁρᾶται ἀνείδεον περὶ ὅλον τὸν κόσμον ἐνδεικνύμενον τὴν ὅλην καὶ μίαν καὶ ἄτομον καὶ ἀνείδεον τοῦ παντὸς ψυχήν· τῆς δ’ ἀποκεκαθαρμένης πύριος ὁ τύπος βλέπεται καὶ ἄχραντον καὶ ἀμιγὲς τὸ πῦρ, τό τε ἐγκραδιαῖον αὐτῆς φῶς καὶ τὸ εἶδος καθαρὸν καὶ ἑδραῖον ὁρᾶται, καὶ μετὰ τοῦ ἀναγωγοῦ ἡγεμόνος ἀκολουθεῖ τῇ ἀγαθῇ θελήσει χαίρουσα, καὶ αὐτὴ τὴν οἰκείαν ἑαυτῇ τάξιν ἐπὶ τῶν ἔργων ἐκφαίνουσα· ἡ δὲ κάτω νεύουσα δεσμῶν καὶ κολάσεων ἐπισύρεται σημεῖα, ὑλικῶν τε πνευμάτων βρίθει συστάσεσι, καὶ ταραχαῖς ὕλης ἀνωμάλοις κατέχεται, δαιμόνων τε γενεσιουργῶν ἐπιστασίας ὁρᾶται προστησαμένη πρὸ ἑαυτῆς. |
| Myst 2 7 [45] | Καὶ συλλήβδην φάναι, πάντα τὰ γένη ταῦτα τὰς οἰκείας τάξεις ἐπιδείκνυσιν ἅμα μεθ’ ἑαυτῶν· ἤδη τοίνυν καὶ τὰς χώρας ἃς εἰλήχασι καὶ τὰς λήξεις ἐν αἷς ἐνοικοῦσι παραδεικνύουσιν, ἀέριον μὲν πῦρ οἱ ἀέριοι, χθόνιον δὲ καὶ μελάντερον οἱ χθόνιοι, λαμπρότερον δ’ οἱ οὐράνιοι ἐπιδεικνύοντες· ἐν αὐτοῖς δὲ τούτοις τοῖς τρισὶν ὅροις τριπλᾶς τάξεις, ἀρχῆς καὶ μεσότητος καὶ τέλους, ὅλα τὰ γένη κατενείματο, τὰ μὲν τῶν θεῶν τὰ ἀκρότατα καὶ καθαρώτατα αἴτια τῆς τριπλῆς τάξεως ταύτης ἐπιδεικνύοντα, τὰ δὲ τῶν ἀρχαγγέλων 〈..., τὰ δὲ τῶν ἀγγέλων〉 ὡς ἐκδιδόμενα ἀπὸ τῶν ἀρχαγγέλων, ὑπηρετικὰ δὲ τούτοις τὰ τῶν δαιμόνων ἐπιφαινόμενα καὶ τὰ τῶν ἡρώων διακονικὰ ὡσαύτως, οὐ μέντοι κατὰ τὰς αὐτὰς ὑπηρεσίας τοῖς δαίμοσιν, ἀλλὰ καθ’ ἑτέρας αὐτῶν καὶ διαφερούσας· τὰ δὲ τῶν ἀρχόντων ὡς ἔχουσι τὴν ἐπιβάλλουσαν ἑαυτοῖς ἢ περὶ τὸν κόσμον ἢ τὴν ὕλην ἐπιστασίαν· τὰ δὲ τῶν ψυχῶν ὡς πάντα ἔσχατα τῶν κρειττόνων· ὅθεν δὴ καὶ τόπους μεθ’ ἑαυτῶν συμφαίνει τὰ πρῶτα τοὺς πρώτους καὶ τὰ δεύτερα τοὺς δευτέρους ἐν ἑκάστῳ τῶν τριῶν τούτων, καὶ τὰ ἄλλα ὡς ἕκαστα διατέτακται. |
| Myst 2 8 [15] | Καὶ μὴν τήν γε λεπτότητα τοῦ φωτὸς οἱ μὲν θεοὶ τοσαύτην ἐπιλάμπουσιν ὡς μὴ δύνασθαι χωρεῖν αὐτὴν τοὺς τοῦ σώματος ὀφθαλμούς, ἀλλὰ καὶ ταὐτὸ πάσχειν τῶν ἰχθύων τοῖς ἀπὸ θολερᾶς καὶ παχείας ὑγρότητος εἰς ἀέρα λεπτὸν καὶ διαφανῆ ἀνασπωμένοις. Καὶ γὰρ οἱ ἄνθρωποι οἱ θεωροὶ τοῦ θείου πυρός, οὐ δυνάμενοι τὴν λεπτότητα τοῦ θείου πυρὸς ἀναπνεῖν, ὀλιγοδρανοῦσιν, ὡς ἰδεῖν φαίνονται, καὶ τοῦ συμφύτου πνεύματος ἀποκλείονται. Ἀρχάγγελοι δ’ οὐκ ἀνεκτὴν μὲν εἰς τὸ ἀναπνεῖν οὐδ’ αὐτοὶ τὴν καθαρότητα ἀποστίλβουσιν, οὐ μὴν ὁμοίως γε ἀφόρητον τοῖς κρείττοσιν. Αἱ δὲ τῶν ἀγγέλων παρουσίαι φορητὴν τοῦ ἀέρος τὴν κρᾶσιν ἐπιτελοῦσιν, ὥστε δύνασθαι αὐτὴν καὶ τοῖς θεουργοῖς συνάπτεσθαι. Ἐπὶ δὲ τῶν δαιμόνων οὐδὲν ὁ ὅλος ἀὴρ συμπάσχει, οὐδ’ ὁ περὶ αὐτοὺς περικείμενος γίγνεται λεπτότερος, οὐδὲ φῶς προτρέχει εἰς ὅπερ προλαβὸν καὶ προκατασχὸν τὸν ἀέρα τὸ ἑαυτῶν εἶδος ἐκφαίνουσιν· οὐδὲ περὶ αὐτοὺς αὐγή τις περιλάμπει τὰ πανταχόθεν. Ἐπὶ δὲ τῶν ἡρώων γῆς μὲν μέρη τινὰ συγκινεῖται καὶ ψόφοι περιηχοῦσιν· ὁ δ’ ὅλος ἀὴρ οὐ γίγνεται λεπτότερος οὐδὲ ἀσύμμετρος τοῖς θεουργοῖς, ὥστε δύνασθαι αὐτὸν χωρεῖν. Ἐπὶ δὲ τῶν ἀρχόντων περιβολὴ μὲν πλειόνων φασμάτων περιθεῖ δυσανάσχετος, ἤτοι κοσμικὴ ἢ περίγειος, οὐ μὴν ὑπερκόσμιός γε λεπτότης οὐδ’ ἡ τῶν ἄκρων στοιχείων παραγίγνεται. Ταῖς δὲ ψυχικαῖς ἐπιφανείαις συγγενὴς μᾶλλόν ἐστιν ὁ φαινόμενος ἀήρ, καὶ δέχεται αὐτῶν τὴν περιγραφὴν ἐν ἑαυτῷ συνηρτημένος πρὸς αὐτάς. Τελευταῖον τοίνυν αἱ τῶν καλούντων τῆς ψυχῆς διαθέσεις ἐπὶ μὲν τῆς ἐπιφανείας τῶν θεῶν παθῶν ἐξηλλαγμένην καὶ ὑπερέχουσαν παραδέχονται τὴν τελειότητα ἐνέργειάν τε κρείττονα παντελῶς, καὶ θεῖον ἔρωτα καὶ εὐφροσύνην ἀμήχανον ὅσην μεταλαγχάνουσιν· ἐπὶ δὲ τῶν ἀρχαγγέλων ἄχραντον κατάστασιν νοεράν τε θεωρίαν καὶ δύναμιν ἄτρεπτον παραλαμβάνουσιν· ἐπὶ δὲ τῶν ἀγγέλων τὴν κατὰ λόγον σοφίαν καὶ ἀλήθειαν ἀρετήν τε καθαρὰν καὶ βεβαίαν γνῶσιν καὶ τάξιν σύμμετρον μεταλαγχάνουσιν· ὅταν δὲ τοὺς δαίμονας θεωρῶσιν, ὄρεξιν τῆς γενέσεως καὶ τῆς φύσεως ἐπιθυμίαν τῶν τε καθ’ εἱμαρμένην ἔργων ἀποπλήρωσιν, δύναμίν τε ἀποτελεστικὴν τῶν τοιούτων πράξεων παραδέχονται· ἐὰν δὲ τοὺς ἥρωας, ἄλλα τε τοιαῦτα ἤθη ἀποφέρονται, καὶ τῶν διατεινόντων εἰς τὴν κοινωνίαν ψυχῶν πολλὰ σπουδάσματα μεταλαμβάνουσιν· ἡνίκα δ’ ἂν τοῖς ἄρχουσιν ἐνάπτωνται, κοσμικὰς κινήσεις ἢ ἐνύλους τῇ ψυχῇ συγκινοῦνται. |
| Myst 2 9 [45] | Μετὰ δὲ τῆς θέας τῶν ψυχῶν γενεσιουργοὺς ἐφέσεις καὶ συμφυεῖς ἐπιστασίας κομίζονται ἕνεκα τῆς τῶν σωμάτων ἐπιμελείας, ἄλλα τε ὅσα τούτων ἐστὶν ἐχόμενα. Σὺν δὴ τούτοις ἡ μὲν τῶν θεῶν ἐπιφάνεια ἀλήθειαν παρέχει καὶ δύναμιν, ἔργων τε κατορθώσεις καὶ δόσεις ἀγαθῶν τῶν μεγίστων, ἡ δὲ τῶν ἄλλων τὰ σύμμετρα ἐπὶ τῆς ἑκάστων τάξεως οἰκείως ἕκαστα χορηγεῖ· οἷον ἡ τῶν ἀρχαγγέλων ἀλήθειαν, οὐχ ἁπλῶς περὶ πάντων ἀλλὰ διωρισμένως ἐπί τινων, καὶ ταύτην οὐκ ἀεὶ ἀλλὰ ποτέ, οὐδ’ ἀδιορίστως πρὸς ἅπαντας ἢ πανταχοῦ ἀλλὰ διωρισμένως ὡδὶ ἢ πρὸς τόδε τι δίδωσι, δύναμίν τε ὡσαύτως οὐ συλλήβδην πάντων οὐδ’ ἀδιακρίτως ἀεὶ οὐδὲ πανταχοῦ, ἀλλὰ ποτὲ καὶ ποὺ συλλαμβάνει. Ἡ δὲ τῶν ἀγγέλων τούτων ἔτι μᾶλλον ἀπομερίζει τὰς ἀεὶ ἐπὶ τὸ ἔλαττον ἀφοριζομένας περιγραφὰς ἐν τῇ τῶν ἀγαθῶν δόσει. Ἡ δὲ τῶν δαιμόνων οὐκέτι τὰ τῆς ψυχῆς ἀγαθὰ δωρεῖται, ἀλλ’ ἤτοι τὰ τοῦ σώματος ἢ τῶν τῷ σώματι προσηκόντων, καὶ ταῦτα ὁπόταν ἡ τοῦ κόσμου τάξις ἐπιτρέπῃ. Κατὰ τὰ αὐτὰ δὲ καὶ ἡ τῶν ἡρώων παρέχει τὰ δεύτερα καὶ τρίτα ἀγαθά, στοχαζομένη καὶ τῆς τῶν ψυχῶν περιγείου καὶ περικοσμίου πολιτείας ὅλης. Ἡ δὲ τῶν ἀρχόντων κοσμικὰ μὲν ἡ ἑτέρα καὶ τὰ τοῦ βίου πάντα δωρεῖται, ἡ δ’ ἑτέρα καὶ ὑποδεεστέρα τῶν ἐνύλων οὐκ ὀλίγα παρέχει πλεονεκτήματα. Ψυχαὶ δ’ ἐπιφαινόμεναι τὰ πρὸς τὸν ἀνθρώπινον βίον συμβαλλόμενα τοῖς θεωροῖς προξενοῦσιν. Καὶ οὕτως ἡμῖν κατὰ τὴν οἰκείαν ἑκάστων τάξιν καὶ ἡ ἀπ’ αὐτῶν δόσις οἰκείως διακέκριται, συγγενῆ τε εἴληφε τὴν ὅλην ἀπόκρισιν περὶ ὧν ἐν ταῖς ἐπιφανείαις αὐτῶν ἐπεζήτησας. Τοσαῦτα δὴ οὖν ἡμῖν καὶ περὶ τούτων εἰρήσθω. Ἃ δ’ αὐτὸς ἡμῖν συνεισφέρεις εἰς τὴν περὶ τούτων διάγνωσιν, εἴτε ὡς οἰκείαν γνώμην ἀποφαινόμενος εἴτε ὡς παρ’ ἄλλων ἀκούσας, οὐκ ἔστιν ἀληθῆ οὐδ’ ὀρθῶς λεγόμενα. |
| Myst 2 10 [45] | Λέγεις μὲν γὰρ τὸ περιαυτολογεῖν καὶ τὸ ποιὸν φάντασμα φαντάζειν κοινὸν εἶναι θεοῖς καὶ δαίμοσι καὶ τοῖς κρείττοσι γένεσιν ἅπασιν. Τὸ δ’ οὐκ ἔστι τοιοῦτον ὁποῖον ὑπολαμβάνεις· διδαχῇ μὲν γὰρ τῆς οἰκείας οὐσίας θεὸς καὶ ἄγγελος καὶ δαίμων ἀγαθὸς χρῆται πρὸς ἄνθρωπον· προσθήκῃ δὲ μείζονι ἐν τοῖς λόγοις τῆς ὑπαρχούσης δυνάμεως ἢ τῶν οἰκείων ἀγαθῶν οὐδαμῶς χρῆται· ἥ τε γὰρ ἀλήθεια συνυπάρχει τοῖς θεοῖς, ὥσπερ καὶ ἡλίῳ τὸ φῶς κατ’ οὐσίαν συνυφέστηκεν· καὶ ἅμα οὐδενὸς ἐνδεᾶ τὸν θεόν φαμεν εἶναι κάλλους οὐδέ τινος ἀρετῆς ἣν οἷόν τ’ ἐστὶ διὰ λόγων αὐτῷ προσθεῖναι. Καὶ μὴν οἵ γε ἄγγελοι καὶ δαίμονες ἀπὸ θεῶν ἀεὶ παραλαμβάνουσι τὴν ἀλήθειαν· ὥστε οὐδὲν οὐδέποτε παρὰ ταύτην λέγουσι, τέλειοί τε ὄντες κατὰ τὴν αὐτὴν οὐσίαν ἑκάτεροι οὐδὲν αὐτῇ προσθεῖναι πλεῖον εἰς δοξολογίαν δύνανται. Πότε οὖν συμβαίνει τὸ λεγόμενον ὑπὸ σοῦ ἀπατηλόν, τὸ τῆς περιαυτολογίας; ἡνίκα ἂν ἁμάρτημά τι συμβαίνῃ περὶ τὴν θεουργικὴν τέχνην, καὶ μὴ οἷα δεῖ τὰ αὐτοπτικὰ ἀγάλματα ἀλλ’ ἕτερα ἀνθ’ ἑτέρων ἀπαντήσῃ· τότε γὰρ ὑποδυόμενα τὰ καταδεέστερα τὸ τῶν σεμνοτέρων τάξεων σχῆμα, προσποιεῖται ἐκεῖνο εἶναι ὅπερ ὑποδέδυκε, καὶ ἐνταῦθα ἀλαζόνας προΐεται λόγους καὶ μείζονας τῆς παρούσης αὐτοῖς δυνάμεως. Ἅτε γὰρ οἶμαι τῆς πρώτης ἀρχῆς κιβδήλου παραφυομένης πολὺ τὸ ψεῦδος ἐκ τῆς παρατροπῆς ἐπιρρεῖ, ὃ δεῖ δὴ τοὺς ἱερέας καταμανθάνειν ἀπὸ τῆς ὅλης τάξεως ἐν τοῖς φάσμασιν, ἣν οὐ τηροῦντα διελέγχεται, καὶ ἀποδοκιμάζειν αὐτῶν τὴν πεπλασμένην προσποίησιν, ὡς οὐδαμῶς ὑπάρχουσαν ἀληθινῶν καὶ ἀγαθῶν πνευμάτων. Οὐδὲ δεῖ τὰ ἁμαρτήματα παραφέρειν ἐν τῇ ἀληθινῇ κρίσει τῶν ὄντων· οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων ἐπιστημῶν ἢ τεχνῶν ἀφ’ ὧν διασφάλλονται τὰ ἐν αὐτοῖς ἔργα δοκιμάζομεν. Μὴ τοίνυν μηδ’ ἐνταῦθα τὰ μόλις καὶ διὰ μυρίων ἀγώνων κατορθούμενα ἀπὸ τῶν ἐξ ἐπιδρομῆς ἀμαθῶς ἐπιπηδώντων τῇ θεαγωγίᾳ χαρακτήριζε· πλέον δὲ θάτερον ἀποφαίνου περὶ αὐτῶν. Εἰ γὰρ τὰ ἀποπίπτοντα ἔργα τῆς αὐτοφανοῦς δείξεως τοιαῦτά ἐστιν οἷα σὺ λέγεις ἀλαζονικὰ καὶ ψευδῆ, τὰ τῶν ἀληθινῶν ἀθλητῶν περὶ τὸ πῦρ γνήσιά τέ ἐστι καὶ ἀληθινά. Ὥσπερ γὰρ ἐπὶ τῶν ἄλλων ἁπάντων τὰ ἀρχικὰ πρώτως ἀφ’ ἑαυτῶν ἄρχεται, καὶ ἑαυτοῖς παρέχει ὅπερ τοῖς ἄλλοις ἐνδίδωσιν, οἷον ἐν οὐσίᾳ ἐν ζωῇ ἐν κινήσει, οὕτω καὶ τὰ τὴν ἀλήθειαν χορηγοῦντα πᾶσι τοῖς οὖσι περὶ ἑαυτῶν πρώτως ἀληθεύει, καὶ τὴν ἑαυτῶν οὐσίαν προηγουμένως ἀναφαίνει τοῖς θεωροῦσι· διόπερ δὴ καὶ τὸ αὐτοπτικὸν πῦρ τοῖς θεουργοῖς ἐπιδείκνυσιν. |
| Myst 2 10 (50) [95] | Οὐ γὰρ θερμότητος ἔργον ψύχειν, οὐδὲ φωτὸς τὸ ἐπισκοτεῖν ἢ ἀποκρύπτειν τι τῶν ὄντων, οὐδ’ ἄλλου οὐδενὸς τῶν κατ’ οὐσίαν ὁτιοῦν διαπραττομένων πάρεστιν ἅμα καὶ ἡ τοῦ ἐναντίου ἔργου δύναμις· ἀλλὰ τὰ μὴ φύσιν ἔχοντα καὶ τὰ ἐναντία τοῖς κατ’ οὐσίαν ὑπάρχουσι, ταῦτα ἐπιδέχεσθαι τὰ ἐναντία δύναται ἢ τῷ κακῷ περιπίπτειν πέφυκεν. Ταὐτὰ τοίνυν καὶ περὶ τῶν φαντασμάτων ἐροῦμεν. Εἰ γὰρ ταῦτα αὐτὰ μὲν οὐκ ἔστι τἀληθῆ, τοιαῦτα δ’ ἕτερα οἷάπερ ὑπάρχει τὰ ὄντα, οὐκ ἔστι δήπου ἐν τοῖς αὐτοφανέσι πνεύμασι, φαντάζεται δ’ εἶναι τοιαῦτα οἷάπερ αὐτὰ ἀληθῆ· μετέχει δὲ καὶ ταῦτα τοῦ ψεύδους καὶ τῆς ἀπάτης, ὥσπερ τὰ ἐν τοῖς εἰδώλοις φαινόμενα εἴδη τοιαῦτά ἐστι· καὶ οὕτω διακένως ἕλκει τὴν διάνοιαν περὶ ἃ οὐδ’ ὁτιοῦν τῶν κρειττόνων ἔσται γενῶν, ἐν δὲ ταῖς ἀπατηλαῖς ἔσται καὶ αὐτὰ παρατροπαῖς· τὸ γὰρ μίμημα τοῦ ὄντος καὶ τὸ ἀμυδρῶς εἰκαζόμενον καὶ τὸ ἀπάτης αἴτιον γιγνόμενον οὐδενὶ τῶν ἀληθινῶν καὶ ἐναργῶς ὄντων γενῶν προσήκει· ἀλλ’ αὐτὰς μὲν οἱ θεοὶ καὶ οἱ τοῖς θεοῖς ἑπόμενοι τὰς ἀληθινὰς ἑαυτῶν εἰκόνας ἀποκαλύπτουσιν, φαντάσματα δ’ αὐτῶν οἷα τὰ ἐν ὕδασιν ἢ ἐν κατόπτροις μεμηχανημένα οὐδαμῶς προτείνουσιν. Τίνος γὰρ ἂν καὶ ἕνεκα ταῦτα ἐπιδείξειαν; πότερον ἔνδειγμα φέροντα τῆς ἑαυτῶν οὐσίας καὶ δυνάμεως; ἀλλὰ ταῦτά γε τοῦ παντὸς ἐνδεῖ, πλάνης γὰρ καὶ ἀπάτης αἴτια γίγνεται τοῖς πιστεύουσι καὶ ἀπὸ τῆς ἀληθινῆς γνώσεως τῶν θεῶν ἀποσπᾶν τοὺς θεωροῦντας. Ἀλλ’ ἵνα τι χρήσιμον παράσχῃ τοῖς ἐποπτεύουσιν αὐτά; καὶ τί ἄν ποτε γένοιτο ἀπὸ τοῦ ψεύδους ὠφέλιμον; ἀλλ’ εἰ μὴ τοῦτο, φύσιν ἔχει τὸ θεῖον φαντάσματα προτείνειν ἀφ’ ἑαυτοῦ; καὶ πότε ἂν τὸ μόνιμον καὶ ἱδρυμένον ἐν ἑαυτῷ γένος καὶ τὸ τῆς οὐσίας καὶ ἀληθείας αἴτιον εἰς ἀλλοτρίαν ἕδραν μίμημα ἄν τι ἀφ’ ἑαυτοῦ ἀπατηλὸν ἐμποιήσειεν; οὐδαμῶς ἄρα θεὸς οὔτε αὐτὸς ἑαυτὸν μεταβάλλει εἰς τὰ φαντάσματα, οὔτε ἀφ’ ἑαυτοῦ ταῦτα ἐν ἄλλοις προτείνει, τὰ δ’ ἀληθῆ ἐν τοῖς ἀληθέσιν ἤθεσι τῶν ψυχῶν ἐλλάμπει· κατὰ τὰ αὐτὰ δὲ καὶ οἱ τῶν θεῶν συνοπαδοὶ ζηλωταὶ τῆς τῶν θεῶν εἰσιν αὐτοπτικῆς ἀληθείας. Ὃ δὲ νῦν λέγεις, ὡς κοινόν ἐστι 〈τὸ〉 τῆς εἰδωλοποιίας καὶ τῆς περιαυτολογίας θεῶν καὶ δαιμόνων καὶ τῶν ἄλλων, συμφύρει πάντα τὰ τῶν κρειττόνων γένη ἐν ἀλλήλοις, καὶ οὐδ’ ἡντινοῦν αὐτῶν ἀπολείπει διαφορὰν πρὸς ἄλληλα· ἔσται γὰρ αὐτοῖς οὕτω κοινὰ πάντα, καὶ οὐδὲν τοῖς ὑπερέχουσιν ἀποδοθήσεται ἐξαίρετον. Ἔνεστι δ’ οὖν καὶ δικαιότερον πρὸς σὲ ἀντιλέγειν· τί δὴ οὖν ἔσται κρεῖττον τὸ τῶν θεῶν γένος παρὰ τὸ τῶν δαιμόνων; ἀλλ’ οὔτ’ ἔχει κοινότητα ταῦτα τὰ γένη, οὔτε φανταστική ἐστιν αὕτη, οὔτε ἀπὸ τῶν τελευταίων καὶ ἐν τοῖς ἐσχάτοις πταισμάτων τὰ πρῶτα καὶ ἐν τοῖς πρώτοις ἀληθῆ ἀποτυπώματα ἀναλογίζεσθαι προσήκει. |
| Myst 2 10 (100) [5] | Οὕτως ἄν τις καὶ περὶ τούτων δοξάζων τυγχάνοι τοῦ προσήκοντος καὶ τοῖς θείοις κεχαρισμένου. Τὰ δ’ ἐφεξῆς ἐν οἷς τὴν περὶ τούτων ἄγνοιαν καὶ ἀπάτην, ἀνοσιουργίαν καὶ ἀκαθαρσίαν νενόμικας, προτρέπεις τε ἡμᾶς ἐπὶ τὴν ἀληθῆ περὶ αὐτῶν παράδοσιν, ἔχει μὲν οὐδεμίαν ἀμφισβήτησιν, ἀλλ’ ὁμολογεῖται παρὰ πᾶσιν ὡσαύτως. |
| Myst 2 11 [45] | Τίς γὰρ οὐκ ἂν συγχωρήσειεν ἐπιστήμην τυγχάνουσαν τοῦ ὄντος οἰκειοτάτην εἶναι [τῆς θείας αἰτίας] θεοῖς, τὴν δ’ ἄγνοιαν τὴν ὑποφερομένην εἰς τὸ μὴ ὂν πορρωτάτω τῆς θείας αἰτίας τῶν ἀληθῶν εἰδῶν ἀποπίπτειν; Ἀλλ’ ἐπεὶ οὐχ ἱκανῶς εἴρηται, προσθήσω τὸ ἐλλεῖπον· καὶ διότι φιλοσόφως μᾶλλον καὶ λογικῶς ἀλλ’ οὐχὶ κατὰ τὴν ἐνεργὸν τῶν ἱερέων τέχνην τὸν ἀπολογισμὸν ποιεῖται, διὰ τοῦτο οἶμαι δεῖν θεουργικώτερον εἰπεῖν τι περὶ αὐτῶν. Ἔστω μὲν γὰρ ἡ ἄγνοια καὶ ἀπάτη πλημμέλεια καὶ ἀσέβεια, οὐ μὴν διὰ τοῦτο ψευδῆ ποιεῖ καὶ τὰ οἰκείως τοῖς θεοῖς προσφερόμενα καὶ τὰ θεῖα ἔργα, οὐδὲ γὰρ ἡ ἔννοια συνάπτει τοῖς θεοῖς τοὺς θεουργούς· ἐπεὶ τί ἐκώλυε τοὺς θεωρητικῶς φιλοσοφοῦντας ἔχειν τὴν θεουργικὴν ἕνωσιν πρὸς τοὺς θεούς; νῦν δ’ οὐκ ἔχει τό γε ἀληθὲς οὕτως· ἀλλ’ ἡ τῶν ἔργων τῶν ἀρρήτων καὶ ὑπὲρ πᾶσαν νόησιν θεοπρεπῶς ἐνεργουμένων τελεσιουργία ἥ τε τῶν νοουμένων τοῖς θεοῖς μόνον συμβόλων ἀφθέγκτων δύναμις ἐντίθησι τὴν θεουργικὴν ἕνωσιν. Διόπερ οὐδὲ τῷ νοεῖν αὐτὰ ἐνεργοῦμεν· ἔσται γὰρ οὕτω νοερὰ αὐτῶν ἡ ἐνέργεια καὶ ἀφ’ ἡμῶν ἐνδιδομένη· τὸ δ’ οὐδέτερόν ἐστιν ἀληθές. Καὶ γὰρ μὴ νοούντων ἡμῶν αὐτὰ τὰ συνθήματα ἀφ’ ἑαυτῶν δρᾷ τὸ οἰκεῖον ἔργον, καὶ ἡ τῶν θεῶν, πρὸς οὓς ἀνήκει ταῦτα, ἄρρητος δύναμις αὐτὴ ἀφ’ ἑαυτῆς ἐπιγιγνώσκει τὰς οἰκείας εἰκόνας, ἀλλ’ οὐ τῷ διεγείρεσθαι ὑπὸ τῆς ἡμετέρας νοήσεως· οὐδὲ γὰρ ἔχει φύσιν τὰ περιέχοντα ὑπὸ τῶν περιεχομένων οὐδὲ τὰ τέλεια ὑπὸ τῶν ἀτελῶν οὐδ’ ὑπὸ τῶν μερῶν τὰ ὅλα ἀνακινεῖσθαι. Ὅθεν δὴ οὐδ’ ὑπὸ τῶν ἡμετέρων νοήσεων προηγουμένως τὰ θεῖα αἴτια προκαλεῖται εἰς ἐνέργειαν· ἀλλὰ ταύτας μὲν καὶ τὰς ὅλας τῆς ψυχῆς ἀρίστας διαθέσεις καὶ τὴν περὶ ἡμᾶς καθαρότητα ὡς συναίτια ἄττα προϋποκεῖσθαι χρή, τὰ δ’ ὡς κυρίως ἐγείροντα τὴν θείαν βούλησιν αὐτὰ τὰ θεῖά ἐστι συνθέματα· καὶ οὕτω τὰ τῶν θεῶν αὐτὰ ὑφ’ ἑαυτῶν ἀνακινεῖται, ὑπ’ οὐδενὸς τῶν ὑποδεεστέρων ἐνδεχόμενά τινα εἰς ἑαυτὰ ἀρχὴν τῆς οἰκείας ἐνεργείας. Ταῦτα δὴ τοῦδε ἕνεκα ἀπεμήκυνα, ὅπως μὴ νομίζῃς ἀφ’ ἡμῶν εἶναι τὸ πᾶν κῦρος τῆς ἐν ταῖς θεουργίαις ἐνεργείας, μηδ’ ἐν ταῖς ἐννοίαις ταῖς ἡμετέραις ἀληθῶς διακειμέναις ὑπολάβῃς καὶ τὸ ἀληθὲς αὐτῶν ἔργον κατορθοῦσθαι, μηδ’ ἐν τῇ ἀπάτῃ διαψεύδεσθαι. Οὐδὲ γὰρ ἐὰν γνῶμεν τὰ ἑκάστῳ γένει παρακολουθοῦντα ἴδια, ἤδη καὶ τετυχήκαμεν αὐτῶν τῆς ἐπὶ τῶν ἔργων ἀληθείας. Ἀλλ’ οὐκ ἄνευ μὲν τοῦ γνῶναι παραγίγνεταί ποτε ἡ δραστικὴ ἕνωσις, οὐ μὴν ἔχει γε πρὸς αὐτὴν ταὐτότητα· ὥστε οὐδ’ ἡ καθαρότης ἡ θεία διὰ τῆς ὀρθῆς γνώσεως, ὥσπερ ἡ τοῦ σώματος διὰ τῆς ἁγνείας, ἀλλὰ καὶ τοῦ γιγνώσκειν μᾶλλον ὑπερήνωται αὕτη καὶ ἀποκεκάθαρται. |
| Myst 2 11 (50) [65] | Οὐδ’ ἄλλο τοίνυν οὐδὲν τῶν ἐν ἡμῖν τοιοῦτον ὑπάρχον, ὁποῖα τὰ ἀνθρώπινα, συνεργεῖ τι πρὸς τὸ τέλος τῶν θείων πράξεων. Δέχου δὴ καὶ τοῦτο ἐν παρέργῳ μὲν εἰρημένον, πρὸς ὅλην δὲ τὴν ἐπίνοιαν τὴν σὴν περὶ τῆς θεουργικῆς τέχνης ἱκανῶς ἐνιστάμενον. Τῆς δ’ αὐτῆς ἔχεται τούτοις δυνάμεως κἀκεῖνα ἐν οἷς ὅσιον καὶ ὠφέλιμον εἶναι νενόμικας τὴν περὶ θεῶν ἐπιστήμην, καὶ τὸ μὲν τῆς ἀγνοίας τῆς περὶ τῶν τιμίων καὶ καλῶν σκότος καλεῖς, φῶς δὲ τὸ τῆς γνώσεως· καὶ τὸ μὲν ἐμπλῆσαι τίθεσαι πάντων κακῶν τοὺς ἀνθρώπους δι’ ἀμαθίαν καὶ τόλμαν, τὸ δ’ αἴτιον ἡγῇ πάντων ἀγαθῶν. Καὶ γὰρ πάντα πρὸς ταὐτὸ τείνει τοῖς ἔμπροσθεν εἰρημένοις, τετύχηκέ τε λόγου τοῦ προσήκοντος μετ’ ἐκείνων. Δεῖ τοίνυν ταῦτα μὲν παραλιπεῖν, ἐπὶ δὲ τὰς περὶ τῆς μαντικῆς ζητήσεις μετελθεῖν, καὶ ταύτας διαλῦσαι συντόμως. Πρῶτον τοίνυν ἀπαιτεῖς διαρθρωθῆναί σοι τί τὸ γιγνόμενόν ἐστιν ἐν τῇ τοῦ μέλλοντος προγνώσει. |
| Myst 3 1 [45] | Εὐθὺς οὖν ὃ ἐπιχειρεῖς μαθεῖν ἐστιν ἀδύνατον. Οἴει γὰρ δὴ εἶναι κατὰ τὸν νοῦν τῆς ἐρωτήσεως τοιοῦτόν τι τὸ τῆς προγνώσεως οἷον γίγνεσθαι, καί τι ἐκ τῶν ἐν τῇ φύσει κειμένων ὑπάρχειν. Τὸ δ’ οὐκ ἔστιν ἓν τῶν ἐν τῷ γίγνεσθαι, οὐδ’ οἷον φυσική τις ἀπεργάζεται μεταβολή, οὐδέ τι τέχνασμα ἐξεύρηται τοῦτο ὡς εἰς τὴν τοῦ βίου κατασκευὴν χρήσιμον μεμηχανημένον, οὐδ’ ὅλως ἀνθρωπικόν ἐστι τὸ ἔργον, θεῖον δὲ καὶ ὑπερφυὲς ἄνωθέν τε ἀπὸ τοῦ οὐρανοῦ καταπεμπόμενον, ἀγέννητόν τε καὶ ἀίδιον αὐτοφυῶς προηγεῖται. Μέγιστον δὴ οὖν ἀλεξιφάρμακον πρὸς ἅπαντα τὰ τοιαῦτα ἀπορήματα ἐκεῖνό ἐστι, γνῶναι τὴν ἀρχὴν τῆς μαντικῆς, ὡς οὔτε ἀπὸ σωμάτων ἐστὶν ὁρμωμένη οὔτε ἀπὸ τῶν περὶ τοῖς σώμασι παθημάτων, οὔτε ἀπὸ φύσεώς τινος καὶ τῶν περὶ τὴν φύσιν δυνάμεων, οὔτε ἀπὸ τῆς ἀνθρωπίνης παρασκευῆς ἢ τῶν περὶ αὐτὴν ἕξεων, ἀλλ’ οὐδ’ ἀπὸ τέχνης τινὸς ἔξωθεν ἐπικτήτου περί τι μέρος τῶν ἐν τῷ βίῳ διαπραγματευομένης· τὸ δὲ πᾶν κῦρος αὐτῆς ἀνήκει εἰς τοὺς θεοὺς καὶ ἀπὸ τῶν θεῶν ἐνδίδοται, θείοις τε ἔργοις ἢ σημείοις ἐπιτελεῖται, θεάματά τε ἔχει θεῖα καὶ θεωρήματα ἐπιστημονικά. Τὰ δ’ ἄλλα πάντα ὡς ὄργανα ὑπόκειται τῇ ἐκ θεῶν καταπεμπομένῃ τῆς προγνώσεως δόσει, ὅσα τε περὶ τὴν ψυχὴν ἡμῶν ἐστι καὶ τὸ σῶμα καὶ ὅσα ἐν τῇ φύσει τοῦ παντὸς ἢ ταῖς ἰδίαις ἑκάστων φύσεσιν ἐνυπάρχει· ἔνια δὲ ὡς ἐν ὕλης τάξει προϋπόκειται, ὅσα τόπων ἢ ἄλλων τινῶν ἔχεται τοιούτων. Εἰ δή τις ἀφέμενος τῶν πρωτουργῶν αἰτίων ἐπὶ τὰς δευτερουργοὺς ὑπουργίας ἀποφέροι τὸ τῆς μαντικῆς, οἷον κινήσεις σωμάτων ἢ παθῶν μεταβολὰς ἢ γενέσεις τινὰς ἑτέρας ἢ ζωῆς ἀνθρωπίνης ἐνεργείας ἢ λόγους ἐμψύχους ἢ φυσικοὺς τιθέμενος, νομίζοι τι σαφὲς λέγειν, ἢ συμμετρίας τούτων πρὸς ἄλληλα ὡς αἰτίας ἀπολογιζόμενος ὑπολαμβάνοι τὴν ἀκρίβειαν ἀποδιδόναι περὶ αὐτῆς, τοῦ παντὸς διημάρτηκεν. Ἀλλ’ εἷς ὅρος ὀρθὸς καὶ μία ἀρχὴ περὶ πάντων τοιούτων, μηδαμῶς ἀναιτίως παράγειν τὴν τοῦ μέλλοντος μαντείαν ἀπὸ τῶν μηδεμίαν ἐχόντων πρόγνωσιν ἐν ἑαυτοῖς, ἀπὸ δὲ τῶν θεῶν τῶν συνεχόντων ἐν αὑτοῖς τὰ πέρατα τῆς ὅλης εἰδήσεως τῶν ὄντων, ἀπὸ τούτων θεωρεῖν μεριζομένην τὴν μαντικὴν περὶ πάντα τὸν κόσμον καὶ περὶ πάσας τὰς ἐν αὐτῷ διῃρημένας φύσεις. Ἡ γὰρ τοιάδε ἀρχηγική τέ ἐστιν αἰτία καὶ διαφερόντως κοινοτάτη, ἔχουσά τε ἐν ἑαυτῇ πρώτως ἃ δίδωσι τοῖς μετέχουσιν ἑαυτῆς, καὶ μάλιστα ἀλήθειαν παρεχομένη ἧς δεῖ τῇ μαντικῇ, οὐσίαν τε καὶ αἰτίαν τῶν γιγνομένων προειληφυῖα, ἀφ’ ὧν ἐξ ἀνάγκης ἐφήκει τὸ τυγχάνειν τῆς προγνώσεως ἀψεύστως. |
| Myst 3 1 (50) [5] | Ἀρχὴ μὲν οὖν ἡμῖν ἔστω ἡ τοιαύτη κοινῶς περὶ πάσης τῆς μαντικῆς, ἀφ’ ἧς ἔνεστι καὶ τὰ εἴδη πάντα αὐτῆς ἐπιστημονικῶς ἐξευρεῖν· ἤδη δ’ αὐτῶν ἀντιλαμβανώμεθα ἑπόμενοι τοῖς ὑπὸ σοῦ προτεινομένοις ἐρωτήμασιν. Περὶ δὴ τῆς καθ’ ὕπνον μαντικῆς λέγει ταῦτα· ὅτι δὴ καθεύδοντες δι’ ὀνείρων τοῖς μέλλουσι πολλάκις ἐπιβάλλομεν οὐκ ἐν ἐκστάσει μὲν γιγνόμενοι πολυκινήτῳ (ἥσυχον γὰρ κεῖται τὸ σῶμα), αὐτοῖς μέντοι γε ὡς ὕπαρ οὐκέτι παρακολουθοῦντες. |
| Myst 3 2 [45] | Ταῦτα τοίνυν ἃ λέγεις συμβαίνειν εἴωθεν ἐπὶ τῶν ἀνθρωπίνων ὀνείρων καὶ τῶν ἀπὸ ψυχῆς, ἢ τῶν ἐν ἡμῖν ἐννοιῶν ἢ λόγων ἀνακινουμένων, ἢ ὅσα ἀπὸ φαντασιῶν ἐγείρεται ἤ τινων μεθημερινῶν φροντίδων· ἃ τότε μέν ἐστιν ἀληθῆ τότε δὲ ψευδῆ, καὶ ἐπί τινων μὲν τυγχάνει τοῦ ὄντος, ἐπὶ δὲ τῶν πολλῶν ἀποτυγχάνει. Οὐ μὴν οἵ γε θεόπεμπτοι καλούμενοι ὄνειροι τοῦτον γίγνονται τὸν τρόπον ὅνπερ σὺ λέγεις· ἀλλ’ ἤτοι τοῦ ὕπνου ἀπολιπόντος, ἀρχομένων ἄρτι ἐγρηγορέναι, ἀκούειν πάρεστί τινος φωνῆς συντόμου περὶ τῶν πρακτέων ὑφηγουμένης, ἢ μεταξὺ τοῦ ἐγρηγορέναι καὶ καθεύδειν ὄντων ἢ καὶ παντελῶς ἐγρηγορότων αἱ φωναὶ ἀκούονται. Καὶ ποτὲ μὲν ἀναφὲς καὶ ἀσώματον πνεῦμα περιέχει κύκλῳ τοὺς κατακειμένους, ὡς ὅρασιν μὲν αὐτοῦ μὴ παρεῖναι, τὴν δ’ ἄλλην συναίσθησιν καὶ παρακολούθησιν ὑπάρχειν, ῥοιζομένου τε ἐν τῷ εἰσιέναι καὶ περικεχυμένου πανταχόθεν ἄνευ τινὸς ἐπαφῆς, θαυμαστά τε ἔργα ἀπεργαζομένου πρὸς ἀπαλλαγὴν παθῶν ψυχῆς τε καὶ σώματος. Ἄλλοτε δὲ φωτὸς ἐπιλάμψαντος λαμπροῦ καὶ ἠρεμαίου κατέχεται μὲν ἡ τῶν ὀφθαλμῶν ὄψις καὶ συμμύει τε, ἀναπεπταμένη οὖσα πρότερον· αἱ δ’ ἄλλαι αἰσθήσεις διεγηγερμέναι τυγχάνουσι, καὶ συναισθάνονται πῶς εἰς τὸ φῶς οἱ θεοὶ ἐκφαίνονται, ὅσα τε λέγουσιν ἀκούουσι καὶ ὅσα δρῶσιν ἴσασι παρακολουθοῦσαι. Τελειότερον δ’ ἔτι τοῦδε θεωρεῖται, ἡνίκα ἂν καὶ ἡ ὄψις βλέπῃ καὶ ὁ νοῦς ἐρρωμένος ἐπακολουθῇ τοῖς δρωμένοις, κίνησίς τε τῶν θεωρούντων συνυπάρχῃ. Ταῦτα δὴ οὖν τοσαῦτα ὄντα καὶ οὕτω διάφορα οὐδενὶ τῶν ἀνθρωπίνων προσέοικεν· ἀλλ’ ὅ τε ὕπνος καὶ ἡ κατοχὴ τῶν ὀμμάτων καὶ ἡ κάρῳ προσεμφερὴς κατάληψις καὶ ἡ μεταξὺ τοῦ ὕπνου τε καὶ τῆς ἐγρηγόρσεως κατάστασις καὶ ἡ ἄρτι ἀνεγειρομένη ἢ ἡ παντελὴς ἐγρήγορσις πάντα θεῖά ἐστι καὶ πρὸς ὑποδοχὴν τῶν θεῶν ἐπιτήδεια, ἀπ’ αὐτῶν τε ἐπιπέμπεται τῶν θεῶν, μέρος τε τῆς θείας ἐπιφανείας καὶ τὰ τοιαῦτα προηγεῖται. Ἄνελε οὖν ἐκ τῶν θείων ὀνείρων, ἐν οἷς δὴ καὶ μάλιστά ἐστι τὸ μαντικόν, τὸ καθεύδειν ὁπωσοῦν καὶ τὸ μὴ παρακολουθεῖν ὡς ὕπαρ τοῖς ἐπιφαινομένοις. Οὐδὲ γὰρ οὐδὲ οἷον τέ ἐστι τὴν ἐναργῆ παρουσίαν τῶν θεῶν τῆς ὕπαρ ἐγγιγνομένης παρακολουθήσεως ἀπολείπεσθαι· ἀλλ’ εἰ χρὴ τἀληθὲς εἰπεῖν, καὶ σαφεστέραν αὐτὴν εἶναι ἀνάγκη καὶ ἀκριβεστέραν ἐκείνης καὶ σύνεσιν ἐμποιοῦσαν τελειοτέραν. Ἃ δὴ μὴ γιγνώσκοντές τινες δείγματα τῶν ὄντων μαντικῶν ὀνείρων, κοινὸν δέ τινα τρόπον ἐπ’ αὐτῶν ἀνθρώπινον ἐπινοοῦντες, παραπίπτουσι κατὰ συντυχίαν σπανιάκις ἐπ’ αὐτῶν τῇ τοῦ μέλλοντος προγνώσει, καὶ ἐντεῦθεν εἰκότως ἀποροῦσι πῶς συνέχουσιν οἱ ὄνειροι τὸ ἀληθές. |
| Myst 3 2 (50) [5] | Ὃ δὴ καὶ σὲ θράττειν μοι δοκεῖ, διὰ τὸ μὴ εἰδέναι τὰ ἀληθινὰ αὐτῶν γνωρίσματα. Ἀλλὰ δεῖ στοιχεῖα ταῦτα προστησάμενόν σε τῆς ἀληθινῆς τῶν ὀνείρων ἐπιγνώσεως ἀκολουθῆσαι τοῖς ὅλοις περὶ τῆς καθ’ ὕπνον μαντικῆς λόγοις. Λέγουσι δὲ τάδε· τῆς ψυχῆς διττὴν ἐχούσης ζωήν, τὴν μὲν σὺν τῷ σώματι τὴν δὲ χωριστὴν παντὸς σώματος, περὶ μὲν τὸν ἄλλον βίον ἐγρηγορότες τὰ πολλὰ τῇ κοινῇ μετὰ τοῦ σώματος ζωῇ χρώμεθα, πλὴν εἴ που κατὰ τὸ νοεῖν καὶ διανοεῖσθαι τοῖς καθαροῖς λόγοις ἀφιστάμεθα ἀπ’ αὐτοῦ παντάπασιν· ἐν δὲ δὴ τῷ καθεύδειν ἀπολυόμεθα παντελῶς ὥσπερ ἀπό τινων παρακειμένων ἡμῖν δεσμῶν, καὶ τῇ κεχωρισμένῃ τῆς γνώσεως ζωῇ χρώμεθα. |
| Myst 3 3 [45] | Τότε δὴ οὖν, εἴτε νοερὸν εἴτε θεῖον ταὐτὸν ὑπάρχον εἴτε καὶ ἓν ἑκάτερον ἰδίᾳ καθ’ ἑαυτὸ ὄν, τὸ τῆς ζωῆς εἶδος ἀνεγείρεται ἐν ἡμῖν καὶ ἐνεργεῖ ᾗ πέφυκεν. Ἐπειδὴ οὖν ὁ μὲν νοῦς τὰ ὄντα θεωρεῖ, λόγους δ’ ἡ ψυχὴ τῶν γιγνομένων ἐν αὑτῇ πάντων περιέχει, εἰκότως δὴ κατὰ τὴν περιέχουσαν αἰτίαν τασσόμενα ἐν τοῖς προηγουμένοις αὐτῶν λόγοις προγιγνώσκει τὰ μέλλοντα. Καὶ ταύτης δ’ ἔτι τελειοτέραν ποιεῖται μαντείαν, ἡνίκα ἂν τοῖς ὅλοις, ἀφ’ ὧν ἀπεμερίσθη, συνάπτῃ τὰς μοίρας τῆς ζωῆς καὶ τῆς νοερᾶς ἐνεργείας· πληροῦται γὰρ ἀπὸ τῶν ὅλων τότε τῆς πάσης εἰδήσεως, ὡς ἐπὶ τὸ πλεῖστον ἐξικνεῖσθαι ταῖς ἐννοίαις τῶν περὶ τὸν κόσμον ἐπιτελουμένων. Οὐ μὴν ἀλλ’ ὁπόταν γε καὶ τοῖς θεοῖς ἑνωθῇ κατὰ τὴν τοιαύτην ἀπόλυτον ἐνέργειαν, αὐτὰ τὰ ἀληθέστατα δέχεται τηνικαῦτα πληρώματα τῶν νοήσεων, ἀφ’ ὧν ἀληθῆ μαντείαν προβάλλει· 〈καὶ〉 τῶν θείων ὀνείρων ἐντεῦθεν τὰς γνησιωτάτας ἀρχὰς καταβάλλεται. Ἀλλ’ ἐὰν μὲν τὸ νοερὸν ἑαυτῆς ἡ ψυχὴ καὶ τὸ θεῖον συνυφαίνῃ τοῖς κρείττοσι, τότε καὶ τὰ φαντάσματα αὐτῆς ἔσται καθαρώτερα, ἤτοι περὶ θεῶν ἢ τῶν καθ’ ἑαυτὰς ἀσωμάτων οὐσιῶν, ἢ ὡς ἁπλῶς εἰπεῖν περὶ τῶν εἰς ἀλήθειαν συμβαλλομένων τὴν περὶ τῶν νοητῶν. Ἐὰν δὲ τοὺς λόγους τῶν γιγνομένων ἀνάγῃ πρὸς τοὺς αἰτίους αὐτῶν θεούς, δύναμιν ἀπ’ αὐτῶν προσλαμβάνει καὶ γνῶσιν ἀναλογιζομένην ὅσα τε ἦν καὶ ὅσα ἔσται, θεωρίαν τε παντὸς χρόνου ποιεῖται καὶ τῶν ἐν τῷ χρόνῳ συμβαινόντων ἐπισκοπεῖ τὰ ἔργα, τάξιν τε αὐτῶν καὶ ἐπιμέλειαν καὶ ἐπανόρθωσιν τὴν προσήκουσαν μεταλαγχάνει· καὶ τὰ μὲν κεκμηκότα σώματα θεραπεύει, τὰ δὲ πλημμελῶς καὶ ἀτάκτως ἔχοντα παρ’ ἀνθρώποις εὖ διατίθησι, τεχνῶν τε εὑρέσεις πολλάκις καὶ διανομὰς τῶν δικαίων καὶ τῶν νομίμων θέσεις παραδίδωσιν. Οὕτως ἐν Ἀσκληπιοῦ μὲν τὰ νοσήματα τοῖς θείοις ὀνείροις παύεται· διὰ δὲ τὴν τάξιν τῶν νύκτωρ ἐπιφανειῶν ἡ ἰατρικὴ τέχνη συνέστη ἀπὸ τῶν ἱερῶν ὀνειράτων. Τὸ δ’ Ἀλεξάνδρου στρατόπεδον πᾶν ἐσώθη, μέλλον ἄρδην νυκτὸς ἀπόλλυσθαι, Διονύσου κατ’ ὄναρ ἐπιφανέντος καὶ τὴν λύσιν τῶν ἀνηκέστων παθημάτων σημήναντος. Ἄφουτις δὲ ὑπὸ Λυσάνδρου τοῦ βασιλέως πολιορκουμένη κατὰ τοὺς ἀπὸ τοῦ Ἄμμωνος πεμφθέντας ὀνείρους ἐσώθη, τὴν ταχίστην αὐτοῦ τὸν στρατὸν ἀναστήσαντος ἐκεῖθεν καὶ λύσαντος εὐθέως τὴν πολιορκίαν. |
| Myst 3 3 (50) [5] | Καὶ τί δεῖ καθ’ ἕκαστον ἐπεξιόντι μηνύειν, τῶν καθ’ ἡμέραν ἀεὶ συμπιπτόντων κρείττονα τοῦ λόγου τὴν ἐνάργειαν παρεχομένων; Ταῦτα μὲν οὖν ἐξαρκεῖ εἰρῆσθαι περὶ τῆς καθ’ ὕπνον θείας μαντικῆς, τίς τέ ἐστι καὶ πῶς γίγνεται καὶ ὅσον παρέχεται τοῖς ἀνθρώποις τὸ ὄφελος· φῂς δὲ δὴ ὡς ἐπιβάλλουσι καὶ δι’ ἐνθουσιασμοῦ καὶ θεοφορίας πολλοὶ τῷ μέλλοντι, ἐγρηγορότες μέν, ὡς ἐνεργεῖν καὶ κατ’ αἴσθησιν, αὑτοῖς δὲ πάλιν οὐ παρακολουθοῦντες ἢ οὔτι γε ὡς πρότερον παρακολουθοῦντες ἑαυτοῖς. |
| Myst 3 4 [35] | Βούλομαι δὴ καὶ ἐν τούτοις τὰ τεκμήρια τῶν ὀρθῶς κατεχομένων ὑπὸ τῶν θεῶν παραδεῖξαι· εἰ γὰρ τὴν ἑαυτῶν ζωὴν ὑποτεθείκασιν ὅλην ὡς ὄχημα ἢ ὄργανον τοῖς ἐπιπνέουσι θεοῖς, ἢ μεταλλάττουσιν ἀντὶ τῆς ἀνθρωπίνης ζωῆς τὴν θείαν, ἢ καὶ ἐνεργοῦσι τὴν οἰκείαν ζωὴν πρὸς τὸν θεόν, οὔτε κατ’ αἴσθησιν ἐνεργοῦσιν οὔτε ἐγρηγόρασιν οὕτως ὡς οἱ διεγηγερμένας ἔχοντες τὰς αἰσθήσεις, οὔτ’ ἐπιβάλλουσιν αὐτοὶ τῷ μέλλοντι, οὔτε κινοῦνται ὡς οἱ καθ’ ὁρμὴν ἐνεργοῦντες· ἀλλ’ οὐδὲ παρακολουθοῦσιν ἑαυτοῖς οὔτε ὡς πρότερον οὔτε ἄλλως ὁπωσοῦν, οὐδ’ ὅλως ἐπιστρέφουσιν εἰς ἑαυτοὺς τὴν οἰκείαν σύνεσιν, οὐδ’ ἔστιν ἥντινα ἰδίαν γνῶσιν προβάλλουσιν. Τεκμήριον δὲ μέγιστον· πολλοὶ γὰρ καὶ πυρὸς προσφερομένου οὐ καίονται, οὐχ ἁπτομένου τοῦ πυρὸς αὐτῶν διὰ τὴν θείαν ἐπίπνοιαν· πολλοὶ δὲ καιόμενοι οὐκ ἀντιλαμβάνονται, διότι οὐ τὴν τοῦ ζῴου ζωὴν ζῶσι τηνικαῦτα. Καὶ οἱ μὲν διαπείραντες ὀβελοὺς οὐκ ἐπαισθάνονται, οἱ δὲ πελέκεις προσαράσαντες τοῖς νώτοις· οἱ δὲ καὶ ξιφιδίοις τὰς ὠλένας κατατέμνοντες οὐδαμῶς παρακολουθοῦσιν. Αἵ τε ἐνέργειαι αὐτῶν οὐδαμῶς εἰσιν ἀνθρώπιναι· τά τε γὰρ ἄβατα βατὰ γίγνεται θεοφορούμενα, καὶ εἰς πῦρ φέρονται καὶ πῦρ διαπορεύονται καὶ ποταμοὺς διαπερῶσιν, ὥσπερ ἡ ἐν Κασταβάλλοις ἱέρεια. Ἀπὸ δὲ τούτων δείκνυται ὡς οὐ παρακολουθοῦσιν ἑαυτοῖς ἐνθουσιῶντες, καὶ ὅτι οὔτε τὴν ἀνθρωπίνην οὔτε τὴν τοῦ ζῴου ζωὴν ζῶσι, κατ’ αἴσθησιν ἢ ὁρμήν, ἄλλην δέ τινα θειοτέραν ζωὴν ἀνταλλάσσονται, ἀφ’ ἧς ἐπιπνέονται καὶ ἀφ’ ἧς τελέως κατέχονται. Ἔστι δὴ οὖν πολλὰ τῆς θείας κατοκωχῆς εἴδη καὶ πολλαχῶς ἡ θεία ἐπίπνοια ἀνακινεῖται, ὅθεν δὴ καὶ πολλὰ τὰ σημεῖα αὐτῆς ἐστι καὶ διαφέροντα. |
| Myst 3 5 [25] | Τοῦτο μὲν γὰρ οἱ θεοὶ διαφέροντες, ἀφ’ ὧν ἐπιπνεόμεθα, καὶ τὴν ἐπίπνοιαν ποιοῦσιν ἑτέραν, τοῦτο καὶ ὁ τρόπος τῶν ἐνθουσιασμῶν παραλλάττων ποιεῖ καὶ τὴν θεοφορίαν ἑτέραν. Ἢ γὰρ ὁ θεὸς ἡμᾶς ἔχει, ἢ ἡμεῖς ὅλοι τοῦ θεοῦ γιγνόμεθα, ἢ κοινὴν ποιούμεθα πρὸς αὐτὸν τὴν ἐνέργειαν· καὶ ποτὲ μὲν τῆς ἐσχάτης δυνάμεως τοῦ θεοῦ μετέχομεν, ποτὲ δ’ αὖ τῆς μέσης, ἐνίοτε δὲ τῆς πρώτης· καὶ ποτὲ μὲν μετουσία ψιλὴ γίγνεται, ποτὲ δὲ καὶ κοινωνία, ἐνίοτε δὲ καὶ ἕνωσις τούτων τῶν ἐνθουσιάσεων· ἢ μόνη ἡ ψυχὴ ἀπολαύει, ἢ καὶ τῷ σώματι συμμετέχει, ἢ καὶ τὸ κοινὸν ζῷον. Ἐκ δὴ τούτων καὶ τὰ σημεῖα τῶν ἐπιπνεομένων γίγνονται πολυειδῆ, κίνησίς τε τοῦ σώματος καὶ μορίων τινῶν, παντελεῖς τε αὐτοῦ ἠρεμίαι, τάξεις τε ἐναρμόνιοι καὶ χορεῖαι καὶ φωναὶ ἐμμελεῖς ἢ τἀναντία τούτων· καὶ ἤτοι τὸ σῶμα ἐπαιρόμενον ὁρᾶται ἢ διογκούμενον ἢ μετέωρον ἐν τῷ ἀέρι φερόμενον ἢ τἀναντία τούτων περὶ αὐτὸ φαίνεται γιγνόμενα· φωνῆς τε ὁμαλότης κατὰ μέγεθος ἢ τὰ μεταξὺ διαλαμβανόμενα τῇ σιωπῇ διαστήματα πολλὴ θεωρεῖται, καὶ ἀνωμαλία αὖθις, ἐνίοτε μὲν μουσικῶς ἐπιτεινομένων καὶ ἀνιεμένων τῶν ἤχων, ἐνίοτε δ’ ἄλλον τρόπον. Τὸ δὲ μέγιστον ὁρᾶται τῷ θεαγωγοῦντι τὸ κατιὸν πνεῦμα καὶ εἰσκρινόμενον, ὅσον τέ ἐστι καὶ ὁποῖον· μυστικῶς τε πείθεται καὶ διακυβερνᾶται. |
| Myst 3 6 [25] | Ὁρᾶται δὲ καὶ τῷ δεχομένῳ τὸ τοῦ πυρὸς εἶδος πρὸ τοῦ δέχεσθαι· ἐνίοτε δὲ καὶ τοῖς θεωροῦσι πᾶσιν ἔκδηλον γίγνεται, ἤτοι κατιόντος ἢ ἀναχωροῦντος τοῦ θεοῦ· ἀφ’ οὗ δὴ καὶ τὸ ἀληθέστατον αὐτοῦ καὶ δυνατώτατον καὶ μάλιστα τεταγμένον περὶ τίνων τε πέφυκεν ἀληθεύειν καὶ τίνα δύναμιν παρέχειν ἢ ἐπιτελεῖν τοῖς ἐπιστήμοσι γνώριμον γίγνεται. Οἱ δ’ ἄνευ τῶν μακαρίων τούτων θεαμάτων ἀφανῶς ποιούμενοι τὰς ἀγωγὰς τῶν πνευμάτων ὥσπερ ἐν σκότῳ ἀφάσσουσι καὶ οὐδὲν ἴσασιν ὧν ποιοῦσι, πλὴν πάνυ σμικρῶν τῶν διὰ τοῦ σώματος φαινομένων σημείων τοῦ ἐνθουσιῶντος καὶ τῶν ἄλλων τῶν ἐναργῶς ὁρωμένων, τὰ ὅλα τῆς θείας ἐπιπνοίας ἐν ἀφανεῖ κεκρυμμένα ἀγνοοῦντες. Ἀλλ’ ἐκεῖσε πάλιν ἐπάνειμι. Εἰ γὰρ παρουσία τοῦ τῶν θεῶν πυρὸς καὶ φωτός τι εἶδος ἄρρητον ἔξωθεν ἐπιβαίνει τῷ κατεχομένῳ, πληροῖ τε αὐτὸν ὅλον ἐπὶ κράτει, κύκλῳ τε πανταχόθεν ἐν ἑαυτῷ συνείληφεν, ὡς μηδεμίαν οἰκείαν ἐνέργειαν δύνασθαι διαπράττεσθαι, τίς ἂν αἴσθησις ἢ παρακολούθησις ἢ ἐπιβολὴ οἰκεία παραγένοιτο τῷ καταδεχομένῳ τὸ θεῖον πῦρ; ἢ τί ἂν τότε ἀνθρώπινον κίνημα παρεμπέσοι, ἢ ποία καταδοχὴ γένοιτ’ ἂν ἀνθρωπίνη πάθους ἢ ἐκστάσεως ἢ παρατροπῆς φαντασιῶν ἢ ἄλλου τινὸς τοιούτου, ὁποῖον ὑπολαμβάνουσιν οἱ πολλοί; τοιαῦτα δὴ οὖν ἔστω καὶ τὰ θεῖα τεκμήρια τῆς ἀληθινῆς ἐνθουσιάσεως, οἷς ἄν τις προσέχων οὐκ ἂν διαμάρτοι τῆς ὀρθῆς περὶ αὐτὴν ἐπιγνώσεως. Οὐ μὴν ἐξαρκεῖ γε ταῦτα μόνα μαθεῖν, οὐδ’ ἄν τις γένοιτο τέλειος εἰς τὴν θείαν ἐπιστήμην ταῦτα μόνα εἰδώς. |
| Myst 3 7 [5] | Ἀλλὰ χρὴ γνῶναι καὶ τίς ὁ ἐνθουσιασμός ἐστι καὶ ὅπως γίγνεται. Φορὰ μὲν οὖν τῆς διανοίας μετὰ δαιμονίας ἐπιπνοίας ψευδῶς δοξάζεται. Οὔτε γὰρ ἡ διάνοια ἡ ἀνθρωπίνη φέρεται, εἴ γε ὄντως κατέχεται, οὔτε δαιμόνων, θεῶν δὲ γίγνεται ἐπίπνοια. Ἀλλ’ οὐδ’ ἔκστασις ἁπλῶς οὕτως ἐστίν, ἀλλ’ ἐπὶ τὸ κρεῖττον ἀναγωγὴ καὶ μετάστασις, ἡ δὲ παραφορὰ καὶ ἔκστασις ἐμφαίνει καὶ τὴν ἐπὶ τὸ χεῖρον ἀνατροπήν. Ἔτι τοίνυν ὁ τοῦτο ἀποφαινόμενος λέγει μέν τι περὶ τῶν συμβεβηκότων περὶ τοὺς ἐνθουσιῶντας, οὐ μέντοι τὸ προηγούμενον ἀναδιδάσκει. Ἔστι δὲ τοῦτο τὸ κατέχεσθαι ὅλους αὐτοὺς ὑπὸ τοῦ θείου, ᾧ ἐπακολουθεῖ ὕστερον καὶ τὸ ἐξίστασθαι. Ψυχῆς μὲν οὖν καί τινος τῶν ἐν αὐτῇ δυνάμεων, ἢ νοῦ καί τινος τῶν ἐν αὐτῷ δυνάμεων ἢ ἐνεργειῶν, ἢ σωματικῆς ἀσθενείας ἢ ἄνευ ταύτης οὐκ ἄν τις ὑπολάβοι δικαίως τὸν ἐνθουσιασμὸν εἶναι, οὐδ’ ἂν οὕτω γίγνεσθαι εἰκότως ἂν ὑπόθοιτο· οὔτε γὰρ ἀνθρώπινόν ἐστι τὸ τῆς θεοφορίας ἔργον, οὔτε ἀνθρωπίνοις μορίοις ἢ ἐνεργήμασι τὸ πᾶν ἔχει κῦρος· ἀλλὰ ταῦτα μὲν ἄλλως ὑπόκειται, καὶ χρῆται αὐτοῖς ὁ θεὸς ὡς ὀργάνοις· τὸ δὲ πᾶν ἔργον τῆς μαντείας δι’ αὑτοῦ πληροῖ, καὶ ἀμιγῶς ἀπὸ τῶν ἄλλων ἀφειμένος οὔτε ψυχῆς κινουμένης οὐδ’ ὁτιοῦν οὔτε σώματος ἐνεργεῖ καθ’ αὑτόν. Ὅθεν δὴ καὶ ἀψευδῶς γίγνονται τὰ μαντεῖα τὰ οὕτως ὡς λέγω κατορθούμενα. Ἐπειδὰν δ’ ἡ ψυχὴ προκατάρχῃ ἢ μεταξὺ κινῆται, ἢ τὸ σῶμά τι παρεμπίπτῃ καὶ τὴν θείαν ἁρμονίαν ἐπιταράττῃ, θορυβώδη γίγνονται καὶ ψευδῆ τὰ μαντεῖα, καὶ ὁ ἐνθουσιασμὸς οὐκέτι ἀληθὴς ὑπάρχει οὐδὲ γνησίως θεῖος. Εἰ μὲν οὖν ἀπόλυσις τοῦ θείου ἀπὸ τῆς ἄλλης ψυχῆς ἢ χωρισμὸς τοῦ νοῦ ἤ τις ἐπίτευξις ἦν ἡ ἀληθὴς μαντεία, ἢ σφοδρότης καὶ ἐπίτασις ἐνεργείας ἢ πάθους ἢ ὀξύτης καὶ φορὰ τῆς διανοίας ἢ τὸ διαθερμαίνεσθαι τὸν νοῦν, πάντα ἂν τὰ τοιαῦτα, ἀπὸ τῆς ἡμετέρας ψυχῆς ἀνακινούμενα, ψυχῆς ἄν τις τὸν ἐνθουσιασμὸν εἶναι εὐλόγως ὑπετίθετο. |
| Myst 3 8 [5] | Εἰ δὲ τὸ σῶμα κατὰ τὰς ποιὰς κράσεις ἤτοι μελαγχολικὰς ἢ ὁποιασοῦν, ἢ καὶ ἰδίως ἔτι μᾶλλον κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ὑγρὸν ἢ τὸ ποιόν τι τούτων εἶδος, ἢ τὴν ἐν λόγῳ τούτων μῖξιν ἢ κρᾶσιν ἢ τὸ πνεῦμα ἢ τὸ μᾶλλον ἢ τὸ ἧττον τούτων, αἴτιον καθίσταται τῆς ἐνθουσιαστικῆς ἐκστάσεως, σωματικὸν ἂν εἴη τὸ τῆς παρατροπῆς πάθος καὶ ἀπὸ τῶν φυσικῶν κινήσεων ἐγειρόμενον· εἰ δ’ ἐξ ἀμφοῖν ἡ ἀρχὴ σώματός τε καὶ ψυχῆς ἀνεγείρεται, καθὸ συμπέπηκται ταῦτα ἀλλήλοις, κοινὸν ἔσται τοῦ ζῴου τὸ τοιόνδε κίνημα· ἀλλ’ οὔτε σώματος οὔτε ψυχῆς οὔτε τοῦ συναμφοτέρου τὸ ἐνθουσιᾶν ἐστιν ἔργον· οὐδὲ γὰρ ἔχει τινὰ ταῦτα ἐν ἑαυτοῖς αἰτίαν τῆς θείας παραλλάξεως, οὐδὲ πέφυκεν ἀπὸ τῶν χειρόνων τὰ κρείττονα ἀπογεννᾶσθαι. Ἀλλὰ δεῖ ζητεῖν τὰ τῆς θείας μανίας αἴτια· ταῦτα δ’ ἐστὶ τὰ καθήκοντα ἀπὸ τῶν θεῶν φῶτα καὶ τὰ ἐνδιδόμενα πνεύματα ἀπ’ αὐτῶν καὶ ἡ ἀπ’ αὐτῶν παροῦσα παντελὴς ἐπικράτεια, περιέχουσα μὲν πάντα τὰ ἐν ἡμῖν, ἐξορίζουσα δὲ πάντῃ τὴν οἰκείαν ἡμῶν παρακολούθησιν καὶ κίνησιν, καὶ λόγους μὲν προϊεμένη, οὐ μετὰ διανοίας δὲ τῶν λεγόντων, ἀλλὰ μαινομένῳ φασὶ στόματι φθεγγομένων αὐτοὺς καὶ ὑπηρετούντων ὅλων καὶ παραχωρούντων μόνῃ τῇ τοῦ κρατοῦντος ἐνεργείᾳ. Τοιοῦτός τίς ἐστιν ὁ σύμπας ἐνθουσιασμὸς καὶ ἀπὸ τοιούτων αἰτίων ἀποτελούμενος, ὡς ἐν τύπῳ καὶ μὴ δι’ ἀκριβείας περὶ αὐτοῦ εἰρῆσθαι. Ἃ δὲ λέγεις ἐπὶ τούτοις ἐστὶ ταῦτα· ὡς τῶν ἐξισταμένων ἔνιοί τινες αὐλῶν ἀκούοντες ἢ κυμβάλων ἢ τυμπάνων ἤ τινος μέλους ἐνθουσιῶσιν, ὡς οἵ τε κορυβαντιζόμενοι καὶ οἱ τῷ Σαβαζίῳ κάτοχοι καὶ οἱ μητρίζοντες· δεῖ δὴ καὶ περὶ τούτων τὰς αἰτίας διελθεῖν πῶς τε γίγνονται, ἐπιτελούμενά τε τίνα ἔχει λόγον. |
| Myst 3 9 [45] | Τὸ μὲν οὖν κινητικόν τι καὶ παθητικὸν εἶναι τὴν μουσικήν, καὶ τὸ τῶν αὐλῶν ἐμποιεῖν ἢ ἰατρεύειν τὰ πάθη τῆς παρατροπῆς, καὶ τὸ μεθιστάναι τὰς τοῦ σώματος κράσεις ἢ διαθέσεις τὴν μουσικήν, καὶ τὸ ἄλλοις μὲν μέλεσιν ἀναβακχεύεσθαι ἄλλοις δ’ ἀποπαύεσθαι τῆς βακχείας, καὶ πῶς αἱ τούτων διαφοραὶ πρὸς τὰς τῆς ψυχῆς ἑκάστας διαθέσεις προσαρμόττουσι, καὶ ὅτι τὸ ἄστατον καὶ ἀκατάστατον μέλος πρὸς τὰς ἐκστάσεις οἰκεῖον, οἷα δή ἐστι τὰ Ὀλύμπου, καὶ ὅσα τοιαῦτα λέγεται, πάντα ἀλλοτρίως μοι δοκεῖ λέγεσθαι πρὸς τὸν ἐνθουσιασμόν· φυσικά τε γάρ ἐστι καὶ ἀνθρώπινα καὶ τέχνης ἡμετέρας ἔργα· τὸ δὲ θεῖον ἐν αὐτοῖς οὐδ’ ὁπωστιοῦν διαφαίνεται. Μᾶλλον οὖν ἐκεῖνα λέγομεν, ὡς ἦχοί τε καὶ μέλη καθιέρωνται τοῖς θεοῖς οἰκείως ἑκάστοις, συγγένειά τε αὐτοῖς ἀποδέδοται προσφόρως κατὰ τὰς οἰκείας ἑκάστων τάξεις καὶ δυνάμεις καὶ τὰς ἐν αὐτῷ 〈τῷ〉 παντὶ κινήσεις καὶ τὰς ἀπὸ τῶν κινήσεων ῥοιζουμένας ἐναρμονίους φωνάς· κατὰ δὴ τὰς τοιαύτας τῶν μελῶν πρὸς τοὺς θεοὺς οἰκειότητας παρουσία τε αὐτῶν γίγνεται (οὐδὲ γάρ ἐστί τι τὸ διεῖργον), ὥστε μετέχειν αὐτῶν εὐθὺς τὸ τὴν τυχοῦσαν ἔχον πρὸς αὐτοὺς ὁμοιότητα, κατοχή τε συνίσταται εὐθὺς τελεία καὶ πλήρωσις τῆς κρείττονος οὐσίας καὶ δυνάμεως. Οὐχ ὅτι τὸ σῶμα καὶ ἡ ψυχὴ ἀλλήλοις ἐστὶ συμπαθῆ καὶ συμπάσχει τοῖς μέλεσιν, ἀλλ’ ἐπεὶ τῆς θείας ἁρμονίας ἡ τῶν θεῶν ἐπίπνοια οὐκ ἀφέστηκεν, οἰκειωθεῖσα δὲ πρὸς αὐτὴν κατ’ ἀρχὰς μετέχεται ὑπ’ αὐτῆς ἐν μέτροις τοῖς προσήκουσιν· ἔχει δὲ καὶ τὸ ἀνεγείρεσθαι καὶ τὸ ἀποπαύεσθαι κατὰ τὴν τῶν θεῶν τάξιν ἑκάτερον. Ἀπέρασιν δὲ καὶ ἀποκάθαρσιν ἰατρείαν τε οὐδαμῶς αὐτὸ κλητέον. Οὐδὲ γὰρ κατὰ νόσημά τι ἢ πλεονασμὸν ἢ περίττωμα πρώτως ἐν ἡμῖν ἐμφύεται, θεία δ’ αὐτοῦ συνίσταται ἡ πᾶσα ἄνωθεν ἀρχὴ καὶ καταβολή. Ἀλλ’ οὐδὲ τοῦτο δεῖ λέγειν, ὡς ἡ ψυχὴ πρώτως ὑφέστηκεν ἐξ ἁρμονίας καὶ ῥυθμοῦ· ἔστι γὰρ οὕτω ψυχῆς μόνης οἰκεῖος ὁ ἐνθουσιασμός· βέλτιον οὖν καὶ τὴν τοιαύτην ἀπόφασιν ἐκεῖσε μετάγειν, ὅτι δὴ ἡ ψυχή, πρὶν καὶ τῷ σώματι δοῦναι ἑαυτήν, τῆς θείας ἁρμονίας κατήκουεν· οὐκοῦν καὶ ἐπειδὰν εἰς σῶμα ἀφίκηται, ὅσα ἂν μέλη τοιαῦτα ἀκούσῃ οἷα μάλιστα διασώζει τὸ θεῖον ἴχνος τῆς ἁρμονίας, ἀσπάζεται ταῦτα καὶ ἀναμιμνήσκεται ἀπ’ αὐτῶν τῆς θείας ἁρμονίας, καὶ πρὸς αὐτὴν φέρεται καὶ οἰκειοῦται, μεταλαμβάνει τε αὐτῆς ὅσον οἷόν τε αὐτῆς μετέχειν. |
| Myst 3 10 [5] | Κοινῶς μὲν οὖν οὕτως ἄν τις ἀποδοίη τὴν αἰτίαν τῆς θείας μαντείας· τοὺς δ’ ἰδίους περὶ αὐτῆς ἀπολογισμοὺς προσάγομεν, οὐ τοῦτο λέγοντες, ὅτι ἡ φύσις ἕκαστον ἄγει πρὸς τὸ οἰκεῖον· οὐδὲ γάρ ἐστι φύσεως ἔργον τὸ ἐνθουσιᾶν· οὐδ’ ὅτι ἡ τοῦ ἀέρος καὶ τοῦ περιέχοντος κρᾶσις διάφορον ἐμποιεῖ καὶ τὴν ἐν τῷ σώματι κρᾶσιν τῶν ἐνθουσιώντων (οὐδὲ γὰρ σωματικαῖς δυνάμεσιν ἢ κράσεσι τὰ τῶν θεῶν ἔργα τῆς ἐπιπνοίας ἐναλλάττεται)· οὐδ’ ὅτι πρὸς τὰ πάθη καὶ τὰ γιγνόμενα προσφόρως καὶ τὴν τοῦ θεοῦ ἐπεφήμισαν ἐπίπνοιαν (ἀπαθὴς γὰρ καὶ κρείττων πάσης γενέσεως ἡ δόσις τῶν θεῶν εἰς ἀνθρώπους ἐστὶ τῆς οἰκείας ἐνεργείας). Ἀλλ’ ἐπεὶ τῶν μὲν Κορυβάντων φρουρητική πώς ἐστιν ἡ δύναμις καὶ ἐπιτελεστική, τοῦ Σαβαζίου δ’ εἰς βακχείας καὶ ἀποκαθάρσεις ψυχῶν καὶ λύσεις παλαιῶν μηνιμάτων οἰκειότητα παρεσκεύασται, διὰ ταῦτα δὴ καὶ αἱ ἐπίπνοιαι αὐτῶν τῷ παντὶ διεστήκασιν. Τῆς δὲ μητρὸς τῶν θεῶν σὺ μὲν ἔοικας ἄρρενας εἶναι νομίζειν τοὺς κατόχους· οὕτω γὰρ αὐτοὺς καὶ προσηγόρευσας τοὺς μητρίζοντας· οὐ μὴν τό γε ἀληθὲς οὕτως ἔχει· γυναῖκες γάρ εἰσιν αἱ προηγουμένως μητρίζουσαι, ἀρρένων δ’ ὀλιγοστοὶ καὶ ὅσοι ἂν ὦσιν ἁπαλώτεροι. Δύναμιν δ’ ἔχει καὶ οὗτος ὁ ἐνθουσιασμὸς ζωογόνον τε καὶ ἀποπληρωματικήν, καθὸ δὴ καὶ διαφερόντως τῆς ἄλλης μανίας πάσης διενήνοχεν. Οὕτω δὴ οὖν καθ’ ὁδὸν ἰόντες τὴν ἑξῆς τοῦ παρόντος λόγου καὶ τὰς τῶν Νυμφῶν ἢ Πανὸς ἐπιπνοίας καὶ τὰς ἄλλας αὐτῶν διαφορὰς κατὰ τὰς τῶν θεῶν δυνάμεις οἰκείως διακρίνοντες, διαστήσομεν κατὰ τὰς προσηκούσας αὐτῶν ἰδιότητας ἐξηγησόμεθά τε διὰ τί ἐκπηδῶσι καὶ ἐν ὄρεσι διατρίβουσι καὶ διὰ τί δεδεμένοι φαίνονταί τινες καὶ διὰ τί διὰ θυσιῶν θεραπεύονται· πάντα τε ταῦτα τοῖς θείοις αἰτίοις ἀποδώσομεν ὡς ἔχουσιν ἐν ἑαυτοῖς τὸ πᾶν κῦρος· ἀλλ’ οὔτε σωματικά τινα ἢ τῆς ψυχῆς περιττώματα συναθροιζόμενα δεῖσθαι τοῦ ἀποκαθαίρεσθαι ἐροῦμεν, οὔτε ὡρῶν περιόδους αἰτίας εἶναι τῶν τοιούτων παθημάτων, οὔτε τὴν τοῦ ὁμοίου καταδοχὴν καὶ τὴν τοῦ ἐναντίου ἀφαίρεσιν ἰατρείαν τινὰ φέρειν τῆς τοιαύτης ὑπερβολῆς φήσομεν· τὰ γὰρ τοιαῦτα πάντα σωματοειδῆ καθέστηκε, ζωῆς δὲ θείας καὶ νοερᾶς πάντῃ κεχώρισται. Ἕκαστον δὲ ᾗ πέφυκε ταύτῃ συμβαίνει καὶ τὰ περὶ αὐτὸ ἐνεργήματα τελεῖσθαι· ὥστε καὶ τὰ ἀπὸ τῶν θεῶν ἐγείροντα καὶ ἀναβακχεύοντα τοὺς ἀνθρώπους πνεύματα ἐκβέβληκεν ἄλλην πᾶσαν ἀνθρωπίνην καὶ φυσικὴν κίνησιν, καὶ οὐ δεῖ δὴ τὸν τρόπον αὐτῶν ἀφομοιοῦν ταῖς συνήθως γιγνωσκομέναις ἐνεργείαις, ἐπὶ δὲ τὰ παντελῶς παραλλάττοντα καὶ πρωτουργὰ τῶν θεῶν αἴτια αὐτὰς ἀνάγειν προσήκει. Ἓν μὲν δὴ οὖν τοῦτο εἶδος θεοφορίας τοιόνδε καὶ οὕτω γιγνόμενον ὑπάρχει· ἕτερον δὲ τὸ τῶν χρηστηρίων διαβόητον καὶ ἐναργέστατόν ἐστι πολυμερὲς ἔνθεον μαντεῖον, περὶ οὗ τὰ τοιαῦτα ἀποφαίνει· οἱ δὲ ὕδωρ πιόντες, καθάπερ ὁ ἐν Κολοφῶνι ἱερεὺς τοῦ Κλαρίου, οἱ δὲ στομίοις παρακαθήμενοι, ὡς αἱ ἐν Δελφοῖς θεσπίζουσαι, οἱ δ’ ἐξ ὑδάτων ἀτμιζόμενοι, καθάπερ αἱ ἐν Βραγχίδαις προφήτιδες. |
| Myst 3 11 [55] | Τριῶν δὲ τουτωνὶ διωνύμων χρηστηρίων ἐμνημόνευσας, οὐχ ὅτι μόνα ἐνταῦθα, πολὺ γὰρ πλείονα ὑπῆρχε τὰ παραλειπόμενα· ἀλλ’ ἐπεὶ προεῖχε τῶν ἄλλων ταῦτα, καὶ ἅμα οὗ ἕνεκα ἐζητεῖτο ἱκανῶς ἀνεδίδασκες, περὶ τοῦ τρόπου φημὶ τῆς ἐκ θεῶν ἀνθρώποις ἐπιπεμπομένης μαντείας, διὰ τοῦτο δὴ ἠρκέσθης τούτοις. Καὶ ἡμεῖς οὖν περὶ τῶν τριῶν τούτων ποιησόμεθα λόγον, τὸν περὶ τῶν πολλῶν μαντείων λόγον ὑπερβάντες. Τὸ δὴ ἐν Κολοφῶνι μαντεῖον ὁμολογεῖται παρὰ πᾶσι δι’ ὕδατος χρηματίζειν. Εἶναι γὰρ πηγὴν ἐν οἴκῳ καταγείῳ καὶ ἀπ’ αὐτῆς πίνειν τὸν προφήτην ἔν τισι τακταῖς νυξίν, ἱερουργιῶν πολλῶν γενομένων πρότερον, πιόντα δὲ χρησμῳδεῖν οὐκέθ’ ὁρώμενον τοῖς παροῦσι θεωροῖς. Τὸ μὲν οὖν εἶναι μαντικὸν ἐκεῖνο τὸ ὕδωρ αὐτόθεν πρόδηλον· τὸ δὲ πῶς ἐστι τοιοῦτον, οὐκέτ’ ἄν, κατὰ τὴν παροιμίαν, πᾶς ἀνὴρ γνοίη· δοκεῖ μὲν γὰρ διήκειν τι δι’ αὐτοῦ πνεῦμα μαντικόν· οὐ μέντοι τό γε ἀληθὲς οὕτως ἔχει. Τὸ γὰρ θεῖον οὐ διαπεφοίτηκεν οὕτω διαστατῶς καὶ μεριστῶς ἐν τοῖς αὐτοῦ μετέχουσιν, ἀλλ’ ὡς παρέχον ἔξωθεν καὶ ἐπιλάμπον τὴν πηγήν, πληροῖ δυνάμεως αὐτὴν ἀφ’ ἑαυτοῦ μαντικῆς· οὐ μέντοι τοῦ γε θεοῦ πᾶσά ἐστιν ἡ ἐπίπνοια ἥντινα παρέχει τὸ ὕδωρ, ἀλλ’ αὕτη μὲν ἐπιτηδειότητα μόνον καὶ ἀποκάθαρσιν τοῦ ἐν ἡμῖν αὐγοειδοῦς πνεύματος ἐμποιεῖ, δι’ ἣν δυνατοὶ γιγνόμεθα χωρεῖν τὸν θεόν. Ἄλλη δ’ ἐστὶν ἡ τοῦ θεοῦ παρουσία καὶ προτέρα ταύτης καὶ ἄνωθεν ἐναστράπτουσα· αὕτη τοίνυν οὐδενὸς ἀφέστηκε τῶν ἐχόντων διὰ τῆς οἰκειότητος συναφὴν πρὸς ἑαυτήν· πάρεστι δ’ εὐθὺς καὶ χρῆται ὡς ὀργάνῳ τῷ προφήτῃ οὔτε ἑαυτοῦ ὄντι οὔτε παρακολουθοῦντι οὐδὲν οἷς λέγει ἢ ὅπου γῆς ἐστιν· ὥστε καὶ μετὰ τὴν χρησμῳδίαν μόγις ποτὲ ἑαυτὸν λαμβάνει· καὶ πρὸ τοῦ πίνειν δὲ οὕτως ἀσιτεῖ τὴν ἡμέραν ὅλην καὶ νύκτα, καὶ ἐν ἱεροῖς τισιν ἀβάτοις τῷ πλήθει καθ’ ἑαυτὸν ἀνακεχώρηκεν ἀρχόμενος ἐνθουσιᾶν, καὶ διὰ τῆς ἀποστάσεως καὶ ἀπαλλαγῆς τῶν ἀνθρωπίνων πραγμάτων ἄχραντον ἑαυτὸν εἰς ὑποδοχὴν τοῦ θεοῦ παρασκευάζει· ἐξ ὧν δὴ εἰς καθαρὰν ἕδραν τῆς ἑαυτοῦ ψυχῆς ἐλλάμπουσαν ἔχει τὴν τοῦ θεοῦ ἐπίπνοιαν, ἀκώλυτόν τε αὐτῇ παρέχει τὴν κατοκωχὴν καὶ τὴν παρουσίαν τελείαν ἀνεμπόδιστον. Ἡ δ’ ἐν Δελφοῖς προφῆτις, εἴτε ἀπὸ πνεύματος λεπτοῦ καὶ πυρώδους ἀναφερομένου ποθὲν ἀπὸ στομίου θεμιστεύει τοῖς ἀνθρώποις, εἴτε ἐν τῷ ἀδύτῳ καθημένη ἐπὶ δίφρου χαλκοῦ τρεῖς πόδας ἔχοντος χρηματίζει, εἴτε καὶ ἐπὶ τοῦ τετράποδος δίφρου ὅς ἐστιν ἱερὸς τοῦ θεοῦ, πανταχῆ οὕτω δίδωσιν ἑαυτὴν τῷ θείῳ πνεύματι, ἀπό τε τῆς τοῦ θείου πυρὸς ἀκτῖνος καταυγάζεται. |
| Myst 3 11 (50) [85] | Καὶ ὅταν μὲν ἀθρόον καὶ πολὺ τὸ ἀναφερόμενον ἀπὸ τοῦ στομίου πῦρ κύκλῳ πανταχόθεν αὐτὴν περιέχῃ, πληροῦται ἀπ’ αὐτοῦ θείας αὐγῆς· ὅταν δ’ εἰς ἕδραν ἐνιδρυθῇ τοῦ θεοῦ, τῇ σταθερᾷ τοῦ θεοῦ μαντικῇ δυνάμει συναρμόζεται· ἐξ ἀμφοτέρων δὲ τῶν τοιούτων παρασκευῶν ὅλη γίγνεται τοῦ θεοῦ. Καὶ τότε δὴ πάρεστιν αὐτῇ χωριστῶς ὁ θεὸς ἐπιλάμπων, ἕτερος ὢν καὶ τοῦ πυρὸς καὶ τοῦ πνεύματος καὶ τῆς ἰδίας ἕδρας καὶ πάσης τῆς περὶ τὸν τόπον φυσικῆς καὶ ἱερᾶς φαινομένης κατασκευῆς. Καὶ μὴν ἥ γε ἐν Βραγχίδαις γυνὴ χρησμῳδός, εἴτε ῥάβδον ἔχουσα τὴν πρώτως ὑπὸ θεοῦ τινος παραδοθεῖσαν πληροῦται τῆς θείας αὐγῆς, εἴτε ἐπὶ ἄξονος καθημένη προλέγει τὸ μέλλον, εἴτε τοὺς πόδας ἢ κράσπεδόν τι τέγγουσα τῷ ὕδατι ἢ ἐκ τοῦ ὕδατος ἀτμιζομένη δέχεται τὸν θεόν, ἐξ ἁπάντων τούτων ἐπιτηδεία παρασκευαζομένη πρὸς τὴν ὑποδοχὴν ἔξωθεν αὐτοῦ μεταλαμβάνει. Δηλοῖ δὲ καὶ τὸ τῶν θυσιῶν πλῆθος καὶ ὁ θεσμὸς τῆς ὅλης ἁγιστείας καὶ ὅσα ἄλλα δρᾶται πρὸ τῆς χρησμῳδίας θεοπρεπῶς, τά τε λουτρὰ τῆς προφήτιδος καὶ ἡ τριῶν ὅλων ἡμερῶν ἀσιτία καὶ ἡ ἐν ἀδύτοις αὐτῆς διατριβὴ καὶ ἐχομένης ἤδη τῷ φωτὶ καὶ τερπομένης ἐν πολλῷ χρόνῳ· καὶ γὰρ αὐτὰ πάντα παράκλησιν τοῦ θεοῦ ὥστε παραγενέσθαι καὶ παρουσίαν ἔξωθεν ἐπιδείκνυσιν, ἐπίπνοιάν τε θαυμασίαν οἵαν πρὶν καὶ εἰς τὸν συνήθη τόπον ἀφικέσθαι, καὶ ἐν αὐτῷ τῷ πνεύματι τῷ ἀπὸ τῆς πηγῆς ἀναφερομένῳ ἕτερόν τινα πρεσβύτερον χωριστὸν ἀπὸ τοῦ τόπου θεὸν ἀναφαίνει, τὸν αἴτιον καὶ τοῦ τόπου καὶ τῆς πηγῆς αὐτῆς καὶ τῆς μαντικῆς ὅλης. Φαίνεται δὴ οὖν καὶ ἡ τῶν χρηστηρίων μαντεία συνομολογοῦσα ταῖς ὅλαις ὑποθέσεσιν ἃς προειρήκαμεν περὶ τῆς μαντικῆς. |
| Myst 3 12 [25] | Ἀχώριστος μὲν γὰρ οὖσα τῆς φύσεως τῶν τόπων καὶ τῶν ὑποκειμένων αὐτῇ σωμάτων ἡ τοιαύτη δύναμις, ἢ προϊοῦσα κατὰ κίνησιν τὴν ἀφοριζομένην ἀριθμῷ, οὐ δύναται τὰ πανταχοῦ καὶ ἀεὶ προγιγνώσκειν ὡσαύτως· ἀφειμένη δ’ ἀπόλυτος τῶν τόπων καὶ τῶν διαμεμετρημένων τοῖς ἀριθμοῖς χρόνων (ἅτε δὴ κρείττων οὖσα τῶν γιγνομένων κατὰ χρόνον καὶ τῶν ὑπὸ τόπου κατεχομένων) τοῖς πανταχοῦ οὖσιν ἐξ ἴσου πάρεστι, καὶ τοῖς κατὰ χρόνον φυομένοις πάντοτε ἅμα σύνεστιν, ἐν ἑνί τε συνείληφε τῶν ὅλων τὴν ἀλήθειαν διὰ τὴν χωριστὴν ἑαυτῆς καὶ ὑπερέχουσαν οὐσίαν. Εἰ δὴ ταῦτα ὀρθῶς εἰρήκαμεν, ὑπ’ οὐδενὸς οὔτε τόπου οὔτε μεριστοῦ σώματος ἀνθρωπίνου οὔτε ψυχῆς κατεχομένης ἐν ἑνὶ εἴδει μεριστῶν περιείληπται μεριστῶς ἡ μαντικὴ τῶν θεῶν δύναμις, χωριστὴ δ’ οὖσα καὶ ἀδιαίρετος ὅλη πανταχοῦ πάρεστι τοῖς μεταλαμβάνειν αὐτῆς δυναμένοις, ἔξωθέν τε ἐπιλάμπει καὶ πληροῖ πάντα, δι’ ὅλων τε τῶν στοιχείων διαπεφοίτηκε, γῆν τε καὶ ἀέρα καὶ πῦρ καὶ ὕδωρ κατείληφεν, οὐδέν τε ἄμοιρον ἑαυτῆς οὔτε τῶν ζῴων οὔτε τῶν ἀπὸ φύσεως διοικουμένων ἀπολείπει, ἀλλὰ τοῖς μὲν μᾶλλον τοῖς δὲ ἧττον ἀφ’ ἑαυτῆς δίδωσί τινα μοῖραν προγνώσεως· αὐτὴ μέντοι πρὸ τῶν ὅλων προϋπάρχουσα αὐτῷ τῷ χωριστῷ ἑαυτῆς ἱκανὴ γέγονεν ἀποπληρῶσαι πάντα, καθ’ ὅσον ἕκαστα δύναται αὐτῆς μετέχειν. Ἴδωμεν τοίνυν τὸ ἐντεῦθεν ἄλλο εἶδος ἰδιωτικὸν καὶ οὐ δημόσιον μαντείας, περὶ οὗ λέγεις ταῦτα· «οἱ δ’ ἐπὶ χαρακτήρων στάντες ὡς οἱ πληρούμενοι ἀπὸ εἰσκρίσεων». |
| Myst 3 13 [5] | Τοῦτο τοίνυν διὰ τοὺς κακῶς αὐτῷ χρωμένους οὐ ῥᾴδιον ἐν ἑνὶ λόγῳ περιλαβεῖν. Ἀλλὰ τὸ μὲν πρόχειρον καὶ κακῶς ἐπιπολάζον ἐν τοῖς πολλοῖς ἀνθρώποις ψευδολογίᾳ τε καὶ ἀπάτῃ χρώμενον οὐκ ἀνεκτῇ, οὐδ’ ὅλως ἔχει τινὸς θεοῦ παρουσίαν, κίνησιν δέ τινα τῆς ψυχῆς ποιεῖται παρὰ τοὺς θεούς, καὶ ἀμυδράν τινα ἀπ’ αὐτῶν εἰδωλικὴν ἔμφασιν ἕλκει, ἥτις διὰ τὸ ἐξίτηλον τῆς δυνάμεως εἴωθεν ἐνίοτε ὑπὸ τῶν δαιμονίων φαύλων πνευμάτων ἐπιταράττεσθαι· ἡ δ’ ὄντως τῶν θεῶν τυγχάνουσα, τά τε ἄλλα εἰλικρινὴς καὶ καθαρὰ ἄτρεπτος ἀληθής, καὶ δὴ καὶ ὑπὸ τῶν ἐναντίων πνευμάτων ἄβατός ἐστι καὶ ἀνεμπόδιστος· ὥσπερ γὰρ ἡλίου καταλάμψαντος οὐ πέφυκε τὴν αὐγὴν ὑπομένειν τὸ σκότος, ἐξαίφνης δὲ ἀφανὲς ἄρδην καθίσταται καὶ παντελῶς ἐκ μέσων ὑποχωρεῖ καὶ ἐκποδὼν ἐξίσταται, οὕτω καὶ τῆς πάντα ἀγαθῶν πληρούσης τῶν θεῶν δυνάμεως πολλαχόθεν ἐπιλαμπούσης οὐκ ἔχει χώραν ἡ τῶν κακῶν ταραχὴ πνευμάτων, οὐδὲ δύναταί που διαφαίνεσθαι, ἀλλ’ ὡς τὸ μηδὲν ἢ ἐν τῷ μὴ ὄντι κεχώρισται, οὐδαμοῦ φύσιν ἔχουσα κινεῖσθαι τῶν κρειττόνων παρόντων ἢ παρενοχλεῖν αὐτοῖς δυναμένη ἡνίκα ἂν ἐπιλάμπωσιν. Τί ποτ’ οὖν τοσοῦτον διάφορόν ἐστιν ἑκατέρου τούτων, οὐκ ἄλλοις χρήσομαι γνωρίσμασιν εἰς τὴν διάκρισιν αὐτῶν ἢ αὐτοῖς τοῖς παρὰ σοῦ ῥηθεῖσιν· ὅταν γὰρ εἴπῃς «οἱ ἐπὶ χαρακτήρων στάντες», οὐδὲν ἄλλο ἔοικας σημαίνειν ἢ τὸ αἴτιον τῶν περὶ ταῦτα κακῶν πάντων. Εἰσὶ γάρ τινες οἳ τὴν ὅλην πραγματείαν τῆς τελεσιουργοῦ θεωρίας παριδόντες περί τε τὸν καλοῦντα καὶ περὶ τὸν ἐπόπτην, τάξιν τε τῆς θρησκείας καὶ τὴν ὁσιωτάτην ἐν πολλῷ χρόνῳ τῶν πόνων ἐμμονὴν ἀτιμάσαντες, θεσμούς τε καὶ ἐντυχίας καὶ τὰς ἄλλας ἁγιστείας παρωσάμενοι, ἀποχρῶσαν νομίζουσι τὴν ἐπὶ τῶν χαρακτήρων μόνην στάσιν, καὶ ταύτην ἐν μιᾷ ὥρᾳ ποιησάμενοι, εἰσκρίνειν νομίζουσί τι πνεῦμα· καίτοι τί ἂν γένοιτο ἀπὸ τούτων καλὸν ἢ τέλειον; ἢ πῶς ἔνεστι τὴν ἀίδιον καὶ τῷ ὄντι τῶν θεῶν οὐσίαν ἐφημέροις ἔργοις συνάπτεσθαι ἐν ταῖς ἱεραῖς πράξεσι; διὰ ταῦτα δὴ οὖν οἱ τοιοῦτοι προπετεῖς ἄνδρες τοῦ παντὸς ἁμαρτάνουσιν, οὐδ’ ἄξιον αὐτοὺς ἐν μάντεσι καταριθμεῖσθαι. Περὶ δ’ ἄλλου γένους μαντικῆς λέγεις ταῦτα· «ἄλλοι παρακολουθοῦντες ἑαυτοῖς κατὰ τὰ ἄλλα, κατὰ τὸ φανταστικὸν θειάζουσιν, οἱ μὲν σκότος συνεργὸν λαβόντες οἱ δὲ καταπόσεις τινῶν οἱ δ’ ἐπῳδὰς καὶ συστάσεις· καὶ οἱ μὲν δι’ ὕδατος φαντάζονται οἱ δ’ ἐν τοίχῳ οἱ δ’ ἐν ὑπαίθρῳ ἀέρι οἱ δ’ ἐν ἡλίῳ ἢ ἄλλῳ τινὶ τῶν κατ’ οὐρανόν». |
| Myst 3 14 [55] | Πᾶν δὴ καὶ τοῦτο ὃ λέγεις τῆς μαντείας γένος πολυειδὲς ὂν μιᾷ συνείληπται δυνάμει, ἣν ἄν τις φωτὸς ἀγωγὴν ἐπονομάσειεν. Αὕτη δή που τὸ περικείμενον τῇ ψυχῇ αἰθερῶδες καὶ αὐγοειδὲς ὄχημα ἐπιλάμπει θείῳ φωτί, ἐξ οὗ δὴ φαντασίαι θεῖαι καταλαμβάνουσι τὴν ἐν ἡμῖν φανταστικὴν δύναμιν, κινούμεναι ὑπὸ τῆς βουλήσεως τῶν θεῶν. Ὅλη γὰρ ἡ ζωὴ τῆς ψυχῆς καὶ πᾶσαι αἱ ἐν αὐτῇ δυνάμεις ὑποκείμεναι τοῖς θεοῖς κινοῦνται, ὅπως ἂν 〈οἱ〉 ἡγεμόνες αὐτῆς ἐθέλωσιν. Καὶ τοῦτο διχῶς γίγνεται ἢ παρόντων τῇ ψυχῇ τῶν θεῶν ἢ προδραμόν τι εἰς αὐτὴν φῶς ἀφ’ ἑαυτῶν ἐπιλαμπόντων· καθ’ ἑκάτερον δὲ τὸν τρόπον χωριστὴ καὶ ἡ θεία παρουσία ἐστὶ καὶ ἡ ἔλλαμψις. Ἡ μὲν οὖν προσοχὴ καὶ διάνοια τῆς ψυχῆς παρακολουθεῖ τοῖς γιγνομένοις, ἐπειδὴ τούτων τὸ θεῖον φῶς οὐκ ἐφάπτεται· ἐπιθειάζει δὲ τὸ φανταστικόν, διότι οὐκ ἀφ’ ἑαυτοῦ, ἀπὸ δὲ τῶν θεῶν ἐγείρεται εἰς τρόπους φαντασιῶν, ἐξηλλαγμένης πάντῃ τῆς ἀνθρωπίνης συνηθείας. Ἐπεὶ δὲ καὶ ἢ τὸ ἐναντίον δεκτικόν ἐστι τοῦ ἐναντίου κατὰ μεταβολὴν καὶ ἔκστασιν ἀφ’ ἑαυτοῦ, ἢ τὸ συγγενὲς καὶ οἰκεῖον δι’ ὁμοιότητα, διὰ ταῦτα δὴ εἰκότως τότε μὲν σκότος συνεργὸν λαμβάνουσιν οἱ φωταγωγοῦντες, τότε δὲ ἡλίου φῶς ἢ σελήνης ἢ ὅλως τὴν ὑπαίθριον αὐγὴν συλλαμβανόμενα ἔχουσι πρὸς τὴν ἔλλαμψιν. Ἐνίοτε δὲ καὶ καταστάσεσί τινων χρῶνται, ὅσα οἰκεῖα τοῖς θεοῖς ὑπάρχει τοῖς μέλλουσιν ἐπιφέρεσθαι, ἢ καὶ ἐπῳδαῖς ἢ συστάσεσι, καὶ αὐταῖς οἰκείαις παρεσκευασμέναις εἴς τε τὴν παρασκευὴν τῆς ὑποδοχῆς καὶ τὴν παρουσίαν τῶν θεῶν καὶ ἐπιφάνειαν. Ἐνίοτε δ’ αὖ καὶ δι’ ὕδατος ἄγουσι τὸ φῶς, ἐπειδὴ διαφανὲς ὂν τοῦτο εὐφυῶς διάκειται πρὸς ὑποδοχὴν τοῦ φωτός. Ἄλλοτε δ’ εἰς τοῖχον αὐτὸ ποιοῦσιν ἐπιλάμπειν, ταῖς ἱεραῖς τῶν χαρακτήρων καταγραφαῖς προευτρεπίζοντες ἕδραν ἀρίστως εἰς τὸν τοῖχον τῷ φωτί, καὶ ἅμα ἀποστηρίζοντες αὐτὸ ἐνταῦθα ἔν τινι στερεῷ χωρίῳ, ὥστε μὴ ἐπὶ πολὺ διαχεῖσθαι. Γένοιντο δ’ ἂν καὶ ἄλλοι πλείονες τρόποι τῆς τοῦ φωτὸς ἀγωγῆς· ἀλλ’ ὅμως εἰς ἓν ἀνάγονται πάντες, εἰς τὴν τῆς αὐγῆς ἔλλαμψιν, ὅπουπερ ἂν καὶ δι’ οἵων ὀργάνων ἐπιλάμπωσιν. Ἐπειδὴ τοίνυν ἔξωθέν τέ ἐστιν αὕτη καὶ μόνη τῇ βουλήσει καὶ νοήσει τῶν θεῶν ὑπηρετοῦντα κέκτηται τὰ πάντα, τὸ δὲ μέγιστον φῶς ἔχει ἱερὸν καταυγάζον, τὸ μὲν ἄνωθεν ἀπὸ τοῦ αἰθέρος τὸ δ’ ἐξ ἀέρος ἢ σελήνης ἢ καὶ ἡλίου καταλάμπον ἢ ἄλλης τινὸς οὐρανίας σφαίρας, φαίνεται ἐκ πάντων τούτων αὐτεξούσιος καὶ πρωτουργὸς καὶ τῶν θεῶν ἐπάξιος ὁ τοιοῦτος ὢν τρόπος τῆς μαντείας. |
| Myst 3 15 [5] | Φέρε δὴ οὖν ἐπὶ τὸν διὰ τέχνης ἀνθρωπίνης ἐπιτελούμενον τρόπον μετέλθωμεν, ὅστις στοχασμοῦ καὶ οἰήσεως πλείονος εἴληφε· λέγεις δὲ καὶ περὶ τούτου τοιαῦτα· οἱ δ’ ἤδη καὶ διὰ σπλάγχνων καὶ δι’ ὀρνίθων καὶ δι’ ἀστέρων τέχνην συνεστήσαντο τῆς θήρας τοῦ μέλλοντος. Εἰσὶ μὲν καὶ ἄλλαι πλείονες τέχναι τοιαῦται, πλὴν ἀλλὰ καὶ αὗταί γε ἀποχρῶσιν ἐνδείξασθαι πᾶν τὸ τεχνικὸν εἶδος τῆς μαντικῆς. Ὡς μὲν οὖν τὸ ὅλον εἰπεῖν, σημείοις τισὶ τοῦτο θείοις χρῆται ἐκ θεῶν ἐπιτελουμένοις κατὰ ποικίλους τρόπους. Ἀπὸ δὲ τῶν θείων τεκμηρίων κατὰ τὴν συγγένειαν τῶν πραγμάτων πρὸς τὰ δεικνύμενα σημεῖα συμβάλλει πως ἡ τέχνη καὶ στοχάζεται τὴν μαντείαν, ἐξ εἰκότων τινῶν αὐτὴν συλλογιζομένη. Τὰ μὲν οὖν σημεῖα οἱ θεοὶ ποιοῦσι διὰ τῆς φύσεως τῆς δουλευούσης αὐτοῖς πρὸς τὴν γένεσιν, τῆς τε κοινῆς καὶ τῆς ἰδίας ἑκάστων, ἢ διὰ τῶν γενεσιουργῶν δαιμόνων οἵτινες τοῖς στοιχείοις τοῦ παντὸς καὶ τοῖς μερικοῖς σώμασι ζῴοις τε καὶ τοῖς ἐν τῷ κόσμῳ πᾶσιν ἐπιβεβηκότες ἄγουσι τὰ φαινόμενα μετὰ ῥᾳστώνης ὅπῃπερ ἂν δοκῇ τοῖς θεοῖς. Συμβολικῶς δὲ τὴν γνώμην τοῦ θεοῦ ἐμφαίνουσι, καὶ τὴν τοῦ μέλλοντος προδήλωσιν καθ’ Ἡράκλειτον οὔτε λέγοντες οὔτε κρύπτοντες ἀλλὰ σημαίνοντες, ἐπειδὴ τῆς δημιουργίας τὸν τρόπον ἀποτυποῦσι καὶ διὰ τῆς προδηλώσεως. Καθάπερ οὖν δι’ εἰκόνων γεννῶσι πάντα, καὶ σημαίνουσιν ὡσαύτως [καὶ] διὰ συνθημάτων· ἴσως δὲ καὶ τὴν ἡμετέραν σύνθεσιν ἀπὸ τῆς αὐτῆς ἀφορμῆς εἰς ὀξύτητα πλείονα ἀνακινοῦσιν. Ταυτὶ μὲν οὖν κοινῶς ἡμῖν περὶ τῆς ὅλης ἀνθρωπίνης τοιαύτης τέχνης διωρίσθω· κατ’ ἰδίαν δὲ τὰ μὲν σπλάγχνα ἥ τε ψυχὴ τῶν ζῴων καὶ ὁ ἐφεστηκὼς αὐτοῖς δαίμων καὶ ὁ ἀὴρ ἥ τε κίνησις τοῦ ἀέρος καὶ ἡ τοῦ περιέχοντος περιφορὰ μεταβάλλει ποικίλως ὅπῃπερ ἂν ἀρέσκῃ τοῖς θεοῖς. |
| Myst 3 16 [45] | Σημεῖον δὲ τὸ πολλάκις εὑρίσκεσθαι αὐτὰ ἀκάρδια ἢ ἄλλως ἄμοιρα τῶν κυριωτάτων μερῶν ὧν ἀπεστερημένα οὐχ οἷά τε ἦν ὅλως τοῖς ζῴοις παρέχειν τὸ ζῆν. Τοὺς δ’ ὄρνιθας κινεῖ μὲν καὶ ἡ τῆς ἰδίας ψυχῆς ὁρμή, κινεῖ δὲ καὶ ὁ τῶν ζῴων ἔφορος δαίμων, ἤδη δὲ καὶ ἡ τοῦ ἀέρος τροπὴ καὶ ἡ καθήκουσα ἀπὸ τοῦ οὐρανοῦ δύναμις εἰς τὸν ἀέρα· πάντα συμφωνοῦντα τοῖς βουλήμασι τῶν θεῶν ἄγει αὐτὰς ὁμολογουμένως οἷς οἱ θεοὶ κατ’ ἀρχὰς ἐπιτάττουσιν. Σημεῖον δὲ καὶ τούτου μέγιστον· οὐ γὰρ τῶν κατὰ φύσιν τινὶ προσέοικε πράγματι τὸ ἀπορρήσσειν τοὺς ὄρνιθας αὐτοὺς ἑαυτοὺς καὶ ἀναιρεῖν πολλάκις· ἀλλ’ ὑπερφυὲς δή τι τὸ ἔργον ἐστὶ τοῦτο, ὡς ἑτέρου τινὸς ὄντος τοῦ διὰ τῶν ὀρνίθων ταῦτα ἀπεργαζομένου. Ἀλλὰ μὴν αἵ γε τῶν ἄστρων φοραὶ πλησιάζουσι μὲν ταῖς κατ’ οὐρανὸν ἀιδίοις περιφοραῖς, οὐ τόπῳ μόνον ἀλλὰ καὶ ταῖς δυνάμεσι καὶ ταῖς τοῦ φωτὸς διαδρομαῖς· κινοῦνται δὲ ὅπῃπερ ἂν οἱ κατ’ οὐρανὸν θεοὶ κελεύωσιν. Τὸ γὰρ εὐαγέστατον καὶ ἄκρον τοῦ ἀέρος, ἐπιτηδείως ἔχον ἐξάπτεσθαι εἰς πῦρ, ἅμα τε ἐπινεύουσιν οἱ θεοὶ καὶ εὐθὺς ἀνακαίεται. Ἐὰν δέ τις καὶ νομίζῃ τῶν οὐρανίων τινὰς ἀπορροίας ἐνδίδοσθαι εἰς τὸν ἀέρα, καὶ οὗτος οὐκ ἀλλότρια δοξάσει τῶν δρωμένων ἐν τῇ θείᾳ τέχνῃ πολλάκις. Καὶ ἡ ἕνωσις δὲ καὶ ἡ συμπάθεια τοῦ παντὸς καὶ ἡ ὡς ἐφ’ ἑνὸς ζῴου συγκίνησις τῶν πορρωτάτω μερῶν ὡς ἐγγὺς ὄντων, τὴν τῶν σημείων τούτων πομπὴν ἐκ θεῶν ἀνθρώποις καταπέμπει, διὰ τοῦ οὐρανοῦ μὲν πρώτως ἔπειτα διὰ τοῦ ἀέρος ἐκφαινομένην τοῖς ἀνθρώποις ὡς οἷόν τε μάλιστα λαμπρότατα. Δῆλον δὴ οὖν διὰ πάντων τῶν εἰρημένων καὶ τοῦτο γέγονεν, ὡς ὀργάνοις μέσοις πολλοῖς οἱ θεοὶ χρώμενοι τὰ σημεῖα τοῖς ἀνθρώποις ἐπιπέμπουσι, δαιμόνων τε ὑπηρεσίαις καὶ ψυχῶν καὶ τῆς φύσεως ὅλης χρώμενοι πᾶσί τε τοῖς περὶ τὸν κόσμον ἐκείνοις ἀκολουθοῦσι, κατὰ μίαν ἀρχὴν ἐξηγούμενοι καὶ ἀνιέντες τὴν ἀπ’ αὐτῶν κατιοῦσαν κίνησιν, ὅπῃπερ ἂν ἐθέλωσιν. Αὐτοὶ δὴ οὖν χωριστοὶ πάντων καὶ ἀπολελυμένοι τῆς σχέσεως καὶ συντάξεως τῆς πρὸς τὴν γένεσιν ἄγουσι πάντα ἐν τῇ γενέσει καὶ φύσει κατὰ τὴν οἰκείαν βούλησιν. Ἥκει δὴ οὖν εἰς ταὐτὸ τῷ τῆς δημιουργίας καὶ προνοίας τῶν θεῶν λόγῳ καὶ ὁ περὶ τῆς μαντικῆς ἀπολογισμός. Οὐ γὰρ καθέλκει οὐδὲ οὗτος ἐπὶ τὰ τῇδε καὶ πρὸς ἡμᾶς τὸν τῶν κρειττόνων νοῦν, μένοντος δ’ αὐτοῦ ἐν αὑτῷ τά τε σημεῖα καὶ τὴν μαντείαν ὅλην πρὸς αὐτὸν ἐπιστρέφει καὶ ἀπ’ αὐτοῦ προϊόντα αὐτὰ ἀνευρίσκει. |
| Myst 3 17 [55] | Ζητεῖς δὲ τὸ λοιπὸν περὶ τοῦ τρόπου τῆς μαντείας τίς τέ ἐστι καὶ ὁποῖος, ὃν ἤδη μὲν ἡμεῖς κοινῇ τε καὶ κατ’ ἰδίαν ἐξηγησάμεθα, σὺ δὲ πρῶτον μὲν ἀποφαίνῃ γνώμην τῶν μάντεων, ὡς πάντες διὰ θεῶν ἢ δαιμόνων φασὶ τοῦ μέλλοντος τυγχάνειν τῆς προγνώσεως, οὐδὲ οἷόν τε ἄλλους εἰδέναι αὐτὸ ἢ μόνους τοὺς τῶν ἐσομένων κυρίους. Ἔπειτα ἀπορεῖς εἰ ἄχρι τοσούτου κατάγεται εἰς ὑπηρεσίαν ἀνθρώπων τὸ θεῖον ὡς μὴ ὀκνεῖν τινας καὶ ἀλφιτομάντεις εἶναι. Τὸ δὲ οὐ καλῶς ὑπολαμβάνεις, τὴν περιουσίαν τῆς δυνάμεως τῶν θεῶν καὶ τὴν ὑπερβάλλουσαν ἀγαθότητα καὶ τὴν πάντα περιέχουσαν αἰτίαν κηδεμονίαν τε ἡμῶν καὶ προστασίαν ὑπηρεσίαν ἐπονομάζων. Καὶ ἔτι ἀγνοεῖς τὸν τρόπον τῆς ἐνεργείας, ὥστε οὐ καθέλκεται οὔτε ἐπιστρέφεται οὗτος εἰς ἡμᾶς, χωριστὸς δὲ προηγεῖται καὶ δίδωσι μὲν τοῖς μετέχουσιν ἑαυτόν, αὐτὸς δὲ οὔτε ἐξίσταται ἀφ’ ἑαυτοῦ οὔτε ἐλάττων γίγνεται οὔθ’ ὑπηρετεῖ τοῖς μετέχουσιν, ἀλλὰ τοὐναντίον πᾶσιν ὑπηρετοῦσι προσχρῆται. Δοκεῖ δέ μοι καὶ ἄλλο διαμαρτάνειν ἡ παροῦσα ἐπίστασις· ὡς γὰρ ἐπ’ ἀνθρώπων ὑποθεμένη τῶν θεῶν τὰ ἔργα, οὕτω διαμφισβητεῖ περὶ αὐτῶν πῶς γίγνεται. Διότι γὰρ ἡμεῖς ἐπιστρεφόμενοι καὶ τοῖς πάθεσιν ἐνίοτε προσκείμενοι τοῖς διοικουμένοις ἐπιμελούμεθα αὐτῶν, διὰ τοῦτο κακῶς εἰκάζει καὶ τὴν τῶν θεῶν δύναμιν ὑπηρετικὴν εἶναι τοῖς ὑπ’ αὐτῶν κατευθυνομένοις· ἡ δ’ οὔτε ἐν τῇ ποιήσει τῶν κόσμων οὔτε ἐν τῇ προνοίᾳ τῆς γενέσεως οὔτε ἐν τῇ περὶ αὐτῆς μαντείᾳ καθέλκεταί ποτε εἰς τὰ μετέχοντα, ἀλλὰ μεταδίδωσι μὲν πᾶσι τῶν ἀγαθῶν καὶ παραπλήσια πρὸς ἑαυτὴν τὰ ὅλα ἀπεργάζεται, ὠφελεῖ τε τὰ διοικούμενα ἀφθόνως, μένει δὲ ὡς πολὺ μᾶλλον ἐφ’ ἑαυτῆς τοσούτῳ μᾶλλον τῆς οἰκείας τελειότητος πεπλήρωται. Καὶ αὕτη μὲν οὐ γίγνεται τῶν μετεχόντων, τὰ δὲ μεταλαμβάνοντα ἴδια ἑαυτῆς ἀπεργάζεται καὶ σώζει μὲν αὐτὰ παντελῶς, μένει δὲ ἐν ἑαυτῇ τελεία καὶ συλλαμβάνει μὲν αὐτὰ ἅμα ἐν ἑαυτῇ, ὑπ’ οὐδενός γε μὴν ἐκείνων οὔτε κρατεῖται οὔτε περιέχεται. Μάτην οὖν ἡ τοιαύτη ὑπόνοια παρενοχλεῖ τοῖς ἀνθρώποις. Οὐδὲ γὰρ μερίζεται ὁ θεὸς παρὰ τοὺς διῃρημένους τρόπους τῆς μαντείας, ἀλλ’ ἀμερίστως ἅπαντας ἀπεργάζεται· οὐδὲ κατὰ χρόνον διῃρημένως ἄλλοτε ἄλλους ἐπιτελεῖ, ἀλλ’ ἀθρόως καὶ ἅμα δημιουργεῖ πάντας κατὰ μίαν ἐπιβολήν· οὐδὲ περὶ τὰ σημεῖα κατέχεται περιειλημμένος ἐν αὐτοῖς ἢ διωρισμένος, ἀλλ’ ἐν ἑαυτῷ καὶ τὰ σημεῖα συνέχει, συνείληφέ τε αὐτὰ ἐν ἑνὶ καὶ προάγει κατὰ μίαν βούλησιν ἀφ’ ἑαυτοῦ. Εἰ δὲ καὶ ἄχρι τῶν ἀψύχων οἷον ψηφιδίων ἢ ῥάβδων ἢ ξύλων τινῶν ἢ λίθων ἢ πυρῶν ἢ ἀλφίτων διήκει τῇ προδηλώσει, αὐτὸ τοῦτο καὶ τὸ θαυμασιώτατόν ἐστι τῆς θείας μαντικῆς προσημασίας, διότι καὶ τοῖς ἀψύχοις ψυχὴν καὶ τοῖς ἀκινήτοις κίνησιν ἐνδίδωσι, ποιεῖ τε πάντα σαφῆ καὶ γνώριμα καὶ λόγου μετέχοντα καὶ ἀφωρισμένα τοῖς τῆς νοήσεως μέτροις, καίτοι μηδένα λόγον ἔχοντα ἀφ’ ἑαυτῶν. |
| Myst 3 17 (50) [5] | Καὶ ἄλλο δή τί μοι δοκεῖ δαιμόνιόν τι θαῦμα ὁ θεὸς ἐν τούτοις διασημαίνει. Ὥσπερ γὰρ ἐνίοτε τῶν εὐηθικῶν τινα ἀνθρώπων ποιεῖ σοφίας μέτα λόγους ἀποφθέγγεσθαι, δι’ οὗ πᾶσι κατάδηλον γίγνεται, ὡς οὐκ ἀνθρώπειόν τι, θεῖον δὲ τὸ ἔργον ἐστὶ τὸ γεγονός, οὑτωσὶ διὰ τῶν ἀπεστερημένων γνώσεως τὰ πάσης γνώσεως προέχοντα νοήματα ἀποκαλύπτει· κἀκεῖνο ἅμα ἀναφαίνει τοῖς ἀνθρώποις ὡς πίστεως ἄξια ὑπάρχει τὰ δεικνύμενα σημεῖα, καὶ ὅτι κρείττονά ἐστι τῆς φύσεως καὶ ἐξῃρημένος ἀπ’ αὐτῆς ὁ θεός· οὕτω τὰ ἐν τῇ φύσει ἄγνωστα γνωστὰ ποιεῖ καὶ τὰ μὴ γιγνώσκοντα γιγνώσκοντα, ἡμῖν τε δι’ αὐτῶν ἐντίθησι φρόνησιν, καὶ δι’ ὅλων τῶν ὄντων ἐν τῷ κόσμῳ κινεῖ τὸν νοῦν ἡμῶν ἐπὶ τὴν ἀλήθειαν τῶν τε ὄντων καὶ γεγονότων καὶ ἐσομένων. Οἶμαι δὴ οὖν καὶ ἀπὸ τούτων τὸν τρόπον τῆς μαντικῆς γεγονέναι καταφανῆ, παντελῶς ὑπενάντιον ὄντα οἷς ὑφορᾷ σὺ καὶ ὑποπτεύεις. Ἡγεμονικὸς γάρ ἐστι καὶ πρωτουργὸς αὐτεξούσιός τε καὶ ὑπερέχων συνειληφώς τε ἐν ἑαυτῷ τὰ ὅλα ἀλλ’ οὐκ αὐτὸς περιεχόμενος ὑπό τινων οὐδὲ διειργόμενος ὑπὸ τῶν μεταλαμβανόντων, ἀλλ’ αὐτὸς ἀθρόως καὶ ἀδιορίστως πᾶσιν ἐπιβεβηκὼς καὶ ἐνεξουσιάζων, ἀδιορίστῳ δὲ δυνάμει ἐπικρατῶν τὰ ὅλα καὶ διασημαίνων ἀθρόως. Ἀφ’ ὧν δὴ διαλύσεις ῥᾳδίως τὰς ἰδιωτικὰς ταύτας καὶ παρενοχλούσας τοῖς πολλοῖς ἀνθρώποις ἀπορίας, ἐπὶ δὲ τὴν νοερὰν καὶ θείαν καὶ ἄψευστον ἀπὸ πάντων προσημασίαν τῶν θεῶν ἑαυτὸν ἐπανάξεις δεόντως. Ὅτι μὲν οὖν οὐ κατάγεται τὸ θεῖον εἰς τὰ σημεῖα τῆς μαντικῆς διὰ τούτων ἠγωνισάμεθα· δέχεται δ’ ἡμᾶς ἀγὼν ἐξ ἀγῶνος ἕτερος, οὐκ ἐλάττων τοῦ ἤδη προανυσθέντος, ὃν ἐπάγεις εὐθὺς περὶ τῶν αἰτίων τῆς μαντικῆς, εἰ θεὸς ἢ ἄγγελος ἢ δαίμων ἢ ὁστισοῦν πάρεστι ταῖς ἐπιφανείαις ἢ μαντείαις ἢ ταῖς ὁποιαισοῦν ἱεραῖς ἐνεργείαις. |
| Myst 3 18 [45] | Πρὸς δὴ τοῦτο ἁπλοῦς ἐστιν ὁ παρ’ ἡμῶν λόγος, ὡς οὐχ οἷόν τε τῶν θείων ἔργων δρᾶσθαι ἱεροπρεπῶς ἄνευ τοῦ παρεῖναί τινα τῶν κρειττόνων ἔφορον καὶ ἀποπληρωτὴν τῆς ἱερᾶς ἐνεργείας· ἀλλ’ ὅπου μὲν τέλεια τὰ κατορθώματά ἐστι καὶ αὐταρκῆ καὶ ἀνενδεῆ, θεοὶ τούτων εἰσὶν ἡγεμόνες, ὅπου δὲ μέσα καὶ βραχύ τι τῶν ἄκρων ἀπολειπόμενα ἀγγέλους ἔχει τοὺς ἐπιτελοῦντας αὐτὰ καὶ ἀποδεικνύοντας, τὰ δ’ ἔσχατα δαίμοσι διαπράττεσθαι ἀπονενέμηται· πάντα γε μὴν ἑνί γέ τινι τῶν κρειττόνων ἐπιτέτραπται τῶν θεοπρεπῶν πράξεων ἡ κατόρθωσις· ἐπεὶ οὐδὲ λόγον περὶ θεῶν ἄνευ θεῶν λαβεῖν δυνατόν, μήτοι γε δὴ ἰσόθεα ἔργα καὶ πᾶσαν πρόγνωσιν ἄνευ θεῶν τις ἂν ἐπιτηδεύσειεν. Τὸ γὰρ ἀνθρώπειον φῦλον ἀσθενές ἐστι καὶ σμικρόν, βλέπει τε ἐπὶ βραχύ, σύμφυτόν τε οὐδένειαν κέκτηται· μία δ’ ἐστὶν ἐν αὐτῷ τῆς ἐνυπαρχούσης πλάνης καὶ ταραχῆς καὶ τῆς ἀστάτου μεταβολῆς ἰατρεία, εἴ τινα μετουσίαν θείου φωτὸς κατὰ τὸ δυνατὸν μεταλάβοι· ὁ δὲ ταύτην ἀποκλείων ταὐτὸν ποιεῖ τοῖς ἐξ ἀψύχων ψυχὴν παράγουσιν ἢ τοῖς ἀπὸ τῶν ἀνοήτων νοῦν ἀπογεννῶσι· καὶ γὰρ αὐτὸς ἀπὸ τῶν μὴ θείων τὰ θεῖα ἔργα ἀναιτίως ὑφίστησιν. Τὸ μὲν οὖν θεὸν ἢ δαίμονα ἢ ἄγγελον εἶναι τὸν ἀποτελοῦντα τὰ κρείττονα ἔργα συγχωρήσειεν ἄν τις· οὐ μὴν ἔτι γε δίδομεν ὃ σὺ προσέρριψας ὡς ὁμολογούμενον, ὅτι δι’ ἡμῶν ἑλκόμενος ἀνάγκαις ταῖς τῆς κλήσεως ταῦτα ἐπιτελεῖ. Κρείττων γὰρ ἀνάγκης ἐστὶν ὁ θεὸς καὶ πᾶς ὁ συναπτόμενος αὐτῷ τῶν κρειττόνων χορός, οὐ τῆς ἐξ ἀνθρώπων ἐπαγομένης μόνον, ἀλλὰ καὶ ὅση τὸν κόσμον κατείληφεν· διότι δὴ τὴν ἄυλον φύσιν καὶ μηδεμίαν παραδεχομένην ἐπίκτητον τάξιν οὐκ ἔνεστι δουλεύειν οὐδεμιᾷ ἀλλαχόθεν ἐπεισιούσῃ ἀνάγκῃ. Εἶτα μέντοι καὶ ἡ κλῆσις καὶ τὰ δρώμενα ὑπὸ τοῦ ἐπιστήμονος τῇ ἐξομοιώσει καὶ τῇ οἰκειώσει προστρέχει τοῖς κρείττοσιν αὐτὰ καὶ συνάπτεται, ἀλλ’ οὐχὶ διὰ βίας ἀπεργάζεται τὴν ἑαυτῶν ἐνέργειαν. Οὐ τοίνυν, ὡς σὺ νενόμικας, παθόντος τοῦ ἐπιστήμονος θεουργοῦ τὰ γιγνόμενα ὁρᾶται εἰς τοὺς θεσπίζοντας, οὐδὲ πάθους προηγησαμένου εἰς τὸν χρησμῳδοῦντα διὰ τῆς ἀνάγκης οὕτως ἐπιτελεῖται ἡ μαντεία· ἀλλότρια γὰρ ταῦτα τῆς τῶν κρειττόνων οὐσίας καὶ πρὸς ἄλλα ἀνάρμοστα ὑπάρχει. Ἀλλ’ οὐδὲ ὡς ὄργανόν τι μέσον ἐστὶ τὸ τῶν κρειττόνων αἴτιον καὶ δρᾷ διὰ τοῦ θεσπίζοντος ὁ καλῶν. |
| Myst 3 19 [10] | Καὶ γὰρ ταῦτα ἀνόσιον φθέγγεσθαι· πολὺ γὰρ τοῦδε μᾶλλόν ἐστιν ἀληθὲς ἐκεῖνο ὡς θεὸς μὲν πάντα ἐστὶ καὶ πάντα δύναται καὶ πάντα πεπλήρωκεν ἑαυτοῦ, καὶ μόνος σπουδῆς ἀξιολόγου καὶ τιμῆς μακαρίας ἐστὶν ἄξιος· τὸ δ’ ἀνθρώπειον αἰσχρὸν καὶ ἐν οὐδενὸς μέρει καὶ παίγνιόν ἐστι πρὸς τὸ θεῖον παραβαλλόμενον. Γελῶ δ’ ἔγωγε καὶ τοῦτο ἀκούων, ὡς αὐτόματός τισιν ὁ θεὸς πάρεστιν ἤτοι διὰ γενέσεως περίοδον ἢ δι’ ἄλλας αἰτίας. Οὐ γὰρ ἔτ’ ἔσται τὸ ἀγέννητον τὸ κρεῖττον, εἰ ἡ περίοδος αὐτὸ ἄγει τῆς γενέσεως, οὐδὲ πρώτως αἴτιον τῶν ὅλων, εἰ κατ’ ἄλλας αἰτίας καὶ αὐτό τισι συντάττεται. Ταῦτα μὲν οὖν ἀνάξια καὶ τῆς περὶ θεῶν ἐννοίας ὑπάρχει καὶ τῶν ἐν τῇ θεουργίᾳ γιγνομένων ἔργων ἀλλότρια· πέπονθε δὲ ἡ τοιαύτη ζήτησις ταὐτὸν ὅπερ καὶ περὶ τῆς δημιουργίας τοῦ παντὸς καὶ τῆς προνοίας οἱ πολλοὶ πάσχουσιν· μὴ δυνάμενοι γὰρ μαθεῖν ὅστις ὁ τρόπος αὐτῶν, τάς τε ἀνθρώπων φροντίδας καὶ τοὺς λογισμοὺς ἐπὶ τῶν θεῶν ἀποκρίνοντες, καὶ τὸ ὅλον ἀναιροῦσιν ἐπ’ αὐτῶν τὴν πρόνοιάν τε καὶ δημιουργίαν. Ὥσπερ οὖν πρὸς τούτους ἀπαντᾶν εἰώθαμεν ὡς ἄλλος τις τρόπος ἐστὶν ὁ θεῖος τῆς ποιήσεως καὶ κηδεμονίας, οὗ δὴ δι’ ἄγνοιαν οὐ χρὴ τὸ πᾶν ἀποδοκιμάζειν ὡς οὐδὲ τὴν ἀρχὴν ὑφεστήκοι, οὕτω καὶ πρὸς σὲ ἄν τις δικαιολογήσαιτο ὡς πρόγνωσις πᾶσα καὶ ἔργων ἀιδίων πρᾶξις θεῶν μέν ἐστιν ἔργα, οὔτε δὲ δι’ ἀνάγκης οὔτε δι’ ἄλλας ἀνθρωπίνας αἰτίας ἐπιτελεῖται, ἀλλὰ διὰ τοιαύτας ὁποίας οἱ θεοὶ μόνοι γιγνώσκουσιν. Ἆρ’ οὖν ἐφέμενοι τούτων εὐλόγως ἂν τὴν δευτέραν παρὰ σοὶ τιθεμένην αἰτιολογίαν περὶ τῶν αὐτῶν ἀποδεξαίμεθα ὡς ἡ ψυχὴ ταῦτα λέγει τε καὶ φαντάζεται, καὶ ἔστι ταύτης πάθη ἐκ μικρῶν αἰθυγμάτων ἐγειρόμενα; ἀλλ’ οὔτε ἔχει φύσιν ταῦτα οὔτε ὁ λόγος αἱρεῖ ὡδὶ ὑπολαμβάνειν· πᾶν μὲν γὰρ τὸ γιγνόμενον ὑπ’ αἰτίου τινὸς γίγνεται, καὶ τὸ συγγενὲς ὑπὸ τοῦ συγγενοῦς ἀποτελεῖται, τὸ δὲ θεῖον ἔργον οὔτε αὐτόματόν ἐστιν (ἀναίτιον γὰρ τὸ τοιοῦτον καὶ οὐ πάντως τεταγμένον), οὔτε ἀπ’ ἀνθρωπίνης αἰτίας ἀπογεννᾶται· ἀλλότριον γὰρ καὶ τοῦτο καὶ ὑποδεέστερον, τὸ δὲ τελειότερον ὑπὸ τοῦ ἀτελοῦς οὐκ ἔχει δύναμιν παράγεσθαι. |
| Myst 3 20 [40] | Πάντα ἄρα ἀπὸ θείας αἰτίας ἀποβλαστάνει τὰ προσόμοια αὐτῇ ἔργα φυόμενα. Ἡ γὰρ ἀνθρωπίνη ψυχὴ κατέχεται ὑφ’ ἑνὸς εἴδους καὶ ὑπὸ τοῦ σώματος πανταχόθεν ἐπισκοτεῖται· ὅπερ εἴτε Ἀμέλητα ποταμὸν εἴτε Λήθης ὕδωρ εἴτε ἄγνοιαν καὶ παραφροσύνην εἴτε διὰ παθῶν δεσμὸν εἴτε ζωῆς στέρησιν εἴτε ἄλλο τι τῶν κακῶν ἐπονομάσειεν, οὐκ ἄν τις ἐπαξίως εὕροι τὴν ἀτοπίαν αὐτοῦ προσονομάσαι. Πότε οὖν ὑπὸ τοιούτου εἱργμοῦ κατεχομένη ἱκανή ποτε ἂν γένοιτο πρὸς τὴν τοιαύτην ἐνέργειαν, οὐκ ἔστιν οὐδαμῶς τοῦτο εὔλογον ὑπολαμβάνειν. Εἰ γάρ πού τι καὶ δοκοῦμεν εἶναι δυνατοὶ ποιεῖν τῷ μετέχειν καὶ καταλάμπεσθαι ὑπὸ τῶν θεῶν, τούτῳ μόνῳ καὶ τῆς θείας ἐνεργείας ἀπολαύομεν. Διὰ τοῦτο οὐχ ἡ τὴν οἰκείαν ἔχουσα ἀρετὴν καὶ φρόνησιν ψυχή, αὕτη καὶ τῶν θείων ἔργων μετέχει· καίτοι εἰ ψυχῆς ἦν τὰ τοιαῦτα ἔργα, ἢ πᾶσα ἂν αὐτὰ ψυχὴ ἀπειργάζετο, ἢ μόνη ἡ τὴν οἰκείαν ἔχουσα τελειότητα· νῦν δὲ οὐδετέρα αὐτῶν ἱκανῶς εἰς τοῦτο παρεσκεύασται· ἀλλὰ καὶ ἡ τελεία ὡς πρὸς τὴν θείαν ἐνέργειάν ἐστιν ἀτελής. Ἄλλη ἄρα ἡ θεουργός ἐστιν ἐνέργεια, καὶ παρὰ μόνων θεῶν ἡ τῶν θείων ἔργων ἐνδίδοται κατόρθωσις, ἐπεὶ οὐδ’ ἐχρῆν ὅλως τῇ θεραπείᾳ τῶν θεῶν χρῆσθαι, ἀλλὰ τούτῳ γε τῷ λόγῳ ἄνευ τῆς θρησκείας παρ’ ἑαυτῶν ἂν ἡμῖν ὑπῆρξε τὰ θεῖα ἀγαθά. Εἰ δὲ ταῦτα μανιώδη τὰ δοξάσματά ἐστι καὶ ἀνόητα, ἀφίστασθαι χρὴ καὶ τῆς τοιαύτης ὑπονοίας, ὡς αἰτίαν παρεχομένης ἀξιόλογον πρὸς τὴν τῶν θείων ἔργων ἀποπλήρωσιν. Μήποτε οὖν ὃ τρίτον προσέθηκάς ἐστιν ἀληθέστερον, ὡς ἄρα μικτόν τι γίγνεται ὑποστάσεως εἶδος ἐξ ἡμῶν τε τῆς ψυχῆς καὶ ἔξωθεν θείας ἐπιπνοίας. |
| Myst 3 21 [40] | Ὅρα δὴ οὖν αὐτὸ ἀκριβέστερον, μή ποι λάθωμεν παρ’ αὐτοῦ παραποδισθέντες καὶ τῆς ἐν αὐτῷ φαινομένης εὐπρεπείας. Εἰ γὰρ πού τι ἐκ δυοῖν ἓν ἀποτελοῖτο, ὁμοειδὲς τοῦτο καὶ ὁμοφυὲς πᾶν ἐστι καὶ ὁμοούσιον· οὕτω τὰ στοιχεῖα συνερχόμενα εἰς ταὐτὸ ἐκ πολλῶν ἕν τι ἀπεργάζεται, καὶ ψυχαὶ πλείονες εἰς ψυχὴν μίαν τὴν ὅλην συμμίγνυνται. Οὐ μέντοι τὸ παντελῶς ἐξῃρημένον πρὸς τὸ ἐκβεβηκὸς ἑαυτοῦ γένοιτο ἄν ποτε ἕν, οὐδὲ ψυχὴ τοίνυν μετὰ τῆς θείας ἐπιπνοίας ἕν τι ποιεῖ ὑποστάσεως εἶδος. Εἰ γὰρ ἄμικτόν ἐστι τὸ θεῖον, οὐδ’ ἡ ψυχὴ πρὸς αὐτὸ συμμίγνυται· καὶ εἰ ἀμετάβλητον ὑπάρχει, οὐκ ἂν ἐκ τῆς συγκράσεως εἰς τὸ κοινὸν ἀπὸ τοῦ ἁπλοῦ μεταβληθείη. Πρότερον μὲν οὖν μικρὰ αἰθύγματα ἀνεγείρειν ἐνόμιζόν τινες καὶ θεῖα ἐν ἡμῖν εἴδη, ἅπερ, εἴτε φυσικὰ εἴτε ἄλλως ὁπωσοῦν ἦν σωματοειδῆ, ἀδύνατα δήπουθεν ἦν ἐκ τῶν τυχόντων εἰς τὰ θεῖα μεθίστασθαι· ἐν δὴ τῷ παρόντι τὴν ψυχὴν ἀποφαίνονται συναιτίαν τῆς θείας συγκράσεως, καὶ δῆλον ὅτι ἰσάξιος γίγνεται τοῖς θεοῖς, δίδωσί τε αὐτοῖς τι μόριον καὶ ἐν τῷ μέρει δέχεται ἀπ’ ἐκείνων, μέτρα τε τοῖς κρείττοσιν ἐπιθήσει καὶ αὐτὴ ἀπ’ ἐκείνων ὁρισθήσεται· ὃ δὲ δεινότατον ὧν λέγουσί τινες, ὅτι καὶ ἐν στοιχείων τάξει οἱ θεοὶ προηγούμενοι ἐνυπάρξουσι τοῖς ἀποτελουμένοις ὑφ’ ἑαυτῶν, καὶ ἔσται τι παραγόμενον ἀπὸ χρόνου καὶ τῆς κατὰ χρόνον συμμίξεως ὃ περιέχει τοὺς θεοὺς ἐν ἑαυτῷ. Τί δὲ δὴ καὶ ἔστι τοῦτο τὸ σύμμικτον τῆς ὑποστάσεως εἶδος; εἰ μὲν γὰρ τὸ συναμφότερον, οὐκ ἔσται ἓν ἐκ δυοῖν ἀλλὰ σύνθετόν τι καὶ συμπεφορημένον ἀπὸ τῶν δύο· εἰ δ’ ὡς ἕτερον ἀμφοῖν, μετάβλητα ἔσται τὰ ἀίδια, καὶ τὰ θεῖα τῶν ἐν τῇ γενέσει φυσικῶν οὐδὲν διοίσει· καὶ τὸ γιγνόμενον ἄτοπον μὲν ἔσται ἀίδιον φυόμενον διὰ γενέσεως, ἀτοπώτερον δέ τι διαλυθήσεται ἐξ ἀιδίων ὑφεστηκός. Οὐδαμῶς ἄρα οὐδὲ ἡ τοιαύτη δόξα περὶ τῆς μαντείας ἔχει τινὰ λόγον. Νοήσωμεν δ’ ἔτι καὶ τὴν παράδοξον ταύτην ὑπόληψιν, εἴτε μίαν τις αὐτὴν θείη εἴτε δύο. Λέγεις τοίνυν ὡς ἡ ψυχὴ γεννᾷ δύναμιν φανταστικὴν τοῦ μέλλοντος διὰ τοιούτων κινημάτων, ἢ τὰ προσαγόμενα ἀπὸ τῆς ὕλης ὑφίστησι διὰ τῶν ἐνουσῶν δυνάμεων δαίμονας, καὶ μάλιστα ἡ ἀπὸ τῶν ζῴων εἰλημμένη. |
| Myst 3 22 [45] | Δοκεῖ δέ μοι ταῦτα δεινὴν παρανομίαν ἐμφαίνειν εἰς ὅλην τὴν θεολογίαν τε καὶ τὴν θεουργικὴν ἐνέργειαν· ἓν μὲν γὰρ ἄτοπον πρῶτον καταφαίνεται, εἰ γεννητοί εἰσι καὶ φθαρτοὶ οἱ δαίμονες· ἕτερον δὲ τούτου δεινότερον, εἰ ἀπὸ τῶν ὑστέρων ἑαυτῶν παράγονται πρότεροι αὐτῶν ὄντες· ψυχῆς γὰρ δήπου καὶ τῶν περὶ τοῖς σώμασι δυνάμεων προϋφεστήκασιν οἱ δαίμονες. Πρὸς τούτοις πῶς δύναται τὰ τῆς μεριστῆς ψυχῆς ἐν σώματι κατεχομένης ἐνεργήματα εἰς οὐσίαν καθίστασθαι, καὶ ταῦτα χωριστὰ εἶναι ἔξω τῆς ψυχῆς καθ’ ἑαυτά; ἢ πῶς αἱ περὶ τοῖς σώμασι δυνάμεις ἀφίστανται τῶν σωμάτων, καίτοι ἐν τοῖς σώμασι τὸ εἶναι ἔχουσαι; τίς δὲ δή ἐστιν ὁ ἀπολύων αὐτὰς ἀπὸ τῆς σωματικῆς συστάσεως καὶ μετὰ τὴν διάλυσιν συνάγων πάλιν εἰς μίαν σύνοδον; ἔσται γὰρ οὕτω προϋπάρχων ὁ τοιοῦτος δαίμων πρὸ τοῦ ὑποστῆναι· ἔχει δὲ καὶ τὰς κοινὰς ἀπορίας ὁ λόγος· πῶς γὰρ δήποτε ἀπὸ τῶν μὴ ἐχόντων μαντικὴν μαντικὴ φύεται, καὶ ἀπὸ τῶν μὴ ἐχόντων ψυχὴν σωμάτων ψυχὴ ἀπογεννᾶται; ἢ τὸ ὅλον φάναι πῶς ἀπὸ τῶν ἀτελεστέρων τελειότερα παράγεται; καὶ ὁ τρόπος δὲ τῆς παραγωγῆς φαίνεταί μοι ἀδύνατος· τὸ γὰρ διὰ κινημάτων τῆς ψυχῆς καὶ διὰ τῶν ἐν τοῖς σώμασι δυνάμεων παράγεσθαι οὐσίαν, ἀδύνατον. Ἀπὸ γὰρ τῶν μὴ ἐχόντων οὐσίαν οὐσία οὐχ οἵα τέ ἐστιν ἀποτελεῖσθαι. Πόθεν δὲ καὶ φανταστικὴ τοῦ μέλλοντος γίγνεται; παρὰ τίνος λαβοῦσα τὸ μαντικόν; ὁρῶμεν γὰρ δήπου τῶν ἐνσπειρομένων διὰ γενέσεως οὐδὲν οὐδέποτε πλείονός τινος μεταλαμβάνον ἢ ὅσον δίδοται αὐτῷ ἀπὸ τοῦ πρώτως αὐτὸ ἀπογεννῶντος. Τὸ δ’ ἔοικε προσθήκην τινὰ περιττοτέραν παραδέχεσθαι ἀπὸ τοῦ μὴ ὄντος· εἰ μὴ ἄρα τις λέγοι τῇ ἀπὸ τῶν ζῴων ὕλῃ τοὺς δαίμονας ἐπιβεβηκέναι, προσαγομένῃ δ’ αὐτῇ συμπαθῶς πρὸς αὐτὴν κινεῖσθαι. Οὐκοῦν κατά γε ταύτην τὴν δόξαν οὐκ ἀπογεννῶνται οἱ δαίμονες ἀπὸ τῶν ἐν τοῖς σώμασι δυνάμεων, προηγούμενοι δ’ αὐτῶν καὶ προϋπάρχοντες συγκινοῦνται αὐταῖς ὁμοειδῶς. Εἰ δὲ δὴ ὅτι μάλιστα καὶ οὕτως εἰσὶ συμπαθεῖς, οὐχ ὁρῶ τίνα τρόπον εἴσονταί τι περὶ τοῦ μέλλοντος ἀληθές. Οὐ γὰρ συμπαθοῦς δυνάμεως οὐδ’ ἐνύλου καὶ κατεχομένης ἔν τινι τόπῳ καὶ σώματι τὸ προγιγνώσκειν τε καὶ προμηνύειν τὸ μέλλον, ἀλλὰ τοὐναντίον τῆς ἀπὸ πάντων τούτων ἀπολελυμένης. Καὶ αὕτη δὴ οὖν ἡ δόξα τοιαύτας ἐχέτω τὰς εὐθύνας. Αἱ δ’ ἐπὶ τῇδε ἐπιστάσεις ἀνάγονται μὲν εὐθὺς ὡς διστάζουσαι περὶ τοῦ τρόπου τῆς μαντείας, προϊοῦσαι δ’ ἀνατρέπειν αὐτὴν παντελῶς ἐπιχειροῦσιν. |
| Myst 3 23 [20] | Διελώμεθα οὖν καὶ ἡμεῖς τὸν λόγον πρὸς ἀμφότερα ταῦτα. Ἀρξώμεθα δὲ διαλύειν πρῶτον τὰ πρότερα· κατὰ γὰρ τοὺς ὕπνους μηδὲν πραγματευσάμενοι ἐνίοτε τῷ μέλλοντι ἐπιβάλλομεν, καὶ πραγματευσάμενοι πολλάκις οὐκ ἐπιβάλλομεν. Οὐχ ὅτι ἐξ ἡμῶν τε καὶ ἔξωθέν ἐστι τὸ αἴτιον τῆς μαντικῆς· ἐφ’ ὧν γὰρ ὥρισται τὸ ἀφ’ ἡμῶν προκατάρχον καὶ συνεπόμενον ἀπὸ τῶν ἔξωθεν σύνταξίν τε ταῦτα συμπλεκομένην ἔχει πρὸς ἄλληλα, ὡρισμένως ἐπὶ τούτων τὰ ἔργα ἐπιτελεῖται, καὶ συνέπεται τοῖς προηγουμένοις τὰ πρὸς αὐτὰ συνηρτημένα· ὅταν δ’ ἀπολελυμένον ᾖ τὸ αἴτιον καθ’ ἑαυτὸ προϋπάρχον, οὐχ ὥρισται τὸ τέλος ἐφ’ ἡμῖν, τὸ δὲ πᾶν ἐπὶ τοῖς ἐκτὸς κεῖται. Καὶ νῦν οὖν τὸ μὴ πάντως τοῖς ἡμετέροις ἔργοις συντρέχειν τὴν ἐν τοῖς ὀνείροις ἀλήθειαν καὶ τὸ πολλάκις αὐτὴν ἀφ’ ἑαυτῆς ἐλλάμπειν, ἔξωθέν τε δείκνυσιν ἀπὸ θεῶν οὖσαν τὴν μαντείαν καὶ ταύτην αὐτεξούσιον ὅταν βούληται καὶ ὡς ἂν ἐθέλῃ μετ’ εὐμενείας τὸ μέλλον ἀναφαίνουσαν. Ταῦτα μὲν οὖν τοιοῦτον ἐχέτω τὸν ἀπολογισμόν· ἐν δὲ τοῖς μετὰ ταῦτα πειρώμενος τὸν τρόπον διερμηνεύειν τῆς μαντικῆς, ἀναιρεῖς αὐτὴν παντάπασιν. |
| Myst 3 24 [5] | Εἰ γὰρ πάθος ψυχῆς αἴτιον αὐτῆς καθίσταται, τίς ἂν εὖ φρονῶν ἀστάτῳ πράγματι καὶ ἐμπλήκτῳ πρόγνωσιν ἀποδοίη τεταμένην καὶ σταθεράν; ἢ τί δήποτε σωφρονοῦσα μὲν ἡ ψυχὴ καὶ ἄτρεπτος οὖσα κατὰ τὰς βελτίονας ἑαυτῆς δυνάμεις τὰς νοερὰς καὶ διανοητικὰς ἀγνοεῖ τὸ ἐσόμενον, πάσχουσα δὲ κατὰ τὰς ἀτάκτους καὶ ταραχώδεις κινήσεις ἐπιβάλλει τῷ μέλλοντι; τί γὰρ δήποτε καὶ ἔχει τὸ πάθος οἰκεῖον εἰς τὴν θεωρίαν τῶν ὄντων; τί δ’ οὐ μᾶλλον ἐμποδίζει πρὸς ἀληθεστέραν κατανόησιν; ἔτι τοίνυν εἰ μὲν διὰ παθῶν τὰ πράγματα τὰ ἐν τῷ κόσμῳ συνίστατο, ἡ ὁμοίωσις ἂν τῶν παθῶν εἶχέ τινα πρὸς αὐτὰ οἰκειότητα, εἰ δὲ διὰ λόγων καὶ διὰ τῶν εἰδῶν ἐπιτελεῖται, ἄλλη τις αὐτῶν ἔσται ἡ πρόγνωσις ἀπηλλαγμένη παντὸς πάθους. Ἔτι τὸ πάθος μόνου τοῦ παρόντος αἰσθάνεται καὶ τοῦ ἤδη ὑφεστηκότος, ἡ δὲ πρόγνωσις καὶ τῶν μηδέπω ὄντων ἀντιλαμβάνεται· ἕτερον ἄρα ἐστὶ τὸ προγιγνώσκειν τοῦ πάσχειν. Σκεψώμεθα δὴ καὶ τὰ τεκμήριά σου τῆς τοιαύτης δόξης. Τὸ μὲν δὴ καταλαμβάνεσθαι τὰς αἰσθήσεις πρὸς τὸ ἐναντίον τείνει ἢ οἷον σὺ λέγεις· γνώρισμα γάρ ἐστι τοῦ μηδὲν φάντασμα ἀνθρώπειον τηνικαῦτα ἀνακινεῖσθαι. Οἱ δὲ προσενεχθέντες ἀτμοὶ πρὸς τὸν θεὸν ἔχουσι τὴν συγγένειαν, οὐ πρὸς τὴν ψυχὴν τοῦ ἐποπτεύοντος. Αἵ τε ἐπικλήσεις οὐκ ἐπιπνοίας τῆς διανοίας ἀνεγείρουσιν ἢ σωματικὰ πάθη ἐν τῷ δεχομένῳ· ἄγνωστοι γάρ εἰσι παντελῶς καὶ ἀπόρρητοι, μόνῳ δὲ τῷ θεῷ γνωρίμως λέγονται ὃν ἐπικαλοῦνται· τὸ δ’ εἶναι μὴ πάντας ἀλλὰ τοὺς ἁπλουστέρους καὶ νέους ἐπιτηδειοτέρους δηλοῖ τοῦτο, ὡς εἰς καταδοχὴν τῷ ἔξωθεν ἐπεισιόντι καὶ κατέχοντι πνεύματι οἱ τοιοῦτοί εἰσιν ἑτοιμότεροι. Ἐκ δὴ τούτων οὐ καλῶς τοπάζει πάθος εἶναι τὸν ἐνθουσιασμόν· συμβαίνει γὰρ ἀπό γε τούτων τῶν σημείων ἔξωθεν αὐτὸν ὡς ἐπίπνοιαν ἐπιρρεῖν. Ταῦτα μὲν οὖν οὕτως ἡμῖν ἐχέτω· τὸ δ’ ἐπὶ τούτοις ἀπὸ τῆς ἐνθέου παραφορᾶς ἐπὶ τὴν ἔκστασιν τῆς διανοίας τὴν ἐπὶ τὸ χεῖρον ἀποπίπτει, τήν τε ἐν τοῖς νοσήμασι συμπίπτουσαν μανίαν παραλόγως αἰτίαν εἶναί φησι τῆς μαντικῆς. |
| Myst 3 25 [45] | Χολῆς γὰρ πλεονασμοῖς ὡς ἔστιν εἰκάσαι τῆς μελαίνης καὶ μέθης παρατροπαῖς καὶ τῇ λύσσῃ τῇ ἀπὸ τῶν λυσσώντων κυνῶν συμβαινούσῃ τὸν ἐνθουσιασμὸν ἀπεικάζει. Δεῖ τοίνυν ἐξ ἀρχῆς διελέσθαι διχῇ τὰ εἴδη τῆς ἐκστάσεως, ὡς τὰ μὲν ἐπὶ τὸ χεῖρον παρατρέπεται ...· καὶ τὰ μὲν ἀνοίας πληροῖ καὶ παραφροσύνης, τὰ δὲ τῆς παρ’ ἀνθρώποις σωφροσύνης τιμιώτερα ἀγαθὰ παρέχει· καὶ τὰ μὲν ἐπὶ τὴν ἄτακτον καὶ πλημμελῆ καὶ ὑλικὴν ἀποπίπτει κίνησιν, τὰ δ’ ἐπιδίδωσιν ἑαυτὰ πρὸς τὴν ἐξάρχουσαν αἰτίαν καὶ αὐτῆς τῆς ἐν τῷ κόσμῳ διατάξεως· καὶ τὰ μὲν ὡς ἐστερημένα τῆς γνώσεως παραφέρεται ἀπὸ τοῦ φρονεῖν, τὰ δ’ ὡς συναπτόμενα τοῖς ὑπερέχουσι πάσης τῆς ἐν ἡμῖν φρονήσεως· καὶ τὰ μέν ἐστιν ἐν τροπῇ, τὰ δ’ ἄτρεπτα· καὶ τὰ μὲν παρὰ φύσιν, τὰ δ’ ὑπὲρ τὴν φύσιν· καὶ τὰ μὲν καταγωγὰ ψυχῆς, τὰ δ’ ἀναγωγά· καὶ τὰ μὲν διίστησιν ἔξω παντάπασι τῆς θείας μοίρας, τὰ δὲ πρὸς αὐτὴν συνάπτει. Διὰ τί δὴ οὖν τοσοῦτον ἀπεσφάλη ὁ λόγος τῆς προκειμένης ὑποθέσεως, ὡς ἐπὶ τὰ ἔσχατα παρενεχθῆναι τῆς μανίας κακὰ ἀπὸ τῶν πρωτείων καὶ ἀγαθῶν; τί γὰρ δὴ ταῖς μελαγχολίαις ἢ μέθαις ἢ ταῖς ἄλλαις ταῖς ἀπὸ τοῦ σώματος ἐγειρομέναις παρακοπαῖς προσέοικεν ὁ ἐνθουσιασμός; Τίς δ’ ἂν μαντεία ποτὲ ἐγγένοιτο ἀπὸ τῶν σημάτων τοῦ σώματος; οὐχ ἡ μὲν τοιαύτη παραγωγὴ διαφθορὰ παντελής ἐστιν, ἡ δὲ θεοφορία τελειότης καὶ σωτηρία τῆς ψυχῆς; οὐ κατ’ ἀσθένειαν μὲν ἡ φαύλη συμπίπτει, κατὰ πλήρωσιν δὲ δυνάμεως ἡ βελτίων; ὡς δ’ ἁπλῶς εἰπεῖν ἡ μὲν ἡσυχάζουσα κατὰ τὴν οἰκείαν ζωὴν καὶ σύνεσιν ἑτέρῳ παραδίδωσι τὴν ἑαυτῆς χρῆσιν, ἡ δὲ τὰς οἰκείας ἐνεργείας ἐνεργοῦσα κάκιστα καὶ θορυβωδῶς ταύτας ἀποδίδωσι. Κἀκείνη τοίνυν ἡ διαφορὰ πάντων ἐστὶν ἐναργεστάτη, ὡς ἄρα ἐπὶ τῶν θείων πάντα τὰ ἔργα ἐξήλλακται. Ὥσπερ γὰρ ἐξῄρηται τὰ κρείττονα γένη παρὰ πάντα τὰ ἄλλα, οὕτω καὶ τὰ ἐνεργήματα αὐτῶν οὐδενὶ τῶν ὄντων προσέοικεν. Ὥστε ἂν εἴπῃς θείαν παραφοράν, ἄφελε πάσας εὐθὺς τὰς ἀνθρωπίνας παρατροπάς. Καὶ ἐὰν νῆψιν αὐτοῖς ἱερατικὴν ἀποδῷς, μηκέτι σκόπει τὴν ἀνθρωπίνην νῆψιν ὡς οὖσαν ἐκείνῃ παραπλησίαν. Πάντως δὲ τὰς κατὰ τὰ νοσήματα τοῦ σώματος οἷον ὑποχύσεις καὶ τὰς ἀπὸ τῶν νοσημάτων κινουμένας φαντασίας μὴ παράβαλλε ταῖς θείαις φαντασίαις· τί γὰρ δὴ κοινὸν αὗται πρὸς ἀλλήλας ἔχουσιν; μηδ’ αὖ τὰς ἀμφιβόλους καταστάσεις, οἷον μεταξὺ νήψεώς τε καὶ ἐκστάσεως, παραθῇς ποτε ταῖς ὡρισμέναις κατὰ μίαν ἐνέργειαν ἱερατικαῖς τῶν θεῶν ὄψεσιν. |
| Myst 3 25 (50) [5] | Ἀλλὰ μηδὲ ταῖς ἀπὸ τῆς γοητείας τεχνικῶς κατασκευαζομέναις φαντασίαις παράβαλλε τὰς ἐναργεστάτας θεωρίας τῶν θεῶν· οὔτε γὰρ ἐνέργειαν οὔτε οὐσίαν τῶν ὁρωμένων οὔτε ἀλήθειαν αὗται ἔχουσιν, ἄχρι δὲ τοῦ δοκεῖν φαντάσματα ψιλὰ προτείνουσιν. Πάντα δὴ οὖν τὰ τοιαῦτα ἀπορήματα ὡς ἀλλοτρίως προσαγόμενα καὶ ἀπὸ τῶν ἐναντίων ἐπὶ τὰ ἐναντία μεταφερόμενα οὐχ ἡγούμεθα ἅπτεσθαι τῆς προσηκούσης ὑποθέσεως· ὅθεν καὶ ἡμεῖς παραδείξαντες αὐτῶν τὸ ἀπηρτημένον, οὐκέτ’ οἰόμεθα δεῖν ἐν αὐτοῖς ἐπὶ πλεῖον διατρίβειν, ὡς ἐριστικῶς περιπλανωμένοις ἀλλ’ οὐχὶ μετά τινος φιλοσοφίας ἐπεζητημένοις. Πολλὰ μὲν οὖν ἄν τις θαυμάσειε καὶ ἄλλα τῆς ἀντιλογικῆς καινοτομίας, ἀτὰρ δὴ καὶ τὴν ἐναντίωσιν τῶν δοξασμάτων καταπληγείη ἂν εἰκότως, εἰ τῆς ὅλης ὑποθέσεως φαινομένης μόνον παρὰ τοῖς γόησιν, οὔσης δ’ οὐδαμῶς, καὶ παρὰ τοῖς ἐκ πάθους ἢ νοσήματος ὡρμημένοις, ἀπατηλῶς πάντῃ διακειμένοις, τολμᾷ λέγειν ὡς ἔνεστι καὶ τῆς ἀληθείας αὐτοὺς τυγχάνειν. |
| Myst 3 26 [5] | Ποία γὰρ ἀρχὴ τῶν ἀληθῶν ἢ τίς ἀφορμὴ ἢ μικρὰ ἢ μείζων ἐνυπάρξειε τῆς ἐπὶ τὸ ἐν αὐτοῖς ἐπιβολῆς; δεῖ δὲ μὴ τοιαύτην λαμβάνειν τὴν ἀλήθειαν, οἵα γένοιτ’ ἄν ποτε καὶ κατὰ συντυχίαν (ἐπεί τοί γε καὶ τοῖς εἰκῆ φερομένοις συμπίπτει γράφεσθαι)· μηδὲ τοιαύτην οἷα τὰ δρώμενα πρὸς τὰ δρῶντα συνομολογεῖ συμφώνως (καὶ γὰρ καὶ ταῖς αἰσθήσεσι καὶ ταῖς φαντασίαις τῶν ζῴων ταῦτα σύνεστιν)· οὐδὲν οὖν ἔχει οἰκεῖον οὐδὲ θεῖον οὐδὲ κρεῖττον τῆς κοινῆς φύσεως ἀληθές· ἀλλ’ ἥτις ἕστηκε κατ’ ἐνέργειαν ὡσαύτως καὶ παροῦσαν ἔχει τῶν ὄντων τὴν ὅλην εἴδησιν, τῇ τε οὐσίᾳ τῶν πραγμάτων συμφυής ἐστι καὶ ἀπτῶτι τῷ λόγῳ χρῆται καὶ τελείως οἶδε πάντα καὶ ἀραρότως καὶ ὡρισμένως. Ταύτην τῇ μαντείᾳ συναπτέον. Πολλοῦ ἄρα δεῖ φυσική τις εἶναι αὕτη, οἵα τῶν ζῴων ἐνίοις σεισμῶν ποτε καὶ ὑετῶν ἐμπέφυκε πρόληψις. Συμπαθὴς γὰρ αὕτη ἄλλως συμβαίνει συγκινουμένων τινῶν ζῴων μοίραις τισὶ τοῦ παντὸς καὶ δυνάμεσιν, ἢ διά τινα αἰσθήσεως ὀξύτητα προαισθανομένων τῶν περὶ τὸν ἀέρα μὲν ἤδη συμπιπτόντων πραγμάτων οὐδέπω δὲ τοῖς περὶ γῆν τόποις συμφερομένων. Εἰ δὴ ταῦτα ἀληθῆ λέγομεν, οὐ δεῖ, εἴ τινα ἐκ φύσεως ἐπιβολὴν εἰς τὰ ὄντα παρειλήφαμεν ἢ τοῦ μέλλοντος ἐπαφήν, ἐγκρίνειν ταύτην ὡς μαντικὴν πρόγνωσιν· ἀλλ’ ὁμοία μέν ἐστι μαντικῇ, πλὴν οὐδὲν αὕτη βεβαιότητος ἢ ἀληθείας ἀπολείπεται, τὸ δ’ ὡς ἐπὶ τὸ πολὺ τυγχάνον οὐκ ἀεὶ δὲ καὶ ἐπί τινων μὲν οὐχὶ δ’ ἐπὶ πάντων αἱροῦσα· ὅθεν δὴ οὐδ’ εἴ τίς ἐστιν ἐν ταῖς τέχναις, ὥσπερ ἐν κυβερνητικῇ τε καὶ ἰατρικῇ, προσκοποῦσα τὸ μέλλον μάθησις, οὐδὲν προσήκει τῇ θείᾳ προγνώσει· ἐξ εἰκότων γὰρ ἀναλογίζεται τὸ μέλλον καὶ σημείοις τισὶ τεκμηριοῦται καὶ τούτοις οὐκ ἀεὶ πιστοῖς οὐδ’ ὡσαύτως συνηρτημένον ἔχουσι τὸ δηλούμενον, οὗπέρ ἐστι τὰ σημεῖα δείγματα. Τῆς δὲ θείας προνοίας τῶν ἐσομένων βέβαιος ἡ εἴδησις προηγεῖται, καὶ ἀπὸ τῶν αἰτίων ἀμετάπτωτος ἡ πίστωσις, συνηρτημένη τε πάντων πρὸς ἅπαντα ἀδιαλύτως κατάληψις, καὶ ὡσαύτως ἀεὶ μένουσα τῶν ὅλων ὥσπερ παρόντων καὶ ὡρισμένων διάγνωσις. Οὐ δὴ τοῦτο λέγειν δεῖ, ὡς καὶ φύσις καὶ τέχνη καὶ ἡ συμπάθεια τῶν ὡς ἐν ἑνὶ ζῴῳ τῷ παντὶ μερῶν προδηλώσεις ἔχει τινῶν πρὸς ἄλληλα, οὐδ’ ὅτι τὰ σώματα οὕτω κατεσκεύασται, ὡς εἶναι προσημασίαν ἀπὸ τῶν ἑτέρων εἰς τὰ ἕτερα. |
| Myst 3 27 [55] | Καὶ πάνυ γὰρ ταῦτα ἐναργῶς ὁρώμενα τῆς θείας μαντικῆς ἴχνος τι τὰ μὲν μᾶλλον τὰ δὲ ἧττον παρεσπάσατο· οὐδὲ γὰρ δυνατὸν ἄμοιρα αὐτῆς εἶναί τινα παντελῶς· ἀλλ’ ὥσπερ ἐν πᾶσιν εἰκὼν τἀγαθοῦ τὸν θεὸν ἐμφέρεται, οὕτω καὶ τῆς θείας μαντικῆς εἴδωλόν τι ἀμυδρὸν ἢ καὶ ἐναργέστερον ἐν αὐτοῖς καταφαίνεται. Ἀλλ’ οὐδὲν τούτων ἐστὶν οἷον τὸ θεῖον τῆς μαντικῆς εἶδος, οὐδ’ ἀπὸ τῶν πολλῶν τῶν εἰς τὴν γένεσιν ἀπ’ αὐτῆς καθηκόντων φαντασμάτων τὸ ἓν αὐτῆς καὶ θεῖον καὶ ἄμικτον εἶδος χαρακτηριστέον· οὐδ’ εἴ τινα ἄλλα πορρωτέρω καὶ τούτων ἀπῴκισται ψευδῆ καὶ ἀπατηλὰ ἰνδάλματα, ταῦτα παραφέρειν ἄξιον εἰς τὴν περὶ αὐτῆς κρίσιν· ἀλλ’ ἕνα λόγον καὶ μίαν τάξιν καὶ καθ’ ἓν τὸ θεῖον εἶδος καὶ κατὰ μίαν τὴν νοητὴν καὶ ἀμετάπτωτον ἀλήθειαν συλληπτέον αὐτό, ὡσαύτως τὴν ἄλλοτε ἄλλως ἐξισταμένην μεταβολὴν ὡς ἀστάθμητον καὶ ἀνάρμοστον τοῖς θεοῖς ἀτιμάζοντας. Εἰ δὴ τοιοῦτόν ἐστι τὸ ὄντως μαντικὸν θεῖον ἔργον, τίς οὐκ ἂν αἰσχυνθείη τὴν ἄνευ διανοίας καὶ οὐ τὰ γιγνόμενα ἀποτελοῦσαν φύσιν παραφέρειν, ὡς κατασκευήν τινα ἀπεργαζομένην ἐν ἡμῖν μαντικήν, καὶ τοῖς μὲν μᾶλλον ἐντιθεῖσαν τοῖς δὲ ἧττον τὴν ἐπιτηδειότητα ταύτην; ἐν οἷς μὲν γὰρ ἄνθρωποι πρὸς τὴν οἰκείαν τελειότητα ἀφορμὰς εἰλήφασι παρὰ τῆς φύσεως, ἐν τούτοις καὶ τῆς φύσεως προηγοῦνταί τινες ἐπιτηδειότητες· ἐν οἷς δὲ ἀνθρώπινον μὲν οὐδὲν ἔργον πρόκειται οὐδὲ τέλος ἡμέτερον, θεῖον δέ τι προτέτακται πρεσβύτερον τῆς φύσεως ἡμῶν ἀγαθόν, οὐκ ἔστιν ὅπως ποτὲ ἐν τούτοις εὐφυΐα τις ἂν ὑποκατασκευασθείη· ὧν γάρ εἰσιν αἱ τελειότητες, τούτων ἐγγίγνονται καὶ αἱ ἀτελεῖς κατασκευαί. Ἀνθρώπων δ’ εἰσὶν αὗται ἀμφότεραι αἱ ἕξεις· ἃ δ’ ἐστὶ μὴ ὡς ἀνθρώποις παρόντα, τούτων οὐκ ἔσται ποτὲ ἐκ φύσεως παρασκευή· θείας ἄρα μαντικῆς οὐδέν ἐστι σπέρμα ἐν ἡμῖν ἐκ φύσεως· ἀλλ’ εἰ μέν τις κοινότερον καὶ ἀνθρωπίνην τινὰ καλοίη μαντικήν, τῆς ἀνθρωπίνης ἔστω φυσική τις παρασκευή· ἣν δ’ ἂν ὄντως τις μαντικὴν ἐπονομάσειε, τὴν τοῖς θεοῖς προσήκουσαν, οὐ δεῖ νομίζειν ταύτην ἐνσπείρεσθαι ἀπὸ φύσεως· τά τε γὰρ ἄλλα καὶ τὸ ἀόριστον αὐτῇ κατὰ τὸ μᾶλλον καὶ ἧττον συνομαρτεῖ, καὶ διὰ τοῦτο δὲ τῆς μενούσης ἐν σταθεροῖς πέρασι μαντικῆς θείας χωρὶς διέστηκεν. Διόπερ δὴ καὶ πρὸς τοῦτο ἰσχυρῶς μάχεσθαι δεῖ, ἐάν τις ἐξ ἡμῶν εἶναι λέγῃ τὴν μαντικήν. Φέρεις δὲ καὶ σὺ τούτου δείγματα ἀπὸ τῶν ἔργων ἐναργῆ· τὸ γὰρ λίθους καὶ βοτάνας φέρειν τοὺς καλουμένους, δεσμεῖν τε ἱερούς τινας δεσμοὺς καὶ λύειν τούτους, τά τε κεκλεισμένα ἀνοίγειν καὶ τὰς προαιρέσεις μεταβάλλειν τῶν ὑποδεχομένων, ὥστε ἐκ φαύλων σπουδαίας ἀπεργάζεσθαι, πάντα δὴ ταῦτα ἔξωθεν τὴν ἐπίπνοιαν γίγνεσθαι διασημαίνει· χρὴ δὲ οὐ τοῦτο μόνον προλαμβάνειν, ἀλλὰ καὶ τίς ἐπίπνοια θεία παραγενομένη τὴν θείαν μαντικὴν ἀπεργάζεται τελείως ἀφορίζεσθαι· εἰ δὲ μή, οὐ πρότερον ἐσόμεθα γνωμονικοὶ ταύτης, ἐὰν μὴ τὸ οἰκεῖον ἐπ’ αὐτῇ σημεῖον ἐπιβαλόντες, ἴδιον αὐτῇ γνώρισμα καθάπερ τινὰ σφραγῖδα προσαρμόσωμεν. |
| Myst 3 28 [45] | Καὶ τοῦτο μὲν ὀλίγον ἔμπροσθεν ἡμῖν διηκρίβωται· ὃ δὲ προτείνεις ὡς οὐδαμῶς ἀπόβλητον τὸ εἶναι γεννητικοὺς τῶν δραστικῶν εἰδώλων, θαυμάσαιμ’ ἂν εἴ τις ἀποδέξαιτο τῶν τὰ ἀληθινὰ εἴδη τῶν θεῶν θεωρούντων θεουργῶν. Διὰ τί γὰρ ἄν τις εἴδωλα ἀντὶ τῶν ὄντως ὄντων ἀνταλλάξαιτο, καὶ ἀπὸ τῶν πρωτίστων ἐπὶ τὰ ἔσχατα ἂν ἀπενεχθείη; ἢ οὐκ ἴσμεν ὡς πάντα ἀμυδρῶς ἐστι κατὰ τὴν τοιαύτην σκιαγραφίαν, καὶ τότε ἀληθῆ φαντάσματά ἐστι τοῦ ἀληθοῦς καὶ τὰ ἀγαθὰ δοκοῦντα φαίνεται, ὄντα δὲ οὐδέποτε; καὶ τὰ ἄλλα ὡσαύτως ἐν τῷ γίγνεσθαι ἐπεισέρχεται φερόμενα, γνήσιον δὲ οὐδὲν οὐδὲ τέλειον οὐδὲ ἐναργὲς κέκτηται. Δηλοῖ δὲ καὶ ὁ τρόπος αὐτῶν τῆς ποιήσεως. Οὐ γὰρ θεὸς αὐτῶν ἐστι ποιητής, ἀλλ’ ἄνθρωπος· οὐδ’ ἐκ τῶν ἑνοειδῶν καὶ νοητῶν οὐσιῶν παράγεται, ἀλλ’ ἀπὸ τῆς ὕλης τῆς λαμβανομένης. Τί οὖν ἀγαθὸν γένοιτο ἂν ὕλης βλαστάνον καὶ τῶν περὶ τὴν ὕλην καὶ ἐν τοῖς σώμασιν ὑλικῶν καὶ σωματοειδῶν δυνάμεων; ἢ ἀπ’ ἀνθρωπίνης τέχνης ὑφιστάμενον ἀσθενέστερον καὶ αὐτῶν τῶν ἀνθρώπων ὑπάρχον τῶν τὸ εἶναι αὐτῷ παρεχομένων; ποίᾳ δέ τινι καὶ τέχνῃ πλάττεται τουτὶ τὸ εἴδωλον; λέγεται μὲν γὰρ ὡς τῇ δημιουργικῇ· ἀλλ’ αὕτη γε τῶν ἀληθινῶν ἦν οὐσιῶν ἀλλ’ οὐχὶ εἰδώλων τινῶν ἐπιτελεστική· ὥστε καὶ ἡ εἰδωλοποιητικὴ τέχνη πολλοστή τίς ἐστιν ἀπὸ τῆς φυτουργοῦ τῶν ἀληθινῶν δημιουργίας· ἀλλ’ οὐδὲ ἀναλογίαν τινὰ πρὸς τὴν θείαν ποίησιν ἀποσώζει· οὐ γὰρ διὰ τῶν οὐρανίων φυσικῶν κινήσεων ἢ τῆς κατὰ μέρος ὕλης ἢ τῶν δυνάμεων τῶν οὕτως διῃρημένων ὁ θεὸς δημιουργεῖ πάντα· ταῖς δὲ ἐννοίαις καὶ βουλήσεσι καὶ τοῖς ἀύλοις εἴδεσι διὰ τῆς αἰδίου τε καὶ ὑπερκοσμίου καὶ ἐγκοσμίου ψυχῆς δημιουργεῖ τοὺς κόσμους· ὁ δὲ δὴ τῶν εἰδώλων ποιητὴς λέγεται μὲν ὡς διὰ τῶν περιπολούντων ἀστέρων αὐτὰ ἀπεργάζεται· οὐ μήν, ὥς γε οὑτωσὶ δόξαι, ἔχει τῷ ὄντι καὶ ἐπὶ τῆς ἀληθείας. Οὐσῶν γὰρ περὶ τοὺς οὐρανίους θεοὺς ἀπείρων δή τινων δυνάμεων, ἓν γένος τῶν ἐν αὐταῖς πάντων ἔσχατόν ἐστι, τὸ φυσικόν. Τούτου δὲ αὖθις τὸ μὲν ἐν λόγοις σπερματικοῖς τε καὶ πρὸ τῶν σπερματικῶν τοῖς ἀκινήτοις ἱδρυμένον προηγεῖται καθ’ ἑαυτὸ πρὸ τῆς γενέσεως· τὸ δὲ ἐν ταῖς αἰσθηταῖς καὶ φανεραῖς κινήσεσί τε καὶ δυνάμεσιν, ἀπορροίαις τε ταῖς ἐξ οὐρανοῦ καὶ ποιότησιν, ἐνδυναστεύει παρὰ πᾶσαν τὴν φανερὰν διακόσμησιν· ἧς πᾶσι τὸ τελευταῖον ἐν τοῖς περὶ γῆν τόποις ἐπάρχει τῆς περιγείου φανερᾶς γενέσεως· τῇ δὲ τῆς φανερᾶς γενέσεως ἐπικρατείᾳ καὶ ταῖς δι’ αἰσθήσεως φαινομέναις ποιότησι τῶν ἀπ’ οὐρανοῦ καταπεμπομένων ἀπορροιῶν ἄλλαι τε πολλαὶ τέχναι χρῶνται, ὥσπερ ἰατρική τε καὶ γυμναστικὴ καὶ πᾶσαι ὅσαι κοινωνοῦσι τῇ φύσει τὴν ἑαυτῶν ἀπεργασίαν· καὶ δὴ καὶ εἰδωλοποιία μοῖράν τινα γενεσιουργὸν ἀπ’ αὐτῶν ἕλκει λίαν ἀμυδράν. |
| Myst 3 28 (50) [5] | Ὥσπερ οὖν ἔχει τὸ ἀληθές, οὕτω δεῖ καὶ ἀποφαίνεσθαι, ὅτι δὴ αὐταῖς μὲν ταῖς περιφοραῖς ἢ ταῖς ἐνυπαρχούσαις ἐν αὐταῖς δυνάμεσιν ἢ ταῖς κατὰ φύσιν περὶ αὐτὰς ἐνιδρυμέναις οὔτε χρῆται εἰδωλοποιός, οὔθ’ ὅλως δυνατός ἐστιν αὐτῶν ἐφάπτεσθαι· ταῖς δὲ ἀπὸ τῆς φύσεως αὐτῶν ἐσχάταις ἀπορρεούσαις ἐν τῷ φανερῷ περὶ τὸ τελευταῖον μέρος τοῦ παντὸς τεχνικῶς προσφέρεται, ἀλλ’ οὐ θεουργικῶς. Αὗται γάρ, οἶμαι, καὶ τὴν κατὰ μέρος ὕλην συμμιγνύμεναι πρὸς αὐτὴν δύνανται μεταβάλλειν τε καὶ μετασχηματίζειν καὶ μεταπλάττειν ἄλλοτε ἄλλως· καὶ δὴ καὶ μετάθεσιν ἀπ’ ἄλλων εἰς ἄλλα ἐπιδέχονται τῶν ἐν τοῖς κατὰ μέρος δυνάμεων· ἡ δὲ τοιαύτη τῶν ἐνεργειῶν ποικιλία καὶ τῶν πολλῶν ὑλικῶν δυνάμεων σύνθεσις οὐχ ὅπως θείας δημιουργίας τῷ παντὶ κεχώρισται, ἀλλὰ καὶ τῆς φυσικῆς ἀπεργασίας· καὶ γὰρ ἡ φύσις ἀθρόως καὶ ἅμα ποιεῖ τὰ οἰκεῖα ἔργα, ἁπλαῖς τε καὶ ἀσυνθέτοις ἐνεργείαις πάντα ἐπιτελεῖ. Λείπεται οὖν τεχνικὴν εἶναι δὴ σύμμιξιν τὴν τοιαύτην κατασκευὴν περὶ τὸ τελευταῖον καὶ περιφανὲς ῥεῦμα οὐράνιον καὶ τὰ ἀπὸ τῆς οὐρανίας φερόμενα φύσεως. Διὰ τί δὴ οὖν αὐτὸς μὲν ὁ ταῦτα δρῶν εἰδωλοποιὸς ἀνὴρ ἑαυτὸν ἀφίησι βελτιόνα ὄντα καὶ ἐκ βελτιόνων γεγονότα, τοῖς δὲ ἀψύχοις εἰδώλοις καὶ μόνῃ τῇ ἐμφάσει τῆς ζωῆς ἐπιπνεομένοις, ἁρμονίᾳ τε ἐπισκευαστῇ καὶ πολυειδεῖ συνεχομένοις ἔξωθεν, ἐφημέροις τε ἀτεχνῶς οὖσιν ἀποπιστεύειν φαίνεται; πότερον τὸ γνήσιον καὶ ἀληθὲς ἐν αὐτοῖς ὑπάρχει; ἀλλ’ οὐδὲν τῶν ὑπὸ ἀνθρωπίνης τέχνης συμπλαττομένων εἰλικρινές ἐστι καὶ καθαρόν. |
| Myst 3 29 [5] | Ἀλλὰ τὸ ἁπλοῦν καὶ μονοειδὲς τῆς ἐνεργείας ἢ τῆς ὅλης συστάσεως ἐν αὐτοῖς ἐπικρατεῖ; παντὸς μὲν οὖν λείπει· κατὰ γὰρ τὴν φαινομένην σύνθεσιν ἐκ παντοδαπῶν καὶ ὑπεναντίων ποιοτήτων συμπεφόρηται. Ἀλλὰ δύναμίς τις ἀκραιφνὴς καὶ τελεία διαφανής ἐστιν ἐν αὐτοῖς; οὐδαμῶς. Ἐπεὶ πολλαχόθεν ἐπίκτητόν τι συγκεκρότηται τὸ τοιοῦτον πλῆθος τῶν ἀπορροιῶν ἀσθενὲς καὶ ἐξίτηλον ἐπιδεικνύμενον. Ἀλλ’ εἰ μὴ ταῦτα, τὸ μόνιμον πάρεστι τοῖς εἰδώλοις οἷς λέγουσιν οὗτοι; πολλοῦ γε καὶ δεῖ· ἐπεὶ ταῦτά γε πολὺ θᾶττον τῶν ἐν κατόπτροις ὁρωμένων εἰδώλων ἀποσβέννυται. Ἐπιτεθέντος μὲν γὰρ τοῦ θυμιάματος ἀπὸ τῶν ἀναφερομένων ἀτμῶν συνίσταται εὐθύς· ἀνακραθέντος δὲ εἰς τὸν ὅλον ἀέρα αὐτοῦ καὶ διαχυθέντος, καὶ αὐτὸ εὐθὺς διαλέλυται, καὶ οὐδ’ ἀκαρῆ πέφυκεν ἐπιμένειν. Διὰ τί δὴ οὖν ἔσται περισπούδαστος ἀνδρὶ φιλοθεάμονι τῆς ἀληθείας ἡ περιττὴ αὕτη θαυματοποιία; ἐγὼ μὲν οὐδενὸς ἀξίαν αὐτὴν ἡγοῦμαι. Καὶ εἰ μὲν γιγνώσκουσα αὐτὰ ταῦτα ἐφ’ οἷς ἐσπούδακε καὶ περὶ ἃ διατρίβει, τὰ πλάσματα τῆς παμπαθοῦς ὕλης ἀσπάζεται, ἁπλοῦν ἂν ἔχοι τὸ κακόν. Πλὴν ἐκεῖνό γε αὐτῇ ὑπάρξει, τὸ ἀφομοιωθῆναι τοῖς εἰδώλοις ἐν οἷς τὴν πίστιν ἐν αὐτοῖς ἵδρυσεν. Εἰ δὲ καὶ ὡς θεοῖς προσέχει τοῖς εἰδώλοις τούτοις, οὔτε λόγῳ ῥητὸν οὔτε ἔργῳ φορητὸν ἔσται τὸ ἄτοπον. Οὐδέποτε γὰρ εἰς τὴν τοιαύτην ψυχὴν ἐπιλάμψει τις αὐγὴ θεία· οὔτε γὰρ πέφυκεν ἐνδίδοσθαι αὐτῇ τοῖς ἅπαξ ἀντιδρασθεῖσιν, οὔτε ἔχει χώραν εἰς ἣν δέξεται αὐτὴν τὰ κατεχόμενα ὑπὸ τῶν σκιοειδῶν φαντασμάτων· σκιαῖς οὖν συνέσται πολλαῖς ἀπὸ τῆς ἀληθείας ἡ τοιάδε τῶν φαντασμάτων θαυματουργία. Ἀλλὰ παρατηροῦσιν οὗτοι, φησί, τὴν τῶν οὐρανίων φοράν, καὶ λέγουσι τίνος τῶν κατ’ οὐρανὸν μετὰ τίνος ἢ τίνων πολεύοντος ἔσται ψευδῆ τὰ μαντεῖα ἢ ἀληθῆ, καὶ τὰ δρώμενα ἀργὰ ἢ ἀπαγγελτικὰ ἢ ἀποτελεστικά. |
| Myst 3 30 [5] | Ἀλλ’ οὐδὲ τούτων ἕνεκα ἕξει τι τὰ φαντάσματα ταῦτα θεῖον. Καὶ γὰρ τὰ ἔσχατα τῶν ἐν τῇ γενέσει κινεῖται τοῖς οὐρανίοις δρόμοις καὶ συμπάσχει πρὸς τὰς ἀπ’ αὐτῶν κατιούσας ἀπορροίας· οὐ μὴν ἀλλὰ καὶ εἴ τις αὐτὰ μετ’ ἀκριβείας ἐπισκέψαιτο, τἀναντία τούτων ἐπιδείκνυσιν. Ἃ γάρ ἐστι παντάπασιν εὐμετάβλητα καὶ ἀπὸ τῶν ἔξωθεν κινήσεων παντοίως μετατρέπεται ὥστε ἀργὰ ἢ χρηματιστικὰ ἢ ἐπαγγελτικὰ ἢ ἐπιτελεστικὰ ἢ ἄλλοτε ἀλλοῖα ἀποτελεῖσθαι, πῶς ἔνεστι ταῦτα καὶ μικρᾶς τινος μετέχειν ἐν ἑαυτοῖς θείας δυνάμεως; τί οὖν; αἱ ἐνοῦσαι ἐν ταῖς ὕλαις δυνάμεις στοιχεῖα τῶν δαιμόνων εἰσίν; οὐ μὲν οὖν· οὐδὲν γὰρ τῶν κατὰ μέρος αἰσθητῶν σωμάτων γεννᾷ δαίμονας· πολὺ δὲ μᾶλλον ταῦτα γεννᾶταί τε καὶ φρουρεῖται ὑπὸ τῶν δαιμόνων. Ἀλλ’ οὐδὲ ἄνθρωπός τις πλάσαι δύναται ὥσπερ ἐκ μηχανῆς δαιμόνων τινὰς μορφάς, ἀλλὰ τὸ ἀνάπαλιν αὐτὸς μᾶλλον πλάσσεται καὶ δημιουργεῖται ὑπὸ τῶν δαιμόνων, καθ’ ὅσον αἰσθητοῦ σώματος μετέχει. Ἀλλ’ οὐδὲ ἐκ στοιχείων τῶν αἰσθητῶν συμπεφορημένον τι πλῆθος ἀπογεννᾶται τὸ δαιμόνιον, ἀλλὰ πλέον θάτερον αὐτό τέ ἐστιν ἁπλοῦν καὶ περὶ τὰ σύνθετα μονοειδῶς ἐνεργεῖ. Ὅθεν δὴ οὐδὲ πρεσβύτερα ἕξει τὰ αἰσθητὰ ἑαυτοῦ οὐδὲ μονιμώτερα, ἀλλ’ αὐτὸ πρεσβείᾳ καὶ δυνάμει διαφέρον τοῖς αἰσθητοῖς μεταδίδωσιν ἣν δύναται δέχεσθαι διαμονήν. Πλὴν εἰ μὴ τὰ εἴδωλα δαίμονας ἐπονομάζεις, οὐκ ὀρθῶς ἐπισύρων τὴν τοιαύτην κλῆσιν. Ἄλλη μὲν γάρ ἐστιν ἡ τῶν δαιμόνων φύσις ἄλλη δὲ ἡ τῶν εἰδώλων· τάξις τε αὐτῶν ἑκατέρων πάμπολυ διέστηκεν. Καὶ δὴ καὶ ὁ τῶν εἰδώλων χορηγὸς διάφορός ἐστι παρὰ τὸν μέγαν ἡγεμόνα τῶν δαιμόνων. Ἀμέλει καὶ σὺ τοσοῦτο συγχωρεῖς, μηδένα θεὸν ἢ δαίμονα λέγων ὑπ’ αὐτῶν καθέλκεσθαι. Τίνος οὖν ἔτι γένοιτο ἂν ἀξία διάπραξις ἱερὰ ἢ τοῦ μέλλοντος πρόγνωσις, ἥτις ἄμοιρός ἐστι παντάπασι καὶ θεοῦ καὶ δαίμονος; ὥστε εἰδέναι μὲν χρὴ καὶ ταύτην τὴν θαυματουργίαν τίνα ἔχει φύσιν, χρῆσθαι δὲ ἢ πιστεύειν αὐτῇ μηδαμῶς. Ἔτι τοίνυν καὶ ταύτης ἐστὶ φαυλοτέρα τῶν ἱεροπρεπῶν δρωμένων ἐξήγησις ἡ γένος τι ἀπατηλῆς φύσεως παντόμορφόν τε καὶ πολύτροπον αἰτιωμένη τῆς μαντείας ὑποκρινόμενον θεοὺς καὶ δαίμονας καὶ ψυχὰς τῶν τεθνηκότων. |
| Myst 3 31 [55] | Ἐρῶ δή σοι καὶ πρὸς ταῦτα λόγον ὅν ποτε ἤκουσα, Χαλδαίων ποτὲ προφητῶν λεγόντων. Ὅσοι μὲν θεοὶ τῆς ἀληθείας τῶν ἀγαθῶν εἰσι μόνως δοτῆρες, μόνοις τε τοῖς ἀγαθοῖς ἀνδράσι προσομιλοῦσι, καὶ τοῖς διὰ τῆς ἱερατικῆς ἀποκεκαθαρμένοις συγγίγνονται, ἐκκόπτουσί τε ἀπ’ αὐτῶν πᾶσαν κακίαν καὶ πᾶν πάθος. Τούτων δὲ ἐπιλαμπόντων ἀφανὲς τὸ κακὸν καὶ δαιμόνιον ἐξίσταται τοῖς κρείττοσιν, ὥσπερ φωτὶ σκότος, καὶ οὐδὲ τὸ τυχὸν παρενοχλεῖ τοῖς θεουργοῖς· ἀφ’ οὗ δὴ καὶ πᾶσαν ἀρετὴν δέχονται, καὶ χρηστοὶ τοῖς ἤθεσιν ἐπιτελοῦνται καὶ κόσμιοι, παθῶν τε ἀπαλλάττονται καὶ πάσης ἀτάκτου κινήσεως, τῶν τε ἀθέων καὶ ἀνοσίων τρόπων καθαρεύουσιν. Ὅσοι δέ εἰσιν αὐτοί τε ἀλιτήριοι, καὶ ἀθέσμως καὶ ἀτάκτως ἐπιπηδῶσι τοῖς θείοις, δι’ ἀτονίαν τε τῆς οἰκείας ἐνεργείας ἢ τῆς ὑπαρχούσης αὐτοῖς δυνάμεως ἔνδειαν οὐ δύνανται τῶν θεῶν τυγχάνειν, ἢ καὶ διά τινας μιασμοὺς ἀπείργονται τῆς πρὸς τὰ ἄχραντα πνεύματα συνουσίας, οὕτω τοῖς κακοῖς πνεύμασι συνάπτονται, πληρούμενοί τε ἀπ’ αὐτῶν τῆς κακίστης ἐπιπνοίας πονηροί τε καὶ ἀνόσιοι γίγνονται, ἡδονῶν μὲν ἀκολάστων πλήρεις, κακίας δὲ ἀνάμεστοι, τρόπων τε ἀλλοτρίων τοῖς θεοῖς ζηλωταί, καὶ τὸ ὅλον φάναι, παραπλήσιοι τοῖς πονηροῖς δαίμοσι γιγνόμενοι μεθ’ ὧν συμφύονται. Οὗτοι δὴ οὖν παθῶν μεστοὶ καὶ κακίας ὑπάρχοντες διὰ συγγένειαν ἕλκουσι τὰ πονηρὰ εἰς ἑαυτοὺς πνεύματα, καὶ αὐτοὶ πρὸς κακίαν πᾶσαν ὑπ’ αὐτῶν ἐγείρονται, συναύξονταί τε ὑπ’ ἀλλήλων οὕτως, καθάπερ τις κύκλος ἀρχὴν τελευτῇ συνάπτων καὶ ἀνταποδιδοὺς τὴν ἴσην ἀμοιβὴν ὡσαύτως. Ἃ τοίνυν τῆς ἀνοσιουργίας ἐστὶν ἀσεβῆ πταίσματα, ἀτάκτως μὲν αὐτὰ προσφερόμενα τοῖς ἱεροῖς ἔργοις, ἀτάκτως δὲ πειρώμενα καὶ τῶν ἐπεισιόντων, καὶ ποτὲ μέν, ὡς δοκεῖ, θεὸν ἄλλον ἀνθ’ ἑτέρου ποιοῦντα ἐπικωμάζειν, τοτὲ δ’ αὖ δαίμονας πονηροὺς ἀντὶ τῶν θεῶν εἰσκρίνοντα, οὓς δὴ καὶ καλοῦσιν ἀντιθέους, ταῦτα μηδέποτε ἐν λόγῳ τῷ περὶ τῆς ἱερατικῆς μαντείας τίθεσο. Ἐναντιώτερον γάρ ἐστι δήπου τῷ κακῷ τὸ ἀγαθὸν μᾶλλον ἢ τῷ μὴ ἀγαθῷ. Ὥσπερ οὖν οἱ ἱερόσυλοι τῇ θρησκείᾳ τῶν θεῶν πάντων μάλιστα μάχονται, οὕτω καὶ οἱ συνόντες τοῖς ἀπατεῶσι καὶ τοῖς τῆς ἀκολασίας αἰτίοις δαίμοσι, μαχόμενοι δήπου πρὸς τοὺς θεουργοὺς ὑπάρχουσι· τούτοις γὰρ πᾶν μὲν πνεῦμα πονηρὸν ἐξίσταται καὶ ἀνατρέπεται ἄρδην, πᾶσα δὲ κακία καὶ πᾶν πάθος ἐκκόπτεται παντάπασι, καθαρὰ δὲ μετουσία τῶν ἀγαθῶν πάρεστιν ἐν τοῖς καθαροῖς, ἄνωθεν δὲ ἀπὸ τοῦ πυρὸς πληροῦνται τῆς ἀληθείας· οἷς οὐδὲν ἐμπόδιον γίγνεται ἀπὸ τῶν κακῶν πνευμάτων, οὐδ’ εἰς τὰ τῆς ψυχῆς ἀγαθὰ κώλυμα· οὐδέ τις τῦφος ἢ θωπεία ἢ ἀτμῶν ἀπόλαυσις ἢ βίας ἰσχὺς παρενοχλεῖ· ἀλλὰ πάντα ὡσπερεὶ κεραυνίῳ τινὶ βολῇ πληγέντα ἀναφῶς ὑπείκει καὶ ὑποχωρεῖ, μηδὲ προσπελάσαι αὐτοῖς δυνάμενα. |
| Myst 3 31 (50) [80] | Ἓν οὖν τοῦτό ἐστι τὸ ἄχραντον καὶ ἱερατικὸν θεῖόν τε ὡς ἀληθῶς γένος τῆς μαντείας· καὶ τοῦτο οὐχ, ὡς σὺ λέγεις, διαιτητοῦ δεῖται ἢ ἐμοῦ ἢ ἄλλου τινός, ἵν’ αὐτὸ ἐκ πολλῶν προκρίνω, ἀλλ’ αὐτὸ ἐξῄρηται πάντων, ὑπερφυὲς ἀίδιον προϋπάρχον, οὐδὲ παράθεσίν τινα ἐπιδεχόμενον οὔτε ὑπεροχήν τινος ἐν πολλοῖς προτεταγμένην· ἀλλ’ ἀπολέλυται 〈καὶ〉 καθ’ ἑαυτὸ μονοειδὲς πάντων προηγεῖται. Ὧι δεῖ καὶ σὲ καὶ πᾶς ὅστις ἐστὶ γνήσιος τῶν θεῶν ἐραστὴς ἐπιδοῦναι ἑαυτὸν ὅλον· ἐκ γὰρ τοῦ τοιούτου τρόπου παραγίγνεται ἅμα τε καὶ ἐν ταῖς μαντείαις ἡ ἄπταιστος ἀλήθεια καὶ ἐν ταῖς ψυχαῖς ἡ τελεία ἀρετή. Μετὰ τούτων δὲ ἀμφοτέρων δίδοται τοῖς θεουργοῖς ἡ πρὸς τὸ νοητὸν πῦρ ἄνοδος, ὃ δὴ καὶ τέλος δεῖ πάσης μὲν προγνώσεως πάσης δὲ θεουργικῆς πραγματείας προτίθεσθαι. Μάτην οὖν ἐπεισάγεις τὴν ἀπὸ τῶν ἀθέων δόξαν, ὡς ἄρα τὴν πᾶσαν μαντείαν ἀπὸ τοῦ πονηροῦ δαίμονος ἡγοῦνται ἐπιτελεῖσθαι· οὔτε γὰρ ἄξιον αὐτῶν μνημονεύειν ἐν ταῖς περὶ θεῶν ἐπιστάσεσι, καὶ ἅμα ἀμαθεῖς εἰσιν οὗτοι τῆς τοῦ ἀληθοῦς τε καὶ ψευδοῦς διακρίσεως διὰ τὸ ἐν σκότῳ τὴν ἀρχὴν τεθράφθαι, τάς τε ἀρχάς, ἀφ’ ὧν παραγίγνονται ταῦτα, οὐδέποτε δύνανται διαγιγνώσκειν. Καὶ μέχρι δὴ τούτων τὰ περὶ τοῦ τρόπου τῆς μαντείας ἡμῖν διωρισμένα ἐχέτω τέλος. Ἄγε δὴ οὖν ὅπως ἐφεξῆς καὶ τὰς δοκούσας ἐναντιώσεις ἐπισκεψώμεθα, τίνες εἰσὶ καὶ τίνα ἔχουσι λόγον. |
| Myst 4 1 [40] | Καὶ δῆτα ἐὰν ὀλίγῳ πλείονα διεξίωμεν περί τινων, ὡς ἂν ἐπ’ ἐξουσίας ἰδίας καὶ κατὰ σχολὴν ποιούμενοι τοὺς λόγους, ἐπιμένειν δεῖ σε προθύμως καὶ καρτερεῖν. Περὶ γὰρ τῶν μεγίστων μαθημάτων μεγάλας ἀνίστασθαι δεῖ καὶ τὰς σπουδάς, χρόνῳ τε ἐν πολλῷ δι’ ἀκριβείας βεβασανισμένας, εἰ μέλλοις αὐτὸ τελέως γνώσεσθαι· σὺ μὲν οὖν κατὰ τὴν παροῦσαν ὑπόθεσιν, ὥσπερ ἤρξω, πρότεινε τὰς ἐμποιούσας ἀπορίαν διαμφισβητήσεις, ἐγὼ δ’ ἐν τῷ μέρει δώσω λόγον σοι· λέγε δὴ οὖν· ὅ τι δὴ πάνυ με θράττει, πῶς ὡς κρείττονες παρακαλούμενοι ἐπιτάττονται ὡς χείρονες· ἐγὼ δέ σοι ἐρῶ τὴν ὅλην περὶ τῶν καλουμένων ἀξίαν λόγου διαίρεσιν, ἀφ’ ἧς ἐνέσται σοι διορισμὸς σαφὴς τοῦ τε δυνατοῦ καὶ τοῦ ἀδυνάτου περὶ ὧν ἠρώτησας. Θεοὶ μὲν γὰρ καὶ ὅσοι κρείττονες ἡμῶν βουλήσει τῶν καλῶν ἀφθόνῳ τε τῶν ἀγαθῶν ἀποπληρώσει μετ’ εὐμενείας τοῖς ἁγίοις χαρίζονται τὰ προσήκοντα, οἰκτείροντες μὲν τοὺς τῶν ἱερατικῶν ἀνδρῶν πόνους, τὰ δ’ οἰκεῖα ἑαυτῶν γεννήματα καὶ θρέμματα καὶ παιδεύματα ἀσπαζόμενοι. Τὰ δὲ μέσα γένη κρίσεως ἔφορα τυγχάνει· συμβουλεύει τε ἃ δεῖ ποιεῖν καὶ τίνων ἀπέχεσθαι προσήκει, καὶ πρὸς μὲν τὰ δίκαια ἔργα συναίρεται, διακωλύει δὲ τὰ ἄδικα, πολλούς τε τῶν ἐπιχειρούντων ἀφαιρεῖσθαί τι τῶν ἀλλοτρίων παρὰ δίκην ἢ λυμαίνεσθαί τινα πλημμελῶς ἢ ἀπολλύναι, αὐτοὺς ἐποίησε παθεῖν ταῦτα οἷα ἄλλους διενοοῦντο ἐργάζεσθαι. Ἔστι δὲ δή τι καὶ ἄλλο ἀλόγιστον καὶ ἄκριτον γένος τῶν παραγιγνομένων, ὃ μίαν ἀριθμῷ δύναμιν κατενείματο διὰ τὴν ἐφ’ ἑκάστοις τοῖς μέρεσι διανομὴν ἐφ’ ἑκάστῳ τῶν ἔργων ἐπιτεταγμένων. Ὥσπερ οὖν μαχαίρας ἔργον ἐστὶ τὸ τέμνειν καὶ οὐδὲν ἄλλο ποιεῖ ἢ τοῦτο, οὕτω καὶ τῶν ἐν τῷ παντὶ διῃρημένων πνευμάτων κατὰ φύσεως μεριστὴν ἀνάγκην τὸ μὲν διαιρεῖ, ἄλλο δὲ συνάγει τὰ γιγνόμενα. Γνώριμον δὲ τοῦτό ἐστι καὶ ἀπὸ τῶν φαινομένων· τὰ γὰρ Χαρώνεια λεγόμενα ἀφίησί τι πνεῦμα ἀφ’ ἑαυτῶν πᾶν τὸ ἐμπίπτον ἀδιακρίτως δυνάμενον φθείρειν. Οὕτω δὴ οὖν καὶ ἀφανῆ τινα πνεύματα, διαλαχόντα ἄλλα ἄλλην δύναμιν, ἐκεῖνο μόνον πέφυκε ποιεῖν ὥσπερ ἐπιτέτακται. Εἰ δή τις παραλαβὼν τὰ συντελοῦντα τεταγμένως εἰς τὸ πᾶν ἀλλαχοῦ μετατρέψειε καὶ διαπράξαιτό τι παρανόμως, οἰκεία τότε ἔσται τοῦ κακῶς χρωμένου βλάβη. Καὶ οὗτος μὲν ἄλλος τρόπος λόγων· ὃ δὲ νυνὶ πρόκειται σκοπεῖν, ἐνίοτε ὁρῶμεν γιγνόμενον. |
| Myst 4 2 [5] | Τὸ γὰρ τῶν ἐπιτάξεων συμβαίνει περὶ τὰ μὴ χρώμενα ἰδίῳ λόγῳ πνεύματα μηδὲ κρίσεως ἀρχὴν ἔχοντα. Καὶ τοῦτο οὐκ ἀπαντᾷ παραλόγως. Φύσιν γὰρ ἔχουσα λογίζεσθαι ἡμῶν ἡ διάνοια καὶ διακρίνειν ᾗπερ ἔχει τὰ πράγματα, πολλάς τε δυνάμεις ζωῆς ἐν ἑαυτῇ συλλαβοῦσα, τοῖς ἀλογίστοις καὶ κατὰ μίαν τοῖς ἐπιτελουμένοις ἐνέργειαν ἐπιτάττειν εἴωθεν. Καλεῖ μὲν οὖν αὐτὰ ὡς κρείττονα, διότι ἀπὸ τοῦ περιέχοντος ἡμᾶς παντὸς κόσμου τὰ συντελοῦντα πρὸς τὰ ὅλα περὶ τὰ κατεχόμενα ἐν τοῖς μεριστοῖς ἕλκειν ἐπιχειρεῖ· ἐπιτάττει δὲ ὡς χείροσι, διότι καὶ μέρη τινὰ πολλάκις τῶν ἐν τῷ κόσμῳ καθαρώτερα καὶ τελειότερα ἐμφύεται τῶν ἀνηκόντων εἰς τὸν ὅλον κόσμον· οἷον εἰ τὸ μὲν εἴη νοερόν, τὸ δ’ ὅλον ἄψυχον ἢ φυσικόν, τότε γὰρ τοῦ ἐπὶ πλεῖον διατείνοντος τὸ ἐπ’ ἔλαττον διῆκον εἰς ἐξουσίαν ἐστὶ κυριώτερον, εἰ καὶ ὅτι μάλιστα ἀπολείποιτο αὐτοῦ τῷ μεγέθει καὶ πλήθει τῆς ἐπικρατείας. Ἔχει δὲ καὶ ἄλλον λόγον ταῦτα τοιοῦτον. Τῆς ὅλης θεουργίας διττόν ἐστι πρόσχημα, τὸ μὲν ὡς παρ’ ἀνθρώπων προσαγόμενον, ὅπερ δὴ τηρεῖ καὶ τὴν ἡμετέραν τάξιν ὡς ἔχει φύσεως ἐν τῷ παντί, τὸ δὲ κρατυνόμενον τοῖς θείοις συνθήμασι καὶ ἄνω μετέωρον δι’ αὐτῶν τοῖς κρείττοσι συναπτόμενον, περιαγόμενόν τε ἐμμελῶς ἐπὶ τὴν ἐκείνων διακόσμησιν, ὃ δὴ δύναται εἰκότως καὶ τὸ τῶν θεῶν σχῆμα περιτίθεσθαι. Κατὰ τὴν τοιαύτην οὖν διαφορὰν εἰκότως καὶ ὡς κρείττονας καλεῖ τὰς ἀπὸ τοῦ παντὸς δυνάμεις, καθόσον ἐστὶν ὁ καλῶν ἄνθρωπος, καὶ ἐπιτάττει αὐταῖς αὖθις, ἐπειδὴ περιβάλλεταί πως διὰ τῶν ἀπορρήτων συμβόλων τὸ ἱερατικὸν τῶν θεῶν πρόσχημα. Ἀληθέστερον δ’ ἔτι τούτων διαλύοντες τὰ διηπορημένα, ἀφαιρεῖν ἀξιοῦμεν τὰς ὡς ἐπ’ ἀνθρώπων φαινομένας ἐν τῷ καλεῖν παρακλήσεις καὶ τὰς ἐπὶ τῇ τῶν ἔργων διανύσει μετὰ μεγάλης σπουδῆς ἐνδιδομένας ἐπιτάξεις. |
| Myst 4 3 [5] | Εἰ γὰρ ἡ φιλίας ὁμονοητικῆς κοινωνία καί τις ἀδιάλυτος συμπλοκὴ τῆς ἑνώσεως συνέχει τὴν ἱερατικὴν ἀπεργασίαν, ἵν’ ὄντως ᾖ θεία καὶ ὑπερέχουσα πᾶσαν τὴν γιγνωσκομένην κοινὴν ἀνθρώποις διάπραξιν, οὐδὲν τῶν ἀνθρωπίνων ἔργων ἐπ’ αὐτῆς ἁρμόζει λεγόμενον, οὔτε τὸ προσκαλεῖν οὕτως, ὡς τὰ ἀφεστηκότα ἡμεῖς προσαγόμεθα, οὔτε τὸ κελεύειν τοιοῦτον ὁποῖον τοῖς κεχωρισμένοις, ὡς ἕτερον ἐξ ἑτέρων ἐγχειρίζομεν· ἡ αὐτὴ δέ τις ἐνέργεια κοινῶς αὐθαίρετος ἐλλάμπουσα τοῦ θείου πυρὸς αὐτόκλητός τε καὶ αὐτενέργητος δι’ ὅλων ὡσαύτως ἐνεργεῖ τῶν μεταδιδόντων ὁμοῦ καὶ τῶν μεταλαμβάνειν αὐτῆς δυναμένων. Πολὺ δὴ οὖν κρεῖττόν ἐστι τὸ νυνὶ λεγόμενον, τὸ μὴ δι’ ἐναντιώσεως ἢ διαφορότητος ἀποτελεῖσθαι τὰ τῶν θεῶν ἔργα, ὥσπερ δὴ τὰ γιγνόμενα εἴωθεν ἐνεργεῖσθαι, ταὐτότητι δὲ καὶ ἑνώσει καὶ ὁμολογίᾳ τὸ πᾶν ἔργον ἐν αὐτοῖς κατορθοῦσθαι. Ἐὰν μὲν οὖν καλοῦν ἢ καλούμενον ἢ ἐπιτάττον ἢ ἐπιταττόμενον ἢ κρεῖττον ἢ χεῖρον διαιρῶμεν, τὴν τῶν γενέσεων ἐπὶ τὰ τῶν θεῶν ἀγέννητα ἀγαθὰ μεταφέρομέν πως ἐναντιότητα, ἐὰν δὲ πάντων τούτων ὡς γηγενῶν καθάπερ ἐστὶ δίκαιον ὑπερίδωμεν, τὸ δὲ κοινὸν καὶ ἁπλοῦν ὡς τιμιώτερον ἀποδῶμεν τοῖς ὑπερέχουσι 〈τῆσ〉 τῶν ἐνταῦθα ποικιλίας, ἀνῄρηται εὐθὺς ἡ πρώτη τῶν ζητημάτων τούτων ὑπόθεσις, ὥστε οὐδεμία περὶ αὐτῶν εὔλογος ἀπολείπεται ἀμφισβήτησις. Τί οὖν δὴ λέγομεν περὶ τῆς μετὰ ταύτην ἐπιζητήσεως, τί δίκαιον δήποτε μὲν ἀξιοῦσι τὸν θεραπεύοντα εἶναι οἱ καλούμενοι, αὐτοὶ δὲ τὰ ἄδικα κελευόμενοι δρᾶν ὑπομένουσιν; πρὸς δὴ τοῦτο ἔχω περὶ τοῦ δικαιοπραγεῖν διαμφισβητῆσαι, ὡς οὐχ ὁ αὐτὸς ὅρος ἡμῖν τε φαίνεται περὶ αὐτοῦ καὶ τοῖς θεοῖς. |
| Myst 4 4 [15] | Ἀλλ’ ἡμεῖς μὲν ἅτε δὴ ἐπὶ τὸ βραχύτατον ἀποβλέποντες τὰ παρόντα πράγματα ἐπισκοποῦμεν καὶ τὸν ἐν ποσὶ βίον, τίς τέ ἐστι καὶ ὅπως γίγνεται· οἱ μέντοι κρείττονες ἡμῶν ὅλην τὴν ζωὴν τῆς ψυχῆς καὶ τοὺς προτέρους αὐτῆς βίους πάντας ἐπίστανται, καὶ εἴ τινα δὴ τιμωρίαν ἐπάγουσιν ἐκ παρακλήσεως τῶν καλούντων, οὐκ ἔξω τῆς δίκης ταύτην ἐπιφέρουσιν, ἀλλὰ στοχαζόμενοι τῶν ἐν προτέροις βίοις ἁμαρτημάτων τῆς ψυχῆς τῶν πασχόντων· ἅπερ οἱ ἄνθρωποι οὐχ ὁρῶντες νομίζουσιν αὐτοὺς ἀδίκως περιπίπτειν ταῖς συμφοραῖς αἷς πάσχουσιν. Καὶ πρὸς τὴν πρόνοιαν δὲ τὸ αὐτὸ τοῦτο κοινῶς εἰώθασιν οἱ πολλοὶ προσαπορεῖν, εἴ τινες παρὰ τὴν ἀξίαν κακῶς πάσχουσι μηδὲν ἠδικηκότες πρότερον. |
| Myst 4 5 [5] | Οὐδὲ γὰρ ἐνταῦθα δύνανται ἀναλογίζεσθαι τίς οὖσα ἡ ψυχὴ καὶ τίνα ἔχουσα τὴν ὅλην ζωὴν καὶ πόσα ἐν προτέροις βίοις διαμαρτήσασα τυγχάνει, καὶ εἰ ἄρα πάσχει ταῦτα ἅπερ ἐποίησε πρότερον· πολλὰ δὲ καὶ λανθάνει τὰς ἀνθρωπίνας διαγνώσεις ἀδικήματα, τοῖς δὲ θεοῖς ἐστι γνώριμα, ἐπεὶ οὐδὲ τὸν αὐτὸν σκοπὸν τοῖς ἀνθρώποις προτίθενται τῆς δικαιοσύνης. Ἀλλ’ οἱ μὲν ἄνθρωποι τὴν ἰδίαν τῆς ψυχῆς αὐτοπραγίαν καὶ τὴν κατὰ τοὺς καθεστῶτας νόμους καὶ τὴν κρατοῦσαν πολιτείαν διανομὴν τῆς ἀξίας ἀφορίζονται εἶναι δικαιοσύνην· οἱ μέντοι θεοὶ πρὸς τὴν ὅλην τοῦ κόσμου διάταξιν καὶ πρὸς τὴν συντέλειαν τοῖς θεοῖς τῶν ψυχῶν ἀποβλέποντες, τὴν κρίσιν τῶν δικαιωμάτων ἐπιβάλλουσιν. Διόπερ δὴ ἄλλως μὲν παρὰ τοῖς θεοῖς ἄλλως δὲ παρ’ ἡμῖν τῶν δικαίων ἡ κρίσις γίγνεται· καὶ οὐκ ἂν θαυμάσαιμι εἰ μὴ ἐφικνούμεθα ἐν τοῖς πλείστοις τῆς ἄκρας καὶ τελειοτάτης τῶν κρειττόνων κρίσεως. Τί δὲ κωλύει καθ’ ἑαυτὸν ἑκάστῳ καὶ μετὰ τῆς ὅλης συγγενείας τῶν ψυχῶν παρὰ τοῖς θεοῖς πολὺ διαφερόντως δοκιμάζεσθαι τὸ δίκαιον; εἴπερ γὰρ ἡ κοινωνία τῆς αὐτῆς φύσεως ἔν τε σώμασι καὶ ἄνευ σωμάτων οὔσαις ταῖς ψυχαῖς συμπλοκήν τινα τὴν αὐτὴν πρὸς τὴν τοῦ κόσμου ζωὴν καὶ τάξιν ἐναπεργάζεται κοινήν, καὶ τὴν ἔκτισιν τῆς δίκης ἀναγκαῖον ἀπαιτεῖσθαι ἀφ’ ὅλων, καὶ μάλιστα ἡνίκα ἂν τὸ μέγεθος τῶν μιᾷ προϋπηργμένων ἀδικημάτων ὑπεραίρῃ τὴν ἀπὸ μιᾶς τῆς ἀκολούθου τοῖς πλημμελήμασι τιμωρίας ἀποπλήρωσιν· εἰ δέ τις καὶ ἄλλους προστιθείη διορισμούς, καθ’ οὓς ἐπιδείκνυσιν ἑτέρως τὰ δίκαια παρὰ τοῖς θεοῖς ἔχοντα ἢ ὡς παρ’ ἡμῖν διέγνωσται, γένοιτ’ ἂν καὶ ἀπ’ ἐκείνων ἔφοδος ἡμῖν ἐπὶ τὸ προκείμενον· ἀλλ’ ἐμοὶ καὶ οἱ προειρημένοι μόνοι κανόνες ἐξαρκοῦσιν εἰς τὸ δηλῶσαι τὸ καθόλου καὶ πάντα περιέχον γένος τῆς ἐν ταῖς δίκαις ἰατρείας. Ἵνα τοίνυν ἐκ περιουσίας διαγωνισώμεθα πρὸς τὴν νῦν λεγομένην ἀντίληψιν, δῶμεν εἰ βούλει καὶ τὸ ἐναντίον οὗ κατεσκευάσαμεν, ὡς ἄδικά τινα δρᾶσθαι ἐν ταῖς κατὰ τὰς κλήσεις πραγματείαις· ὅτι τοίνυν οὐδὲ τούτων αἰτιατέον τοὺς θεοὺς αὐτόθεν μὲν πρόδηλον· οἱ γὰρ ἀγαθοὶ ἀγαθῶν εἰσιν αἴτιοι, κακοῦ δὲ παντὸς ἀναίτιοι· καὶ οἱ θεοὶ κατ’ οὐσίαν ἔχουσι τὸ ἀγαθόν· οὐδὲν ἄρα ἄδικον ποιοῦσιν. |
| Myst 4 6 [5] | Ἀλλ’ ἄρα τὰ αἴτια τῶν πλημμελῶς γιγνομένων ζητητέον· εἰ δὲ μὴ οἷοί τέ ἐσμεν εὑρεῖν αὐτά, οὐ χρὴ προΐεσθαι τὴν ἀληθῆ περὶ θεῶν ἔννοιαν, οὐδὲ διὰ τὰ ἀμφισβητούμενα εἰ γίγνονται καὶ ὅπως γίγνονται ἀφίστασθαι χρὴ τῆς ὄντως ἐναργοῦς περὶ θεῶν ἐννοίας· πολὺ γὰρ βέλτιον ἀγνοεῖν προσομολογῆσαι τὴν ἀτοπίαν τῆς δυνάμεως πῶς τὰ ἄδικα διαπράττεται, ἢ συγχωρῆσαι περὶ θεῶν ἀδύνατόν τι ψεῦδος, περὶ οὗ πάντες Ἕλληνές τε καὶ βάρβαροι τἀναντία ἀληθῶς διαδοξάζουσιν. Ἔχει μὲν οὖν τό γε ἀληθὲς οὕτως· οὐ μὴν ἀλλὰ δεῖ προσθεῖναι καὶ τὰ αἴτια τῆς ἐνίοτε τῶν κακῶν γενέσεως, πόσα τέ ἐστι καὶ ὁποῖα· καὶ γὰρ οὐδὲ ἁπλοῦν αὐτῶν ὑπάρχει τὸ εἶδος· ποικίλον δέ τι ὂν ποικίλων κακῶν προηγεῖται τῆς γενέσεως. |
| Myst 4 7 [5] | Εἰ γὰρ ἀληθῶς ἄρτι ἐλέγομεν περὶ τῶν εἰδώλων καὶ τῶν κακῶν δαιμόνων τῶν ὑποκρινομένων τὴν τῶν θεῶν καὶ τῶν ἀγαθῶν δαιμόνων παρουσίαν, πολὺ δήπου τι καταφαίνεται ἐντεῦθεν ἐπιρρέον τὸ κακοποιὸν φῦλον, περὶ ὃ συμβαίνειν φιλεῖ ἡ τοιάδε ἐναντίωσις. Δίκαιον μὲν γὰρ ἀξιοῖ εἶναι τὸν θεραπεύοντα, διότι ὑποκρίνεται εἶναι οἷον τὸ θεῖον γένος· ὑπηρετεῖ δὲ πρὸς τὰ ἄδικα, διότι πέφυκεν εἶναι πονηρόν. Ἔστω δὴ οὖν ὁ αὐτὸς λόγος περὶ ψεύδους καὶ ἀληθοῦς καὶ ἀγαθοῦ καὶ κακοῦ. Καθάπερ δὴ οὖν ἐν ταῖς μαντείαις μόνως τὸ ἀληθεύειν τοῖς θεοῖς ἀπονείμαντες, κατιδόντες τὸ ψεῦδος λεγόμενον ἐν αὐταῖς, εἰς ἕτερον γένος αἰτίας τοῦτο ἀνήγομεν, τὸ τῶν δαιμόνων, οὕτω καὶ ἐπὶ τῶν δικαίων καὶ ἀδίκων θεοῖς μὲν καὶ ἀγαθοῖς δαίμοσιν ἀποδιδόναι δεῖ μόνως τὸ καλὸν καὶ δίκαιον, τὰ δὲ ἄδικα καὶ αἰσχρὰ ἀπεργάζονται οἱ φύσει πονηροὶ δαίμονες. Καὶ τὸ μὲν ὁμολογούμενον πάντῃ καὶ σύμφωνον πρὸς ἑαυτὸ καὶ ἀεὶ ἑαυτῷ ὡσαύτως ἔχον προσήκει τοῖς κρείττοσι, τὸ δ’ ἐναντίον καὶ ἀσύμφωνον καὶ μηδέποτε τὸ αὐτὸ τῆς δαιμονίας διαστάσεώς ἐστιν ἰδιώτατον, περὶ ἣν εἰ γίγνεται τὰ μαχόμενα οὐδέν ἐστι θαυμαστόν· ἀλλὰ τοὐναντίον ἴσως ἂν ἦν θαυμαστότερον, εἰ μὴ οὕτως εἶχεν. Ἀπ’ ἄλλης τοίνυν αὖθις ὁρμώμενοι ὑποθέσεως τὰ σωματικὰ μέρη τοῦ παντὸς οὔτε ἀργὰ οὔτε δυνάμεως ἄμοιρα εἶναι τιθέμεθα, ἀλλ’ ὅσῳ τελειότητι καὶ κάλλει καὶ μεγέθει προέχει τῶν ἡμετέρων, τοσούτῳ καὶ δύναμιν αὐτοῖς παρεῖναι μείζονα ἀποφαινόμεθα. |
| Myst 4 8 [15] | Αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ ἕτερα δύναται καὶ ποιεῖ διαφερούσας τινὰς ἐνεργείας· δύναται δὲ καὶ πρὸς ἄλληλα πολὺ δήπου πλείονα ἀπεργάζεσθαι. Καὶ δῆτα καὶ εἰς τὰ μέρη καθήκει τις ἀπὸ τῶν ὅλων ἡ μὲν συμπαθὴς καθ’ ὁμοιότητα τῶν δυνάμεων ἡ δὲ κατ’ ἐπιτηδειότητα τοῦ ποιοῦντος πρὸς τὸ πάσχον πολυειδὴς ποίησις. Οὐκοῦν σωματικαῖς ἀνάγκαις συμβαίνει τινὰ περὶ τὰ μέρη κακὰ καὶ ὀλέθρια, ὡς μὲν πρὸς τὰ ὅλα καὶ τὴν ἁρμονίαν τοῦ παντὸς ὄντα σωτήρια καὶ ἀγαθά, τοῖς δὲ μέρεσιν ἀναγκαίαν τινὰ φθορὰν ἐπάγοντα, ἢ τῷ μὴ δύνασθαι φέρειν τὰς τῶν ὅλων ἐνεργείας, ἢ ἄλλῃ τινὶ συμμίξει καὶ κράσει τῆς ἀφ’ ἑαυτῶν ἀσθενείας, ἢ τὸ τρίτον ἀσυμμετρίᾳ τῶν μερῶν πρὸς ἄλληλα. Μετὰ δὲ τὸ σῶμα τοῦ παντὸς ἀπὸ τῆς φύσεως αὐτοῦ πολλὰ γίγνεται· καὶ γὰρ ἡ συμφωνία τῶν ὁμοίων καὶ ἡ ἐναντίωσις τῶν ἀνομοίων ἀπεργάζεται οὐκ ὀλίγα. |
| Myst 4 9 [5] | Ἔτι δὲ ἡ τῶν πολλῶν σύνοδος εἰς ἓν τὸ τοῦ παντὸς ζῷον καὶ αἱ δυνάμεις δὲ αἱ ἐν τῷ κόσμῳ ὅσαι ποτέ εἰσι καὶ ὁποῖαι, ἄλλο μὲν ὡς ἁπλῶς εἰπεῖν ἐπὶ τῶν ὅλων, ἕτερον δ’ ἐπὶ τῶν μερῶν ἐπιτελοῦσι διὰ τὴν τῶν μερῶν διῃρημένην ἀσθένειαν· οἷον ἡ φιλία τοῦ παντὸς καὶ ὁ ἔρως καὶ τὸ νεῖκος, κατ’ ἐνέργειαν μὲν ὄντα ἐν τῷ παντί, παθήματα ἐν τοῖς μετέχουσι τῶν καθ’ ἕκαστα γίγνεται· ἐν εἴδεσι δὲ προεστηκότα καὶ λόγοις καθαροῖς ἐν τῇ τῶν ὅλων φύσει μεταλαμβάνει τινὸς ὑλικῆς ἐνδείας καὶ ἀμορφίας ἐπὶ τῶν κατὰ μέρος· συνηνωμένα δὲ πρὸς ἄλληλα ἐπὶ τῶν ὅλων, ἐπὶ τῶν μερῶν διαστασιάζει. Καὶ οὕτως ἐπὶ πάντων ἐξίσταται τῶν καλῶν καὶ τελείων καὶ ὅλων τὰ μεθ’ ὕλης αὐτῶν μεταλαγχάνοντα μεριστά. Ἔνια δὲ καὶ φθείρεται τῶν μερῶν ὑπὲρ τοῦ τὰ ὅλα τὰ κατὰ φύσιν συνεστηκότα διασώζεσθαι· καὶ θλίβεται δὲ καὶ βαρεῖται ἐνίοτε τὰ μέρη, καίτοι τῶν ὡς ὅλων φυομένων ἀπ’ αὐτῆς τῆς τοιαύτης ὀχλήσεως ἀπαθῶν διαμενόντων. Συλλογισώμεθα δὴ οὖν τὰ ἀπὸ τούτων συμβαίνοντα· εἰ γὰρ φυσικαῖς δυνάμεσιν ἢ σωματικαῖς τοῦ παντὸς χρῶνταί τινες τῶν καλούντων, ἡ μὲν δόσις γίγνεται τῆς ἐνεργείας ἀπροαίρετος καὶ ἄνευ κακίας· ὁ μέντοι χρώμενος αὐτῇ μεταστρέφει τὴν δόσιν ἐπὶ τἀναντία καὶ τὰ φαῦλα. |
| Myst 4 10 [20] | Καὶ ἡ μὲν συμπαθῶς δι’ ὁμοιότητα καὶ δι’ ὁμοιότητα τοῖς πάθεσιν ὑπεναντίως συγκινεῖται, ὁ δὲ ἤδη κατὰ προαίρεσιν ἕλκει παρὰ τὸ δίκαιον ἐπὶ τὰ φαῦλα τὸ διδόμενον· καὶ ἡ μὲν κατὰ μίαν ἁρμονίαν τοῦ κόσμου τὰ πορρωτάτω ποιεῖ συνεργεῖν, εἰ δέ τις τοῦτο καταμαθὼν ἕλκειν ἐπιχειροίη μὴ καλῶς μοίρας τινὰς τοῦ παντὸς εἰς ἕτερα μέρη, οὐ τά γε ἐκείνου αἴτια, ἀλλ’ ἡ τῶν ἀνθρώπων τόλμα καὶ παράβασις τῆς ἐν τῷ κόσμῳ τάξεως παρατρέπει τὰ καλὰ καὶ νόμιμα. Ὁπότε δὴ οὖν οὔτε οἱ θεοὶ δρῶσι τὰ δοξαζόμενα εἶναι πονηρά, ἀλλ’ αἱ καθήκουσαι ἀπ’ αὐτῶν φύσεις τε καὶ τὰ σώματα, οὔτε αὐτὰ ταῦτα οὕτως ὡς νομίζεται ἐνδίδωσι πλημμέλειάν τινα ἀφ’ αὑτῶν, ἐπὶ σωτηρίᾳ δὲ τῶν ὅλων καταπέμπει τοῖς περὶ γῆν τὰς οἰκείας ἀπορροίας, οἵ τε παραδεχόμενοι αὐτὰς συμμίξει τῇ οἰκείᾳ καὶ παρατροπῇ μεταπλάττουσιν, ἑτέρως τε διδομένας ἐπ’ ἄλλα μετάγουσιν, κομιδῇ ἐξ ἁπάντων τούτων ἀναίτιον ἀποδέδεικται εἶναι τῶν κακῶν καὶ ἀδίκων τὸ θεῖον. Ἐρωτᾷς δὴ καὶ ἅμα ἀπορεῖς μετὰ τοῦτο, ὡς μὴ καθαρῷ μὲν ὄντι ἐξ ἀφροδισίων οὐκ ἂν καλοῦντι ὑπακούσαιεν, αὐτοὶ δὲ ἄγειν εἰς παράνομα ἀφροδίσια τοὺς τυχόντας οὐκ ὀκνοῦσιν. |
| Myst 4 11 [10] | Τὸ δὲ ἔχει μὲν καὶ ἀπὸ τῶν ἔμπροσθεν εἰρημένων σαφῆ τὴν λύσιν· εἰ τῶν μὲν νόμων ἐκτός, κατ’ ἄλλην δὲ κρείττονα τῶν νόμων αἰτίαν καὶ τάξιν ταῦτα γίγνεται, ἢ εἰ καθ’ ἁρμονίαν μὲν καὶ φιλίαν ἐν τῷ κόσμῳ, κατὰ δέ τινα ἀσυμπαθῆ κρᾶσιν ἐπὶ τῶν μερῶν τὰ τοιαῦτα συμβαίνει, ἢ εἰ καλῶς διδομένων μεταστρέφεται ἡ δόσις τῶν καλῶν ὑπὸ τῶν λαμβανόντων ἐπὶ τἀναντία. Οὐ μὴν ἀλλὰ δεῖ καὶ κατ’ ἰδίαν ἐπισκέψασθαι περὶ αὐτῶν τούτων, ὅπως τε γίγνονται καὶ ὅντινα ἔχει λόγον. |
| Myst 4 12 [5] | Δεῖ δὴ νοεῖν ὡς ἓν ζῷόν ἐστι τὸ πᾶν. Τὰ δ’ ἐν αὐτῷ μέρη διέστηκε μὲν τοῖς τόποις, τῇ δὲ μιᾷ φύσει σπεύδει πρὸς ἄλληλα. Τὸ δὲ συναγωγὸν ὅλον καὶ τὸ τῆς συγκράσεως αἴτιον ἕλκει μὲν καὶ αὐτοφυῶς τὰ μέρη πρὸς τὴν ἀλλήλων σύμμιξιν. Δύναται δὲ καὶ ἀπὸ τέχνης ἐγείρεσθαί τε καὶ ἐπιτείνεσθαι μᾶλλον τοῦ δέοντος· αὐτὸ μὲν οὖν καθ’ ἑαυτὸ καὶ τὸ διατεῖνον ἀπ’ αὐτοῦ περὶ ὅλον τὸν κόσμον ἀγαθόν τέ ἐστι καὶ πληρώσεως αἴτιον, κοινωνίας τε καὶ συνόδου καὶ συμμετρίας συναρμοστικόν, ἔρωτός τε ἀδιάλυτον ἀρχὴν ἐντίθησι τῇ ἑνώσει, διακρατοῦσαν τά τε ὄντα καὶ τὰ γιγνόμενα. Ἐν δὲ τοῖς μέρεσι διὰ τὴν ἀπ’ ἀλλήλων καὶ τῶν ὅλων ἀπόστασιν, καὶ διότι κατὰ τὴν ἰδίαν αὐτῶν φύσιν ἀτελῆ τέ ἐστι καὶ ἐνδεῆ καὶ ἀσθενῆ, μετὰ πάθους ποιεῖται τὴν ἀλληλουχίαν· ἀφ’ οὗ δὴ καὶ ἐπιθυμία καὶ ἔφεσις σύμφυτος αὐτῶν τοῖς πλείστοις ἔνεστιν. Κατιδοῦσα δὴ οὖν αὐτὸ οὕτως ἐνσπειρόμενον τῇ φύσει καὶ περὶ αὐτὴν μεριζόμενον τέχνη, πολυειδῶς καὶ αὐτὴ μεριζομένη περὶ τὴν φύσιν ἕλκει ποικίλως αὐτὸ καὶ μετοχετεύει, καὶ τὸ μὲν ἑαυτῷ τεταγμένον εἰς ἀταξίαν μετάγει, τὸ δὲ κάλλος καὶ τὸ τῶν εἰδῶν σύμμετρον ἀσυμμετρίας καὶ ἀσχημοσύνης ἐμπίμπλησι, τὸ δ’ ἕνεκα τῆς ἑνώσεως συμφυόμενον σεμνὸν τέλος ἐπ’ ἄλλο ἀπρεπὲς μεταφέρει πλήρωμα τὸ κοινόν, κατὰ πάθος ἐκ διαφερομένων πως συμφερόμενον· ὕλην τε ἐνδίδωσιν ἀφ’ ἑαυτῆς, ἥτις ἀπρόσφορός ἐστιν εἰς τὴν τοῦ καλοῦ γένεσιν, ἢ μὴ δεχομένη παρὰ πᾶν τὸ καλὸν ἢ ἐπ’ ἄλλα αὐτὸ μεταβάλλουσα, δυνάμεις τε πολλὰς φυσικὰς διαφερούσας μίγνυσιν, ἀφ’ ὧν ὡς ἂν ἐθέλῃ οὕτω κατευθύνει τὰς πρὸς τὴν γένεσιν συμμίξεις· πανταχόθεν οὖν ἀποδείκνυμεν ὡς ἐκ τέχνης τινὸς ἀνθρωπίνης ἡ τοιαύτη γίγνεται κατασκευὴ τῆς τῶν ἀφροδισίων συμπλοκῆς, ἀλλ’ οὐκ ἀπό τινος δαιμονίας ἢ θείας ἀνάγκης. Ἐπίσκεψαι δὴ οὖν καὶ κατ’ ἄλλο αἰτίων γένος πῶς λίθος ἢ βοτάνη πολλάκις φύσιν ἔχουσιν ἀφ’ ἑαυτῶν φθαρτικὴν ἢ πάλιν συναγωγὸν τῶν γιγνομένων· μὴ γὰρ οὐκ ἦν ἐπὶ τούτων μόνων ἀλλὰ καὶ ἐπὶ μειζόνων καὶ ἐν μείζοσι πράγμασι φύσεων ἡ φυσικὴ αὕτη ἐπικράτεια, ἣν οἱ μὴ δυνάμενοι συλλογίζεσθαι τάχ’ ἂν ἐπὶ τὰ κρείττονα ἔργα τὰ τῶν φύσεων ἐνεργήματα μεταφέροιεν. |
| Myst 4 13 [5] | Ἤδη τοίνυν συνωμολόγηται, ἐν τῇ γενέσει καὶ περὶ τὰ ἀνθρώπεια πράγματα καὶ ὅσα ἐστὶν ἐν τοῖς περὶ γῆν τὸ τῶν πονηρῶν δαιμόνων φῦλον πλέον ἐπικρατεῖν δύνασθαι. Τί οὖν ἔτι θαυμαστὸν εἰ καὶ τὰ τοιαῦτα ἔργα τὸ τοιοῦτον ἐπιτελεῖ; οὐδὲ γὰρ πᾶς ἀνὴρ διακρῖναι δυνηθείη τί ποτ’ ἐστὶ τὸ σπουδαῖον αὐτοῦ καὶ φαῦλον ἢ τίσι γνωρίσμασι διακρίνεται ἑκάτερον· ὃ δὴ μὴ οἷοί τε ὄντες καθορᾶν ἀτόπως συλλογίζονται περὶ τούτων τὴν τῆς αἰτίας ζήτησιν, καὶ ἐπανάγουσιν αὐτὴν ἐπὶ τὰ κρείττονα γένη τῆς φύσεώς τε καὶ τῆς δαιμονίας τάξεως· εἰ δὲ καὶ τῆς ψυχῆς τῆς μερικῆς ἐπὶ τούτων συνεπιλαμβάνονταί τινες δυνάμεις εἰς ἀπεργασίαν, τῆς τε ἐν σώματι κατεχομένης καὶ ὅση τὸ μὲν ὀστρεῶδες καὶ γήινον σῶμα ἀφῆκεν, ἐπὶ δὲ πνεύματος θολεροῦ καὶ διύγρου περιπλανᾶται κάτω περὶ τοὺς τῆς γενέσεως τόπους, καὶ αὐτὴ ἀληθὴς μὲν ἂν εἴη ἡ δόξα, πορρωτάτω δὲ τῆς τῶν κρειττόνων αἰτίας διέστηκεν. Οὐδαμῶς ἄρα τὸ θεῖον καὶ ὅσον ἐστὶν ἀγαθὸν δαιμόνιον ὑπηρετεῖ ταῖς παρανόμοις εἰς τὰ ἀφροδίσια τῶν ἀνθρώπων ἐπιθυμίαις, ἐπειδὴ πέφηνεν αὐτῶν ἄλλα αἴτια πολλὰ ὑπάρχοντα. Ὃ τοίνυν πάντων, ὡς ἔπος εἰπεῖν, ἀνθρώπων τῶν τε ἐν παιδείᾳ διατριβόντων καὶ τῶν ἀπειροτέρων τῆς ἐν λόγοις μελέτης κοινόν ἐστι ζήτημα, ἀπορεῖς κατὰ τὸ συνεχές, τὸ περὶ θυσιῶν λέγω, τίνα ἔχουσι χρείαν ἢ δύναμιν ἐν τῷ παντὶ καὶ παρὰ τοῖς θεοῖς, τίνος τε ἕνεκα λόγου προσφόρως μὲν τοῖς τιμωμένοις ὠφελίμως δὲ τοῖς τὰ δῶρα προσάγουσιν ἐπιτελοῦνται. |
| Myst 5 1 [10] | Πρόσεστι δὲ δὴ αὐτόθι καὶ ἄλλη τις ἐναντίωσις ἡ ἀπὸ τοῦ τοὺς ὑποφήτας ἀπέχεσθαι δεῖν ἐμψύχων, ἵνα μὴ οἱ θεοὶ τοῖς ἀπὸ ζῴων ἀτμοῖς χραίνωνται· ἐναντίον γὰρ δὴ τοῦτο τῷ αὐτοὺς τοῖς ἀπὸ ζῴων ἀτμοῖς μάλιστα δελεάζεσθαι. Τὴν μὲν οὖν μάχην τῶν νυνὶ προκειμένων εὐπόρως ἄν τις διαλύσειε, τὴν τῶν ὅλων πρὸς τὰ μέρη παραδείξας ὑπεροχήν, καὶ τὴν τῶν θεῶν πρὸς τοὺς ἀνθρώπους ἐξῃρημένην ὑπερβολὴν ὑπομνήσας· οἷον ὃ λέγω τῇ μὲν ὅλῃ ψυχῇ προεστηκέναι τοῦ κοσμικοῦ παντὸς σώματος, καὶ τοῖς οὐρανίοις θεοῖς ἐπιβεβηκέναι τοῦ οὐρανίου σώματος οὔτε βλαβερόν ἐστιν εἰς παθῶν παραδοχὴν οὔτε ἐμπόδιον πρὸς τὰς νοήσεις, τῇ δὲ ἐν μέρει ψυχῇ κοινωνεῖν σώματι πρὸς ἀμφότερα ταῦτά ἐστιν ἀλυσιτελές. |
| Myst 5 2 [10] | Εἰ δή τις κατιδὼν τοῦτο συμπλέκει τινὰ τοιαύτην ἀπορίαν, ὡς εἰ τῇ ψυχῇ τῇ ἡμετέρᾳ δεσμὸς τὸ σῶμα, καὶ τῇ τοῦ παντὸς ἔσται δεσμός, καὶ εἴπερ ἡ μεριστὴ ψυχὴ πρὸς τὸ σῶμα ἐπέστραπται, καὶ ἡ δύναμις τῶν θεῶν ὡσαύτως ἐπέστραπται πρὸς τὴν γένεσιν, πᾶς ἂν ἀπαντήσειε πρὸς τοῦτο, λέγων ὡς οὐκ οἶδεν ὅση τίς ἐστιν ἡ τῶν κρειττόνων πρὸς τοὺς ἀνθρώπους καὶ ἡ τῶν ὅλων ὑπεροχὴ πρὸς τὰ μέρη. Ἐπ’ ἄλλων οὖν καὶ ἄλλων τὰ ἀντικείμενα προσαγόμενα οὐδεμίαν κινεῖ πρὸς ἀμφισβήτησιν. Καὶ ἐνταῦθα δὴ οὖν ὁ αὐτὸς ἐξαρκεῖ λόγος· ἡμῖν μὲν γὰρ βαρύτητα καὶ μιασμὸν ἐναπομόργνυται τῶν τῆς ψυχῆς κοινωνησάντων ποτὲ σωμάτων ἡ ἀπόλαυσις, ἡδυπάθειάν τε ἐντίκτει καὶ ἄλλα ἐμποιεῖ τῇ ψυχῇ πολλὰ νοσήματα· ἐπὶ δὲ τῶν θεῶν καὶ τῶν ἐγκοσμίων καὶ ὅλων αἰτίων ἡ ἀπὸ τούτων ἀναγομένη πως ἱεροπρεπῶς ἀναθυμίασις (ἅτε δὴ περιεχομένη καὶ οὐ περιέχουσα, συνταττομένη τε αὕτη πρὸς τὸ πᾶν ἀλλ’ οὐχὶ συντάττουσα πρὸς ἑαυτὴν τὰ ὅλα καὶ τὰ τῶν θεῶν), συναρμόζεται αὕτη τοῖς κρείττοσι καὶ ὅλοις αἰτίοις ἀλλ’ οὐχὶ κατέχει αὐτὰ καὶ συναρμόζει πρὸς ἑαυτήν. |
| Myst 5 4 [60] | Οὐδὲ γὰρ ὅπερ σε εἴσεισιν ὡς μαχόμενον περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς ἔχει τινὰ δυσκολίαν, εἴ τις αὐτὸ ὀρθῶς ὑπολαμβάνοι· οὐ γὰρ δὴ ἵνα μὴ οἱ θεοὶ τοῖς ἀπὸ ζῴων ἀτμοῖς χραίνωνται, διὰ τοῦτο οἱ θεραπεύοντες αὐτοὺς ἀπέχονται τῶν ἐμψύχων. Τίς γὰρ ἂν καὶ ἀπὸ σωμάτων ἀναθυμίασις αὐτοῖς πελάσειεν, οἳ καὶ πρὶν ἐφάψασθαί τι τῶν ἐνύλων τῆς σφετέρας δυνάμεως τὴν ὕλην ἀναφῶς ἀποκόπτουσιν; καὶ μὴ ὅτι ἡ δύναμις αὐτῶν ἀναιρεῖ πάντα καὶ ἀφανίζει τὰ σώματα ἄνευ τοῦ πρὸς αὐτὰ πελάζειν, ἀλλὰ καὶ τὸ σῶμα τὸ οὐράνιον ἄμικτόν ἐστι πρὸς πάντα τὰ ὑλικὰ στοιχεῖα, καὶ οὔτε ἂν αὐτὸ παραδέξαιτό τι εἰς ἑαυτὸ τῶν ἔξωθεν, οὔτε ἂν ἀφ’ ἑαυτοῦ τινα δοίη μοῖραν εἰς τὰ ἀλλότρια. Πότε οὖν ἀτμός τις περίγειος, ὃς οὐδὲ ἄχρι σταδίων πέντε ἀπὸ γῆς ἐπαιρόμενος ἀπορρεῖ πάλιν εἰς τὴν γῆν, δύναται τῷ οὐρανῷ πελάζειν ἢ τρέφειν τὸ κυκλοφορητικὸν καὶ ἄυλον σῶμα ἢ ποιεῖν τι ἐν αὐτῷ ὅλως ἢ μίασμα ἢ ἄλλο ὁτιοῦν πάθος; Ὁμολογεῖται γὰρ δὴ τὸ αἰθέριον σῶμα πάσης ἐκτὸς εἶναι ἐναντιώσεως, τροπῆς τε πάσης ἀπηλλάχθαι, καὶ τὸ δύνασθαι εἰς ὁτιοῦν μεταβάλλειν πάντῃ καθαρεύειν, ῥοπῆς τε τῆς ἐπὶ τὸ μέσον καὶ ἀπὸ τοῦ μέσου παντελῶς ἀπολελύσθαι, διότι ἀρρεπές ἐστιν ἢ κατὰ κύκλον περιφέρεται· οὔκουν οὐδὲ ἀπὸ τῶν σωμάτων τῶν ἐκ διαφερουσῶν δυνάμεων καὶ κινήσεων συνεστηκότων, τρεπομένων παντοίως ἢ ἄνω ἢ κάτω φερομένων, οὐκ ἔστιν ἥτις ἂν κοινωνία φύσεως ἢ δυνάμεως ἢ ἀναθυμιάσεως συμμιχθείη πρὸς τὰ ἐν οὐρανῷ σώματα, οὐδὲ ποιήσει τι οὖν εἰς αὐτά, ἅ γε παντελῶς ἀπ’ αὐτῶν κεχώρισται. Οὐ γὰρ ἐκεῖνα δύναμίν τινα ἔχει τοῦ παραδέχεσθαι εἰς ἑαυτὰ τὴν ἀπὸ τῶν γιγνομένων μεταβολήν, ὄντα ἀγέννητα. Ἦ που ἄρα τὰ τῶν θεῶν χραίνεται ἀπὸ τῶν τοιούτων ἀτμῶν, ἃ καὶ τῆς ὕλης ὅλης καὶ τῶν ἐνύλων σωμάτων τοὺς ἀτμούς, ἵν’ οὕτως εἴπωμεν, ἐξαίφνης κατὰ μίαν βολὴν ἀποκόπτει; Τοῦτο μὲν οὖν οὐκ ἄξιον ὑπονοεῖν· πολὺ δὲ μᾶλλον ἐκεῖνο χρὴ διανοεῖσθαι, ὡς ἡμῖν καὶ τῇ ἡμετέρᾳ φύσει τὰ τοιαῦτά ἐστιν ἀλλότρια· τὰ μὲν γὰρ δὴ διῃρημένα εἰς τὰ μεριστὰ καὶ τὰ ἔνυλα πρὸς τὰ ἔνυλα καὶ ὅλως τὰ ὁμοφυῆ πρὸς τὰ ὁμοφυῆ δύναταί τινα κοινωνίαν ἔχειν πρὸς ἄλληλα τοῦ ποιεῖν ἢ πάσχειν, τὰ δ’ ἐπ’ ἄλλης ὄντα οὐσίας καὶ ὅσα παντελῶς ὑπεραίρει φύσεσί τε καὶ δυνάμεσιν ἑτέραις χρῆται, ταῦτα οὐχ οἷά τέ ἐστιν ἢ ποιεῖν εἰς ἄλληλα ἢ δέχεσθαί τινα παρ’ ἀλλήλων. Καὶ ὁ μολυσμὸς οὖν ἀπὸ τῶν ἐνύλων συμπίπτει τοῖς ἀπὸ σώματος ὑλικοῦ κατεχομένοις, καὶ τὸ ἀπὸ τούτων ἀποκαθαίρεσθαι ἀναγκαῖον ἐκείνοις ὅσα δύναται ἀπὸ τῆς ὕλης μιαίνεσθαι· ἃ δ’ οὔτε ὅλως ἔχει φύσιν διαιρετὴν οὔτε δύναμιν κέκτηται τοῦ εἰσδέχεσθαι εἰς ἑαυτὰ τὰ ἀπὸ τῆς ὕλης πάθη, τί ἂν ἀπὸ τῶν ἐνύλων μιανθείη; πῶς δ’ ἔνεστιν ἀπὸ τῶν ἐμῶν παθημάτων ἢ ἄλλου του τῶν ἀνθρώπων ἐπιθολοῦσθαι τὸ θεῖον, ὃ μηδὲν ἔχει κοινὸν πρὸς ἡμᾶς, τῆς ἀνθρωπίνης ἀσθενείας κρεῖττον προϋπάρχον; Οὐδέτερον ἄρα διαφέρει τι τοῖς θεοῖς, οὔτε τὸ ἡμᾶς ἐμπίπλασθαι ὑλικῶν σωμάτων (οὐδὲ γάρ ἐστιν ὅλως τι πρὸς αὐτοὺς τοῦτο, οὐδὲ χραίνονται αὐτοὶ ἀπὸ τῆς ἡμετέρας κηλῖδος, ἄχραντοι γάρ εἰσι πάντῃ καὶ ἀκήρατοι), οὔτε εἴ τινες ὑλικοὶ σωμάτων ἀτμοὶ περὶ γῆν ἀναδίδονται. |
| Myst 5 4 (50) [15] | Πορρωτάτω γὰρ αὐτῶν καὶ οὗτοι τῆς οὐσίας καὶ δυνάμεως ἀφεστήκασιν. Ὅλη ἄρα καὶ τῆς ἐναντιώσεως συνανῄρηται ἡ ὑπόθεσις, εἰ μηδέτερον αὐτῆς ὑπάρχει μόριον περὶ τοὺς θεούς· ὃ γὰρ μηδὲ ὅλως ἐστί, πῶς ἂν ἔχοι τινὰ ἐν ἑαυτῷ μάχην; μάτην ἄρα ὑποπτεύεις τὰ τοιαῦτα ὡς ἄτοπα καὶ ἀναξίας τῶν θεῶν προσάγεις ἀπορίας, ἃς οὐδ’ ἐπ’ ἀνθρώπων τῶν ἀγαθῶν εὐλόγως ἄν τις προσοῖτο. Τὸ γὰρ δελεάζεσθαι ὑπὸ τῆς τῶν ἀτμῶν ἀναθυμιάσεως οὐδὲ ἄνθρωπός τις νοῦν ἔχων καὶ ἀπαθὴς εἰσδέξαιτ’ ἄν ποτε εἰς ἑαυτόν, μὴ ὅτι γε τῶν κρειττόνων τις· ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον τεύξεται λόγου, νυνὶ δέ, τῆς ἐναντιώσεως διὰ πολλῶν λύσεων ἀνῃρημένης, ἐνταῦθα καὶ περὶ τῆς πρώτης ἀπορίας τὸν λογισμὸν ἀποπαύομεν. Ὃ δὲ μεῖζον ἐρώτημα καὶ περὶ μειζόνων πυνθάνῃ, πῶς ἄν σοι δυνηθείην δυσβάτου καὶ μακρᾶς δεόμενον διερμηνεύσεως ἀποκρίνασθαι διὰ βραχέων καὶ ἱκανῶς; «ἐρῶ μὲν οὖν ἐγώ, καὶ προθυμίας οὐδὲν ἀπολείψω· πειρῶ δ’ ἕπεσθαι» τοῖς συντόμως ὑποδεικνυμένοις καὶ μέχρις ἐμφάσεως ἐνίοις προϊοῦσιν· ἐγὼ δέ σοι λέγω τό γε ἐμὸν δόγμα περὶ θυσιῶν, ὡς οὐδέποτε αὐτὰς δεῖ προσίεσθαι τιμῆς μόνης ἕνεκα, καθάπερ δὴ τιμῶμεν τοὺς εὐεργέτας, οὐδὲ ὁμολογίας ἕνεκα χαρίτων, ἐφ’ οἷς ἡμῖν οἱ θεοὶ δεδώκασιν ἀγαθοῖς, οὐδὲ ἀπαρχῆς χάριν ἢ δώρων τινῶν ἀντιδόσεως, ἀφ’ ὧν ἡμῖν παρέχουσιν οἱ θεοὶ πρεσβυτέρων δώρων· κοινὰ γὰρ ταῦτα καὶ πρὸς ἀνθρώπους ἐστίν, ἀπό τε τῆς κοινῆς εἴληπται πολιτείας, τὸ τῶν θεῶν παντελῶς ὑπερέχον καὶ τὸ τῆς τάξεως αὐτῶν, ὡς αἰτίων ἐξῃρημένων, μηδαμῶς διασώζοντα. |
| Myst 5 6 [10] | Τὸ δὲ μέγιστον τὸ δραστήριον τῶν θυσιῶν, καὶ διὰ τί μάλιστα τοσαῦτα ἐπιτελεῖ, ὡς μήτε λοιμῶν παῦλαν μήτε λιμῶν ἢ ἀφορίας χωρὶς αὐτῶν γίγνεσθαι, μήτε ὄμβρων αἰτήσεις, μήτε τὰ τιμιώτερα τούτων, ὅσα εἰς ψυχῆς κάθαρσιν ἢ τελείωσιν ἢ τὴν ἀπὸ τῆς γενέσεως ἀπαλλαγὴν συμβάλλεται, ταῦτα δὴ οὖν οὐδ’ ὅλως ἐνδείκνυνται οἱ τοιοῦτοι τρόποι τῶν θυσιῶν. Ὥστε οὐκ ἄν τις αὐτοὺς δοκιμάσειε δικαίως ὡς ἐπαξίως τῶν ἐν αὐταῖς ἔργων τὴν αἰτίαν ἀπολογιζομένους, ἀλλ’ εἴπερ ἄρα, ὡς ἐπακολουθοῦντας καὶ κατὰ δεύτερον τρόπον συνηρτημένους τοῖς πρώτοις καὶ πρεσβυτάτοις αἰτίοις δευτέρως ἂν αὐτοὺς παραδέξαιτο. Ἀπαιτεῖ δὴ οὖν ὁ λόγος εἰπεῖν κατὰ τί τὸ ποιητικὸν ἔχουσι τῶν πραγμάτων αἱ θυσίαι καὶ τὸ συνηρτημένον πρὸς τοὺς θεοὺς προηγουμένως αἰτίους τῶν γιγνομένων. |
| Myst 5 7 [10] | Ἐὰν δὲ λέγωμεν ὡς ἐν ἑνὶ ζῴῳ τῷ παντὶ καὶ μίαν ζωὴν τὴν αὐτὴν πανταχοῦ ἔχοντι κοινωνία τῶν ὁμοίων δυνάμεων ἢ τῶν ἐναντίων διάστασις ἤ τις ἐπιτηδειότης τοῦ ποιοῦντος πρὸς τὸ πάσχον συγκινεῖ τὰ ὅμοια καὶ ἐπιτήδεια, ὡσαύτως κατὰ μίαν συμπάθειαν διήκουσα καὶ ἐν τοῖς πορρωτάτω ὡς ἔγγιστα οὖσι, λέγεται μέν τι οὕτω τῶν ἀληθῶν καὶ τῶν συνεπομένων ταῖς θυσίαις ἐξ ἀνάγκης, οὐ μὴν ὅ γε ἀληθὴς τρόπος τῶν θυσιῶν ἐπιδείκνυται. Οὐ γὰρ ἐν τῇ φύσει καὶ ταῖς φυσικαῖς ἀνάγκαις ἡ τῶν θεῶν κεῖται οὐσία, ὥστε πάθεσι φυσικοῖς συνεγείρεσθαι ἢ ταῖς διατεινούσαις δι’ ὅλης τῆς φύσεως δυνάμεσιν, ἀλλ’ ἔξω τούτων καθ’ ἑαυτὴν ὥρισται, οὐδὲν ἔχουσα πρὸς αὐτὰ κοινὸν οὔτε κατ’ οὐσίαν οὔτε κατὰ δύναμιν οὔτε κατ’ ἄλλο οὐδ’ ὁτιοῦν. Τὰ δ’ αὐτὰ ἄτοπα συμβαίνει καὶ εἴ τινες τῶν παρ’ ἡμῖν ἀριθμοὺς ὡς ἐπὶ τοῦ κροκοδείλου λαμβάνουσι τὴν ἑξηκοντάδα ὡς οἰκείαν ἡλίῳ, ἢ λόγους φυσικοὺς ὡς τὰς τῶν ζῴων δυνάμεις καὶ ἐνεργείας, οἷον κυνὸς κυνοκεφάλου μυγαλῆς, κοινὰς οὔσας πρὸς σελήνην, ἢ τὰ ἔνυλα εἴδη (ὥσπερ ἐπὶ τῶν ἱερῶν ζῴων θεωρεῖται κατὰ τὰς χροιὰς καὶ πάσας τοῦ σώματος μορφάς) ἢ ἄλλο τι τῶν περὶ τοῖς σώμασι τῶν ζῴων ἢ τῶν ἄλλων ὁπωσοῦν προσαγομένων αἰτιῶνται τῆς ποιήσεως, ἢ μέλος (ὡς ἐπὶ τῆς καρδίας τοῦ ἀλεκτρυόνος) ἢ ἄλλα τινὰ τοιαῦτα τῶν περὶ τὴν φύσιν θεωρουμένων ὡς αἴτια τῆς ἐν ταῖς θυσίαις ἀπεργασίας λογίζονται. |
| Myst 5 8 [20] | Καὶ γὰρ ἐκ τούτων οὐχ ὑπερφυής τις ἡ τῶν θεῶν αἰτία δείκνυται, οὐδ’ ὡς τοιαύτη συγκινεῖται ταῖς θυσίαις, ὡς δὲ φυσικὴ κατεχομένη τε ὑπὸ τῆς ὕλης καὶ ὑπὸ τῶν σωμάτων περιειλημμένη φυσικῶς αὐτοῖς συνεγείρεται καὶ συναναπαύεται, καὶ ταῦτα τὰ περὶ τὴν φύσιν ὑπάρχοντα. Εἰ δ’ ἄρα τι καὶ τοιοῦτον ἐν ταῖς οὐσίαις συνακολουθεῖ, ὡς συναίτιον καὶ τὸν ὧν οὐκ ἄνευ λόγον ἔχον, οὕτω συνήρτηται τοῖς προηγουμένοις αἰτίοις. Βέλτιον οὖν φιλίαν καὶ οἰκείωσιν αἰτιᾶσθαι, σχέσιν τε συνδετικὴν τῶν δημιουργούντων πρὸς τὰ δημιουργούμενα καὶ τῶν γεννώντων πρὸς τὰ ἀπογεννώμενα. |
| Myst 5 9 [20] | Ὅταν οὖν ταύτης προηγουμένης τῆς κοινῆς ἀρχῆς λάβωμέν τι ζῷον ἢ τῶν φυομένων ἐπὶ τῆς γῆς ἀκραιφνῶς καὶ καθαρῶς διασῶζον τὸ βούλημα τοῦ πεποιηκότος, τότε διὰ τοῦ τοιούτου τὴν ἐπιβεβηκυῖαν ἀχράντως ἐπ’ αὐτοῦ δημιουργικὴν αἰτίαν οἰκείως κινοῦμεν. Πολλῶν δὲ οὐσῶν τούτων καὶ τῶν μὲν προσεχῶς συνηρτημένων, ὥσπερ τῶν δαιμονίων, τῶν δὲ ἀνωτέρω τούτων προτεταγμένων, ὥσπερ τῶν θείων αἰτίων, ἔτι δὲ τούτων πρεσβυτάτης τῆς μιᾶς αἰτίας ἐξηγουμένης, συγκινεῖται μὲν ὑπὸ τῆς τελείας θυσίας πάντα τὰ αἴτια· καθ’ ἣν εἴληχε δὲ ἕκαστα τάξιν, συγγενῶς πρὸς αὐτὴν οἰκειοῦται. Ἐὰν δὲ ἀτελής τις γένηται, μέχρι τινὸς προχωρεῖ, προσώτερον δὲ προελθεῖν οὐχ οἵα τέ ἐστιν. Ὅθεν δὴ καὶ πολλοὶ μὲν δαίμοσιν ἀγαθοῖς, πολλοὶ δὲ θεῶν ταῖς τελευταίαις δυνάμεσι, πολλοὶ δὲ ταῖς περικοσμίοις ἢ περιγείοις δαιμόνων ἢ θεῶν δυνάμεσιν ἡγοῦνται τὰς θυσίας προσάγεσθαι, μέρος μέν τι τῶν περὶ αὐτὰς οὐ ψευδῶς ἀφηγούμενοι, τὸ δ’ ὅλον αὐτῆς τῆς δυνάμεως καὶ τὰ πάντα ἀγαθὰ καὶ εἰς πᾶν τὸ θεῖον διατείνοντα οὐκ εἰδότες. Ἡμεῖς δὲ πάντα προσιέμεθα, τὰ μὲν φυσικὰ καὶ ὡς ἐν ἑνὶ ζῴῳ κατ’ ἐπιτηδειότητα ἢ συμπάθειαν ἢ ἀντιπάθειαν συγκινούμενα, ὡς τηνάλλως ὑποκείμενα καὶ ἐπακολουθοῦντα καὶ δουλεύοντα εἰς τὴν αἰτίαν τῆς τῶν θυσιῶν ποιήσεως, τὰ δὲ τῶν δαιμόνων καὶ τῶν περιγείων ἢ περικοσμίων θείων δυνάμεων, ὡς πρῶτα προσοικειούμενα κατὰ τὴν ὡς πρὸς ἡμᾶς τάξιν· τὰ μέντοι τελειότατα καὶ ἡγεμονικώτατα τῶν αἰτίων τῆς ἐν ταῖς θυσίαις ποιήσεως συνάπτεσθαι λέγομεν ταῖς δημιουργικαῖς καὶ τελειοτάταις δυνάμεσιν· ἐπεὶ δὲ αὗται περιέχουσιν ἐν ἑαυταῖς πάντα ὅσα ποτέ ἐστιν αἴτια, συγκινεῖσθαι λέγομεν ἅμα μετὰ τούτων ἀθρόως καὶ πάντα ὅσα ποτέ ἐστι ποιητικά, ἐκ δὲ ἁπάντων κοινὸν κατιέναι τὸ ὄφελος εἰς ὅλην τὴν γένεσιν, ἐνίοτε μὲν κατὰ πόλεις καὶ δήμους ἢ ἔθνη παντοδαπὰ ἢ μείζονας τούτων ἢ ἐλάττονας περιγραφάς, ἄλλοτε δὲ κατὰ οἴκους ἢ κατὰ ἄνδρα ἕκαστον παρεχούσας τὰ ἀγαθὰ ἀφθόνως, βουλήσει καὶ οὐ πάθει τῶν χαριζομένων τὴν διανομὴν αὐτῶν ἀπεργαζομένων, νῷ τε ἀπαθεῖ κατ’ οἰκειότητα καὶ συγγένειαν κρινόντων, ὡς δεῖ διδόναι, φιλίας τε μιᾶς, τῆς τὰ πάντα συνεχούσης, τὸν σύνδεσμον τοῦτον διά τινος ἀρρήτου κοινωνίας ἀπεργαζομένης. |
| Myst 5 10 [45] | Πολὺ γὰρ ταῦτα ἀληθέστερά ἐστι καὶ μᾶλλον τῆς τῶν θεῶν οὐσίας καὶ δυνάμεως τυγχάνει ἢ ὃ σὺ καθυπονοεῖς, ὡς ἀτμοῖς θυσιῶν τοῖς ἀπὸ ζῴων μάλιστα δελεάζονται· εἰ γάρ τί που καὶ περίκειται τοῖς δαίμοσι σῶμα, ὃ δή τινες τρέφεσθαι ἀπὸ τῶν θυσιῶν νομίζουσιν, ἄτρεπτόν ἐστι τοῦτο καὶ ἀπαθὲς αὐγοειδές τε καὶ ἀνενδεές, ὡς μήτε ἀπορρεῖν τι ἀπ’ αὐτοῦ μήτ’ ἐπιρροῆς ἔξωθεν αὐτὸ προσδεῖσθαι. Εἰ δ’ ἄρα καὶ τοῦτό τις θείη, τοῦ κόσμου καὶ τοῦ ἐν αὐτῷ ἀέρος ἀνέκλειπτον ἔχοντος ἀπὸ τῶν περὶ τὴν γῆν τὴν ἀναθυμίασιν, περικεχυμένου τε πανταχόθεν ἐπίσης τοῦ τοιούτου ῥεύματος, τίς ἂν ἔτι χρεία αὐτοῖς εἴη τῶν θυσιῶν; ἀλλ’ οὐδὲ δι’ ἴσου τοῖς ἀπορρέουσιν ἀναπληροῖ τὰ ἐπεισιόντα συμμέτρως, ὡς μήτε ὑπερβολὴν ἐπικρατεῖν μήτε ἔλλειψίν ποτε ἐγγίγνεσθαι, ἰσότητα δὲ πάντῃ καὶ ὁμαλότητα τῶν δαιμονίων σωμάτων ὡσαύτως ὑπάρχειν. Οὐ γὰρ δήπου τοῖς μὲν ἐν γῇ καὶ θαλάττῃ πᾶσι ζῴοις ὁ δημιουργὸς ἄφθονον καὶ ἕτοιμον διατροφὴν παρέθηκε, τοῖς δὲ κρείττοσιν ἡμῶν ἔνδειαν ταύτης ἐνεποίησεν. Οὐδὲ τοῖς μὲν ἄλλοις ζῴοις ἐξ ἑαυτῶν ἔμφυτον παρέσχε τὴν εὐπορίαν τῶν καθ’ ἡμέραν ἐπιτηδείων, τοῖς δαίμοσι δὲ ἐπείσακτον καὶ παρ’ ἡμῶν τῶν ἀνθρώπων συντελουμένην ἔδωκε τὴν διατροφήν· καὶ ὡς ἔοικεν, ἐὰν ἡμεῖς δι’ ἀργίαν ἢ ἄλλην τινὰ πρόφασιν κατολιγωρήσωμεν τῆς τοιαύτης εἰσφορᾶς, ἐνδεῆ τῶν δαιμόνων τὰ σώματα ἔσται, ἀσυμμετρίας τε καὶ ἀταξίας μεθέξει. Διὰ τί οὖν οἱ ταῦτα λέγοντες οὐ καὶ τὴν ὅλην ἀναστρέφουσι τάξιν, ὥστε ἡμᾶς ἐν καλλίονι ποιεῖν τάξει καὶ δυνατωτέρους; εἰ γὰρ τροφέας ἡμᾶς καὶ ἀποπληρωτὰς ποιοῦσι τῶν δαιμόνων, ἡμεῖς τῶν δαιμόνων ἐσόμεθα αἰτιώτεροι· ἕκαστον γὰρ ἀφ’ οὗ γέγονεν, ἀπὸ τούτου καὶ τὴν τροφὴν καὶ τελειότητα προσλαμβάνει. |
| Myst 5 10 (50) [60] | Καὶ τοῦτο ἴδοι μὲν ἄν τις καὶ ἐπὶ τῶν φανερῶν γενέσεων. Ἔστι δὲ καὶ ἐπὶ τῶν κοσμικῶν θεωρεῖν· καὶ γὰρ τὰ περίγεια ἀπὸ τῶν οὐρανίων τρέφεται. Πολὺ δὲ διαφερόντως ἐπὶ τῶν ἀφανῶν αἰτίων κατάδηλον γίγνεται. Ψυχὴ μὲν γὰρ ἀπὸ νοῦ τελειοῦται, φύσις δὲ ἀπὸ ψυχῆς, τά τε ἄλλα ὡσαύτως ἀπὸ τῶν αἰτίων τρέφεται· εἰ δὲ ἀδύνατον ἀρχηγοὺς ἡμᾶς εἶναι τῶν δαιμόνων, τῷ αὐτῷ λόγῳ καὶ τῆς τροφῆς αὐτῶν ἐσμεν αἴτιοι. Δοκεῖ δ’ ἔμοιγε καὶ ἄλλο διαμαρτάνειν ἡ παροῦσα ἐπιζήτησις. |
| Myst 5 11 [20] | Ἀγνοεῖ γὰρ τὴν διὰ τοῦ πυρὸς προσαγωγὴν τῶν θυσιῶν, ὡς δαπανητικὴ μᾶλλον τῆς ὕλης ἐστὶ καὶ ἀναιρετική, ἀφομοιωτική τε πρὸς ἑαυτὴν ἀλλ’ οὐχὶ αὐτὴ ἀφομοιουμένη πρὸς τὴν ὕλην, ἀναγωγός τε ἐπὶ τὸ θεῖον καὶ οὐράνιον πῦρ καὶ ἄυλον ἀλλ’ οὐχὶ κάτω βρίθουσα περὶ τὴν ὕλην καὶ τὴν γένεσιν. Εἰ μὲν γὰρ ὕλης ἦν γλυκυθυμία τις ἡ διὰ τῶν ἀπὸ τῆς ὕλης ἀτμῶν δελεάζουσα ἀπόλαυσις, ἐχρῆν ἀκέραιον τὴν ὕλην εἶναι· πλείων γὰρ ἂν οὕτως ἡ ἀπ’ αὐτῆς ἀπορροὴ τοῖς μεταλαμβάνουσι προσεγένετο· νῦν δὲ ἐμπίπραται πᾶσα καὶ καταναλίσκεται καὶ εἰς τὴν τοῦ πυρὸς καθαρότητα καὶ λεπτότητα μεταβάλλεται· ὃ καὶ αὐτὸ σημεῖόν ἐστιν ἐναργὲς τοῦ ἐναντίου ἢ οὗ σὺ λέγεις. Ἀπαθεῖς τε γάρ εἰσιν οἱ κρείττονες, οἷς φίλον ἐστὶ τὸ τὴν ὕλην ἐκκόπτεσθαι διὰ τοῦ πυρός, καὶ ἡμᾶς ἀπαθεῖς ἀπεργάζονται· καὶ τὰ ἐν ἡμῖν ἀφομοιοῦνται τοῖς θεοῖς, ὥσπερ δὴ καὶ τὸ πῦρ ἀφομοιοῖ πάντα τὰ στερεὰ καὶ ἀντίτυπα τοῖς φωτεινοῖς καὶ λεπτοῖς σώμασιν, ἡμᾶς τε ἀνάγει διὰ τῶν θυσιῶν καὶ τοῦ θυηπολικοῦ πυρὸς πρὸς τὸ τῶν θεῶν πῦρ κατὰ τὰ αὐτὰ τῇ τοῦ πυρὸς ἀναγωγῇ τῇ πρὸς τὸ πῦρ ἐπαγομένῃ καὶ ἀνελκούσῃ τὰ καταγωγὰ καὶ ἀντίτυπα πρὸς τὰ θεῖα καὶ τὰ οὐράνια. Ὡς γὰρ ἁπλῶς εἰπεῖν, οὔτε ἀπὸ τῆς ὕλης οὔτε ἀπὸ τῶν στοιχείων οὔτε ἀπ’ ἄλλου τινὸς τῶν γιγνωσκομένων ἡμῖν σωμάτων ἐστὶ τὸ ὑπηρετοῦν τοῖς δαίμοσιν ὄχημα σωματοειδές. |
| Myst 5 12 [5] | Τίς ἂν οὖν ἀπ’ ἄλλης οὐσίας εἰς ἄλλην οὐσίαν γένοιτο ἄν ποτε ἀποπλήρωσις; ἢ τίς ἀπόλαυσις ἀπὸ τῶν ἀλλοτρίων τοῖς ἀλλοτρίοις δύναται προστίθεσθαι; οὐκ ἔστιν οὐδεμία, ἀλλὰ πολὺ μᾶλλον ὥσπερ οἱ θεοὶ τῷ κεραυνίῳ πυρὶ τέμνουσι τὴν ὕλην καὶ χωρίζουσιν ἀπ’ αὐτῆς τὰ ἄυλα μὲν κατὰ τὴν οὐσίαν κρατούμενα δὲ ἀπ’ αὐτῆς καὶ πεπεδημένα, ἀπαθῆ τε ἐξ ἐμπαθῶν ἀπεργάζονται, οὕτω καὶ τὸ μιμούμενον παρ’ ἡμῖν πῦρ τοῦ θείου πυρὸς τὴν ἐνέργειαν ἀναιρεῖ τὸ ὑλικὸν πᾶν ἐν ταῖς θυσίαις, τά τε προσαγόμενα τῷ πυρὶ καθαίρει καὶ ἀπολύει τῶν ἐν τῇ ὕλῃ δεσμῶν, ἐπιτήδειά τε διὰ καθαρότητα φύσεως πρὸς τὴν τῶν θεῶν κοινωνίαν ἀπεργάζεται, καὶ ἡμᾶς διὰ τῶν αὐτῶν τρόπων ἀπολύει τῶν τῆς γενέσεως δεσμῶν καὶ ἀφομοιοῖ τοῖς θεοῖς, πρός τε τὴν φιλίαν αὐτῶν ἐπιτηδείους ἐργάζεται, καὶ περιάγει τὴν ἔνυλον ἡμῖν φύσιν ἐπὶ τὴν ἄυλον. Κοινῶς μὲν οὕτω τὰς ἀτόπους ὑπονοίας ἀνελόντες περὶ θυσιῶν ἀντ’ αὐτῶν τὰς ἀληθεῖς νοήσεις ἀντεισηγάγομεν κατ’ ἰδίαν περὶ ἑκάστου θυσιῶν εἴδους, ὡς ὁ ἴδιος λόγος περὶ τῶν θυσιῶν ἀπαιτεῖ τὴν διάρθρωσιν, ὅστις ἄλλης τέ ἐστι πραγματείας καὶ ἅμα ἀπὸ τῶν εἰρημένων, ὅστις εὐφυής ἐστι καὶ ἀφ’ ἑνὸς ἐπὶ πολλὰ δυνατὸς διατείνειν τὴν διάνοιαν ῥᾳδίως γνώσεται ἀπὸ τούτων καὶ τὰ παραλειπόμενα. |
| Myst 5 13 [5] | Ἐγὼ μὲν οὖν ᾤμην ταῦτα ἱκανῶς εἰρῆσθαι, τά τε ἄλλα καὶ διότι τῆς τῶν θεῶν ἐπαξίως εἶχε καθαρότητος· ἐπεὶ δὲ τοῖς ἄλλοις ἴσως ἂν ἀπιστίαν παράσχοιτο μὴ οὐκ ᾖ ἐναργῆ, καὶ ὑποψίαν ὡς μὴ κινοῦντα τὴν διάνοιαν μηδ’ ἐπιλαμβανόμενα τῶν τῆς ψυχῆς διαλογισμῶν, βούλομαι περὶ τῶν αὐτῶν ὀλίγα πλείονα διελθεῖν, καὶ ἐὰν οἷόν τε ᾖ, γνωριμώτερα τεκμήρια τῶν ἤδη προειρημένων παραθέσθαι. Ἀρχὴ δὲ πασῶν ἀρίστη ἣ τῆς τῶν θεῶν τάξεως τὸν θεσμὸν τῶν θυσιῶν ἐχόμενον ἐπιδείκνυσιν· ἄνωθεν οὖν τοὺς μὲν ὑλαίους τῶν θεῶν τοὺς δὲ ἀύλους ὑποθώμεθα· ὑλαίους μὲν τοὺς τὴν ὕλην περιέχοντας ἐν ἑαυτοῖς καὶ διακοσμοῦντας, ἀύλους δὲ παντελῶς τοὺς ἐξῃρημένους ἀπὸ τῆς ὕλης καὶ ὑπερέχοντας. |
| Myst 5 14 [10] | Κατὰ δὲ τὴν τῶν ἱερέων τέχνην ἄρχεσθαι χρὴ τῶν ἱερουργιῶν ἀπὸ τῶν ὑλαίων· οὐ γὰρ ἂν ἄλλως ἐπὶ τοὺς ἀύλους θεοὺς γένοιτο ἡ ἀνάβασις. Οὗτοι δὴ οὖν ἔχουσί τινα κοινωνίαν πρὸς τὴν ὕλην καθόσον αὐτῆς ἐπιβεβήκασιν· οἱ αὐτοὶ δὴ οὖν καὶ τῶν περὶ τὴν ὕλην ἐγγιγνομένων ἐπάρχουσιν, οἷον διαιρέσεων, πληγῆς ἀντιτύπου, μεταβολῆς γενέσεως φθορᾶς πάντων τῶν ἐνύλων σωμάτων. Εἰ δή τις τοὺς τοιούτους βούλοιτο θεραπεύειν θεουργικῶς, ᾗ πεφύκασι καὶ ᾗ τὴν ἀρχὴν εἰλήχασι ταύτῃ προσεκτέον αὐτοῖς τὴν θεραπείαν, ἐνύλοις οὖσιν αὐτοῖς ἔνυλον οὖσαν· οὕτω γὰρ ἂν ὅλους αὐτοὺς δι’ ὅλων προσαγοίμεθα εἰς οἰκείωσιν, συγγένειάν τε αὐτοῖς ἐν τῇ θεραπείᾳ προσφέροιμεν τὴν προσήκουσαν· καὶ ἐπὶ τῶν θυσιῶν τοίνυν τὰ νεκρὰ σώματα καὶ ἀπεστερημένα τῆς ζωῆς, φόνος τε τῶν ζῴων καὶ κατανάλωσις τῶν σωμάτων μεταβολή τε παντοία καὶ φθορά, καὶ ὅλως ἡ πρόπτωσις 〈τοῖσ〉 τῆς ὕλης προϊσταμένοις θεοῖς προσήκει· οὐκ αὐτοῖς δι’ ἑαυτούς, ἀλλὰ διὰ τὴν ὕλην ἧς ἐπάρχουσιν. Εἰ γὰρ καὶ ὅτι μάλιστα χωριστοί εἰσιν ἀπ’ αὐτῆς, ἀλλ’ ὅμως αὐτῇ πάρεισι· καὶ εἰ περιέχουσιν αὐτὴν ἐν ἀύλῳ δυνάμει, σὺν αὐτῇ ὑπάρχουσι· τά τε διοικούμενα τοῖς διοικοῦσίν ἐστιν οὐκ ἀλλότρια καὶ τὰ διακοσμούμενα τοῖς διακοσμοῦσι, τοῖς χρωμένοις τε τὰ ὑπηρετοῦντα ὡς ὄργανά ἐστιν οὐκ ἀνάρμοστα. Διόπερ τοῖς μὲν ἀύλοις θεοῖς ὕλην προσφέρειν διὰ θυσιῶν ἐστιν ἀλλότριον, τοῖς δ’ ἐνύλοις οἰκειότατον ἅπασιν. Σκεψώμεθα δὴ τὸ μετὰ τοῦτο συμφώνως τοῖς προειρημένοις καὶ τὴν ἡμετέραν διπλῆν κατάστασιν· ὅτε μὲν γὰρ ὅλοι ψυχὴ γιγνόμεθα καί ἐσμεν ἔξω τοῦ σώματος μετέωροί τε τῷ νῷ, μεθ’ ὅλων τῶν ἀύλων θεῶν μετεωροπολοῦμεν· ὅτε δ’ αὖ δεδέμεθα ἐν τῷ ὀστρεώδει σώματι, καὶ ὑπὸ τῆς ὕλης κατεχόμεθα καί ἐσμεν σωματοειδεῖς· πάλιν οὖν ἥκει τῆς θρησκείας ὁ διπλοῦς τρόπος· ὁ μὲν γὰρ ἔσται ἁπλοῦς ἀσώματος ἁγνὸς ἀπὸ πάσης γενέσεως, ὅστις ταῖς ἀχράντοις ἐπιβάλλει ψυχαῖς, ὁ δ’ ἀναπιμπλάμενος τῶν σωμάτων καὶ τῆς ἐνύλου πάσης πραγματείας, ὅστις ταῖς μὴ καθαραῖς πρέπει ψυχαῖς μηδὲ ἀπολυθείσαις πάσης γενέσεως. |
| Myst 5 15 [5] | Καὶ θυσιῶν τοίνυν τίθημι διττὰ εἴδη· τὰ μὲν τῶν ἀποκεκαθαρμένων παντάπασιν ἀνθρώπων, οἷα ἐφ’ ἑνὸς ἄν ποτε γένοιτο σπανίως, ὥς φησιν Ἡράκλειτος, ἤ τινων ὀλίγων εὐαριθμήτων ἀνδρῶν, τὰ δ’ ἔνυλα καὶ σωματοειδῆ καὶ διὰ μεταβολῆς συνιστάμενα, οἷα τοῖς ἔτι κατεχομένοις ὑπὸ τοῦ σώματος ἁρμόζει. Πόλεσι τοίνυν καὶ δήμοις οὐκ ἀπολελυμένοις τῆς γενεσιουργοῦ μοίρας καὶ τῆς ἀντεχομένης τῶν σωμάτων κοινωνίας εἰ μὴ δώσει τις τὸν τοιοῦτον τρόπον τῆς ἁγιστείας, ἀμφοτέρων διαμαρτήσει, καὶ τῶν ἀύλων ἀγαθῶν καὶ τῶν ἐνύλων· τὰ μὲν γὰρ οὐ δύναται δέξασθαι, τοῖς δὲ οὐ προσάγει τὸ οἰκεῖον. Καὶ ἅμα ἕκαστος καθότι ἐστίν, οὐ μέντοι καθὸ μή ἐστι, ποιεῖται τῆς ὁσίας τὴν ἐπιμέλειαν· οὐκ ἄρα δεῖ αὐτὴν ὑπεραίρειν τὸ οἰκεῖον μέτρον τοῦ θεραπεύοντος. Ὁ δ’ αὐτός ἐστί μοι λόγος καὶ περὶ τῆς συμπλοκῆς τῆς οἰκείως συναρμοζομένης τῶν θεραπευόντων ἀνδρῶν καὶ τῶν θεραπευομένων δυνάμεων. Καὶ γὰρ ταύτην τὸν ἑαυτῇ πρόσφορον τρόπον τῆς θρησκείας ἐκλέγεσθαι ἀξιῶ, ἄυλον μὲν τὴν ἀύλως συμμιγνυμένην καὶ ταῖς ἀσωμάτοις καθαρῶς δυνάμεσι πρὸς αὐτὰ καθαρῶς τὰ ἀσώματα συναπτομένην, σωματοειδῶς δὲ τὴν σωματοειδῆ καὶ μετὰ σωμάτων συνηρτημένην, πρὸς τὰς σώμασιν ἐπιβεβηκυίας οὐσίας ἀνακεραννυμένην. Μὴ ἀτιμάσωμεν τοίνυν ἔτι καὶ τὰ τοιαῦτα εἰπεῖν, ὡς πολλάκις τῆς τοῦ σώματος ἕνεκα ἀναγκαίας χρείας διαπραγματευόμεθά τι πρὸς τοὺς ἐφόρους τοῦ σώματος θεοὺς καὶ δαίμονας ἀγαθούς· οἷον καθαίροντες αὐτὸ ἀπὸ κηλίδων παλαιῶν ἢ νόσων ἀπολύοντες καὶ ὑγείας πληροῦντες, ἢ τὸ μὲν βαρὺ καὶ νωθρὸν ἀποκόπτοντες ἀπ’ αὐτοῦ τὸ δὲ κοῦφον καὶ δραστήριον αὐτῷ παρέχοντες, ἢ ἄλλο γέ τι τῶν πάντων ἀγαθῶν αὐτῷ παρασκευάζοντες. |
| Myst 5 16 [5] | Τότε δὴ οὖν οὐ δήπου νοερῶς καὶ ἀσωμάτως τὸ σῶμα μεταχειριζόμεθα· οὐ γὰρ πέφυκε τῶν τοιούτων τρόπων τὸ σῶμα μετέχειν· τῶν δὲ συγγενῶν ἑαυτῷ μεταλαγχάνον, σώμασι σῶμα θεραπεύεταί τε καὶ ἀποκαθαίρεται. Ἔσται δὴ οὖν καὶ ὁ τῶν θυσιῶν θεσμὸς ἐπὶ τῆς τοιαύτης χρείας ἐξ ἀνάγκης σωματοειδής, τὰ μὲν ἀποκόπτων τῶν ἐν ἡμῖν περιττευόντων, τὰ δὲ ἀναπληρῶν ὅσα ἡμῖν ἐλλείπει, τὰ δὲ εἰς συμμετρίαν ἄγων καὶ τάξιν ὅσα πλημμελῶς ἐπιτετάρακται. Καὶ μὴν πολλὰ καὶ πρὸς τὸν ἀνθρώπινον βίον ἐπιτηδείων δεόμενοι ἡμῖν γενέσθαι παρὰ τῶν κρειττόνων ἱερουργίαις χρώμεθα· ταῦτα δ’ ἔστι δήπου κηδεμονίαν σώματι παρέχοντα ἢ ἐκείνων ἐπιμελούμενα ἃ τῶν σωμάτων ἕνεκα κτώμεθα. Τί δὴ οὖν ἡμῖν ἔσται παρὰ τῶν ἐξῃρημένων παντάπασι θεῶν πάσης ἀνθρωπίνης γενέσεως εἰς ἀκαρπίαν ἢ ἀγονίαν ἢ περιουσίαν ἢ ἄλλο τι τῶν τοῦ βίου πραγμάτων ἐχομένων; οὐδὲν οὐδαμῶς· τοὺς γὰρ ἀπολελυμένους πάντων οὐκ ἔνεστι τῶν τοιούτων ἐφάπτεσθαι δόσεων. |
| Myst 5 17 [5] | Ἀλλ’ εἰ μέν τις λέγοι ὅτι περιέχουσι καὶ τοὺς τοιούτους θεοὺς οἱ παντελῶς ἄυλοι, περιέχοντες δὲ αὐτοὺς καὶ τὰ δῶρα αὐτῶν κατὰ μίαν τὴν πρώτην αἰτίαν συνειλήφασιν ἐν ἑαυτοῖς, λέγοι τινὰ ἂν οὕτω κατιοῦσαν ἀπ’ αὐτῶν περιουσίαν τῆς θείας δόσεως· ὡς δὲ αὐτοὶ ταῦτα δρῶσι προσεχῶς ἐφαπτόμενοι τῶν τοῦ ἀνθρωπίνου βίου πράξεων, οὐδενὶ συγχωρητέον λέγειν. Μεριστή τε γάρ ἐστιν ἡ τοιαύτη προστασία τῶν τῇδε, καὶ μετά τινος ἐπιστροφῆς ἐπιτελεῖται, χωριστή τε οὐκ ἔστι πάντῃ σωμάτων, καὶ οὐ δύναται δέξασθαι τὴν καθαρὰν καὶ ἄχραντον ἐπιστασίαν. Οὐκοῦν καὶ τρόπος ἱερουργίας ἐπὶ τῶν τοιούτων ἔργων ὁ συμμιγὴς πρὸς τὰ σώματα καὶ τῆς γενέσεως ἐχόμενος ἁρμόζει, οὐχ ὅστις ἐστὶν ἄυλος παντελῶς καὶ ἀσώματος. Ὁ μὲν γὰρ καθαρὸς ὑπερέχεται παντελῶς καὶ ἔστιν ἀσύμμετρος, ὁ δὲ τοῖς σώμασι προσχρώμενος καὶ ταῖς διὰ τῶν σωμάτων δυνάμεσι, πάντων μάλιστά ἐστι συγγενέστατος, δυνατὸς μὲν ἐμποιεῖν τινας εὐπραγίας εἰς τὸν βίον, δυνατὸς δὲ ἀποτρέπειν καὶ τὰς ἐνισταμένας δυσπραγίας, συμμετρίαν δὲ καὶ κρᾶσιν τῷ θνητῷ γένει παρεχόμενος. Κατ’ ἄλλην τοίνυν διαίρεσιν ἡ πολλὴ μὲν ἀγέλη τῶν ἀνθρώπων ὑποτέτακται ὑπὸ τὴν φύσιν, φυσικαῖς τε δυνάμεσι διοικεῖται, καὶ κάτω πρὸς τὰ τῆς φύσεως ἔργα βλέπει, συμπληροῖ τε τῆς εἱμαρμένης τὴν διοίκησιν, καὶ τῶν καθ’ εἱμαρμένην ἐπιτελουμένων δέχεται τὴν τάξιν, πρακτικόν τε λογισμὸν ἀεὶ ποιεῖται περὶ μόνων τῶν κατὰ φύσιν. |
| Myst 5 18 [10] | Ὀλίγοι δέ τινες ὑπερφυεῖ δή τινι δυνάμει τοῦ νοῦ χρώμενοι, τῆς φύσεως μὲν ἀφιστάνονται, πρὸς δὲ τὸν χωριστὸν καὶ ἀμιγῆ νοῦν περιάγονται, οἵτινες ἅμα καὶ τῶν φυσικῶν δυνάμεων γίγνονται κρείττονες. Ἔνιοι δὲ μεταξὺ τούτων φέρονται περὶ τὰ μέσα τῆς φύσεώς τε καὶ τοῦ καθαροῦ νοῦ, οἱ μὲν ἀμφοτέρῳ ἐφεπόμενοι, οἱ δὲ συμμικτόν τινα ἀπ’ αὐτῶν ζωὴν μετιόντες, οἱ δὲ ἀπολυόμενοι μὲν τῶν ὑποδεεστέρων ἐπὶ δὲ τὰ ἀμείνονα μεθιστάμενοι. Τούτων δὴ οὖν οὕτω διῃρημένων, καὶ τὸ τοῖσδε ἑπόμενον εὔδηλον ἂν ὅτι μάλιστα γένοιτο. Οἱ μὲν γὰρ ἐπιτροπευόμενοι κατὰ τὴν τῶν ὅλων φύσιν, καὶ αὐτοὶ κατὰ φύσιν τὴν οἰκείαν ἑαυτῶν ζῶντες δυνάμεσί τε τῆς φύσεως χρώμενοι, τὴν θρησκείαν ἐπιτηδεύουσι τῇ φύσει πρόσφορον καὶ τοῖς κινουμένοις ὑπὸ τῆς φύσεως σώμασι, τόπους τε καὶ ἀέρας καὶ ὕλην καὶ δυνάμεις τῆς ὕλης, καὶ σώματα καὶ τὰς περὶ τοῖς σώμασιν ἕξεις καὶ ποιότητας, κινήσεις τε τὰς προσηκούσας καὶ μεταβολὰς τῶν ἐν γενέσει, καὶ τἄλλα τὰ ἐχόμενα τούτων ἐπιτηδεύοντες ἔν τε τοῖς ἄλλοις τῆς εὐσεβείας μορίοις καὶ δὴ καὶ ἐν τῷ θυηπολικῷ μέρει. Οἱ δὲ κατὰ νοῦν μόνον καὶ τὴν τοῦ νοῦ ζωὴν τὸν βίον διάγοντες, τῶν δὲ τῆς φύσεως δεσμῶν ἀπολυθέντες, νοερὸν καὶ ἀσώματον ἱερατικῆς θεσμὸν διαμελετῶσι περὶ πάντα τῆς θεουργίας τὰ μέρη. Οἱ δὲ μέσοι τούτων κατὰ τὰς διαφορὰς τῆς μεταξὺ μεσότητος καὶ τὰς ὁδοὺς τῆς ἁγιστείας διαφόρους διαπονοῦσιν, ἤτοι μετέχοντες ἀμφοτέρων τῶν τρόπων τῆς θρησκείας, ἢ τοῦ μὲν ἀφιστάμενοι, ἢ ὡς ὑπόθεσιν αὐτὰ λαμβάνοντες τῶν τιμιωτέρων (ἄνευ γὰρ αὐτῶν οὐκ ἄν ποτε παραγένοιτο τὰ ὑπερέχοντα), ἢ ἄλλως οὑτωσὶ μεταχειριζόμενοι αὐτὰ δεόντως. Περὶ δὲ τὸν αὐτὸν τόπον κἀκείνη στρέφεται ἡ διαίρεσις· τῶν θείων οὐσιῶν καὶ δυνάμεων αἱ μὲν ἔχουσι ψυχὴν καὶ φύσιν ὑποκειμένην καὶ ὑπηρετοῦσαν αὐτῶν ταῖς δημιουργίαις, ᾗπερ ἂν αὗται βούλωνται, αἱ δὲ πάντῃ ψυχῆς καὶ φύσεώς εἰσι χωρισταί, λέγω δὲ τῆς θείας ψυχῆς τε καὶ φύσεως ἀλλ’ οὐχὶ τῆς περικοσμίου τε καὶ γενεσιουργοῦ· τινὲς δὲ καὶ μέσαι τούτων ὑπάρχουσαι κοινωνίαν αὐταῖς παρέχουσι πρὸς ἀλλήλας, ἢ κατὰ σύνδεσμον ἕνα ἀδιαίρετον, ἢ κατὰ μετάδοσιν τῶν μειζόνων ἄφθονον, ἢ κατὰ ὑποδοχὴν τῶν ἐλαττόνων ἀκώλυτον, ἢ κατὰ σύνδετον ἀμφοῖν ὁμόνοιαν. |
| Myst 5 19 [10] | Ὅταν μὲν οὖν θεοὺς θεραπεύωμεν τοὺς βασιλεύοντας ψυχῆς καὶ φύσεως, οὐκ ἀλλότριον τούτοις ἐστὶ καὶ φυσικὰς δυνάμεις προσφέρειν, σώματά τε τὰ διοικούμενα ὑπὸ τῆς φύσεως καθαγίζειν αὐτοῖς οὐκ ἔστιν ἀπόβλητον· ὅλα γὰρ τὰ τῆς φύσεως ἔργα ὑπηρετεῖ τε αὐτοῖς καὶ συντελεῖ τι αὐτῶν εἰς τὴν διακόσμησιν. Ὅταν δὲ τοὺς αὐτοὺς καθ’ ἑαυτοὺς μονοειδεῖς ὄντας τιμᾶν ἐπιχειρῶμεν, ἀπολύτοις τιμαῖς αὐτοὺς γεραίρειν ἄξιον· τὰ δὲ νοερὰ τοῖς τοιούτοις δῶρα ἁρμόζει καὶ τὰ τῆς ἀσωμάτου ζωῆς, ὅσα τε ἀρετὴ καὶ σοφία δωρεῖται, καὶ εἴ τινα τέλεια καὶ ὅλα τῆς ψυχῆς ἐστιν ἀγαθά. Καὶ μὴν τοῖς γε μέσοις καὶ τῶν μέσων ἡγεμονοῦσιν ἀγαθῶν ἐνίοτε μὲν ἂν διπλᾶ δῶρα συναρμόσειεν, ἐνιότε δ’ ἂν ἐπίκοινα πρὸς ἀμφότερα ταῦτα, ἢ καὶ ἀποσχιζόμενα μὲν ἀπὸ τῶν κάτω πρὸς δὲ τὰ ὑψηλότερα ἀνήκοντα, ἢ πάντως ἑνί γε τῶν τρόπων συμπληροῦντα τὴν μεσότητα. Ἀπ’ ἄλλης τοίνυν ἀρχῆς ὁρμώμενοι τοῦ τε κόσμου καὶ τῶν ἐγκοσμίων θεῶν, τῆς τε ἐν αὐτῷ τῶν τεττάρων στοιχείων διανομῆς, καὶ τῆς κατὰ τὰ μέτρα τῶν στοιχείων συλλήξεως, καὶ τῆς ἐν τάξει περὶ τοῖς κέντροις περιδινουμένης περιφορᾶς, εὔβατον ἔχομεν ἄνοδον ἐπὶ τὴν ἀλήθειαν τῆς περὶ θυσιῶν ἁγιστείας· εἰ γὰρ αὐτοί τέ ἐσμεν ἐν κόσμῳ καὶ ὡς μέρη περιεχόμεθα ἐν ὅλῳ τῷ παντί, παραγόμεθά τε ὑπ’ αὐτοῦ πρώτως, καὶ τελειούμεθα ἀπὸ τῶν ὅλων ἐν αὐτῷ δυνάμεων, ἀπό τε τῶν ἐν αὐτῷ στοιχείων συνεστήκαμεν, καὶ μοῖράν τινα ζωῆς καὶ φύσεως παρ’ αὐτοῦ λαβόντες ἔχομεν, οὐ δεῖ δὴ διὰ ταῦτα ὑπερβαίνειν τὸν κόσμον καὶ τὰς ἐγκοσμίους διατάξεις. |
| Myst 5 20 [30] | Θῶμεν οὖν καθ’ ἑκάστην περικόσμιον μερίδα εἶναι μέν τι καὶ σῶμα τοῦτο ὅπερ ὁρῶμεν, εἶναι καὶ τὰς περὶ τοῖς σώμασι μεριστὰς δυνάμεις ἀσωμάτους· ὁ δὴ τῆς θρησκείας νόμος τὰ ὅμοια δηλονότι τοῖς ὁμοίοις ἀπονέμει, καὶ διατείνει δι’ ὅλων οὕτως ἄνωθεν ἄχρι τῶν ἐσχάτων, ἀσώματα μὲν ἀσωμάτοις, σώματα δὲ σώμασι, τὰ σύμμετρα κατὰ τὴν ἑαυτῶν φύσιν ἑκατέροις ἀποδιδούς. Ἀλλὰ μὴν ὁπότε γέ τις τῶν θεουργικῶν θεῶν ὑπερκοσμίως μετάσχοι (τοῦτο δ’ ἐστὶ τὸ πάντων σπανιώτατον), ἐκεῖνος δήπουθέν ἐστιν ὁ καὶ σωμάτων καὶ ὕλης ὑπερέχων ἐπὶ θεραπείᾳ τῶν θεῶν, ὑπερκοσμίῳ τε δυνάμει τοῖς θεοῖς ἑνούμενος. Οὐ δεῖ δὴ τὸ ἐν ἑνί ποτε μόλις καὶ ὀψὲ παραγιγνόμενον ἐπὶ τῷ τέλει τῆς ἱερατικῆς τοῦτο κοινὸν ἀποφαίνειν πρὸς ἅπαντας ἀνθρώπους, ἀλλ’ οὐδὲ πρὸς τοὺς ἀρχομένους τῆς θεουργίας ποιεῖσθαι αὐτόχρημα κοινόν, οὐδὲ πρὸς τοὺς μεσοῦντας ἐν αὐτῇ· καὶ γὰρ οὗτοι ἁμωσγέπως σωματοειδῆ ποιοῦνται τὴν ἐπιμέλειαν τῆς ὁσιότητος. Οἶμαι τοίνυν καὶ τοῦτο ἂν προσομολογῆσαι πάντας τοὺς φιλοθεάμονας τῆς θεουργικῆς ἀληθείας, ὡς οὐκ ἐκ μέρους χρὴ οὐδὲ ἀτελῶς συνυφαίνειν τοῖς θείοις τὴν ἐπιβάλλουσαν αὐτοῖς εὐσέβειαν. |
| Myst 5 21 [5] | Ἐπειδὴ τοίνυν πρὸ τῆς παρουσίας τῶν θεῶν προκινοῦνται πᾶσαι δυνάμεις ὅσαι αὐτοῖς προϋπόκεινται, καὶ ὅταν μέλλωσι κινεῖσθαι ἐπὶ γῆν προηγοῦνται αὐτῶν καὶ προπομπεύουσιν, ὁ μὲν μὴ ἀπονείμας πᾶσι τὸ πρόσφορον καὶ κατὰ τὴν ἐπιβάλλουσαν τιμὴν ἕκαστον δεξιωσάμενος, ἀτελὴς ἀπέρχεται καὶ ἄμοιρος τῆς μετουσίας τῶν θεῶν, ὁ δὲ πάντα τε ἱλεωσάμενος καὶ ἑκάστῳ τὰ κεχαρισμένα καὶ κατὰ δύναμιν ὁμοιότατα γέρα προσενεγκών, ἀσφαλὴς καὶ ἄπταιστος ἀεὶ διαμένει, τέλεον καὶ ὁλόκληρον τὴν ὑποδοχὴν τοῦ θείου χοροῦ καλῶς ἀποπληρώσας. Ὁπότε δὴ οὖν τοῦτο οὕτως ἔχει, πότερον ἁπλοῦν καὶ ἐξ ὀλίγων δή τινων συνιστάμενον τὸν τρόπον εἶναι δεῖ τῆς ἁγιστείας, ἢ πολύτροπον καὶ παναρμόνιον καὶ ἀπὸ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἐν τῷ κόσμῳ συγκεκροτημένον; Εἰ μὲν οὖν ἁπλοῦν τι καὶ μιᾶς τάξεως τὸ παρακαλούμενον καὶ κινούμενον ἦν ἐν ταῖς ἁγιστείαις, ἁπλοῦς ἂν ἦν καὶ τῶν θυσιῶν ἐξ ἀνάγκης ὁ τρόπος· εἰ δὲ τῶν μὲν ἄλλων οὐδενὶ περιληπτόν, ὅσον ἐγείρεται πλῆθος δυνάμεων ἐν τῷ κατιέναι καὶ κινεῖσθαι τοὺς θεούς, μόνοι δὲ οἱ θεουργοὶ ταῦτα ἐπὶ τῶν ἔργων πειραθέντες ἀκριβῶς γιγνώσκουσι, μόνοι οὗτοι καὶ δύνανται γιγνώσκειν τίς ἐστιν ἡ τελεσιουργία τῆς ἱερατικῆς, καὶ τὰ παραλειπόμενα ἴσασι, κἂν βραχέα ᾖ, ὅτι τὸ ὅλον τῆς θρησκείας ἔργον ἀνατρέπει, ὥσπερ ἐν ἁρμονίᾳ μιᾶς χορδῆς ῥαγείσης ἡ ὅλη ἀνάρμοστός τε καὶ ἀσύμμετρος γίγνεται· ὥσπερ οὖν ἐπὶ τῶν φανερῶν θείων καθόδων ἐναργὴς ἡ βλάβη γίγνεται τοῖς ἀτίμητόν τινα τῶν κρειττόνων παραλιποῦσιν, οὕτω καὶ ἐπὶ τῆς ἀφανοῦς αὐτῶν παρουσίας ἐν ταῖς θυσίαις οὐ τὸν μὲν τὸν δ’ οὔ, πάνυ δὲ τιμητέον καθ’ ἣν ἕκαστος εἴληχε τάξιν. Ὁ δὲ ἀγέραστόν τινα ἀφεὶς συνέχεε τὸ ὅλον καὶ τὴν μίαν καὶ ὅλην διακόσμησιν διέσπασεν· οὐχ ὡς ἄν τις οὖν νομίσειεν, ἀτελῆ τὴν ὑποδοχὴν ἐποιήσατο, ἀλλὰ καὶ τὸ παράπαν τὴν ὅλην ἀνέστρεψεν ἁγιστείαν. Τί δέ; οὐχὶ τὸ ἀκρότατον τῆς ἱερατικῆς ἐπ’ αὐτὸ τὸ κυριώτατον τοῦ ὅλου πλήθους ἓν ἀνατρέχει, καὶ ἐν αὐτῷ ἅμα τὰς πολλὰς οὐσίας καὶ ἀρχὰς συνθεραπεύει; καὶ πάνυ γε, φήσαιμ’ ἄν· ἀλλὰ τοῦτο ὀψιαίτατα παραγίγνεται καὶ τοῖς σφόδρα ὀλιγιστοῖς, καὶ ἀγαπητὸν εἰ καὶ ἐν δυσμαῖς τοῦ βίου ποτὲ ὑπάρξειεν. |
| Myst 5 22 [5] | Ἀλλ’ ὁ νῦν λόγος οὐ τῷ τοιούτῳ ἀνδρὶ διαθεσμοθετεῖ (κρείττων γάρ ἐστι παντὸς νόμου), τοῖς δὲ δεομένοις θεσμοῦ τινος προσάγει τὴν τοιαύτην νομοθεσίαν. Λέγει τοίνυν ὅτι καθάπερ κόσμον τινὰ ἐκ πολλῶν τάξεων εἰς μίαν συνιόντα σύνταξιν, οὕτω καὶ τῶν θυσιῶν δεῖ τὴν συμπλήρωσιν, ἀνέκλειπτον οὖσαν καὶ ὁλόκληρον, ὅλῳ τῷ διακόσμῳ τῶν κρειττόνων συνάπτεσθαι. Ἀλλὰ μὴν οὗτος εἴ γε πολύς ἐστι καὶ παντελὴς καὶ κατὰ πολλὰς τάξεις συμφυόμενος, δεῖ τοίνυν καὶ τὴν ἱερουργίαν μιμεῖσθαι αὐτοῦ τὸ παντοδαπὸν δι’ ὅλων τῶν προσαγομένων δυνάμεων. Κατὰ τὰ αὐτὰ τοίνυν καὶ τὰ περὶ ἡμᾶς παντοδαπὰ ὄντα οὐ χρὴ ἐκ μέρους τινὸς τῶν ἐν αὐτοῖς συνυφαίνεσθαι πρὸς τὰ προηγούμενα αὐτῶν θεῖα αἴτια, ἀλλ’ οὐδὲ ἀτελῶς πρὸς τοὺς ἀρχηγέτας αὐτῶν ἀνήκειν. Ὁ τοίνυν ποικίλος τρόπος τῆς ἐν ταῖς ἱερουργίαις ἁγιστείας τὰ μὲν ἀποκαθαίρει, τὰ δὲ τελειοῖ τῶν ἐν ἡμῖν ἢ περὶ ἡμᾶς ὄντων, τὰ δὲ εἰς συμμετρίαν καὶ τάξιν καθίστησι, τὰ δὲ ἄλλως ἀπολύει τῆς θνητοειδοῦς πλημμελείας, πάντα δὲ προσήγορα τοῖς ὅλοις κρείττοσιν ἡμῶν ἀπεργάζεται. |
| Myst 5 23 [10] | Καὶ μὴν συνιόντων γε εἰς τὸ αὐτὸ τῶν θείων αἰτίων καὶ τῶν ἀνθρωπίνων παραπλησίων αὐτοῖς παρασκευῶν, πάντα τελεῖ καὶ μεγάλα ἀγαθὰ τῆς θυσίας ἡ τελεσιουργία παρέχεται. Οὐ χεῖρον δέ τι καὶ τὰ τοιαῦτα προσθεῖναι πρὸς ἀκριβῆ περὶ τῶν αὐτῶν κατανόησιν. Πέφυκεν ἀεὶ τῶν ἀκροτάτων ἡ περιουσία τῆς δυνάμεως καὶ ἐν τῷδε ὑπερέχειν τῶν ὅλων, ἐν τῷ παρεῖναι πᾶσιν ἐξ ἴσου τὴν αὐτὴν ἀνεμποδίστως· ἐλλάμπει τοίνυν κατὰ τοῦτον τὸν λόγον καὶ τοῖς ἐσχάτοις τὰ πρώτιστα, καὶ πάρεστιν ἀύλως τοῖς ἐνύλοις τὰ ἄυλα. Μὴ δή τις θαυμαζέτω ἐὰν καὶ ὕλην τινὰ καθαρὰν καὶ θείαν εἶναι λέγωμεν· ἀπὸ γὰρ τοῦ πατρὸς καὶ δημιουργοῦ τῶν ὅλων καὶ αὕτη γενομένη, τὴν τελειότητα ἑαυτῆς ἐπιτηδείαν κέκτηται πρὸς θεῶν ὑποδοχήν. Καὶ ἅμα οὐδὲν διείργει τὰ κρείττονα πρὸς τὸ δύνασθαι τὰ καταδεέστερα ἑαυτῶν ἐλλάμπειν, οὐδὲ τὴν ὕλην οὖν ἀφίστησιν οὐδὲν τῆς τῶν βελτιόνων μετουσίας, ὥστε ὅση τελεία καὶ καθαρὰ καὶ ἀγαθοειδὴς ὑπάρχει πρὸς θεῶν ὑποδοχήν ἐστιν οὐκ ἀνάρμοστος· ἐπεὶ γὰρ ἔδει καὶ τὰ ἐν γῇ μηδαμῶς εἶναι ἄμοιρα τῆς θείας κοινωνίας, ἐδέξατό τινα ἀπ’ αὐτῆς θείαν μοῖραν καὶ ἡ γῆ, ἱκανὴν οὖσαν χωρῆσαι τοὺς θεούς. Ταῦτα τοίνυν κατιδοῦσα ἡ θεουργικὴ τέχνη, κοινῶς τε οὑτωσὶ κατ’ οἰκειότητα ἑκάστῳ τῶν θεῶν τὰς προσφόρους ὑποδοχὰς ἀνευρίσκουσα, συμπλέκει πολλάκις λίθους βοτάνας ζῷα ἀρώματα ἄλλα τοιαῦτα ἱερὰ καὶ τέλεια καὶ θεοειδῆ, κἄπειτα ἀπὸ πάντων τούτων ὑποδοχὴν ὁλοτελῆ καὶ καθαρὰν ἀπεργάζεται. Οὐ γὰρ δὴ δεῖ δυσχεραίνειν πᾶσαν ὕλην, ἀλλὰ μόνην τὴν ἀλλοτρίαν τῶν θεῶν, τὴν δὲ οἰκείαν πρὸς αὐτοὺς ἐκλέγεσθαι, ὡς συμφωνεῖν δυναμένην εἴς τε θεῶν οἰκοδομήσεις καὶ καθιδρύσεις ἀγαλμάτων καὶ δὴ καὶ εἰς τὰς τῶν θυσιῶν ἱερουργίας. Οὐδὲ γὰρ ἂν ἄλλως τοῖς ἐπὶ γῆς τόποις ἢ τοῖς δεῦρο κατοικοῦσιν ἀνθρώποις μετουσία ἂν γένοιτο τῆς τῶν κρειττόνων λήψεως, εἰ μή τις τοιαύτη καταβολὴ πρώτη προενιδρυθείη· πείθεσθαι δὲ χρὴ τοῖς ἀπορρήτοις λόγοις ὡς καὶ διὰ τῶν μακαρίων θεαμάτων ὕλη τις ἐκ θεῶν παραδίδοται· αὕτη δέ που συμφυής ἐστιν αὐτοῖς ἐκείνοις τοῖς διδοῦσιν· οὐκοῦν καὶ ἡ τῆς τοιαύτης ὕλης θυσία ἀνεγείρει τοὺς θεοὺς ἐπὶ τὴν ἔκφασιν, καὶ προσκαλεῖται εὐθέως πρὸς κατάληψιν, χωρεῖ τε αὐτοὺς παραγιγνομένους καὶ τελείως ἐπιδείκνυσι. Τὰ δ’ αὐτὰ ἄν τις καταμάθοι καὶ ἀπὸ τῆς κατὰ τόπους διανομῆς καὶ ἀπὸ τῆς μεριστῆς ἐφ’ ἑκάστῳ τῶν ὄντων ἐπιστασίας, ὅση κατὰ διαφόρους τάξεις ἢ μείζονας ἢ ἐλάττονας τὰς λήξεις ταύτας κατενείματο· δῆλον γὰρ δήπου τοῦθ’, ὅτι τοῖς ἐπιβεβηκόσι τινῶν τόπων θεοῖς τὰ ἀπ’ αὐτῶν γεννώμενα προσάγεσθαι εἰς θυσίαν ἐστὶν οἰκειότατα, καὶ τοῖς διοικοῦσι τὰ τῶν διοικουμένων· ἀεὶ μὲν γὰρ τοῖς ποιοῦσι τὰ ἑαυτῶν ἔργα διαφερόντως ἐστὶ κεχαρισμένα, τοῖς δὲ πρώτως τινὰ παράγουσι καὶ πρώτως ἐστὶ τὰ τοιαῦτα προσφιλῆ· εἴτε οὖν ζῷά τινα εἴτε φυτὰ εἴτε ἄλλα τῶν ἐπὶ γῆς διακυβερνᾶται ἀπὸ τῶν κρειττόνων, ὁμοῦ τῆς ἐπιστασίας αὐτῶν μετείληχε καὶ τὴν κοινωνίαν ἡμῖν προξενεῖ πρὸς αὐτοὺς ἀδιαίρετον. |
| Myst 5 24 [10] | Ἔνια μὲν οὖν τῶν τοιούτων, σωζόμενα αὐτὰ καὶ τηρούμενα, τῶν συνεχόντων συναύξει τὴν πρὸς θεοὺς οἰκείωσιν, ὅσα τῷ μένειν ἀκέραια τὴν δύναμιν τῆς κοινωνίας θεῶν καὶ ἀνθρώπων διασώζει. Τοιαῦτα δ’ ἐστὶν ἔνια τῶν ἐν Αἰγύπτῳ ζῴων, καὶ οἷος ὁ ἱερὸς ἄνθρωπος πανταχοῦ ὑπάρχει. Ἔνια δὲ καθαγιαζόμενα λαμπροτέραν ποιεῖ τὴν οἰκειότητα, ὅσα τὴν ἀνάλυσιν ἐπὶ τὴν τῶν πρώτων στοιχείων ἀρχὴν συγγενῆ ποιεῖται τοῖς τῶν κρειττόνων αἰτίοις καὶ ἱεροπρεπεστέραν· τελειουμένης γὰρ ἀεὶ ταύτης τελειότερα καὶ τὰ ἀπ’ αὐτῆς ἐνδιδόμενα ἀγαθὰ καθήκει. Εἰ μὲν οὖν ἀνθρώπινα ἔθη ταῦτα ἦν μόνον, καὶ διὰ τῶν ἡμετέρων νομίμων ἐπεκυροῦτο, εἶχεν ἄν τις λέγειν ἡμετέρων ἐννοιῶν εὑρέσεις εἶναι τὰς τῶν θεῶν ἁγιστείας· νῦν δὲ θεός ἐστιν αὐτῶν ἡγεμὼν ὁ ἐπὶ θυσιῶν οὕτω καλούμενος, καὶ θεοὶ καὶ ἄγγελοι περὶ αὐτὸν παμπληθεῖς ὑπάρχουσιν· καθ’ ἕκαστόν τε ἔθνος τῶν ἐπὶ γῆς διακεκλήρωταί τις ὑπ’ αὐτοῦ κοινὸς προστάτης, καὶ καθ’ ἕκαστον ἱερὸν ὁ ἴδιος· καὶ τῶν μὲν πρὸς θεοὺς θυσιῶν ἔφορός ἐστι θεός, τῶν δὲ πρὸς ἀγγέλους ἄγγελος, τῶν δὲ πρὸς δαίμονας δαίμων, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως ὃ κατὰ τὸ οἰκεῖον γένος συγγενῶς συγκεκλήρωται ἐφ’ ἑκάστων. |
| Myst 5 25 [5] | Ὁπότε δὴ οὖν μετὰ θεῶν ἐφόρων καὶ ἀποπληρωτῶν τῆς θυηπολίας τὰς θυσίας προσάγομεν τοῖς θεοῖς, ὁμοῦ μὲν σέβειν δεῖ τὸν θεσμὸν τῆς ἐν ταῖς θυσίαις θείας ὁσίας, ὁμοῦ δὲ θαρρεῖν ἐφ’ ἑαυτοῖς προσήκει (ὡς ὑπὸ θεοῖς ἄρχουσιν ἱερουργοῦμεν), ὁμοῦ δὲ καὶ τὴν ἀξίαν εὐλάβειαν ἔχειν, μή πῃ τῶν θεῶν ἀνάξιόν τι δῶρον προσαγάγωμεν ἢ ἀλλότριον· ἐπὶ τῷ τέλει δὲ κἀκεῖνο παραγγέλλομεν, στοχάζεσθαι πάντων τελέως τῶν περὶ ἡμᾶς, τῶν ἐν τῷ παντί, τῶν κατὰ γένη διωρισμένων θεῶν ἀγγέλων δαιμόνων, καὶ πρὸς πάντας ταύτῃ ὁμοίως προσφιλῆ τὴν θυσίαν δωρεῖσθαι· μόνως γὰρ ἂν οὕτως ἐπάξιος τῶν ἐφεστηκότων αὐτῆς θεῶν ἡ ἁγιστεία γένοιτο. Ἐπεὶ δὲ μέρος τῶν θυσιῶν οὐ τὸ σμικρότατόν ἐστι τὸ τῶν εὐχῶν, συμπληροῖ τε αὐτὰς ἐν τοῖς μάλιστα, καὶ διὰ τούτων κρατύνεται αὐτῶν καὶ ἐπιτελεῖται τὸ πᾶν ἔργον, κοινήν τε συντέλειαν ποιεῖται πρὸς τὴν θρησκείαν, καὶ τὴν κοινωνίαν ἀδιάλυτον ἐμπλέκει τὴν ἱερατικὴν πρὸς τοὺς θεούς, οὐ χεῖρον καὶ περὶ ταύτης ὀλίγα διελθεῖν· καὶ γὰρ αὐτὸ καθ’ αὑτὸ τοῦτο ἄξιόν ἐστι μαθήσεως, καὶ τὴν περὶ θεῶν ἐπιστήμην τελειοτέραν ἀπεργάζεται. |
| Myst 5 26 [55] | Φημὶ δὴ οὖν ὡς τὸ μὲν πρῶτον τῆς εὐχῆς εἶδός ἐστι συναγωγόν, συναφῆς τε τῆς πρὸς τὸ θεῖον καὶ γνωρίσεως ἐξηγούμενον· τὸ δ’ ἐπὶ τούτῳ κοινωνίας ὁμονοητικῆς συνδετικόν, δόσεις τε προκαλούμενον τὰς ἐκ θεῶν καταπεμπομένας πρὸ τοῦ λόγου, καὶ πρὸ τοῦ νοῆσαι τὰ ὅλα ἔργα ἐπιτελούσας· τὸ δὲ τελεώτατον αὐτῆς ἡ ἄρρητος ἕνωσις ἐπισφραγίζεται, τὸ πᾶν κῦρος ἐνιδρύουσα τοῖς θεοῖς, καὶ τελέως ἐν αὐτοῖς κεῖσθαι τὴν ψυχὴν ἡμῶν παρέχουσα. Ἐν τρισὶ δὲ τούτοις ὅροις, ἐν οἷς τὰ θεῖα πάντα μετρεῖται, τὴν πρὸς θεοὺς ἡμῶν φιλίαν συναρμόσασα καὶ τὸ ἀπὸ τῶν θεῶν ἱερατικὸν ὄφελος τριπλοῦν ἐνδίδωσι, τὸ μὲν εἰς ἐπίλαμψιν τεῖνον, τὸ δὲ εἰς κοινὴν ἀπεργασίαν, τὸ δὲ εἰς τὴν τελείαν ἀποπλήρωσιν ἀπὸ τοῦ πυρός· καὶ ποτὲ μὲν προηγεῖται τῶν θυσιῶν, ποτὲ δ’ αὖ μεταξὺ διαλαμβάνει τὴν ἱερουργίαν, ἄλλοτε δ’ αὖ τὸ τέλος τῶν θυσιῶν ἀποπληροῖ· ἔργον τε οὐδὲν ἱερατικὸν ἄνευ τῶν ἐν ταῖς εὐχαῖς ἱκετειῶν γίγνεται. Ἡ δ’ ἐν αὐταῖς ἐγχρονίζουσα διατριβὴ τρέφει μὲν τὸν ἡμέτερον νοῦν, τὴν δὲ τῆς ψυχῆς ὑποδοχὴν τῶν θεῶν ποιεῖ λίαν εὐρυτέραν, ἀνοίγει δὲ τοῖς ἀνθρώποις τὰ τῶν θεῶν, συνήθειαν δὲ παρέχει πρὸς τὰς τοῦ φωτὸς μαρμαρυγάς, κατὰ βραχὺ δὲ τελειοῖ τὰ ἐν ἡμῖν πρὸς τὰς τῶν θεῶν συναφάς, ἕως ἂν ἐπὶ τὸ ἀκρότατον ἡμᾶς ἐπαναγάγῃ, καὶ τὰ μὲν ἡμέτερα τῆς διανοίας ἤθη ἠρέμα ἀνέλκει, τὰ δὲ τῶν θεῶν ἡμῖν ἐκδίδωσι, πειθὼ δὲ καὶ κοινωνίαν καὶ φιλίαν ἀδιάλυτον ἐγείρει, τόν τε θεῖον ἔρωτα συναύξει, καὶ τὸ θεῖον τῆς ψυχῆς ἀνάπτει, ἀποκαθαίρει τε πᾶν τὸ ἐναντίον τῆς ψυχῆς, καὶ ἀπορρίπτει τοῦ αἰθερώδους καὶ αὐγοειδοῦς πνεύματος περὶ αὐτὴν ὅσον ἐστὶ γενεσιουργόν, ἐλπίδα τε ἀγαθὴν καὶ τὴν περὶ τὸ φῶς πίστιν τελειοῖ, καὶ τὸ ὅλον εἰπεῖν, ὁμιλητὰς τῶν θεῶν, ἵνα οὕτως εἴπωμεν, τοὺς χρωμένους αὐταῖς ἀπεργάζεται. Εἰ δὴ τοῦτό ἐστιν ὅπερ εὐχὴν ἄν τις εἴποι, δρᾷ τε ἐν ἡμῖν τοσαῦτα ἀγαθὰ τὸ τοιοῦτον, ἔχει τε πρὸς τὰς θυσίας ἣν εἰρήκαμεν κοινωνίαν, πῶς οὐ καὶ διὰ τούτου καταφανὲς γίγνεται τὸ τῶν θυσιῶν τέλος, ὡς συναφῆς καὶ αὐτὸ δημιουργικῆς μετείληχεν ἐπειδὴ δι’ ἔργων οἰκειοῦται τοῖς θεοῖς, τό τε ἀγαθὸν αὐτῆς ὡς τοσοῦτόν ἐστιν ὅσον ἀπὸ τῶν δημιουργικῶν αἰτίων καταπέμπεται εἰς ἀνθρώπους; καὶ μὴν ἀπ’ ἐκείνου γε αὖθις τὸ τῶν εὐχῶν ἀναγωγὸν καὶ τελεσιουργὸν καὶ ἀποπληρωτικὸν εὔδηλον γίγνεται, πῶς μὲν δραστήριον πῶς δὲ ἡνωμένον ἐπιτελεῖται πῶς δὲ ἔχει τὸν ἐνδιδόμενον ἀπὸ τῶν θεῶν κοινὸν σύνδεσμον· τὸ τρίτον τοίνυν, ὡς ἄμφω δι’ ἀλλήλων βεβαιοῦται, καὶ δύναμιν ἐντίθησιν εἰς ἄλληλα ἁγιστείας τελείαν ἱερατικήν, ῥᾳδίως ἄν τις ἀπὸ τῶν εἰρημένων κατανοήσειεν. |
| Myst 5 26 (50) [60] | Διόπερ δὴ δι’ ὅλων φαίνεται τῆς ἱερατικῆς ἀγωγῆς ἡ πᾶσα σύμπνοια καὶ συνέργεια πρὸς ἑαυτήν, ζῴου παντὸς μᾶλλον συμφυῆ τὰ μόρια ἑαυτῆς παντάπασι κατὰ μίαν συνέχειαν συνάπτουσα, ἧς οὐδέποτε δεῖ καταμελεῖν, οὐδὲ τὰ ἡμίση μέρη αὐτῆς ἐγκρίνοντας τὰ ἄλλα ἀποδοκιμάζειν· ὁμοίως δὲ πᾶσιν ἐγγυμνάζεσθαι καὶ δι’ ὅλων αὐτῶν τελειοῦσθαι χρὴ τοὺς ἐθέλοντας εἰλικρινῶς τοῖς θεοῖς συνάπτεσθαι. Ταῦτα μὲν οὖν οὐκ ἂν ἄλλως ἔχοι· τὸ δὲ λοιπὸν ἐμοὶ καιρὸς ἐπὶ τὴν ἑξῆς ἀπορίαν ὧν σὺ προτείνεις μεταβαίνειν. |
| Myst 6 1 [10] | Τί γὰρ δήποτε, ὡς ὁ σὸς λόγος, νεκροῦ μὲν ἀναφῆ δεῖν εἶναι τὸν ἐπόπτην, διὰ δὲ νεκρῶν ζῴων τὰ πολλὰ αἱ θεαγωγίαι ἐπιτελοῦνται; πάλιν οὖν καὶ ταῦτα διαλύοντες τὴν δοκοῦσαν εἶναι μάχην ἐπισκεψώμεθα· μὴ οὐδαμῶς ᾖ τις ἐν αὐτῇ ἀντίθεσις, φαίνεται δὲ μόνον ἐναντίως ἔχειν. Εἰ μὲν γὰρ τῶν αὐτῶν νεκρῶν σωμάτων καὶ ἀπείχοντο τῆς ἁφῆς καὶ ἥπτοντο, ἦν ἂν τοῦτο πρὸς ἑαυτὸ ὑπεναντίον· εἰ δὲ ἄλλων μὲν ἀπέχεσθαι παραγγέλλουσι τῶν ἀνιέρων, ἄλλων δὲ ἅπτεσθαι ὅσα καθιεροῦνται, οὐδεμίαν τοῦτο ἔχει ἐναντίωσιν. Ἔτι τοίνυν τῶν μὲν ἀνθρωπείων σωμάτων, ἐπειδὰν ἀπολίπῃ αὐτὰ ἡ ψυχή, οὐχ ὅσιον θιγγάνειν (τῆς γὰρ θείας ζωῆς ἴχνος τι ἢ εἴδωλον ἢ ἔμβασις ἐναποσβέννυται ἐν τῷ σώματι κατὰ τὸν θάνατον), τῶν δὲ ἄλλων ζῴων οὐκέτι ἀνόσιον ἅπτεσθαι τεθνηκότων, ἐπεὶ οὐδὲ κεκοινωνήκασι τῆς θειοτέρας ζωῆς. Ἔστι τοίνυν πρὸς ἄλλους μὲν τὸ ἀναφὲς οἰκεῖον, οἷον τοὺς ὕλης καθαροὺς θεούς, πρὸς ἄλλους δὲ τὸ κλητικὸν διὰ τῶν ζῴων ἀποδέδοται τοὺς ἐπιβεβηκότας τῶν ζῴων καὶ προσεχῶς αὐτοῖς συνηρτημένους· οὐδὲ κατὰ τοῦτο οὖν συμβαίνει τις ἐναντίωσις. Καὶ ἄλλως δ’ ἄν τις τοῦτο διαλύσειεν· ἀνθρώποις μὲν γὰρ ἐν ὕλῃ κατεχομένοις τὰ ἐστερημένα τῆς ζωῆς σώματα φέρει τινὰ κηλῖδα, διότι τῷ ζῶντι τὸ μὴ ζῶν, ὥσπερ τῷ καθαρῷ τὸ ῥυπαρὸν καὶ τῷ ἐν ἕξει τὸ ἐν στερήσει, μολυσμόν τινα ἐντίθησιν, καὶ διότι τῷ μὲν δύναμιν ἔχοντι τοῦ ἀποθνῄσκειν ἐμποιεῖ τινα μολυσμὸν διὰ τὴν φυσικὴν τὸ χεῖρον πρὸς αὐτὸ ἐπιτηδειότητα, δαίμονι δὲ τὸ σῶμα ἀσωμάτῳ ὄντι παντελῶς καὶ μὴ παραδεχομένῳ φθορὰν μηδαμόθεν, οὐδένα ἐμποιεῖ μολυσμόν· ἀλλ’ ὑπερέχειν ἀνάγκη τοῦ διεφθαρμένου σώματος καὶ μηδεμίαν ἀπ’ αὐτοῦ παραδέχεσθαί τινα εἰς ἑαυτὸν φθορᾶς ἔμφασιν. |
| Myst 6 3 [20] | Πρὸς μὲν οὖν τὴν ἐναντίωσιν τῆς ἀπορίας τοσαῦτα λέγω· αὐτὸ δὲ καθ’ ἑαυτὸ τὸ διὰ τῶν ἱερῶν ζῴων, ὥσπερ τῶν ἱεράκων, ὅπως ἐπιτελεῖται μαντικὸν διερμηνεύοντες, θεοὺς μὲν οὐδέποτέ φαμεν παραγίγνεσθαι τῇ χρήσει τῶν κηδευθέντων οὕτω σωμάτων· οὔτε γὰρ μεριστῶς οὔτε προσεχῶς οὔτε ἐνύλως οὔτε μετά τινος σχέσεως προΐστανται τῶν καθ’ ἕκαστα ζῴων· δαίμοσι δὲ καὶ τούτοις σφόδρα διῃρημένοις καὶ διαλαχοῦσιν ἄλλοις ἄλλα ζῷα προσεχῶς τε ἐπιβεβηκόσι τῇ τοιαύτῃ προστασίᾳ καὶ οὐ παντελῶς αὐτάρκη καὶ ἄυλον τὴν οἰκείαν ἀρχὴν διακληρωσαμένοις, ἡ τοιαύτη δεδόσθω τῶν μαντικῶν ὀργάνων ἐπαφή· ἢ εἰ οὕτω τις βούλοιτο τίθεσθαι, ἕδρα αὐτοῖς ἀπονενεμήσθω τοιαύτη, δι’ ἧς ἀνθρώποις ὁμιλεῖν καὶ χρῆσθαι πεφύκασι· σωμάτων μὲν οὖν καὶ ταύτην εἶναι καθαρὰν δεῖ νομίζειν, οὐδεμία γὰρ γίγνεται κοινωνία τῷ καθαρῷ πρὸς τὸ ἐναντίον· διὰ δὲ τῆς ψυχῆς τῶν ζῴων συνάπτεσθαι αὐτὴν ἀνθρώποις ἔχει τινὰ λόγον. Αὕτη γὰρ ἔχει τινὰ οἰκειότητα πρὸς ἀνθρώπους μὲν διὰ τὸ ὁμογενὲς τῆς ζωῆς, πρὸς δαίμονας δέ, διότι σωμάτων ἀπολυθεῖσα χωριστή πως ὑπάρχει· μέση δὲ οὖσα ἀμφοτέρων ὑπηρετεῖ μὲν τῷ ἐφεστηκότι, ἐξαγγέλλει δὲ τοῖς ἔτι κατεχομένοις ἐν σώματι ἅπερ ὁ ἐπιβεβηκὼς προστάττει, κοινὸν δὲ σύνδεσμον ἀμφοτέροις τούτοις πρὸς ἀλλήλους ἐνδίδωσι. Δεῖ δὲ ἡγεῖσθαι ὡς καὶ ἡ χρωμένη ψυχὴ τοῖς τοιούτοις μαντείοις οὐκ ἐπήκοος μόνον γίγνεται τῆς μαντείας, ἀλλὰ καὶ συμβάλλεταί τινα μοῖραν ἀφ’ ἑαυτῆς οὐκ ὀλίγην εἰς τὴν ἀπεργασίαν αὐτῆς τὴν ἐπὶ τῶν ἔργων· καὶ γὰρ συντρέπεται καὶ συνεργεῖ καὶ συμπρογιγνώσκει διά τινος συμπαθοῦς ἀνάγκης· ἔστι μὲν οὖν ὁ τρόπος τῆς μαντείας οὗτος τοιοῦτος πάντῃ διεστηκὼς τοῦ θείου καὶ ἀληθινοῦ τρόπου, περὶ σμικρῶν τε καὶ ἐφημέρων πραγμάτων δυνάμενος προλέγειν, περὶ τῶν ἐν τῇ διῃρημένῃ φύσει κειμένων ὅσα ἤδη περὶ τὴν γένεσιν ἐμφέρεται, κινήσεις τε ἀφ’ ἑαυτῶν παρέχει τοῖς δυναμένοις αὐτὰς δέχεσθαι, καὶ πάθη πολυειδῶς ἐμποιεῖ τοῖς πεφυκόσιν ἐπιτηδείως εἰς τὸ συμπάσχειν· διὰ πάθους δὲ οὐκ ἂν παραγένοιτό ποτε ἡ τελεία πρόγνωσις· αὐτὸ γὰρ μάλιστα τὸ ἄτρεπτόν τε καὶ ἄυλον καὶ πάντῃ καθαρὸν τῷ μέλλοντι ἐπιβάλλειν εἴωθε, τὸ δὲ συμμιγνύμενον πρὸς τὸ ἀλόγιστον καὶ σκοτεινὸν τοῦ σωματοειδοῦς καὶ ὑλικοῦ πληροῦται πολλῆς ἀγνωσίας· ὅθεν οὐδέποτε τὴν τοιαύτην τεχνικὴν κατασκευὴν εἰς τὸ μαντεύεσθαι ἀποδέχεσθαι ἄξιον. |
| Myst 6 4 [5] | Οὐδὲ χρῆσθαι αὐτῇ ἐπὶ μεγάλης σπουδῆς δεῖ, οὐδὲ ἄλλῳ χρωμένῳ πιστευτέον ὡς ἔχοντι παρ’ ἑαυτῷ σαφὲς καὶ γνώριμόν τι τεκμήριον τῆς ἀληθείας. Τοσαῦτα δὴ καὶ περὶ τῆς τοιαύτης μαντείας ἡμῖν εἰρήσθω. Φέρε δὴ οὖν καὶ περὶ ἄλλου γένους ἀποριῶν ἀποκεκρυμμένην ἔχοντος τὴν αἰτίαν ποιησώμεθα λόγον· ὅπερ ἔχει μέν, ὡς καὶ σὺ αὐτὸς λέγεις, βιαστικὰς ἀπειλάς, μερίζεται δὲ περὶ τὸ πλῆθος τῶν ἀπειλῶν πολυμερῶς· ἢ γὰρ τὸν οὐρανὸν προσαράξειν ἢ τὰ κρυπτὰ τῆς Ἴσιδος ἐκφανεῖν ἢ τὸ ἐν Ἀβύδῳ ἀπόρρητον δείξειν ἢ στήσειν τὴν βάριν ἢ τὰ μέλη τοῦ Ὀσίριδος διασκεδάσειν τῷ Τυφῶνι ἢ ἄλλο τι τοιοῦτον ἀπειλεῖ ποιήσειν. |
| Myst 6 5 [20] | Τοῦτο δὴ πᾶν τὸ εἶδος τῶν λόγων οὐχ, ὡς σὺ νομίζεις, πρὸς ἥλιον ἢ σελήνην ἤ τινα τῶν κατ’ οὐρανὸν ἐπανατείνονται οἱ ἄνθρωποι (ἔτι γὰρ ἂν συνέβη δεινότερα ἄτοπα ὧν σὺ σχετλιάζεις), ἀλλ’ ὅπερ ἐν τοῖς ἔμπροσθεν ἔλεγον, ἐπί τι γένος δυνάμεων ἐν τῷ κόσμῳ μεριστὸν ἄκριτον ἀλόγιστον, ὃ δέχεται μὲν ἀπ’ ἄλλου λόγον καὶ κατακούει, οἰκείᾳ δὲ συνέσει οὔτε χρῆται οὔτε τὸ ἀληθὲς καὶ ψεῦδος ἢ δυνατὸν ἢ ἀδύνατον διακρίνει. Τὸ δὴ τοιοῦτον ἀθρόως ἐπανατεινομένων τῶν ἀπειλῶν συγκινεῖται καὶ ἐκπλήττεται, ὡς ἂν οἶμαι πεφυκὸς αὐτό τε ἄγεσθαι ταῖς ἐμφάσεσι καὶ τὰ ἄλλα ψυχαγωγεῖν διὰ τῆς ἐμπλήκτου καὶ ἀσταθμήτου φαντασίας. Ἔχει δὲ ταῦτα καὶ ἄλλον τοιοῦτον λόγον. |
| Myst 6 6 [15] | Ὁ θεουργὸς διὰ τὴν δύναμιν τῶν ἀπορρήτων συνθημάτων οὐκέτι ὡς ἄνθρωπος οὐδ’ ὡς ἀνθρωπίνῃ ψυχῇ χρώμενος ἐπιτάττει τοῖς κοσμικοῖς, ἀλλ’ ὡς ἐν τῇ τῶν θεῶν τάξει προϋπάρχων μείζοσι τῆς καθ’ ἑαυτὸν οὐσίας ἐπανατάσεσι χρῆται· οὐχ ὡς ποιήσων πάντα ἅπερ διισχυρίζεται, ἀλλ’ ἐν τῇ τοιαύτῃ τῶν λόγων χρήσει διδάσκων ὅσην καὶ ἡλίκην καὶ τίνα ἔχει τὴν δύναμιν διὰ τὴν πρὸς θεοὺς ἕνωσιν, ἣν παρέσχηκεν αὐτῷ τῶν ἀπορρήτων συμβόλων ἡ γνῶσις. Δύναται δέ τις καὶ τοῦτο εἰπεῖν, ὡς τοσαύτην ἔχουσιν οἱ κατὰ μέρη διῃρημένοι δαίμονες, οἱ φυλάττοντες τὰ μέρη τοῦ παντός, ἐπιμέλειαν ἧς εἰλήχασιν ἕκαστοι μερίδος καὶ κηδεμονίαν, ὡς μηδὲ λόγον ἐναντίον ἀνέχεσθαι, τὴν δὲ ἀίδιον διαμονὴν τῶν ἐν τῷ κόσμῳ διαφυλάττειν ἀμετάτρεπτον. Ταύτην τοίνυν ἀμετάπτωτον παρειλήφασι, διότι τῶν θεῶν ἡ τάξις ἀκίνητος κατὰ τὰ αὐτὰ διαμένει· ἐν ᾧ τοίνυν ἔχουσι τὸ εἶναι οἵ τε ἀέριοι καὶ οἱ περὶ γῆν δαίμονες, τοῦτο οὐδὲ ἄχρις ἀκοῆς ἀνέχονται ἀπειλούμενον. Ἢ καὶ οὕτως ἄν τις ἀποδοίη τὸν ἀπολογισμόν· τῶν ἀπορρήτων μυστηρίων οἱ δαίμονες ἐπιτροπεύουσι τὴν φυλακήν, οὕτω δή τι διαφερόντως ὡς ἐνταῦθα πρώτως συνεχομένης τῆς ἐν τῷ παντὶ διακοσμήσεως. |
| Myst 6 7 [10] | Διὰ τοῦτο γὰρ μένει μὲν ἐν τάξει τὰ τοῦ παντὸς μόρια, διότι ἡ ἀγαθοποιὸς τοῦ Ὀσίριδος δύναμις ἁγνὴ καὶ ἄχραντος μένει, καὶ οὐ συμμίγνυται πρὸς τὴν ἐναντίαν πλημμέλειαν καὶ ταραχήν, μένει δὲ καὶ ἡ τῶν ὅλων ζωὴ καθαρὰ καὶ ἀδιάφθορος, ἐπειδὴ τὰ ἀπόκρυφα ζωογόνα τῶν λόγων κάλλη τῆς Ἴσιδος οὐ κάτεισιν εἰς τὸ φαινόμενον καὶ ὁρώμενον σῶμα. Ἀκίνητα δὲ διατελεῖ πάντα καὶ ἀειγενῆ, διότι οὐδέποτε ἵσταται ὁ τοῦ ἡλίου δρόμος· τέλεα δὲ καὶ ὁλόκληρα διαμένει πάντα, ἐπειδὴ τὰ ἐν Ἀβύδῳ ἀπόρρητα οὐδέποτε ἀποκαλύπτεται· οἷς οὖν ἔχει τὴν σωτηρίαν τὰ ὅλα (λέγω δὲ ἐν τῷ τὰ ἀπόρρητα κεκρυμμένα ἀεὶ διατηρεῖσθαι καὶ ἐν τῷ τὴν ἄφθεγκτον τῶν θεῶν οὐσίαν μηδέποτε τῆς ἐναντίας μεταλαμβάνειν μοίρας), τοῦτο οὐδ’ ἄχρι φωνῆς ἀνεκτόν ἐστι τοῖς περιγείοις δαίμοσιν ἐπακούειν ὡς ἄλλως ἔχον ἢ βέβηλον γιγνόμενον, καὶ διὰ τοῦτο ἔχει τινὰ πρὸς αὐτοὺς ὁ τοιοῦτος τρόπος τῶν λόγων· θεοῖς δὲ οὐδεὶς ἀπειλεῖ, οὐδ’ ἐστί τις τοιοῦτος τρόπος εὐχῆς πρὸς αὐτοὺς γιγνόμενος. Διόπερ παρὰ Χαλδαίοις, παρ’ οἷς διακέκριται καθαρὸς ὁ πρὸς μόνους τοὺς θεοὺς λόγος, οὐδαμοῦ ἀπειλὴ λέγεται· Αἰγύπτιοι δὲ συμμιγνύοντες ἅμα μετὰ τῶν θείων συνθημάτων καὶ τοὺς δαιμονίους λόγους, χρῶνται ἔστιν ὅτε καὶ ταῖς ἀπειλαῖς. Ἔχεις δὴ καὶ τὴν περὶ τούτων ἀπόκρισιν συντόμως μὲν μετρίως δ’ ἐγᾦμαι ἀποκεκαθαρμένην. Τῆς δ’ αὐτῆς θεοσόφου Μούσης κἀκεῖνα δεῖται εἰς τὴν διάλυσιν τὰ ἀπορήματα· πρότερον δέ σοι βούλομαι τῶν Αἰγυπτίων τὸν τρόπον τῆς θεολογίας διερμηνεῦσαι· οὗτοι γὰρ τὴν φύσιν τοῦ παντὸς καὶ τὴν δημιουργίαν τῶν θεῶν μιμούμενοι καὶ αὐτοὶ τῶν μυστικῶν καὶ ἀποκεκρυμμένων καὶ ἀφανῶν νοήσεων εἰκόνας τινὰς διὰ συμβόλων ἐκφαίνουσιν, ὥσπερ καὶ ἡ φύσις τοῖς ἐμφανέσιν εἴδεσι τοὺς ἀφανεῖς λόγους διὰ συμβόλων τρόπον τινὰ ἀπετυπώσατο, ἡ δὲ τῶν θεῶν δημιουργία τὴν ἀλήθειαν τῶν ἰδεῶν διὰ τῶν φανερῶν εἰκόνων ὑπεγράψατο. |
| Myst 7 1 [5] | Εἰδότες οὖν χαίροντα πάντα τὰ κρείττονα ὁμοιώσει τῶν ὑποδεεστέρων καὶ βουλόμενοι αὐτὰ ἀγαθῶν οὕτω πληροῦν διὰ τῆς κατὰ τὸ δυνατὸν μιμήσεως, εἰκότως καὶ αὐτοὶ τὸν πρόσφορον αὐτῆς τρόπον τῆς κεκρυμμένης ἐν τοῖς συμβόλοις μυσταγωγίας προφέρουσιν. Ἄκουε δὴ οὖν καὶ σὺ κατὰ τὸν τῶν Αἰγυπτίων νοῦν τὴν τῶν συμβόλων νοερὰν διερμήνευσιν, ἀφεὶς μὲν τὸ ἀπὸ τῆς φαντασίας καὶ τῆς ἀκοῆς εἴδωλον αὐτῶν τῶν συμβολικῶν, ἐπὶ δὲ τὴν νοερὰν ἀλήθειαν ἑαυτὸν ἐπαναγαγών. |
| Myst 7 2 [10] | Ἰλὺν μὲν τοίνυν νόει τὸ σωματοειδὲς πᾶν καὶ ὑλικὸν ἢ τὸ θρεπτικὸν καὶ γόνιμον ἢ ὅσον ἐστὶν ἔνυλον εἶδος τῆς φύσεως μετὰ τῶν ἀστάτων τῆς ὕλης ῥευμάτων συμφερόμενον, ἢ ὅσον τὸν ποταμὸν τῆς γενέσεως χωρεῖ, καὶ αὐτὸ μετ’ ἐκείνου συνιζάνον, ἢ τῶν στοιχείων καὶ τῶν περὶ τοῖς στοιχείοις δυνάμεων πασῶν ἀρχηγὸν αἴτιον ἐν πυθμένος λόγῳ προϋποκείμενον. Τοιούτου δὲ ὄντος αὐτοῦ, ὁ τῆς γενέσεως καὶ φύσεως ὅλης καὶ τῶν ἐν τοῖς στοιχείοις δυνάμεων πασῶν αἴτιος θεός, ἅτε δὴ ὑπερέχων τούτων ἄυλος καὶ ἀσώματος καὶ ὑπερφυὴς ἀγέννητός τε καὶ ἀμέριστος ὅλος ἐξ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ ἀναφανείς, προηγεῖται πάντων τούτων καὶ ἐν ἑαυτῷ τὰ ὅλα περιέχει. Καὶ διότι μὲν συνείληφε πάντα καὶ μεταδίδωσιν ἑαυτοῦ τοῖς κοσμικοῖς ὅλοις, ἐξ αὐτῶν ἀνεφάνη· διότι δ’ ὑπερέχει τῶν ὅλων καὶ καθ’ ἑαυτὸν ὑπερήπλωται, ἀναφαίνεται ὡς χωριστὸς ἐξῃρημένος μετέωρος καὶ καθ’ ἑαυτὸν ὑπερηπλωμένος τῶν ἐν τῷ κόσμῳ δυνάμεών τε καὶ στοιχείων. Συμμαρτυρεῖ δὲ τούτῳ καὶ τὸ ἑξῆς σύμβολον. Τὸ γὰρ ἐπὶ λωτῷ καθέζεσθαι ὑπεροχήν τε ὑπὲρ τὴν ἰλὺν αἰνίττεται μὴ ψαύουσαν μηδαμῶς τῆς ἰλύος, καὶ ἡγεμονίαν νοερὰν καὶ ἐμπύριον ἐπιδείκνυται· κυκλοτερῆ γὰρ πάντα ὁρᾶται τὰ τοῦ λωτοῦ, καὶ τὰ ἐν τοῖς φύλλοις εἴδη καὶ τὰ ἐν τοῖς καρποῖς φαινόμενα, ᾗπερ δὴ μόνῃ κινήσει τῇ κατὰ κύκλον νοῦ ἐνέργειά ἐστι συγγενής, τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως καὶ ἐν μιᾷ τάξει καὶ καθ’ ἕνα λόγον ἐμφαίνουσα. Αὐτὸς δὲ δὴ ὁ θεὸς ἵδρυται καθ’ ἑαυτὸν καὶ ὑπὲρ τὴν τοιαύτην ἡγεμονίαν καὶ ἐνέργειαν, σεμνὸς καὶ ἅγιος ὑπερηπλωμένος καὶ μένων ἐν ἑαυτῷ, ὅπερ δὴ τὸ καθέζεσθαι βούλεται σημαίνειν. Ὁ δ’ ἐπὶ πλοίου ναυτιλλόμενος τὴν διακυβερνῶσαν τὸν κόσμον ἐπικράτειαν παρίστησιν. Ὥσπερ οὖν ὁ κυβερνήτης χωριστὸς ὢν τῆς νεὼς τῶν πηδαλίων αὐτῆς ἐπιβέβηκεν, οὕτω χωριστῶς ὁ ἥλιος τῶν οἰάκων τοῦ κόσμου παντὸς ἐπιβέβηκεν. Καὶ καθάπερ ἄνωθεν ἐκ πρύμνης ἀπευθύνει πάντα ὁ κυβερνήτης, ἐνδιδοὺς βραχεῖαν ἐξ ἑαυτοῦ τὴν πρώτην ἀρχὴν τῆς φορᾶς, οὕτω πολὺ πρότερον ὁ θεὸς ἄνωθεν ἀπὸ τῶν πρώτων ἀρχῶν τῆς φύσεως τὰς πρωτουργοὺς αἰτίας τῶν κινήσεων ἀμεριστῶς ἐνδίδωσι· ταῦτα δὴ οὖν καὶ ἔτι πλείονα τούτων ἐνδείκνυται τὸ ναυτίλλεσθαι αὐτὸν ἐπὶ πλοίου. Ἐπεὶ δὲ καὶ πᾶν μόριον τοῦ οὐρανοῦ καὶ πᾶν ζῴδιον καὶ πᾶσα τοῦ οὐρανοῦ φορὰ καὶ πᾶς χρόνος, καθ’ ὃν κινεῖται ὁ κόσμος, καὶ πάντα τὰ ἐν τοῖς ὅλοις δέχονται ἀπὸ τοῦ ἡλίου κατιούσας δυνάμεις, τὰς μὲν συμπλεκομένας αὐτοῖς τὰς δὲ τῆς συμμίξεως αὐτῶν ὑπερβεβηκυίας, παρίστησι καὶ ταύτας ὁ συμβολικὸς τρόπος τῆς σημασίας, τὸ σχηματίζεσθαι μὲν κατὰ ζῴδιον καὶ τὰς μορφὰς ἀμείβειν καθ’ ὥραν τοῖς ῥήμασι διασημαίνων, ἐκδεικνύμενος δὲ τὴν ἀμετάβλητον αὐτοῦ καὶ ἑστῶσαν καὶ ἀνέκλειπτον καὶ ὁμοῦ πᾶσαν καὶ ἀθρόαν εἰς ὅλον τὸν κόσμον δόσιν. |
| Myst 7 3 [25] | Ἀλλ’ ἐπεὶ τὰ δεχόμενα ἄλλα ἀλλαχοῦ περὶ τὴν ἀμέριστον δόσιν τοῦ θεοῦ φέρεται, καὶ αὐτὰ δέχεται πολυειδεῖς δυνάμεις ἀπὸ τοῦ ἡλίου κατὰ τὰς οἰκείας ἑαυτῶν φοράς, διὰ τοῦτο βούλεται μὲν ἡ συμβολικὴ διδαχὴ διὰ τοῦ πλήθους τῶν δοθέντων τὸν ἕνα θεὸν ἐμφαίνειν, καὶ διὰ τῶν πολυτρόπων δυνάμεων τὴν μίαν αὐτοῦ παριστάναι δύναμιν· διὸ καί φησιν αὐτὸν ἕνα εἶναι καὶ τὸν αὐτόν, τὰς δὲ διαμείψεις τῆς μορφῆς καὶ τοὺς μετασχηματισμοὺς ἐν τοῖς δεχομένοις ὑποτίθεται. Διόπερ κατὰ ζῴδιον καὶ καθ’ ὥραν μεταβάλλεσθαι αὐτόν φησιν, ὡς ἐκείνων διαποικιλλομένων περὶ τὸν θεὸν κατὰ τὰς πολλὰς αὐτοῦ ὑποδοχάς. Τοιαύταις εὐχαῖς Αἰγύπτιοι πρὸς ἥλιον χρῶνται οὐκ ἐν ταῖς αὐτοψίαις μόνον ἀλλὰ καὶ ἐν ταῖς κοινοτέραις εὐχαῖς, αἵτινες ἔχουσι τοιοῦτον νοῦν καὶ κατὰ τοιαύτην συμβολικὴν μυσταγωγίαν τῷ θεῷ προσφέρονται· διόπερ οὐδ’ ἂν ἔχοι τινὰ λόγον, εἴ τις αὐτῶν προσάγοιτο ἀντίληψις. Ἃ δ’ ἐστὶ τούτων ἐχόμενα ἐρωτήματα πλείονος μὲν δεῖται διδαχῆς, εἴ τις ἱκανῶς ἐπεξίοι τῷ λόγῳ· δεῖ δ’ ὅμως ἐν ἀποκρίσει διὰ βραχέων τἀληθές πῃ περὶ αὐτῶν διαπερανθῆναι. |
| Myst 7 4 [40] | Τί γὰρ βούλεται τὰ ἄσημα ὀνόματα πυνθάνῃ· τὰ δὲ οὐκ ἔστιν ἄσημα, ὃ σὺ νενόμικας· ἀλλ’ ἡμῖν μὲν ἄγνωστα ἔστω ἢ καὶ γνωστὰ ἔνια, περὶ ὧν παρεδεξάμεθα τὰς ἀναλύσεις παρὰ θεῶν, τοῖς μέντοι θεοῖς πάντα σημαντικά ἐστιν οὐ κατὰ ῥητὸν τρόπον, οὐδ’ οἷός ἐστιν ὁ διὰ τῶν φαντασιῶν παρ’ ἀνθρώποις σημαντικός τε καὶ μηνυτικός, ἀλλ’ ἤτοι νοερῶς [κατὰ τὸν θεῖον αὐτὸν ἀνθρώπειον νοῦν] ἢ καὶ ἀφθέγκτως καὶ κρειττόνως καὶ ἁπλουστέρως [καὶ] κατὰ νοῦν τοῖς θεοῖς συνηνωμένος· ἀφαιρεῖν μὲν οὖν χρὴ πάσας ἐπινοίας καὶ λογικὰς διεξόδους ἀπὸ τῶν θείων ὀνομάτων, ἀφαιρεῖν δὲ καὶ τὰς συμφυομένας τῆς φωνῆς πρὸς τὰ ἐν τῇ φύσει πράγματα φυσικὰς ἀπεικασίας. Ὅσπερ δέ ἐστι νοερὸς καὶ θεῖος τῆς θείας ὁμοιότητος συμβολικὸς χαρακτήρ, τοῦτον ὑποθετέον ἐν τοῖς ὀνόμασιν. Καὶ δὴ κἂν ἄγνωστος ἡμῖν ὑπάρχῃ, αὐτὸ τοῦτό ἐστιν αὐτοῦ τὸ σεμνότατον· κρείττων γάρ ἐστιν ἢ ὥστε διαιρεῖσθαι εἰς γνῶσιν. Ἐφ’ ὧν γε μὴν παρειλήφαμεν τὴν ἐπιστήμην τῆς ἀναλύσεως, ἐπὶ τούτων τῆς θείας οὐσίας καὶ δυνάμεως καὶ τάξεως ἔχομεν ὅλης ἐν τῷ ὀνόματι τὴν εἴδησιν. Καὶ ἔτι ἀθρόαν τὴν μυστικὴν καὶ ἀπόρρητον εἰκόνα τῶν θεῶν ἐν τῇ ψυχῇ διαφυλάττομεν, καὶ τὴν ψυχὴν δι’ αὐτῶν ἀνάγομεν ἐπὶ τοὺς θεούς, καὶ ἀναχθεῖσαν κατὰ τὸ δυνατὸν τοῖς θεοῖς συνάπτομεν. Ἀλλὰ διὰ τί τῶν σημαντικῶν τὰ βάρβαρα πρὸ τῶν ἑκάστῳ οἰκείων προτιμῶμεν; ἔστι δὲ καὶ τούτου μυστικὸς ὁ λόγος. Διότι γὰρ τῶν ἱερῶν ἐθνῶν, ὥσπερ Ἀσσυρίων τε καὶ Αἰγυπτίων, οἱ θεοὶ τὴν ὅλην διάλεκτον ἱεροπρεπῆ κατέδειξαν, διὰ τοῦτο καὶ τὰς κοινολογίας οἰόμεθα δεῖν τῇ συγγενεῖ πρὸς τοὺς θεοὺς λέξει προσφέρειν, καὶ διότι πρῶτος καὶ παλαιότερός ἐστιν ὁ τοιοῦτος τρόπος τῆς φωνῆς, καὶ μάλιστα ἐπειδὴ οἱ μαθόντες τὰ πρῶτα ὀνόματα περὶ τῶν θεῶν μετὰ τῆς οἰκείας γλώττης αὐτὰ συμμίξαντες παραδεδώκασιν ἡμῖν, ὡς οἰκείας καὶ προσφόρου πρὸς αὐτὰ ὑπαρχούσης, ἀκίνητον διατηροῦμεν δεῦρο ἀεὶ τὸν θεσμὸν τῆς παραδόσεως. Εἴπερ γάρ τι τοῖς θεοῖς ἄλλο προσήκει, δηλονότι καὶ τὸ ἀίδιον καὶ ἀμετάβλητον αὐτοῖς ἐστι συγγενές. Ἀλλ’ ὁ ἀκούων, φής, πρὸς τὰ σημαινόμενα ἀφορᾷ, ὥστε αὐτάρκης ἡ αὐτὴ μένουσα ἔννοια, κἂν ὁποιονοῦν ὑπάρχῃ τοὔνομα. |
| Myst 7 5 [55] | Τὸ δ’ οὐ τοιοῦτόν ἐστιν οἷον σὺ προσεδόκησας· εἰ μὲν γὰρ ἦν κατὰ συνθήκην κείμενα τὰ ὀνόματα, οὐδὲν διέφερε τὰ ἕτερα ἀντὶ τῶν ἑτέρων μεταλαμβάνειν· εἰ δὲ τῇ φύσει συνήρτηται τῶν ὄντων, τὰ μᾶλλον αὐτῇ προσεοικότα καὶ τοῖς θεοῖς ἐστι δήπου προσφιλέστερα· ἐκ δὴ τοῦδε καταφαίνεται ὡς εὐλόγως καὶ ἡ τῶν ἱερῶν ἐθνῶν προκέκριται φωνὴ πρὸ τῶν ἄλλων ἀνθρώπων· οὐδὲ γὰρ πάντως τὴν αὐτὴν διασώζει διάνοιαν μεθερμηνευόμενα τὰ ὀνόματα, ἀλλ’ ἔστι τινὰ καθ’ ἕκαστον ἔθνος ἰδιώματα, ἀδύνατα εἰς ἄλλο ἔθνος διὰ φωνῆς σημαίνεσθαι· ἔπειτα κἂν εἰ οἷόν τε αὐτὰ μεθερμηνεύειν, ἀλλὰ τήν γε δύναμιν οὐκέτι φυλάττει τὴν αὐτήν· ἔχει δὲ καὶ τὰ βάρβαρα ὀνόματα πολλὴν μὲν ἔμφασιν πολλὴν δὲ συντομίαν, ἀμφιβολίας τε ἐλάττονος μετέσχηκε καὶ ποικιλίας καὶ τοῦ πλήθους τῶν λέξεων· διὰ πάντα δὴ οὖν ταῦτα συναρμόζει τοῖς κρείττοσιν. Ἄνελε οὖν ἐκ μέσων τὰς ἀποπιπτούσας τῆς ἀληθείας ὑπονοίας, ἢ ὡς Αἰγύπτιος ἢ αἰγυπτίᾳ φωνῇ χρώμενός ἐστιν ὁ καλούμενος· ἀλλὰ μᾶλλον ἐκεῖνο ὑπολάμβανε, ὡς Αἰγυπτίων πρώτων τὴν μετουσίαν τῶν θεῶν διακληρωσαμένων, καὶ οἱ θεοὶ χαίρουσι τοῖς Αἰγυπτίων θεσμοῖς καλούμενοι· οὐδ’ αὖ γοήτων ἐστὶ ταῦτα πάντα τεχνάσματα· πῶς γὰρ ἂν τὰ μάλιστα συνηνωμένα τοῖς θεοῖς καὶ ἡμᾶς πρὸς αὐτοὺς συνάπτοντα καὶ μόνον οὐχὶ τὰς ἴσας δυνάμεις ἔχοντα τοῖς κρείττοσι, φανταστικὰ ἂν εἴη πλάσματα, ὧν χωρὶς οὐδὲν ἱερατικὸν ἔργον γίγνεται; ἀλλ’ οὐδὲ προκαλύμματα ταῦτα διὰ τῶν ἐπιφημιζομένων τῷ θείῳ τῶν περὶ ἡμᾶς γίγνεται παθῶν. Οὐ γὰρ ἀφ’ ὧν ἂν ἡμεῖς πάθωμεν, τοὐναντίον δὲ ἀπὸ τῶν οἰκείων τοῖς θεοῖς ὁρμώμενοι τὰς προσφόρους αὐτοῖς λέξεις κατὰ φύσιν προσφέρομεν· οὐδ’ ἐναντίας ποιούμεθα περὶ τοῦ θείου τὰς ἐννοίας ᾗ αὐτὸ τῷ ὄντι διάκειται· ἀλλ’ ᾗπερ ἔχει φύσεως, καὶ ὡς τετυχήκασι τῆς περὶ αὐτοῦ ἀληθείας οἱ πρῶτοι καταστησάμενοι τοὺς νόμους τῆς ἱερᾶς ἁγιστείας, οὕτως ἐν αὐτοῖς ἐμμένομεν· εἴπερ γάρ τι τῶν ἄλλων τῶν ἱεροπρεπῶς νομίμων, καὶ τὸ ἀμετάπτωτον αὐτοῖς συναρμόζει· καὶ δεῖ τὰ τῶν παλαιῶν εὐχῶν, ὥσπερ ἱερὰ ἄσυλα, τηρεῖσθαι κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως, μήτε ἀφαιροῦντάς τι ἀπ’ αὐτῶν μήτε προστιθέντας τι αὐταῖς ἀλλαχόθεν. Σχεδὸν γὰρ καὶ τοῦτο αἴτιον νυνὶ γέγονε τοῦ πάντα ἐξίτηλα καθεστηκέναι καὶ τὰ ὀνόματα καὶ τὰ τῶν εὐχῶν, διότι μεταβαλλόμενα ἀεὶ διὰ τὴν καινοτομίαν καὶ παρανομίαν τῶν Ἑλλήνων οὐδὲν παύεται. Φύσει γὰρ Ἕλληνές εἰσι νεωτεροποιοὶ καὶ ᾄττοντες φέρονται πανταχῇ, οὐδὲν ἔχοντες ἕρμα ἐν ἑαυτοῖς· οὐδ’ ὅπερ ἂν δέξωνται παρά τινων διαφυλάττοντες, ἀλλὰ καὶ τοῦτο ὀξέως ἀφιέντες, πάντα κατὰ τὴν ἄστατον εὑρεσιλογίαν μεταπλάττουσιν· βάρβαροι δέ, μόνιμοι τοῖς ἤθεσιν ὄντες, καὶ τοῖς λόγοις βεβαίως τοῖς αὐτοῖς ἐμμένουσιν· διόπερ αὐτοί τέ εἰσι προσφιλεῖς τοῖς θεοῖς καὶ τοὺς λόγους αὐτοῖς προσφέρουσι κεχαρισμένους· διαμείβειν τε αὐτοὺς κατ’ οὐδένα τρόπον οὐδενὶ ἀνθρώπῳ θεμιτόν ἐστιν. |
| Myst 7 5 (50) [5] | Τοιαῦτα καὶ περὶ τῶν ὀνομάτων τῶν τε ἀφθέγκτων καὶ τῶν βαρβάρων μὲν καλουμένων ἱεροπρεπῶν δὲ ὄντων πρὸς σὲ ἀποκρινόμεθα. Τούτων δὲ ἀποστάς, ὡς φῄς, βούλει σοι δηλωθῆναι τί τὸ πρῶτον αἴτιον ἡγοῦνται εἶναι Αἰγύπτιοι, πότερον νοῦν ἢ ὑπὲρ νοῦν, καὶ μόνον ἢ μετ’ ἄλλου ἢ ἄλλων, καὶ πότερον ἀσώματον ἢ σωματικόν, καὶ εἰ τῷ δημιουργῷ τὰ αὐτὰ ἢ πρὸ τοῦ δημιουργοῦ, καὶ εἰ ἐξ ἑνὸς τὰ πάντα ἢ ἐκ πολλῶν, καὶ εἰ ὕλην ἴσασιν ἢ σώματα ποιὰ πρῶτα, καὶ ἀγέννητον ὕλην ἢ γεννητήν. |
| Myst 8 1 [20] | Ἐγὼ δέ σοι πρῶτον ἐρῶ τὴν αἰτίαν δι’ ἣν ἔν τε γράμμασι τῶν ἀρχαίων ἱερογραμματέων πολλαὶ καὶ ποικίλαι δόξαι περὶ τούτων φέρονται, καὶ παρὰ τοῖς ἔτι ζῶσι τῶν σοφῶν τὰ μεγάλα οὐχ ἁπλῶς ὁ λόγος παραδίδοται. Λέγω δὴ οὖν ὡς πολλῶν οὐσιῶν ὑπαρχουσῶν καὶ τούτων διαφερουσῶν πάμπληθες, πολλαὶ παρεδόθησαν αὐτῶν καὶ ἀρχαὶ διαφόρους ἔχουσαι τάξεις, ἄλλαι παρ’ ἄλλοις τῶν παλαιῶν ἱερέων· τὰς μὲν οὖν ὅλας Ἑρμῆς ἐν ταῖς δισμυρίαις βίβλοις, ὡς Σέλευκος ἀπεγράψατο, ἢ ταῖς τρισμυρίαις τε καὶ ἑξακισχιλίαις καὶ πεντακοσίαις καὶ εἴκοσι πέντε, ὡς Μανεθὼς ἱστορεῖ, τελέως ἀνέδειξεν. Τὰς δ’ ἐπὶ τῶν κατὰ μέρος οὐσιῶν ἄλλοι ἄλλας διαβάλλοντες τῶν παλαιῶν πολλαχοῦ διερμηνεύουσιν. Δεῖ δὲ τἀληθὲς περὶ πασῶν ἀνευρεθῆναι, συντόμως τε αὐτό σοι κατὰ τὸ δυνατὸν διερμηνεῦσαι. Καὶ πρῶτον μὲν ὃ πρῶτον ἠρώτησας περὶ τούτου ἄκουε. Πρὸ τῶν ὄντως ὄντων καὶ τῶν ὅλων ἀρχῶν ἐστι θεὸς εἷς, πρώτιστος καὶ τοῦ πρώτου θεοῦ καὶ βασιλέως, ἀκίνητος ἐν μονότητι τῆς ἑαυτοῦ ἑνότητος μένων. |
| Myst 8 2 [5] | Οὔτε γὰρ νοητὸν αὐτῷ ἐπιπλέκεται οὔτε ἄλλο τι· παράδειγμα δὲ ἵδρυται τοῦ αὐτοπάτορος αὐτογόνου καὶ μονοπάτορος θεοῦ τοῦ ὄντως ἀγαθοῦ· μεῖζον γάρ τι καὶ πρῶτον καὶ πηγὴ τῶν πάντων καὶ πυθμὴν τῶν νοουμένων πρώτων ἰδεῶν ὄντων. Ἀπὸ δὲ τοῦ ἑνὸς τούτου ὁ αὐτάρκης θεὸς ἑαυτὸν ἐξέλαμψε, διὸ καὶ αὐτοπάτωρ καὶ αὐτάρχης· ἀρχὴ γὰρ οὗτος καὶ θεὸς θεῶν, μονὰς ἐκ τοῦ ἑνός, προούσιος καὶ ἀρχὴ τῆς οὐσίας. Ἀπ’ αὐτοῦ γὰρ ἡ οὐσιότης καὶ ἡ οὐσία, διὸ καὶ οὐσιοπάτωρ καλεῖται· αὐτὸς γὰρ τὸ προόντως ὄν ἐστι, τῶν νοητῶν ἀρχή, διὸ καὶ νοητάρχης προσαγορεύεται. Αὗται μὲν οὖν εἰσιν ἀρχαὶ πρεσβύταται πάντων, ἃς Ἑρμῆς πρὸ τῶν αἰθερίων καὶ ἐμπυρίων θεῶν προτάττει καὶ τῶν ἐπουρανίων· ἑκατὸν μὲν περὶ τῆς ἱστορίας τῶν ἐμπυρίων καὶ ἰσάριθμα τούτοις περὶ τῶν αἰθερίων συγγράμματα παραδούς, χίλια δὲ περὶ τῶν ἐπουρανίων. Κατ’ ἄλλην δὲ τάξιν προτάττει θεὸν τὸν Ἠμὴφ τῶν ἐπουρανίων θεῶν ἡγούμενον, ὅν φησι νοῦν εἶναι αὐτὸν ἑαυτὸν νοοῦντα καὶ τὰς νοήσεις εἰς ἑαυτὸν ἐπιστρέφοντα· τούτου δὲ τὸ ἓν ἀμερὲς καὶ ὅ φησι πρῶτον μαίευμα προτάττει, ὃν καὶ Εἰκτὼν ἐπονομάζει· ἐν ᾧ δὴ τὸ πρῶτόν ἐστι νοοῦν καὶ τὸ πρῶτον νοητόν, ὃ δὴ καὶ διὰ σιγῆς μόνης θεραπεύεται. |
| Myst 8 3 [5] | Ἐπὶ δὲ τούτοις τῶν ἐμφανῶν δημιουργίας ἄλλοι προεστήκασιν ἡγεμόνες. Ὁ γὰρ δημιουργικὸς νοῦς καὶ τῆς ἀληθείας προστάτης καὶ σοφίας, ἐρχόμενος μὲν ἐπὶ γένεσιν, καὶ τὴν ἀφανῆ τῶν κεκρυμμένων λόγων δύναμιν εἰς φῶς ἄγων, Ἀμοῦν κατὰ τὴν τῶν Αἰγυπτίων γλῶσσαν λέγεται, συντελῶν δὲ ἀψευδῶς ἕκαστα καὶ τεχνικῶς μετ’ ἀληθείας Φθὰ (Ἕλληνες δὲ εἰς Ἥφαιστον μεταλαμβάνουσι τὸν Φθὰ τῷ τεχνικῷ μόνον προσβάλλοντες), ἀγαθῶν δὲ ποιητικὸς ὢν Ὄσιρις κέκληται, καὶ ἄλλας δι’ ἄλλας δυνάμεις τε καὶ ἐνεργείας ἐπωνυμίας ἔχει. Ἔστι δὴ οὖν καὶ ἄλλη τις ἡγεμονία παρ’ αὐτοῖς τῶν περὶ γένεσιν ὅλων στοιχείων καὶ τῶν ἐν αὐτοῖς δυνάμεων, τεττάρων μὲν ἀρρενικῶν τεττάρων δὲ θηλυκῶν, ἥντινα ἀπονέμουσιν ἡλίῳ· καὶ ἄλλη τῆς φύσεως ὅλης τῆς περὶ γένεσιν ἀρχή, ἥντινα σελήνῃ διδόασιν. Κατὰ μέρη τε διαλαμβάνοντες τὸν οὐρανὸν εἰς δύο μοίρας ἢ τέτταρας ἢ δώδεκα ἢ ἓξ καὶ τριάκοντα ἢ διπλασίας τούτων ἢ ἄλλως ὁπωσοῦν αὐτὰς διαιροῦντες, ἡγεμονίας καὶ τούτων προτάττουσι πλείονας ἢ ἐλάττονας, πάλιν δὲ αὖ τὸν ὑπερέχοντα αὐτῶν ἕνα προτιθέασιν. Καὶ οὕτως ἄνωθεν ἄχρι τῶν τελευταίων ἡ περὶ τῶν ἀρχῶν Αἰγυπτίοις πραγματεία ἀφ’ ἑνὸς ἄρχεται, καὶ πρόεισιν εἰς πλῆθος, τῶν πολλῶν αὖθις ὑφ’ ἑνὸς διακυβερνωμένων καὶ πανταχοῦ τῆς ἀορίστου φύσεως ἐπικρατουμένης ὑπό τινος ὡρισμένου μέτρου καὶ τῆς ἀνωτάτω ἑνιαίας πάντων αἰτίας. Ὕλην δὲ παρήγαγεν ὁ θεὸς ἀπὸ τῆς οὐσιότητος ὑποσχισθείσης ὑλότητος, ἣν παραλαβὼν ὁ δημιουργὸς ζωτικὴν οὖσαν τὰς ἁπλᾶς καὶ ἀπαθεῖς σφαίρας ἀπ’ αὐτῆς ἐδημιούργησε, τὸ δὲ ἔσχατον αὐτῆς εἰς τὰ γεννητὰ καὶ φθαρτὰ σώματα διεκόσμησεν. Διευκρινηθέντων δὴ οὖν τούτων οὕτως, καὶ τῶν ἐν τοῖς συγγράμμασιν οἷς λέγεις περιτετυχηκέναι σαφής ἐστιν ἡ διάλυσις· τὰ μὲν γὰρ φερόμενα ὡς Ἑρμοῦ ἑρμαϊκὰς περιέχει δόξας, εἰ καὶ τῇ τῶν φιλοσόφων γλώττῃ πολλάκις χρῆται· μεταγέγραπται γὰρ ἀπὸ τῆς αἰγυπτίας γλώττης ὑπ’ ἀνδρῶν φιλοσοφίας οὐκ ἀπείρως ἐχόντων. |
| Myst 8 4 [5] | Χαιρήμων δὲ καὶ οἵτινες ἄλλοι τῶν περὶ τὸν κόσμον ἅπτονται πρώτων αἰτίων, τὰς τελευταίας ἀρχὰς ἐξηγοῦνται· ὅσοι τε τοὺς πλανήτας καὶ τὸν ζωδιακὸν τούς τε δεκανοὺς καὶ ὡροσκόπους καὶ τοὺς λεγομένους κραταιοὺς καὶ ἡγεμόνας παραδιδόασι, τὰς μεριστὰς τῶν ἀρχῶν διανομὰς ἀναφαίνουσιν. Τά τε ἐν τοῖς σαλμεσχινιακοῖς μέρος τι βραχύτατον περιέχει τῶν ἑρμαϊκῶν διατάξεων· καὶ τὰ περὶ ἀστέρων ἢ φάσεων ἢ κρύψεων ἢ σελήνης αὐξήσεων ἢ μειώσεων ἐν τοῖς ἐσχάτοις εἶχε τὴν παρ’ Αἰγυπτίοις αἰτιολογίαν. Φυσικά τε οὐ λέγουσιν εἶναι πάντα Αἰγύπτιοι, ἀλλὰ καὶ τὴν τῆς ψυχῆς ζωὴν καὶ τὴν νοερὰν ἀπὸ τῆς φύσεως διακρίνουσιν οὐκ ἐπὶ τοῦ παντὸς μόνον ἀλλὰ καὶ ἐφ’ ἡμῶν· νοῦν τε καὶ λόγον προστησάμενοι καθ’ ἑαυτοὺς ὄντας, οὕτω δημιουργεῖσθαί φασι τὰ γιγνόμενα· προπάτορά τε τῶν ἐν γενέσει δημιουργὸν προτάττουσι, καὶ τὴν πρὸ τοῦ οὐρανοῦ καὶ τὴν ἐν τῷ οὐρανῷ ζωτικὴν δύναμιν γιγνώσκουσι· καθαρόν τε νοῦν ὑπὲρ τὸν κόσμον προτιθέασι, καὶ ἕνα ἀμέριστον ἐν ὅλῳ τῷ κόσμῳ, καὶ διῃρημένον ἐπὶ πάσας τὰς σφαίρας ἕτερον. Καὶ ταῦτα οὐδ’ ὅλως ψιλῶς θεωροῦσιν, ἀλλὰ καὶ διὰ τῆς ἱερατικῆς θεουργίας ἀναβαίνειν ἐπὶ τὰ ὑψηλότερα καὶ καθολικώτερα καὶ τῆς εἱμαρμένης ὑπερκείμενα παραγγέλλουσι πρὸς τὸν θεὸν καὶ δημιουργόν, μήτε ὕλην προσποιουμένους μήτε ἄλλο τι προσπαραλαμβάνοντας ἢ μόνον καιροῦ παρατήρησιν. Ὑφηγήσατο δὲ καὶ ταύτην τὴν ὁδὸν Ἑρμῆς· ἡρμήνευσε δὲ Βίτυς προφήτης Ἄμμωνι βασιλεῖ ἐν ἀδύτοις εὑρὼν ἀναγεγραμμένην ἐν ἱερογλυφικοῖς γράμμασι κατὰ Σάιν τὴν ἐν Αἰγύπτῳ· τό τε τοῦ θεοῦ ὄνομα παρέδωκε τὸ διῆκον δι’ ὅλου τοῦ κόσμου· εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ περὶ τῶν αὐτῶν συντάξεις, ὥστε οὐκ ὀρθῶς μοι δοκεῖς πάντα ἐπὶ φυσικὰ ἀνάγειν αἴτια τὰ παρ’ Αἰγυπτίοις. |
| Myst 8 5 [15] | Εἰσί τε γὰρ ἀρχαὶ παρ’ αὐτοῖς πλείονες καὶ περὶ πλειόνων οὐσιῶν, ὑπερκόσμιοί τε δυνάμεις ἃς καὶ διὰ τῆς ἱερατικῆς ἁγιστείας ἐθεράπευσαν. Ἐμοὶ μὲν οὖν κοινὰς ταῦτα δοκεῖ παρέχεσθαι ἀφορμὰς εἰς τὴν διάλυσιν καὶ τῶν μετὰ ταῦτα ἐπεζητημένων ὅλων. Ἀλλ’ ἐπεὶ δεῖ μηδὲν ἀνεξέταστον αὐτῶν παραλιπεῖν, προσιστώμεθα καὶ τούτοις τοῖς προβλήμασι, περικρούσωμέν τε αὐτὰ πανταχόθεν, ἵν’ εἰδῶμεν ὅπῃ σαθρόν τι διαδοξάζει. Λέγεις τοίνυν ὡς Αἰγυπτίων οἱ πλείους καὶ τὸ ἐφ’ ἡμῖν ἐκ τῆς τῶν ἀστέρων ἀνῆψαν κινήσεως. |
| Myst 8 6 [5] | Τὸ δὲ πῶς ἔχει δεῖ διὰ πλειόνων ἀπὸ τῶν ἑρμαϊκῶν σοι νοημάτων διερμηνεῦσαι. Δύο γὰρ ἔχει ψυχάς, ὡς ταῦτά φησι τὰ γράμματα, ὁ ἄνθρωπος· καὶ ἡ μέν ἐστιν ἀπὸ τοῦ πρώτου νοητοῦ, μετέχουσα καὶ τῆς τοῦ δημιουργοῦ δυνάμεως, ἡ δὲ ἐνδιδομένη ἐκ τῆς τῶν οὐρανίων περιφορᾶς, εἰς ἣν ἐπεισέρπει ἡ θεοπτικὴ ψυχή· τούτων δὴ οὕτως ἐχόντων ἡ μὲν ἀπὸ τῶν κόσμων εἰς ἡμᾶς καθήκουσα ψυχὴ ταῖς περιόδοις συνακολουθεῖ τῶν κόσμων, ἡ δὲ ἀπὸ τοῦ νοητοῦ νοητῶς παροῦσα τῆς γενεσιουργοῦ κυκλήσεως ὑπερέχει, καὶ κατ’ αὐτὴν ἥ τε λύσις γίγνεται τῆς εἱμαρμένης καὶ ἡ πρὸς τοὺς νοητοὺς θεοὺς ἄνοδος, θεουργία τε ὅση πρὸς τὸ ἀγέννητον ἀνάγεται κατὰ τὴν τοιαύτην ζωὴν ἀποτελεῖται. Οὐκέτι δὴ οὖν, ὃ σὺ ἀπορεῖς, δεσμοῖς ἀλύτοις ἀνάγκης, ἣν εἱμαρμένην καλοῦμεν, ἐνδέδεται πάντα· ἔχει γὰρ ἀρχὴν οἰκείαν ἡ ψυχὴ τῆς εἰς τὸ νοητὸν περιαγωγῆς καὶ τῆς ἀποστάσεως μὲν ἀπὸ τῶν γιγνομένων ἐπὶ δὲ τὸ ὂν καὶ τὸ θεῖον συναφῆς. |
| Myst 8 7 [5] | Οὐδ’ αὖ τοῖς θεοῖς τὴν εἱμαρμένην ἀνήψαμεν, οὓς ὡς λυτῆρας τῆς εἱμαρμένης ἔν τε ἱεροῖς καὶ ξοάνοις θεραπεύομεν. Ἀλλ’ οἱ μὲν θεοὶ λύουσι τὴν εἱμαρμένην, αἱ δ’ ἀπ’ αὐτῶν ἔσχαται φύσεις καθήκουσαι καὶ συμπλεκόμεναι τῇ γενέσει τοῦ κόσμου καὶ τῷ σώματι τὴν εἱμαρμένην ἐπιτελοῦσιν· εἰκότως ἄρα τοῖς θεοῖς ἁγιστείαν πᾶσαν προσάγομεν, ὅπως ἂν μόνοι διὰ πειθοῦς νοερᾶς τῆς ἀνάγκης ἄρχοντες τὰ ἀπὸ τῆς εἱμαρμένης ἀποκείμενα κακὰ ἀπολύωσιν. Ἀλλ’ οὐδὲ πάντ’ ἔχεται ἐν τῇ φύσει τῆς εἱμαρμένης, ἀλλ’ ἔστι καὶ ἑτέρα τῆς ψυχῆς ἀρχὴ κρείττων πάσης φύσεως καὶ γνώσεως, καθ’ ἣν καὶ θεοῖς ἑνοῦσθαι δυνάμεθα καὶ τῆς κοσμικῆς τάξεως ὑπερέχειν, ἀιδίου τε ζωῆς καὶ τῶν ὑπερουρανίων θεῶν τῆς ἐνεργείας μετέχειν. Κατὰ δὴ ταύτην οἷοί τέ ἐσμεν καὶ ἑαυτοὺς λύειν. Ὅταν γὰρ δὴ τὰ βελτίονα τῶν ἐν ἡμῖν ἐνεργῇ, καὶ πρὸς τὰ κρείττονα ἀνάγηται αὐτῆς ἡ ψυχή, τότε χωρίζεται παντάπασι τῶν κατεχόντων αὐτὴν εἰς τὴν γένεσιν, καὶ ἀφίσταται τῶν χειρόνων, ζωήν τε ἑτέραν ἀνθ’ ἑτέρας ἀλλάττεται, καὶ δίδωσιν ἑαυτὴν εἰς ἄλλην διακόσμησιν τὴν προτέραν ἀφεῖσα παντελῶς. Τί οὖν; οἷόν τέ ἐστι διὰ τῶν πολευόντων θεῶν λύειν ἑαυτόν, καὶ τοὺς αὐτοὺς ἡγεῖσθαι μοιρηγέτας καὶ δεσμοῖς ἀλύτοις τοὺς βίους δεσμεύοντας; κωλύει μὲν ἴσως οὐδὲν καὶ τοῦτο, εἰ τῶν θεῶν πολλὰς περιεχόντων οὐσίας καὶ δυνάμεις ἐν ἑαυτοῖς, ἐνυπάρχουσιν ἐν αὐτοῖς ἄλλαι τε ἀμήχανοι ὅσαι διαφοραὶ καὶ ἐναντιώσεις. |
| Myst 8 8 [30] | Οὐ μὴν ἀλλὰ καὶ τοῦτο ἔνεστι λέγειν, ὡς ἐν ἑκάστῳ τῶν θεῶν, καὶ τῶν ἐμφανῶν, εἰσί τινες οὐσίας νοηταὶ ἀρχαί, δι’ ὧν γίγνεται ἡ ἀπὸ τῆς γενέσεως τῶν κόσμων ταῖς ψυχαῖς ἀπαλλαγή. Εἰ δ’ ἄρα τις καὶ δύο γένη περικοσμίων καὶ ὑπερκοσμίων θεῶν ἀπολείποι, διὰ τῶν ὑπερκοσμίων ἔσται ταῖς ψυχαῖς ἡ ἀπόλυσις· ταῦτα μὲν οὖν ἐν τοῖς περὶ θεῶν ἀκριβέστερον λέγεται, τίνες τέ εἰσιν ἀναγωγοὶ καὶ κατὰ ποίας αὐτῶν δυνάμεις, πῶς τε τὴν εἱμαρμένην λύουσι καὶ διὰ τίνων ἱερατικῶν ἀνόδων, τάξις τε ὁποία τῆς κοσμικῆς ἐστι φύσεως, καὶ ὅπως ἡ νοερὰ ταύτης ἐπικρατεῖ τελειοτάτη ἐνέργεια· ὥστε οὐδ’ ὅπερ ἐκ τῶν Ὁμηρικῶν σὺ παρέθηκας, τὸ στρεπτοὺς εἶναι τοὺς θεούς, ὅσιόν ἐστι φθέγγεσθαι. Νόμοις γὰρ ἀχράντοις καὶ νοεροῖς ὥρισται πάλαι τὰ ἔργα τῆς ἱερᾶς ἁγιστείας, τάξει τε μείζονι καὶ δυνάμει λύεται τὰ καταδεέστερα, εἰς βελτίονά τε μεθισταμένων ἡμῶν λῆξιν ἀπόστασις γίγνεται τῶν καταδεεστέρων· καὶ οὐ παρὰ τὸν ἐξ ἀρχῆς τι θεσμὸν ἐπιτελεῖται ἐν τῷ τοιῷδε, ἵνα μεταστραφῶσιν οἱ θεοὶ κατὰ τὴν εἰς ὕστερον γιγνομένην ἱερουργίαν, ἀλλ’ ἀπὸ τῆς πρώτης καθόδου ἐπὶ τούτῳ κατέπεμψεν ὁ θεὸς τὰς ψυχάς, ἵνα πάλιν εἰς αὐτὸν ἐπανέλθωσιν. Οὔτε οὖν μεταβολή τις γίγνεται διὰ τῆς τοιαύτης ἀναγωγῆς οὔτε μάχονται αἱ κάθοδοι τῶν ψυχῶν καὶ αἱ ἄνοδοι. Ὥσπερ γὰρ καὶ ἐν τῷ παντὶ τῇ νοερᾷ οὐσίᾳ ἡ γένεσις καὶ τὸ πᾶν τόδε συνήρτηται, οὕτω καὶ ἐν τῇ τῶν ψυχῶν διακοσμήσει τῇ περὶ γένεσιν αὐτῶν ἐπιμελείᾳ συμφωνεῖ καὶ ἡ ἀπὸ γενέσεως λύσις. Φέρε δὴ οὖν καὶ τὴν πολύτροπον ἀπορίαν τὴν περὶ τοῦ ἰδίου δαίμονος ποικίλαις τε ἀντιλήψεσι χρωμένην ἀπευθύνειν πειραθῶμεν τὸν δυνατὸν ἡμῖν τρόπον. |
| Myst 9 1 [5] | Ὡς μὲν οὖν ἁπλῶς εἰπεῖν, διττῆς οὔσης περὶ τὸν ἴδιον δαίμονα πραγματείας, τῆς μὲν θεουργικῆς τῆς δὲ τεχνικῆς, καὶ τῆς μὲν ἀπὸ τῶν ἄνωθεν αἰτίων αὐτὸν ἐπικαλουμένης, τῆς δὲ ἀπὸ τῶν ἐν τῇ γενέσει φανερῶν περιόδων, καὶ τῆς μὲν οὐδὲν προσχρωμένης γενεθλιαλογίᾳ, τῆς δὲ ἐφαπτομένης καὶ τῶν τοιούτων μεθόδων, καὶ τῆς μὲν ὑπὲρ τὴν φύσιν καθολικώτερον, τῆς δὲ μεριστῶς κατὰ τὴν φύσιν αὐτὸν θεραπευούσης, ἀτόπως μοι σὺ δοκεῖς τὴν τελειοτέραν ἱερουργίαν ἐπὶ τὴν ἀνθρωπίνην ὑπενεχθῆναι, καὶ ἐπὶ ταύτης γυμνάσαι τὰς σαυτοῦ ἐρωτήσεις. Ἔπειτα καὶ ἐνταῦθά μοι φαίνῃ βραχύ τι μόριον τῆς περὶ αὐτὸν πραγματείας ἀποτεμέσθαι· εἰωθότων γὰρ τῶν περὶ τὴν φύσιν ἐργοτεχνιτῶν ἀπό τε τῶν δεκανῶν καὶ τῶν λειτουργῶν, ζῳδίων τε καὶ ἄστρων, ἡλίου τε καὶ σελήνης, καὶ ἀπὸ τῶν ἄρκτων, ἀφ’ ὅλων τε τῶν στοιχείων καὶ ἀπὸ τοῦ κόσμου καλεῖν αὐτὸν τεταγμένως, οὐκ ὀρθῶς σὺ κατανειμάμενος ἕν τι βραχύτατον τὸ τοῦ οἰκοδεσπότου μόριον, περὶ αὐτὸ τὰς ζητήσεις ἐποιήσω. |
| Myst 9 2 [15] | Καὶ ἐνταῦθα πάλιν ἀφέ〈με〉νος τοῦ προκειμένου καὶ τοῦ διερευνήσασθαι πῶς μὲν ὁ οἰκοδεσπότης αὐτὸν δίδωσι, κατὰ τίνα δὲ ἀτοπίαν ἢ ἀπόρροιαν ἢ ζωὴν ἢ δύναμιν εἰς ἡμᾶς ἀπ’ αὐτοῦ καθήκει, περὶ γενεθλιαλογίας ποιῇ τὸν λόγον, εἴτε ὑφέστηκεν εἴτε μή, καὶ περὶ εὑρέσεως τοῦ οἰκοδεσπότου, εἴτε ἀδύνατός ἐστιν εἴτε δυνατή· ταῦτα δὴ τίνα ἔχει λόγον πρὸς τὴν περὶ τοῦ δαίμονος ἐπικράτειαν; δῆλον γὰρ ὡς οὐδὲν διαφέρει πρὸς τὴν οὐσίαν αὐτοῦ τὰ τοιαῦτα τὸ ἡμᾶς εἰδέναι πῶς ὑφέστηκεν. Καὶ γὰρ ἐπὶ τῶν ἐν τῇ φύσει γιγνομένων, κἂν μὴ τυγχάνωμεν ἐπιστάμενοι 〈πῶσ〉 γίγνεται, τὰ ἐν τῷ παντὶ ὅμως ἔχει τὴν οἰκείαν ἕκαστα βεβαιότητα τῆς ἑαυτῶν οὐσίας. Κοινῶς μὲν οὖν οὕτω πρὸς τὰς ἀπορίας ἀπηντήσαμεν· κατ’ ἰδίαν δὲ θέντες ὅσα ἐπιζητεῖς, πειρασόμεθα περὶ αὐτῶν ἀποδοῦναί σοι τὰς διαλύσεις. Φῂς γὰρ δὴ ὡς οὗτος ἦν ἄρα εὐδαίμων ὅστις μαθὼν τὸ σχῆμα τῆς αὑτοῦ γενέσεως τὰ εἱμαρμένα ἐκθύσαιτο γνοὺς τὸν ἑαυτοῦ δαίμονα· ἐμοὶ δὲ δοκεῖς ταῦτα οὐ πάνυ σύμφωνα λέγειν οὔτε αὐτὰ πρὸς ἑαυτὰ οὔτε πρὸς τὴν ἀλήθειαν· εἰ μὲν γὰρ ἀπὸ τοῦ σχήματος τῆς γενέσεως ἀπονενέμηται ἡμῖν ὁ δαίμων, κἀκεῖθεν αὐτὸν ἀνευρίσκομεν, πῶς ἂν ἀπολυσαίμεθα τὰ εἱμαρμένα διὰ τῆς γνώσεως τοῦ καθ’ εἱμαρμένην ἡμῖν δοθέντος δαίμονος; εἰ δὲ ἐκθυόμεθα ὄντως τὰ ἀναγκαῖα, ὥσπερ δὴ σὺ λέγεις, διὰ τοῦ δαίμονος, πῶς ἔτι καθ’ εἱμαρμένην ἡμῖν συγκεκλήρωται; Μάχεται μὲν οὖν οὑτωσὶ τὰ νῦν εἰρημένα πρὸς ἑαυτά, πρὸς δὲ τὴν ἀλήθειαν διαφωνεῖ· ἐπειδὴ οὐ πάντως ἀπὸ τοῦ σχήματος τῆς ἰδίας γενέσεως ὁ οἰκεῖος ἑκάστῳ δαίμων ἐφήκει, ἀλλ’ ἦν τις αὐτοῦ καὶ πρεσβυτέρα ἀρχὴ ταύτης, ἣν εἰσαῦθις μέτιμεν· καὶ διότι εἰ μόνως ἐντεῦθεν ἐθεωρεῖτο κατιὼν ὁ δαίμων, οὐκ ἦν ἄρα εὐδαίμων ὁ τῆς τοῦ γενεσιουργοῦ δαίμονος εὐτυχήσας γνώσεως. |
| Myst 9 3 [5] | Τίς δ’ ἂν καὶ ὁδηγὸν αὐτὸν λάβοι πρὸς τὴν τῶν εἱμαρμένων ἔκθυσιν, εἰ ἐπὶ τούτῳ δέδοται, ὥστε ἀποπληρῶσαι τὰ ἀπὸ τῆς εἱμαρμένης ἀπονεμόμενα; Ἔτι δ’ ἔμοιγε δοκεῖ μέρος τι τῆς τοῦ δαίμονος θεωρίας καὶ τοῦτο ἔσχατον εἶναι τὸ τοιοῦτον, τὸ δ’ ὅλον αὐτοῦ τῆς οὐσίας παραλείπεσθαι κατὰ τὴν τοιαύτην μέθοδον. Ἀλλὰ ταῦτα μέν, εἰ καὶ ψευδῶς εἴρηται, ὅμως οὐκ ἔχει γέ τινα ἀλλοτριότητα, τὰ δ’ ἐφεξῆς περὶ τῆς τῶν κανόνων διαριθμήσεως καὶ περὶ τῆς ἐπιστήμης τῆς γενεθλιαλογικῆς ἀπορηθέντα, ὥς εἰσιν ἀκατάληπτοι, οὐδεμίαν ἔχουσι πρὸς τὸ προκείμενον ἀμφισβήτησιν· εἴτε γὰρ γνώριμοι εἴτε ἀκατάληπτοί εἰσιν αἵδε αἱ τέχναι, ὅμως ἡ ἀπὸ τῶν ἄστρων ἀπόρροια ἀπονέμει τὸν δαίμονα, ἄν τε ἡμεῖς γιγνώσκωμεν ἄν τε μή· δύναται δὲ ἡ θεία μαντικὴ διδάσκειν ἡμᾶς περὶ τῶν ἄστρων κατ’ αὐτὸ τὸ ἀληθέστατον, καὶ οὐ πάντως δεόμεθα τῆς τῶν κανόνων διαριθμήσεως ἢ τῆς μαντικῆς τέχνης. Εἰ δὲ δεῖ καὶ τούτων ἀπαλλαγέντας ἐκεῖνο εἰπεῖν, οὐ καλῶς μοι δοκεῖς τὸ ἀδύνατον εἰς γνῶσιν τῆς μαθηματικῆς ἐπιστήμης συλλογίζεσθαι, διότι πολλὴ διαφωνία περὶ αὐτὴν γέγονεν, ἢ ὅτι ὁ Χαιρήμων ἢ ἄλλος τις πρὸς αὐτὴν ἀντείρηκεν. |
| Myst 9 4 [5] | Ἐπεὶ τούτῳ γε τῷ λόγῳ πάντα ἔσται ἀκατάληπτα. Μυρίους γὰρ ἐσχήκασιν αἱ ὅλαι ἐπιστῆμαι τοὺς ἀμφισβητοῦντας, καὶ τὰ ἐν αὐταῖς ἀπορήματα ἀναρίθμητα γέγονεν. Ὥσπερ οὖν πρὸς τοὺς ἐριστικοὺς εἰώθαμεν ἀντιλέγειν, ὅτι δὴ καὶ τοῖς ἀληθέσι τἀναντία πέφυκε διαστασιάζειν καὶ οὐ μόνα τὰ ψευδῆ πρὸς ἄλληλα μάχεται, οὕτω καὶ περὶ τῆς μαθηματικῆς ἀντεροῦμεν, ὡς ὑπάρχει μὲν ἀληθής, οἱ δὲ πλανώμενοι περὶ αὐτῆς οὐδὲν εἰδότες τῶν ἀληθῶν ἀντιλέγουσιν. Συμβέβηκε δὲ τοῦτο οὐ περὶ ταύτην μόνην, ἀλλὰ καὶ περὶ πάσας ἐκ θεῶν παραδοθείσας ἀνθρώποις ἐπιστήμας· προϊόντος γὰρ ἀεὶ τοῦ χρόνου, πολλῷ τῷ θνητῷ καὶ πολλάκις ἀνακεραννύμεναι, ἐξίτηλον τὸ θεῖον ἦθος τῆς γνώσεως ἀπεργάζονται. Ἔνεστι μέντοι καὶ εἰ βραχὺ τοῦτο, ἔστιν ὅμως ἐναργές τι τεκμήριον τῆς ἀληθείας διασώζειν. Ἐπεὶ καὶ τῆς τῶν θείων περιόδων ἀναμετρήσεως ἐν ὀφθαλμοῖς ἐστι κατάδηλα τὰ σημεῖα, ὁπόταν ἐκλείψεις ἡλίου καὶ σελήνης καὶ παραβολὰς πρὸς τοὺς ἀπλανεῖς ἀστέρας τῆς σελήνης προμηνύῃ, καὶ συνομολογουμένη φαίνεται τῇ προσημασίᾳ τῆς ὄψεως ἡ πεῖρα. Οὐ μὴν ἀλλὰ καὶ αἱ διὰ παντὸς τοῦ αἰῶνος σωζόμεναι τῶν οὐρανίων τηρήσεις παρά τε Χαλδαίοις καὶ παρ’ ἡμῖν συμμαρτυροῦσι πρὸς τὴν ἀλήθειαν τῆς ἐπιστήμης ταύτης. Ἔχοι δ’ ἄν τις καὶ γνωριμώτερα τούτων ἐπιδεικνύναι τεκμήρια, εἰ περὶ τούτων προηγουμένως ὁ λόγος γίγνοιτο· ἀλλ’ ἐπεὶ περιττά ἐστι καὶ οὐδὲν προσήκοντα πρὸς τὴν περὶ τοῦ δαίμονος ἐπίγνωσιν, ἀφίημι αὐτὰ εἰκότως. Ἐπὶ δὲ τὰ οἰκειότερα τούτων μέτειμι. Φῂς γὰρ δὴ κατὰ τὸ σὸν γράμμα τῆς ἐπιστολῆς ὡς ἡ τοῦ οἰκοδεσπότου τῆς γενέσεως λῆψις, ἢ τῶν οἰκοδεσποτούντων εἰ πλείους εἶεν ἑνός, σχεδὸν καὶ παρ’ αὐτοῖς ὁμολογεῖται εἶναι ἀκατάληπτος, ἀφ’ οὗ δή φασιν ἐνεῖναι τὸν οἰκεῖον καταμαθεῖν δαίμονα. |
| Myst 9 5 [5] | Καὶ πῶς ὁμολογεῖται εἶναι παρ’ αὐτοῖς ἡ τοῦ οἰκοδεσπότου γνῶσις ἀκατάληπτος, ὁπότε μεθόδους παραδεδώκασι περὶ τῆς εὑρέσεως αὐτοῦ σαφεῖς, ἐπί τε τῶν ἀμφισβητουμένων στοιχεῖα πρὸς τὴν διάκρισιν ἀναδιδάσκουσιν οἱ μὲν πέντε οἱ δὲ καὶ πλείονα τούτων οἱ δὲ ἐλάττονα; πλὴν ἵνα τοῦτο παρῶμεν, ὡς μεῖζον ἔργον ἐπ’ ἀμφότερα τὰ συμβαίνοντα σκεψώμεθα· εἴτε γὰρ δυνατὸν εὑρεῖν τὸν οἰκοδεσπότην τῆς γενέσεως, ἔστι δήπου καὶ ὁ ἀπ’ αὐτοῦ διδόμενος δαίμων γνώριμος· εἴτε ἀκατάληπτός ἐστιν, ἡμεῖς μὲν αὐτὸν ἀγνοοῦμεν κατά γε τὴν ὑπόθεσιν ταύτην, οὐδὲν δὲ ἧττον ὅ τε οἰκοδεσπότης ἐστὶ καὶ ὁ ἀπ’ αὐτοῦ διδόμενος δαίμων. Τί οὖν κωλύει διὰ γενεθλιαλογίας μὲν δύσκολον αὐτὸν εἶναι εἰς εὕρεσιν, διὰ τῆς ἱερᾶς δὲ μαντείας ἢ θεουργίας εὐπορίαν εἶναι πολλὴν εἰς ἐπιστήμην; ὅλως δὲ οὐδὲ ἀπὸ τοῦ οἰκοδεσπότου μόνου ἐνδίδοται, ἀλλὰ πολλαί εἰσιν ἀρχαὶ αὐτοῦ καθολικώτεραι ἢ κατὰ τὸν οἰκοδεσπότην. Ἔτι δὲ ἡ τοιαύτη μέθοδος τεχνικήν τινα εἰσάγει καὶ ἀνθρωπίνην τὴν περὶ τὸν ἴδιον δαίμονα πραγματείαν· οὐδὲν ἄρα ὑγιὲς ἐν τούτοις διαπορεῖς. Εἰ δὲ δεῖ σοι τὸν ἀληθῆ περὶ τοῦ οἰκείου δαίμονος λόγον ἀποκαλύψαι, οὐκ ἀφ’ ἑνὸς μέρους τῶν ἐν τῷ οὐρανῷ οὐδ’ ἀπό τινος στοιχείου τῶν ὁρωμένων ἀπονέμεται ἡμῖν οὗτος, ἀφ’ ὅλου δὲ τοῦ κόσμου καὶ τῆς παντοδαπῆς ἐν αὐτῷ ζωῆς καὶ τοῦ παντοδαποῦ σώματος, δι’ ὧν ἡ ψυχὴ κάτεισιν ἐπὶ τὴν γένεσιν, ἀπομερίζεταί τις ἡμῖν μοῖρα ἰδία πρὸς ἕκαστον τῶν ἐν ἡμῖν ἀπομεριζομένη κατ’ ἰδίαν ἐπιστασίαν. |
| Myst 9 6 [20] | Οὗτος δὴ οὖν ὁ δαίμων ἕστηκεν ἐν παραδείγματι πρὸ τοῦ καὶ τὰς ψυχὰς κατιέναι εἰς γένεσιν· ὃν ἐπειδὰν ἕληται ἡ ψυχὴ ἡγεμόνα, εὐθὺς ἐφέστηκεν ὁ δαίμων ἀποπληρωτὴς τῶν βίων τῆς ψυχῆς, εἰς τὸ σῶμά τε κατιοῦσαν αὐτὴν συνδεῖ πρὸς τὸ σῶμα, καὶ τὸ κοινὸν ζῷον αὐτῆς ἐπιτροπεύει, ζωήν τε τὴν ἰδίαν τῆς ψυχῆς αὐτὸς κατευθύνει, καὶ ὅσα λογιζόμεθα, αὐτοῦ τὰς ἀρχὰς ἡμῖν ἐνδιδόντος διανοούμεθα, πράττομέν τε τοιαῦτα οἷα ἂν αὐτὸς ἡμῖν ἐπὶ νοῦν ἄγῃ, καὶ μέχρι τοσούτου κυβερνᾷ τοὺς ἀνθρώπους, ἕως ἂν διὰ τῆς ἱερατικῆς θεουργίας θεὸν ἔφορον ἐπιστήσωμεν καὶ ἡγεμόνα τῆς ψυχῆς· τότε γὰρ ἢ ὑποχωρεῖ τῷ κρείττονι, ἢ παραδίδωσι τὴν ἐπιστασίαν, ἢ ὑποτάττεται ὡς συντελεῖν εἰς αὐτόν, ἢ ἄλλον τινὰ τρόπον ὑπηρετεῖ αὐτῷ ὡς ἐπάρχοντι. Ἀπὸ δὴ τούτων ῥᾳδίως ἀποκρινοῦμαί σοι καὶ πρὸς τὸ ἐφεξῆς ἐρώτημα. |
| Myst 9 7 [20] | Οὐ γάρ τινος τῶν ἐν ἡμῖν μέρους, πάντων δ’ ἅπαξ ἁπλῶς ἡγεῖται, διήκει τε ἐπὶ πᾶσαν τὴν ἐφ’ ἡμῖν ἀρχήν, ὥσπερ ἀφ’ ὅλων τῶν ἐν τῷ παντὶ διατάξεων ἀπονενέμηται. Καὶ γὰρ ὅπερ σὺ παρατίθεσαι τεκμήριον τὸ περὶ τῶν κατὰ μέρη τοῦ σώματος ἐφεστηκότων δαιμόνων ὑγείας καὶ τοῦ εἴδους καὶ τῆς ἕξεως τῆς ἐν αὐτοῖς ὄντων συνοχέων καὶ ἑνὸς τοῦ ἐπὶ πᾶσι κοινῶς ἐπιβεβηκότος προστάτου, τοῦτο ποιοῦ δεῖγμα τῆς εἰς ἕνα δαίμονα πάντων τῶν ἐν ἡμῖν ἀνηκούσης προστασίας· μὴ τοίνυν διαίρει τὸν μὲν σώματος τὸν δὲ ψυχῆς τὸν δὲ νοῦ δαίμονα. Καὶ γὰρ ἄτοπον εἰ τὸ μὲν ζῷον ἕν ἐστιν, ὁ δὲ ἐφεστηκὼς αὐτῷ δαίμων πολυειδής· καίτοι πανταχοῦ τὰ ἄρχοντα τῶν ἀρχομένων ἐστὶν ἁπλούστερα· ἀτοπώτερον δ’ ἔτι τούτου εἰ μηδὲ συμφυῆ διῃρημένα δ’ ἔσται χωρὶς ἀπ’ ἀλλήλων τὰ ἐπάρχοντα μόρια τῶν πολλῶν δαιμόνων. Ποιεῖς δὲ καὶ ἐν αὐτοῖς ἐναντίωσιν τῶν μὲν ὡς ἀγαθῶν τῶν δὲ ὡς φαύλων, οὐδαμοῦ τῶν κακῶν ἡγεμονικὴν ἐχόντων λῆξιν οὐδὲ ἰσαξίως ἀντιδιαιρουμένων τοῖς ἀγαθοῖς. Ἔπειτα τούτων ἀποστὰς ἐπὶ μὲν τὴν φιλόσοφον ἀπολισθάνεις δόξαν, ἀνατρέπεις δὲ τὴν ὅλην περὶ τοῦ ἰδίου δαίμονος ὑπόθεσιν. |
| Myst 9 8 [10] | Εἰ γὰρ μέρος ἐστὶ τῆς ψυχῆς, οἷον τὸ νοερόν, καὶ οὗτός ἐστιν εὐδαίμων ὁ τὸν νοῦν ἔχων ἔμφρονα, οὐκέτι ἐστὶν ἑτέρα τάξις οὐδεμία κρείττων ἢ δαιμόνιος, ἐπιβεβηκυῖα τῆς ἀνθρωπίνης ὡς ὑπερέχουσα. Μέρη δέ τινα τῆς ψυχῆς ἢ δύναμις διῃρημένως κυριωτέρα ἔσται τῶν πλειόνων εἰδῶν τῆς ἐν ἡμῖν ζωῆς, καὶ ταῦτα συμφυῶς ἀλλ’ οὐχ ὡς ἐξῃρημένα κατὰ φύσιν ἡμῶν τῆς ὅλης συστάσεως ἐπάρχοντα. Μνημονεύεις τοίνυν μετὰ τοῦτο καὶ ἄλλης πραγματείας περὶ τὸν ἴδιον δαίμονα, τῆς μὲν ὡς πρὸς δύο τῆς δὲ ὡς πρὸς τρεῖς ποιουμένης τὴν θεραπείαν. |
| Myst 9 9 [25] | Αὕτη δ’ ἐστὶ πᾶσα διημαρτημένη. Τὸ γὰρ διαιρεῖν ἀλλὰ μὴ εἰς ἓν ἀνάγειν τὰ ἐφεστηκότα ἡμῖν αἴτια ψεῦδός ἐστι, καὶ διαμαρτάνει τῆς ἐν πᾶσιν ἐπικρατούσης ἑνώσεως. Καὶ ἡ μερίζουσα δ’ αὐτὸν εἰς τὸ σῶμα δόξα καὶ τὴν τοῦ σώματος προστασίαν, εἰς μέρος τι τὸ βραχύτατον αὐτοῦ καθέλκει τὴν ἡγεμονίαν. Ὥστε τί δεῖ τὰς ἐχομένας τῆς τοιαύτης δόξης ἱερουργίας ἐπισκοπεῖν, αὐτῆς τῆς πρώτης αὐτῶν ἀρχῆς σαθρᾶς οὔσης; εἷς μὲν οὖν ἐστι καθ’ ἕκαστον ἡμῶν ὁ οἰκεῖος προστάτης δαίμων, κοινὸν δὲ ἢ τὸν αὐτὸν πάντων ἀνθρώπων οὐ δεῖ αὐτὸν ὑπολαμβάνειν, οὐδ’ αὖ κοινὸν μὲν ἰδίως δὲ ἑκάστῳ συνόντα· ἡ γὰρ κατ’ εἶδος ἕκαστον διαίρεσις καὶ ἡ τῆς ὕλης ἑτερότης οὐκ ἐπιδέχεται τὴν τῶν καθ’ αὑτὰ ἀσωμάτων κοινότητά τε καὶ ταὐτότητα. Διὰ τί οὖν κοινῇ κλήσει καλεῖται ὑπὸ πάντων; ὅτι καθ’ ἕνα τὸν κύριον θεὸν τῶν δαιμόνων ἡ κλῆσις αὐτῶν γίγνεται, ὃς ἐξ ἀρχῆς τε ἀφώρισε τοὺς ἰδίους δαίμονας ἑκάστοις, καὶ δὴ καὶ ἐν ταῖς ἱερουργίαις ἀναφαίνει κατὰ τὴν ἰδίαν βούλησιν τοὺς ἰδίους ἑκάστοις. Ἀεὶ γὰρ ἐν τῇ θεουργικῇ τάξει διὰ τῶν ὑπερεχόντων τὰ δεύτερα καλεῖται· καὶ ἐπὶ τῶν δαιμόνων τοίνυν εἷς κοινὸς ἡγεμὼν τῶν περὶ τὴν γένεσιν κοσμοκρατόρων καταπέμπει τοὺς ἰδίους δαίμονας ἑκάστοις. Ἐπειδὰν μέντοι παραγίγνηται ὁ οἰκεῖος ἑκάστῳ, τότε καὶ τὴν ἰδίαν θεραπείαν ἑαυτοῦ καὶ τὸ σφέτερον ὄνομα ἐκφαίνει, τρόπον δὲ τῆς ἰδίας κλήσεως τὸν ἴδιον παραδίδωσιν. Καὶ αὕτη τάξις ἐστὶν ἡ πρόσφορος τῶν δαιμόνων· ἡ μὲν συγγενὴς οὖσα τοῖς καλουμένοις, ἡ δ’ ἀπὸ τῶν πρεσβυτέρων αἰτίων καθήκουσα, τρίτη δὲ κοινὴν ποιουμένη τὴν ἀπ’ ἀμφοτέρων τούτων συντέλειαν. |
| Myst 9 10 [15] | Μὴ τοίνυν ἀφομοίου τὰς θείας κλήσεις ταῖς ἀνθρωπίναις μηδὲ τὰς ἀρρήτους ταῖς ῥηταῖς, μηδὲ τὰς πρὸ παντὸς ὅρου καὶ παντὸς ἀορίστου τρόπου ταῖς παρ’ ἀνθρώποις παράβαλλε ὡρισμέναις ἢ ἀορίστοις προστάξεσιν. Οὐδὲν γὰρ ἔχει κοινὸν τὰ παρ’ ἡμῖν τῷ ὅλῳ γένει καὶ καθ’ ὅλην τὴν τάξιν ὑπερέχουσιν ἡμῶν καὶ τοῖς ὅλης τῆς οὐσίας ἡμῶν καὶ φύσεως ἐπάρχουσιν· ἀλλ’ ἐνταῦθα καὶ μάλιστα σφάλματα συμβαίνει τοῖς ἀνθρώποις τὰ μέγιστα, ἡνίκα ἂν ἀπὸ τῆς ἀνθρωπίνης ἀσθενείας συλλογίζωνταί τι περὶ τῶν δαιμονίων ἐπιστασιῶν, καὶ τοῖς μικροῖς καὶ οὐδενὸς ἀξίοις καὶ διῃρημένοις τὰ μεγάλα καὶ ἀξιόλογα καὶ τέλεια τεκμαίρονται. Τοσαῦτα καὶ περὶ τοῦ ἰδίου δαίμονος πρὸς σὲ ἀποκρινόμεθα πρὸς τοῖς ἔμπροσθεν εἰρημένοις. Λείπεται δὲ τελευταῖος ὁ περὶ εὐδαιμονίας λόγος, περὶ οὗ σὺ ποικίλως ἐπεζήτησας, τὰ μὲν πρῶτα ἐπιστάσεις ὑποτείνων ἔπειτα ἀπορῶν καὶ μετὰ ταῦτα διαπυνθανόμενος. |
| Myst 10 1 [15] | Θέντες οὖν ἕκαστα τῶν σῶν ᾗπερ αὐτὰ προήγαγες, ἀποκρινούμεθά σοι πρὸς αὐτὰ συμμέτρως. Ἐπέστησας γὰρ μήποτε ἄλλη τις λανθάνῃ οὖσα ἡ πρὸς εὐδαιμονίαν ὁδός· καὶ τίς ἂν γένοιτο ἑτέρα ἀφισταμένη τῶν θεῶν εὔλογος πρὸς αὐτὴν ἄνοδος; εἰ γὰρ ἐν τοῖς θεοῖς ἡ οὐσία τῶν ἀγαθῶν ὅλων καὶ τελειότης περιέχεται καὶ ἡ πρώτη δύναμις αὐτῶν καὶ ἀρχή, παρὰ μόνοις ἡμῖν καὶ τοῖς ὁμοίως ἐχομένοις τῶν κρειττόνων γνησίως τε τῆς πρὸς αὐτοὺς ἑνώσεως ἀντιλαμβανομένοις ἡ τῶν ἀγαθῶν ὅλων ἀρχὴ καὶ τελευτὴ σπουδαίως ἐπιτηδεύεται· ἐνταῦθα δὴ οὖν καὶ ἡ τῆς ἀληθείας πάρεστι θέα καὶ ἡ τῆς νοερᾶς ἐπιστήμης, καὶ μετὰ τῆς τῶν θεῶν γνώσεως ἡ πρὸς ἑαυτοὺς ἐπιστροφὴ καὶ ἡ γνῶσις ἑαυτῶν συνέπεται. Μάτην οὖν διαπορεῖς ὡς οὐ δεῖ πρὸς δόξας ἀνθρωπίνας βλέπειν. |
| Myst 10 2 [20] | Τίς γὰρ σχολὴ τῷ πρὸς τοῖς θεοῖς τὴν διάνοιαν ἔχοντι κάτω βλέπειν εἰς ἀνθρώπων ἐπαίνους; ἀλλ’ οὐδὲ τὸ ἐπὶ τούτῳ πρὸς ἔπος ἐπαπορεῖς, ὡς ἡ ψυχὴ ἐκ τοῦ τυχόντος ἀναπλάττει μεγάλα. Τίς γὰρ δὴ ἐν τοῖς ὄντως οὖσι πλασμάτων ἀρχὴ συνίσταται; οὐχ ἡ μὲν φανταστικὴ δύναμις ἐν ἡμῖν ἐστιν εἰδωλοποιός, φαντασία δ’ οὐδεμία ἐγείρεται τῆς νοερᾶς ζωῆς τελείως ἐνεργούσης; οὐ παρὰ τοῖς θεοῖς συνυπάρχει ἡ ἀλήθεια κατ’ οὐσίαν, ἀλλ’ οὐχὶ κατὰ συμφωνίαν, ἐνιδρυμένη τοῖς νοητοῖς; εἰκῆ τοίνυν τὰ τοιαῦτα καὶ παρὰ σοὶ καὶ παρ’ ἄλλοις τισὶ θρυλλεῖται. Ἀλλ’ οὐδὲ ὅσα ὡς ἀγύρτας καὶ ἀλαζόνας διασύρουσί τινες τοὺς τῶν θεῶν θεραπευτάς, οἷς καὶ σὺ παραπλήσια εἴρηκας, οὐδὲν οὐδὲ ταῦτα ἅπτεται τῆς ἀληθινῆς θεολογίας τε καὶ θεουργίας. Εἰ δέ πού τινες παραφύονται τοιοῦτοι παρὰ τὰς τῶν ἀγαθῶν ἐπιστήμας (ὥσπερ καὶ παρὰ τὰς ἄλλας τέχνας αἱ κακοτεχνίαι παραβλαστάνουσιν), ἐναντιώτεραι δήπου αὗται πρὸς αὐτὰς ὑπάρχουσι μᾶλλον ἢ πρὸς ἄλλο ὁτιοῦν· τῷ γὰρ ἀγαθῷ τὸ κακὸν διαμάχεται μᾶλλον ἢ τῷ μὴ ἀγαθῷ. Βούλομαι δὴ τὸ μετὰ τοῦτο καὶ τὰ ἄλλα ἐπιδραμεῖν, ὅσα διαβάλλων τὴν θείαν πρόγνωσιν ἄλλας τινὰς μεθόδους αὐτῇ παραβάλλεις, περὶ τὴν τοῦ μέλλοντος προμήνυσιν διατριβούσας. |
| Myst 10 3 [10] | Ἐμοὶ γάρ, οὔτε εἴ τις ἐκ φύσεως ἐπιτηδειότης εἰς σημασίαν τοῦ ἐσομένου παραγίγνεται, ὥσπερ ἡ τοῖς ζῴοις τῶν σεισμῶν ἢ τῶν ἀνέμων ἢ τῶν χειμώνων συμπίπτει πρόγνωσις, τίμιος εἶναι δοκεῖ· κατ’ αἰσθήσεως γὰρ ὀξύτητα ἢ κατὰ συμπάθειαν ἢ κατ’ ἄλλην τινὰ φυσικῶν δυνάμεων συγκίνησιν ἡ τοιαύτη ἔμφυτος συνέπεται μαντεία, οὐδὲν ἔχουσα σεμνὸν καὶ ὑπερφυές· οὔτε εἴ τις κατὰ λογισμὸν ἀνθρώπινον ἢ τεχνικὴν παρατήρησιν ἀπὸ σημείων τεκμηριοῦται ἐκεῖνα ὧν ἐστι τὰ σημεῖα δηλωτικά (ὡς ἀπὸ συστολῆς ἢ φρίκης τὸν μέλλοντα πυρετὸν προγιγνώσκουσιν οἱ ἰατροί), οὐδὲν οὐδὲ οὗτός μοι δοκεῖ τίμιον ἔχειν καὶ ἀγαθόν· ἀνθρωπίνως τε γὰρ ἐπιβάλλει καὶ συλλογίζεται τῇ ἡμετέρᾳ διανοίᾳ, περί τε τῶν ἐν τῇ φύσει τοῖς γιγνομένοις ὁμολογουμένως οὐ πόρρω τῆς σωματοειδοῦς τάξεως ποιεῖται τὴν διάγνωσιν. Ὥστε οὐδ’ εἰ φυσική τις ἔνεστιν ἐν ἡμῖν ἐπιβολὴ τοῦ μέλλοντος, ὥσπερ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ἡ δύναμις ἥδε ἐναργῶς ἐνεργοῦσα διαφαίνεται, οὐδὲν οὐδὲ αὕτη μακαριστὸν τῷ ὄντι κέκτηται· τί γὰρ ἂν εἴη γνήσιον καὶ τέλειον καὶ ἀίδιον ἀγαθὸν τῶν ὑπὸ τῆς φύσεως τῆς ἐν γενέσει εἰς ἡμᾶς ἐμφυομένων; Μόνη τοίνυν ἡ θεία μαντικὴ συναπτομένη τοῖς θεοῖς ὡς ἀληθῶς ἡμῖν τῆς θείας ζωῆς μεταδίδωσι, τῆς τε προγνώσεως καὶ τῶν θείων νοήσεων μετέχουσα καὶ ἡμᾶς θείους ὡς ἀληθῶς ἀπεργάζεται· ἡ δὲ αὐτὴ καὶ τὸ ἀγαθὸν ἡμῖν γνησίως παρέχει, διότι πεπλήρωται τῶν ἀγαθῶν ὅλων ἡ μακαριωτάτη τῶν θεῶν νόησις· οὐ τοίνυν προορῶσι μέν, ὡς σὺ τοπάζεις, οἱ ταύτην ἔχοντες τὴν μαντικήν, οὐ μήν εἰσιν εὐδαίμονες· ἀγαθοειδὴς γάρ ἐστι πᾶσα ἡ θεία πρόγνωσις· οὐδὲ προορῶσι μὲν τὰ μέλλοντα, χρῆσθαι δὲ αὐτοῖς καλῶς οὐκ ἐπίστανται· ἀλλ’ αὐτὸ τὸ καλὸν καὶ τὴν τάξιν τὴν ἀληθῆ καὶ πρέπουσαν μετὰ τῆς προγνώσεως παραδέχονται· πάρεστι δ’ αὐτῇ καὶ τὸ ὠφέλιμον. |
| Myst 10 4 [5] | Οἱ γὰρ θεοὶ καὶ δύναμιν τοῦ φυλάξασθαι τὰ ἐπιόντα ἀπὸ τῆς φύσεως δεινὰ παραδιδόασι· καὶ ὅταν μὲν ἀσκεῖν δέῃ τὴν ἀρετὴν καὶ συμβάλληται πρὸς τοῦτο ἡ τοῦ μέλλοντος ἀδηλία, ἀποκρύπτουσι τὰ ἐσόμενα ἕνεκα τοῦ τὴν ψυχὴν βελτίονα ἀπεργάζεσθαι· ὅταν δὲ πρὸς τοῦτο μηδὲν διαφέρῃ, λυσιτελῇ δὲ ταῖς ψυχαῖς τὸ προγιγνώσκειν, ἕνεκα τοῦ σώζειν αὐτὰς καὶ ἀνάγειν, τὴν ἐν ταῖς μαντείαις πρόγνωσιν ἐν μέσαις αὐτῶν ταῖς οὐσίαις ἐντιθέασιν. Ἀλλὰ τί ταῦτα ἀπομηκύνω, διὰ πολλῶν ἐν τοῖς ἔμπροσθεν τὸ τῆς θείας μαντικῆς πρὸς τὴν ἀνθρωπίνην ἐπιδείξας ὑπερέχον; βέλτιον οὖν, ὅπερ ἀπαιτεῖς παρ’ ἡμῶν, τὴν εἰς εὐδαιμονίαν ὁδὸν ἐπιδεῖξαί σοι, καὶ ἐν τίνι κεῖται ἡ αὐτῆς οὐσία· ἀπὸ γὰρ τούτου τό τε ἀληθὲς εὑρίσκεται καὶ ἅμα τὰς ἀπορίας πάσας ἔνεστι διαλύειν ῥᾳδίως. |
| Myst 10 5 [10] | Λέγω τοίνυν ὡς ὁ θεωτὸς νοούμενος ἄνθρωπος, ἡνωμένος τὸ πρόσθεν τῇ θέᾳ τῶν θεῶν, ἐπεισῆλθεν ἑτέρᾳ ψυχῇ τῇ περὶ τὸ ἀνθρώπινον μορφῆς εἶδος συνηρμοσμένῃ, καὶ διὰ τοῦτο ἐν τῷ τῆς ἀνάγκης καὶ εἱμαρμένης ἐγένετο δεσμῷ. Σκοπεῖν δὴ δεῖ τίς αὐτοῦ γίγνεται λύσις καὶ ἀπαλλαγὴ τῶν δεσμῶν. Ἔστι τοίνυν οὐκ ἄλλη τις ἢ τῶν θεῶν γνῶσις· ἰδέα γάρ ἐστιν εὐδαιμονίας τὸ ἐπίστασθαι τὸ ἀγαθόν, ὥσπερ τῶν κακῶν ἰδέα συμβαίνει ἡ λήθη τῶν ἀγαθῶν καὶ ἀπάτη περὶ τὸ κακόν· ἡ μὲν οὖν τῷ θείῳ σύνεστιν, ἡ δὲ χείρων μοῖρα ἀχώριστός ἐστι τοῦ θνητοῦ· καὶ ἡ μὲν τὰς τῶν νοητῶν οὐσίας ἱερατικαῖς ὁδοῖς ἀναμετρεῖ, ἡ δέ, παρακρουσθεῖσα τῶν ἀρχῶν, προΐησιν ἑαυτὴν ἐπὶ τὴν καταμέτρησιν τῆς τοῦ σώματος ἰδέας· καὶ ἡ μὲν γνῶσίς ἐστι τοῦ πατρός, ἡ δὲ παραγωγὴ ἀπ’ αὐτοῦ καὶ λήθη τοῦ προουσίου αὐταρχοῦντος πατρὸς θεοῦ· καὶ ἡ μὲν σώζει τὴν ἀληθινὴν ζωὴν ἐπὶ τὸν πατέρα αὐτῆς ἀνάγουσα, ἡ δὲ κατάγει τὸν γεναρχοῦντα ἄνθρωπον ἄχρι τοῦ μηδέποτε μένοντος ἀλλ’ ἀεὶ ῥέοντος. Αὕτη μὲν οὖν νοείσθω σοι 〈ἡ〉 πρώτη τῆς εὐδαιμονίας ὁδός, νοερὰν ἔχουσα τῆς θείας ἑνώσεως ἀποπλήρωσιν τῶν ψυχῶν· ἡ δ’ ἱερατικὴ καὶ θεουργικὴ τῆς εὐδαιμονίας δόσις καλεῖται μὲν θύρα πρὸς θεὸν τὸν δημιουργὸν τῶν ὅλων, ἢ τόπος ἢ αὐλὴ τοῦ ἀγαθοῦ· δύναμιν δ’ ἔχει πρώτην μὲν ἁγνείαν τῆς ψυχῆς πολὺ τελειοτέραν τῆς τοῦ σώματος ἁγνείας, ἔπειτα κατάρτυσιν τῆς διανοίας εἰς μετουσίαν καὶ θέαν τοῦ ἀγαθοῦ καὶ τῶν ἐναντίων πάντων ἀπαλλαγήν, μετὰ δὲ ταῦτα πρὸς τοὺς τῶν ἀγαθῶν δοτῆρας θεοὺς ἕνωσιν. Ἐπειδὰν δὲ κατ’ ἰδίαν ταῖς μοίραις τοῦ παντὸς συνάψῃ καὶ ταῖς διηκούσαις δι’ αὐτῶν ὅλαις θείαις δυνάμεσι, τότε τῷ ὅλῳ δημιουργῷ τὴν ψυχὴν προσάγει καὶ παρακατατίθεται, καὶ ἐκτὸς πάσης ὕλης αὐτὴν ποιεῖ μόνῳ τῷ ἀιδίῳ λόγῳ συνηνωμένην· οἷον, ὃ λέγω, τῇ αὐτογόνῳ καὶ τῇ αὐτοκινήτῳ καὶ τῇ ἀνεχούσῃ πάντα καὶ τῇ νοερᾷ καὶ τῇ διακοσμητικῇ τῶν ὅλων καὶ τῇ πρὸς ἀλήθειαν τὴν νοητὴν ἀναγωγῷ καὶ τῇ αὐτοτελεῖ καὶ τῇ ποιητικῇ καὶ ταῖς ἄλλαις δημιουργικαῖς δυνάμεσι τοῦ θεοῦ κατ’ ἰδίαν συνάπτει, ὡς ἐν ταῖς ἐνεργείαις αὐτῶν καὶ ταῖς νοήσεσι καὶ ταῖς δημιουργίαις τελέως ἵστασθαι τὴν θεουργικὴν ψυχήν. |
| Myst 10 6 | Καὶ τότε δὴ ἐν ὅλῳ τῷ δημιουργικῷ θεῷ τὴν ψυχὴν ἐντίθησιν. Καὶ τοῦτο τέλος ἐστὶ τῆς παρ’ Αἰγυπτίοις ἱερατικῆς ἀναγωγῆς. Αὐτὸ δὲ τἀγαθὸν τὸ μὲν θεῖον ἡγοῦνται τὸν προεννοούμενον θεόν, τὸ δὲ ἀνθρώπινον τὴν πρὸς αὐτὸν ἕνωσιν, ὅπερ Βίτυς ἐκ τῶν ἑρμαϊκῶν βίβλων μεθηρμήνευσεν. |
| Myst 10 7 [10] | Οὐκ ἄρα παρεῖται τοῦτο τὸ μέρος τοῖς Αἰγυπτίοις, ὃ σὺ ὑπονοεῖς, ἀλλὰ θεοπρεπῶς παρεδόθη· οὐδὲ περὶ σμικρῶν οἱ θεουργοὶ τὸν θεῖον νοῦν ἐνοχλοῦσιν, ἀλλὰ περὶ τῶν εἰς ψυχῆς κάθαρσιν καὶ ἀπόλυσιν καὶ σωτηρίαν ἀνηκόντων· οὐδὲ χαλεπὰ μὲν διαμελετῶσιν οὗτοι ἄχρηστα δὲ τοῖς ἀνθρώποις, ἀλλὰ τοὐναντίον τὰ τῇ ψυχῇ πάντων ὠφελιμώτατα· οὐδ’ ὑπὸ πλάνου τινὸς φενακίζονται δαίμονος οἱ πᾶσι τὴν ἀπατηλὴν καὶ δαιμονίαν φύσιν ἐπικρατήσαντες, ἐπὶ δὲ τὴν νοητὴν καὶ θείαν ἀνενεχθέντες. Τοσαῦτά σοι καθ’ ἡμετέραν δύναμιν ἀπεκρινάμεθα περὶ ὧν ἠπόρησας περὶ τῆς θείας μαντικῆς τε καὶ θεουργίας. |
| Myst 10 8 [10] | Εὔχομαι δὴ οὖν τὸ λοιπὸν τοῖς θεοῖς ἐπὶ τῷ τέλει τῶν λόγων, τῶν ἀληθῶν νοημάτων ἐμοί τε καὶ σοὶ παρέχειν τὴν φυλακὴν ἀμετάπτωτον, εἴς τε τὸν ἀίδιον αἰῶνα τῶν αἰωνίων ἀλήθειαν ἐντιθέναι, καὶ τελειοτέρων νοήσεων περὶ θεῶν χορηγεῖν μετουσίαν, ἐν αἷς δὴ καὶ τὸ μακαριστὸν τέλος τῶν ἀγαθῶν ἡμῖν πρόκειται καὶ αὐτὸ τὸ κῦρος τῆς ὁμονοητικῆς φιλίας τῆς πρὸς ἀλλήλους. |