eul_wid: swk-dd
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Orations 1–64: Oration 21 (To Caesarius, Master of Offices) by Libanius of Antioch

Addressed to Caesarius, the master of offices sent to Antioch after the riot of 387, and given before an audience. Libanius keeps a promise to record in a speech what Caesarius did for the city: his haste to free the council from prison and the city from disgrace, and his swift journey to court with good fortune behind him. He closes by asking Caesarius to buy land at Antioch and become a citizen, and by mentioning his own approaching death.

Part of Orations 1–64

ΕΙΣ ΚΑΙΣΑΡΙΟΝ ΜΑΓΙΣΤΡΟΝ.

Ἐπειδὴ ταῖς ὑποσχέσεσι ταῖς παρὰ σοῦ τὸ ἔργον ἠκολούθησεν, ὦ γενναῖε Καισάριε, καλῶς ἂν ἔχοι καὶ ταῖς ἐμαῖς παρʼ ἐμοῦ προστεθῆναι τὸ ἔργον. ἦν δὲ ἐν μὲν ταῖς σαῖς τὸ πάσῃ προθυμίᾳ τῇ πόλει βοηθήσειν ὅσῃπερ ἂν τῶν πολιτῶν ἕκαστος, ἐν δὲ ταῖς ἐμαῖς τὸ λόγον ἔσεσθαι παρʼ ἐμοῦ τοῖς πράγμασι πειρώμενον καὶ τοὺς ἐσομένους διδάσκειν, οἷος ἡμῖν ἐν οἵῳ καιρῷ γεγένησαι. βουλοίμην δʼ ἂν εἰπεῖν τι τῶν τετελεσμένων ἄξιον καὶ δύναμιν τοσαύτην εἰς τὸν λόγον παρὰ τῶν Μουσῶν λαβεῖν, ὅσηνπερ αὐτὸς ἔσχηκας εἰς τὸ περισῶσαι τὴν πόλιν. ὁ μὲν οὖν ὄχλος, ἐν ᾧ πολλοὶ μὲν ἄνδρες, πολλαὶ δὲ γυναῖκες, πολλὴ δὲ νεότης, πολὺ δὲ γῆρας, ἀφʼ οὗπερ πρότερον ἐποιοῦντο χωρίου τὰς ἱκετείας, ἀπὸ τούτου νῦν καὶ τὰς ἐπὶ τοῖς δεδομένοις εὐφημίας. ἃς ἦν μέν σε κάλλιον παρόντα δέχεσθαι μετὰ τῆς φωνῆς ὁρῶντα καὶ τὴν τῶν σωμάτων κίνησιν, φοιτᾷ δὲ ἴσως οὐ μικρόν τι σοι καὶ διὰ τῶν ἀγγέλων. ἐγὼ δὲ κεκοινώνηκα μὲν ἐκείνοις τῶν ἡδίστων ἡμῖν βοῶν πρᾶγμα νῦν πρῶτον πεποιηκὼς τῆς δωρεᾶς τοῦτο πειθούσης, ὃ δʼ οὐκ ἔνι μὲν γενέσθαι παρὰ τῶν πολλῶν, γένοιτο δʼ ἂν παρʼ ἐμοῦ, τοῦτʼ ᾠήθην δεῖν προσθεῖναι χάριν εἰδὼς τοῖς θεοῖς τοῦ δόξης σοι μέλειν ἀντὶ χρημάτων. ἐκείνως μὲν γὰρ οὐκ ἂν εἶχον ἀμείβεσθαι, νῦν δέ, εἰ καὶ μὴ ὅσον ἄξιον, ἀλλʼ ἀποδοίην ἄν τι.

Εἰ μὲν οὖν ἁπάντων τῶν παρὰ πάντα τὸν χρόνον αὐτῷ πεπραγμένων βούλοιτό τις, ὦ παρόντες, μεμνῆσθαι καὶ τῆς τε ἐν παισὶ σωφροσύνης, εἶτʼ ἐπειδήπερ ἐκ παίδων ἐξῆλθεν, ἀνδρίας τε ἐν οἷς ταύτης ἔδει καὶ γνώμης καὶ τῶν εἰς παρρησίαν ἁπασῶν ἀφορμῶν καὶ ὡς ἑτέρους ἔχων φοβεῖν αὐτὸς ἄληπτος ἦν ἅπασι καὶ ὡς τῆς βασιλείας ἄλλοτε ἄλλων οὔσης διʼ ἴσων αὐτὸς ἐπαίνων διηκόνει τοῦ ἀεὶ κρατοῦντος ἐν κέρδει ποιουμένου τὴν Καισαρίου φύσιν —εἰ μὲν οὖν ἁπάντων ἁπτοίμεθα νῦν, κατεγνωκέναι τῶν παρόντων δόξομεν, ὡς οὐκ ἀποχρώντων εἰς λόγον· εἰ δὲ ἐπὶ τούτῳ, δόξομεν τιμᾶν τὴν βοήθειαν τῷ μηδὲν ἐπεισάγειν. οἵων τοίνυν ἀπολελαύκαμεν ἐν ζέοντι τῷ κλύδωνι, λέγωμεν.

Τοῦ κακοῦ ἀρξαμένου μὲν ἀπὸ φωνῆς ὀλίγης, προβάντος δὲ εἰς πολλοὺς τοῦ κεκινημένου τὸ μήπω πρὸς ὁμοίαν ταραχὴν ἐπισπωμένου καὶ ῥημάτων μὲν ἐκδραμόντων δίκην ἐχόντων θάνατον, ἔργων δὲ προστεθέντων οὕτω δεινῶν, ὡς μικρὸν εἶναι τἀν τοῖς ῥήμασιν, εἰκόνων χαλκῶν καθελκομένων ὕβρει καὶ τῶν μὲν ὅλων ἑλκομένων διὰ παντὸς ὁμοίως τόπου, τῶν δὲ καὶ κατατετμημένων εἰς μέλη, τοιούτων τοίνυν ἠσεβημένων καὶ τῶν τετολμημένων τῆς πόλεως ἁπάσης κοινῶν γεγενημένων τῷ τοὺς μὲν δρᾶσαι, τοὺς δὲ μὴ κωλύσαι, τὴν γὰρ δὴ γνώμην ὑπὸ τὴν αὐτὴν ταῖς χερσὶν αἰτίαν ἦγον, δραμόντων τοίνυν τῶν ταῦτα μηνυσόντων βασιλεῖ καὶ τῆς πόλεως φόβῳ κεκενωμένης ὡς τῶν μενόντων πάντων ἀπολουμένων πέμπεται μετὰ τοῦ ταῖς δυνάμεσιν ἐφεστηκότος οὗτος ἐπὶ βασάνῳ τε καὶ κρίσει τῶν πεπραγμένων. οἱ μὲν οὖν τὸν ἄνδρα οὐκ εἰδότες οἰχήσεσθαι τούς τε οὐκ ἀποδράντας τούς τε τοῦτο πεποιηκότας, ἁλώσεσθαι γάρ, ἔλεγον, καὶ οἱ μὲν ἧττον, οἱ δὲ μᾶλλον, ἀμφότεροι δὲ σφᾶς αὐτοὺς ἐθρήνουν, ἐγὼ δέ, οὐ γὰρ ἠγνόουν αὐτόν, τοὺς μὲν ταὐτά μοι φρονοῦντας καὶ τὸ βέλτιον προσδοκῶντας ἐπῄνουν, τοὺς δὲ θορυβουμένους ἔπαυον ὅστις εἴη διδάσκων. νὺξ μὲν οὖν ἐκείνη πολλὰς μὲν φροντίδας, ὀλίγον δὲ εἶχε τὸν ὕπνον. οὐδὲ γὰρ εἰ πάντες μάντεις ἐνηγγυῶντο τὸ τέλος λέγοντες εἰς ὅπερ ἧκεν ἥξειν, ἦν οἷόν τε μὴ πλήττειν ἑαυτοὺς καὶ κυκᾶν τούς τε δεῦρο μετοικοῦντας ὅσοι τε ἐν τῷ τῆς πόλεως ὀνόματι, γενομένης δὲ ἡμέρας τῶν μὲν ἄλλων οὐ πολὺς εὐθὺς ὁ λόγος, τὴν βουλὴν δὲ ἡ αἰτία περιίστατο. καὶ τοὺς ὑπὲρ τούτων λόγους ἐδέχετο μὲν ἡ τοῦ στρατηγοῦ καταγωγή, πικρὸν δὲ οὐδὲν ἀπὸ τοῖν δικαζόντοιν, ὃ τὴν νύκτα τῆς ἡμέρας ἐποίει πρᾳοτέραν. ἡμέρα δευτέρα καὶ δικαστήριον καὶ δεσμὰ καὶ τοῖς δεθεῖσιν ὁ δήσας τά γε εἰς λύπην προσόμοιος. δύσεσθαι δὲ μέλλοντος ἡλίου καὶ τῷ μὲν ἀσχολίας οὔσης ἄνω, κάτω δὲ ὄχλου περὶ τὰς θύρας ἔρχομαι μέν, ὡς δʼ ἂν μὴ ἐνοχλοίην, ἀπεχώρουν. ὁ δὲ αἰσθόμενος τὸ τοῦ Πινδάρου ποιεῖ καὶ διʼ ἀναβολῆς τῶν ἐπειγόντων συγγίνεταί μοι παρακαθισάμενος ἁπτόμενός τε τοῦ καρποῦ καὶ θαρρεῖν ἐν τῷ τοῦτο ποιεῖν παρέχων, ὡς οὐδεὶς τῶν ἐν δεσμοῖς στεροῖτο τῆς ψυχῆς, ὃ δὴ καὶ ἡμῖν ἀπέχρη. δεινὸν δὲ οὐδὲν τῶν ἄλλων, οὐ τὸ τῆς οἰκείας ἐκπεσεῖν, οὐ τὸ τῶν ὄντων, οὐκ αὐτὸς ὁ δεσμὸς οὐδʼ εἰς γῆρας καὶ τελευτὴν αὐτόματον προϊών. πολλῶν δέ μοι ῥεόντων δακρύων οὐκ ὀλίγα τῆς βελτίονος ἦν ἐλπίδος. ἐπῄνει τε ἅμα ταῦτα καὶ προσετίθει τὰ ἑαυτοῦ, οὐ τὸ γῆρας, ἐμοὶ δοκεῖν, ταύτῃ τιμῶν, πολλοὺς γὰρ ἂν ἐτίμα πρὸ ἐμοῦ, οὐδʼ αὖ ἀποδιδοὺς ἃς ὤφειλε χάριτας, οὐ γὰρ ὤφειλεν οὐδʼ ἦν ὅ τι προεισενήνεκτο παρʼ ἐμοῦ, ἀλλʼ, οἶμαι, βέλτιστος ὢν καὶ τὰ καλὰ μὲν ἀξιῶν αἰδεῖσθαι, τῶν καλῶν δʼ ἡγούμενος τοὺς λόγους ἀνεπήδα τε φαινομένου καὶ τοῖς ἄλλοις ἅπασιν ἐκόσμει καὶ διʼ ὧν αὐτός τε ἔσομαι ῥᾴων καὶ ποιήσω τοὺς δεδεμένους, παρεῖχε. παρʼ οὓς ἐλθὼν ἐγὼ παρʼ αὐτοῦ καταβὰς ἀπειρηκότας καὶ κειμένους ἀφώνους σκοποῦντας ὅπως ἂν αὑτοὺς ἀπενέγκαιεν, ἔσχον τε καὶ παρεμυθησάμην λέγων τε τὰ τοῦδε καὶ διδάσκων, ὡς ἔνι καὶ βιῶναι. ὥστʼ εἰ φαίην τοὺς τοσούτους ἐξειλκύσθαι τελευτῆς ὑπὸ τοῦδε, τὰ ὄντα ἂν εἴην εἰρηκώς. εὔφραινε δὲ καὶ τῷ λέγειν πρὸς ἡμᾶς ἃ πρὸς τὸν ἠδικημένον ἔμελλεν ὑπὲρ ἡμῶν. τὰ δὲ ἦν, ὅτι τῷ βασιλεῖ κάλλιον μὴ λαβεῖν ἢ λαβεῖν δίκην, εἴ γε τὸ μὲν ἡδονὴν ἔχει ταχέως παυομένην, τὸ δὲ δόξαν οὐ δυναμένην λῆξαι. τοῖς μὲν οὖν ἐκ τούτων ὁ δεσμὸς ἐλαφρὸς οὐ δεχομένων τῶν ὑποσχέσεων ἀλαζονείας ὑποψίαν, οὐδαμοῦ γὰρ ἀνὴρ ὃ μὴ πράξων ᾔδει κατεπηγγελμένος ἐλέγχεται, ποιῶν δὲ τῇ πόλει ταχεῖαν τῆς συμφορᾶς τὴν ἀπαλλαγήν, εἰ μὲν οἷόν τε ἦν δεηθέντα τῶν θεῶν πτερῶσαι τὰ ζεύγη, τοῦτʼ ἂν ἐποίησεν, ἢ εἰ τὸ τῶν Βορέου παίδων αὐτόν ποθεν λαβεῖν, τοῦτʼ ἂν ἐκείνου μᾶλλον, ἢ εἰ παραπλήσιον ἵππον τῷ παιδὶ τῆς Γοργόνος, τοῦτʼ ἂν ἐδέξατο. ἐπεὶ δὲ οὐκ ἦν, παρʼ ὅτου ταῦτα ἐγένετʼ ἄν, πόνου συνέχειαν φύσει πτερῶν ᾠήθη δεῖν ἐξισῶσαι καὶ τὰ παρέχοντα δὴ τὴν ἐν ταῖς ὁδοῖς τρυφὴν πάντα ῥίψας καὶ χαίρειν ἀφεὶς καὶ κουφότατον ἀπεργασάμενος ὡς οἷόν τε τὸ φέρον ἀναβὰς παντὶ τῷ τάχει τῶν ὀρέων ἐχρῆτο προσόντος τοῦ παρὰ τῆς μάστιγος. καὶ τὸ μὲν προπέμψον τοσοῦτον ἦν, ἦν δὲ ἄρα τοῦδε τὸ πλέον γυναῖκες, αἳ δὴ καὶ τὴν πόλιν εἶχον, τριάκοντα δὴ σταδίους τοῖς αὑτῶν αὗται καλύψασαι σώμασιν ἔξω τὸ πρὸς ἑσπέραν ἔμενον, ὁ δέ, ἔστι γὰρ σώφρων καὶ εἰδὼς ἃ διωθεῖσθαι κάλλιον, καὶ τὰς τιμὰς ἐν τοῖς ὑπʼ αὐτοῦ πραττομένοις ἀξιῶν ἔχειν πέμψας μὲν οὐκ ἀπήλασε τὸν ὄχλον οὐδὲ ἐλύπησε, διὰ δὲ τῆς ἑσπέρας αὐτῆς τοῦτο ποιήσας, ἐπειδὴ καιρὸς ἦν, εἷς γίγνομαι δὴ τῶν ἀναστρεψάντων καὶ αὐτός. καὶ ὡς ἐκαθήμην πρὸς ταῖς ἐμαυτοῦ θύραις, βοῆς ἀκούομεν ἱκετείαν ἐχούσης. εἰκάσας οὖν, ὅπερ ἦν, ἐξιέναι τὸν ἄνδρα, πάλιν ἐπὶ τὸν ἵππον ἀναβὰς ἀσθενὴς ὁ γέρων τὰ πρῶτα μὲν εἱπόμην, εἶτα παρήλαυνον, ἔπειτα πολὺ τὸ μέσον ἐμαυτοῦ πρὸς ἐκεῖνον ποιήσας ἀνέμενον, δακρύσας δὲ ἥκοντος, τοῦτο δὴ τὸ πολλάκις μοι πεπραγμένον, πολλὰ διεκωλύθην εἰπεῖν τοῖς παρὰ τοῦδε λόγοις ἔχουσι μάλισθʼ ἅ γʼ ἂν ἐβουλόμην. ἐντεῦθεν ἡμεῖς μὲν ἐκαθεύδομεν, ὁ δʼ ἠπείγετο καὶ τῆς δευτέρας ἑσπέρας ἥπτετο Καππαδοκίας ὁρίων, εἶτα τῶν μετʼ ἐκεῖνα, καὶ τῆς ἕκτης ἡμέρας μετὰ μέσην ἔδειξεν αὑτὸν τῷ βασιλεῖ λανθάνοντα τοὺς ἁπάντων ὀφθαλμοὺς τῷ τὸ μὲν ἡγούμενον μὴ εἶναι, τὸ δʼ ἑπόμενον ἐν δυοῖν καὶ μάλιστα δὴ τῇ τοῦ σώματος διὰ τῶν πόνων δαπάνῃ. πόνοι γὰρ δὴ πόνοις συνήπτοντο καὶ τὸ διιστὰν εἰς ἀνάπαυλαν ἦν οὐδέν, οὐ σῖτος, οὐκ ὄψον, οὐ ποτόν, οὐχ ὕπνος, οὐκ ἐπιθυμία κλίνης. ὃς οὕτως εἴχετο τοῦ πρόσω, ὥστε καὶ ταῖς διαδοχαῖς τῶν ὀρέων ἄχθεσθαι τοῖς τε περὶ ταῦτα τάχεσιν ὡς βραδυτῆσιν ἐπιτιμᾶν· ἐπεὶ οὐδὲ ὑπόδημα ἔλυσεν οὐδʼ ἀναξυρίδα ἀφείλκυσεν οὐδʼ ἐγυμνώθη τῆς ἐνθένδε ἐσθῆτος, πρὶν ἐν τοῖς πρὸς βασιλέα λόγοις τῆς ἡμέρας τὸ λοιπὸν ἀναλώσας ἧκεν ἐπὶ λουτρόν. ὡς τά γε διὰ πάσης τῆς ὁδοῦ παραθέων ἠρίθμει, καὶ κάματος οὐδεὶς αὐτὸν ἐπὶ τοῦτο κατεβίβασεν, ὅν γε οὐδὲ αἱ πόλεις. τί ποτʼ οὖν ἦν τὸ τοῦτο ποιοῦν; σφοδρά τις ἐπιθυμία λῦσαι μὲν τῇ βουλῇ τὸν δεσμόν, λῦσαι δὲ τῇ πόλει τὴν ἀτιμίαν. ἐῴκει γὰρ οὐχ ἑτέροις ἐπικουροῦντι μᾶλλον ἢ αὑτὸν ῥυομένῳ.

Καὶ τὰ μὲν τῆς γνώμης τοιαῦτα, μάταιον δὲ ὁρμὴ πᾶσα μὴ προσλαβοῦσα τὴν Τύχην. τὸ μὲν γὰρ ἂν κινοίη, τὸ δʼ ἀποστερεῖ τοῦ τέλους· μὴ γὰρ δὴ συμπνέοντος τοῦ δαίμονος πόσον ἄν τι εἴη παρʼ αὐτοῦ τοῦ βουλεύεσθαι; ὡς δήτοι καὶ κυβερνήτης ἅπας σώζειν μὲν ἂν θέλοι τὴν ναῦν, σώζει δὲ οὐχ ἅπας, ἀλλʼ οἷς συμπράττει τὰ πνεύματα. τοῦτο δʼ ἂν εἴη τῆς Τύχης. καὶ νῦν τοίνυν τῷ βουλομένῳ ταχέως διαδραμεῖν παρʼ ἐκείνης καὶ τὸ δεδυνῆσθαι μηδενὸς τῶν ὑποσκελίζειν εἰωθότων παρηνωχληκότος, οἷα πολλὰ ἂν ἐξ ὀχήματος συμπέσοι, ἀλλʼ ὥσπερ ἐξ ἀδάμαντος ὄντων μὲν τῶν τροχῶν, ὄντων δὲ τῶν ἐπʼ αὐτοῖς, οὕτω πάντα κρείττω τοῦ τι παθεῖν ἤρχετο πληττόμενα μὲν τοῖς πεφυκόσι λυμαίνεσθαι, κρατούμενα δὲ ὑπʼ οὐδενός. καίτοι τὸν ἀπερισκέπτως τῇ τοῦ τάχους ἐπιθυμίᾳ χρώμενον πολλὴν ἐφέλκεσθαι καὶ τὴν βλάβην ἀνάγκη. ἀλλʼ ὅμως ἐνίκα τὰ νικώμενα, καθάπερ διʼ ἀέρος οὐδὲν ἐφαπτόμενα τῆς γῆς πορευόμενα. οὐκοῦν συμμαχία μὲν τῆς Τύχης διὰ τούτων δηλοῦται, τοῦτο δὲ οὐκ ἂν ὑπῆρχε μὴ τῶν ἄλλων συμβουλομένων θεῶν. ὁμόνοια μὲν γὰρ ἐν αὐτοῖς καὶ τὸ τὰ αὐτὰ φρονεῖν, στάσις δὲ καὶ τὸ διαφέρεσθαι πόρρω μὲν οὐρανοῦ, πόρρω δὲ τοῦ τὸν οὐρανὸν οἰκοῦντος χοροῦ. οὕτως ἔτρεχες δρόμον ὑπὸ θεῶν ἐπαινούμενον καὶ ἣν ἐβούλοντο πόλιν συνδιέσωζες καὶ ἧς ἐκήδοντο, κηδόμενος ἐφαίνου.

Ὡς γὰρ δὴ κατέθηκε πρὸ τῶν ποδῶν βασιλεῖ τὰ τὸν ἔλεγχον ἔχοντα γράμματα καὶ κελεύοντος ἀνεγίνωσκε καὶ τοῖς μανεῖσιν οὐδαμόθεν ἦν σωθῆναι, γονάτων τε εὐθὺς ἥπτετο καὶ περὶ δόξης ἐποιεῖτο τοὺς λόγους καὶ οἷα ἂν ἐξ ἑκατέρου συμβαίη, τοῦ τε κολάσαι καὶ τοῦ μή. ἔλεγε δʼ ἄρα καὶ κεκολάσθαι τὴν πόλιν διδάσκων, ὡς αὐτοὶ σφᾶς αὐτοὺς ἀπώλλυσαν τῇ φυγῇ πάσχοντες, ἃ ὅπως μὴ πάθοιεν, ἔφευγον ἀποροῦντες στέγης, ἀποροῦντες τροφῆς, οὐκ ἔχοντες ἰατρὸν ἀντιθεῖναι τοῖς ἐκ τῆς ταλαιπωρίας. καὶ ἐδείκνυ δὴ λέγων αὐτοῖς οἷς εὐπόρουν θνήσκοντας τοὺς εὐπόρους καλοῦντας ἐφʼ ἑαυτοὺς τὰ τῶν κακούργων ξίφη καὶ τῶν ἰχθύων τὰς γαστέρας ἀντὶ ταφῆς ἔχοντας. ὁ δʼ ἀπὸ τοιαύτης ἀκοῆς ἐπὶ τὸν θρῆνον ὁρμήσας τὰς παρὰ τῶν ἄλλων δεήσεις ἔφθασε τοῖς παρʼ ἑαυτοῦ δάκρυσιν, ἐν οἷς ἦν τῶν λυπηρῶν ἡ λύσις.

Πολλὰ μὲν οὖν σὲ τὰ περιφανῆ ποιοῦντα, Καισάριε, μάλιστα δὲ τοῦτʼ αὐτὸ τὸ νῦν. σεσώσμεθα γὰρ τῇ βασιλέως ψήφῳ, ἔρχεται δέ τι σωτηρίας καὶ ἐπὶ τὴν σὴν γνώμην. ἄλλου μὲν γὰρ ἴσως ἦν τοῦ μὴ κατὰ σὲ τὸν τρόπον χαρίσασθαι θυμῷ μεγάλῳ λόγοις προσερεθίζουσι καὶ νὴ Δία γε οὐκ ὄντα μέγαν ποιῆσαι τηλικοῦτον πικραῖς τε κατηγορίαις καὶ τὸ πρᾶγμα αἴρουσιν ὀνόμασι φόβῳ τε τῶν ὁμοίων, εἰ μὴ τὸ σπέρμα τις ἀνέλοι· σοῦ δʼ ἦν ἀκούειν πρᾳότητος ἐπαίνους καὶ σοφίαν ὁρᾶν ἀφαιροῦσάν τι τοῦ μεγέθους καὶ λογισμοὺς ἐκ τῆς τῶν ἡμαρτηκότων φειδοῦς τὴν τῶν ἄλλων ἐγγυωμένους σωφροσύνην. φιλῶ μὲν οὖν καὶ τὸν Ἀθηναίων ῥήτορα τῇ Μιτυλήνῃ βοηθοῦντα, ἀλλʼ οὔτε τοσοῦτον ἦν τὸ κινδυνευόμενον, ποῦ γὰρ ἴσον ἡμεῖς καὶ Μιτυληναῖοι; τό τε πᾶν ἐκεῖνος οὐκ ἔστησεν, ἀλλʼ ἴσμεν, ἐφʼ ὁπόσον ἧκεν ἡ δίκη. νῦν δὲ διὰ τοῦ παντὸς ἀφῖκται τὸ φάρμακον.

Σκοπῶμεν δὴ κἀν τῷ κεκομικότι τὰς διαλλαγὰς τῇ πόλει ἀνθρώπῳ τὸν ἐπίκουρον αὐτόν. ὃς γὰρ ἐγένετʼ ἂν τῇ πόλει λυσιτελέστερος ἑτέρου, τοῦτον ὅπως οἴσει τὴν φιλτάτην ἡμῖν ἐπιστολήν, ἔπραξεν, ὃς ἄνευ τε βαρύτητος ἔμελλε τῇ βουλῇ συνέσεσθαι καὶ τοὺς ἐκείνης λόγους ἀνέξεσθαι πρὸς τῷ καὶ λαμπρὸν τὸ δίκαιον ἐνεῖναι τῷ πράγματι. τίς γὰρ μᾶλλον ἂν εἰκότως ἐκαρπώσατο τὰ γράμματα τοῦ μόνου τῶν ἵππους ἐλαυνόντων μιμησαμένου τὰ Καισαρίου πτερά;

Ἔδει μὲν οὖν ὄρος τε ἡμῖν εἶναι καὶ ποταμὸν χρυσίον, ὥσπερ Λυδοῖς, φέροντα, ὥσθʼ ἡμᾶς μὴ μείζω βούλεσθαι τοῦ δύνασθαι, νῦν δʼ οὐκ ἦν ἐφικέσθαι τοῦ μέτρου τοὺς ἐν τοιαύτῃ μεταβολῇ. σὲ δὲ μακαρίζω μὲν τῆς τοῦ βασιλέως εὐνοίας, μακαρίζω δὲ τοῦ πρὸς ἐκεῖνον φίλτρου, μακαρίζω δὲ τῆς φρονήσεως, μακαρίζω δὲ τοῦ τοιαῦτα μὲν εἰργάσθαι, τοιαῦτα δὲ σεαυτῷ συνειδέναι. καὶ γὰρ ἔτι βελτίονος ἐλπίδος ὑπάρχει τοῖς τοιούτοις εἶναι καὶ ζῶσι καὶ ἀπιοῦσι, κἄν τί ποθεν προσβάλλῃ δυσχερές, ὧν πεποίηκεν ἡ μνήμη τὴν λύσιν ἐπαγγέλλεται. καλὸν μὲν οὖν καὶ ἀνδρὶ συνειπόντα κινδύνου σαφοῦς ἐξαρπάσαι καὶ τὸ νηὶ ναῦν ἐπαμύνασαν ἀποκρούσασθαι λῃστάς, σοὶ δὲ οὐκ ἀφʼ ἑνὸς σώματος ἢ δέκα ἢ εἴκοσιν ἢ δὶς τοσούτων ἡ φιλοτιμία, ἀλλʼ ὅσων οὐδʼ ἀριθμῆσαι ῥᾴδιον. ὅτῳ δὲ εἰπεῖν ἔνι καὶ σεσωκέναι πόλιν, ἀλλʼ οὔ τι γε τοσαύτην οὐδʼ οὕτως ἀρχαίαν οὐδʼ οὕτω πολλοῖς ἀνθοῦσαν τοῖς ἀγαθοῖς. μάρτυρες δὲ τοῦ γέμειν αὐτὴν ἀγαθῶν οἱ προστιθέντες τῷ πλήθει καθʼ ἡμέραν ταῖς μεταναστάσεσι. καὶ ὅταν δή τινες ἐν συνουσίᾳ σεμνύνωσιν ἑαυτοὺς μνήμῃ καλῶν πράξεων, σοὶ τὸ νικᾶν ὑπάρξει λέγοντι τὴν ἡμετέραν. ἢ σὺ μὲν ἴσως οὐκ ἐρεῖς ἔργον ὑπερήφανον σιωπῇ κοσμῶν, ἡμᾶς δὲ οὐκ ἔστιν ὅ τι παύσει λέγοντας τὸ μέγεθος τῆς εὐεργεσίας, τὸν περὶ αὐτῆς ποιοῦντας λόγον ἀθάνατον παισὶ πατέρων παραδιδόντων ἅ τε ἐπλημμελήσαμεν ἅ τε ἐδείσαμεν ὧν τε ἀπελαύσαμεν. καὶ εἰ μέν τις ὀρθώσειέ τί ποτε τῶν ἡμετέρων ἀνδρὸς ἀρετῆς δεόμενον, τὰ σὰ τοῦτον ἐζηλωκέναι ἐροῦμεν, εἰ δὲ ἀμελείᾳ πρόοιτο κακόν τι, εἰς μίμησιν τῶν σῶν καλῶν τοῦτον ἡγησόμεθα. καὶ τῶν πεπραγμένων ἡ διήγησις εἰς μέσον ἥξει νῦν μὲν ταῦτα πολλῶν λεγόντων, νῦν δὲ τοῦ μᾶλλον μεμνημένου τὸν ἧττον ἐπανορθοῦντος. πολλαὶ μὲν ἡμῖν, ὦ χρηστέ, πανηγύρεις ἅτε καὶ παλαιοτάτοις οὖσι καὶ πρεσβυτέροις τοῦ τὴν Ἰὼ βοῦν ποιήσαντος ἔρωτος. καὶ γὰρ τοὺς ἐκείνην ζητοῦντας οἱ τὸ ὄρος οἰκοῦντες πόλιν τινὰ ἐπʼ αὐτοῦ κεκτημένοι φαίνονται ξενίσαντες. ἐν οὖν ταύταις δὴ ταῖς ἑορταῖς ᾀσόμεθα μὲν τὸν ἐν ἑκάστῃ τιμώμενον θεόν, ᾀσόμεθα δὲ καὶ μεθʼ ἑκάστους σέ τε καὶ τὰ παρὰ σοῦ. δοκεῖ δέ μοι καὶ βασιλεὺς φροντίζειν, ὅ τι ἄν σοι δοὺς δόξειε πᾶν ὅσον ἦν ἄξιον δεδωκέναι. καί μοι δοκεῖς διὰ πολλῶν σχημάτων ἀφιγμένος ἐπὶ τὸ καὶ βασιλεῦσι τετιμημένον προϊὼν ἥξειν, τὸν ὕπατον. καθʼ ἕκαστον οὖν τῶν σχημάτων ἕξεις δήπου καὶ σοφιστῶν ἐπαίνους μεγάλων ὄντως ἐν οἷς περὶ σοῦ λέγουσι γιγνομένων. αὐτῶν δέ γε τῶν λεγομένων κεφάλαιον ἃ τήνδε μέλλοντα τὴν πόλιν ἐπικλύσειν ἔστησας.

Ἡμεῖς μὲν οὖν χαλκῶν ἐμνημονεύομεν εἰκόνων οὐκ ὂν ἐπαγγεῖλαί τι παρὰ τοῦ βασιλέως σεμνότερον, ἀλλʼ αἱ μέν, οἷός τις ἀνὴρ τὸ σῶμα, δεικνύουσι, ψυχῆς δὲ εἶδος τοῖς ἔργοις μηνύεται. ὅστις οὖν αὑτὸν ἐπέδειξεν ἄριστον, ἐν τῷ καλλίονι καὶ τοῖς ὕστερον ἐσομένοις φαίνεται καὶ τὸ μὲν πολλαῖς κινεῖται τύχαις, τὸ δʼ ἐστὶ κρεῖττον ἤ τι τοιοῦτον παθεῖν ἐν βεβαίῳ κείμενον. τά τε οὖν ἄλλα πάντα εἰρήσεται τὸν χρόνον καὶ οἷα πρὸς τὸν τῶν ἀμεινόνων ἄγγελον τουτονὶ διελέχθης, ὅτι ὦ σὺ δείξας σεαυτὸν ἐν οὐκ ὀλίγαις ὁδοῖς, φάνηθί μοι νῦν, εἰ μὲν οἷόν τε, θάττων, εἰ δὲ μή, μήτι γε βραδύτερος. ὡς ἔγωγε κάμνω τοῖς τῆς Ἀντιοχείας κακοῖς, ἣ γυναικὸς νόσῳ πιεζομένης οὐδὲν διαφέρει. ἐν δὴ τῷ σῷ τάχει κἀκείνοις τὰ τῆς τῶν ἀνιαρῶν λύσεως. εἰ δὴ τοῖς ὀφείλουσι χάριν ἔξεστι πρὶν ἐκτῖσαι τὴν χάριν, ἑτέραν αἰτῆσαι, τῶν παρʼ ἡμῖν οἰκοδομουμένων καὶ αὐτὸς ἡμῖν, ὦ θαυμάσιε, γενοῦ καὶ δὴ καὶ τῶν γεωργούντων καὶ ποίησον ἀμφοτέροις λαμπροτέραν τὴν πόλιν καὶ μηδέτερον τῶν ἀναλωμάτων φύγῃς, ὅπως ἡμῖν μὲν ὡς περὶ πολίτου διαλέγεσθαι πρός τε ἀλλήλους καὶ πρὸς τοὺς ἄλλους ἐξείη, σοὶ δʼ ὁπότε εἴης ἐνθάδε, πολλάκις δὲ τοῦτο γένοιτο, διαιτᾶσθαί τε ἐν οἰκείοις καὶ τῇ παρὰ τῶν ἀγρῶν φορᾷ τοὺς ἐπιτηδείους ἑστιᾶν.

Ἐμοὶ δὲ ἐγγὺς μὲν ἴσως ἡ τελευτὴ δηλουμένη τῷ τῶν ἐτῶν ἀριθμῷ, τάχα δʼ ἂν τύχοιμι τότε λόγου παρὰ τῶν δυναμένων λέγειν, οἷς ἀφορμὴ καὶ τῶν φίλων ἡ κτῆσις ἣν ἐκτησάμην μάλα δὴ φίλων σαφῶν. ἐν τούτῳ δὴ καὶ πλέον τι περὶ σοῦ λέγειν ἕξουσι μέγιστον τοῦτο τῶν ἐμῶν τιθέμενοι καὶ τήν γε ἀπόδειξιν ἐξ ὧν εἴληφα ποιούμενοι. σὺ δέ, ὦ μεγάλων ἔργων δημιουργέ, πατήρ τε ἡμῖν γένοιο καὶ τοιούτων υἱέων, ὡς ἐξισοῦσθαι τὰς ἐκείνων ἀρετὰς τῇ τοῦ γεγεννηκότος.