eul_wid: swk-cn
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Orations 1–64: Oration 5 (Artemis) by Libanius of Antioch

A thank-offering to Artemis in prose, given for Libanius's escape from death when heavy stones fell in a temple of Zeus. The hymn tells of her birth on Delos and her help at Apollo's birth, her care for women in childbirth, the Athenian month named for her and the girls brought to her before marriage, the deer on the coins of Ephesus, and her ending of human sacrifice. He likens his rescue to the Dioscuri's saving of Simonides.

Part of Orations 1–64

ΑΡΤΕΜΙΣ.

Αὐτὸ τοῦτο τὸ νῦν ἐμὲ καὶ ζῆν καὶ λέγειν καὶ ὁρᾶν τε ὑμᾶς καὶ ὑφʼ ὑμῶν ὁρᾶσθαι παρὰ τῆς Ἀρτέμιδός μοι σαφέστατα, ὦ ἄνδρες, ἥ μʼ ἐξ αὐτῶν τῶν τοῦ θανάτου πυλῶν ἐρρύσατο καὶ διέσωσεν. οὐ δὴ ἀχάριστον χρὴ γενέσθαι περὶ τὴν ταῦτα δοῦσαν θεόν, ἀλλὰ δίκαιον δεικνύμενον τηρεῖν τὸν περὶ ταῦτα νόμον. ὁ δὲ νόμος ἐστὶν εὖ παθόντα ὑπό του τῶν κρειττόνων τιμᾶν τοῦτον τὸν εὖ πεποιηκότα. τιμᾷ δὲ ὁ μὲν κρατῆρας ἀνατιθείς, ὁ δὲ χρυσίδας, ὁ δὲ ἕτερόν τι σκεῦος, ὁ δὲ στέφανον, ποιμὴν δὲ αὐλὸν καὶ θηρατὴς θηρίου κεφαλὴν καὶ ποιητὴς ὕμνον ἐν μέτρῳ καὶ ῥητορικὸς ὕμνον ἄνευ μέτρου. δοκεῖ δέ μοι παρὰ τοῖς θεοῖς ὕμνος χρυσίου προκεκρίσθαι, εἰ δὴ καὶ ἀνὴρ ἀγαθὸς τήνδε ἂν θεῖτο περὶ τούτοιν τὴν ψῆφον, σεμνότερος τούτῳ μᾶλλον ἢ ʼκείνῳ γιγνόμενος. ἀμειβόμεθα δὴ σωτηρίαν λόγῳ, δοῦναι δὲ μὴ τοῦ παντὸς ἁμαρτεῖν ἐν τῷ λόγῳ τῆς καὶ τὸ ἔτι εἶναι δούσης θεοῦ, λαβεῖν δὲ αὐτῇ τοῦτο παρὰ τοῦ μουσηγέτου τε καὶ ἀδελφοῦ ῥᾴδιον.

Ἄρτεμις Διὸς καὶ Λητοῦς θυγάτηρ, πατρὸς μὲν τοῦ μεγίστου τῶν θεῶν, μητρὸς δέ, ἣν ἐκεῖνος εἰς τοιαύτας ἐξελέξατο γονάς, Δήλου δὲ ἀνασχούσης καὶ σταθείσης τε καὶ στησάσης τὴν Λητὼ προεκτρέχει μὲν ἡ Ἄρτεμις τοῦ Ἀπόλλωνος, βοηθεῖ δὲ τῇ μητρὶ πρὸς τὸ καὶ τὸν Ἀπόλλω τεκεῖν. καλὸν μὲν δὴ καὶ τὸ ἐκτραφέντα χρόνῳ ὕστερον ἐκτίνειν τροφεῖα τοκεῦσιν, ἡ δὲ ἅμα τε ἐγεγόνει καὶ ἠμείβετο τὴν τεκοῦσαν ἐν καιρῷ μάλιστα δὴ δεομένῳ βοηθοῦ. ὥστε καὶ ὧν Ἀπόλλων αἴτιος ἀγαθῶν ἀνθρώποις, ἀμφοτέροις ἰστέον χάριν, τῷ τε ἐπειδὴ ἐγένετο δόντι τῇ τε μαιευσαμένῃ.

Καὶ ὡς μὲν καὶ εὐθὺς ἐν ταῖς πρώταις ἡμέραις ἀνδρειοτέρα ἦν τοῦ Ἀπόλλωνος πρὸς τὰ ἐκ τῆς Ἥρας δείματα, ὅθεν δὴ καὶ ὀνόματα τῇ μὲν Ἄρτεμιν, τῷ δὲ γενέσθαι Λοξίαν, ταυτὶ μὲν ἑτέροις ᾄδειν ἀφείσθω. γίγνεται δὲ αὐτῇ γενομένῃ παρὰ τῆς Γῆς τόξα τε καὶ βέλη δῶρα καὶ τὸ εὐθὺς ἐπίστασθαι τὴν τέχνην, ἔλαφοί τε εὐθέως ἐφαίνοντο, παρὰ τῆς Γῆς, οἶμαι, καὶ τοῦτο, καὶ ἐβάλλοντο ἄλλαι ἐπʼ ἄλλαις μελέτης εἵνεκα τῆς περὶ τὴν τοξικήν. τοῦτο δὴ φαίνεται πεποιηκὸς καὶ τὸν Ἀπόλλω τοξότην, ἡ μίμησις τῆς Ἀρτέμιδος, ὥστε εἴη ἂν Ἀρτέμιδος Ἀπόλλων ἐν τοξικῇ μαθητής.

Αὐξομένη δὲ ἡ θεὸς κάλλει τε ἤστραπτε καὶ ἔφευγε γάμον καὶ ὤμνυ τὴν τοῦ πατρὸς κεφαλὴν ἦ μὴν παρθένος μενεῖν. τοῦ μὲν οὖν κάλλους ἄλλοι τε ποιηταὶ μάρτυρες καὶ ὁ σοφώτατος Ὅμηρος, τοῦτο μὲν τὴν Ἀλκίνου θυγατέρα τῇ ταύτης εἰκόνι τιμήσας, τοῦτο δὲ τὴν Ἰκαρίου, προσθεὶς τῇ Ἀρτέμιδι τὴν Ἀφροδίτην εἰς ἴσον ταῖν θεαῖν ἄγων τὰ κάλλη. Παρθένιόν τε τὸν ἐν Παφλαγόσι ποταμὸν ὄντα καλὸν καλὸν δὴ εἶναι λόγος, ὅτι λουτρὸν Ἀρτέμιδι γένοιτο. τοῦ γε μὴν ἀποδιδράσκειν τὴν πρὸς τὸ ἄρρεν κοινωνίαν μάρτυς ἱκανὸς ὁ δυστυχὴς Ὠρίων σκορπίῳ κατενεχθεὶς ὁ τηλικοῦτος, ἐπειδὴ ὧν οὐκ ἐξῆν ἥπτετο. τὴν μὲν δὴ Ἀθηνᾶν οὐδὲν θαυμαστὸν παρθένον ἑλέσθαι εἶναι, φῦσαν ἐκ μόνου τοῦ πατρός, ἡ δὲ ἐκ γάμου γενομένη τὴν παρθενίαν ὅμως ἐδίωξε. καὶ ἡ μὲν Ἀφροδίτη διὰ τὸ κάλλος αὐτή τε ἀνδρὶ συνεζύγη καὶ ἐπέστησεν αὑτὴν γάμοις τε καὶ ὑμεναίοις, τὴν δὲ οὐκ ἔπεισε τὸ κάλλος συνοικεῖν τε θεῷ καὶ κύειν καὶ τίκτειν οὐδὲ ὑπέθηκεν αὑτὴν τοῖς τοῦ γήμαντος βουλήμασιν.

Οὐ μὴν οὐδὲ ἱστὸν καὶ ἔρια καὶ ταλασίαν καὶ ἔργα γυναικῶν ἠξίωσεν ἐφορᾶν, ἐλάττω ταῦτα τῆς ἑαυτῆς κρίνασα φύσεως, ἀλλʼ ἀφῆκεν αὑτὴν ἐπὶ τὰ θηρία, νάπας τε καὶ ὄρη καὶ ἄλση καὶ δρυμοὺς ἐπιοῦσα, τέρψιν ἔχουσα τὴν θήραν. οὐ γὰρ δὴ πόνου δεῖ τῇ Ἀρτέμιδι πρὸς τὸ βάλλειν, ἀλλʼ ὅσα ἡμεῖς ταῖς καθειργμέναις ὄρνισι, χρῆται ἐκείνη κάπροις τε καὶ ἐλάφοις καὶ ὅτῳ ἄλλῳ θηρίῳ δόξειε. καὶ ἔστιν ἀκριβῶς δέσποινα τῶν θηρίων μᾶλλον ἢ ἡμεῖς τῶν οἰκετῶν. τῶν μέν γε ἀντέβλεψεν ἤδη τις καὶ ἐλύπησε ῥήματι καὶ ἀποδρὰς ᾤχετο, τὰ δὲ ὅ τι περ ἂν ἐκείνῃ δοκῇ, πάσχει τε καὶ στέργει τοῖς ἀπὸ τῆς θεοῦ. ἡ δὲ τέρπεται μὲν ὁρῶσα αὐτὰ θέοντα, τέρπεται δὲ διώκουσα, τέρπεται δὲ τοξεύουσα. τῇ τέρψει δὲ αὐτῇ τῷ γένει τῷ τῶν ἀνθρώπων ἀμύνει, τὰ δυσμενῆ τῷ γένει ποιοῦσα ἐλάττονα, δοκεῖν δέ μοι, καὶ τῷ μὴ χωρεῖν αὐτὰ ἐπὶ τὰ ἄστη μηδὲ προσπίπτοντα σπαράττειν τε καὶ κατεσθίειν καὶ κενοῦν τὰς πόλεις ἀνθρώπων. τίς γὰρ ἂν ἤνεγκεν ὁμοθυμαδὸν ἐπιόντα τῶν θηρίων τὰ φῦλα, ὅπου γε καὶ ἢν ἕν τι τούτων δὴ τῶν ἐν τοῖς ζωγρείοις τεταλαιπωρημένων ὑπερβὰν τὸ ἑρκίον θέῃ διὰ πόλεως, βλέμματι μόνῳ ταράττει τε καὶ ἐκπλήττει καὶ ποιεῖ σκοπεῖν ᾗ ἄν τις σωθείη, θύραι τε κλείονται καὶ βοὴ πρὸς ἀλλήλους καὶ θόρυβος, ὅσος ἂν ἐκ πολεμίων εἰσπεσόντων γένοιτο; τί δὴ ἂν οὖν οἰόμεθα συμβῆναι ἐν θηρίων ἐπιστρατείαις ἡγουμένων λεόντων; τῆς θεοῦ τοίνυν χάρις τὰ νῦν γιγνόμενα, τὸ μένειν ἐν ταῖς ὕλαις, ἃ οὐκ ἦν ἐνεγκεῖν ἐπιόντα.

Φήσει τις μεγάλῳ ἔργῳ, τοῖς πολεμικοῖς, ἐπιστατεῖν τὸν Ἄρη τε καὶ τὴν Ἀθηνᾶν. ἔστι δὲ οὐκ ὀλίγη μοῖρα τῶν ἐν πολέμοις Ἀρτέμιδος, εἰ μὴ μικρόν τῳ δοκεῖ τοῖς πολεμοῦσιν εἶναι τόξα καὶ βέλη, διʼ ὧν ἐστι πόρρωθεν τῶν ἐναντίων κρατεῖν δρῶντας ἄνευ τοῦ παθεῖν. εἰ γοῦν τοῖς μὲν εἶεν τῶν μαχομένων τοξόται, τοῖς δὲ μή, τάχιστʼ ἂν ἀναλωθείη τὸ ὁπλιτικὸν ὑπὸ τῶν τοξευμάτων, πρὶν συμπεσεῖν, καὶ ἀπίοιεν ἂν καθαροὶ τραυμάτων νενικηκότες οὗτοι δὴ οἱ τοξόται, καὶ πολιορκῶν δὲ τοξότης κατενέγκαι ἂν τὸν ἐπὶ τείχους πολλάκις, καὶ ἀπὸ τοῦ τείχους δʼ ἂν τὸν τειχομαχοῦντα ῥᾳδίως ὁ πολιορκούμενος. ὁπλίτου δὲ πόσον ἂν ἐνταῦθα εἴη τὸ ἔργον. μάθοι δʼ ἄν τις καλῶς παρʼ Ἡρακλέους, ὁπόσον τι δύναται τόξον, ὃς ὁρμήσας καθαίρειν τὴν γῆν, οὐ θώρακα ἐνδὺς οὐδὲ ἀσπίδα λαβὼν ἐχώρει πρὸς τὸ ἔργον, ἀλλὰ τόξα καὶ φαρέτραν, οἷς τὰ πολλὰ κατειργάζετο. τῶν δὲ ἐκείνου τόξων ἀπέλαυσεν εἰς νίκην καὶ ὁ μετʼ ἐκεῖνον ἐπὶ Ἴλιον ἥκων στρατός. εἰ δὲ μὴ ἦλθεν ἐκ Λήμνου Φιλοκτήτης μετὰ τῶν τόξων Ἡρακλέους, μικρὰ ἂν ἦν τὰ τῶν ὁπλιτῶν. ὅλως δὲ ὅστις θηρᾶν ἀγαθός, οὗτος καὶ πολεμεῖν ἀγαθός. ἀγαθὴ γὰρ πολέμου διδάσκαλος ἡ θήρα. καὶ ὁ μὲν ἐκεῖθεν δεῦρʼ ἥκων θαρραλέος, εἰδὼς σωθῆναί τε καὶ διαφθεῖραι, ὁ δʼ ἄνευ θήρας δειλός τε καὶ κακὸς καὶ πολεμίοις χαρά.

Ἀριθμεῖ δὲ ὁ χρηστὸς Ξενοφῶν ἐν τῷ περὶ κυνηγεσίων λόγῳ τοὺς ἀπὸ τοῦ θηρᾶν μακαρίους τε καὶ θαυμαστοὺς καὶ οἵους λύειν κινδύνους γεγενημένους. καὶ ἴστε, ὦ νέοι, τοὺς ἄνδρας οὓς ἀριθμεῖ Ξενοφῶν. θαυμασταὶ δὲ ἐντεῦθεν καὶ γυναῖκες, ὅσας ἐφίλησεν Ἄρτεμις καὶ ἔσχεν ἐν θήρᾳ διατριβούσας· αἵ μοι δοκοῦσιν ἄνδρας ἀπείρους θήρας ἐν πολέμῳ λαβοῦσαι δεῖξαι ἂν καλῶς, ὡς νόθος ἅπας ὁ στρατιώτης ὁ πολέμου πρὸ θήρας ἁπτόμενος. δηλοῖ δὲ ἡ τῶν Λακεδαιμονίων πόλις· μάλιστα δὴ δοκοῦσα φροντίσαι τῶν πολεμικῶν μάλιστα δὴ φαίνεται φροντίσασα τῶν περὶ θήραν. νόμος γοῦν αὐτοῖς ἐν τῇ τῆς Ἀρτέμιδος ἑορτῇ τὸν ἥκοντα ἐπὶ τὸ δεῖπνον οὐ τεθηρευκότα δοκεῖν τε ἀδικεῖν καὶ διδόναι δίκην. ἡ δὲ δίκη, ἀμφορέα τις ὕδατος κομίσας καταχεῖ τῆς τοῦ παιδὸς κεφαλῆς, ἢν παῖς οὗτος ᾖ, ἀνδρὸς δὲ τῆς χειρὸς ὁ δάκτυλος τοῦτο ὑπομένει, καὶ ἔστιν ἐν Λακεδαίμονι τοῦτο τὸ ὕδωρ ἀτιμία. ἐπιθυμοῦντες γάρ, οἶμαι, τοῦ νικᾶν ἐν τοῖς ὅπλοις ἓν τοῦτο μέγιστον εὕρισκον εἰς νίκην ἐφόδιον, θηρίων περιεῖναι.

Ἔχοι δʼ ἄν τι λέγειν οὐ πρὸς Ἄρην καὶ Ἀθηνᾶν μόνον, εἰ βούλοιτο, Ἄρτεμις, ἀλλὰ καὶ πρὸς ἅπαντας θεούς, οἳ τέχνας παραδόντες ἀνθρώποις ἔχουσί τε αὐτοὺς ἐργαζομένους αὐτὰς τάς τε ἀπὸ τούτου καρποῦνται τιμάς. μὴ ὄντων μὲν γὰρ ἀνθρώπων ἀπώλλυντʼ ἂν αἱ τέχναι, ἄνθρωποι δὲ οὐκ ἂν ἦσαν ἐν ὠδῖσι διαφθειρομένων τῶν τε φερουσῶν ἅ τε φέροιτο· κοινὸς γὰρ ἀμφοῖν ἐν τῷ τοιῷδε ὄλεθρος, ἐκράτει δʼ ἂν οὗτος οὐκ ὄντος τοῦ ἀρήγοντος. τίνες ἂν οὖν οὐκ ὄντων τῶν τικτομένων ἢ θάλατταν ἔπλεον ἢ γῆν εἰργάζοντο ἢ λόγους ἐποίουν ἢ σώματα ἐθεράπευον ἢ ἐχάλκευον ἢ ᾠκοδόμουν ἢ ἐναυμάχουν ἢ ἐπεζομάχουν ἢ ἀφʼ ἵππων ἐμάχοντο θανάτου τὴν γένεσιν φθάνοντος; ἢ γὰρ οὐδὲν ἐγίγνετο ἂν ἢ κομιδῆ τινα εὐαρίθμητα οὐδὲ αὐτὰ ἄπηρα. ἐπεὶ καὶ ὅσα πώποτε ἢ οὐ διέφυγε τὸν κλύδωνα ἢ ἧκεν εἰς φῶς ἀνάπηρα, ὥστε αὐτοῖς γενέσθαι τὸ μὴ τεθνάναι ζημίαν, ταῦτα ἄνευ τῆς θεοῦ τῆσδε τὴν ὁδὸν ἐκείνην τὰ μὲν οὐδὲ ἦλθε, τὰ δὲ οὐ καλῶς. οὕτω πάντη τὸ τὴν γῆν ἐσχηκός τε γένος ἀνθρώπων καὶ ἔχον καὶ ἕξον ἐν ἡλικίαις ἁπάσαις παρὰ τῆς Ἀρτέμιδος δέδοται τῇ γῇ, τό τε ὂν τό τε οὐκ ὂν τό τε ἐσόμενον. καὶ ἃ δὴ τὸν Γάμον ὑμνεῖν ἐν γάμοις εἰώθαμεν, ὡς ὄντα πατέρα ἀνθρώπων, τά τε τούτου τοῦ θεοῦ τά τε τῆς Ἀφροδίτης μάταια ἂν ἦν, εἰ μὴ Ἄρτεμις χεῖρα ἐν ὠδῖσιν ὤρεγεν. ἐπεὶ καὶ τὴν Εἰλείθυιαν ὅταν ἀκούσῃς, ἀκούεις τὴν Ἄρτεμιν. οὕτω καὶ τῆς Ἀφροδίτης ἡ σπουδή, ἔστι δὲ αὕτη παίδων εἵνεκα, διὰ ταύτης εἰς τέλος ἔρχεται, καθάπερ τοῖς τὰ πελάγη πλέουσι διὰ τῶν λιμένων. εἰ δὲ ἀλίμενα πάντα ἦν καὶ οὐκ ἦν τὸ δεξόμενον, ἄκαρπον ἂν ἦν τὸ πεπλευσμένον περιρρηγνυμένων τοῖς προβόλοις τῶν πλοίων. λιμὴν δὴ καὶ ἥδε ἡ θεὸς τοῖς τὸν ἐν τῇ νηδύι πλέουσι πλοῦν. Διὰ τοῦτο ἐν τιμαῖς πανταχοῦ τε καὶ παρὰ πᾶσι, καὶ νεώ τε μεγαλοπρεπεῖς καὶ βωμοὶ καὶ θυσίαι καὶ ἑορταί. Ἀθηναῖοι δὲ καὶ μηνὸς ὀνόματι γεραίρουσι τὴν θεόν, ὁ γὰρ δὴ Ἐλαφηβολιὼν τοῦτό ἐστιν. ἐν ἑτέρῳ δέ γε μηνί, Μουνυχιῶνι οἶμαι, καὶ τὰς παρθένους αὐτῇ πρὸ γάμων ὑπάγουσιν, ὅπως προτεθεραπευμένης Ἀρτέμιδος οὕτως ἐπὶ τὰ Ἀφροδίτης ἴωσι. δυοῖν δὲ ὄντοιν σφίσι πλείστου ἀξίοιν χωρίοιν, Πειραιῶς τε καὶ τῆς ἀκροπόλεως, ἡ μέν ἐστι τῆς Ἀθηνᾶς, ὁ δὲ τῆς Ἀρτέμιδος. Ἐφεσίοις δὲ καὶ τὸ νόμισμα τὴν ἔλαφον ἔφερεν ἀμοιβὴν τῇ θεῷ τῶν μεγάλων ἀγαθῶν.

Ὅτι μὲν οὖν καὶ ὑγίεια παρὰ τῆς Ἀρτέμιδος ἀνθρώποις, αὐτὸ μηνύει τοὔνομα, καὶ τὸν Αἰνείαν ἴσμεν παρʼ Ὁμήρου μαθόντες ὑπό τε Λητοῦς καὶ ταύτης ἐν μεγάλῳ ἀδύτῳ ῥωννύμενον· τοῦ γε μὴν ὅλως αὐτῇ μέλειν ἀνθρώπων καὶ τόδε μέγα τεκμήριον. θυόντων γὰρ αὐτῇ τῶν ἀνθρώπων ἀνθρώπους οἰομένων δεῖν μεγίστοις ἀντὶ μεγίστων τιμᾶν, μετέστησε τὸν νόμον, ἐπεὶ καὶ παρʼ οἷς αἵματι τιμᾶται ἐπὶ τοιούτῳ, ζῶντι τιμᾶται αἵματι· ἡ δὲ αὐτὴ καὶ φιλάνθρωπος καὶ φιλέλλην. ἦλθεν οὖν ὡς Ἕλληνας ἀφεῖσα Σκύθας. καὶ τὰ ἀπὸ Σελήνης δὲ ἀγαθά, τά τε εἰς φυτὰ τά τε εἰς ἀνθρώπους, Ἀρτέμιδος δόσις, καὶ τὴν τῆς Ἑκάτης δὲ ἀρχήν, τοὺς δαίμονας τοὺς πολλούς, Ἀρτέμιδος ἀρχὴν νομιστέον· Ἄρτεμις γὰρ δὴ καὶ ἐκεῖναι.

Ἐπισταμένη δὲ εὖ ποιεῖν ἀνθρώπους ἡ θεὸς ἐπίσταται καὶ κολάζειν ἀνθρώπους, τὰ τοῦ πατρός, οἶμαι, ποιοῦσα, παρʼ οὗ καὶ πλοῦτος καὶ κεραυνοί, τὸ μὲν τοῖς δικαίοις, τοῖς δὲ οὐ τοιούτοις τὸ πῦρ. ὁρᾷ δὲ καὶ τὸν ἀδελφὸν ἄμφω ποιοῦντα, ὥσπερ ἐπὶ τῶν πολεμησάντων τοῖς Τρωσὶν ὑπὲρ τῆς Ἑλένης Ἑλλήνων, οἷς λοιμὸν ἐνέβαλέ τε καὶ ἔλυσε τὸν αὐτόν, ἑκάτερον τῷ ἱερεῖ χαρισάμενος, τὴν μὲν νόσον, ἐπειδὴ ὕβριστο, τὴν δὲ ἀπαλλαγήν, ἐπειδὴ τὴν παῖδα ἀπειλήφει. τοιαῦτα δὴ καὶ τὰ τῆς Ἀρτέμιδος· ἣ παρέπεμψε μὲν διὰ κυνὸς τὴν ἀποικίαν εἰς Ἰωνίαν, συνεφήψατο δὲ Ἀλεξάνδρῳ τῆς στρατείας εἰς τὴν Ἀσίαν διαβάντι. Ὡς δὲ ἄμεινον αὐτὴν τιμᾶν ἢ καταφρονεῖν, ἔδειξε μὲν ἡ Ταντάλου Νιόβη θρηνήσασα κόρας ἓξ τετοξευμένας, ἔδειξε δὲ Ἀκταίων ἰδών, ἃ μὴ θέμις, ἔδειξε δὲ ὁ τῶν Αἰτωλῶν ἄρχων Οἰνεύς, ὃς θυσίας αὐτὴν ἀποστερήσας τινὸς ἔστενεν ἐπὶ τοῖς δένδρεσι τοῖς ἑαυτοῦ κειμένοις ἡττωμένων τῶν ῥιζῶν συὸς ἑνὸς ἐμβολῆς. κρατηθέντος δὲ τοῦ θηρίου μόλις τε καὶ σὺν τῷ τῶν ἑλόντων κακῷ, — τοσούτους ἄνδρας ἀνάλωσεν —, ἕτερον δʼ ἔτεκε κακὸν ἡ δορά τε καὶ ἡ κεφαλή, πόλεμον, ὅπως μηδεὶς Ἀρτέμιδος ἐν θεῶν τιμαῖς μήθʼ ἑκὼν ἀμελοῖ μήτʼ ἐπιλανθάνοιτο.

Καὶ παιδεύει δὲ τοὺς ἀνθρώπους μηδὲν ἔξω τοῦ μέτρου μήτε λέγειν μήτε δρᾶν, τὸν μὲν Ἀγαμέμνονα κάλλιον αὐτῆς εἰπόντα βαλεῖν τὴν ἔλαφον ἀναγκάσασα τῷ βωμῷ τὴν παῖδα προσαγαγεῖν ὑπὲρ τῆς ἀναγωγῆς, ἣν ἐπεῖχεν ἡ θεὸς ἀπλοίᾳ τὴν ὑπερηφανίαν κολάζουσα πειθομένων αὐτῇ τῶν ἀνέμων οὐχ ἧττον ἢ τῷ Αἰόλῳ, τῷ σφῶν αὐτῶν ταμίᾳ, οὗ δὴ καὶ φιλανθρωπίαν κατέμιξεν ἡ θεὸς μετενεγκοῦσα τὸ ξίφος ἀπὸ τῆς κόρης ἐπʼ ἔλαφον, καὶ ἡ μὲν ἠφάνιστο, ἡ κόρη, ἡ δὲ ἦν ἐν χερσίν, ἡ ἔλαφος. ἕτερον δὲ ὅμοιόν τε καὶ οὐχ ὅμοιον· ἀνήρ τις περὶ Ἰταλίαν συὸς χρῆμα μέγιστον ἑλών, ἀλλʼ οὐ νῦν γε, ἔφη πρὸς ἑαυτὸν λέγων, τῆς Ἀρτέμιδος ἔσται τοῦ συὸς ἡ κεφαλή, τῷ δʼ ᾑρηκότι τοῦτο ἀνακείσεται ἐμοί. ταῦτα εἰπὼν ἐκ δένδρου τὴν κεφαλὴν ἀναρτήσας ὑπʼ αὐτῇ καθεῦδε μεσημβρίας ἡκούσης, ἡ δὲ ἐπὶ τὸ στῆθος τοῦ δεσμοῦ λυθέντος πεσοῦσα κτείνει τὸν τιμιώτερον τῆς θεοῦ κυνηγέτην.

Τιμωμένη δὲ ἥτις ἐστίν, εἰ πάλιν ἀκούειν ἐθέλοιτε, μέλλοντες Ἀθηναῖοι τρέχειν ἐπὶ τοὺς εἰς τὴν χώραν ἀποβαίνοντας τῶν βαρβάρων, τὸν Δαρείου στόλον, εὔξαντο τῇ Ἀγροτέρᾳ θύσειν αὐτῇ χιμάρους, ὅσους ἂν κτείνωσι τῶν βαρβάρων. καὶ ἀπέκτειναν ὁπόσους ἀκούομεν. ἦν μὲν γὰρ καὶ Ἡρακλῆς ἐν τοῖς μυρίοις τούτοις, ἦν δὲ καὶ ὁ Πάν, αὑτὸν παρακαλέσας, τὸ πλέον δέ μοι δοκεῖ τῆς Ἀρτέμιδος γενέσθαι, δυνατωτέρας θεοῦ. καὶ τί δεῖ τὰ ἑτέρων λέγειν; ἀλλʼ ἥδε ἡ πόλις ἡ πολλὴ Σκυθῶν ἂν ἐγεγόνει καὶ ἀνήρπαστο κατὰ τὴν πάλαι στρατείαν, εἰ μὴ ἥδε τὸν ἀδελφὸν παραλαβοῦσα τοξεύουσα φεύγοντας ἔδειξε Φλέγρας ἤδη ταύτας ἔχοντας· στρατὸς δὲ ἡμῖν ὁ δεξόμενος τοὺς ἐπιόντας οὐκ ἦν, οἱ δὲ ἃ τῶν βαλλομένων ἦν, βοῶντες ἀπῄεσαν, οἱ Σκύθαι, δύο τοξότας οὐ φέροντες.

Καὶ τὸ ἱερὸν δὲ τουτὶ τὸ μέγα, τὸ πρὸς ἕω, τὸ ἐν τῷ προαστείῳ, γυναικός ἐστι τῆς Καμβύσου δαπάνη, μισθὸς ὀφθαλμῶν αὐτῇ παρὰ τῆς θεοῦ σεσωσμένων. ἐγὼ δέ γε οὐκ ὀφθαλμῶν μόνον οὐδʼ αὖ χειρῶν ἢ ποδῶν ἤ τινος ἄλλου μέρους οἶδα μισθὸν ὀφείλων, ἀλλʼ ὅλου τε ἐμαυτοῦ καὶ τοῦ χοροῦ. ἦν μὲν γὰρ μὴν ὁ ἐπώνυμος τῆς Ἀρτέμιδος καὶ τοῦ γε μηνὸς ἑβδόμη ἱσταμένου, ἐν ᾗ νόμος ἐν Μερόῃ ταύτῃ ποιεῖσθαι τῇ θεῷ τὴν ἑορτήν, ἧς καὶ τὸ κεφάλαιον αἷμα ἀπὸ πυγμῆς. πύκται δέ, ὁπόσαι φυλαὶ τῆς πόλεως, εἷς ἀφʼ ἑκάστης, καὶ ἔρις ὑπὲρ νίκης θαυμαστή, οὐχ ὑπὲρ μεγάλων μὲν τῶν ταῖς φυλαῖς εἰς αὐτοὺς ἀνηλωμένων, μανίᾳ δὲ τὸ πρᾶγμα ἔοικε τῇ θεῷ χαριζομένων. πάλαι μὲν οὖν δρόμος ἦν ἁπάντων ἐπὶ τὴν θέαν καὶ τὸ μὴ ἐλθεῖν οὐκ εὐσεβές, τῷ καιρῷ δὲ ἀμβλυνθείσης τῆς ἑορτῆς οἱ μὲν ἐπύκτευον, διδάσκαλοι δὲ λόγων ἐν συνουσίαις, διδόντες μὲν δίκην οὐ δοκοῦντες τοῖς πολλοῖς, καιρῷ δὲ εἴκοντες. πρῴην τοίνυν οἱ μὲν ᾤχοντο εἰς Μερόην, οἱ πύκται, ἐγὼ δὲ εἰσεκάλουν τοὺς νέους. οἱ δὲ οὐχ ὑπήκουον· εἶναι γάρ τι τὸ τὸν ὄκνον ἐμποιοῦν, ὃ οὐκ ἔχειν μὲν εἰπεῖν ὅ τι εἴη, δεινῶς δὲ ἀποκωλύειν. ῥᾳθυμίαν δὲ ἐμοῦ τὸ πρᾶγμα καλοῦντος, εἰ τὰ τῆς προτεραίας αὖθις ζητοῖεν, ἡ δὲ οὐκ ἦν ἔργων, δείματός τινος θορυβοῦντος σφίσι τὰς ψυχὰς ὤμνυσαν εἶναι τῆς συνουσίας τὴν φυγήν. οὕτω δὲ συνεχώρουν. τὸ δὲ ἦν ἄρα τῆς Ἀρτέμιδος ἀρωγὴ τὸν γενόμενον ἂν κωλυούσης ὄλεθρον. ὡς γὰρ δὴ ἀπηλλάγησαν οἱ πεφοβημένοι καὶ ἦν μόνος ἐν τῷ βουλευτηρίῳ τούτῳ, λόγον τις οὐ πολλῷ ὕστερον φέρων ἔρχεται νέος εἰρημένον οἱ πολλάκις, εἰ παρέχοι καιρός, ἥκειν σὺν τῷ βιβλίῳ, καὶ γὰρ ἦν τις περὶ τοῦ λόγου λόγος. εἰλῆφθαι δὴ καιροῦ νομίσας ὁ νεανίσκος ἧκεν. οὕτω δὲ ἀναστὰς ἐλθὼν ἐπὶ τὴν θύραν ἑστὼς ἑστῶτος ἠκροώμην. καὶ ἀνέγνωστό τε ἔπη πλείω ἢ διακόσια, καί με ἔννοια τῆς νόσου τῆς τῶν ποδῶν εἰσῄει καὶ ὡς πολὺ βέλτιον καθήμενον ἀκούειν. ἀπελθὼν οὖν καὶ καθεζόμενος ἐπὶ τοῦ θρόνου κελεύσας ἐκεῖνον ταὐτὸ ποιεῖν ἐπὶ θατέρου, τετταράκοντα ἐπῶν οὔπω ἀνεγνωσμένων ὁρῶ κόνιν ἐκ τοῦ ὑπὲρ τῆς θύρας τῆς μεγίστης τε καὶ μέσης φερομένην. ἔπειτα ἀπορραγὲν κῦμα λίθων ἐφέρετο μέγα καὶ ἦν ἐπὶ γῆς τῶν πολλῶν συντριβέντων. ἐγὼ δὲ οἷς μὲν εἶδον ἐξεπεπλήγμην, ἐπεπόνθειν δʼ ἄν τι καὶ πλέον, εἰ τὸν κτύπον ἅπαντα τοῖς ὠσὶν ἐδεδέγμην. νῦν δὲ προὐνοήθην τε καὶ ἤρκεσαν αἱ χεῖρες. ὁ δʼ ἐπιτετραμμένος τὰς τῶν φοιτητῶν εἰσόδους οὗτος εἰσιών πως τότε τῇ σκιᾷ τοῦ κατιόντος σώζεται βλέψας τε ἄνω καὶ ἐπὶ πόδα ἀναχωρήσας ἤδη εἴσω τὸν ἕτερον ἔχων, ὥστε αὐτῷ καὶ ἐπέπληκτο τὸ τοῦ ὑποδήματος ἄκρον. τὸ δὲ ἀπορραγὲν τοῦτο ὀφρὺς ἦν ὥρας εἵνεκα ὑπὲρ τῆς θύρας τεταμένη λίθου τοῦ στίλβοντος ἐγκειμένου τῷ μὴ τοιούτῳ· ὃν κοιλάναντες εἰς ὑποδοχὴν τοῦ κρείττονος τὸ μὲν ἐνέθηκαν αὐτοῦ, τῷ δὲ προὔχειν ἔδοσαν τέρψιν εἶναι ὁρῶσι. τέως μὲν οὖν ᾧ συνείχετο ἰσχύοντος, ξύλον τι σμικρότατον τοῦτο ἦν, ἔμενε, χρόνῳ δὲ ἐκείνου καμόντος ἐξίστατό τε τὸ ἐνηρμοσμένον, καὶ ἦν χαμαὶ σωρὸς λίθων μεγάλων οὐκ ἂν εἰκασθέντων πρὸ τοῦ πάθους, οἶμαι, τοσούτων, οἳ μὴ ὅτι νέους ἐν εἰσόδοις τε καὶ ἐξόδοις διέφθειραν ἂν ἐπιπεσόντες, ἀλλʼ οὐδὲ καμήλων τε καὶ ἐλεφάντων κεφαλαὶ διέφυγον ἂν τὸ μὴ οὐκ αὐτίκα κεῖσθαι. ἀλλʼ αὐτὴ ἐσάωσεν, εἶπεν ἂν Ὅμηρος, καὶ παῖδάς τε γονεῦσιν ἀπέδωκεν ἐμέ τε ἐξείλκυσε σαφῶς τῆς ἐγγὺς οὕτω πληγῆς τῇ περὶ τοῖν ποδοῖν φροντίδι τῷ τε πατρὶ τῷ Διὶ καθαρὸν θανάτων διετήρησε τὸν νεών. εἰ δʼ οὐκ ἐπεκούρει, πόσας ἂν οἰόμεθα δεῦρʼ ἐλθεῖν κλίνας ἀναιρησομένας τὸ τῆς πόλεως ἄνθος. ἔξεστιν οὖν μοι φιλοτιμεῖσθαι κατὰ τὸν Σιμωνίδην. ἀδελφοὶ δὲ κἀκεῖνον ἔσωζον Ἀρτέμιδος ὁμοπάτριοι. Σιμωνίδῃ μὲν οὖν ἀντʼ ᾠδῆς ἐκεῖνα παρὰ τοῖν Διοσκούροιν, ἐμοὶ δὲ ταῦτα καὶ πρὸ ᾠδῆς.

Ἀλλʼ ἰδοὺ νῦν γε ἀποδεδώκαμεν, τοῦ δὲ μὴ λέξαι κακῶς αὐτῇ τε καὶ Ἀπόλλωνι τῷ μουσηγέτῃ μελήσει.