ΠΡΟΣ ΘΕΟΔΟΣΙΟΝ ΤΟΝ ΒΑΣΙΛΕΑ ΚΑΤΑ ΤΙΣΑΜΕΝΟΥ.
Ἔδει μὲν οὕτως ἅπαντας ἀγαθοὺς εἶναι τοὺς ἐπὶ τὰς τῶν ἐθνῶν ἀρχὰς ἐκπεμπομένους, ὦ βασιλεῦ, ὥστʼ ἐμοὶ νῦν ἐξεῖναι λέγειν τι περὶ Τισαμενοῦ βέλτιον, καὶ γὰρ οὐδὲ κακῶς λέγειν ἥδιόν ἐστί μοι μᾶλλον ἢ τοὐναντίον· ἐπεὶ δέ εἰσί τινες οἳ τοῦ χείρονος παρέχουσιν ἀφορμάς, ὧν εἷς οὗτος Τισαμενός, ἀναγκαῖον ἡγησάμην ποιῆσαί σοι φανερόν, ὅτι παραδέδονται πολλαὶ πόλεις ἀνθρώπῳ πλεῖστον ἀπέχοντι τοῦ δύνασθαι διʼ ἀρχῆς εὖ ποιεῖν πόλεις. ἐρῶ δὲ πρὸς σὲ περὶ τούτων, οὐχ ὅπως λάβοις τῶν πεπραγμένων δίκην, ἀλλʼ ὅπως μὴ πλείω κακὰ δράσειεν ἐπὶ τῆς ἀρχῆς μένων. ὁ μὲν οὖν, ἵνʼ οὗτος ἄρξειεν ἡμῶν, πολλὰ μὲν εἰπών, πολλὰ δὲ ποιήσας χαλεπός τε ἐπὶ τοῖς λεγομένοις ἔσται καὶ ζητήσει τὸν λελυπηκότα ποιῆσαι κακῶς οὔσης αὐτῷ δυνάμεως ὁπόσης ἐθέλει· ἐμοὶ δὲ ἴσως μὲν ὑπάρξει σωτηρία τε καὶ τὸ διαφυγεῖν παρὰ τῆς σῆς εὐνοίας τε καὶ βοηθείας, ὦ βασιλεῦ. εἰ δʼ οὖν ἡττηθείη τὸ δίκαιον τῆς ἑνός τινος ἰσχύος, ἀρκέσει γε εἰς παραμυθίαν ἐμοὶ τὸ μὴ φόβῳ σεσιγῆσθαι τὰ ῥηθέντα ἂν πρὸς σὲ δικαίως.
Οὑτοσὶ τοίνυν Τισαμενὸς γένει μέν ἐστι λαμπρός, καὶ ὅ γε τῆς μητρὸς αὐτῷ πατὴρ ἐν πολλαῖς γεγένηται διατριβαῖς, αὐτὸς δὲ ἀνάγκῃ μέν, ὅσον ἅψασθαι, μετέσχε λόγων, ἀποκλίνας δὲ ταχέως εἰς ὀρχηστὰς καὶ μακαρίσας αὐτούς τε καὶ ὅσοι περὶ αὐτούς, ἥδιστα μὲν ἂν ἡγεμὼν ἐγένετο τοῦ χοροῦ, τούτου δὲ πολλοῖς εἰργόμενος αἰτιάμασι διʼ ᾀσμάτων ἃ ποιῶν παρεῖχεν αὐτοῖς, ἦν ἐπὶ τῆς σκηνῆς χάριν τε διδοὺς αὐτοῖς καὶ παρʼ αὐτῶν λαμβάνων. τοῖς μὲν γὰρ ᾀσμάτων ἔδει, τῷ δὲ τοῦ ταῦτα εἰς ὄρχησιν ἄγεσθαι. ἔπειτα ἦν ἐξαίφνης ἡγεμὼν ἔθνους, ἐν ᾧ τῶν ὑπτίων εἶναι δοξάντων οὐδενὸς διενεγκὼν ἀπῆλθεν οὐδὲν ἔχων διηγήσασθαι περὶ αὑτοῦ καλόν. καὶ πάλιν οὐ πολλοῖς ἔτεσιν ὕστερον παρεδρεύει στρατηγῷ οὐ διὰ τὴν περὶ τὸ πρᾶγμα ἐμπειρίαν, οὐδὲ γὰρ ἐν συνδίκων τάξει πώποτε ἐγεγόνει, ἀλλʼ οὐδὲν οἴεται δεῖν τοιαύτης ἐμπειρίας ἐνταῦθα, καθῆσθαι γὰρ οὐκ ἐπʼ ἐξετάσει δικῶν, ἀλλʼ ἐπὶ πληγαῖς τὸν στρατηγόν, ὥστʼ ἔργον εἶναι τῷ τοιούτῳ παρέδρω κοινωνίαν τρυφῆς καὶ μάλιστα δὴ ποτοῦ. καὶ σπέρμα γε πρὸς ἀρχὴν τοῦτο πολλάκις, ὃ δὴ καὶ νῦν γεγένηται τῆς τοῦ ῥήματος εὐφημίας τοῦτο πεποιηκυίας. προσήκειν γὰρ δὴ τῷ παρηδρευκότι τὸ καὶ ἐπιστῆναι πόλεσιν. ἐνταῦθα ἦν ἀκούειν λεγόντων τῶν τὸν ἄνθρωπον εἰδότων, ὡς ἀπολεῖται τὰ πράγματα τῇ Τισαμενοῦ μωρίᾳ καὶ ἀτεχνίᾳ. καὶ ταχέως ἠκολούθησεν ἡ πίστις, ἥκων αὐτὸς καὶ δεικνύμενος. ὁ μὲν γὰρ θρόνος καὶ οἱ κήρυκες καὶ οἱ ῥαβδοῦχοι καὶ ὁ τῶν ὑπηρετῶν ἀριθμὸς τῆς ἀρχῆς, τὰς ἡμέρας δὲ ἦν ἰδεῖν ἀναλουμένας μάτην οὔθʼ ὁρῶντος τούτου τὸ δέον οὔτʼ ἄλλοις ὁρῶσιν ἑπομένου. καὶ ὁ δὴ κελεύσας αὐτὸν περὶ τὸν Εὐφράτην ἐπʼ ὠνῇ σίτου διατρίβειν μισοῦντος μὲν ἐδόκει, φιλοῦντος δὲ ἔργον ἐποίει παρʼ ἀνθρώποις ἧττον δεξιοῖς ἀναγκάζων αὐτοῦ τὴν ἄνοιαν διάγειν, οὗ τῆς ἀνοίας ἔμελλεν ἕξειν ἥττονα τὸν ἔλεγχον. καίτοι μέγα φρονεῖν ἀξιοῖ τὸ καῦμα τὸ παρʼ ἐκείνοις τραγῳδῶν. ἐγὼ δὲ τῶν μὲν ἐπὶ τούτοις αὐτὸν ἐπαίνων οὐκ ἀποστερῶ, πάνυ γὰρ δὴ γενναίως ἐνεγκεῖν τήν τε φλόγα λέγεται καί τινας ἑτέρας ταλαιπωρίας, οἶδα δʼ ὅτι καὶ πάντες οἱ περὶ αὐτὸν καὶ οἱ τούτων οἰκέται καὶ ὀνηλάται τὸν αὐτὸν ἤνεγκαν ἥλιον, ὥστʼ εἰ τούτῳ σεμνύνεσθαι δώσομεν, κἀκείνοις καὶ πολλῷ γε πλέον ἐκείνοις, ὅσῳ τῆς θεραπείας ἧς οὗτος ἀπήλαυεν, οὐκ ἦν ἐκείνοις. ὅ γε μὴν ἔπραττε, τί ποτʼ ἦν τοῦτο; ὃ καὶ τῶν ὑπηρετῶν ὁστισοῦν ῥᾳδίως ἄν, ὥσπερ αὖ καὶ τὸν ἔμπροσθεν χρόνον, ἐν ᾧ τῇδε τοῖς ἄρχουσι καθημένοις τὰ τοιαῦτα ὀξέως ἐπράττετο. ὁ δʼ ὠδύρετο μὲν ὡς ἐν ἀγρίοις καθήμενος χωρίοις καὶ τέρψεων τῶν αὐτῷ κεχαρισμένων ἀμοίροις καὶ παρὰ τῶν ἐν τοῖς βασιλείοις δυναμένων ᾔτει τούτων τὴν ἀπαλλαγήν, τιμᾶσθαι δὲ ὡς ἐπʼ ἔργοις ἑκουσίοις ἀξιοῖ. καίτοι εἴ τι καὶ χρηστὸν ἐν τούτοις ἐστί, Δεινίου τοῦτο ἔστι τοῦ κατακεκλεικότος αὐτὸν ἐν ἐκείνοις τοῖς τόποις. ἐφʼ οὓς ἧκον μὲν οἱ ῥήτορες, ὡς μᾶλλον αὑτοῖς αὐτόθι χρησόμενοι σχολὴν ἄγοντος τοῦ τὴν ἀρχὴν ἔχοντος, ὁρῶντες δὲ αὐτὸν τῷ σίτῳ μόνον προσκείμενον τἄλλα ἐῶντα χαίρειν, οὕτω μεγαλήτωρ ἦν κατὰ τοὺς ποιητὰς εἰπεῖν, ἀναβάντες ἐπὶ τοὺς ἵππους δεῦρʼ ἥκοντες συνῆσαν ἀλλήλοις οὐ πείσαντες, εἶτʼ ἀπελθόντες, ἀλλὰ σιγῇ τοῦτο δράσαντες εὖ εἰδότες, ὡς ἐδίδοσαν χάριν. τοσοῦτʼ ἀπεῖχον τοῦ τι δεινὸν ἐντεῦθεν γενήσεσθαι νομίζειν. ὁ δʼ ἦν αὐτὸς δεῦρʼ ἀφιγμένος· φυγὴ μὲν ἀπὸ τῶν δικῶν, ἐν εὐχῇ δὲ αἱ κλήσεις ἃς καλεῖ μὲν ἱππόδρομος, καλεῖ δὲ θέατρα, ἃς ὁ μὲν ἐπιστάμενος δικάζειν ζημίαν τε ἡγεῖται καὶ δυσχεραίνει, οἱ δὲ τούτῳ προσόμοιοι δέχονται μεθʼ ἡδονῆς μᾶλλον ἢ τῶν παίδων οἱ τὰ γράμματα μανθάνοντες. τηρεῖ δὲ οὐδὲ ἐν τούτοις ὁ Τισαμενὸς τὸ προσῆκον, ἀλλʼ ἐν τῷ μάλιστα βούλεσθαι ταῦτα εἰδέναι δοκεῖν ἀηδίαν ὅτι πλείστην ἐπεισάγει τοῖς γιγνομένοις νῦν μὲν τῶν δοθέντων ἂν δικαίως ἀποστερῶν, νῦν δὲ πλήθει πληγῶν τῶν κατὰ γυμνοῦ τοῦ σώματος. οἱ δʼ ἐπαινούμενοι τῶν ἀρχόντων παρόντες ἀποῦσιν ἐῴκεσαν τὴν μὲν βασιλείαν τῇ παρουσίᾳ τιμῶντες, αὑτοὺς δὲ τῷ μὴ τὰ τοιαῦτα ἐξετάζειν ἀκριβῶς.
Ἀλλʼ ἐκεῖσε ἐπάνειμι, ὅτι μεγίστη ταῖς δίκαις ἄνθρωπος οὑτοσὶ βλάβη. ἢ γὰρ ἐπʼ ἄλλα ἄττα καταφεύγει ταύτας ἀφεὶς ἢ δικάσαι καταναγκασθεὶς ἐν τῷ φλυαρεῖν ἀνάλωσε τὸν χρόνον αὐτοῦ μὲν οὐ τολμῶν ἅψασθαι τοῦ πράγματος, κύκλῳ δὲ περιερχόμενος καὶ οὔτε οὗ τὸ δίκαιόν ἐστιν ἰδεῖν ἔχων οὔτε σιωπᾶν αἱρούμενος, ἀλλὰ ῥέων ἀχρήστῳ ῥεύματι οἵῳ τά τε ὦτα ἀνιᾶσαι καὶ κόψαι τοῖς συνδίκοις τοὺς πόδας. ἀντὶ δὲ τοῦ τέλος ζητεῖν καὶ γνώσει στῆσαι τὴν δίκην ἀποπέμπει πάλιν εἰσόδου δεησομένους ταὐτὸ καὶ αὐτῆς πεισομένης οὐ τευξομένης τέλους. τίνας οὖν οἴει γίγνεσθαι τοὺς δικαζομένους ἐν τοιούτοις κακοῖς; τίνα ψυχὴν ἔχειν; τί μὲν πρὸς αὑτοὺς λέγειν, τί δὲ πρός τε τὴν γῆν καὶ τὸν ἥλιον; οἱ δʼ ἐπειδὰν παύσωνται θρηνοῦντες, οἱ μὲν ἐπὶ πολλοῖς ἀπῆλθον οἷς δεδαπάνηνται ψυχὴν ἄρχοντος ἀναμενοῦντες, οἱ δʼ ἀντὶ πλειόνων ἐλάττω λαβόντες ἠγάπησαν. τοῖς δʼ ἐκ τοῦ συνδικεῖν τὸν βίον ποιουμένοις τὸ τηνάλλως καθῆσθαι περίεστιν, οἱ κήρυκες δέ τινας ἐπʼ οὐδενὶ καλοῦντες καλοῦσιν ὅμως ὑπὲρ τοῦ δοκεῖν εἶναί τι τὸ πραττόμενον, ἐπεὶ τό γε ἀληθὲς ὕπνος πολύς. τὰς δὲ μέχρι τῆς ἑσπέρας καθέδρας οὐκ ἔργων ἐπιθυμία ποιεῖ, συμβουλαὶ δὲ ἰατρικῆς καὶ τὰ τῇ γαστρὶ συμφέροντα, ὥστʼ εἶναι γέλωτα τοῖς ὁρῶσι τὰς πρὸ τοῦ ζεύγους λαμπάδας.
Ἔτι τοίνυν, ὦ βασιλεῦ, παραλαβὼν τὸν δῆμον ἑαυτὸν ἐγνωκότα εἰς τὸ μὴ γιγνώσκειν ἑαυτὸν προήγαγε διδάξας αὐτόν, ὡς μέγα τι τῷ ἄρχοντι τὸ λεχθῆναί τι παρʼ ἐκείνων εἰς αὐτὸν εὔφημον. δῆμος δὲ πεισθείς, ὡς ἄρχει τοῦ ἄρχοντος καὶ ὑφʼ ᾧ τέτακται τῷ νόμῳ, τοῦτον ἐξ ὕβρεως ὑφʼ αὑτῷ πεποίηται, πολλὰ κινῶν τῶν καθεστηκότων ἄρχεται.
Ὡς δὲ τοῦτο τοιοῦτόν ἐστι, μάθοις ἄν, ὦ βασιλεῦ, ῥᾳδίως. ἐν τῷ θεάτρῳ ποτὲ συμβὰν οἶμαί τι τὸν δῆμον ἄφωνον ἐκάθισε. τοῦθʼ οὗτος ἡγήσατο συμφορὰν ἄλλοις τε πολλοῖς τοῦτο δηλῶν καὶ τῇ χρόᾳ. ἔδει δὲ αὐτόν, ὡς ἔοικεν, ὁμολογῆσαι καὶ τῇ φωνῇ τὸ πάθος, καί, προὔπεμπον γὰρ αὐτόν τινες οὐ πλείους ἀνθρώπων εἴκοσιν, ἐφʼ ὅσοις ἄν τις ᾐσχύνθη, λεγόντων οὖν τινα τῶν εἰωθότων, ἃ τῶν ἀρχόντων οἱ βελτίους ἔπαυον, καταβαίνων ὁ θαυμάσιος ἀπὸ τοῦ ζεύγους Τισαμενός, τίς ὑμῖν, ἔφη, τὰς γλώττας ἀπέδωκεν; ὡς οὐκ ἦσάν γε ὑμῖν ἐν τῷ θεάτρῳ. τοιούτοις αὑτὸν ῥήμασιν ἐποίησε ταπεινὸν μηνύσας, ὡς τὸ μὲν ζημίαν, τὸ δὲ ἡγοῖτο κέρδος.
Ἀλλὰ τὰ πρὸς τὴν βουλὴν αὐτῷ καλά τε καὶ τὸν ἄρχοντα δεικνύοντα; ἀλλʼ ἔπραττε μὲν οὐδὲ πρότερον εὖ, προσκατεπόντισε δὲ αὐτὴν ὁ κακὸς ἄνθρωπος οὗτος ἃ παρῶπτο τοῖς ὑπάρχοις διʼ ἀσθένειαν τῆς βουλῆς, αὐτὸς ἀναζητῶν, διερευνώμενος, οὐκ ἐῶν κεῖσθαι, μέχρι δραχμῆς καὶ ὀβολοῦ καὶ τῶν οὕτω μικρῶν ἀκριβολογούμενος, ἄλλοις μὲν ἐγκαλῶν, ἑτέρους δὲ εἰσπράττων. ἑτέρους δὲ ὅταν εἴπω, τοὺς βουλεύοντας λέγω τοὺς ἐκ πολλῶν ὀλίγους τεθνεώτων μὲν τῶν ὀφειλόντων, προσαιτούντων δὲ τῶν ἐκείνων υἱέων οὐ διὰ κακίαν τῶν πατέρων, ἀλλὰ διὰ τοὺς τὰ τοιαῦτα ἀξιοῦντας ἐσθίειν, τοὺς δεινοὺς ὑπηρέτας, οἳ καὶ λαμβάνουσι καὶ σιγῶνται τῷ παρʼ ἑαυτῶν φόβῳ. ὁ τοίνυν καὶ στατῆρα καὶ στατῆρος ἥμισυ καὶ τρίτον εἰς μέσον ἕλκων οὗτος ἦν, ἃ τῷ πλήθει τῶν ἐτῶν ἐκάθευδε, καὶ ταῦτα ἔπραττεν, ὅπως εἰς τὴν ποίησιν αὐτῷ τῶν οἰκημάτων εἴη χρήματα, ὧν οὐδεὶς οὐδὲν οὐδεπώποτε εἶδεν ἀχρηστότερον. ὁ δὲ λίθοις μὲν ἠξίου μείζω τὴν πόλιν ποιεῖν, τὰ δʼ εἰς τὴν βουλὴν ἐλάττω πάντων μὲν γελώντων, πάντων δὲ ἐλεγχόντων τῆς περὶ τοῦτο σπουδῆς τὴν ἀχρηστίαν τῷ μηδὲ διὰ τῶν θηρίων τὸν λειτουργήσοντα εἶναι. ὁ δʼ ἐπειδή τις μῖμος τὰ μὲν θάλαμον, τὸν δʼ ἐπωνόμασε νυμφίον καὶ τὰ μὲν ἔφη πέρας ἔχειν, τὸν δʼ οὐ φαίνεσθαι, ἀνάπτεται μὲν τουτὶ τὸ κάθαρμα, τὸ δὲ τῶν ἀνοήτων παθὼν πάντως ἔφη δεῖν φανῆναι τὸν καινὸν τοῦτον νυμφίον, τῶν κωλυόντων δὲ οὐδὲν ὁρᾶν ἠξίου, ἀλλὰ τῇ τῶν ἐν τῷ βουλεύειν ἀδυναμίᾳ μεμιγμένας ὕβρεσιν ἀπειλὰς ἀντεξῆγεν οὖσαν μὲν αὐτοῖς δύναμιν οὐκ ἔχων ἐπιδεῖξαι, τὴν λειτουργίαν δὲ τοὺς ἀθλίους ὑπομεῖναι κελεύων, σὸν ἐν τῷ τοῦτο τολμᾶν, ὦ βασιλεῦ, περιυβρίζων νόμον. σὺ γὰρ ἡμῖν τοῦτον προπέρυσιν ἔθηκας τὴν μὲν ἀνάγκην τῆς τοιαύτης δαπάνης ἀναιρῶν, γνώμης δὲ τὸ πρᾶγμα ποιῶν. λέγει γοῦν ὁ νόμος· βούλει καὶ τοῦτο ποιεῖν; οὐδεὶς ὁ κωλύσων. ἀλλʼ οὐκ ἐθέλεις; οὐδεὶς ὁ καταναγκάσων. ἀλλʼ οὗτος ἀναγινωσκομένου τοῦ νόμου προσῆγε τὰς ἀνάγκας, ὥσπερ ἐν τῷ γραμματείῳ τυραννίδα παρὰ σοῦ λαβών, ἀλλʼ οὐκ ἀρχὴν ἔννομον. καίτοι καὶ εἰ Μίδαι πάντες ἦσαν τὰ εἰς χρήματα καὶ πολὺς ὁ χρυσὸς παρʼ ἑκάστῳ, θηρία δὲ οὐκ ἐβούλοντο τρέφειν οὐδὲ τοὺς ταῦτα ὑπομενοῦντας ἀνθρώπους, κατʼ ἐξουσίαν ἔφευγον ἂν τὸ ἀνάλωμα. νῦν δὲ πάντες θεραπεύουσι δανειστὰς καὶ λυπηροὶ λήγοντες αὐτοῖς εἰσιν οἱ μῆνες. εἰσὶ δὲ οἷς οὐδʼ ἂν πρόοιντό τινες ὡς οὐ κομιούμενοι. τῶν δὴ τοιούτων λεγόντων τὴν ἀπορίαν, ὀμνύντων, ἃ ὀφείλοιεν ἀριθμούντων, δεομένων, ἱκετευόντων μὴ σφᾶς ἐμβάλλειν εἰς αἰσχύνην τὴν ἐκ τοῦ τῆς ἀπορίας ἐλέγχου μηδέ γε εἰς κινδύνους τοὺς ἀπὸ τῶν θεωμένων οὐδὲν Τισαμενὸς ἐγίνετο βελτίων, ἀλλὰ τῶν αὐτῶν εἴχετο ῥημάτων οὐκ ἐῶν μεμνῆσθαι τοῦ νόμου. καίτοι τούτου τίνα οὐκ ἂν δικαίως δοίη δίκην; ἢ εἰ μὲν εἰκόνος σῆς ἀντειλημμένους ἀπέσπα, δεινὸν ἂν ἦν, καταπεφευγότας δὲ ἐπὶ τὸν σὸν νόμον ἀφέλκων οὐκ ἴσον τι ποιεῖν εἰκότως ἂν δοκοίη; ἀντὶ γὰρ τοῦ χαλκοῦ τὰ γράμματα ἦν αὐτοῖς. ὁ δὲ μάτην ἐδείκνυ τὸν νόμον κείμενον, εἶθʼ ὥσπερ παραβαίνοντας νόμον, ἀλλʼ οὐ νόμῳ χρωμένους πᾶσι κακοῖς περιέβαλλεν ὑβρίζων, παροινῶν, ἀσελγαίνων, φοβῶν, ταράττων, ἔχθρᾳ τὴν βουλὴν δεχόμενος, ἀνευρίσκων ὅθεν ἀπολοῦνται, τούς τι τοιοῦτο μηνύοντας αὐτῷ νομίζων εὐεργέτας. ἐν δὲ ταῖς ἀπροσδοκήτοις βλάβαις μεῖζον τὸ διὰ τοῦ τάχους ἐπῆν κακόν. μάλιστα μὲν γὰρ πρὶν ἐξελθεῖν ἠξίου καταβάλλειν, ἡ φιλανθρωπία δὲ μίαν εἶχεν ἡμέραν, μεθʼ ἣν οὐδεμία συγγνώμη.
Καὶ τοῦτο τὸ δίκαιον ἔν τε τοῖς ἄλλοις κἀν τῷ φόρῳ. μὴν μὲν γὰρ οὑτοσὶ τῷ ἔτει τέταρτος, τὸ τρίτον τοῦ ἐνιαυτοῦ μέρος, ἠδικῆσθαι δὲ τὸν βασιλέα φησὶν οὐ τοῦ παντὸς εἰσενηνεγμένου. πῶς, ὦ καταγέλαστε; καὶ γὰρ ἐν ἀγροῖς κείμενον ἔκειτʼ ἂν ὁμοίως τῷ βασιλεῖ καὶ οὐκ ἂν ἦν ἔλαττον. οὐδὲ γὰρ ἐνταῦθα κείμενον πλέον, τῷ φέροντι δὲ οὐκ ἴσον ἢ τήμερον ἅπαν ἢ μεμερισμένον εἰς μῆνας εἰσενεγκεῖν. οὐ δὴ κέρδος ἐκείνῳ, ζημίαν δὲ ἡμῖν προξενῶν τὸ ταχὺ τοῦτο ζητεῖ. καὶ διὰ τοῦτο στρατιῶται στρατιώτας μαστιγοῦσι γυμνούς, οὗ πολλοὶ τοῦτο μέλλουσιν ὁρᾶν, οἱ αὐτοῦ στρατιῶται τοὺς θατέρου, οἱ δὲ ἐπὶ τοὺς βουλευτὰς χωροῦσι καὶ δρῶσιν ὃ πεπόνθασιν, ἀρχόμενοι μὲν ἀπὸ τῶν οἰκετῶν, προϊόντες δὲ ἐπὶ τὰ νῶτα τῶν δεσποτῶν, καὶ ῥάβδοι ῥάβδων διάδοχοι, πρόγονοι δὲ καὶ χορηγίαι καὶ δόξα καὶ τὰ ἄλλα δὴ τὰ τῶν πολιτευομένων μικρά τε καὶ ἀσθενῆ καὶ οὐδενὸς ἄξια. ταύτην δὴ τὴν ἀτιμίαν τί ποιεῖ; τὸ μὴ πλουτεῖν ἡμῖν τοὺς πολιτευομένους μηδʼ ἔχειν τὰ τηλικαῦτα λειτουργεῖν. εἰ δὲ μὴ μόνοι ταῦτα πεπόνθασιν, ἀλλὰ διὰ τούτους γε καὶ εἴ τις ἄλλος, ὅπως τὸ τούτων συσκιάζηται καὶ μὴ λίαν ἔκδηλον ᾖ.
Ἆρʼ οὖν ἐν ταῖς ἐπὶ τῶν δικαστηρίων ὕβρεσι τὴν παροινίαν ἔστησεν; ἐξεῦρε μὲν οὖν ἃ μηδεὶς ἂν ἕτερος ἐνεθυμήθη, τὸν ἐν Βεροίᾳ ταύτῃ δεῦρο καλέσας μετά τε τῶν ὑπʼ αὐτοῦ τρεφομένων θηρίων καὶ τῶν ἐπʼ αὐτὰ μεμισθωμένων ἀνδρῶν. καὶ ἧκεν ἄγων ἄρκτους τε καὶ παρδάλεις καὶ τοὺς τούτων ποτὲ μὲν ἡττημένους, ποτὲ δὲ κεκρατηκότας καὶ ἦν μέγας τῇ βραχυτέρᾳ τὴν μείζω νικῶν πόλιν· καὶ γὰρ εἰ τίμιον ἐν τῇ Βεροίᾳ τὸ χρῆμα τῶν λόγων, ἀλλʼ οὐκ ἴσον ἥδε κἀκείνη. ἐβούλετʼ οὖν ἐκείνην ἐνταῦθα κατὰ τῆσδε κωμάζειν καὶ τὴν βουλὴν τῆς βουλῆς εἶναι βελτίω δοκεῖν καὶ τῇ μὲν εἶναι μέγα φρονεῖν, τὴν δὲ τεταπεινῶσθαι καὶ γεγονέναι μικρὰν καὶ ἐξεληλέγχθαι καὶ μηδὲ ἐλεύθερον ἔχειν βλέπειν. ὅστις οὖν τὴν μὲν πρώτην καθαιρεῖ, τὴν δὲ οὐδὲ δευτέραν ἐπαίρει καὶ παρέχει προπηλακίζειν τὴν ἑαυτῆς βελτίω, τὸν σὸν οὐδὲν οὗτος οἶκον ἀδικεῖ; τὰ μέγιστα μὲν οὖν, εἴ τις ἀκριβῶς λογίζοιτο. ἐπέμφθη γὰρ οὐ συνταράξων, ὦ βασιλεῦ, τὸν περὶ τὰς πόλεις κόσμον οὐδὲ ταῖς μὲν τὸ ὄν σφισιν ἀξίωμα λυμανούμενος, τὰς δὲ ἐλάττους ἐπάξων ταῖς μείζοσιν, ἀλλὰ τὰ μὲν ὡς εἶχε διατηρήσων, ἑκάστης δὲ ᾗ προσῆκεν ἐπιμελησόμενος καὶ ποιήσων εὐδαιμονεστέραν προνοίᾳ. ὁ δʼ ἐν τῷ δεῦρο τὸν ἐκ Βεροίας ἐφʼ οἷσπερ ἤγαγεν ἄγειν ἐβόα πρὸς ἅπαντας, ὅτι τήνδε τὴν πόλιν ὑπʼ ἐκείνῃ κεῖσθαι δεῖ καὶ τοῦ τῆς μητροπόλεως ὀνόματος ἀποστατέον αὐτῇ καὶ τῇ βουλῇ τὴν βουλὴν ὑπεικτέον καὶ ἄνδρα ἀνδρὶ καὶ γνωστέον τοὺς ἀμείνονας. γνοίης δʼ ἄν, ὅτι ταῦθʼ ὕβρις ἦν, ἔκ τε ἡδονῆς καὶ λύπης, ὧν ἡ μὲν ἦν τῶν πρὸς ἡμᾶς εὐνοϊκῶς ἐχόντων, ἡ δὲ ἡδονὴ τῶν οὐχ οὕτως. ὑβρίζεσθαι δὲ οὐκ ἂν βούλοιο τὰς πόλεις. ἀλλʼ οὗτος ὑβρίζειν βούλοιτʼ ἄν. πῶς ἂν οὖν ὁ τοιοῦτος εἰκότως ἄρχοι;
Ἀλλὰ σὺ μὲν ὁ τῶν ὅλων κύριος καὶ παρʼ ὅτου καὶ παθεῖν τι τοιοῦτον οὐ λίαν ἀφόρητον, τιμᾷς ἡμῖν τὴν πόλιν ἐν τοῖς εἰς τοὺς πρέσβεις καὶ πραττομένοις καὶ λεγομένοις, καὶ γίγνεται καθʼ ἑκάστην πρεσβείαν ἡ πόλις ἡμῖν λαμπροτέρα, Τισαμενὸς δὲ κάθηται σκοπῶν καὶ ζητῶν, ἐξ ὅτου γένοιτʼ ἂν ἀδοξοτέρα. εἶτα πονηροὺς μὲν ποιμένας ἀπελαύνουσι τῶν ποιμνίων οἱ τούτων κύριοι καὶ παύσαντες ἐκείνους ἑτέροις παρέδωκαν τοῖς λυσιτελεστέροις, σὺ δʼ ἐκείνους ἐπὶ πόλεως τοιαύτης οὐ μιμήσῃ; ᾗ τοιαῦτα μὲν τἀρχαῖα, τοιαῦτα δὲ τὰ μετʼ ἐκεῖνα, τοιαῦτα δὲ τὰ νῦν, ᾗ πλὴν δυοῖν πόλεῳν ἔνι τι πρὸς ἁπάσας εἰπεῖν περὶ αὑτῆς. νόμιζε δὲ καὶ τὰς ἄλλας ἀπὸ τῶν αὐτῶν διασώσειν, αἷς χείρω τὰ πράγματα διὰ τὴν τοῦδε κακίαν· ἐπεὶ καὶ αὐτὴν ταύτην ᾗ κεχαρίσθαι φησίν, ἐν αὐτοῖς τούτοις κατέβλαψε μετενεγκὼν εἰς τὴν ἡμετέραν δαπάνην ἐκείνοις ὀφειλομένην, ὥστʼ ἢ πένητα αὐτῇ ποιήσει τὸν πολιτευόμενον τῇ κατʼ ἄμφω δαπάνῃ ἢ τῇ παρʼ ἡμῖν ἐκείνην ὧν εἶχεν ἂν ἀποστερήσει.
Ἠδικῆσθαι γάρ φησιν οὐ κληθεὶς ἐπὶ τὴν τοιαύτην θέαν ὑπὸ τοῦ τὴν θέαν παρέχοντος. εἰ δὲ οὐ κληθεὶς ἠδίκηται, παρʼ αὐτοῦ ζητείτω τὴν δίκην τοῦ δόντος τῷ λειτουργοῦντι τὴν τούτου ἐξουσίαν, ὅτʼ αὐτοῦ μνησθέντος κλήσεως, ἡνίκα ἐπʼ Εὐφράτην οὗτος ᾔει, πρᾶττε, ἀπεκρίνατο, τὸ σόν, ἐμοὶ δὲ ἐφʼ ᾧπερ ἐτάχθην μελήσει, τοὺς πυροὺς λέγων. εἰ μὲν οὖν ἐψεύδου ταῦτα λέγων, οὐ λαμβάνειν δίκην, ἀλλὰ διδόναι δίκαιος εἶ, διὰ τί γὰρ δὴ καὶ ἐξηπάτας; εἰ δʼ ἀληθεύοντος ἦν ἐκεῖνα, τὸ μὴ καὶ δεύτερον κληθῆναι παρὰ σοῦ γεγένηται. εἰ δὲ δὴ καὶ τὸ δίκαιον ἦν ἐν ταῖς αἰτίαις, ἐπὶ τὸν ἡμαρτηκότα χωρεῖν ἔδει τὴν ὀργήν, οὐ, μὰ Δία, τὴν βουλὴν ὅλην. οὐδὲ γὰρ ἐλειτουργοῦμεν, εἴποιεν ἄν, ἅπαντες οὐδʼ ἣν ἔδει ποιεῖσθαι κλῆσιν ἐξελίπομεν. πιστὸν δὲ αὐτὸν ἀρνούμενον ταύτην ἐποίει τὴν κοινωνίαν καὶ τὸ παρὰ τῆς μείζονος ἀρχῆς προειρῆσθαι τῷδε μένειν τε αὐτοῦ καὶ μὴ κινεῖσθαι, πρὶν ἂν αὐτὸς ἀπʼ Αἰγύπτου τε καὶ τῶν Νείλου ῥευμάτων ἐπανέλθῃ. καὶ τοῦτο οὕτως ἐστὶν ἰσχυρόν, ὥστε καὶ λυθὲν σοῖς, ὦ βασιλεῦ, γράμμασι δόντος τοῖς Τισαμενῷ βοηθοῦσι τὴν χάριν ὅμως ἐτετήρητο. ὁ δὲ τοῦ μὴ καλέσαντος ὀρθῶς οὐ κεκληκότος μισεῖ μὲν ἐκεῖνον, μισεῖ δὲ τοὺς ἄλλους, λῆξαι δὲ οὐδὲ ἐν μακρῷ δεδύνηται τῷ χρόνῳ.
Ἀλλὰ τούτους μέν, εἰ καὶ μὴ δικαίως, ὅμως ἐγκαλῶν τι ζημιοῖ, τοὺς δὲ δικαζομένους, ἐρῶ γὰρ ὅ με διέφυγε πρότερον, τί λαβὼν αὐτὸν ἠδικηκότας ἀπόλλυσι καὶ ταῦτα διὰ γάμων; τὰς γὰρ αὑτοῦ θυγατέρας ἐκδιδοὺς πολὺ πρὸ τῆς τῶν γάμων ἡμέρας εἰσκαλέσας τῶν ῥητόρων τὸν χορὸν σιγᾶτε, ἔφη, τῆς σιγῆς ἀρξάμενοι τήμερον, μέχρις ἂν αἱ κόραι τῶν νυμφίων γένωνται, τὸ πρᾶγμα ἑορτὴν ὀνομάσας. τὸ δὲ ἦν ἀποφράς, βλάβη μὲν τοῖς οὐ λέγουσι, βλάβη δὲ τοῖς τῆς ἐκείνων δεομένοις φωνῆς. καίτοι θυγατέρας ἄρχων οὐ πρῶτος τῇδε ἐξέδωκεν, ἀλλʼ ἐπὶ πολλοῖς ἑτέροις, οἱ δέ τινες καὶ αὐτοὶ γυναῖκας ἠγάγοντο. ἀλλʼ ὅμως οὐδετέρους οἱ γάμοι τῶν δικῶν ἀπήγαγον, ἀλλὰ τὰ μὲν εἰς τοὺς γάμους φέροντα διὰ τῶν φίλων αὐτοῖς ἐπράττετο, τὸν ἄρχοντα δὲ ἦν ὁρᾶν ἐν τοῖς ἑαυτοῦ. ὁδὶ δὲ παρειστήκει μὲν τοῖς ὃ τὴν νύμφην δέξεται ῥάπτουσιν, ἐν δὲ τοῖς πρὸς τοὺς μαγείρους λόγοις διέτριβεν. οἷς δʼ ἦσαν αἱ δίκαι, πολλοὶ δὲ ἐν αὐτοῖς πένητες, ἐχθροί τε ἦσαν τοῖς γάμοις καὶ κατηρῶντο τοῖς ἐστεφανωμένοις.
Εἶτʼ ἀπὸ ταυτησὶ τῆς ἀργίας τῆς πολλῆς πολὺς ἦν ἐν πληγαῖς. τοῦτο γὰρ ἡ τοῦδε ἀρχὴ συκοφάντην ἡδέως ἰδεῖν, ἀπʼ αἰτίας ἐπὶ τὴν δίκην δραμεῖν, τοῖς διὰ πληγῶν κακοῖς προσθεῖναι δεσμόν. ὁ δεσμὸς οὗτος ἑτέραν, ὦ βασιλεῦ, δίκην ἔχει τὴν ἐν χρήμασι· δεῖ γὰρ ὑπερβαίνοντα τὸν οὐδὸν τὸν κύριον τῆς θύρας θεραπεῦσαι χρυσίῳ, χρυσίου δὲ οὐκ ὄντος τὸν μὲν δεῖ καθῆσθαι γυμνόν, εἶναι δὲ τὴν ἐσθῆτα τοῦ φύλακος, μητέρα δὲ γραῦν, εἴπερ εἴη τῷ δεδεμένῳ, πλανωμένην ἀγείρειν ὅσον ἂν προσαιτοῦσα δύνηται. οἱ μὲν οὖν ἄλλοι μετὰ τὰς πληγὰς τοῖς οἰκείοις ἀφεῖσαν τὸν τοῦτο πεπονθότα καὶ ἰατροῖς δὴ καὶ ἰατρῶν φαρμάκοις, ὁ δὲ πέμπει τοὺς ἀθλίους ἀπολουμένους τοῖς ἐν τῷ δεσμωτηρίῳ κακοῖς. καὶ εἰ μὲν ἢ αὑτὸν ἀναμιμνήσκων ἔλυεν ἢ τοῖς ὑπηρέταις ἦν ἀναμιμνήσκειν ἐξουσία, μετριώτερον ἂν ἦλθε, νῦν δʼ ἀνάγκη πρὸς πολλῶν γόνατα προσπεσεῖν οὐ πάντων τὰ τοιαῦτα αἰδουμένων, τῶν δʼ αὖ ἐπιεικεστέρων οἱ μὲν ἀσχολίαν, οἱ δʼ ἄλλο τι φήσαντες δώσειν μὲν εἶπον τὴν χάριν, εὐθὺς δὲ οὐ δύνασθαι. τῷ δὲ μακρότερον τὸ κακόν.
Εἶτʼ ἂν μὴ φιλάνθρωπος ἀκούσῃ, δεινὰ πεπονθέναι φησὶ καὶ τῇ φύσει τῇ αὑτοῦ προσήκοντος ὀνόματος στέρεσθαι οὐκ αἰσχυνόμενος πληγὰς ἑτέρας τὰς κατὰ τῶν οὐ δυναμένων εἰσπρᾶξαι τοὺς οὐ δυναμένους ἐκτίσαι. καίτοι τί μιαρώτερον τοῦ μὴ δύνασθαι μὲν λέγειν, ὡς οὐχ οὕτω τοῦτʼ ἐχρῆν, τῆς δὲ τῶν εἰσπραττομένων ἀπορίας ἀπαιτεῖν δίκας τοὺς τεταγμένους εἰσπράττειν; ὅμοιον γὰρ τοῦτό γε τῷ παρὰ τῶν ἰατρῶν ἀπαιτεῖν ζῶντας τοὺς τεθνηκότας. οὔτε γὰρ ἐκεῖνο τῶν ἐχόντων ἐστὶ φύσιν τοῦτό τε τῶν ἀδυνάτων. κἂν δείρῃ τις τὸν ὀφείλοντα, τὸ δέρμα μὲν ἀφέλοιτʼ ἄν, χρήματα δὲ τὸν οὐκ ἔχοντα ἔχειν οὐκ ἔσθʼ ὅπως ἂν ποιήσειεν. ὁ δὲ τοὺς μὲν πράκτορας, εἰ μὴ δύναιντʼ ἂν εἰσπρᾶξαι, δίκαιον εἶναί φησιν οἴκοθεν θεῖναι, οὕτως ἐστὶν ἡμῖν Αἰακός, ὁ δʼ οὐδὲ τοῦτο δυνάμενος τύπτεται.
Τοῦτον οὖν ἐάσεις ἄρχειν, διʼ ὃν πολλοὶ μὲν ὀδυρμοί, πολλοὶ δὲ θρῆνοι, πολλὰ δὲ δάκρυα, πολλὰ δὲ κατὰ τῶν θεῶν ῥήματα; ναί, τὰ γὰρ τῶν ἐν τοῖς ἐργαστηρίοις καὶ πρὸς ταύταις ταῖς τέχναις ἄμεινον ἔσχεν. ἀλλʼ ἄρτι βαρεῖαν αὐτοὺς ὑπομείναντας φορὰν ὁ τῶν πενήτων οὑτοσὶ κηδεμὼν γράφειν ἠνάγκαζε τὰ περὶ τὰς θύρας οὐσῶν ἐν αὐτοῖς γραφῶν ἃς ἀφʼ ὁμοίας ἀδικίας τῶν πρίν τινες ἀρχόντων ἔδειξαν τὴν μὲν πενίαν ἐπιτείναντες τοῖς ἀθλίοις, ποιοῦντες δὲ οὐ καλλίω τὴν πόλιν, τῶν γὰρ ἐν τοῖς γραφεῦσι φαυλοτάτων ἔργα ταῦτα. ὡς δʼ ὄντων τούτων ἐκ τῶν ἔμπροσθεν χρόνων ἐπιβάλλειν ἐκέλευεν ἕτερα τοῖς οὐ διεφθαρμένοις. τί δὴ τὸ τούτων αἴτιον; τοῖς γραφεῦσιν εἴς τινας στοὰς χρησάμενος δοῦναι τῆς γραφῆς τὸν μισθόν, ᾗ δίκαιον ἦν, οὐκ ἐθέλων διέλυσεν αὐτὸν ἐκ τῶν οὐκ ἀναγκαίων γραφῶν. καὶ οἱ μὲν ἔγραφον, οἱ δὲ ἐδάκρυον ἐκ τοῦ πεινῆν μέλλοντες τὰ δίκαια πρὸς ἐκείνους ποιήσειν. ὁρᾷς, ὦ βασιλεῦ, τοῦ ἄρχοντος τὸν πόνον; ἐπέταξεν ἐν ὀλίγαις συλλαβαῖς. οὐκ ἦν ἀντειπεῖν τοῖς ἐπιταττομένοις. ἀφῄρουν τῆς ἑαυτῶν τροφῆς. ὁ δʼ ἀφορμὴν ὀδυρμῶν παρασχὼν τῇ πόλει πῶς ἂν εἴη καλλίω τήνδε πεποιηκὼς τὴν πόλιν; ἐγὼ μὲν γὰρ τὸ τοὺς ἀπόρους εὐπορωτέρους ποιεῖν ὥραν ἡγοῦμαι πόλεως, ὁδὶ δʼ αὖ τῶν ἐναντίων αἴτιος ἡμῖν οἷς τε εἶπον τούτοις τοῖς περιττοῖς καὶ οἷς ἐρῶ. τοὺς γὰρ αὐτοὺς δὴ τούτους τοὺς ἐν τοῖς ἐργαστηρίοις κελεύει τριπλάσιον ἐν τῇ νυκτὶ παρέχειν τὸ πῦρ. πόθεν οὖν ἔλαιον τοσοῦτον πρίωμαι τὸ διὰ τὸ πολὺ πῦρ τοῦτο πλείονος ἢ πρόσθεν πωλούμενον; πόσον μοι τὸ παρὰ τῶν χειρῶν ἀργύριον; πόσα διʼ αὐτοῦ μοι γένηται; τί πρὸς τοῦτʼ ἐρεῖ Τισαμενός; ἐν τοίνυν τῷ καιρῷ τῆς ἀναπαύλης, τοιοῦτον γὰρ ἀρχομένη νύξ, ἐκταράττει τοὺς ταλαιπώρους ταῖς κατὰ τῶν θυρῶν πληγαῖς ἃς πλήττουσιν οἱ τῶν φυλῶν ἐπιμεληταὶ τῷ περὶ ταύτας φόβῳ μὴ διαφθαρεῖεν ποιοῦντες τὴν ἀνάγκην τοῦ πυρός. οὗ γιγνομένου οἶδα βοήσασαν γυναῖκα χήραν ἄνωθεν, ὅτι πῶς ἂν ἅψαι δυναίμην; πόθεν ἂν ἔλαιόν μοι γένοιτο τὸν πολὺν ἤδη χρόνον ἐλαίου μὴ γεγευμένῃ; ἀλλὰ τούτῳ τοῦτʼ εἶναι νεανικὸν δοκεῖ τὸ κελεῦσαι καὶ τὸ πεπραγμένον ἰδεῖν, εἰ δὲ δίκαιον ἢ μή, εἰ συμφέρον ἢ τοὐναντίον, οὐδεὶς λόγος. κἂν εἰσελθών τις ὡς αὐτὸν τῶν εἶναι δοκούντων φίλων εἴπῃ τἀληθῆ περὶ τοῦ πράγματος καὶ παραινέσῃ πεπαῦσθαι, ληρεῖν ἔδοξε. καίτοι τίς ἡ περὶ τοῦτο σπουδὴ τὸ πῦρ εἶναι τοσοῦτον ἐν καθευδούσῃ τῇ πόλει; οὐ γὰρ ἂν τοῖς καθεύδουσιν εἴη ἄν τι παρʼ αὐτοῦ τοῖς τε φύλαξιν ἀπόχρη τὸ ἀρχαῖον· κακούργους γε οὐκ ἔστιν εἰπεῖν ἥττους μὲν γεγονέναι νῦν, εἶναι δὲ πρὸ τοῦ πλείους. ἀλλʼ ἔστιν ἅπαν τοῦτο μέθης καὶ ἀσελγείας καὶ τοῦ μηδὲν φροντίζειν τῶν ἐν πενίᾳ ζώντων.
Εἶτά με ἐρήσεταί τις, εἰ δεδωροδόκηκεν ὁ ἄνθρωπος. εἰ δὲ τοῦτο μὲν οὔ, διέθηκε δὲ οὕτω τοὺς ἀρχομένους, ὡς ἤκουσάς μου διδάσκοντος, ἀγαθός ἐστι κακὸς ὤν, ἐπεὶ μὴ χρημάτων εἵνεκά ἐστι κακός; ἐγὼ δὲ αὐτὸν μὲν οὔ φημι λαβεῖν, λαβεῖν δὲ ἑτέρους διὰ τοῦτον τῶν μὲν ἀδικεῖν προαιρουμένων ἐπί τε τοὺς κηδεστὰς καταφευγόντων καὶ τὸν τούτου ἀδελφὸν καὶ τὴν τούτων μητέρα καὶ τὸν οὐδεπώποτε ταύτην λυπήσαντα τὸν βέλτιστον ἰατρόν, ὧν ἕκαστος ὅτου μνησθείη, τοῦτʼ εὐθὺς ἔδει πεπρᾶχθαι, ἦν δὲ οὐχ οἷόν τε ὁμοῦ καὶ τοὺς νόμους κρατεῖν καὶ τούτους κερδαίνειν. οἱ δὲ ἐκέρδαινον καθʼ ἑκάστην ἡμέραν. οὐκ ἄρα τοῖς νόμοις ὑπῆρχε κρατεῖν. ὁ δὲ τὸ δύνασθαι τοὺς νόμους ἀφαιρούμενος σώζειν ἂν αὐτοὺς οὗτος δοκοῖ; τί γάρ; εἰ τὸ χρυσίον εἰς μὲν τὰς τοῦδε χεῖρας οὐκ ἔρχοιτο, εἰς δὲ τὰς ἑτέρων τούτου πέμποντος, ἧττον τὸ δίκαιον ἐκ δωροδοκίας ἀπόλωλεν; διὰ τοῦτο ὅταν τις μέγα ἐργάσηται κακὸν καὶ φόβοι παρὰ τῶν νόμων ὦσι, γελᾷ· δρόμον γὰρ αὑτῷ μὲν ἔσεσθαι παρὰ τὸν κηδεστὴν μετὰ χρημάτων, ἐκείνῳ δὲ παρὰ τὸν πατέρα τῆς γυναικός, ἐκ δὲ τῶν καλῶν τούτων εἰσόδων καὶ λόγων οἰχήσεσθαι τὸ δίκαιον καταπατηθέν. οὗτος μὲν οὖν οὐκ ἔσχε πόρον τοιοῦτον, ἑτέροις δὲ παρέσχε, καὶ τὰ αὑτοῦ μὲν ἐντεῦθεν οὐκ ηὔξησεν, οἶκον δὲ ἀνθρώπου πονηροῦ. πολλοὶ δὴ τῶν πανδοκέων τοῖς λῃσταῖς συμπράττουσι μὲν εἰς τὴν ἀπὸ τῶν φόνων πρόσοδον, λαμβάνουσι δὲ οὐδέν, ἀλλʼ ἀρκοῦν αὐτοῖς κέρδος τὸ τοῖς κακούργοις κεχαρίσθαι. καὶ κάθηται Τισαμενὸς ψήφους περὶ τοιούτων φέρων. οἶδα δέ τινας τούτων μὲν οὐδέτερον πεποιηκότας οὔτʼ αὐτοὺς λαβόντας οὔθʼ ἑτέρους πεποιηκότας λαβεῖν, τῇ δὲ ἄλλῃ κακίᾳ λυμηναμένους τὰς πόλεις καὶ μισουμένους ὅμως ἐκ τῶν ἄλλων συμφορῶν καὶ οὐ δόξαντας εἶναι χρηστοὺς διὰ τὸ πεπρακέναι μηδέν. ὥστʼ εἰ καὶ πᾶν τοῦτο ἦν ὑπὲρ αὐτοῦ τὸ μέρος, ἔκ γε τῶν ἄλλων κατεκλύζετʼ ἄν, ὃς τοῖς δεσμώταις διετέλεσε προστιθείς, ἐξάγων δὲ οὐδένα οὔτʼ ἀπολογησόμενον οὔτʼ ἀποθανούμενον, ὡς πολλῷ τοῖς δεσμώταις κουφότερον ἀφεῖναι τὴν ψυχὴν ἢ τὰ σφῶν αὐτῶν ὁρᾶν ὀστᾶ διὰ τοῦ δέρματος. ὁ δʼ ἐμπλήσας τὸ οἴκημα σωμάτων ἀπὸ πάσης αἰτίας αὐτῷ κτείνει τῷ πλήθει τοὺς δεθέντας. ὧν οὐ ταύτην οἱ πλείους ὤφειλον δίκην, ἀλλʼ οὐδʼ οἱ θάνατον ὀφείλοντες τὴν δίκην τὸν οὕτω. τέμνει γὰρ ὁ νόμος τὴν κεφαλήν, οὐκ ἀποπνίγει τῇ στενοχωρίᾳ. καὶ τὴν ἐνταῦθα ὀξύτητα κέρδος εἶναι συμβαίνει τῷ τεμνομένῳ, ὁ δʼ ἐν μὲν τῷ δῆσαι ταχύς, ἐν δὲ τῷ κρῖναι βραδύς, μᾶλλον δὲ φεύγει τὰς κρίσεις μᾶλλον ἢ τὰ παιδία τὰς Μορμόνας καὶ τὸν ἄρχοντα τοῦτʼ εἶναι νομίζει τὸ διὰ λήρων ἐπʼ ἄριστον προελθεῖν.
Ἀπάλλαξον δὴ τὰς σαυτοῦ πόλεις τοιούτων κακῶν καὶ πέμψον ἄνδρα νοῦν τε ἔχοντα καὶ πόνων ἐπιθυμητὴν καὶ πλείω πράξοντα ἢ λαλήσοντα καὶ πείσοντα μᾶλλον ἢ ἀναγκάσοντα καὶ βοηθήσοντα πένησιν, οὐκ ἐπιτρίψοντα, καὶ διαγνωσόμενον, τί μὲν δυνατόν, τί δὲ οὔ, καὶ καιρὸν μὲν πληγῶν, καιρὸν δὲ εἰσόμενον ἀπειλῆς, ὅλως οὐδὲν ἐοικότα τῷ λοιμῷ τούτῳ.