The emperor and his prefect have restored the city councils to their number in law, but the councillors themselves, Libanius charges, keep it from taking effect. He traces the councils' decline from prosperity under an emperor who weakened them and favoured the city he had founded, and denies those who betray the council the excuse of fear. He closes by tying the fall of the councils to that of rhetoric, asking for both council-chambers and schools to be restored.

Part of Orations 1–64

ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΥΠΕΡ ΤΩΝ ΒΟΥΛΩΝ.

Τὸ μὲν σόν, ὦ βασιλεῦ, μέρος καὶ τοῦ μετὰ σὲ τοῖς ἄλλοις ἄρχουσιν ἐφεστηκότος, ἐπανήκουσιν εἰς τὰ πρόσθεν αἱ βουλαὶ καὶ τὸν αὑτῶν ἀριθμὸν ἔχουσι, παρὰ δὲ τῶν ἐν αὐτῷ τῷ βουλεύειν κεκώλυται τοῦτο πρὸς ἔργον ἐλθεῖν, ὥστε σὲ μὲν δικαίως ἂν ἅπαντες ἐπαινοῖμεν καὶ τὸν ὕπαρχον, ἐκείνους δὲ καὶ μισοῖμεν καὶ κακοὺς ἡγοίμεθα καὶ διδόντας δίκην ἡδέως ἂν ἴδοιμεν. εἰ γὰρ δὴ τοῦτο γένοιτο, τάχʼ ἂν ἡ τιμωρία παύσειε τὰ νῦν ἐναντιούμενα τῇ παρὰ σοῦ ταῖς βουλαῖς βοηθείᾳ. τούτων οὖν εἵνεκα καὶ τοῦ μαθεῖν ἅπαντας, ὡς τοῖς σοὶ δοκοῦσιν εὐθὺς ἀκολουθεῖν ἄξιον, ὀργῇ τῇ προσηκούσῃ φαίνου χρώμενος κατὰ τῶν οὐκ ἀξιούντων ἄρχεσθαι. ὡς δʼ ἂν γένοιτό σοι σαφὲς τὸ ʼκείνων κακούργημα, μικρὸν ἄνωθεν ἀρξάμενος διηγήσομαι.

Ἤνθουν αἱ βουλαὶ πάλαι ταῖς πόλεσιν ἁπάσαις, καὶ ἦν ἥ τε γῆ τῶν βουλευόντων καὶ τῶν γε οἰκιῶν αἱ βελτίους καὶ χρήματα ἦν ἑκάστῳ καὶ παρʼ ἀλλήλων ἐγάμουν καὶ ἦν εὔδαιμον τὸ βουλῆς μετασχεῖν. οὕτω τοίνυν ἐχούσας αὐτὰς παραλαβών τις βασιλεὺς χείρους ἐποίησεν ἄλλοις τε οὐκ ὀλίγοις καὶ τῇ γε ὑφʼ αὑτοῦ πεποιημένῃ πόλει. τεθνεῶτος τοίνυν αὐτοῦ τὸν πόλεμον ἤδη πεφυτευκότος τὸν Περσικὸν τὰ περὶ τὸν πόλεμον τοῦτον πράγματα ταῖς βουλαῖς ἐλυμήνατο καθʼ ἕκαστον αὐτὰς ἔτος ἐπὶ τὸ χεῖρον ἄγοντα τῶν ἐπὶ τὸν Τίγρητα πεμπομένων βουλευτῶν ταῖς ἐκεῖ βλάβαις τὰ πατρῷα πωλούντων. οἱ δʼ οὐκ οἶδʼ ὁπόθεν ἥκοντες ἐωνοῦντο ῥᾳδίως γεωργοῦντες τὰ βασίλεια. τοῦτʼ εὔξατο λῦσαι τὸ κακὸν Ἰουλιανὸς ὁ βασιλεύς, τοῦτʼ ἔλυσε δυνηθείς, οἷς ἦν κτήματα καθʼ ἑκάστην πόλιν ἐγγράφων πλὴν κομιδῆ τινων ὀλίγων. τῆς οὖν ἐκείνου τελευτῆς ἐπὶ ταὐτὰ πάλιν τὰς βουλὰς ἀπενεγκούσης, μᾶλλον δὲ εἰς πολὺ φαυλότερα καὶ πολλῆς ἀπὸ τῶν βουλευτηρίων ἐφʼ ἑτέρους βίους γιγνομένης τῆς φυγῆς καὶ τῶν πόλεων τεταπεινωμένων τῷ τῶν βουλῶν σχήματι τῶν ἄλλων ἀκολουθούντων ἤλγησας μὲν ἀξίως τοῦ πράγματος, ὦ βασιλεῦ, καὶ τὸν Κυνήγιον ἔτʼ ἐπὶ τῶν δεήσεων τεταγμένον ᾠήθης ἐκπέμψαι δεῖν τοῦτο μόνον ἔργον ἕξοντά τε καὶ ἰασόμενον, πρὶν δὲ ἢ τοῦτο πραχθῆναι, γενόμενον ὕπαρχον ἐκέλευες μέχρι τοῦ Νείλου χωρεῖν ἔχοντα καὶ τοῦτο ἐν προνοίᾳ μηδένα ἀφιέναι παρὰ τὸ ἐν ἀρχῇ γεγενῆσθαι. ὁ δὲ χείρων τῆς προσδοκίας φανεὶς καὶ μεγάλα μὲν ἀπειλήσας, δείξας δὲ ἃ κἂν αἰσχυνθείη τις εἰπεῖν, ἁπτόμενος μὲν ἐν τῇ πορείᾳ τοῦ πράγματος, ἐν δὲ ματαίοις θορύβοις ἱστάμενος, οὕτω μὲν εἶδε τὸν Νεῖλον, οὕτω δὲ πάλιν τὸν Βόσπορον, φρονῶν μὲν ὡς δή τι πεποιηκώς, πεποιηκὼς δὲ οὐδέν.

Κἀκείνῳ μὲν ἄν τις ἐγκαλέσειε ῥᾳθυμίαν, περὶ δὲ τῶν βουλευτῶν τί τις ἂν φήσειε τῶν ὀλίγων οὐ βουληθέντων γενέσθαι πλειόνων; τί γὰρ ἦν δὴ τῶν τοῦτο βουλομένων; ἱκετεῦσαι, δακρύσαι, δεηθῆναι, πεσεῖν εἰς γόνυ, βοῆσαι τὰ τῶν ἀδικουμένων, αὐτοῦ μένειν εἰπεῖν, εἰ μή τις ἕλκων ἐκβάλοι. τούτων οὐδὲν παρὰ τῶν ὀλίγων, ἀλλʼ ἐκλήθη τις, καὶ ῥήτωρ ἐγγὺς καὶ ῥήματα οὐ πολλά, καὶ ἡ ἄφεσις εἵπετο καὶ οἵδε ἄφωνοι. ἔτι τοίνυν πολλοὺς μὲν πρὸ τοῦδε τοῦ καιροῦ παρεῖσαν συναγωνιζομένους, πολλοὺς δὲ μετὰ τοῦτον πόσων, ὦ βασιλεῦ, παρʼ ὑμῶν ἀφικνουμένων γραμμάτων ἁπάσας ἀναιρούντων τοῖς ἀδίκως φεύγουσι τὰς καταφυγάς. τὰ μέν γέ φησιν· ἦρξας καὶ διὰ τοῦτʼ οὐκ ἀξιοῖς λειτουργεῖν; οὐκοῦν αὐτὸς μὲν κάθευδε, διὰ δὲ τοῦ παιδὸς τὰ προσήκοντα ποίει. ἀλλʼ οὐκ εἶ πατὴρ ἢ θυγατέρων μόνων; ἄνδρα τινὰ πείσας ὑπελθεῖν τοὔνομα καὶ τὸ ἔργον πάλιν αὐτὸς κάθευδε τοσοῦτον μόνον τῇ πόλει παρέχων, ἀναλίσκων. ταῦτʼ ἔστιν ἐν πολλαῖς ἐπιστολαῖς καὶ τούτων γε ἐν ἑτέραις ἕτερα καλλίω μείζω τὴν ἀπόδειξιν ἔχοντα τῆς σπουδῆς ᾗ περὶ τὰς βουλὰς κέχρησαι. ταυτὶ δὲ λέγει τί; εἰ καὶ διὰ πολλῶν ἀρχῶν ἀφῖξαι καὶ κήρυκες ἡγοῦντό σου καὶ ῥαβδοῦχοι καὶ μαστιγοφόροι καὶ ἡμεροδρόμοι καὶ στρατιῶταί τινες καί σοι τροφὴ γέγονεν ἐκ τοῦ βασιλέως οἴκου, ἥξεις ὅμως οἷ σε καθίστησιν ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ οἱ τούτων γονεῖς. κἂν εἴπῃς τὰς ἀρχάς, οὐδὲν ὠφελοῦσαν βοήθειαν κέκληκας. καὶ τὰ μὲν παρʼ ὑμῶν τοιαῦτα, τὰ δὲ τούτων ἀντὶ τοῦ πέμπειν μὲν τοὺς στεφανώσοντας τὴν οὕτω τῶν βουλῶν ἐπιμελουμένην κεφαλήν, ἔχεσθαι δὲ εὐθὺς τῶν ἀποδεδομένων, μὴ συγχωρεῖν δὲ τοῖς ἄρχουσι μέλλειν μηδʼ ἀναβολαῖς χαρίζεσθαι τοῖς ὑπὸ τῶν γραμμάτων τεθηραμένοις, ἀλλʼ ἀναγκάζειν ἐμμένειν τοῖς ὑφʼ ὑμῶν δικαίως κεκριμένοις καὶ φόβους ἐφιστάναι τῇ περὶ ταῦτα νωθείᾳ, ἀντὶ δὴ τοῦ ταῦτα ποιεῖν καὶ ἔτι πλείω τοὺς μὲν εἴων ζῆν ἐν οἷσπερ ἔζων, πρὸς δὲ τοὺς οὐδὲν οὔτε μεῖζον οὔτε ἔλαττον ἐφθέγξαντο μεγάλας εἰς τὸ παρρησιάζεσθαι τὰς ἀφορμὰς ἔχοντες. ἀλλʼ ὧν οὐ γιγνομένων παρʼ ὑμῶν ἐσχετλίαζον ἄν, ταῦτʼ ἔχειν ἐξὸν οὐκ ἐβουλήθησαν, ἀλλʼ οὐ διδόντων μὲν δεινὰ πάσχειν ἔλεγον, διδόντων δὲ οὐκ ἐχρήσαντο, ἀλλʼ ὧν χρῄζειν ἔλεγον, ταῦτʼ εἰς χεῖρας ἰόντα ἀπεώθουν.

Καὶ παράδοξον μὲν τὸ ῥηθέν, ἔχει δὲ οὐκ ἄλλως ὁ λόγος, ἀλλʼ ὅμοιον ποιοῦσιν, ὥσπερ ἂν εἴ τις πένης αἰτήσας παρὰ τοῦ Διὸς θησαυρόν, ἔπειτα γῆν ὀρύττων εὑρὼν φεύγοι τὸ δῶρον. τί δὴ τὸ τούτων αἴτιον; ἐν τοῖς ὀλίγοις τούτοις εἰσίν, ὦ βασιλεῦ, μεγάλαι τινὲς δυνάμεις, αἳ τοὺς ἀσθενεστέρους ἄγουσι καὶ φέρουσι τούτοις τἀκείνων προστιθεῖσαι, τά τε ἐκ τοῦ πολιτεύεσθαι κέρδη τὰ τούτων αὔξει. κἀν τοῖς ἀμελουμένοις ἃ δικαίως ἂν ἐτύγχανε προνοίας, ἐκ τοῦ μὴ πολλοὺς εἶναι τοὺς βουλεύοντας τοῖς οὖσιν ἡ παραίτησις. καὶ πολὺς καθʼ ἑκάστην ἡμέραν ὁ θρῆνος· ὁρᾷς τοὺς ἑστηκότας ἡμᾶς τοὺς εὐαριθμήτους τοὺς ἀντὶ τῶν χιλίων καὶ διακοσίων δώδεκα; τοῦτʼ ἔστιν ἡ βουλή. ταῦτα μόνα τὰ πρὸς τοσαῦτα πράγματα ἀγόμενα σώματα. διʼ ἡμῶν τἀν τῇ πόλει, διʼ ἡμῶν τἀν τοῖς ἀγροῖς, διʼ ἡμῶν τὰ μείζω, διʼ ἡμῶν τὰ ἐλάττω, διʼ ἡμῶν τὰ κουφότερα, διʼ ἡμῶν τὰ βαρύτερα. διὰ τοῦτο τῶν αὐτῶν ὀνομάτων ἀκούεις. ταύτην τὴν ὀλόφυρσιν τὰ δικαστήρια δέχεται συγγνώμην μὲν φέροντα τοῖς ὀλιγωρουμένοις, συγγνώμην δὲ φέροντα τοῖς κακουργουμένοις. βουλόμενοι δὴ ταύτης τε ἀπολαύειν τῆς ἀποστροφῆς καὶ ἐν μόνοις σφίσιν ἵστασθαι τὰ λήμματα δεδίασι μή τι τῶν ἀρχαίων αἱ βουλαὶ κομίσωνται, καὶ τὸ τὰς βουλὰς ἀναστῆναι παρʼ ὑμῶν ζητοῦντες, ὅπως ἀεὶ κείσονται πράττουσι, μᾶλλον δὲ τὸ μὲν προσποιοῦνται ζητεῖν, τὸ δʼ ὄντως ἐθέλουσι. δεῖ τοῖς λουσομένοις πυρός. ἔξεστιν ἐλθεῖν ἐπὶ τὸν δεῖνα καὶ τὸν δεῖνα, οἱ δὲ οὐκ ἐθέλουσι. δεῖ τοῦ θρέψοντος ἵππους ἡδονὴν παρέξοντας δρόμοις. εἰσὶν ὧν ἄν τις λαβόμενος ἀναθείη τὴν λειτουργίαν, οἱ δʼ αὐτοὺς γυμνῇ τῇ κεφαλῇ προσεῖπον. εἶτα τοῦ παρόντος καιροῦ κατηγοροῦσιν ὡς τὰς βουλὰς καταδύσαντος αὐτοὶ καταδύσαντες καὶ καταποντίσαντες καὶ κεκωλυκότες αὐτὰς ἀναβιῶναι. σὺ μὲν γὰρ τοῦτο ἐβουλήθης, οὗτοι δὲ τοὐναντίον. τὸν οὖν πονηρὸν ταῖς βουλαῖς καιρὸν πεποιήκασιν, ὥστʼ εἴ τινα δεῖ δοκεῖν ἐχθρὸν εἶναι τῶν βουλῶν, τοὺς τοσοῦτον αὐτῶν φυλάττοντας ὅσον αὐτοῖς τηρήσει τὸ κερδαίνειν, νομιστέον. οἳ προδεδώκασι μὲν τὰς αὑτῶν ἐν τῷ τὰς βουλάς, προδεδώκασι δὲ τὰς ὑφʼ ὑμῶν εὑρημένας ταῖς βουλαῖς ὠφελείας. οἱ δὲ πατρίδας κακοῦντες πῶς οὐκ ἂν καὶ γονέας; οἱ δὲ ἐκείνους τίνος φείσαιντʼ ἄν; τίς γὰρ ἂν εἴη τοῖς γε τοιούτοις φίλος; οἱ δʼ ὑπὲρ χρημάτων τοιοῦτοι ποίων μὲν ἀπόσχοιντʼ ἂν ἀναθημάτων; ποίων δʼ ἂν τάφων; τίνι δʼ ἂν συνήθει συνοδοιποροῦντες ἔχοντί γε χρυσίον οὐκ ἂν εἴπερ ἐξείη, κτείναντες ἀφέλοιντο;

Καὶ τοῦτο, ὦ βασιλεῦ, κοινὸν τὸ κακόν, ἐάν τε Πάλτον εἴπῃς ἐάν τε Ἀλεξάνδρειαν τὴν δεικνῦσαν τὸν Ἀλεξάνδρου νεκρὸν ἐάν τε Βαλανέας ἐάν τε τὴν ἡμετέραν. μέτρῳ μὲν γὰρ διαφέρουσιν, ἡ δʼ αὐτὴ πανταχοῦ νόσος.

Καίτοι φήσουσι λέγεσθαι τοῖς ἄρχουσι κατάλογον τῶν ἀποδράντων καὶ τῶν ἀτελεῖς αὑτοὺς πολλοῖς τρόποις πεποιηκότων. ἔστι δὲ τὸ μὲν οὐκ ἐκείνων, ἀλλὰ τῶν τε ἀρχόντων καὶ τῶν ἐπὶ τοῖς τοιούτοις γράμμασι, τῶν μὲν ἀπειλαῖς οὐδένα κρύπτειν ἐώντων, τῶν δὲ φόβῳ πάντα εἰς μέσον ἀγόντων. οἱ γενναῖοι δὲ οἵδε τοῦ πράγματος εἰς κρίσιν ἥκοντος νῦν μὲν σιωπῇ, νῦν δὲ τῷ μηδὲν ἰσχυρὸν εἰπεῖν ἐθελῆσαι τοῖς ἀδικοῦσι τὴν βουλὴν συνέπραξαν μαλακῶς συνηγωνισμένοι, ὡς μηδὲν ὀνειράτων τὸ πρᾶγμα διαφέρειν. σπείραντες δὲ τοιαύτας χάριτας ἐν τοῖς δικαστηρίοις ἀπελθόντες ἀμῶσι τῆς προδοσίας τοὺς μισθοὺς δεχόμενοι λέγοντες πρὸς τοὺς διαφυγόντας, ὡς ἄριστα προὔδοσαν. οἱ δʼ εἰσὶν ἐν τοῖς πρὸ τοῦ τῇ μὲν αὑτοῦ γαστρὶ χαριζόμενος ἕκαστος, βεβαιοτέραν δὲ ἔχων τὴν ἀτέλειαν τῇ κρίσει. γνοίης δʼ ἄν, ὡς ἀληθῆ λέγω, διὰ τῶν τριῶν τῶν ἐκ μὲν ἑκατὸν τῇ βουλῇ δεδομένων, ἐφʼ ᾧ τίς τῶν εὖ φρονούντων οὐκ ἠγανάκτησε, τρεῖς ἐκ τοσούτων; τὸ βουλεύειν δὲ καὶ τούτων διὰ τούτους ἀποσεισαμένων, τῶν τούτοις βοηθούντων ἐν πλούτῳ παῖδας οὐ κεκτημένων καὶ διὰ τοῦτο χάριτας τοιαύτας δυναμένων λαμβάνειν. εἶτα τίς αὐτῶν ἄρξων καὶ ἦν εὖ ποιῶν χαλεπὸς τοῖς ἀφεικόσιν ἐν οἷς ἀφεῖντο τῶν ἀφέντων τὴν ἀδικίαν ἰδών. τὴν γὰρ τῶν ἀμυνούντων αὐτοῖς δύναμιν ἄξιον, φησίν, ὑφορᾶσθαι. ἀλλʼ εἰ τοῦτʼ ἔστιν ἀληθές, οὐκ ἔστιν αὐτοῖς ἐκεῖνο λέγειν, ὡς ὑπʼ αὐτῶν τὰ τῶν κλεπτόντων ἑαυτοὺς ὀνόματα τοῖς ἄρχουσι φανερὰ καθίσταται. εἰ γὰρ οὐκ ἀδεές, οἱ κηδόμενοι τούτων οὐδʼ ἂν τοῖς ὀνόμασιν ἐλύπουν οὓς ἐφοβοῦντο. οὐ γὰρ μᾶλλον ἐν τοῖς δευτέροις ἐχαρίζοντο τοῖς συμμάχοις ἢ διὰ τοῦ σπέρματος ἐλύπουν. οὕτως ὅταν αὑτῶν τὸ τῶν ὀνομάτων ποιῶσιν, ἐξαπατῶσιν. ἀλλὰ μήν, ὅταν ὡς ἔδεισαν λέγωσι τὴν τῶν ταῦτα οὐ βουλομένων ἰσχύν, ὁμολογοῦσιν εἶναι περὶ τὴν αὑτῶν κακοί. οὐ γὰρ τὸ μὴ ἠδικηκέναι ταύτῃ δεικνύουσι, τὴν δʼ αἰτίαν ἀφʼ ἧς ἠδικήκασι λέγουσιν. ἔνι δὲ καὶ τοῖς δειλοῖς ὧν οἱ μὲν λείπουσι τὰς τάξεις, οἱ δʼ οὐδὲ μετέχουσιν αὐτῶν, τοιαῦτα κρινομένοις λέγειν· δειλὸν γάρ με ἡ μήτηρ ἔτεκε καὶ τὰ ὅπλα λαβεῖν οὐκ ἐδυνήθην. ὁ δὲ τοῦτο μὲν πεποιηκέναι φήσει καὶ συμπαρατάξασθαι, τὸ δʼ ἔργον καὶ τὰ ἀπὸ τῆς μάχης οὐκ ἐνεγκεῖν. ἀπορήσει δʼ οὐδʼ ὅστις ἱερῶν χρημάτων οὐδʼ ὅστις ἅπτεται τάφων, αἰτίας ἀφʼ ἧς ἐπὶ ταῦτα ἧκεν, ἀλλʼ ὀδυροῦνται τὴν πενίαν, ὥσπερ αὖ καὶ ὁ προδότης. ἀλλʼ οὐδεὶς τοῖς τοιούτοις σώζεται, τὴν δίκην δὲ ὑπέχων εἴσεται μόνην οὖσαν σωτηρίαν ἐν τῷ τῆς αἰτίας ἐλέγχῳ.

Καὶ νῦν μή μοί τις λεγέτω τὸν φόβον, ἀλλʼ εἰ μὴ προεῖται τὴν βουλὴν μηδὲ κακὸν ἑαυτὸν ἐπέδειξε. καὶ γὰρ εἴ τινα λυπήσειν ἔμελλε καί τινος πειράσεσθαι δυσχεροῦς, τό γε πρὸς τὴν ἐνεγκοῦσαν δίκαιον πρότερον ἔδει πεποιῆσθαι καὶ τῆς ψυχῆς αὐτῆς. καὶ πολλοὶ πολλάκις εἰδότες τὸν συμβησόμενόν σφισιν εἰ μάχοιντο θάνατον ὅμως μάχονται καὶ μυρίοις θνήσκοντες τραύμασι μετὰ τοῦ χαίρειν ἀπέρχονται. σὺ δὲ ποίαν αἰχμὴν ἢ ποῖον βέλος ἢ τίνα σφενδόνην ἢ τίνα δείσας ἀσπίδα τὴν τοῦ δικαίου τάξιν ἔλιπες; οὐ μέμψεως ἦν ὁ φόβος καὶ ῥημάτων ὀλίγων; δῶμεν δʼ ὅτι καὶ θανάτου, τί οὖν; οὐ κέρδος ὁ τοιοῦτος θάνατος; ἢ σύ γε οὐκ οἶσθα τοὺς λαμπροὺς ἐκείνους θανάτους τοὺς ὑπὲρ τῶν πατρίδων;

Καὶ ταῦτα εἶπον ὡς κίνδυνον ἐνεγκούσης ἂν τῆς τοῦ δικαίου φυλακῆς. τὸ δὲ οὐχ οὕτως ἂν ἔσχεν. οὐδὲ γὰρ οὑμὸς πάππος τὸν Ἀργύριον τῆς βουλῆς εἶναι ποιῶν νέον τε ὄντα καὶ ξένον καὶ μικρὰ κεκτημένον ἔπαθέ τι κακόν, πρᾶγμα ποιῶν λυπηρὸν μὲν τῷ τότε ἄρχοντι, λυπηρὸν δὲ τῷ τότε σοφιστῇ τὴν πόλιν ἀπὸ νευμάτων ἄγοντι, ἀλλʼ ὅμως οὔτε αἰτούντων χάριν εἶξεν οὔτε ἀπειλούντων ἔπτηξεν, ἀλλʼ ὁ μὲν ἐλειτούργει, τῷ δʼ οὐδὲν δεινὸν οὐδαμόθεν ἦν. εἶεν. ἀλλʼ ἐκεῖνο μὲν ἀρχαῖον, ἀλλʼ οὑτοσὶ Λητόϊος, ἡνίκα ἐβούλευε, φαίη δʼ ἄν τις αὐτὸν καὶ νῦν διὰ τοῦ παιδός, οὐ τρεῖς ἀποδράντας αὖθις βουλευτὰς ἀπέφηνε, λόχων ἡγησαμένους ἀνθρώπους καὶ στρατιώταις ἐπιτάξαντας καὶ μετʼ ἐκείνων τὸ πολὺ τῆς γῆς ἐπελθόντας καιροῖς καλοῦσιν ὑπακούοντας; καίτοι ταῦτα ποιῶν ᾔδει κινήσων ἐφʼ ἑαυτὸν στρατηγὸν δοῦλον ὀργῆς καὶ μεστὸν φορᾶς. ἀλλʼ ὅμως ἐκεῖνος ἔχων τοὺς ἄλλους πολιτευομένους κακῶς καὶ γράμματα τὰ ʼκείνων τῷ μὴ καὶ τὰ τοῦδε προσλαβεῖν εἶχεν οὐδέν. καίτοι διὰ πότου καὶ τραπέζης αὐτὸν ἐκλύσειν ἤλπιζε. καὶ ἅμα προπίνων αὐτῷ φιλοτησίαν καὶ τὸ βιβλίον ᾔτει τὴν προσθήκην, ὁ δʼ ἔπιε μέν, δοῦναι δὲ ἃ μὴ καλὸν οὐκ ἠνέσχετο καὶ διετέλεσε μισούμενος μέν, παθὼν δὲ οὐδέν. οὐ τοίνυν οὐδὲ νῦν φόβῳ ταῦτα συγκεχώρηται οὐδὲ τῷ νομίζειν, εἰ μὴ βλάψαιεν τὰς βουλάς, ἀπολεῖσθαι, ἀλλʼ ᾔδεσαν αὑτοῖς ἰδίᾳ συνοῖσον τὸ τὰς βουλὰς ἔχειν ὡς ἔχουσιν.

Ἔστι τοίνυν αὐτοῖς καὶ τοιοῦτός τις λόγος, ὡς, εἰ καὶ σφόδρα αὐτοὺς βουλεύειν ἀναγκάσουσιν, ἔστι τὸ λῦσον καὶ πάλιν αὐτοῖς δῶσον τὸ μὴ βουλεύειν, ὥστʼ αὐτοῖς γέλωτα τὴν περὶ τοῦτο εἶναι πραγματείαν. ἔστι δὲ πᾶν τοῦτο ψεῦδος. τὸν γὰρ ἐκ τῶν δικαίων ἃ περὶ τοῦτο ἔστιν εἰλημμένον καὶ κρίσει καὶ ψήφῳ τῆς βουλῆς γεγενημένον καί, τὸ ἔτι μεῖζον, τοῖς ὑμετέροις νόμοις τί τὸ λῦσον ἂν εἴη; ἐγὼ μὲν οἶμαι οὐδέν. εἰ δὲ δεῖ συγχωρῆσαι πάντα ἂν γενέσθαι χρημάτων, τό γε δικαίους εἶναι περὶ τὴν βουλὴν τούτοις γε ἐσώζετʼ ἄν, εἰ διʼ αὐτοὺς ἐγγραφέντες ἑτέρωθεν ἐξηλείφοντο. θήρασον αὐτός, κράτησον, εἰσένεγκε τῇ βουλῇ τὰ ὀφειλόμενα, γενοῦ χρήστης δίκαιος. ἂν δʼ ἀδικῇ τις ἄλλος, τό γε σὸν οὐκ ἐν αἰτίᾳ. οὐδὲ γὰρ ἤν τις ἀρρωστῶν δῆλος ᾖ πάντως τεθνήξων, ἀμελεῖται μὲν ὑπὸ τῶν ἰατρῶν, ἀμελεῖται δὲ ὑπὸ τῶν οἰκείων, ἀλλὰ καὶ πόνοι καὶ φροντίδες καὶ ἀγρυπνίαι καὶ φάρμακα, καὶ ὡς μὲν οὐδεμία τούτων ὄνησις, ἔγνωσται, πᾶν δὲ ὅσον ἄξιον πρὸ τοῦ θανάτου πέπρακται. ὁρῶμεν δέ τοι καὶ τὰς ἀσθενεστέρας τῶν πόλεων τειχιζούσας ἑαυτὰς καὶ ταῦτα ἐπισταμένας, ὅτι τῶν μᾶλλον ἰσχυόντων ἐστὶ τὸ πρῶτα τὰ τείχη κατενεγκεῖν. ἆρα διὰ τοῦτο ζῶσιν ἀτείχιστοι; τί δʼ οἱ τῶν ἀφυεστέρων πατέρες οὐχὶ καὶ τούτους ἐν οἷς οὔκ εἰσιν ἐλπίδες, πέμπουσιν εἰς διδασκάλων δώσοντας μὲν χρήματα, ληψομένους δὲ οὐδέν; τί δὴ τὸ πεῖθον; τὸ μὴ βούλεσθαι δοκεῖν ἠμεληκέναι τῶν τῆς φύσεως νόμων μηδὲ παρέχειν λαβὴν τοῖς ἡδέως ἐπιτιμῶσιν, ὅτι ἄρα τὸ σφῶν αὐτῶν οὐκ ἐποίησαν οὐχ ὧν ἦσαν κύριοι παρεσχημένοι. καὶ μὴν τούς γε τῶν οἰκετῶν κλέπτειν μεμαθηκότας μαστιγοῦμεν καὶ ταῦτα εἰδότες, ὡς καὶ ἐν αὐτῷ τῷ τὰς πληγὰς ἰᾶσθαι χρῶνται τῷ τρόπῳ κἀν τοῖς αὐτοῖς αἱ χεῖρες. ὁ δεσπότης δὲ εἰ καὶ μὴ τὸν οἰκέτην μετέβαλεν, ἀλλʼ αὑτόν γε κατέστησεν ἄμεμπτον ταῖς ἐφʼ ἑκάστῳ πληγαῖς. τί δʼ οἱ τοὺς ὄνους ὑπὲρ τάχους παίοντες οὐχὶ καὶ τῆς βραδυτῆτος μενούσης παίουσιν ὅμως τὸ δοκεῖν ἐλλείπειν τὰ παρʼ αὑτῶν φυλαττόμενοι;

Γίγνου δὴ καὶ αὐτὸς ἡμῖν ὑπὲρ τῆς βουλῆς ἀνήρ, εἰ καὶ τηνάλλως πονήσεις καὶ οἱ τὰ τοιαῦτα μένειν οὐκ ἐάσοντες γενήσοιντο. ἴσως δὲ οὐδὲ τηνάλλως ἀκριβεῖ λόγῳ τοῦτο ἔστιν, ὅταν ἐν αὐτῷ τι τῷ πεπονηκέναι κέρδος ᾖ. οἷον δή τι καὶ τοὺς κλύδωνι διαφθειρομένους ἔστιν ἰδεῖν ποιοῦντας. ἴσασι μέν, ὡς ὁ χειμὼν περιέσται τιθεὶς ὑπὸ τῇ θαλάττῃ τὸ πλοῖον καὶ οὐδεμία τέχνη τοῦτʼ ἐξαρπάσαι δυνήσεται, τὸ δʼ ὅ τι δύναιντο βοηθεῖν οὐ προκαταλύουσιν. ἀλλʼ οὐδὲ τὰς μελίττας μέντοι παύει τῆς ἐργασίας τὸ τοῖς πεπονημένοις τοὺς κηφῆνας ἐπιτίθεσθαι, ἀλλʼ οἱ μὲν ἐσθίουσιν, αἱ δὲ ὑφαίνουσιν.

Ἔτι τοίνυν οὐκ ἐκείνων ἢ τούτων αἱ λύσεις. ἢν γὰρ δὴ μὴ τούσδε λάβωσι συνεργούς, αἱ ʼκείνων συμμαχίαι σκιὰν ἤνεγκαν συμμαχίας. τὸ οὖν τι τὸν Φίλιππον δύνασθαι παρὰ Λασθένους ἔστι, παρʼ Εὐθυκράτους ἔστι, παρὰ τῶν ἄλλων ὅσοι δούλας τὰς αὑτῶν ἐκείνου κατέστησαν δώροις, οὐχ ὅπλοις πολεμοῦντος. δῶρα δὴ καὶ τούτους ἀδικεῖν ἀναπείθει, καὶ μέχρις ἂν αὐτοῖς ἀζήμιον τοῦτο ᾖ, τρυγῶντες οὐ παύσονται.

Μάστιγι τοίνυν αὐτοὺς ἀμείνους ἀπόφηνον, ὅπερ αὖ καὶ τὸν Δία πεποιηκέναι φησὶν Ὅμηρος, καὶ ἐπειδὴ μὴ ἑκόντες, ἄκοντες τὰς βουλὰς εὖ ποιούντων. ἃς σὺ μὲν ἀνορθοῖς, οἱ δὲ ἐναντιοῦνται περὶ μὲν τοῦ πῶς ἂν ἵππος ἵππου καὶ ἡνίοχος ἡνιόχου καὶ ὀρχηστὴς ὀρχηστοῦ κρατήσειε σκοποῦντες καὶ βουλευόμενοι καὶ παντὸς ἁπτόμενοι καὶ λόγου καὶ ἔργου, τὰ δὲ τῶν βουλῶν ἐῶντες κατερρυηκέναι δεδιότες μὴ παύσῃς αὐτὰς ἀτυχούσας, ἐπαινοῦντες πλοῦς βλαβεροὺς ταῖς ἀθλίαις νεότητα βεβουλευκότων γενῶν ἄγοντας, τοὺς μὲν εἰς Φοινίκην, τοὺς δὲ εἰς Ἰταλίαν, οὐχ ὡς ἐπὶ καλλίω τῶν παρʼ ἡμῖν πεμπόντων ἐκεῖσε τῶν γονέων, ἀλλʼ οὐκ ἀγνοοῦσι μὲν τὴν τούτων εὐγένειαν, ἀπαλλαγὴν δὲ βουλῆς ἐν ἐκείνοις ὁρώντων. ἐφʼ οἷς οὐδεὶς τούτων τὸ ὦ Γῆ καὶ Ἥλιε λέγει οὐδʼ εἴργει καταβαίνοντας εἰς λιμένα οὐδʼ ἃ τὰς βουλὰς ἐλεούντων ἦν λέγει, ἀλλὰ καὶ συγχαίρουσι καὶ συνεύχονται καὶ προπέμπουσι. καὶ τοσαῦται μὲν πρεσβεῖαι, φροντὶς δὲ ἐλαττόνων, τῶν τηλικούτων δὲ οὐδεμία.

Καίτοι γε οὐκ ἦν τῆς σῆς ἀνάξιον, ὦ βασιλεῦ, φύσεως θεῖναι νόμον μὴ τοιαῦτα τοὺς τοιούτους μανθάνειν, ἀφʼ ὧν αὑτοὺς ἔξω τῶν βουλῶν ποιήσουσιν, ἀλλʼ ἀφʼ ὧν τὴν τῶν προγόνων ὁδὸν ἥξουσιν, οἷς ἦν ἀρκοῦν εἰς φιλοτιμίαν ἀπὸ τῆς Ἑλλάδος φωνῆς ταῖς πατρίσι βοηθεῖν. καὶ οὐδὲν δεινὸν ἔπασχε Φασγάνιος ἐκεῖνος διʼ ἑρμηνέων τοῖς ἄρχουσι συγγιγνόμενος οὐδʼ ἰλιγγιῶν ἑωρᾶτο, οὐδʼ οἱ τῶν Ῥωμαίων ἄκροι τῷ μὴ τὴν Ἰταλῶν γλῶτταν εὑρίσκειν παρʼ ἐκείνῳ χεῖρον τῇ πόλει τὰ πράγματα ἔχειν ἔφασκον, ἀλλʼ οὕτως ἀνεῖχε τὴν βουλὴν καὶ τὴν πόλιν καὶ προϊὼν ἐνδοξότερος ἐγίγνετο καθʼ ἑκάστην ἡμέραν, ὥστʼ οὐδεὶς τῶν ἀρχόντων οὐχὶ Φασγάνιος μᾶλλον ἢ ὅσπερ ἦν ἤθελεν εἶναι. καὶ γάρ τοι μᾶλλον ἐκεῖνοι τοῦτον ἐπανελθόντες ἢ ὅδε ἐκείνους μένων ἐθαύμαζε.

Δότωσαν τοίνυν οἵδε δίκην, ὦ βασιλεῦ, τῆς πολλῆς εἰρωνείας καὶ μαθέτωσαν μὴ τὰ αὑτῶν ἀδίκως, τὰ δὲ κοινὰ τῶν πόλεων δικαίως αὔξειν. νῦν μὲν γὰρ ἀσφαλῶς πονηρευόμενοι πολεμοῦσι τοῖς συμφέρουσι τῶν πατρίδων, δόντες δὲ δίκην παύσονται τοῦ τὰ τοιαῦτα πωλεῖν. πρῴην τις ἤγγειλέ μοι τὸν αὐτὸν ἄνθρωπον ἐν μικρᾷ τινι πόλει τά τʼ ἔνδον καὶ τὰ τῶν τειχῶν ἔξω διοικεῖν καὶ πολλὰς ἔχειν τὰς τάξεις καὶ προσηγορίας εἰσπράττοντα, τοῖς ἑαυτοῦ χρήμασι λοῦσθαι τοῖς ἐκεῖ παρέχοντα, τὸν δʼ αὐτὸν ἀμφορέα λαβόντα βαλανέα γενέσθαι, καὶ τῷ ἄρχοντι θαῦμα τοῦτο ἐνεγκεῖν ὁρῶντι τὸν πολιτευόμενον καὶ ταῦτα ἐργαζόμενον. τούτῳ τοίνυν ἐξῆν ἂν ἔχειν κοινωνοὺς οὐκ ὀλίγους καὶ πρὸς τούτῳ ταυτὶ τἀν τῷ βαλανείῳ διαφυγεῖν, εἰ μὴ κέρδος ἦν αὐτῷ τὸ μεμονῶσθαι. νῦν δʼ ὁ μὲν ἄρχων ἐγέλασε, τὸ κακὸν δὲ ἔμεινεν, ἡ πόλις δὲ εἰς κώμης σχῆμα κατέβη. διόπερ ἐπαινεῖν ἔχω τὸν νῦν τοῦτον ὕπαρχον τρεῖς τινας ἀπὸ δικαζόντων τῶν θρόνων εἰς βουλὴν μετενεγκόντα, μᾶλλον δὲ οὐ τὸ πᾶν ἐπαινῶ. τῇ γὰρ ἀρχῇ τὸ τέλος οὐχ ὡμολόγησεν. οὐδὲ γὰρ τρεῖς ἂν ἑωράκει μόνους τῷ δικαίῳ συναγωνιζόμενος, ἀλλʼ οὐδὲ ἔστιν εἰπεῖν ὅσους.

Σὺ τοίνυν ἀνθʼ ἁπάντων γενοῦ ταῖς βουλαῖς, ὦ βασιλεῦ, ταῖς οὐκ ἐλάττονος σπουδῆς ἀξίαις ἢ ὅσης αἱ δυνάμεις. αἱ μέν γε ταῖς πόλεσι τὴν σωτηρίαν φέρουσιν, αἱ δʼ εἶναί τι ποιοῦσι τὸ σωτηρίας ἄξιον. τῶν βουλῶν δὲ ὡς ἐδείκνυον διακειμένων οὐδʼ ὑπὲρ ὅτου καλὸν κινδυνεύειν ἔνι. τοσοῦτον ἐντεῦθεν αἶσχος κατακέχυται τῶν πόλεων τῆς ἐκεῖθεν ἀμορφίας ἐπὶ πᾶν ἀφικνουμένης. ποίησον δὴ πάλιν λαμπρὰ μὲν τὰ θέατρα τῷ πλήθει παρὰ τῶν διδόντων, λαμπρὰς δὲ τῷ αὐτῷ τούτῳ τὰς ἐπιδείξεις τῶν λόγων, ὡς νῦν γε οἱ μὲν οὐδʼ εἰπόντες πορεύονται στένοντες, οἱ δʼ ὅτι εἶπον ἑαυτοῖς ἐπιτιμῶντες, καὶ μήν, ὃ μέγιστόν ἐστιν ἁπάντων, τὸ τῆς ῥητορικῆς σθένος, ᾗ καὶ τὸ πραχθῆναι προσῆκον εὑρίσκεται καὶ τὸ πραχθὲν ἐγκωμιάζεται. ταύτῃ τοίνυν μετὰ τῶν βουλῶν ἀπολωλέναι καὶ διεφθάρθαι συμβέβηκεν, ὥσπερ, ἡνίκα ἦσαν μεγάλαι, καὶ ταύτῃ τετιμῆσθαί τε καὶ πολλοὺς ἔχειν τοὺς ἐραστάς.

Βουλοίμην δʼ ἄν σοι τὴν βασιλείαν μὴ μόνον στρατείαις κεκοσμῆσθαι καὶ μάχαις καὶ τροπαίοις καὶ νίκαις, ἀλλὰ καὶ τῇ παιδεύσει καὶ τοῖς λόγοις, ὧν ἡ Ἑλλὰς μήτηρ, ἤ, εἰ βούλει γε, ὧν πατέρες οἱ παῖδες τῆς Ἑλλάδος. ὡς οὖν ἐν τῷ ταῖς βουλαῖς βοηθεῖν βοηθήσων καὶ τοῖς νῦν ἀπερριμμένοις βιβλίοις, τῇ κατὰ τούτων οἷς βραχὺ τῶν δικαίων μέλει κολάσει δεῖξον ἄμφω τὴν ἰσχὺν ἀπειληφότα, τά τε βουλευτήρια τά τε διδασκαλεῖα.