ΠΡΟΣ ΤΟΥΣ ΑΝΤΙΟΧΕΑΣ ΥΠΕΡ ΤΩΝ ΡΗΤΟΡΩΝ.
Ὅτι μὲν οὔκ εἰμι τῶν τῇ πόλει πολλάκις ἠνωχληκότων, ὦ ἄνδρες Ἀντιοχεῖς, οὐδὲ γέγονεν ὑμῖν εἰς τήνδε τὴν ἡμέραν οὔτε μικρὸν οὔτε μεῖζον ἐκ τῶν ἐμῶν λόγων περὶ τοὺς διδασκάλους ἀνάλωμα, πάντες ἂν ὁμολογήσαιτε· τοῦτο δὲ ἠξίουν ποιεῖν οὐχ ὡς οὐ τευξόμενος, εἰ καὶ μεγάλα ἐπήγγελλον, ἀλλʼ ὅσῳ προθυμότερον ᾔδειν ψηφιουμένους, τοσούτῳ μᾶλλον ἐμαυτῷ προσήκειν ἡγούμην εὐλαβεστέρῳ φαίνεσθαι. νῦν δὲ οὐκέτʼ ἐνὸν σιωπᾶν οὐδʼ εἰ σφόδρα βουλοίμην, ἥκω λέξων ἃ ἐμοὶ μὲν οὐκ ἦν δίκαιον μὴ λέγειν, ὑμῖν δὲ πεισθῆναι καλόν. συμβήσεται γὰρ τοῖς διδόναι δοκοῦσιν οὐδὲν ζημιουμένοις δόξαν ὡς ἐπὶ μεγίστῃ φιλοτιμίᾳ λαβεῖν.
Εἰ μὲν οὖν ἦν μοι τοσοῦτος ὄγκος χρημάτων, ὡς αὑτῷ τε ἀρκεῖν καὶ τὰ τούτων διοικεῖν, πρὸς ἐμαυτὸν ἂν διελέχθην ἃ νῦν εἰς ὑμᾶς κομίζω, καὶ λύσας τοῖς ἑταίροις τὴν ἀπορίαν ἀμφοτέρων ἂν ἕνεκα ἡδόμην, τοῦ τε κάλλιστον ἔργον εἰργάσθαι καὶ τοῦ μὴ φέρειν εἰς μέσον ἀνθρώπων ἔνδειαν ἧς τὴν αἰτίαν, κἂν σφόδρα φυλάττωμαι, χαλεπὸν τῇ πόλει διαφυγεῖν. ἐπεὶ δὲ τῶν ὄντων μοι τὸ μέτρον ἴσον ἀφίστησί με τοῦ τε δεῖσθαι λαμβάνειν τοῦ τε δοῦναι δύνασθαι, λοιπόν ἐστιν, ὦ ἄνδρες πολῖται, παρʼ ὑμῶν γενέσθαι τὴν ἴασιν. οὕτω γὰρ ἂν καὶ τῶν κατηγορούντων, εἴ τινες ἄρα εἰσί, τὰς ἐπιτιμήσεις ἀνέλοιτε. διʼ ὧν γὰρ βοηθήσετε νῦν, ὅτι καὶ πάλαι τοῦτʼ ἂν ἐποιήσατε μαθόντες, ἐπιδείξετε, καὶ τάχα ἄν τις ἀπὸ τῶν ἀγνοησάντων ἐπὶ τοὺς οὐ διδάξαντας μετενέγκαι τὴν μέμψιν.
Ἴσως μὲν οὖν κινήσω δάκρυα τούτοις ὑπὲρ ὧν ἐσπούδακα, ἀνάγκη γὰρ αὐτούς, ἡνίκα ἂν ἐν οἷς εἰσι λέγω καὶ διεξίω τὰ τῆς ἐνδείας λυπηρά, τῶν ἄλλων εἰς αὐτοὺς ὁρώντων ἀθυμεῖν, ἀλλὰ τούτοις τε ὑπομεῖναι βέλτιον τοὺς περὶ τῆς πενίας λόγους, ὅπως τῶν ἐξ αὐτῆς ἀπαλλαγεῖεν κακῶν, ὑμᾶς τε δεῖ, κἂν ἀηδὲς ᾖ τι τῶν λεγομένων, φέρειν ἐπὶ τῷ τὸν λοιπὸν χρόνον ἐν εὐφημίᾳ διάγειν. εἰ μὲν γὰρ ἢ ʼκείνοις ὀνειδίσαι βουλόμενος ἢ ὑμῶν κατηγορῆσαι τὴν ὑπόθεσιν εἱλόμην, πονηρὸς ἂν ἦν· ἐπεὶ δέ, ὅπως οἱ μὲν παύσαιντο σπανίζοντες χρημάτων, ὑμεῖς δὲ ἀμελοῦντες ὧν ἥκιστα χρῆν, ἀμφοτέρων εὐεργέτης εἰκότως ἂν δοκοίην οἷς τε συμβουλεύω καὶ ὑπὲρ ὧν παρελήλυθα. οὕτω δʼ ἂν μάλιστα προσέχοιτε τοῖς λεγομένοις τὸν νοῦν, εἰ μή, ὥσπερ ταῖς τύχαις, οὕτω καὶ ταῖς γνώμαις ἀξιώσετε διῃρῆσθαι.
Τί δαί ἐστιν ὅ φημι; μήθʼ ὅτῳ παῖδες οὐκ ἐγένοντο τὴν ἀρχὴν μήθʼ ὅτῳ πολλοὶ καὶ ἀγαθοὶ γεγονότες τεθνᾶσι μήθʼ ὅστις θυγατέρων μόνων πατὴρ μήθʼ ὅτῳ παῖδες οὔπω χρῄζοντες ῥητόρων μήθʼ ὅτῳ τοῦ δεῖσθαι πεπαυμένοι, μηδεὶς ὑμῶν ἐκ τῶν εἰρημένων αἰτιῶν ἀπολελύσθαι νομιζέτω τῆς περὶ τῶν προκειμένων φροντίδος, ὡς οὐ μετασχήσων τῆς βλάβης, εἰ μὴ νικήσει τὸ βέλτιον. νυνὶ γὰρ ὑπὲρ πόλεως ἥκετε βουλευσόμενοι, ἧς ὁμοίως κεκοινωνήκατε πάντες, εἰ καὶ ταῖς κατὰ τοὺς παῖδας διεστήκατε τύχαις.
Ἓν δὴ προσήκει τοῦτο σκοπεῖν, πότερον Ἀντιοχείᾳ τῇ καλῇ καὶ μεγάλῃ λυσιτελέστερον τηρεῖν ἐν τοῖς παροῦσι κακοῖς τοὺς διδασκάλους τῶν λόγων ἢ μεταστῆσαι τὸ πρᾶγμα. πάντων μὲν γὰρ ὑμῖν ἃ ποιεῖ πόλιν εὐδαίμονα καὶ λαμπρὰν ἐπιμελητέον, μάλιστα δὲ τοῦ τὴν ἡμετέραν εἰς τὴν παροῦσαν τάξιν προαγαγόντος. τοῦτο δέ ἐστιν, εἰ μὴ ληρῶ, ῥητορεία καὶ τὸ τὰς τῶν ἀρχόντων ἀλόγους ὁρμὰς ὑπὸ τῆς τοῦ λόγου δυνάμεως κρατεῖσθαι. ὥσπερ οὖν οἷς ἐστιν ἀπὸ τῶν ὅπλων καὶ τοῦ νικᾶν ἐν μάχαις ἡ δύναμις, εἰ τὴν τῶν ὅπλων ἐργασίαν καταλυομένην περιορῷεν, ἀδικοῖντʼ ἂν εἰς τὸ κτῆμα καὶ σφᾶς αὐτοὺς ἀπολλύοιεν, οὕτως οἱ τῷ λέγειν εἰδέναι πλεῖστον ἐπιδεδωκότες, ἂν μὴ τὸ χρῆμα συνέχωσι τῶν λόγων, ἐνέχοιντʼ ἂν αἰτίᾳ.
Περὶ μὲν οὖν τῶν ἄλλων ἃ διάκειται τῶν ἐν τοῖς διδασκαλείοις κακῶς, ἐν ὑστέρῳ, τοῖς δὲ καλουμένοις ῥήτορσιν, εἰσὶ δὲ οὗτοί μοι τέτταρες ἡγούμενοι τοῖς νέοις ἐπὶ τὴν γνῶσιν τῶν ἀρχαίων, ἤδη τινὰ ζητεῖν ἄξιον ἐπικουρίαν. ὧν ὅτι καὶ λόγον καὶ πρόνοιαν ἑκτέον, ἐν βραχέσι δηλώσω.
Τούτους γὰρ εἴ τις ἔροιτο· εἰπέ μοι, ὑμεῖς δὲ Ἀντιοχεῖς καὶ γονεῖς ἐντεῦθεν; ἢ διὰ δυναστείαν ἐχθρῶν ἢ προσδοκωμένας δίκας ἐνταῦθα ὑπʼ ἀνάγκης καὶ φόβου κεκόμισθε; οὐδὲν τούτων ἂν εἴποιεν. ἀλλὰ τί δὴ τὸ πεῖσαν πρὸ τῶν πατρίδων ἑλέσθαι τὴν ἀλλοτρίαν; ὅτι τὰς ἐν τοῖς ἄλλοις ἐπιτηδεύμασι ταραχάς, εἴποιεν ἄν, φυλαττόμενοι καὶ τῆς ἐν τῷ παιδεύειν ἡσυχίας ἐπιθυμοῦντες οἴκοι μὲν ἕκαστος διατρίβοντες ἐν μικροῖς ἐνομίζομεν βιώσεσθαι πράγμασι καὶ οὐ πολὺ διοίσειν τῶν ἐν ἀργίᾳ καθημένων, εἰς δέ γε ταυτηνὶ λαμπραῖς ἐκαλούμεθα καὶ μεγάλαις ἐλπίσι πολλῶν ἐγγυωμένων παραδειγμάτων, ὅσους δεξάμενοι πένητας πλὴν τῶν ἐπὶ τῆς ψυχῆς οὐδʼ ὁτιοῦν ἔχοντας ταχέως ἀπεφήνατε τοὺς μὲν γῆς πολλῆς τε καὶ ἀγαθῆς δεσπότας, τοὺς δὲ ἀργύρου καὶ χρυσοῦ καὶ τῶν ἄλλων ἃ μέρη πλούτου νενόμισται. ταῦτα, φήσουσι, προσδοκῶντες ἠπειγόμεθα δεῦρο, ὡς εἰς καλὸν μὲν χωρίον καταθησόμενοι τοὺς λόγους, τῆς δὲ τοῖς ἔμπροσθεν ὑπαρξάσης εὐδαιμονίας μεταληψόμενοι καὶ αὐτοί. ἆρʼ οὖν καλόν, ὦ ἄνδρες Ἀντιοχεῖς, ἐλεγχθῆναι τῇ πείρᾳ τὴν δόξαν καὶ βελτίους ὑμᾶς ὑποληφθῆναι παρὰ τούτοις ἢ φανῆναι καὶ σὺν χαρᾷ μὲν αὐτοὺς τὸ ἐξ ἀρχῆς ἐλθεῖν, ἀθυμοῦντας δὲ οὐ διαλιπεῖν καὶ πρὸς μὲν τοὺς οἰκείους οὓς ἀπελίμπανον, τοῦτον σχεῖν εὐπρεπῆ λόγον, ὡς ἔρχοιντο ζητοῦντες πόρον ἀφʼ οὗ κἀκείνοις ἂν αὐτοῖς ἐπαρκοῖεν, νῦν δὲ τοσοῦτον ἀπέχειν τοῦ πέμπειν ἐκείνοις, ὥσθʼ ἥδιστʼ ἂν ἐκεῖθεν, εἴ τις ἐδίδου, λαβεῖν; μὴ γάρ μοι πρὸς τοὔνομα, εἰ διδάσκαλοι, μηδʼ ὅτι ῥήτορες μηδʼ ὅτι καθίζουσιν ἐπὶ θρόνων μηδʼ ἀπὸ τοῦ λοιποῦ σχήματος ἐξαπατᾶσθε, ἀλλὰ παρὰ τοῦ πάντα τὰ τούτων ἀκριβῶς εἰδότος ἀκούσατε τὴν ἀλήθειαν. τούτων γὰρ τοῖς μὲν οὐκ ἔστιν οἰκίδιον, ἀλλʼ οἰκοῦσιν ἐν ἀλλοτρίοις, ὥσπερ οἱ νευρορράφοι, ὅστις δὲ ἐπρίατο, τὸ δάνεισμα οὔπω διέλυσεν, ὥστʼ ἐν μείζονι τῶν οὐκ ἐωνημένων ὁ κεκτημένος ἀθυμίᾳ. οἰκέται δὲ τῷ μὲν τρεῖς, τῷ δὲ δύο, τῷ δὲ οὐδὲ τοσοῦτοι, παροινοῦντες καὶ ὑβρίζοντες εἰς τοὺς δεσπότας διὰ τὸ μὴ μετὰ πολλῶν δουλεύειν, ὡς οἱ μὲν οὐκ ἐδουλώσαντο πολλάκις, οἱ δὲ ἀναξίως αὑτῶν. εἶθʼ ὁ μέν, ὅτι πατὴρ ἑνός ἐστι τέκνου, μακαρίζεται, τῷ δὲ ἡ πολυπαιδία δυστύχημα κέκριται, τὸν δὲ φυλάττεσθαι δεῖ μὴ πρὸς τὸ αὐτὸ πεσεῖν, ὁ δὲ νοῦν ἔχειν δοκεῖ δεδοικὼς γάμον. καὶ πρότερον μὲν οἱ τὰ αὐτὰ τούτοις διδάσκοντες πρὸς τὰ ἀργυροκοπεῖα προσῄεσαν ἐκδώσοντες σκεύη καὶ τὰ πολλὰ διελέγοντο τοῖς ἐκεῖνα δημιουργοῦσιν ἢ μεμφόμενοι τὸ ποιηθὲν ἢ παραδεικνύντες τι κάλλιον ἢ τάχος ἐπαινοῦντες ἢ μέλλοντας ἐπισπέρχοντες, τούτοις δὲ οἱ πολλοὶ τῶν λόγων, καί μοι μηδεὶς ἀπιστείτω, πρὸς ἀρτοπόπους οὐ σῖτον αὐτοῖς ὀφείλοντας οὐδὲ ἀργύριον ἀπαιτουμένους, ἀλλʼ οἷς αὐτοὶ σῖτον ὀφείλοντες ἀεὶ μὲν ἀποδώσειν λέγουσιν, ἀεὶ δὲ προσλαβεῖν δέονται καὶ δυοῖν τοῖν ἐναντίοιν πολιορκοῦνται τοὺς αὐτοὺς ἠναγκασμένοι καὶ φεύγειν καὶ διώκειν. ὡς μὲν γὰρ ὀφείλοντες φεύγουσιν, ὡς δὲ χρῄζοντες διώκουσι καὶ διότι μὲν οὐκ ἀπέδοσαν αἰσχύνονται, τῆς γαστρὸς δὲ ἐπειγούσης ἀντιβλέπουσιν. ἔπειθʼ ὅταν τὸ μὲν χρέος ἐπὶ μέγα προβῇ, τὸ δὲ τὴν ἀπόδοσιν ποιῆσον μηδαμόθεν φαίνηται, γυναικὸς ἑλικτῆρας ἢ ἀμφιδέας ἐκ τοῦ σώματος περιελόντες καταρώμενοι τῇ τέχνῃ τῶν λόγων θέντες εἰς τὼ χεῖρε τοῖς ἀρτοπόποις ἀπῆλθον σκοποῦντες οὐχ ὅ τι ταῖς γυναιξὶν ἀντικαταστήσουσιν, ἀλλʼ ἐφʼ ὃ δεῖ μετὰ τοῦτο τῶν ἔνδον ἐλθεῖν. τοιγαροῦν λήγοντες τῆς συνουσίας οὐχ, ὥσπερ εἰκός, ἐκ πόνων ἐπὶ ῥᾳστώνην εὐθὺς ἀποπηδῶσιν, ἀλλʼ ἐλινύουσι καὶ προσδιατρίβουσιν, ὡς ἂν ἀκριβεστέραν οἴκοι τῶν κακῶν αἴσθησιν ἕξοντες. εἶτα συγκαθήμενοι πρὸς ἀλλήλους τὰ αὑτῶν ὀδύρονται, ὁ δὲ ὡς δεινοτάτων τῶν αὑτοῦ μνησθεὶς ἀκούει χαλεπωτέρων.
Μέσος δὲ τῶν τοιούτων ἐγὼ καταδυόμενος διχόθεν, τοῦτο μὲν ὡς πολίτης ὑμέτερος, τοῦτο δὲ ὡς κορυφαῖος τοῦ χοροῦ, καὶ δικαίως ἂν ἀμφοτέρων ἕνεκα χεῖρα ὀρέξας τὸν μὲν οὖν ἄλλον χρόνον ἐν τῷ τοῖς γιγνομένοις ἀλγεῖν ἱστάμην, ἔπειτα δὲ τοῦτο μὲν ἀσθενοῦς καὶ φαύλης ἔδοξεν εἶναί μοι διανοίας, δεῖν δὲ τούτοις ἅπαξ κακοῦ ἐπικουρίαν ἐξευρεῖν τῇ βουλῇ μὲν ἄλυπον, τοῖς δὲ ῥήτορσιν ἀποχρῶσαν. πολλαὶ μὲν οὖν ἠγορεύοντο γνῶμαι, καλλίστην δὲ ἁπασῶν καὶ δυνατὰ ζητοῦσαν ἡγησάμην ἣν νῦν ἀποφανοῦμαι δεηθεὶς ὑμῶν ἄνευ θορύβου τῶν λογισμῶν ἀκοῦσαι. νυνὶ γὰρ ὑμᾶς οὐκ ἀργύριον ἀξιώσαιμʼ ἂν εἰσενεγκεῖν οὐδὲ πυροὺς οὐδὲ οἶνον ἐκ τῶν ὑμετέρων αὐτῶν κτημάτων, οὐ γὰρ ἀγνοῶ τὰς γιγνομένας ὑμῖν καθʼ ἑκάστην ἡμέραν ὑπὲρ τοῦ κοινοῦ δαπάνας. ἀλλὰ τί δὴ ποιοῦντες σώσετε τοὺς ἀνθρώπους τῇ πόλει;
Γεωργεῖτε τοὺς ἀγροὺς τῆς πόλεως σχεδὸν ἅπαντας οἱ βουλεύοντες ὑμεῖς, ὃ τῇ μὲν παρασκευάζει φοιτᾶν ἐντελῆ τὴν πρόσοδον, ἄνευ δὲ κέρδους οὐδὲ τοὺς πονοῦντας ἀφίησι. τούτων δὴ τῶν ἀγρῶν τοὺς μὲν εἶναι συμβαίνει μεγάλους, τοὺς δὲ κομιδῆ μικρούς, καὶ τοὺς μὲν εἰς τοὺς βουλεύοντας μεμερίσθαι κατὰ τὸν ὀρθῶς καὶ δικαίως ἔχοντα νόμον, τοὺς δʼ εἰς ἑτέρους τινὰς ἔξω τοῦ λειτουργεῖν ἑστῶτας, οἷς ἑκόντες συγκεχωρήκατε κύριοι τοὺς ἔχοντας ὄντες ἀφελέσθαι. τοὺς μὲν οὖν μείζους ὑμετέρους εἶναι δεῖ τῶν ἀναλισκόντων καὶ χορηγούντων καὶ πολλαῖς δαπάναις, ταῖς μὲν ἐγκυκλίοις, ταῖς δὲ καιναῖς ὑπακουόντων. ἐκ δὲ τῶν ἐλαττόνων δότε τοῖς ῥήτορσιν ἀναπνεῦσαι καὶ ποιήσατε τὰς ψυχὰς αὐτοῖς ὑψηλὰς τῶν οὐ λειτουργούντων ἀξιωτέρους τούσδε νομίσαντες, οὓς εἴ τις φαίη λειτουργεῖν, ἴσως οὐκ ἂν ἁμάρτοι, ἢ μέρους τῶν ὄντων ὑμῖν, εἰ τοῦθʼ ἥδιον, ἀποστάντες, πάντως δὲ μετάδοτε τῶν ἀγρῶν. παρʼ ὧν εἰ καὶ λεπτὴν ἕξουσι τὴν ἐπικουρίαν, ἀλλὰ τοῦ γε μηδενὸς τὸ μικρὸν ἄμεινον. ἂν ταύτης, ὦ ἄνδρες πολῖται, τύχωσι τῆς βοηθείας, οἱ μὲν εἰς τροφήν, οἱ νέοι δὲ εἰς λόγους ἔσονται κεκερδακότες. ὥσπερ γὰρ ἥτις ὄμβρων ἀπολαύει χώρα γενναίους καὶ πολλοὺς ἀποδίδωσι τοὺς καρπούς, οἱ δὲ αὐχμοὶ ταῖς γοναῖς ἐναντιοῦσθαι πεφύκασιν, οὕτω τοῖς παιδεύουσιν ἡ μὲν ὑπὲρ τῶν ἀναγκαίων φροντὶς ἀποστρέφει τὴν γλῶτταν, ἡ δὲ τῶν ἐπιτηδείων ἀφθονία προκαλεῖται πηγάς. οὐκοῦν ὧν δώσετε μείζω λήψεσθε καὶ διὰ σίτου βραχέος ἀνθεῖν παρασκευάσετε τὸν λειμῶνα τῶν λόγων;
Τί δαί; φήσει τις, οὐχὶ τὰς συντάξεις οὗτοι καθʼ ἕκαστον ἐνιαυτὸν φέρουσι; πρῶτον μέν, οὐ καθʼ ἕκαστον, ἀλλὰ νῦν μὲν ἔλαβον, νῦν δὲ οὐδεὶς ἔδωκε, νῦν δὲ μέρος, νῦν δὲ βραδέως. καὶ σιωπῶ τὰς πραγματείας αἷς ὑπὲρ τούτου χρώμεθα πρὸς τοὺς ἄρχοντας, πρὸς τοὺς ὑπηρέτας, πρὸς τοὺς ἀποδέκτας, πρὸς τὸν ἀεὶ σοβοῦντα, ὧν ἀνάγκη προκυλινδεῖσθαι ῥήμασι καὶ σχήμασιν ἀλλοτρίοις ἐλευθέρων κολακεύοντα τοὺς αὑτοῦ χείρονας. ἃ τοῖς σεμνοτέροις, οἷον εἶναι προσήκει τὸν διδάσκαλον, παντός, οἶμαι, λιμοῦ βαρύτερα. ἀλλʼ ἐῶ τοῦτο. ἀλλὰ τό γε μέτρον τῶν συντάξεων ἃς ἀποχρῆν ἔνιοι φήσουσιν, ἐγὼ μὲν αἰσχυνοίμην ἂν εἰπεῖν, οὕτως εἰσὶ μεγάλαι καὶ τοῦ τῆς πόλεως ὀνόματος ἄξιαι, σὺ δὲ εἰπὲ παρελθὼν ἐκεῖνό μοι πρότερον ἀποκρινάμενος· ἦν Ζηνοβίῳ σύνταξις ἢ οὔ; καὶ μάλα. τί δαί; ἀγρὸν οὐκ ἐκαρποῦτο τῆς πόλεως κάλλιστόν τε καὶ πολυοινότατον ἐν δεξιᾷ χωροῦντι πρὸς Δάφνην παρʼ αὐτὸν τὸν ποταμόν; καὶ οὐδεὶς ἀνεβόησεν· ὦ Ἡράκλεις, ἄνθρωπος οὗτος δυοῖν εἴδεσι λημμάτων ἐκκαρποῦται τὴν πόλιν, ἀλλʼ ὡς πάντʼ ἐλάττω τοῦ δέοντος δώσοντες, εἰ καὶ πολλάκις τοσαῦτα δοῖεν, οὕτως ἐφρόνουν.
Δεξιώτερος γὰρ τούτων ἐκεῖνος. ἃ βούλομαι λέγεις. ἀλλʼ οὐ διὰ τοῦτο τούτους ἀμελεῖσθαι δίκαιον, εἴ τι πλέον ἦν παρʼ ἐκείνῳ κατὰ τοὺς λόγους, οὐδέ γε τοὺς ζῶντας τῆς τοῦ τετελευτηκότος ἀρετῆς ὑπέχειν δίκην. εἰ μὲν γὰρ οὐ λυσιτελεῖν τούσδε τοῖς νέοις ὑπείληφέ τις, ἀπιέναι κελευέτω καὶ ζητείτω βελτίους· εἰ δʼ ἀγαθοὺς εἶναι παιδεύειν ὁμολογεῖ, μὴ χρήσθω μὲν ὡς ἐπισταμένοις, ὡς δὲ ἀχρήστους ἀτιμαζέτω. εἰ δὲ μή, δόξουσιν οἱ τοῦτο πεπονθότες τῶν ἀγρῶν περὶ ὧν λέγω πλείω ποιεῖσθαι λόγον ἢ τῶν υἱέων. εἰ γὰρ τῶν μὲν ὡς φαύλοις οὐ μεταδώσουσιν ἡγούμενοι τὸ πρᾶγμα δεινόν, τοὺς δὲ τούτοις παιδεύειν παραδώσουσιν ὡς οὐκ ἐν μεγάλῳ κινδυνεύσοντες, πῶς οὐχ ὡμολογήκασι δευτέρους ἄγειν τοὺς παῖδας τῶν χρημάτων νῦν δοκιμάζειν ἀξιοῦντες τοὺς ῥήτορας ἐν τῇ περὶ τοῦ δοῦναι βουλῇ παρέντες βασανίζειν ἐν τῇ σκέψει τῇ περὶ τῶν υἱέων;
Ὅλως δὲ ἐν τῷ περὶ τῆς τροφῆς λόγῳ τοῦτο δεῖ σκοπεῖν, πότερον σύμμετρον τὸ δοθὲν ἢ τῆς χρείας ἔλαττον, κἂν μὲν ἀποχρῶν φαίνηται, μὴ προσέχειν τῷ πείθοντι περὶ τοῦ πλείονος, ἂν δὲ συχνῷ τῳ λειπόμενον, δέχεσθαι τὴν περὶ τῆς προσθήκης παραίνεσιν, ἐπεὶ κἀκεῖνος ὑπὲρ τοῦ τρέφεσθαι πρεπόντως ἐλευθέρῳ τὸ χωρίον προσελάμβανεν. οὐ γάρ, μὰ Δία, τῆς παιδεύσεως ἆθλον τοῦτο ἦν. ἢ μικρῶς ἐτιμᾶτε τὴν σοφίαν ἀξίαν γε οὖσαν, ὡς ἐγώ φημι, στεφάνου καὶ ἀναρρήσεως καὶ χαλκῆς εἰκόνος καὶ χρημάτων ὁπόσα ἐν γῇ. ἀλλʼ εἰ πάντως δεῖ τούτοις ἐλάττω τὰ παρʼ ὑμῶν εἶναι καὶ τῶν παρανόμων ἕν τι τοῖς αὐτοῖς ἐκείνῳ τρέφεσθαι, καὶ οὕτως ἐν ἐλάττοσιν ἔσονται. τήν γέ τοι σύνταξιν ἑνὸς ἀνδρὸς ἐκείνου τέτταρες ὄντες νενέμηνται, ὥστε κἂν τοὺς ἀγροὺς ὑπάρξῃ λαβεῖν, τῶν γε περὶ τὴν σύνταξιν ἐν ταὐτῷ μενόντων οὔπω τὰ τούτων εἰς ἴσον τοῖς ἐκείνου καθίσταται.
Ὡς μὲν οὖν οὐδὲν καινὸν εἰσηγοῦμαι μεμνημένος ἀγρῶν, ὁ πρὸ τούτων εἰληφὼς καὶ γεωργήσας μάρτυς ἐστίν, οἶμαι δʼ εἰ καὶ μήπω πρότερον δεδομένην ἐξεύρισκον τοῖς παιδεύουσι βοήθειαν, οὐκ ἂν παρὰ τοῦτο δικαίως μὴ πείσας ἀπελθεῖν. οὐ γὰρ τὴν καινότητα τῶν εἰσηγήσεων, ἀλλὰ τὴν αἰσχύνην φυλάττεσθαι προσήκει τοὺς βουλευομένους ὀρθῶς. ἄτοπον γὰρ τῶν μὲν κρατούντων τὰ δοκοῦντα χείρω λύεσθαι καὶ τὴν φύσιν τοῦ πράγματος ἰσχυροτέραν εἶναι τοῦ χρόνου, κατὰ δὲ τῶν οὔπω νενικηκότων ἰσχύειν τὸ μὴ τῶν εἰωθότων εἶναι τὰ λεγόμενα.
Καίτοι τινὲς ἐπὶ τῶν ἐργαστηρίων καθήμενοι περὶ τῆς τῶν διδασκάλων εὐπορίας διαλέγονται τῶν τε νέων κατάλογον ποιούμενοι καὶ σταθμὸν ἐπὶ δακτύλων ἕλκοντες ἀργυρίου μέγαν. καὶ νῦν οἶμαί μοι τοῦτον ἀπαντήσεσθαι τὸν λόγον· ποῦ δὲ τὰ παρὰ τῶν μαθητῶν; ἔστι δὴ πρὸς τοῦτο χαλεπὸν ἀντειπεῖν οὐ τῷ δικαίας ἀποκρίσεως ἀπορεῖν, ἔχω γάρ, ἀλλὰ τῷ τὴν ἀληθεστάτην ἥκιστα φανεῖσθαι πιστήν. οἱ γὰρ ἐκ τοῦ παιδεύειν πεπλουτηκότες ἐν τοῖς ἔμπροσθεν χρόνοις δόξαν πεποιήκασιν ὡς τῆς τέχνης μάλιστα παρεχούσης ἐνεργάσασθαι χρήματα. τὸ μὲν οὖν δίκαιον ἦν ἀεὶ τὸ πρᾶγμα οὕτως ἔχειν, ἔχει δὲ οὐχ οὕτως. ἀλλὰ μετέπεσε, καὶ ὅθεν, ἴστε μὲν ὅσοι τοῖς ἡμετέροις παρηκολουθήκατε, τῶν δὲ ἀγνοούντων ἕνεκα φράσω.
Τῶν τεχνῶν ὁπόσαι μὲν τιμῶνται παρὰ τῶν βασιλευόντων, καὶ τοὺς μεμαθηκότας εἰς δύναμιν ἄγουσιν ὁμοῦ καὶ τοῖς διδάσκουσιν εὐδαιμονίαν αὗται φέρουσι καὶ ὁ μισθὸς ὡς ὑπὲρ μεγάλων μέγας· ὅταν δὲ ὑπὸ τοῦ δυναστεύοντος ἐπιτήδευμα καταφρονηθῇ, κἂν χρηστὸν ᾖ τῇ φύσει, τὴν δόξαν ἀπολώλεκε, τῆς δόξης δὲ περιαιρεθείσης καὶ ὁ μισθὸς συνανῄρηται, μᾶλλον δὲ κἂν μὴ σύμπας ἀπόληται, μικρὸς ἀντὶ μεγάλου γίγνεται. πότερʼ οὖν ὑμῖν δοκεῖ μέγα δύνασθαι ῥητορικὴ καὶ πλεῖστον ἐν βασιλείοις ἰσχύειν καὶ τὰς ἀρχὰς ἁπάσας οἱ λέγειν ἐπιστάμενοι λαμβάνειν κἀν ταῖς περὶ τῶν ὅλων βουλαῖς εἰς ἀπόρρητα καλεῖσθαι καὶ μετέχειν τάξεως ἢ τοὐναντίον ἀπερρίφθαι καὶ ἀπεληλάσθαι καὶ περιυβρίσθαι καὶ τὸ τῶν Μεγαρέων πεπονθέναι ῥητορική τε καὶ ῥήτορες ἔξω καὶ λόγου καὶ ἀριθμοῦ κείμενοι; ἀλλʼ οὐδεὶς οὕτως οὔτε ἄπειρος τῶν καιρῶν οὔτε φιλονεικίᾳ χαίρων, ὅστις ἂν εἰπεῖν τολμήσαι τὸ μὴ εἰς ἔσχατον ἀτιμίας ἐκπεσεῖν τὴν τέχνην. ὅπου γὰρ οἱ πολλοὺς περὶ τὴν κτῆσιν τῶν λόγων ὑπομείναντες πόνους οἱ μὲν ὅλως ἐπὶ τὸ γράφειν εἰς τάχος τοὺς αὑτῶν υἱεῖς ἔτρεψαν ἀμελήσαντες τοῦ τῆς διανοίας κάλλους, οἱ δʼ ἀμφοῖν ὁμοίως ἐφρόντισαν, τοῦ μὲν ὡς ὄντος καλοῦ, τοῦ δὲ ὡς εὐδοκιμοῦντος, τίς ἔτʼ ἂν ἀπόδειξιν μείζω ζητοίη τῆς κατὰ τῶν λόγων ὕβρεως; ἔστιν οὖν, εἰπέ μοι, τὸ μὲν πρᾶγμα τῶν ἀνωφελῶν νομίζεσθαι, τοὺς δὲ τοῦ πράγματος διδασκάλους πολλοὺς ἔχειν τοὺς θαυμασομένους; καὶ τίς εἶδεν ἱερῶν κατασκαπτομένων ἱερέας ἐντίμους; τίς ναυπηγὸν ἐν μεσογείᾳ πλουτοῦντα;
Μιᾷ μὲν αἰτίᾳ ταύτῃ τὸν μισθόν, ὦ ἄνδρες πολῖται, συνέβη τοῖς ἀνθρώποις τούτοις ἀπολωλέναι, ἑτέρα δὲ αὐτὸν οὐκ ἀφῆκεν ὥσπερ πρότερον χωρεῖν πολλῷ βιαιοτέρα. τῶν γὰρ οἴκων τῶν ἀπὸ παλαιοῦ λαμπρῶν ὧν ἦν καὶ τὸ παιδεύεσθαι καὶ τὸ διδόναι, πτωχεύειν ὁ καιρὸς οὐκ ὀλίγους ἀναγκάσας λαβεῖν μὲν τῶν λόγων οὐκ ἐκώλυσεν, εἰς δὲ μισθοῦ δόσιν ἀδυνάτους ἐποίησε. πάντως δὲ οὐδεὶς ἀγνοεῖ τοὺς μὲν ἐξ ἐνδόξων γενομένους τὰ αὑτῶν πεπρακότας, τοὺς δὲ ἐξ ἀνωνύμων τὰ ʼκείνων ἐωνημένους. τῆς οὖν περὶ ἕκαστον οἶκον ἀτυχίας κεκοινώνηκεν ὁ διδάσκαλος. ὥσπερ γάρ, εἴπερ ἐπλούτουν, ἀπέλαυεν ἄν, οὕτως ἀπορούντων ἀνάγκη προῖκα συνεῖναι. εἰ μὲν οὖν τὴν χρηστότητα τῶν παιδευτῶν ἐν τῷ πλήθει τῶν παιδευομένων ἀξιοῖ τις ὁρᾶν, μεγάλην ὡς ἀληθῶς εὑρήσει· σημεῖον δὲ ποιούμενος τὸν τούτων ἀριθμὸν τῆς ἐκείνων περιουσίας οὐκ ὀρθῶς κρίνει. καὶ τί δεῖ περὶ τούτων εἰκάζειν ἐξὸν ἐπʼ αὐτὴν ἐλθόντα τὴν ἐξέτασιν καθαρόν, ὡς ἔχει, τὸ πρᾶγμα μαθεῖν; εἰσελθὼν γὰρ ὁ νομίζων τὰ παρὰ τῶν νέων μεγάλα καθίσας αὑτὸν παρὰ τὸν θρόνον καλῶν ἕκαστον πυνθανέσθω, τίς ὁ παρʼ αὐτοῦ μισθός. οἶμαι γὰρ πλὴν ὀλίγων κομιδῆ τοὺς ἄλλους, εἰ γνοῖεν ἐφʼ ᾧ καλοῦνται, φεύγοντας ὅποιπερ ἂν ἐξῇ καταδύεσθαι μήτε ψεύσασθαι τολμῶντας τῷ τε μὴ τελεῖν αἰσχυνομένους. εἰσὶ δέ τινες οἳ τοσοῦτον τελοῦσιν, ὥστε τῶν οὐδʼ ὁτιοῦν διδόντων μᾶλλον βούλοιντʼ ἂν λανθάνειν. ἀλλὰ γὰρ οὐκ ἄξιον διὰ πάσης ἀκριβείας ἐλθεῖν. τῶν γὰρ ἐνόντων εἰπεῖν ἄμεινον ἀφελεῖν ἢ λυπῆσαι τοὺς ἡδέως μὲν ἂν δόντας, τύχῃ δὲ κεκωλυμένους. τοσοῦτον δʼ ἂν ἰσχυρισαίμην, ὡς ὀλίγων τῶν ἐκεῖθεν ὄντων παρὰ τῆς πόλεως ἀξιῶ τι φανῆναι καὶ μὴ πιστοτέρους τοὺς πόρρωθεν μαντευομένους ἐμοῦ τοῦ συζῶντος περὶ τοῦ ποῖα τὰ τῶν ῥητόρων ἐστὶ νομισθῆναι. καὶ μὴν κἀκεῖνό γʼ ἂν ἡδέως ἐροίμην· ἔστιν ὅστις πώποτʼ ἤλπισε τοὺς εἰς τάχος τούτους διδάσκοντας γράφειν ὄψεσθαι χρυσὸν ἀπὸ τῆς αὑτῶν τέχνης ἢ βέλτιον πράξειν τῶν σκυτοτόμων καὶ τεκτόνων; οὐδείς. ἀλλʼ ὅμως εὐποροῦσι καὶ τρυφῶσι καὶ μεθύουσι καὶ γεγόνασι σεμνοί. τί οὖν θαυμαστόν, εἰ ὥσπερ τὰ ʼκείνων ἦρται παρὰ τὴν ἀξίαν, οὕτω τὰ τούτων ἐταπεινώθη;
Καὶ διὰ τί, φήσει τις, ὑπὲρ μὲν τούτων ἀλγεῖς καὶ λέγεις, τοῖς δʼ ἄλλοις παιδευταῖς οὐ συναγορεύεις; ὅτι τὰ τούτων ἀκριβέστερον ἐπίσταμαι τῶν συνόντων, τῶν συντεταγμένων, τῶν συμπονούντων, τῶν συνᾳδόντων, τῶν τὸν αὐτὸν πληρούντων χορόν, τὰ δὲ τῶν ἄλλων ἴσως μὲν οὐδʼ αὐτὰ καλῶς διάκειται, οὐ μὴν ἐδεήθησάν γε προσελθόντες γενέσθαι περὶ αὑτῶν ἐν ὑμῖν λόγον. μεμνῆσθαι δὲ πενίας ἐν πλείοσιν αὐτῶν τῶν οὕτω πραττόντων οὐ βουλομένων ἴσως ἂν εἶχεν αἰτίαν. εἶτα μέντοι καὶ τὸ μὴ παραδείγμασιν ὑπὲρ ἐκείνων ἐνεῖναι χρῆσθαι παρεῖχεν ὄκνον τῷ λέγοντι. τοῖς μέν γε ῥήτορσιν ἡ Ζηνοβίου συναγωνίζεται γῆ, πρὸ δὲ τῶν ἄλλων ἑτέρους ἐκ γεωργίας τοιαύτης ὠφελημένους οὐκ ἦν ἰδεῖν. ἐφοβήθην οὖν μὴ τοῖς ἀντιλέγειν μοι προῃρημένοις ἡ κατʼ ἐκείνων λαβὴ καὶ τὸ ὑπὲρ τούτων καταβλάψῃ δίκαιον. ἂν οὖν εὕρω μεγαλοψύχους ὑμᾶς ἐπὶ τοῦ πρώτου λόγου, θαρρήσω καὶ περὶ τοῦ δευτέρου, καὶ τῶν ὅλως δεομένων θεραπείας περὶ τοὺς λόγους, πολλὰ γὰρ νοσεῖ, τεύξεται φροντίδος καὶ συμβουλῆς ἕκαστον. ἡ γὰρ τῶν ἀκουόντων προθυμία πολλὰς ποιήσει τὰς εἰσηγήσεις.
Καὶ τί, φησιν, ἔδει λόγου καὶ συλλόγου καὶ τοῦ τρίβειν ἡμέραν ἐξὸν οὑτωσὶ προσελθόντα τῶν πολιτευομένων ἑκάστῳ καὶ διαλεχθέντα βραχέσι ῥήμασι ποιῆσαι ταὐτό; τοιαῦτα ἐρεῖ τις ἄνθρωπος ὃς ἐφʼ ἅπαντας μὲν ἀφίησι σκώμματα καὶ τέρπειν οἴεται τοὺς συνόντας, ἔστι δὲ πλέον ἀηδής, ἢ χαρίεις εἶναι νομίζει. πρῶτον μὲν οὖν μὴ λανθανέτω ταῖς Μούσαις ἐχθρὸς ὢν ἐκεῖνος οὐχ οὕτω συμβουλεύειν ἀξιῶν. ὁ γὰρ ἀλγῶν ὥσπερ τραύμασι τοῖς συγκειμένοις λόγοις καὶ τὰς τῶν ἀκροάσεων ἡμέρας ἀπόλλυσθαι τῇ πόλει νομίζων πόρρω δήπου Μουσικῶν ὀργίων. ἔπειτʼ οὐκ οἶδεν, ὡς οὗτος τῶν παραινέσεων ὁ τρόπος διπλῇ νυνὶ κοσμεῖ τὴν πόλιν, ὅταν ὅ τε λέγειν δυνάμενος πολίτης ὑμέτερος ᾖ τοῖς τε εἰργασμένοις λόγοις ὑμεῖς ἥδεσθαι δοκῆτε. χωρὶς δὲ τούτων καὶ τὰ σφόδρα δίκαια τῶν πραγμάτων οὐκ ἂν ὁμοίως ἰσχύσαι ῥᾳθύμως τε ῥηθέντα καὶ μετὰ σπουδῆς δηλωθέντα, ἀλλʼ ὁ μὲν ὡς ἔτυχε μνησθεὶς οὐδὲν εἰς τὸ πεῖσαι τοῦ σιγήσαντος διήνεγκεν, ὁ δὲ ἐσκεμμένως καὶ τῆς ὑποθέσεως ἀξίως εἰπὼν ἅπαντα εἰσήνεγκεν. ἔτι τοίνυν αὐτὸ τὸ πλῆθος τῶν ἀθροισθησομένων καὶ τὸ παντοδαπὸν ὅμιλον ἐπὶ τὴν ἀκρόασιν ἥξειν ἤλπιζον ὑμᾶς συμπαρακαλέσειν οὐχ ἧττον αὐτοῦ τοῦ λέγοντος. ὡς αἱ μὲν ἀμάρτυροι φιλοτιμίαι λυποῦσι τοὺς δώσοντας, καὶ ἃ προεῖτʼ ἄν τις πολλῶν συνειδότων, οὐκ ἔχων τοὺς εἰσομένους κρεῖττον ἡγήσατο μὴ δοῦναι· ἃ δʼ ἂν ἐν πολλῷ τις θεάτρῳ παρὰ τῶν συμβούλων ἀκούῃ, λογιζόμενος ὡς ἀπειθήσας μὲν μυρίους ἕξει τοὺς κατηγόρους, εἴξας δὲ καὶ πεισθεὶς τοσούτους τοὺς ἐπαινέτας, τὸ μὲν φοβούμενος, τοῦ δὲ ἐπιθυμῶν ψηφίζεται διʼ ὧν εἶναι δόξει βελτίων. πόσους οἴεσθε νῦν τοὺς μὲν ἐκ Φοινίκης, τοὺς δὲ ἐκ Παλαιστίνης, Αἰγυπτίους, Κυπρίους, Ἀραβίους, Κίλικας, Καππαδόκας, ὅθεν ἂν εἴπῃς, ἀκούειν καὶ τηρεῖν, τί μὲν ἐγὼ λέγω, πῶς δὲ ὑμεῖς ἕξετε; δότε δὴ τούτοις τὴν ἀμείνω περὶ ὑμῶν οἴκαδε φήμην φέρειν, ὅτι ἡ πόλις ἡ Ἀντιόχου τῆς λαχούσης αὐτὴν Μούσης ἄξια καὶ φρονεῖ καὶ ψηφίζεται καὶ πᾶν ὑπὲρ λόγων ἀνάλωμα κοῦφον ἡγεῖται καὶ οὔτε ψιλῆς οὔτε πεφυτευμένης χώρας οὔτʼ ἄλλου τῶν πάντων οὐδενὸς φείδεται, διʼ ὅτου φυλάξειν οἴεται παρʼ αὑτῇ τὸ χρῆμα τῆς παιδείας. ἀλλʼ ὁ λαμπρὸς ἱπποτρόφος, Ἥλιε, καὶ ὁ τοὺς ἀθλητὰς ἐξ ἅπαντος ἀγείρων μυχοῦ καὶ ὁ θηρίων πλῆθος ὠνούμενος καὶ τοὺς πρὸς ταῦτα μαχουμένους ἰχνεύων, ὧν ἕκαστον διασείειν πέφυκε τῶν λειτουργούντων τὰς οὐσίας, νῦν φιλάργυρος, νῦν γλίσχρος, νῦν φιλοχρήματος, ἐν ᾧ τὸ μὲν κινδυνευόμενον λόγοι, τὸ δὲ σῶσαι τούτους δυνάμενον πλέθρα γῆς; μηδαμῶς. ἀλλὰ κἀκεῖνα ὥσπερ νῦν πραττέσθω καὶ ταῦτα ἐκείνοις προσέστω. μὴ γὰρ ἴδοιμι παιδευτὰς ἐνθένδε πρὸς ἑτέραν ἀνισταμένους πόλιν οὐ σεισμὸν φεύγοντας οὐδʼ ἄλλο τι τῶν δαιμονίων κακῶν, ἀλλʼ ἀπορίαν τροφῆς καὶ τὸ τὴν πρόνοιαν ἣν εἴχετε περὶ τοὺς λόγους ἐκλελύσθαι. οὔτοι φορητὸν οὐδὲ συγγνώμην ἔχον Καισαρέων Ἀντιοχέας ἧττον εἶναι φιλολόγους δόξαι. ἐκεῖνοι σοφιστὴν ὑμέτερον ἐπαγγελιῶν μεγέθει τὴν ἐλάττω πόλιν τῆς μείζονος ἔπεισαν ἀνθελέσθαι, καὶ νῦν ἔχει τὰς ὑποσχέσεις. ἡμεῖς δὲ οὐδὲ μιμησόμεθα ταῦτα ὧν διδασκάλους εἶναι προσῆκε; μή, πρὸς τοῦ Μουσηγέτου τοῦ πάντα ἐφορῶντος ἐγγύθεν, ὃν χρὴ νομίζειν οὐ διώκοντα νύμφην ἁμαρτόντα τοῦ σώματος ἀγαπῆσαι τὸν χῶρον, παίδων γὰρ ταῦτα μυθολογήματα, ἀλλʼ εἰκὸς τοὺς ἀρχαίους οἰκήτορας μουσικὴν ἀσπαζομένους τῶν ἄλλων ὑπὸ τοῦ θεοῦ προκεκρίσθαι. ζηλῶμεν δὴ τοὺς προγόνους, ὦ ἄνδρες, καὶ μιμώμεθα καὶ κατέχωμεν τὸν Ἀπόλλω τῇ περὶ λόγους σπουδῇ καὶ τούτους ὑπὲρ ὧν παρελήλυθα θεράποντας ἐκείνου καὶ φίλους οὐκ ἀτιμοτέρους τῶν κύκνων ἡγώμεθα, οἳ χώραν μὲν ἔχουσιν ἣν ἴστε καὶ προσηγορίᾳ τῇ νῦν κρατούσῃ στέργουσιν, ἦσαν δʼ ἄν, εἴπερ ἐβούλοντο, τοῦ παντὸς ἡγεμόνες, ὡς ἥ γε δύναμις πάρεστιν.
Ἄνευ δὲ τῆς τέχνης τί τῶν ἄλλων οὐκ ἂν δικαίαν αὐτοῖς παρασκευάσειεν εὔνοιαν; οὐχ ὁ μὲν πλέον ἢ τριάκοντα ἔτη συνεχῶς ταλαιπωρούμενος ἀψοφητὶ τὰ λοιπὰ διεβίω μήτε ἐγκαλῶν μήτε ἐγκαλούμενος; ὁ δὲ τοῖς γνωριμωτάτοις συνοικήσας οὐδὲν οὔτε μικρὸν οὔτε μεῖζον ἐξελάλησε τῶν ἔνδον οὔτε ἠδίκησε πρεσβυτέραν φιλίαν θεραπεύων δευτέραν. ὁ δὲ δὴ τρίτος ἀνδρεῖος μέν, οὐδαμοῦ δὲ ἄδικος, τηρῶν τὴν τάξιν ἀκριβῶς καὶ τῶν πεπιστευκότων προκινδυνεύων. περὶ δὲ δὴ τοῦ νεωτάτου τί μεῖζον εἴποι τις ἂν ἢ ὅτι πρὶν ἐκ παίδων ἐξελθεῖν, παίδων ἄρχων οὐδὲ συκοφάντῃ παρέσχεν αἰτίαν;
Οὕτως οὖν καὶ δεινῶν εἰπεῖν καὶ χρηστῶν τὸν τρόπον οὐκ ἐπιμελήσεσθε οὐδʼ ἃ λαβεῖν αὐτῷ μοι βουλομένῳ τῶν πάντων οὐδεὶς ἂν ἀντεῖπε, ταῦτα τούτοις ἐμοῦ βουλομένου δώσετε; φέρε γάρ, εἰ διεξελθὼν ἐγὼ πάντα ὧν ὄντων μοι παρʼ ἑτέροις δεῦρʼ ἧκον καὶ ταῦτα ὁρῶν οὐκ ἀκίνδυνον τὴν ὁδόν, ἀντὶ τοίνυν τούτων, ἔφην, δότε μοι τῶν τῆς πόλεως κτημάτων, ᾗ νόμιμόν ἐστιν, οὕτω τις ἀγνώμων καὶ θρασὺς καὶ βδελυρός, ὅστις ἀναστὰς καὶ δείξας αὑτὸν ἐκώλυεν ἄν; οὐκ οἴομαι. ἐμὲ τοίνυν οἴεσθε τήμερον τὸν ληψόμενον εἶναι κἂν δῶτε τούτοις, ἐμοὶ λέγετε δεδωκέναι. αὐτὸς πρὸς ἅπαντας ὁμολογήσω τετιμῆσθαι. τοῦτο τὸ ψήφισμα σεμνοτέρους ὑμᾶς ποιήσει καὶ παρὰ πᾶσιν ὀνομαστούς, κἂν λυπῆταί τις τοῖς νῦν λόγοις, ἡσθήσεται τοῖς ἔργοις ὕστερον.
Εὔβουλε, σὲ πρῶτον ὁ καιρὸς καλεῖ. Ἀργυρίου καὶ παῖ καὶ πάτερ, μίμησαι τὸν πρεσβύτερον. τόν γε μὴν ἐμὸν ἀνεψιὸν αὑτοῦ χρὴ νομίζειν εἶναι τὴν γνώμην. κινείτω μὲν Ἱλάριον ἡ φιλοσοφία τοῦ γένους, κινείτω δὲ Λητόϊον ἡ τῆς προσηγορίας αἰτία. σὺ δὲ ἐν μουσείοις ἔτι τρεφόμενος κἂν ἄκλητος ἀμύνοις, Ἀρσένιε. καὶ τῷ θήσοντι δὲ τὰ Ὀλύμπια δεῖ μέλειν, ὅπως εἰς τότε τοὺς ἐροῦντας εὕρῃ. καὶ τί δεῖ καθʼ ἕκαστον ὀνομάζειν; ὁπόσοι γὰρ πληροῦτε τὴν βουλήν, πάντες ἔχετε τοῦ βοηθεῖν λόγοις ἀνάγκην αὐτὸ τὸ κεκτῆσθαι λόγους.
Ὡς οὖν εἰδότος ἐμοῦ καὶ τοὺς ἃ δεῖ ψηφιζομένους ἐπαινεῖν καὶ περὶ τῶν ἐναντιουμένων ἃ προσήκει γράφειν, ἐξ ὧν τήν τε πόλιν ὀνήσετε καὶ τοῖς λογίοις χαριεῖσθε θεοῖς, ἕλεσθε.