ΠΕΡΙ ΤΟΥ ΜΗ ΛΗΡΕΙΝ.
Πολλάκις ἐν τῷ τοῦδε δικαστηρίῳ λῆρος ὑπʼ αὐτοῦ κεκλημένος ἐν τῷ ὑμετέρῳ τούτῳ πειράσομαι δεῖξαι πολὺ τοῦτο τὸ ῥῆμα τῆς ἀληθείας ἀφεστηκὸς οὕτω μεγάλοις τοῖς ἐλέγχοις, ὥστʼ αὐτὸν τοῦτον τὸ μὴ ἔχειν ἀντειπεῖν ὁμολογῆσαι τῇ σιωπῇ. εἰ μὲν οὖν ἅπας ὅστις εἰς γῆρας ἧκεν, οὗτος ἐξέπιπτε τοῦ φρονεῖν καὶ τῆς φύσεως οὗτος ἦν νόμος τὸν ἐκεῖνο λαβόντα τοῦτο οὐκ ἔχειν, μάλιστα μὲν οὖν οὐδʼ οὕτως ἐχρῆν ὑπερφρονεῖν οὐδʼ ὀνειδίζειν οὐδὲ κακίαν τοῦ γέροντος τὴν ἀτυχίαν νομίζειν, ὥσπερ οὐδὲ τῶν μικρῶν ἢ σιμῶν ἢ κωφῶν ἢ τυφλῶν· εἰ δʼ ἔστι φρονεῖν καὶ πρὸς τοῦτο προβάντα χρόνου καὶ πολὺ πλείους τῶν τοῦτο παθόντων οἱ μὴ παθόντες εἰσί, τί δεῖ κατὰ τῆς ψυχῆς τὴν ἡλικίαν λαμβάνειν καὶ νομίζειν τὸ γῆρας ἐν αὑτῷ καὶ τὸ ληρεῖν κομίζειν; ἢ σὺ τολμήσεις εἰπεῖν, ὡς ἐλήρει μὲν Πλάτων, ἐλήρει δὲ Ἰσοκράτης, ἐλήρει δὲ Σοφοκλῆς, οὐκ ἐσωφρόνει δὲ Γοργίας, οὐκ ᾔδει δʼ ἑαυτὸν ὁ Τυανεὺς ἐκεῖνος; Ὅμηρος δὲ τί μαθὼν εἰς Ἴλιον ἄγει τὸν Πύλιον γέροντα τὸν τοῖς τε Λαπίθαις συνηγωνισμένον καὶ μετὰ τῶν Ἀτρειδῶν πλέοντα; ἦ ἵνα γέλωτα παρέχῃ τοῖς Ἀχαιοῖς ἐν ταῖς ὑπὲρ τῶν ὅλων βουλαῖς ἐκφερόμενος τοῦ δέοντος; ἀλλʼ ἵνα μή τις τῶν σοὶ παραπλησίων ὑπολάβῃ τι τοιοῦτον ἀκούων τὸ μετὰ δὲ τριτάτοισιν ἄνασσε, διὰ τῆς εὐχῆς Ἀγαμέμνονος ἅπαν τοῦτʼ ἀνεῖλεν, ἣν ἐποιήσατο πρὸς τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Ἀθηνᾶν νίκην αἰτῶν. ἀφεὶς γὰρ Αἴαντα τὸν Λοκρὸν καὶ τὸν μέγαν καὶ τὸν Τυδέως καὶ αὐτὸν τὸν Ἀχιλλέα δέκα συμβούλων ἐμνήσθη Νέστορι παραπλησίων, ὡς οὕτω δράσων, ἐφʼ ὅπερ ἧκεν.
Εἶεν. ἀλλʼ ἐκεῖνα μὲν ἀρχαῖα καὶ παλαιά, τί δαὶ Ἡρώδης ὁ Ἀθηναῖος ὁ πονεῖν εἰδώς, ὁ τῷ θησαυρῷ πλούσιος; τί δαὶ ὁ Σπαρτιάτης σοφιστὴς ὁ τῷ πίνειν εὐπορώτερος εἰς λόγους γιγνόμενος; τί δʼ ὁ παρʼ ἐκεῖνον μὲν οὐ φοιτήσας, παρʼ ἕνα δὲ τῶν ἐκείνου μαθητῶν, ὁ Καππαδόκης, ᾧ καὶ τεθνεῶτι τῶν βασιλέων τις τὸν νεκρὸν τιμήσας ἀπέπεμψε; τούτου μακροβιώτερος ἦν, ᾧ πολλή τις ἡ παρὰ τῶν προλόγων δόξα παρευδοκιμούντων τοὺς ἀγῶνας αὐτῷ. οὗτος τοίνυν ὁ Αἰγύπτιος οὐκ ἐν πλούτῳ μὲν ἀπῆλθεν, ἀφῆκε δὲ τὴν ψυχὴν ἄνευ πλάνης.
Ἀλλὰ τῶν ἐνταῦθά με βούλει μεμνῆσθαι; οὐκοῦν ὑγιαίνων μὲν Αἰδέσιος τὰς φρένας ᾤχετο, ταὐτὸ δὲ ὑπῆρξε τοῖς μετʼ ἐκεῖνον; ὧν ἐγὼ τῷ πρεσβυτέρῳ τὸν ἴσον βεβίωκα χρόνον καὶ οἶδά γε θρηνήσας αὐτὸν ὑπὲρ τοὺς ἄλλους, νέος τῶν ἐκείνου ῥευμάτων ἀποστερούμενος· καίτοι ληροῦντος ἀπελθόντος τί θρηνεῖν ἔδει; ἀλλʼ οἶμαι τὸν σοφιστὴν εὑρίσκομεν καθʼ ἑκάστην ἡμέραν ἐπιδιδόντα.
Ἀλλʼ ἐγὼ ληρῶ καὶ παραφρονῶ καὶ γήρᾳ τοῦτό μοι συμβέβηκεν· εἶτʼ ἐν τοσαύτῃ πόλει σοὶ μόνῳ τοῦτʼ ἀνεφάνη, τοὺς δʼ ἄλλους ἔλαθε τοὺς προσαγορεύοντας, τοὺς προσιόντας, τοὺς συγκαθημένους, τοὺς ὁμιλοῦντας, τοὺς λαλοῦντας, τοὺς ἐν ταῖς ἐπιδείξεσι πάντα ποιοῦντας; οἳ πότʼ ἂν ὑπήκουσαν ἀνθρώπῳ μεθύοντι καὶ πρὸ τῆς τῶν οἰκείων φροντίδος τὰς ἐμὰς φλυαρίας ἔθεντο;
Ἀλλʼ ἐάσωμεν, εἰ δοκεῖ, τὴν εἰς χρόνον ζημίαν. περὶ δὲ τῶν παῖδας τοὺς αὑτῶν εἰσαγόντων καὶ παραδιδόντων, παῖδες δὲ καὶ πρὸ τῶν ψυχῶν τοῖς πατράσι, τί τις ἂν φαίη; καὶ γὰρ εἰ τοὺς ἀπόντας τὸ πρᾶγμα διέφυγε, — καίτοι πῶς ἂν τοῦτό γε ἠγνοήθη; — τοῖς γε παροῦσιν ἔκδηλον ἂν ἦν. ἔστιν οὖν ὅστις εἵλετʼ ἂν ὃν ἐγέννησε κατακρημνίσαι; καὶ βορβόρου μὲν οὐκ ἂν ἔδωκε πιεῖν, τῶν δὲ ἀπὸ τῆς ἐμῆς ἀφροσύνης; οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· οὐδʼ ἂν κρατήσαις εἷς ὢν καὶ οὗτος πίθηκος τοσούτων μὲν γονέων, τοσούτων δὲ πόλεων, οὕτω δὲ πολλῶν ἐθνῶν. οὐδὲ γὰρ εἰ Δάφνην ταύτην τὴν οὕτω καλὴν καὶ δένδρεσι καὶ κήποις καὶ πηγαῖς καὶ καταγωγαῖς ἀηδὲς εἶναι λέγοις χωρίον, περιέσῃ τῆς ἀληθείας.
Βούλεσθέ με προσθεῖναι ταῖς ἀποδείξεσιν, ἢ καὶ τοῖς εἰρημένοις νενίκηκα; ἀλλὰ περιττὸν μέν, τὸ δʼ οὖν ὑμῖν ἀρέσκον οὐ φεύξομαι· οὐκοῦν, ὥσπερ ὑμῶν ἕκαστος, οἶδα μὲν τὸ πρεσβύτερον τῆς πόλεως μέρος, οἶδα δὲ τὸ νεώτερον καὶ ποτέρωθι μὲν τὸ θέατρον, ἐν ποτέρῳ δὲ ὁ ἱππόδρομος, καὶ τῶν πυλῶν ἑκάστη ποῖ φέρει, καὶ ὡς ὁ βασιλεὺς ἄνευ ταλαιπωρίας καθεῖλε τὸν τύραννον, καὶ ὡς ὁ παῖς αὐτῷ μέγας ἐστὶν ἐν παιδί. ἐπίσταμαι δέ, πόσοι μὲν ἄρχοντες ἡμῖν, πόσον δὲ ἑκάστῳ τὸ μέτρον, καὶ τί τὸ ἀεὶ παρὸν τῆς ἡμέρας μέρος, καὶ τί μὲν ἐμόν, τί δʼ οὐκ ἐμόν, καὶ τῷ μὲν χρῶμαι, τοῦ δʼ ἀπέχομαι. τί δαί; τοὺς φοιτῶντας ὡς ἡμᾶς οὐκ οἶδα, καὶ τίνος ἕκαστος καὶ πόθεν, ὀνόματά τε αὐτῶν καὶ τύχας, καὶ τίνι μὲν αὐτῶν ἔνι χρήματα, τίνι δὲ οὔ; ἀλλʼ ἐπὶ τὸ δειπνεῖν ἐρχόμενος ἐμνήσθην τοῦ σιτίου μὲν ὡς ποτοῦ, ποτοῦ δὲ ὡς σίτου; καὶ τί δεῖ περὶ τὰ τοιαῦτα διατρίβειν, ἀλλʼ οὐκ ἐξ ὧν αὐτῶν δεῖ, καλῶς τὴν κατηγορίαν ἐλέγχειν; ἐὰν γάρ με λάβῃς ἀγνοοῦντα, τίς εἶ σὺ καὶ τίνων γέγονας, μαίνεσθαί με μᾶλλον ἢ τὸν Ὀρέστην λέγειν.
Κώμη τις ἤνεγκέ σοι τὸν πατέρα, φυγὼν δὲ ἐκεῖνος πόνους τοὺς τῷ γεωργῷ προσήκοντας καὶ κατὰ τοῦτο τήν τε γῆν ἀδικήσας οἷς τε τῶν καρπῶν μέλει θεοῖς θυρωρὸς ἄρχοντος κιναίδου καθίσταται καὶ ᾧ κιναίδων ἔδει, καὶ τὸ τὰ τοιαῦτα τοῦτον ὑπηρετεῖν δύνασθαι δοῦλον αὐτῷ τὸν ἄρχοντα ποιεῖ, τοῦτο δὲ τούτῳ χρυσίον. γενόμενος δὲ Εὐτροπίου τοῦδε πατήρ, δέον τὸν υἱὸν ἀποδοῦναι δικέλλῃ καὶ σμινύῃ καὶ βουσὶ καὶ ἀρότρῳ, καὶ διὰ τοῦδε τὴν γῆν ἀδικεῖν ἠξίου μεταθεὶς αὐτὸν ἐπὶ μουσεῖα καὶ λόγους οὐκ οὔσης τοῖς διδασκάλοις ἐξουσίας οἷς βούλοιντο κλείειν τὰς θύρας. καὶ πάλιν αὐτὸς ἦν ὁ πατήρ, διὰ μὲν τῶν προτέρων τὴν Δήμητραν ἀδικῶν, τῷ δὲ τῶν μισθῶν ἀποστερεῖν τὰς Μούσας. οὔκουν ἔχοι τις ἂν εἰπεῖν τὸν λαβόντα. καὶ ταῦτα ἐποίει παρόντων χρημάτων ἀπὸ τῆς διακονίας ὧν ἔφην, τῆς μὲν τῶν οὐκ εἰσπραττόντων ἀπολαύων ἐπιεικείας, τῆς δὲ τῶν δεινὰ πάσχειν λεγόντων καταφρονῶν ὀργῆς. ὢν δὲ οὗτος ὁ λίθος μεγάλης αἴτιος τοῖς διδάσκουσι ταλαιπωρίας ἔχων αὐτὸς οὐδὲν ἄγεται μὲν ἐπὶ τὴν τῶν νόμων μάθησιν, ὃ τῶν τὴν διάνοιαν βραδυτέρων ἐστίν. ὢν δὲ καὶ ἐν ἐκείνοις λίθος διφθέρας μὲν παχείας τε καὶ πλατείας τὰ γόνατα βαρυνούσας ἔφερεν, ἤδη δὲ τοῦ τῶν συνηγόρων μετεσχηκὼς ἀριθμοῦ συνεῖπεν οὐδενὶ τῶν πάντων, οὐ ξένοις, οὐ πολίταις, οὐκ ἀνδράσιν, οὐ γυναιξίν, οὐκ ἀπόροις, οὐκ εὐποροῦσιν· οὐ γὰρ ἐδόκει χρήσιμος ἂν γενέσθαι. διόπερ οὐκ εἶχε τοὺς αὐτοῦ δεησομένους.
Ἆρά σοι δοκῶ ληρεῖν ἐν τούτοις ἢ τῶν ἀληθῶν ὑπὸ τῆς ἡλικίας ἐκφέρεσθαι, ἀλλʼ οὐκ αὐτὰ τὰ ὄντα διὰ πάσης ἀκριβείας ἐν τούτοις εἰρηκέναι τά τε τοῦ πατρὸς τά τε σά; καίτοι τοῦ γε παραφρονοῦντος ἦν ἕτερα ἀνθʼ ἑτέρων λέγειν καὶ μηδʼ αὐτὸ τοῦτʼ εἰδέναι, ὅτι ἀνθʼ ἑτέρων ἕτερα. εἰ μὲν οὖν τοῦτο πέπονθα, δεῖξον καὶ οὐκ ἀδικεῖς· εἰ δʼ οὐκ ἂν δύναιο, πῶς οὐκ ἠσέλγαινες;
Εἶμι δὴ καὶ διὰ τῶν λοιπῶν, σὺ δέ με παρατηρεῖν. ἐδόκεις εἶναι δίκαιος Κυνηγίῳ λειτουργεῖν καὶ τῇ ʼκείνου ψήφῳ τῶν βοηθούντων ἦσθα. ταύτης τῆς ψήφου τὸ δίκαιον βοηθείαις ἀδίκοις ποιήσας ἀσθενὲς καὶ καταναγκάσας τὴν βουλὴν εἰς ἑαυτὴν γενέσθαι κακὴν ἄρχων ἡμῖν ἀφῖξαι, οὐ μισθὸν ἀρετῆς τὴν ἀρχὴν λαβών. οὔτε γὰρ ἐν πολέμῳ σύ γε λαμπρός, οὐδὲ γὰρ στρατιώτης σύ τις, οὔτʼ ἐν τοῖς διὰ λόγων ἀγῶσιν, ὀλίγον γὰρ δὴ τῶν ἐν ταῖς εἰκόσι ῥητόρων διήνεγκας. ἀλλʼ ἥκεις ἐωνημένος, ὅπερ ἂν καὶ σοῦ τις φαυλότερος, καὶ τὴν τιμὴν οἴκοθεν ἅπασαν οὐ καταβαλὼν δοῦλος εἶ τῶν δεδανεικότων συγκαθημένων, συνδειπνούντων, ἐπικειμένων, ὅ τι βούλοιντο κελευόντων, νυττόντων, εἰς κλοπὰς ἐπεγειρόντων. καὶ διὰ τοῦτο τὸ δάνεισμα νόμοι τε παραβαίνονται καὶ χάριτες πονηραὶ δίδονται, καὶ νίκας καὶ ἥττας οὐ συμβαινούσας τοῖς νόμοις δέχεται τὸ δικαστήριον, καὶ ὁ τοῖς ὑπηρέταις ἐπιτάττων καὶ θυμούμενος ὑπʼ ἐκείνοις τέ ἐστι καὶ ταῖς ἐκείνων ὀργαῖς, κἂν μὴ τὸ δοκοῦν σφίσι καταπραχθῇ καὶ ταχέως, ἐβρόντησαν. φημὶ δέ σε καὶ ταπεινὸν εἶναι καὶ ὑβριστήν· τὸ μὲν γὰρ ἃ σύνοισθα σαυτῷ ποιεῖ, τὸ δʼ ἵνʼ ἐκεῖνο κρύπτηται, γίγνεται, καὶ ἔστι τὸ προπηλακίζειν παραπέτασμα ταῖς κλοπαῖς. μᾶλλον δὲ οὐδὲ κλοπὰς τό γε σὸν ἄξιον καλεῖν· ὁ μὲν γὰρ κλέπτης ὅπως ὑφαιρούμενος λήσει, ζητεῖ καὶ τὴν ἴσην ποιεῖται σπουδὴν περί τε τὸ λαβεῖν καὶ τοῦτο· σὺ δὲ τὰ τῶν ἀπαιτούντων ἃ δεδώκασι μιμῇ καὶ διὰ τῶν πόλεων χωρεῖς ἀγείρων, ἔχων τοὺς προδρόμους πρὸς τὰς βουλὰς βοῶντας· ἢ δότε ἢ ἀπολεῖσθε· ὁ γὰρ αὐτίκα ἥξων οὗτος πρᾷος μὲν τοῖς διδοῦσι καὶ πατήρ, χαλεπὸς δὲ τοῖς τοῦτο μὴ ποιοῦσι καὶ σκορπίος. καὶ ὡς οὐ ψεύδομαι, μαρτυροῦσαν μὲν ἔχω Χαλκίδα τὴν δεξαμένην πληγὰς πεπραμένας, μαρτυροῦσαν δὲ τὴν Ἀπαμέων τὴν ἄνδρας μὲν ἀρίστους ἠδικηκυῖαν, φίλην δὲ σοί, καὶ κακῶς μὲν ὑπʼ ἄλλων ἀκούουσαν, ἐπαίνων δὲ παρὰ σοῦ τυγχάνουσαν διὰ τὴν εἰς τὴν εὐλογίαν ἀνάγκην τὴν ἀπὸ τοῦ πάντα λαβεῖν. οὐδὲ γὰρ ὀσπρίων ὁ σεμνὸς οὗτος ἀπέσχετο, ὧν ἐνέπλησε τὸν ἀγρὸν τὸν ἑαυτοῦ πιέσας τοὺς ὤμους τῶν τοῦτον αὐτῷ γεωργούντων. καὶ περὶ τεττάρων δὲ ἑτέρων πόλεων οὐχ οὕτω μὲν μεγάλων, πόλεων δὲ καὶ αὐτῶν ἤκουσα παραπλήσια τοῦ πευθῆνος ἐλεοῦντος μὲν τοὺς δεδωκότας, ἀπειλοῦντος δὲ τῷ λαβόντι, ἕως αὐτὸν διήλλαξεν ἡ κοινωνία τῶν λημμάτων. ᾐσθόμην δὲ αὐτὸν καὶ τῇδε χεῖρας μὲν ἐπὶ τὴν βουλὴν ἀφέντα, ἑλκύσαι δὲ οὐ δυνηθέντα τοῖς χειροτέχναις ἐπιθέμενον. μελλήσεως δέ τινος γενομένης τὰς πληγὰς ἐκείνας ἤκουσα τὰς ἀμυθήτους γενέσθαι, παρʼ ὧνπερ ἤλπισε καὶ θανάτους ἔσεσθαι. οὐ γὰρ ὑπὲρ τῶν ἰχθῦς ἐσθιόντων ἀγανακτῶν οὐδʼ ὑπὲρ τῶν ἔλαιον ὠνουμένων καὶ ξύλα τοὺς μὲν ὅλως ὧν ἐπώλουν ἔπαυε, τοῖς δὲ τῶν τιμῶν ἀφῄρει, ἀλλʼ εἰς τὴν παρʼ αὑτοῦ πρᾶσιν ταῦτα ἄγων ἐκακοτέχνει, καὶ τὸ μὲν σχῆμα εὐπρόσωπον, τὸ δʼ ἔργον χρηματίζεσθαι βουλομένου. χρημάτων τοίνυν εἵνεκα λέγει τε ὅσα λέγει, πράττει τε ὅσα πράττει, κἀν τοῖς ὀνείρασιν οὐ πόλεις, ἃς οὐκ εἶδεν, ὁρᾷ οὐδὲ πηγὰς καὶ λίμνας καὶ πελάγη καὶ ποταμούς, ἀλλʼ ἀργύριον, χρυσίον, ἐσθῆτας, βαλάντια, νῦν μὲν ἐν ταῖς χερσὶ κείμενα, νῦν δὲ διαφεύγοντα, μεθʼ ἡμέραν δὲ καθʼ αὑτόν τε ὢν ἐκεῖσε βλέπει κἂν λαλῇ τῳ, τὴν ψυχὴν ἐν ἐκείνοις ἔχει κἀν ταῖς ἑωθιναῖς εὐχαῖς ἀνθʼ ὑγείας καὶ εὐδοξίας καὶ παίδων σωτηρίας τὸν δώσοντα φανῆναι παρὰ τοῦ Διὸς αἰτεῖ. ῥύεται δὲ οὐδένα τῶν ὑπηρετῶν οὐδʼ ἡ λίαν πενία. ταῦτα ὁ ληρῶν ἐγὼ παρὰ τῶν ἐξεπισταμένων ἀκούσας καὶ μέμνημαι καὶ δεινὰ νομίζω.
Νομίζω δὲ κἀκεῖνο δεινὸν τὸ δυστυχεῖς τινας ἀρτοπόπους εἰσπράττειν ἐθέλειν χρυσίον, ὥς τινος ἀλοῦντος αὐτοῖς τὸν σῖτον ὕδατος. ὧν ἐπʼ ἐμὲ καταφυγόντων καὶ λεγόντων δίκαια κατηγορῶν οὗτος ἄλλα τε καὶ ὡς ἐμὲ παρακρούοιντο, — τοῖς δὲ ἐβοήθει τἀληθές —, οὐ πρότερον ἀπέσχετο, πρὶν ἢ ἔσεισε. τότε δὲ ἔλεγον δίκαια, οὓς οὗτος ὑφʼ ἑαυτῶν ἔφασκεν ἐξεληλέγχθαι.
Ἀλλʼ οὐδʼ ὅταν Σκύλλαν σε καλῶ, παραφρονῶν καὶ ἁμαρτάνων τοῦτο ποιῶ, ἀλλʼ εἴπέρ τις ἕτερος, νοῦν ἔχων. περὶ γὰρ δὴ τὴν σὴν ὁρῶ κεφαλὴν ἔνθεν καὶ ἔνθεν ἑτέρας οὐκ ὀλίγας συγγενεῖς, ἀκριβῶς συγγενεῖς, ταὐτὰ ζητοῦντας, τῶν αὐτῶν ἐπιθυμοῦντας, περισκοποῦντας, ἐφʼ ὃν χρὴ τοὺς ὀδόντας ἐνεγκεῖν. σὺ δʼ εἷς εἶναι δοκῶν πολλαπλοῦς τις ὢν ἐλέγχῃ, καὶ οἱ μὲν κήρυκες μόνου, τὸ δὲ ἄρχειν κοινὸν τοῦ γένους. καὶ οὐδὲ αἱ γυναῖκες ἔξω τοῦ καὶ ἀπειλεῖν καὶ κερδαίνειν. καὶ διὰ τοὺς πολλοὺς ἄρχοντας οἱ τοῖς προσαιτοῦσι πρότερον διδόντες τῶν προσαιτούντων γεγένηνται καὶ βοηθοῦντες τέως ἐν τῷ δεῖσθαι τῶν βοηθησόντων εἰσί. παρὰ τούτων ἴσως ἐπαίνους ἐπὶ ταῖς ὕβρεσιν αἷς ὑβρίζεις ἀκούεις, ἐλάττους μέν, ὅταν εἰς τοὺς ἄλλους, μείζους δέ, ὅταν εἰς ἐμέ· εὖ γε, ὦ οὗτος· τοῦτʼ ἄρχων, τοῦτʼ ἀνήρ, τοῦτʼ εἰδὼς αὑτόν. οὕτως ἂν γένοιο μέγας, εἰ τὰ τοῦδε καθέλοις, εἰ μὴ πορευθείης ὡς αὐτὸν μηδὲ τὴν τῶν τοῦτο παθόντων μιμήσαιο ταπεινότητα, τῶν μὲν εἰς τὴν οἰκίαν ἐλθόντων αὐτῷ, τῶν δʼ εἰς τὸ διδασκαλεῖον. καὶ οὐχ ἧκέ γε. καὶ τοῦτό ἐστι τὸ λαμπρόν, κἄν τις αὐτὸν ἔρηται· σὺ δὲ δὴ τῷ ποτε τῶν ἐπὶ τῆς ἀρχῆς σεμνύνῃ μάλιστα; τοῦτʼ ἂν εἴποι τὸ τῶν τετιμηκότων με ταύτῃ πολλὴν κατεγνωκέναι μωρίαν.
Οὕτως οἶδά σου τὰς πολλὰς κεφαλάς, αἳ πᾶσαι δίκην ἂν ἔδοσαν, εἰ μὴ τοῦτο ὁ ληρῶν οὗτος ἐκώλυσεν. ὡς γὰρ ὁ φόβος ἐνεποίησεν αὐτῷ νόσον διʼ ἀγρυπνίας καὶ ἦν δῆλον, ὡς οὔτε δεδιὼς καθευδήσοι, μὴ καθεύδων δὲ ἀπολεῖται, λέγει πρὸς ἐμὲ ταῦτα ὁ πρεσβύτης ἰατρὸς καὶ ὡς, εἰ μή τις σβέσει τὸν φόβον, οὐδὲ αὐτὸς δυνήσεται τὴν νόσον, ἐλεεινόν τε ἔφασκεν εἶναι θέαμα γυναῖκα καὶ παιδία. κἀγὼ πᾶσι μὲν λόγοις, ἁπάσῃ δὲ τέχνῃ τοὺς δικαίως ἂν ἀπολομένους ἐξήρπασα. ὁ δʼ ἀπαλλαγεὶς τοῦ τὸ σῶμα νοσεῖν ἐνόσει τὴν ψυχὴν πάλιν καὶ τὴν ἀγορὰν ἐτάραττεν οὐδαμοῦ στῆναι τὰς ἐφʼ ἑκάστῳ τιμὰς ἐῶν, εἰδώς, ὡς ἀπὸ νοσούσης καὶ αὐτῆς καὶ φθειρομένης γένοιτʼ ἄν τις καὶ πρόσοδος αὐτῷ τε καὶ τῷ γένει. τοῦτʼ αὐτὸν ἐποίει κινεῖν τὰ τεταγμένα παρὰ τῶν εὖ φρονούντων καὶ νενομοθετημένα. ὁ δʼ ἄλλους οὐκ ἐρρῶσθαι τὰς φρένας λέγων αὐτός, οὐκ ὢν γέρων, ἐν μάχῃ τῇ πρὸς αὑτὸν ζῶν οὐκ οἶδε. ξίφει μὲν γὰρ τοὺς ἄξια θανάτου δεδρακότας οὐ παραδίδωσιν εὐλαβὴς εἶναι λέγων καὶ πρὸς τοὺς τοιούτους ὀκνηρὸς θανάτους, μάστιγι δὲ ταὐτὸ ποιῶν οὐκ οἴεται δρᾶν, ὅ φησι φεύγειν. ὃς καὶ χθὲς πληγῶν εἶδος πολὺν ἤδη χρόνον ἐξεληλαμένον ὡς ὑβρίζον τὸ σχῆμα τῆς πολιτείας, ἀνενεώσατό τε καὶ πάλιν τοῖς ἁπάντων ὀφθαλμοῖς ἔδειξε κρύπτων τὸ τοῦ ξαινομένου πρόσωπον ὑφʼ ἑτέρῳ, πῖλος τοῦτʼ ἔστιν εἰς ὄνου πρόσωπον πεποιημένος, μιγνὺς τῷ τοιούτῳ κακῷ γέλωτα καὶ προστιθεὶς διὰ τῆς τέρψεως τῇ συμφορᾷ ποιοῦντός τι καὶ τοῦ κώδωνος καὶ τὸν γενόμενον ἂν διὰ τῶν δακρύων ἔλεον ἐξορίζων. καὶ ταύταις ταῖς πληγαῖς πολλοὺς ἀποκτείνας οὐκ ἀποκτεῖναί φησι, διότι πληγαῖς. ἔστι δὲ τοῦτο πολλῷ δεινότερον βραδὺν ἀντʼ ὀξέος ποιοῦν τοῦ θανάτου τὸν τρόπον. καίτοι χρηστοὶ μὲν οὐκ ἦσαν οὗτοι, πονηροὶ δὲ οὐχ οὕτως ἐν κλοπαῖς τισι μικραῖς ὄντων αὐτοῖς τῶν ἐγκλημάτων, ὧν ἔνιοι ναῦται μετὰ ναυαγίαν ταῦτα ἠναγκασμένοι. ἀλλʼ ὅμως ἀπέθνησκον καὶ μαστιγούμενοι.
Τίνες οὖν οἱ μισθοί σου τῆς πολλῆς συνέσεως; οἱ ληροῦντες ἡμεῖς ὁρῶμέν σε τρέμοντά τε καὶ σαυτῷ φυγὴν ἐπιβάλλοντα καὶ ζητοῦντα πόλιν ἔξω Συρίας τῆς ἀρχθείσης. οὕτως ἤρχθη καλῶς. ὑπὸ δὲ φρονήσεως κηρύττεις ὃ ποιήσεις, κύριος ὢν σιωπᾶν. ἐγὼ δὲ ἴσως ἕξω τὸν οὐ τοιαῦτα περὶ ἐμοῦ λέγοντα, οἷα σύ, πρότερον μέν, ἡνίκα τῶν ἑταίρων τινὰ πέμψας ἠξίουν γραῦν τινὰ δίκην δικάσαι πολλῶν ἐτῶν ἀριθμὸν ἀνηλωκυῖαν, ὕστερον δέ, ἡνίκα μέ τις τῶν ὑπηρετῶν ἔφησεν ἕπεσθαί σοι. καὶ ὁ μὲν ᾤετό σε πήδημα συνάψειν τοῖς πρώτοις ῥήμασι, σὺ δὲ τὸν μὲν ἀπειλῆς ἄξιον ἡγήσω, τὸν ἡνίοχον δὲ τῷ ποδὶ πρὸς τάχος ἐκίνησας, πρὸς δὲ τὸν παρακαθήμενον εἶπες, ὅτι πάλιν οὗτος ἥκει κόψων ἡμᾶς οἷς φλυαρήσει· ἐγὼ δὲ τἀκριβὲς μὲν ὕστερον ἐπυθόμην, τότε δὲ ἐκ τῶν ὀμμάτων τὴν γνώμην εὑρὼν ὡς τάχιστα ἀπῆλθον, ἀφεὶς τὸ περὶ ὧν ἀφῖγμαι διαλεχθῆναι.