eul_wid: kpa-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Philosophical Doctrines by Ariston of Ceos

The Fragments on Philosophical Doctrines is a lost doxographical treatise by the Peripatetic scholarch Ariston of Ceos. Its content is known only from a limited number of fragments preserved through quotation by later authors, principally Diogenes Laertius in his Lives and Opinions of Eminent Philosophers. The work served as a source for the doctrines of the Peripatetic school, particularly concerning Theophrastus and other successors of Aristotle. The surviving fragments indicate the work reported philosophical opinions on several themes, including the intellectual lineages and biographical details of Peripatetic philosophers, ethical doctrines such as views on the chief good, and physical and theological theories concerning the natural world and the divine. The treatise survives solely as excerpts embedded in the works of others, with no independent manuscript tradition, and is therefore filtered through the editorial purposes of transmitters like Diogenes Laertius. Ariston’s work was a reputable source on Peripatetic history and doctrine in antiquity. Through its incorporation into Laertius’s widely read compendium, it shaped the later understanding of the early Peripatetic school. These fragments serve as evidence for reconstructing the doctrines of Aristotle’s immediate successors.

Λαέρτιος Διογένης βιβλία δʼ αὐτοῦ φέρεται τάδε· Προτρεπτικῶν βʹ. Περὶ τῶν Ζήνωνος δογμάτων. Διάλογοι. Σχολῶν ϛʹ. Περὶ σοφίας διατριβῶν ζʹ. Ἐρωτικαὶ διατριβαί. Ὑπομνήματα ὑπὲρ κενοδοξίας. Ὑπομνημάτων κεʹ. Ἀπομνημονευμάτων γʹ. Χρειῶν ιαʹ. Πρὸς τοὺς ῥήτορας. Πρὸς τὰς Ἀλεξίνου ἀντιγραφάς. Πρὸς τοὺς διαλεκτικούς γʹ. Πρὸς Κλεάνθην. Ἐπιστολῶν δʹ. Παναίτιος δὲ καὶ Σωσικράτης μόνας αὐτοῦ τὰς ἐπιστολάς φασι, τὰ δʼ ἄλλα τοῦ Περιπατητικοῦ Ἀρίστωνος.

Στράβων Ἀρίστων ὁ τοῦ Βορυσθενίτου Βίωνος ζηλωτής.

Φιλόδημος Ἀρίστων τοίνυν γεγραφὼς περὶ τοῦ κουφίζειν ὑπερηφανίας ἐπιτομὴν τὸ ἴδιον μὲν ἔβλεπεν τῶν διὰ τύχην ὑπερηφάνων μόνων—οὐ μόνον διὰ τὰ ἀπὸ ταύτης ὑπερηφανούντων, ἀλλὰ καὶ διʼ ἃ προείπαμεν ἡμεῖς καὶ δῆτα καὶ διʼ αὐτὴν φιλοσοφίαν πολλῶν δοξάντων, ὡς Ἡρακλείτου καὶ Πυθαγόρου καὶ Ἐμπεδοκλέους καὶ Σωκράτους καὶ ποιητῶν ἐνίων, οὓς οἱ παλαιοὶ τῶν κωμῳδογράφων ἐπεράπιζον—ἄλλʼ ὅμως, εἴ τινα πείσει, καθάπερ οὐκ ἂν ἀπεοικότως τινὰ πείσειεν περὶ ὧν ἐπετέμετο, κεφαλαιώσομαι τὰς δυνάμεις αὐτῶν.

ἐάν ποτε συναισθάνηται μετεωριζόμενος, μεταρίπτειν τὴν διάνοιαν ἐπὶ τὰς ἔμπροσθε ταπεινώσεις ὑπὸ τῆς τύχης, εἴποτε γεγόνασιν ....

Φιλόδημος καὶ … λαμβάνειν πρὸ ὀφθαλμῶν τὸ τῆς τύχης ἑτεροκλινὲς καὶ ὀξύστροφον· καὶ ἐπὶ πάγου πορευομένους τὸ Εὐριπίδου λέγειν, ὃ καὶ Διονύσιος οὐ κακῶς ἐπιφωνεῖν ἐκέλευέν τινα δὶς τῆς ἡμέρας·

ὁρᾷς τυράννους διὰ μακρῶν ηὐξημένους; καὶ μνημονεύειν ἐναργῶς, ὃν τρόπον αὐτὸς διετέθη πρὸς ὑπερηφανήσαντα, … α … να τοῦ παραδείγματος … εν … ωτερ … αὐτὸς γρά … καθάπερ καὶ Δίων πρὸς Πτοιόδωρον τὸν Μεγαρέα, ὃς πολὺν χρόνον ἐπὶ τῆς θύρας περιμένων πρὸς τὸν ἀκόλουθον· «ἦ που καὶ ἡμεῖς, εἶπεν, ἐκεῖ πολλὰ τοιαῦτʼ ἐποιοῦμεν». καὶ ὅταν ἐπὶ τὰς εὐκληρίας ἐφιστάνῃ, μὴ προσεπιρητορεύειν αὐταῖς πρὸς τὸ μεῖζον, ἀλλʼ ἀποσπᾶν ὅτι δύναται, κουφίζειν τῆς ἰσχνότητος πεφυκυίας … ὡς καὶ Περικλῆς ταπεινουμένους μὲν ἐξῆρεν Ἀθηναίους, μεγαλαυχουμένους δὲ συνέστειλε καὶ μὴ δ … πιν … α τἀγαθὰ μέχρι ἂν ὑπερθαρρῶν παύσηται με ...

Φιλόδημος ... καὶ παραμετρεῖν ἑαυτὸν μὴ πρὸς τοὺς πενεστέρους ἀλλὰ πρὸς τοὺς καθʼ ἕκαστον εἶδος ὑπερέχοντας, ἐπειδὴ τὸ μὲν ἐξαίρει, τὸ δὲ συστέλλει, τοῦτο μὲν ἐπʼ ἀγρῶν κτήσεως, τοῦτο δʼ ἐπʼ ἀρχῆς καὶ βασιλείας πόλεων καὶ ἐθνῶν· παρυπομιμνήσκεσθαι δὲ καὶ τοῦ συναντᾶν εἰωθότος φθόνου τοῖς ὑπερηφανοῦσιν, ὃς ὀφθαλμία τίς ἐστιν ψυχῆς, ὥστε καθάπερ τοὺς ὀφθαλμοὺς ἡ τῶν συναντώντων γεγανωμένη χλανὶς ἐνοχλεῖ, κωφότερον δʼ ἤπερ ἐὰν παριὼν καὶ ἀναβαλλόμενος διατινάξῃ, παραπλησίως καὶ τὸν φθονερὸν λυπεῖ μὲν τἀλλότρια τῶν ἀγαθῶν, οὐχ οὕτω δʼ ὥσπερ ὅταν οἷον ἀναπτερυγίζοντά τινα καταμάθῃ διʼ αὐτὰ καὶ πρὸς ὕψος ἐξαιρόμενον· τότε δὲ προσφὺς ἔδακεν. ὅσαι δʼ ἀπώλειαι διὰ φθόνον γίνονται, βλέπεται τοῖς ἅπασιν. —ἐννοεῖν δὲ καὶ τὴν ἐπιχαιρεκακίαν, ὅταν εἰς ἀτυχίαν μεταπέσῃ· λυπηρὰ γάρ, ἅτε συνεπιτιθεμένων εὐλόγως τῷ τῆς τύχης πταίσματι τῶν πολλῶν κατʼ ἐχθρῶν ὁμολογουμένων θε ....

Φιλόδημος φιλω ε ελες ὄν, ὅτι τῆς πρότερον ὑπερηφανίας ἀνεμίμνησκεν· διὸ καί φασιν ἀχθόμενον αὐτὸν ἐπὶ τῷ σχεδὸν πάντας ἐπιχαίρειν πρὸς Ἀρχέλαον ἀπελθεῖν. —παρατιθέναι δὲ καὶ τοὺς ἐν ὑπεροχαῖς μεγάλαις ὡς συνιστᾶσιν αὑτούς, ὅταν ἴσοι καὶ συνεσταλμένοι φαίνωνται κατὰ τὴν ὁμιλίαν καὶ καθάπερ ἐξ ἐναντίας ἱστάμενοι τῷ τῆς τύχης ὄγκῳ, τὸν Ἀλέξανδρον, ὃς ἐπὶ τὸν αὑτοῦ θρόνον ἐκάθισεν τὸν ῥιγοῦντα Μακεδόνα πυρὸς παρακειμένου, καὶ Διονύσιον, ὃς πρὸς τὸν «οἰμώξῃ Διονύσιε» φήσαντα «σὺ μὲν οὖν, ἀπήντησεν, εἰ μὴ τὸ ἥμισυ τῆς ὑποθήκης ἐπανοίσεις», καὶ τοὺς ἄλλους τοὺς ἀνθρώποις πρᾴως διὰ λόγων ἢ ἔργων ὁμιλήσαντας. καὶ πάλι τοὺς ἐναντίως διʼ ἓν ῥῆμα βαρὺ δυσχέρειαν ἐπισπασαμένους, ὡς Δημήτριον, ὅτε Μακεδόνες ἀπολιπόντες αὐτὸν πρὸς Πύρρον μετέστησαν. ἐννοεῖν δὲ καὶ διότι μικροπρεπὲς ἐμφαίνεται τὸν πεπεισμένον ἁδρὸν εἶναι τὸ πρὸς πάντας ὑπερηφανεύεσθαι· παραπλήσιον γάρ ἐστιν ἐκ παραδόξου τετυχότα τῆς εὐκληρίας ὁθενοῦν μεγαλοψυχίαν ὑποκρινόμενον σφόδρα δοκεῖν ἐπευφραίνεσθαι.

Φιλόδημος μιμνήσκοντες καὶ λοιδοροῦντες. παρυπομιμνήσκειν δὲ καὶ τοῦ περὶ τὰς πράξεις ἁμαρτωλοῦ τῶν μόνων, ἐπιτευκτικοῦ δὲ τῶν συνεργουμένων ὑφʼ ἑνὸς καὶ πλειόνων. ὁ γὰρ ὑπερήφανος οὔτε συνπαραληπτικὸς ἑτέρων, ἅμα μὲν ὑπʼ οἰήσεως, ἅμα δὲ διὰ τὸ τοὺς ἄλλους ὑπερφρονεῖν, ἄν τε παρακαλῇ, χαλεπὸς ὑπακούειν διά τε τὴν ἄλλην ἀηδίαν καὶ διὰ τὸ τὰς πράξεις ἐξιδιάζεσθαι θέλειν, εἶτʼ ἀσυνέργητος ὤν· πολλοὺς δὲ τοὺς παρατηροῦντας καὶ ὑποσκελίζοντας συνηρανικὼς κατὰ λόγον διαπίπτει, κἄπειτα κουφίζεται τῆς ὑπερηφανίας, ἐπεὶ διὰ τῶν λόγων οὐ βούλεται, διὰ τῶν ἀποτεύξεων· διὸ κἀν τοῖς δικαστηρίοις καὶ τοῖς ἀγῶσιν ἐλαττοῦνται. Τιμοκρέων γοῦν ὁ Ῥόδιος ὑπερήφανος ὢν πρὸς μὲν τὸν ὅτʼ εἰσῄει πυνθανόμενον ποταπός ἐστιν· «τοῦ κήρυκος, εἶπεν, ἀκούσει μικρὸν ὕστερον». διαδοθέντος δὲ τοῦ λεχθέντος οὕτως ἀντέκοψε τοῖς θεωροῦσιν, ὥστε τὸν βραβευτὴν ἐντείνοντʼ αὐτῶι τὴν ῥάβδον ἄιδοντι καστόρειον μικροῦ καταπαῦσαι· διόπερ ἡττημένος ὅτʼ ἐξῄει ταὐτοῦ· «ποταπός» ἐπερωτῶντος· «Σερίφιος» ἀπήντησεν. λογίζεσθαι δὲ καὶ, διότι τὴν λαμπρὰν τύχην ἀποδεδυμένος καθαιρήσει φρόνημα καὶ ἐν ταπεινοτάτῃ περιστάσει φανεῖται ...

Φιλόδημος δο … φω … ν συντε … οις οὐδὲ διʼ ὧν προσήκει, ὁ δὲ καὶ ἐπὶ τοῖς μὴ πρὸς ἡμᾶς ἀτιμάζει· καὶ νὴ Δίʼ ὡς ἄδικον διὰ τοῦ ταπεινοῦν ἑτέρους ἑαυτὸν μετεωρίζειν, ἀλλὰ μὴ διὰ τῆς οἰκείας ὑπεροχῆς· διὸ καὶ Λύσανδρος Ἀγησιλάῳ καταστήσαντι κρεωδαίτην ἑαυτόν: «ἠπίστασό γε σὺ τοὺς φίλους, εἶπεν, ἐλάττους ποιεῖν.» καὶ πολλάκις ἑαυτὸν ἐπερωτᾶν· «τί με τὸ γαυριᾶν ποιοῦν καὶ ὑπερηφανεῖν; ὅτι κερμάτια κέκτημαι πλείονα; ἀλλʼ ὅτι νομίζομαι τῶν εὐγενῶν ἤτοι στρατηγούντων καὶ τιμωμένων ἐνιαυσίᾳ περιβολῇ χλαμύδος;» εὑρήσει γὰρ ταπεινὸν ἕκαστον καὶ τὴν ἐπʼ αὐτῷ καύχησιν ἀνάγωγον. καὶ διαιρεῖν μεγαλοψυχίαν ὑπερηφανίας, ἀλλὰ μὴ συμφύρειν ὡς ἓν καὶ ταὐτόν· διαφέρει γὰρ ὅσον καὶ ἐπὶ τοῦ σώματος οἰδήσεως εὐεξία, καὶ ἔστιν τοῦ μὲν μεγαλοψύχου τὸ καταφρονεῖν τῶν τυχηρῶν ὑπερέχοντα τῷ τῆς ψυχῆς ὄγκῳ, τοῦ δʼ ὑπερηφάνου τὸ διὰ κουφότητα ταύτης ἐκπνευματούμενον ὑπὸ κτήσεως ὑπερορᾶν ἑτέρους. καὶ λογίζεσθαι διότι ζῷα μὲν οὐκ ἀτιμάζει τὰ τυχόντα συντρεφόμενος αὐτοῖς, οἷον ἵπποις καὶ κυσὶν καὶ τοῖς ὁμοίοις, ἄνθρωπον δὲ τὸ τηλικούτῳ διαφέρον καὶ συμφυλότατον αὑτῷ, διότι κεκόσμηται.

Φιλόδημος … νται χρονισθείσης ὑπερηφανίας. καὶ φοβεῖσθαι τὴν ὑπὸ πλειόνων αὑτοῦ μειζόνων καθυπερηφανίαν δικαιότατα γενησομένην, καὶ μήποθʼ οὓς ὑπερορᾷ τις ἐπὶ τούτους αὐτὸν ἡ τύχη ποιήσῃ καταφεύγειν, ὃ γέγονε πολλάκις ἤδη καὶ πόλεσι καὶ ἀνθρώποις, οὓς εἰ μὲν ὁμοίους εὑρίσκοι, περιορῷτʼ ἂν εὐλόγως, εἰ δὲ μετρίους, ὑπὸ τῆς ἐκείνων εὐγνωμοσύνης μᾶλλον ἁμαρτάνων ἐξελέγχοιτʼ ἄν. ἐννοεῖν δʼ ὅτι καὶ εἰς μωρίαν ἐνίοτε τὸ νόσημα περιίστησιν ἢ μανίαν, εἰ μὴ τὰ Ξέρξου τῶν δυεῖν οὐκ ἔχεται ἢ θατέρου, τὸ ζευγνύειν τὸν Ἑλλήσποντον καὶ καθιέναι πέδας εἰς τὴν θάλατταν καὶ τἆλλα ποιεῖν ἃ περὶ αὐτοῦ λέγουσιν· ἢ τὸ θεοὺς ἐξ ἀνθρώπων ἑαυτοὺς γεγονέναι δοκεῖν καὶ τἆλλʼ ὅσα γίνεται περὶ τοὺς ἀνέδην ὑπερηφανοῦντας. τοσαῦτα μὲν οὖν ἱκανὰ καὶ περὶ τούτων ἐπειπεῖν.

Φιλόδημος ὁ δʼ αὐθάδης λεγόμενος ἔοικε μὲν εἶναι μεικτὸς ἐξ οἰήσεως καὶ ὑπερηφανίας καὶ ὑπεροψίας, μετέχων δὲ καὶ πολλῆς εἰκαιότητος. τοιοῦτος γάρ ἐστιν, φησὶν ὁ Ἀρίστων, οἷος ἐν τῇ μάκρᾳ θερμὸν ἢ ψυχρὸν αἰτεῖν μὴ προανακρίνας τὸν συμβεβηκότʼ, εἰ κακείνῳ συναρέσκει, καὶ ...

Φιλόδημος ... παῖδα πριάμενος μηδὲ τοὔνομα προσερωτῆσαι μήτʼ αὐτὸς θέσθαι, καλεῖν δὲ παῖδα καὶ μηθὲν ἄλλο, καὶ τὸν συναλείψαντα μὴ ἀντισυναλείφειν· καὶ ξενισθεὶς μὴ ἀντιξενίσαι· καὶ θύραν ἀλλοτρίαν κόπτων, ἐπερωτήσαντος τίς ἐστιν, μηδὲν ἀποκρίνεσθαι, μέχρι ἂν ἐξέλθῃ. καὶ ἀρρωστοῦντʼ αὐτὸν ἐπισκεπτομένου φίλου μὴ λέγειν πῶς ἔχει, μηδʼ αὐτὸς ἐπισκεπτόμενός τινα τοιοῦτό τι προσεπερωτῆσαι· καὶ γράφων ἐπιστολὴν τὸ χαίρειν μὴ προσγράψαι μηδʼ ἐρρῶσθαι τελευταῖον.

ὁ δʼ αὐθέκαστος οὐ πάνυ μὲν εἰκαῖός ἐστιν οὐδʼ ἄλογος ὥσπερ ὁ αὐθάδης, διʼ οἴησιν δὲ τοῦ μόνος φρονεῖν ἰδιογνωμονῶν καὶ πειθόμενος ἐν ἅπασιν κατορθώσειν, ἁμαρτήσεσθαι δʼ ἂν ἑτέρου κρίσει προσχρήσηται, μετέχων δὲ καὶ ὑπερηφανίας· οἷος μηδενὶ προσαναθέμενος ἀποδημεῖν ἀγοράζειν πωλεῖν ἀρχὴν μετιέναι τἆλλα συντελεῖν· κἂν προσερωτήσῃ τις, τί μέλλει ποιεῖν, «οἶδʼ ἐγώ» λέγειν. κἂν μέμφηταί τις, ὑπομειδιῶν· «ἐμὲ σύ;» καὶ παρακληθεὶς ἐπὶ συνεδρείαν βουλευομένῳ μὴ βούλεσθαι τὸ δοκοῦν εἰπεῖν, εἰ μὴ τοῦτο μέλλει πράττειν· καὶ πάντʼ ἐν ὅσοις ἀποτέτευχε ...

Φιλόδημος ... πραττε … τελεῖν καὶ μὴ ἐπιτεθυμηκέναι γενέσθαι φάσκειν· καὶ μὴ δυσωπεῖσθαι τοὔνομα καλούμενος ὡς αὐθέκαστος, ἀλλὰ καὶ ἔτι παιδάρια λέγειν εἶναι τοὺς ὡς παιδαγωγοῖς ἄλλοις προσανατιθεμένους· καὶ μόνος ἔχειν πώγωνα καὶ πολιάς· καὶ ζῆν δυνήσεσθαι γενόμενος ἐν ἐρημίᾳ.

τούτου δʼ ἔτι χείρων ἐστὶν ὁ παντειδήμων, ἀναπεπεικὼς ἑαυτὸν ὅτι πάντα γινώσκει, τὰ μὲν μαθὼν παρὰ τῶν μάλιστʼ ἐπισταμένων, τὰ δʼ ἰδὼν ποιοῦντας μόνον, τὰ δʼ αὐτὸς ἐπινοήσας ἀφʼ αὑτοῦ. κἄστι τοιοῦτος οὐ μόνον οἷον Ἱππίαν τὸν Ἠλεῖον ἱστορεῖ Πλάτων, ὅσα περὶ τὸ σῶμʼ εἶχεν αὑτῷ πεποιηκέναι λέγειν, ἀλλὰ καὶ κατασκευάζειν οἰκίαν καὶ πλοῖον διʼ αὑτοῦ καὶ χωρὶς ἀρχιτέκτονος· καὶ γράφειν συνθήκας ἑαυτῷ δεομένας ἐμπειρίας νομικῆς· καὶ δούλους ἰδίους ἰατρεύειν, μὴ μόνον ἑαυτόν, ἐπιχειρεῖν δὲ καὶ ἄλλους· καὶ φυτεύειν καὶ φορτίζεσθαι τὰ μάλισθʼ ὑπὸ τῶν τεχνικωτάτων κατορθούμενα· καὶ ναυαγῶν ἐν ἅπασι μηδʼ οὕτω παύεσθαι τῆς ἀποπληξίας. οἷος δὲ καὶ τῶν μαθημάτων ἀντιποιούμενος πάντων ἀσχημονεῖν· καὶ τοὺς καταγελῶντας ἀπείρους λέγειν

Φιλόδημος ... οὐκ ἂν δι … δων ἐπιτρέπειν.

τῷ μὲν οὖν αὐθάδει τά τʼ ἐκ τῆς οἰήσεως καὶ τῆς ὑπερηφανίας καὶ ὑπεροψίας εἰ μὴ καὶ τῆς ἀλαζονείας δυσχερῆ παρακολουθεῖ, καὶ ἰδίως τὰ ἐκ τῆς εἰκαιότητος καὶ τὰ διὰ τῆς ὀργῆς τούτων οἷς οὕτω προσφέρεται, καὶ τὸ τυγχάνειν ὁμοίων ἢ μηδὲ βουλομένων εἰς ὁτιδήποτε κοινώνημα συνκαταβαίνειν, δυσχρηστεῖσθαι, καὶ τὸ περὶ μαινομένου πάντας φέρεσθαι καὶ καθαιρεῖν, διότι τὴν κακίαν ἔχειν αὐτὸν ὑπονοοῦσιν.

τῷ δʼ αὐθεκάστῳ τά τε παρὰ τὰς ἀτοπίας ἐξ ὧν μέμεικται καὶ τὸ μόνον ἀφραίνειν, ὅτι μόνος οἴεται περὶ πάντων φρονεῖν· διὸ κἀν τοῖς πλείστοις ἀποτυγχάνειν καὶ ἐπιχαίρεσθαι μετὰ καταγέλωτος ὑπὸ πάντων καὶ μηδὲ βοηθεῖσθαι· καὶ μηδὲ τῶν σοφῶν ἀναμαρτήτων εἶναι λεγόντων μηδʼ ἀπροσδέκτων συμβουλίας, τοῦτον ὑπὲρ αὐτοὺς νομίζοντα φρονεῖν ἐξ ἀνάγκης κακοδαιμονεῖν· ληρεῖν δὲ καὶ διότι τὴν κοινῶς σύνεσιν οἴεται περιπεποιῆσθαι τὰ τῶν ἰδίας ἐμπειρίας ἐχόντων, καὶ μεταμεμελῆσθαι πολλῶν ἐξ ἀνάγκης ἐνκυρεῖν, καὶ λοιδορίας καρποῦσθαι καὶ προσκρούσεις ἑτέρων ...

Φιλόδημος ... φάσθαι … ἄνθρωπον ἄλλων ἀνθρώπων οὐκ ἔχειν χρείαν.

ὁ δὲ παντειδήμων ἅμα τοῖς εἰρημένοις πᾶσι καὶ μαργιτομανής ἐστιν, εἰ καὶ τὸν ὄντως πολυμαθέστατον προσαγορευόμενον οἴεται πάντα δύνασθαι γινώσκειν καὶ ποιεῖν οὐχ οἷον ἑαυτόν, ὃς ἐνίοτε οὐδέν τι φωρᾶται κατέχων καὶ οὐ συνορῶν, ὅτι πολλὰ δεῖται τριβῆς, ἂν καὶ ἀπὸ τῆς αὐτῆς γίνηται μεθόδου καθάπερ τὰ τῆς ποιητικῆς μέρη, καὶ διότι περὶ τοὺς πολυμαθεῖς ὀσμαὶ μόνον εἰσὶ πολλῶν, οὐ κατοχαί, καὶ τἀποτεύγματα περίεστιν τῶν παιδευμάτων, οὐ τὰ κατορθώματα, καὶ πάνθʼ ὅσα τοῖς τοιούτοις συμβαίνειν ἀνελογιζόμεθα· καὶ διότι πολλὰ γινώσκειν, ὡς Ἱππίας ἐκαυχᾶτο, καὶ τὸ παραπλήσιον πᾶν γένος ὀνείδη μᾶλλόν ἐστιν ἤπερ ἐγκώμια· καί—τί γὰρ δεῖ τἆλλα περὶ ληρούντων λέγειν; —ὡς ὅταν ἀτυχήσωσι, φωρῶνται καταφεύγοντες ἐπὶ τοὺς τυχόντας καὶ τῶν ἐλαχίστων ἐλάττους αὑτοὺς εἶναι προσομολογοῦσιν.

ὁ μὲν οὖν ὑπερήφανος καὶ ὑπερόπτης ἐστίν, ὁ δʼ ὑπερόπτης οὐ πάντως καὶ ὑπερηφανεῖ καὶ ἅπαντα διὰ τὸ … χηρ … ἔστιν ὅτε τα … εἶναι· πέφυκε δʼ οὐ ...

Φιλόδημος ... τὸν μὲν σεμνὸν ἐπαινοῦντες ὡς ἀξίαν ἔχοντα μετά τινος αὐστηρίας, τὸν δὲ σεμνοκόπον καὶ τότε καὶ νῦν πάντως ψέγοντες ὡς ἐπιφάσκοντα τὸν εἰρημένον καὶ προσποιούμενον εἶναι τοιοῦτον ἐν τοῖς ὄχλοις καὶ διὰ τῶν λόγων—ὃν σεμνομυθεῖν ἔλεγον—καὶ τῶι σχήματι τοῦ προσώπου καὶ τῶν ὀμμάτων καὶ περιβολῇ καὶ κινήσει καὶ ταῖς κατὰ τὸν βίον ἐνεργείαις. καὶ βρενθύεσθαι δὲ καὶ βρενθυόμενον ὠνόμαζον καὶ ἔτι νῦν ὀνομάζουσιν—εἴτʼ ἀπὸ τοῦ παραδεδομένου θυμιάματος ἢ μύρου τῶν θεῶν βρένθυος, ὡς καθʼ ἡμᾶς καὶ μίνθωνος ἀπὸ τῆς μίνθης εἴτʼ ἀφʼ ὁτουδήποτε—τὸν ἀπὸ τῆς εἰρημένης διαθέσεως κατεμβλέποντα πᾶσιν καὶ παρεμβλέποντα καὶ τῇ κεφαλῇ κατασείοντα καὶ κατασμικρίζοντα τοὺς ἀπαντῶντας ἢ τοὺς ὧν ἄν τις μνημονεύσῃ, κἂν ὦσι τῶν μεγάλων εἶναι δοκούντων, μετὰ διασυρμοῦ καὶ μόλις που βραχείας ἀποκρίσεως ὑπεροχὴν ἰδίαν ἐμφαινούσης, ἄλλου δʼ οὐδενὸς ἀριθμὸν ἐμποιούσης· οἷον ὁ Ἀριστοφάνης ὅτι βρενθύει τʼ ἐν ταῖσιν ὁδοῖς καὶ τὠφθαλμὼ παραβάλλεις ἐκωμῴδει. ὁ δʼ εἴρων ὡς ἐπὶ τὸ πλεῖστον ἀλαζόνος εἶδος ...

Φιλόδημος ... διανοεῖ … ος … ον, ἀλλὰ καὶ τἀναντία μᾶλλον, ὥστʼ ἐπαινεῖν ὃν ψέγει, ταπεινοῦν δὲ καὶ ψέγειν ἑαυτόν τε καὶ τοὺς οἷός ἐστιν εἰωθέναι πρὸς ὁνδήποτε χρόνον μετὰ παρεμφάσεως ὧν βούλεται· συνεπινοεῖται δʼ αὐτῷ καὶ δεινότης ἐν τῷ πλάσματι καὶ πιθανότης· ἔστιν δὲ τοιοῦτος οἷος τὰ πολλὰ μωκᾶσθαι καὶ μορφάζειν καὶ μειδιᾶν καὶ ὑπανίστασθαί τισιν ἐπιστᾶσιν ἄφνῳ μετʼ ἀναπηδήσεως καὶ ἀποκαλύψεως· καὶ μέχρι πολλοῦ συνὼν ἐνίοις σιωπᾶν· κἂν ἐπαινῇ τις αὐτὸν ἢ κελεύηι τι λέγειν ἢ μνημονευθήσεσθαι φῶσιν αὐτόν, ἐπιφωνεῖν· «ἐγὼ γὰρ οἶδα τί πλήν γε τούτου ὅτι οὐδὲν οἶδα;» καὶ «τίς γὰρ ἡμῶν λόγος;» καὶ «εἰ δή τις ἡμῶν ἔσται μνεία»· καὶ πολὺς εἶναι τῷ· «μακάριοι τῆς φύσεως εἰ δή τινες» ἢ «τῆς δυνάμεως» ἢ «τῆς τύχης». καὶ μὴ ψιλῶς ὀνομάζειν, ἀλλὰ «Φαῖδρος ὁ καλός», καὶ «Λυσίας ὁ σοφός», καὶ ῥήματʼ ἀμφίβολα τιθέναι, «χρηστόν» «ἡδύν» «ἀφελῆ» «γενναῖον» «ἀνδρεῖον»· καὶ παρεπιδείκνυσθαι μὲν ὡς σοφά, προσάπτειν δʼ ἑτέροις ὡς Ἀσπασίᾳ καὶ Ἰσχομάχῳ Σωκράτης· καὶ πρὸς τοὺς ἐκ τῶν ἀρχαιρεσιῶν ἀπολυομένους· «ἐδοκιμάσθης ...

Φιλόδημος ... θεων … μοι· πάντα γὰρ δεινὸς σὺ κατεργάσασθαι». κἂν συνέλθῃ, τὸν καταπληττόμενον ἐμφαίνειν τό τε εἶδος καὶ τὴν ἀξίαν καὶ τὸν λόγον πρὸς τοὺς συνκαθημένους θαυμάζοντα, καὶ προσκαλούμενος εἰς κοινολογίαν φοβεῖσθαι καὶ τἀλάχιστα φάσκειν ἄπορα καταφαίνεσθʼ ἑαυτῷ, καὶ διαγελάσαντος· «ὀρθῶς μου καταφρονεῖς τηλικοῦτος ὤν, καὶ γὰρ αὐτὸς ἐμαυτοῦ»· καὶ «νέος ὤφελον εἶναι καὶ μὴ γέρων, ἵνʼ ἐμαυτὸν ὑπέταξά σοι». κἂν τῶν συνπαρόντων του ὁτιδήποτʼ εἰπόντος ἐκδήλως, ἐκεῖνος εἴπῃ τοιοῦτον· «διὰ τί λέγεις;» ἐπιφωνεῖν τὰς χεῖρας ἀνατείνας· «ὡς ταχὺ συνῆκας, ἀλλʼ ἀφυὴς ἐγὼ καὶ βραδὺς καὶ δυσαίσθητος». καὶ προσέχειν μὲν διαλεγομένῳ καὶ ἐνχάσκειν, εἶθʼ ὑποκιναιδεῖν καὶ διανεύειν ἄλλοις, ποτὲ δʼ ἀνακαγχάζειν· οἷος δὲ καὶ πρὸς οὓς ἔτυχεν ὁμιλῶν «διασαφεῖτέ μοι τὰς ἐμὰς ἀγραμματίας καὶ τὰς ἄλλας ἀστοχίας ὑμεῖς, ὦ φίλοι, καὶ μὴ περιορᾶτʼ ἀσχημονοῦντα». καὶ «οὐ διηγήσεσθέ μοι τὰς τοῦ δεῖνος εὐημερίας, ἵνα χαίρω, κἂν ἄρα δυνατὸς ὦ μιμῶμαι;» καὶ τί δεῖ τὰ πλείω λέγειν; ἅπαντα γὰρ τὰ Σωκρατικὰ μνημονεύματα συλλέγων ...

Φιλόδημος ... ὅμοιοι δʼ εὐτελιστὴς ἢ ἐξευτελιστὴς καὶ οὐδενωτὴς ἢ ἐξουδενωτὴς καὶ ἐπὶ ταὐτὸ φέρονται, διαφέροντες ἀνέσει καὶ ἐπιτάσει διαβολῆς τοῦ πλησίον· ὁ μὲν γὰρ ἐξευτελιστὴς ἀπόντων τινὰ φαυλότερον δὴ δοκεῖν παρίστησιν, ὁ δʼ ἐξουδενωτὴς ἴσον τῷ μηδενί. λοιπὸν ἔστιν μὲν ὅτε τοιοῦτοί τινές εἰσιν ὑπεροχὴν ἐμφαίνοντες ἰδίαν ἢ τῶν οὓς ἀποσεμνύνουσιν, ἔστιν δʼ ὅτε κατατρέχοντες μόνον ἐνίων, ὥστε τοὺς προτέρους καὶ ὑπερηφάνους εἶναι· διὸ καὶ δῆλον ὅτι φησὶν ἐπακολουθεῖν αὐτοῖς τὰ διʼ ἐκείνην ἄτοπα καὶ περιττότερόν τι τῇ διαβλητικῆι καὶ βασκαντικῇ καὶ φθονητικῇ. καὶ τὸν ὑπομνηματισμὸν δὲ τοῦτον αὐτοῦ καταπαύσομεν, ἐπισυνάψομεν δʼ αὐτῷ τὸν περὶ τῶν ἄλλων κακιῶν ὧν δοκιμάζομεν ποιεῖσθαι λόγον.

Φιλόδημος ἀρεσκευτικός, κτλ. ὁ μέντοι φιλέπαινος ὑπʼ Ἀρίστωνος καλούμενος καὶ χαρακτηριζόμενος οὔτε συνήθης ἐστὶν οὔτε διαφέρων οὔθʼ ὅλως … ὑπαμαι ....

Πλούταρχος καίτοι καὶ τῶν ἀνέμων μάλιστα δυσχεραίνομεν, ὡς Ἀρίστων φησίν, ὅσοι τὰς περιβολὰς ἀναστέλλουσιν ἡμῶν. ὁ δὲ πολυπράγμων οὐ τὰ ἱμάτια τῶν πέλας, οὐδὲ τοὺς χιτῶνας, ἀλλὰ τοὺς τοίχους ἀπαμφιέννυσι, τὰς θύρας ἀναπετάννυσι, καὶ διὰ παρθενικῆς ἁπαλόχροος ὡς πνεῦμα διαδύεται καὶ διέρπει, βακχεῖα καὶ χοροὺς καὶ παννυχίδας ἐξετάζων καὶ συκοφαντῶν.

Ἀθήναιος καὶ γὰρ τὸ παλαιὸν παίδων ἤρων, ὡς καὶ ὁ Ἀρίστων ἔφη, ὅθεν καὶ καλεῖσθαι τοὺς ἐρωμένους συνέβη παιδικά.

Ἀθήναιος καί μοι δοκεῖ Ἀρίστων ὁ Κεῖος ὁ Περιπατητικὸς οὐ κακῶς εἰρηκέναι ἐν τῷ δευτέρῳ περὶ τῶν Ἐρωτικῶν Ὁμοίων πρός τινα Ἀττικόν, μέγαν τινὰ κατὰ τὴν ἡλικίαν, ἐπιδεικνύντα ὡς καλόν, ᾧ Δῶρος ἦν ὄνομα· «τὴν πρὸς Δόλωνά μοι, φησί, δοκῶ παρʼ Ὀδυσσέως ἀπάντησιν ἐπὶ σὲ μεταφέρειν ἦ ῥά νύ τοι μεγάλων Δώρων ἐπεμαίετο θυμός.»

Πλούταρχος καίτοι δοκεῖ παντάπασιν ἡ πρὸς τοῦτον ἔχθρα μειρακιώδη λαβεῖν ἀρχήν. ἠράσθησαν γὰρ ἀμφότεροι τοῦ καλοῦ Στησίλεω Κείου τὸ γένος ὄντος, ὡς Ἀρίστων ὁ φιλόσοφος ἱστόρηκεν. ἐκ δὲ τούτου διετέλουν καὶ περὶ τὰ δημόσια στασιάζοντες.

Πλούταρχος Ἀρίστων δʼ ὁ Κεῖος ἐξ ἐρωτικῆς ἀρχῆς γενέσθαι φησὶ καὶ προελθεῖν ἐπὶ τοσοῦτον τὴν ἔχθραν αὐτῶν . Στησίλεω γάρ, ὃς ἦν γένει Κεῖος ἰδέᾳ τε καὶ μορφῇ σώματος πολὺ τῶν ἐν ὥρᾳ λαμπρότατος, ἀμφοτέρους ἐρασθέντας οὐ μετρίως ἐνεγκεῖν τὸ πάθος, οὐδʼ ἅμα λήγοντι τῷ κάλλει τοῦ παιδὸς ἀποθέσθαι τὴν φιλονεικίαν, ἀλλʼ ὥσπερ ἐγγυμνασαμένους ἐκείνῃ πρὸς τὴν πολιτείαν εὐθὺς ὁρμῆσαι διαπύρους ὄντας καὶ διαφόρως ἔχοντας.

Πλούταρχος καὶ τὰς καλὰς ταύτας καὶ ἱερὰς ἀναμνήσεις καλουμένας ἡμᾶς ἐπὶ τὸ θεῖον καὶ ἀληθινὸν καὶ Ὀλύμπιον ἐκεῖνο κάλλος αἷς ψυχὴ πτεροῦται, ... τί ... κωλύει γίνεσθαι μὲν ἀπὸ παίδων καὶ ἀπὸ νεανίσκων, γίνεσθαι δʼ ἀπὸ παρθένων καὶ γυναικῶν, ὅταν ἦθος ἁγνὸν καὶ κόσμιον ἐν ὥρᾳ καὶ χάριτι μορφῆς διαφανὲς γένηται, καθάπερ ὄρθιον ὑπόδημα δείκνυσι ποδὸς εὐφυίαν, ὡς Ἀρίστων ἔλεγεν.

Ἀθήναιος Ἀριστοτέλης δʼ ἐν δευτέρῳ Ἐρωτικῶν καὶ Ἀρίστων ὁ Περιπατητικός, Κεῖος δὲ τὸ γένος, ἐν βʹ Ἐρωτικῶν Ὁμοίων φασὶν ὅτι οἱ ἀρχαῖοι διὰ τοὺς περὶ τὸν οἶνον πόνους τῶν κεφαλαλγιῶν δεσμοὺς εὕρισκον τοὺς τυχόντας, τῆς τῶν κροτάφων συνδέσεως ὠφελεῖν δοκούσης. οἱ δʼ ὕστερον ἅμα τῷ κροτάφῳ προσέβαλόν τινα καὶ κόσμον οἰκεῖον τῇ παρὰ τὸν οἶνον διαγωγῇ, μηχανησάμενοι τὸν στέφανον. βέλτιον δὲ διὰ τὸ πάσας τὰς αἰσθήσεις ἐν τῇ κεφαλῇ εἶναι ταύτην στεφανοῦσθαι ἢ διὰ τὸ συμφέρειν ἐσκεπάσθαι καὶ συνδεδέσθαι τοὺς κροτάφους πρὸς τὸν οἶνον.

Ἀθήναιος καλῶς οὖν Ἀρίστων ὁ Κεῖός φησιν ἥδιστον ποτὸν εἶναι τὸν ἅμα μὲν γλυκύτητος, ἅμα δʼ εὐωδίας κοινωνοῦντα. διὸ καὶ τὸ καλούμενον νέκταρ κατασκευάζειν τινὰς περὶ τὸν Λυδίας Ὄλυμπον οἶνον καὶ κηρία συγκιρνάντας εἰς τʼ αὐτὰ καὶ τὰ τῶν ἀνθῶν εὐώδη.

Ἀθήναιος Ἀρίστων δʼ ὁ φιλόσοφος ἐν Ἐρωτικῶν Ὁμοίων δευτέρῳ Πολέμωνά φησι τὸν Ἀκαδημαικὸν παραινεῖν τοῖς ἐπὶ δεῖπνον πορευομένοις φροντίζειν ὅπως ἡδὺν πότον ποιῶνται μὴ μόνον εἰς τὸ παρόν, ἀλλὰ καὶ εἰς τὴν αὔριον.

Πλούταρχος εἰσβολαὶ δὲ καὶ ὁδοὶ δύο τῆς πολιτείας εἰσίν, ἡ μὲν ταχεῖα καὶ λαμπρὰ πρὸς δόξαν, οὐ μὴν ἀκίνδυνος, ἡ δὲ πεζοτέρα καὶ βραδυτέρα, τὸ δὲ ἀσφαλὲς ἔχουσα μᾶλλον. οἱ μὲν γὰρ εὐθύς, ὥσπερ ἐξ ἄκρας πελαγίου πράξεως ἐπιφανοῦς καὶ μεγάλης, ἐχούσης δὲ τόλμαν, ἄραντες ἀφῆκαν ἐπὶ τὴν πολιτείαν, ἡγούμενοι λέγειν ὀρθῶς τὸν Πίνδαρον ὡς ἀρχομένου ἔργου πρόσωπον χρὴ θέμεν τηλαυγές καὶ γὰρ δέχονται προθυμότερον οἱ πολλοὶ κόρῳ τινὶ καὶ πλησμονῇ τῶν συνήθων τὸν ἀρχόμενον ὥσπερ ἀγωνιστὴν θεαταί, καὶ τὸν φθόνον ἐκπλήττουσιν αἱ λαμπρὰν ἔχουσαι καὶ ταχεῖαν αὔξησιν ἀρχαὶ καὶ δυνάμεις. οὔτε γὰρ πῦρ φησιν ὁ Ἀρίστων καπνὸν ποιεῖν οὔτε δόξαν φθόνον, ἢν εὐθὺς ἐκλάμψῃ καὶ ταχέως, ἀλλὰ τῶν κατὰ μικρὸν αὐξανομένων καὶ σχολαίως ἄλλον ἀλλαχόθεν ἐπιλαμβάνεσθαι· διὸ πολλοὶ πρὶν ἀνθῆσαι περὶ τὸ βῆμα κατεμαράνθησαν.

Ἰωάννης ὁ Στοβαῖος ἐκ τῶν Ἀρίστωνος· Σπαρτιατῶν νόμος τάττει ζημίας τὴν μὲν πρώτην ἀγαμίου, τὴν δευτέραν ὀψιγαμίου, τὴν τρίτην καὶ μεγίστην κακογαμίου.

Λαέρτιος Διογένης Σοτίων δέ φησιν εἰρηκέναι τινὰς Ξενοφάνους αὐτὸν ἀκηκοέναι. λέγειν τʼ Ἀρίστωνα ἐν τῷ περὶ Ἡρακλείτου καὶ τὸν ὕδερον αὐτὸν θεραπευθῆναι, ἀποθανεῖν δʼ ἄλλῃ νόσῳ.

Λαέρτιος Διογένης τὰ δὲ περὶ Σωκράτους καὶ ὅσα ἐντυχὼν τῷ συγγράμματι εἴποι, κομίσαντος Εὐριπίδου, καθά φησιν Ἀρίστων, ἐν τῷ περὶ Σωκράτους εἰρήκαμεν.

Λαέρτιος Διογένης φασὶ δʼ Εὐριπίδην αὐτῷ δόντα τὸ Ἡρακλείτου σύγγραμμα ἐρέσθαι· «τί δοκεῖ;» τὸν δὲ φάναι· «ἃ μὲν συνῆκα γενναῖα· οἶμαι δὲ καὶ ἃ μὴ συνῆκα· πλὴν Δηλίου γέ τινος δεῖται κολυμβητοῦ.»

Λαέρτιος Διογένης καὶ αἵδε μέν εἰσιν αἱ φερόμεναι αὐτοῦ διαθῆκαι, καθά που συνήγαγε καὶ Ἀρίστων ὁ Κεῖος.

Λαέρτιος Διογένης Ἀρίστων δέ φησιν ἐν τῷ Ἐπικούρου βίῳ τὸν Κανόνα γράψαι αὐτὸν ἐκ τοῦ Ναυσιφάνους Τρίποδος, οὗ καὶ ἀκοῦσαί φησιν αὐτόν, ἀλλὰ καὶ Παμφίλου τοῦ Πλατωνικοῦ ἐν Σάμῳ. ἄρξασθαί τε φιλοσοφεῖν ἐτῶν ὑπάρχοντα δυοκαίδεκα, ἀφηγήσασθαι δὲ τῆς σχολῆς ἐτῶν ὄντα δύο πρὸς τοῖς τριάκοντα.

Πλούταρχος ὅτι δὲ τῶν ἐν φιλοσοφίᾳ λεγομένων οἱ σφόδρα νέοι τοῖς μὴ δοκοῦσι φιλοσόφως μηδʼ ἀπὸ σπουδῆς λέγεσθαι χαίρουσι μᾶλλον καὶ παρέχουσι ὑπηκόους ἑαυτοὺς καὶ χειροήθεις, δῆλόν ἐστιν ἡμῖν. οὐ γὰρ μόνον τὰ Αἰσώπεια μυθάρια καὶ τὰς ποιητικὰς ὑποθέσεις, ἀλλὰ καὶ τὸν Ἄβαριν τὸν Ἡρακλείδου καὶ τὸν Λύκωνα τὸν Ἀρίστωνος διερχόμενοι τὰ περὶ τῶν ψυχῶν δόγματα μεμειγμένα μυθολογίᾳ μεθʼ ἡδονῆς ἐνθουσιῶσι.

Ἀνώνυμος ὁ Παράδοξογράφος ὁ Φλωρεντινός Ἀρίστων δὲ ὁ Περιπατητικὸς φιλόσοφος ἐν τῇ Κέῳ πηγὴν φησὶν ὕδατος εἶναι, ἀφʼ ἧς τοὺς πίνοντας ἀναισθήτους γίνεσθαι ταῖς ψυχαῖς· εἶναι δὲ καὶ ἐπὶ ταύτης ἐπίγραμμα τοιόνδε· ἡδεῖα ψυχροῖο ποτοῦ λιβάς, ἣν ἀναβάλλει πηγή· ἀλλὰ νόῳ πέτρος ὁ τῆσδε πιών.

Παραδοξογράφος Βατικανός Ἀρίστων δὲ ὁ Περιπατητικὸς ἐν τῇ Κέῳ πηγήν φησιν ὕδατος εἶναι, ἀφʼ ἧς τοὺς πιόντας ἀναισθήτους γίνεσθαι.