Aristophanes of Corinth, ruined while the eunuchs held power under the previous reign, is Libanius's friend, and here he pleads with Julian on his behalf. He admits the man's bad name, sets out his misfortunes and calls on friends such as Dorion to vouch for him, recalling that Aristophanes was once stoned in the Lyceum for reading Libanius's speeches. He asks that Aristophanes be sent to Greece to report the sacrifices at Antioch and Daphne, and leaves the vote to the emperor.

Part of Orations 1–64

ΠΡΟΣ ΙΟΥΛΙΑΝΟΝ ΥΠΕΡ ΑΡΙΣΤΟΦΑΝΟΥΣ.

Εἰδώς σε πολλήν, ὦ βασιλεῦ, τῶν τοῖς φίλοις οὐ συναγωνιζομένων κατεγνωκότα κακίαν φίλος ὢν αὐτὸς Ἀριστοφάνει τῷ Κορινθίῳ καὶ τὸν ἄνθρωπον ὁρῶν ἐν τῇ παρὰ σοῦ προνοίᾳ τὰς ὑπολοίπους κεκτημένον ἐλπίδας λέγειν δεῖν ᾠήθην περὶ αὐτοῦ καὶ βοηθεῖν ὃν δύναμαι τρόπον. ἴσως μὲν γάρ τις καὶ γενήσεται πρᾶξις ἀπὸ τῶν λόγων συμφέρουσα, καὶ τυχών τινος ἀγαθοῦ τὴν αὑτοῦ κομιεῖται· εἰ δʼ ἄρα τοῦ δαίμονος ἡ δυσμένεια, διʼ ἣν ἐν πολλοῖς τεταλαιπώρηται κακοῖς, ἔτι καὶ νῦν ἐπηρεάζοι, τὸ γοῦν ἐμέ τε παρὰ σοὶ διὰ τὴν σπουδὴν εὐδοκιμεῖν κἀκείνῳ τινὰ παραμυθίαν εἶναι τὸ μὴ περιῶφθαι δυστυχοῦντα παρὰ τῶν γνωρίμων ὑπάρξει. εἰ μὲν οὖν μὴ καλῶς ποιῶν ὁ δυσχερὴς ἐκεῖνος παρεληλύθει χρόνος, λέγειν μὲν ἂν οὐδὲν ἐχρῆν, οὐ γὰρ ἦν ὁ καιρὸς λόγων, ζητεῖν δὲ τῶν εὐνούχων τοὺς ὅ τι δόξειε πράττοντας καὶ δανεισάμενον ὡς πλεῖστον χρυσίον ὠνεῖσθαι παρʼ αὐτῶν τὰ μέγιστα· ἐπεὶ δὲ τοῖς γιγνομένοις ὁ Ζεὺς αἰσχυνόμενος νοσοῦσαν μὲν τὴν βασιλείαν ἔπαυσεν, εἰς δὲ τὴν ἀπὸ τῶν λογισμῶν διοίκησιν τὸ πρᾶγμα μετέστησε καὶ λέγειν ἔξεστιν ὑπὲρ ὧν ἀγορὰ προὔκειτο, πολλῆς ἡγησάμην ἀργίας εἶναι μὴ χρῆσθαι τῇ φωνῇ τοῦ καιροῦ ταύτην ἀπαιτοῦντος, ἄλλως τε καὶ σοῦ τῷ ῥήτορι χαίροντος καὶ τῆς γνώμης οὐ μᾶλλον ὅπως Ἀριστοφάνει τι τῶν κατὰ νοῦν ἔσται ζητούσης ἢ ὅπως τῆς ὑπαρχούσης δόξης ἄξιόν τι ποιήσας ὀφθήσῃ.

Γεγενῆσθαι μὲν οὖν ἐν χείρονι λόγῳ καὶ φήμῃ τὸν ἄνθρωπον οὐκ ἀντιλέγω, καὶ γὰρ τοῦτο τῆς δυστυχίας, ἣ τά τε ἄλλα τοῦτον κατέβλαψε καὶ δόξῃ φαυλοτέρᾳ τῶν ἔργων. ἀλλʼ εἰ μὲν Ἀριστοφάνης πρῶτος καὶ μόνος τοῦτο ἐπεπόνθει, σφόδρα ἂν ᾐσχυνόμην· ἐπεὶ δὲ μετὰ τῆς τῶν ἀνθρώπων φύσεως ἐξ ἀρχῆς εἰσῆλθε τὸ πολλοὺς μὲν πονηροὺς ἐπιεικεῖς, πολλοὺς δὲ τῶν μετρίων ὑπειλῆφθαι μοχθηροτέρους, δέομαί σου, βασιλεῦ, τὸν τοῦ λόγου μικρὸν χρόνον μεταστησάμενον ἀπὸ τῆς ψυχῆς ἣν ἔχων δόξαν περὶ τούτου τυγχάνεις, ἀκολουθῆσαι τοῖς πράγμασι, κἂν μὲν ἐκεῖνα δεικνύῃ βέλτιστον, οὕτω φρονεῖν, εἰ δὲ μή, μὴ μόνον ἀμελείας ἄξιον, ἀλλὰ καὶ δίκης ὑπολαμβάνειν. ἀνάσχου δὲ μικρὸν ἄνωθεν ἀκούων, μῆκός τε γὰρ ἀφαιρήσω τῆς διηγήσεως, καὶ σὺ μᾶλλον εὑρήσεις, ἃ γνῶναι δίκαιον.

Τούτῳ Μένανδρος μὲν ἦν πατήρ, τὰ πρῶτα Κορινθίων, φίλος Ἑκάτῃ καὶ Ποσειδῶνι, πλέων μὲν εἰς Αἴγιναν ὑπὲρ τῶν ἐκείνης ὀργίων, ἐλαύνων δὲ εἰς Ἰσθμὸν ὑπὲρ τῶν τοῦδε μυστηρίων, ἐν μὲν τῇ νήσῳ κορυφαῖος ὢν τοῦ θιάσου, ἐν δὲ τῇ χερροννήσῳ συντελῶν ἀπὸ τῶν μικροτέρων, τελῶν δὲ εἰς τὸ μέγα συνέδριον. ὅτε δὴ καὶ πατὴρ ἐγένετο τοῦτον γεννήσας, οὕτως ἦν φιλόπολις, ὥστε διαπράττεται τῆς οἴκοι βουλῆς εἶναι μᾶλλον ἢ τῆς Ῥωμαίων. ἀλλʼ Ἀριστοφάνης ὑπὸ τῆς τύχης κεκώλυται τὸν πατέρα ζηλοῦν, ὡς εἴσῃ προϊόντος τοῦ λόγου. γενόμενος τοίνυν ἐξ ἐκείνου τε καὶ τῆς τῶν φιλοσόφων ἀδελφῆς, Ἱερίου λέγω καὶ Διογένους, τρέφεται μὲν ἐν ταῖς τούτων χερσί, παιδεύεται δὲ ὑπὸ τοῦ πατρὸς λόγους τε καὶ τὸ καλῶς ἀναλίσκειν διὰ παντὸς εἴδους δαπάνης ἐρχόμενος ᾗ τὸ πρὸς τοὺς θεοὺς εὐσεβὲς ἀναμέμικται. οἶδε ταῦτα Δημήτηρ καὶ Κόρη καὶ Σάραπις καὶ Ποσειδῶν καὶ ὁ τὴν Λέρνην κατέχων Ἴακχος καὶ πολλοὶ πρὸς τούτοις ἕτεροι δαίμονες, περὶ οὓς ἅπαντα φιλοτίμως ἐξεπλήρωσε. καὶ προῆλθεν, ὦ βασιλεῦ, δαπανῶν εἰς τὴν τοῦ καλουμένου στρατηγοῦ λειτουργίαν, καὶ τοῦτον αὐτὸς εἶδον ἐν ἐκείνῃ τῇ στολῇ παραπεμπόμενον ὑπʼ εὐφημιῶν ἐκ Λακεδαίμονος ἀναστρέφων, οὔπω μὲν ὢν τῷ νέῳ συνήθης οὐδὲ εἰδώς, εἴ ποτε ἔσομαι, μακαρίζων δὲ τῷ τηλικοῦτον ὄντα κτᾶσθαι τὴν παρὰ τῆς πόλεως τιμὴν ἐν ταῖς τοῦ πατρὸς φροντίσιν. ἔτι γὰρ ἔζη Μένανδρος. ὡς ἔδει γε καὶ μέχρι γήρως ἐσχάτου. ἦ γὰρ ἂν Ἀριστοφάνης πολλῶν μὲν ἀπήλλακτο πλανῶν, πολλῶν δʼ ἂν κινδύνων τῶν μὲν ἐν ταῖς ὁδοῖς συμβάντων, τῶν δὲ ἐν δικαστηρίοις οὐχὶ δικαίως, ἦν δʼ ἂν τῶν δυναμένων ἐν Κορίνθῳ μᾶλλον ἢ τῶν τὴν ἑτέρων θαυμαζόντων δύναμιν.

Πόθεν οὖν ἐξέπεσε τῆς αὐτῷ προσηκούσης τάξεως καὶ τὸν τοῦ πολιτευομένου βίον φυγὼν ἧκεν εἰς τὸν τοῦ στρατιώτου; Εὐγένιος ὁ μικρὸς γίνεται παρὰ Κώνσταντι μέγας. λαβὼν δὲ ἐκ γάμου τινὸς ἀφορμὰς ἀναισχύντους εἰς τὸ τῶν Ἀριστοφάνους ἀμφισβητεῖν χωρίων, οἶσθα δέ, ὡς πάντων μὲν ἐπεθύμουν οἱ τοιοῦτοι, πάντα δὲ ἥρπαζον ἀναγκάζοντες ἢ τῶν ὄντων ἀφίστασθαι τῷ βουλομένῳ λαβεῖν ἢ πολεμεῖσθαι, ὅδʼ οὔτʼ ἐκεῖνο πειθόμενος, οὐ γὰρ ἦν ἐν μικροῖς ἡ ζημία, τοῦτό τε δεδοικὼς φυγὰς γίγνεται τῆς αὑτοῦ νομίζων οὕτως ἂν τήν τε γῆν καὶ τὸ σῶμα διασῶσαι. τὰς μὲν οὖν ἐπιβουλὰς ὅσας ἐπʼ αὐτὸν ἐκίνησε καὶ ὡς οὐδενὸς ἀπέσχετο πειρώμενος αὐτὸν ὑπὸ χεῖρα λαβεῖν, καὶ βίαν καὶ ταραχήν, ὧν ἐνέπλησεν αὐτῷ καὶ ἀγροὺς καὶ οἰκίαν, ἐῶ. καὶ γὰρ σιωπῶντος οὐδὲν ἧττον ἔγνωκας εἰδώς, ἐν οἷς ἔζων οἱ δυναστεύοντες τότε. γενόμενος δὲ ἐν Συρίᾳ καὶ στὰς καὶ ἀναπνεύσας οὐκ ἐπὶ τοὺς πλέον ἰσχύοντας ἢ τὸν ἐν βιβλίοις βιοῦντα Φουρτουνατιανὸν καταφεύγει νομίζων παρʼ Ἕλληνος, οὕτω γὰρ ἐκεῖνον καλεῖν ἄξιον, τεύξεσθαί τινος αἰδοῦς. ὃ καὶ γέγονεν. ἀκούσας γάρ, ὅθεν τε ἥκοι καὶ ὅπως καὶ τί παθὼν καὶ τί φοβούμενος, δέχεται τὸν ἄνθρωπον ἡμέρως καὶ κατέστησεν εἰς ἄδειαν διὰ τοῦ σχήματος. ὁ δὲ ὢν ἤδη στρατιώτης σώματι μὲν ἀπείρῳ τοιούτων πόνων διῆλθεν ἐφʼ ἵππων πολλάκις τὴν οἰκουμένην ἐν τοῖς ἐπείγουσι τῶν καιρῶν εἰσφερόμενος τάχος, καὶ οὐδὲν ὧν ἦν ἀνάγκη θᾶττον μαθεῖν, βραδύτερον παρὰ τὴν τοῦδε μέλλησιν Κωνστάντιος ἤκουσε, πλὴν εἴ που συνετρίβη καταπεσών, ὃ καὶ αὐτὸ τοῦ σπεύδειν σημεῖον. ἐπαινούμενος δὲ τῶν πόνων τὰ προτεινόμενα κέρδη διεωθεῖτο, καὶ οὐκ ἔστιν ὅστις ἐπιδείξει τοῦτον οὐκ ἐπιμελητὴν ὀρέων, οὐκ ἄγγελον ὑπάρχων, οὐ νίκης μηνυτήν, οὐκ ἄλλο τῶν τοιούτων ὑπηρετηκότα οὐδέν, ὃ τὰς μὲν πόλεις ἀπώλλυε, τοὺς δὲ δοκοῦντας διακονεῖν μετʼ ἀμαξῶν χρυσὸν ἀγουσῶν ἀπέπεμπεν. οὐ μὴν Ἀριστοφάνης ἠξίωσε τοῖς πατρῴοις τοιαῦτα προσθεῖναι χρήματα, ἀλλʼ ἐτρέφετο μὲν τοῖς οἴκοθεν ἐν ξένῃ, τὸ δὲ διαπεφευγέναι τὸν κίνδυνον ἀρκοῦν ἡγεῖτο κέρδος ἐλευθέρῳ καὶ πρέπον.

Ἐν τοιαύτῃ δὲ προαιρέσει ζῶντος ἐπεθύμησε δυστυχῶς τῆς Αἰγυπτίων ἀρχῆς Παρνάσιος καὶ μετέσχεν Ἀριστοφάνης τῆς τύχης, εἵπετο γὰρ Μουσωνίου πέμποντος, διότι μέν, οὐκ οἶδα, τοσοῦτον δὲ ἐπίσταμαι, ὅτι πέπονθε μέν, ἃ μέχρι νῦν, ὦ βασιλεῦ, δακρύει, λαβεῖν δὲ μικρὸν μὲν ᾐτιάθη χρυσίον, ἔλαβε δὲ οὐδὲ τόδε, πληγὰς μέντοι πολλὰς καὶ χαλεπὰς καὶ πολλαχοῦ τῆς γῆς ταῖς ἐκ μολίβδου σφαίραις, ἃς ἡγήσατο Παῦλος εἰς θάνατον ἀρκέσειν. καὶ ἅμα ταῦτά τε ἔπασχε καὶ παρὰ Κορινθίοις ἐλειτούργει τὰ τῶν καλουμένων στρατηγῶν· οὕτω γὰρ Ἀνατόλιος ἔγνω. τὸ μὲν οὖν ἔγκλημα ἦν, ὅτι μάντιν εἰσαγάγοι Παρνασίῳ τῶν περὶ τοὺς ἀστέρας ἐχόντων τὴν τέχνην ἐροῦντά τι τούτων, ὑπὲρ ὧν οὐ νόμος μανθάνειν. ὁ δὲ τὸ μὲν εἰσαγαγεῖν ὁμολογῶν, φάσκων δὲ τὴν μαντείαν ἐπὶ τῶν ἰδίων τοῦ Παρνασίου στῆναι πρὸς πάσας ἀνάγκας ἤγετο προσπαροξύνας τι καθʼ ἑαυτοῦ τὸν Παῦλον ῥήμασιν ἐκείνῳ μὲν προσήκουσιν, ἀμείνοσι δὲ τότε σιγᾶσθαι. τῆς τραγῳδίας δὲ ἐκείνης εἰς ἔτος προβεβηκυίας τρίτον καὶ μόλις λαβούσης τελευτὴν τοῖς μὲν ἄλλοις ὑπῆρξεν ἀπαλλαγή, μόνος δὲ οὗτος ἐκολάζετο περιγραπτοῖς ὅροις, ὧν ἐκτὸς οὐκ ἦν κινεῖσθαι. καὶ ἐπέμπετʼ ἂν δεδεμένος, εἰ μὴ θεῶν τις τὴν ταῦτα παρανομοῦσαν, ἆρά μοι δώσεις τυραννίδα πρὸς σὲ εἰπεῖν; ἔστησε.

Τοιούτοις, ὦ βασιλεῦ, προσπαλαίσας Ἀριστοφάνης Κύκλωψι δεῖται σοῦ, καὶ ἡμεῖς δὲ συνδεόμεθα, πέμψαι παρὰ τοὺς οἰκείους χαίροντα καί γε δυνάμενον διάγειν τῶν προγόνων ἀξίως. καὶ τίς, φήσεις, αὐτὸν κωλύει βαδίζειν; πολλὰ καὶ μεγάλα· τὸ δεσμωτήριον, αἱ πληγαί, ἡ ἀτιμία, τὸ γυμνωθῆναι πρὸς βάσανον, τὸ μικροῦ πλησιάσαι τὸν κοντὸν τοῖς νώτοις, εἰ μὴ Μόδεστος οἷς ἐβόησεν οὗτος ἐπὶ διακρούσει τῆς βασάνου συνεχώρησε. ταῦτα αὐτὸν ἐμποδίζει, ταῦτα δεσμεύει, ταῦτα τῶν οἰκείων διείργει, ταῦτα ἂν μή τις ἀνέλῃ, πᾶσαν οὗτος ὄψεται πόλιν πλὴν τῆς οἰκείας. οὐ γὰρ τὸ βασανισθῆναι μόνον, ὦ βασιλεῦ, καταχεῖ τῶν πεπονθότων ἀτιμίαν, ἀλλὰ καὶ ὅστις ἐγγὺς ἦλθε τοῦ παθεῖν, τὸ τῆς ἐπιτιμίας ἀκέραιον ἀπολώλεκε. κἂν εἰς ἔριν καταστῇ πρός τινα καὶ φιλονεικίαν, ἀκούει τὰ τῶν πεπονθότων· τὸν δὲ ἐκ τοῦ δεσμωτηρίου; τὸν δὲ ἐκ τῆς βασάνου; τὸν τῷ μεταφρένῳ νενικηκότα τοὺς ἄκμονας; τοῦτον δὲ ἐν τῷ βουλευτηρίῳ περὶ κοινῶν φθέγγεσθαι πραγμάτων δέον ἐν τῷ οἰκήματι πρὸς τοὺς δεσμώτας περὶ τοῦ ξύλου; ταῦτα ἴσως ἐρεῖ τις τῶν νῦν μὲν λαμπρῶν, πάλαι δὲ τοὺς Μενάνδρου θεραπευόντων οἰκέτας. οὗτος δὲ ἄρα καταράσεται Μοδέστῳ μὴ τεμόντι τὸν τράχηλον.

Τίς οὖν τούτων ἐπανόρθωσις; καὶ πῶς ἂν ἄπρακτα τὰ πεπραγμένα γένοιτο; λυθῆναι μέν, ὦ βασιλεῦ, καὶ μὴ γενέσθαι τὰ γεγενημένα τῶν ἀμηχάνων, ἐξαλεῖψαι δὲ τὴν ἀπʼ αὐτῶν ἀτιμίαν ἔστι. τούτου δʼ ἰατρὸς ἄλλος μὲν οὐδείς, μόνος δὲ σύ· ὡς ἂν παραστῇ σοι τὸν ἄνθρωπον ἀπολαμπρῦναι τιμῇ τινι, κέκρυπται τὰ ὀνείδη, συνεσκίασται τὰ χείρω, γέγονεν ἔνδοξος, ἔχει τὴν παρρησίαν, ἀπέθετο τὴν αἰσχύνην. πρὸς γὰρ τῷ τὰ δεύτερα τῶν προτέρων πεφυκέναι κρατεῖν, ὡς ἔφη Πίνδαρος, τὸ τὸν τετιμηκότα τοῦ περιυβρικότος εἶναι βελτίω μεγάλην ἰσχὺν εἰς τὸ λήθην ἐπιθεῖναι τοῖς φαυλοτέροις ἔχει. καὶ δόξει τὸ μὲν ὀρθῇ κρίσει δεδόσθαι, τὸ δὲ ἀνοήτῳ πικρίᾳ πεπλημμελῆσθαι. ὅταν δὲ ὡς ἠδικεῖτο διʼ ὧν ἔπασχε, πεισθῶσιν ἅπαντες, οὐκέτʼ ὀνειδιοῦσιν ἃ πέπονθεν· οὐ γὰρ ἦν ἀδικοῦντος. οὕτως ἔξεστί σοι τῆς οἰκίας ἀφανίσαι τὴν ἀδοξίαν ποιήσαντι τὰ τρίτα τοῖς πρώτοις παραπλήσια. τούτων γὰρ ἐκείνοις ὁμοιωθέντων ὑποχωρήσει τὸ μέσον καὶ δυσχερές, καὶ οὐδεὶς Κωνστάντιον καὶ δεσμά, ἀλλὰ σὲ περιᾴσει καὶ τὴν τιμήν. τίς οὖν αὕτη γένοιτʼ ἄν, αὐτὸς κρινεῖς, ἡμεῖς δὲ εἰσόμεθα χάριν. ὥσπερ γὰρ δοῦναι ῥᾴδιον ἣν ἂν δόξῃ παρασχεῖν, οὕτω σοι τὸ τὴν δοθῆναι προσήκουσαν εὐχερὲς εὑρεῖν. πολλοὶ δέ, ὦ βασιλεῦ, τιμῶν τρόποι, καθʼ οὓς καὶ μείζονος καὶ ἐλάττονος ἔστι τυχεῖν. ἡμεῖς δὲ οὐ διοισόμεθα περὶ τοῦ μέτρου. πάντως ὅ τι ἂν δῷς, κοσμήσει τὸν εἰληφότα, καὶ μικρὸν οὐδὲν οὐδὲ ταπεινὸν τῶν ἐκ γενναίας καὶ θείας διδομένων ψυχῆς.

Εἰ δέ τις ἡμᾶς ὀχληροὺς εἶναι φήσει καὶ πλείω σοι τῶν ἀναγκαίων ἀνατιθέναι βοηθεῖν ἀξιοῦντας ταῖς τῶν καθʼ ἕκαστον τύχαις, ὥσπερ οὐκ ὂν ἱκανὸν φορτίον τὰς ὑπὲρ τῶν πόλεων φροντίδας, ἴστω τὸ μέγιστον τῶν σῶν ἀγνοῶν. τοῦτο δʼ ἐστὶ τὸ καὶ μέχρι γένους ἑκάστου καὶ ἀνδρὸς τὴν σὴν τετάσθαι διάνοιαν. τοῖς μὲν γὰρ βραχυτέροις τὰς γνώμας καὶ τὸ περὶ τῶν ὅλων ἀκοῦσαί του λέγοντος ἢ διαλεχθῆναι βαρύ, τὸν μεγαλόψυχον δὲ χαίροντα τῷ πλήθει τῶν ὑπʼ αὐτοῦ πραττομένων ὁρῶμεν. καθεδεῖτʼ οὖν ὁ βασιλεὺς ἡμῖν σκοπῶν, πῶς ὁ δεῖνα καὶ πῶς ὁ δεῖνα πράττει, καὶ φιλονεικήσει μεθιστάναι τὰ λυπηρά; καὶ πῶς ἐξαρκέσει; μάλιστα μὲν ὤφειλεν οἷόν τε εἶναι περὶ πάντων αὐτὸν καὶ πυνθάνεσθαι καὶ βουλεύεσθαι καὶ κινεῖν τὰ μὴ καλῶς ἔχοντα. ἐπεὶ δὲ τοῦθʼ ἧττον δυνατὸν ἢ τὴν ἄμμον ἀριθμεῖν, τούς γε δεξιωτέρους καὶ παρὰ τὴν ἀξίαν ἀτυχοῦντας οὐ περιοπτέον. ὧν εἷς Ἀριστοφάνης. πολλὰ γὰρ αὐτῷ τὰ βοηθοῦντα, καὶ οὐ Μυσῶν ἀνὴρ ἔσχατος, ἀλλʼ οἷος φέρειν φιλοτιμίαν τοῖς εὖ ποιεῖν αὐτὸν προαιρουμένοις. ὡς δὲ οὐκ ἔστι σοι παρὰ φαῦλον τὰ τοῦδε ποιήσασθαι, γνῶναι ῥᾴδιον.

Πρῶτον μὲν Ἕλλην ἐστίν, ὦ βασιλεῦ· τοῦτο δʼ ἐστὶν ἕνα τῶν σῶν εἶναι παιδικῶν. οὐδεὶς γὰρ οὕτω τῆς αὑτοῦ πατρίδος ἐραστής, ὡς σὺ τοῦ τῆς Ἑλλάδος ἐδάφους ἐνθυμούμενος ἱερὰ καὶ νόμους καὶ λόγους καὶ σοφίαν καὶ τελετὰς καὶ τρόπαια ἀπὸ βαρβάρων. ὄντος δὲ Ἀριστοφάνει τούτου πλεονεκτήματος οὐ μικροῦ, κἂν εἰ Μεγαρεὺς ἐτύγχανεν ὢν ἢ Μήλιος ἢ Λήμνιος, μεῖζόν ἐστι τὸ τῆς πόλεως εἰς αἰδῶ· Κορίνθιος γὰρ οὑτοσί. καὶ οὐκ εἰς μύθους ἀποίσω τὸν λόγον οὐδʼ Ἡλίου καὶ Ποσειδῶνος ἔριν οὐδʼ ἐπιγράμματά σοι δίειμι κοσμοῦντα νεκροὺς ἐκ ναυμαχιῶν τεθαμμένους οὐδὲ δικαιοσύνην τῆς πόλεως καὶ τὸ μετὰ τῶν ἠδικημένων ἀεὶ γίγνεσθαι, οὐχ ὡς μικρὰ πρὸς δόξαν ὄντα τοῖς ἔχουσιν, ἀλλʼ ὅτι καὶ τῶνδε κάλλιον ἔχω λέγειν. ἀνάμνησον γὰρ σαυτόν, ὦ βασιλεῦ, τῆς ἐπιστολῆς, ἣν Κορινθίοις ἔπεμψας, ἄκων μὲν εἰς τὸν πόλεμον ἐμβάς, ἤδη δὲ τὸ πλέον λαβών, οὔπω δὲ εἰς τέλος ἥκων· ἐν ᾗ σαφῶς εὐεργέτας σαυτοῦ τοὺς Κορινθίους καλεῖς. ἀλλὰ γὰρ αὐτοῦ μοι δεῖ τοῦ μέρους τῆς ἐπιστολῆς, καὶ γὰρ ἂν ἡδίους τοὺς ἀκούοντας ποιήσαιμεν. πατρῴα μοι πρὸς ὑμᾶς ὑπάρχει φιλία· καὶ γὰρ ᾤκησε παρʼ ὑμῖν ὁ ἐμὸς πατὴρ καὶ ἀναχθεὶς ἔνθεν, ὥσπερ ἐκ Φαιάκων Ὀδυσσεύς, τῆς πολυχρονίου πλάνης ἀπηλλάγη. εἶτα μικρὰ διελθὼν περὶ πανούργου μητρυιᾶς, ἐνταῦθα, φής, ὁ πατὴρ ἀνεπαύσατο. σεμνόν γε τοῦτο Κορινθίοις, ὥσπερ Ἀθηναίοις τὰ περὶ τὴν Δήμητρος πλάνην. οἴου τοίνυν ἕνα τῶν δεξαμένων τὸν σὸν πατέρα τὸν Ἀριστοφάνους πατέρα. τῶν γάρ, οἶμαι, πρώτων ἦν καὶ τῶν ἀγόντων τὴν πόλιν, ὥστε τῶν δημοσίᾳ πραττομένων οὐκ ὀλίγον εἰς ἐκεῖνον ἤρχετο. πάντων δὲ ἀτοπώτατον, εἰ πόλει μὲν ὅλῃ βλάβος ἀνδρὸς ἑνὸς γίγνεται κατὰ τὸν Ἡσίοδον κακία, πόλεως δὲ ὅλης ἀρετὴ μὴ δύναιτο ἄνδρα ἕνα ὠφελεῖν. εἶεν. Ἱέριον δὲ καὶ τὸν ἀδελφὸν ἆρʼ εἰ ζῶντες ἐτύγχανον, οὐκ ἂν εἶχες περὶ σεαυτόν, ὥσπερ τὼ δαιμονίω τώδε, τόν τε ἀπὸ τῆς Ἠπείρου καὶ τὸν ἐκ τῆς Ἰωνίας; τί δʼ; ἐκείνους οὐκ ἂν οἴει πάνθʼ ὑπὲρ Ἀριστοφάνους εἰπεῖν τε καὶ πρᾶξαι; πάνυ γε. καὶ γὰρ ἤχθοντο βεβιασμένου στρατιώτου στολὴν ὑποδῦναι καὶ καιροῦ τυχόντες, ὅπως ἔσται τι βέλτιον αὐτῷ, προὐνοοῦντʼ ἄν. μὴ τοίνυν, εἰ μὴ φωνῆς ἀκούεις Ἀριστοφάνους τῶν θείων, ἧττον νόμιζε χαριεῖσθαι τοῖν ἀνδροῖν, εἰ δώσεις ἃ βουλομένοις ἐστί. τοῦ μὲν γὰρ ἡμῖν διαλέγεσθαι γεγόνασιν ἔξω, πρὸς δὲ τοὺς τῶν ἀνθρώπων κρείττους, οἷς νῦν ὁμιλοῦσι, μεμνήσονταί σου τῆς χάριτος. πῶς οὖν οὐ δεινόν, εἰ Ἀλέξανδρος, καὶ ταῦτα Θηβαίοις ὀργιζόμενος, ὡς οἶσθα, τοὺς Πινδάρῳ κατὰ γένος προσήκοντας ᾐδέσθη διὰ τὴν Πινδάρου μουσικήν, Ἀριστοφάνην δὲ μηδὲν ὀνήσει μήτε τῶν θείων ἡ φιλοσοφία μήτε τῶν σοὶ συνόντων, οἷς ἴσα καὶ γονεῦσι προσφέρῃ; ταυτὶ γὰρ ἃ νῦν λέγω, Μάξιμον νόμιζε λέγειν, Πρίσκον παραινεῖν. εἰ δὲ ἀπιστεῖς, ἐρώτησον αὐτούς. ὁρᾷς, ὡς ἐπιθυμοῦσι τυχεῖν τινος ἀγαθοῦ τὸν ἄνθρωπον; ἀλλʼ οὐδʼ Ἐλπίδιος, ὃν κατὰ σοφίαν μὲν λείπεσθαι συμβαίνει τοῖν ἀνδροῖν, τῇ δὲ περὶ τὸ θεῖον σπουδῇ καὶ τῷ περὶ σὲ φίλτρῳ μάλιστα αὐτοῖν ἐοικέναι, οὐδʼ οὗτος ὡς ὑπὲρ ἀλλοτρίων τῶν Ἀριστοφάνους βουλεύεται, ἀλλὰ καὶ τοῦθʼ ἕν ἐστι τῶν ἀγρυπνίαν αὐτῷ φερόντων καὶ ποιησόντων γε ἡδονήν, εἰ γένοιτο. μετὰ τούτων ἐστὶ Φῆλιξ ὁ καλὸς καὶ γενναῖος, τούτῳ μὲν ἀρχαῖος ἑταῖρος, θεοῖς δὲ νεωστὶ φίλος ἡγεμόνι σοὶ χρησάμενος ἐπὶ τὴν γνῶσιν τῶν κρειττόνων· ὃς ἐπειδὰν ἴδῃ τὸν γνώριμον, ἐγκαλύπτεται τῶν δεινῶν οὔπω λελυκὼς οὐδέν. πρόσθες ἐκείνῳ τὸν χρηστὸν καὶ πάντας ἀνθρώπους ἀνηρτημένον τῇ καλοκἀγαθίᾳ Δωρίωνα, ᾧ τὴν ἀπὸ τῶν ἄλλων εὐφροσύνην ἀμβλύνει τὰ περὶ τοῦτον οὐ μεταβεβλημένα. καὶ μὴν αὐτὸς ὁ λέγων παρὰ σοὶ μὲν οὐκ ἄτιμος, τούτῳ δὲ ἐπιτήδειος ἀπʼ ἐκείνων τῶν χρόνων, ἐν οἷς τῶν ἐμῶν συγγραμμάτων ἀναγινώσκων ἐν Λυκείῳ λίθοις ἐβάλλετο παρὰ τῶν οὐκ οἰομένων αὑτοῖς τὴν ἀνάγνωσιν λυσιτελεῖν καὶ τοιαῦτα ποιῶν οὐκ ἐμοὶ μᾶλλον ἢ τῷ χαίροντι τοῖς λόγοις ἐχαρίζετο. σὺ δʼ ἂν αὐτὸς εἴης ὁ χαίρων. οὐκοῦν καὶ αὐτὸς ἂν μετʼ ἐμοῦ χάριν ὀφείλοις. ἐμοῦ τοίνυν ἀποδιδόντος τῷ λέγειν ἀπόδος καὶ σὺ τοῖς ἔργοις.

Οἱ μὲν οὖν ἀξιοῦντες τοσοῦτοι καὶ πάντες φίλοι, οἶμαι δʼ εἰ τοῖς μὲν ἄλλοις ἔμελεν ἥκιστα τοῦ πράγματος, εἷς δέ τις ἐκ τῶν ἠριθμημένων ἦν, ὃν οὗτος ἐλύπει δυστυχῶν, κἂν τοῦτον ἂν ᾐδέσθης τὸν ἕνα. δοὺς τοίνυν ἂν ἑνὶ τὴν χάριν, ὦ βασιλεῦ, τοσούτοις οὐ δώσεις οὐδʼ ἡγήσῃ δεῖγμα τῆς Ἀριστοφάνους ἐπιεικείας εἶναι τοιούτων μαρτύρων χορόν; οἳ οὔτʼ ἂν ἠγνόησαν, εἴπερ ἦν πονηρός, οὔτʼ ἂν ἐπῄνεσαν πρὸς σὲ τὸν πεπονηρευμένον. εἰ γὰρ καὶ φίλος, ἀλλʼ οὐ σοῦ γε φίλτερος οὐδʼ αὖ τἀκείνου τῶν σῶν, ἀλλʼ οὐδὲ πάντες οὐδὲ τὰ πάντων οὔτʼ ἔστιν οὔτε μὴ γένηται. μὴ τοίνυν οἷς μὲν μοχθηροὶ βοηθοῦσι, τούτους ἡγοῦ τοῖς βοηθοῦσιν ἐοικέναι, πάλιν δὲ ἡγοῦ μοχθηρὸν ὑπὲρ οὗ ποιοῦνται τοὺς λόγους οἷς τὰ βελτίω σύνοισθα.

Εἰ μὲν οὖν ἓν τοῦτο μόνον ὑπῆρχεν Ἀριστοφάνει, τὸ συνηγόρων τῶν ὑπὸ σοῦ πιστευομένων εὐπορεῖν, ἴσως ἂν ὀκνηρότερον διεκείμην. νῦν δʼ, ὦ βασιλεῦ, ταὐτὰ μὲν ἡμῖν ηὔξατο, ταὐτὰ δὲ ἐμίσησε, τῶν αὐτῶν δὲ ἐπεθύμησεν. ἧκεν εἰς τὰ λείψανα τῶν ἱερῶν κομίζων οὐ λιβανωτόν, οὐχ ἱερεῖον, οὐ πῦρ, οὐ σπονδήν, οὐ γὰρ ἐξῆν, ἀλλὰ ψυχὴν ἀλγοῦσαν καὶ φωνὴν ὀδυρομένην καὶ δεδακρυμένην καὶ δακρύων ἀφορμὰς καὶ βλέπων εἰς γῆν, τὸ γὰρ εἰς οὐρανὸν σφαλερόν, ᾔτει παρὰ τῶν θεῶν παῦσαι μὲν τὸ φθεῖρον τὴν οἰκουμένην, τὰ δὲ Γαλατῶν ἀγαθὰ κοινὰ ποιῆσαι τῆς γῆς. καὶ ταύτης τῆς εὐχῆς οὐκ ὀλίγους αὑτῷ κοινωνοὺς εἰργάσατο, πρὸς μὲν ἐκεῖνον ἐκπολεμῶν, εἰς δὲ τὴν μερίδα τὴν ἡμετέραν εἰσάγων, κἀν τοῖς συλλόγοις οὐκ ἀκινδύνους μέν, ἡδίστους δὲ αὑτῷ λόγους ἀπέτεινεν οὔπω παρούσης ἑορτῆς ἑορτάζων, οἷα μὲν ἔσται τὰ τῶν στρατιωτῶν, οἷα δὲ τὰ τῶν πόλεων, οἷα δὲ τὰ βασίλεια, τὰ δὲ τῶν ἀρχόντων, τὰ δὲ τῶν λόγων, τὰ τῆς Ἀσίας, τὰ τῆς Εὐρώπης, τὸ μέγιστον ἁπάντων, τὰ περὶ τοὺς θεούς. εἶπέ που λέγων, ὡς πρῶτος ἐνευδαιμονήσει τῷ καιρῷ. βεβαίωσον τοίνυν αὐτῷ καὶ τὴν ἐλπίδα καὶ τὴν μαντείαν καὶ μὴ περιίδῃς καταγελώμενον ὑπʼ ἐκείνων οἷς ᾖδε τὰς προσδοκίας. δεῖ γὰρ εἶναί τι πλέον τοῖς ἐπιθυμήσασι σὰ γενέσθαι τὰ πάντα.

Καὶ ὡς μὲν τοῖς πᾶσιν εὐθενεῖ τὰ τῶν βουλευόντων πράγματα καὶ τῷ πλήθει τῶν προσγεγενημένων καὶ τῷ μέτρῳ τῶν ἀναλωμάτων καὶ τῷ πάλιν ἐπὶ τοῦ παλαιοῦ τετάχθαι σχήματος, ἀνωμολόγηται· Ἀριστοφάνης δὲ οὔτε ταῦτʼ ἀγνοῶν οὔτε φαῦλον ἡγούμενος τῆς αὑτοῦ προβεβλῆσθαι καὶ σώζειν τε τὴν πατρίδα καὶ τὸν οἶκον τὸν αὑτοῦ μείζω ποιεῖν φεύγει τὴν προστασίαν καὶ τὸ πολιτεύεσθαι. ἀλλʼ ὅθεν ὃ καλὸν ἡγεῖται, πράττειν οὐ δύναται, φράσω, κἄν με λάβῃς ψευσάμενον, μή μοι δῷς ἕτερον παρρησίας λόγον.

Ἐκάκωσεν, ὦ βασιλεῦ, τὰ πράγματα τούτῳ πρῶτον μὲν Εὐγένιος φόβον ἐμβαλὼν τοῖς διοικοῦσι καὶ προδείξας, ὡς ὁ μὴ φεύγων ἀπολεῖται παιόμενος καὶ ἀγχόμενος, ἔπειθʼ οὗτος μακραῖς καὶ χρονίοις ἀπουσίαις, διʼ ἃς δένδρα τε ἐκκέκοπται καὶ γῆ γεωργίας ἐστέρηται, τῶν δὲ ἀνδραπόδων τὰ μὲν ἀπέδρα, τὰ δὲ ἀργεῖν ἔμαθε, τὰ δὲ κακουργεῖν, γυνὴ δὲ τὰ τοιαῦτα θρηνεῖν μὲν δύναιτʼ ἄν, διορθοῦσθαι δὲ οὐ πάνυ. ὁ δὲ δὴ τελευταῖος σκηπτὸς ὅσα ἦν ἐπίπλων ἐχόμενα πάντα ἐξανήλωκε μεταπεμπομένου τοῦδε χρυσία καὶ σκεύη καὶ κατακόπτοντος θεραπεύοντος ἀπὸ τούτων πολλοὺς πανταχόθεν λύκους ἐπικειμένους. οὐ δεῖ δὴ θαυμάζειν, εἰ τηλικοῦτον μῆκος οὕτω δεινῆς συμφορᾶς ἠλλοίωσέ τι τῆς πατρικῆς εὐδαιμονίας, ἀλλʼ ὅπως οὐ καὶ τοὺς ἀγροὺς καὶ τὴν οἰκίαν ἀπέδοτο μετὰ τῶν ἄλλων ὑπὸ τοσούτων ἐσθιόμενος θηρίων. τίνα δὴ βούλει τὸν ἄνθρωπον ἐπανελθόντα γενέσθαι καὶ τί ποιεῖν; ἅψασθαι προστασίας μετὰ πενίας, ὦ βασιλεῦ; μέγα μέντʼ ἂν στενάξαι Μένανδρος ὑπὸ γῆς, εἰ αἴσθοιτο τὸν υἱὸν αὐτῷ χρημάτων ἐνδείᾳ πολλοῖς τῶν αὑτοῦ χειρόνων ἐξιστάμενον τῶν πρωτείων. ἀλλὰ διʼ ἐπιμελείας μὲν ἰάσασθαι τὰ τραύματα, χρημάτων δὲ ἤδη συνειλεγμένων οὕτως ἐκεῖσε παριέναι; καὶ τίς ἀνέξεται τῶν αὐτὸ τοῦτο δεδοικότων, μὴ σχολῇ θεραπεύσῃ τὸν οἶκον; δεῖ δή τινος τιμῆς, ἐξ ἧς ἀτέλειαν χρόνον τινὰ καρπωσάμενος ἤδη μετὰ ῥώμης εἰς τὸ λειτουργεῖν ἀφίξεται. καὶ γὰρ εἰ τοῦτο φαίης, ὡς δώσεις ψιλὴν ἀτέλειαν ἐτῶν δή τινων καὶ τοῦτο προσήκει στέργειν, ὅτι μὲν ταπεινότερον τοῦτο ἐκείνου καὶ οὐκ ἀρκοῦσαν ἔχον τῷ τοσαῦτα πεπονθότι τὴν παραμυθίαν, ἐάσω, ἀλλὰ σοί γε οὐκ ἂν εἴη τοῦ βελτίονος λόγου. δῆλον γάρ, ὡς ἂν ἀτελὴς περινοστῇ μηδʼ ἐν ἄλλῳ τῳ τὴν ἀφʼ ἑαυτοῦ παρεχόμενος χρείαν, ἄνισον δόξει τὸ πρᾶγμα, καὶ λυπήσει τοὺς λειτουργοῦντας, εἴ τις τῶν ἐκείνων ἀναλωμάτων θεωρὸς περίεισιν ὁμοίως τοῦ τε λειτουργεῖν καὶ πάσης ἀφειμένος διακονίας. καὶ πολλούς γε τοὺς τῶν αὐτῶν ἀξιώσοντας τυχεῖν εὑρήσεις· οὐ γὰρ ἀπορήσουσιν ὅθεν ἐνοχλήσουσιν. οἷς εἰ μὲν ἅπασι τὴν ἀτέλειαν δώσεις, βλάψεις τὰς πόλεις, εἰ δὲ οὐδενὶ πλὴν τοῦδε, πολλοὺς ἀνιάσεις. πάντα δὲ ἄμεμπτα βουλοίμην ἂν εἶναι τὰ σά, καθάπερ τὰ τῶν θεῶν. ἵνʼ οὖν μὴ Κορινθίων μὲν οἱ πολλοὶ διὰ τὴν Ἀριστοφάνει δοθεῖσαν ἀτέλειαν διαφύγωσι τὸ λειτουργεῖν, Ἀργεῖοι δὲ διὰ Κορινθίους, Σπαρτιᾶται δὲ διὰ τοὺς Ἀργείων ἀτελεῖς, τῶν δὲ ἄλλων ἕκαστοι διὰ τοὺς πλησίον, γενέσθω τι τοιοῦτον Ἀριστοφάνει παρὰ τῆς σῆς διανοίας, ὃ τούτῳ μὲν εὐσχήμονα τὴν ἀνάπαυσιν οἴσει, τοὺς δὲ ἄλλους οὐκ ἐάσει δαπανωμένους ἀγανακτεῖν, ὡς ἂν ἐλαττουμένους. οὐ γὰρ ἑτέρως γε εἰ τιμηθείη τις, τὸ μὴ πᾶσι γενέσθαι τὴν αὐτὴν τιμὴν ἐν ἐγκλήμασι θήσονται, ἀλλʼ ἐκεῖνο μὲν λογιοῦνται τῇ τοῦ λαβόντος πρὸς τὸ ἔργον ὃ δεήσει πράττειν ἐπιτηδειότητι, μετουσίαν δὲ τῆς ἀτελείας οἱ ζητοῦντες ἔσονται καὶ οὐ δόξουσιν ἀναισχυντεῖν. ἵνʼ οὖν μηδὲν ἕπηται τῇ δόσει δυσχερές, ἄλλῳ τῳ τὸν ἄνθρωπον εὖ ποίει.

Τῶν δὲ ἐξ Αἰγύπτου χρημάτων ὅταν μνημονεύσῃς καὶ τῶν κεκλοφότων ἕνα νομίζῃς Ἀριστοφάνην, ἐπαινῶ μέν σε τοῦ μίσους, ὅτι μισεῖς τοὺς ὅθεν οὐ δίκαιον λαμβάνοντας, ὅταν γὰρ τοῖς πάλαι τὰ τοιαῦτα κεκερδακόσιν ὀργίλως ἔχῃς, οὐδʼ ἐνθυμηθῆναι περὶ τῶν πονηρῶν λημμάτων τὸ νῦν ἐᾷς, πρόσαγε μέντοι ταῖς διαβολαῖς, ὦ βασιλεῦ, τὴν ἀκριβεστάτην βάσανον. ταῦτα γὰρ οἱ νόμοι λέγουσι. δεῖ δὲ οὐδὲν οὔτʼ Αἰγυπτίους δεῦρο καλεῖν οὔτε τοῦτον ἐκεῖσε πέμπειν ὑποσχήσοντα λόγον· πάλαι γὰρ ταῦτα κέκριται καὶ βεβασάνισται, καὶ βουλόμενον εἰδέναι τὰ δημόσια διδάξει γράμματα. ἐν τούτοις τοίνυν ἕνδεκα μὲν καὶ διακοσίους στατῆρας ἐγκέκληται λαβεῖν οὐχ ἁρπάσας οὐδὲ βιασάμενος, ἀλλά τινος μισθὸν ὠφελείας, ὡς ὁ συκοφάντης ἔφησεν, ἦν γὰρ δὴ συκοφάντης, λαβεῖν, ἀλλʼ οὐκ ἀπολαβεῖν ἐθέλων. ὡς δʼ ὁ μὲν οὐκ ἐξήλεγχεν, ὁ δʼ οὐδὲ τὴν αἰτίαν ἔφερεν, ὑπῆρχε δὲ τῷ κατηγόρῳ Παῦλος εἰς πλεονεξίαν, παρῄνουν δὲ καὶ τῶν φίλων οἱ παρόντες ὑπομεῖναι μᾶλλον τὴν ἄδικον ζημίαν ἢ τὴν ἐπὶ πλέον κρίσιν, οὕτως ἐποίησε. καὶ δανεισάμενος τῷ ψευσαμένῳ μὲν τὴν ἀναίδειαν ἔγκαρπον κατέστησεν, ἔδωκε γὰρ τὸ χρυσίον, αὐτίκα δὲ ἐν πολλῶν ἐδόκει χερσὶν ἔσεσθαι τοῦ παραδείγματος μυρίους ἐγείροντος. ὡς δὲ οὐδεὶς ἐφαίνετο μέμψιν ἐπάγων, παραδόντες αὐτὸν στρατιώταις καὶ κήρυκι κελεύσαντες διʼ Αἰγύπτου πάσης τὸν μὲν ἄγεσθαι, τὸν δὲ κηρύττειν, εἴ τις Ἀριστοφάνει προεῖτο μισθόν, ἥκειν ἀποληψόμενον ἔπεμψαν. ὁ δὲ τῇ περιουσίᾳ τῆς ἀληθείας κρείττων ἐγένετο τῆς Αἰγυπτίων φύσεως· πάντες μὲν γὰρ εἶδον ἀγόμενον, πάντες δὲ τοῦ κήρυκος ἤκουσαν, παρῄει δὲ οὐδείς. καίτοι τίς οὐκ ἂν τῶν ἡνίκα ἠναγκάζοντο δοῦναι λελυπημένων ἡδέως ἂν πάλιν ἤνεγκε τὸ χρυσίον οἴκαδε, καὶ ταῦτα Αἰγύπτιος; οὓς οὐκ ὀκνοῦντας ὁρῶμεν ὧν ἔδοσαν μνησθῆναι, ἀλλὰ μάλʼ εὐχερῶς εἰσπράττοντας ἃ μὴ δέδοται. ἀλλʼ, οἶμαι, τὸ μηδὲ σκιὰν ὑπεῖναι δωροδοκίας μηδʼ ὅθεν ἂν αἰτία γένοιτο πιθανή, σιγᾶν ἠνάγκασε καὶ συκοφάντου τόλμαν. πότερʼ οὖν τἀμφίβολον ἐκεῖνο λῆμμα τὸ μικρὸν σημεῖον δεῖ ποιεῖσθαι μειζόνων ἃ μηδεὶς ἐγκέκληκεν, ἢ τὴν ἐν τοῖς κηρύγμασι τῶν εἰωθότων συκοφαντεῖν σιωπὴν τοῦ μὴ δικαίως ἐγκεκλῆσθαι τὰ μικρὰ τεκμήριον; μᾶλλον γὰρ εἰκὸς τὸν οὐ παρʼ ἄλλων εἰληφότα μηδὲ τοῦτο λαβεῖν ἢ τὸν τοῦτο θαυμάσαντα τῶν μειζόνων ἀποσχέσθαι. πᾶς γάρ, ὦ βασιλεῦ, φιλοχρήματος μικρὸν οὐδὲν ἐξ Αἰγύπτου φέρεται. ῥεῖ γὰρ αὐτόθι μετὰ τοῦ Νείλου καὶ τὰ κέρδη, καὶ τούτων οὐκ ἀφανεῖς αἱ πηγαί. ὁ δὲ οὕτως ἦν ἄθλιος καὶ χρημάτων τε ἥττων καὶ τοῦ κερδαίνειν ἄπειρος, ὥσθʼ ἕνεκα διακοσίων στατήρων αἰσχύνην κινδύνους ἔχουσαν ὑπομένειν ᾑρεῖτο; καὶ μὴν εἰ μὲν ἐπιθυμῶν λαβεῖν εἶτʼ οὐκ ἔχων εἰς τό τῳ συμπράττειν δύναμιν οὐδὲ τὸν δώσοντα εἶχεν, ἀπολογίαν ἔχει τὴν ἀσθένειαν αὐτήν· εἰ δʼ ὢν κύριος πολλαχόθεν μισθαρνεῖν οὐκ ἐχρῆτο τῇ δυνάμει πρὸς πόρον, πῶς ἂν μᾶλλον φανείη κρείττων χρημάτων; ἢ τίς ἂν βασιλεὺς τούτῳ πράγματα ἐγχειρίσας αὑτὸν αἰτιάσαιτο;

Ἥσθην δέ τινος εἰπόντος ἐν μέρει κατηγορίας, ὡς οὗτός ἐστι διειλεγμένος ἑταίρᾳ τινὶ τῶν ἐπὶ σκηνῆς γυναικῶν. οὐ γὰρ οἶδα, τίνας ἂν πρὸ τούτων ἐζήτησε λόγους, εἰ συνήγορος ἦν. φέρε γάρ· εἰ ἐγὼ ποιῶν Ἀριστοφάνει τούτῳ νῦν ἐγκώμιον μετὰ τὸν ἀπὸ τῶν ἄλλων ἔπαινον ἐπὶ τὸν τῆς ἐγκρατείας προελθὼν τόπον οὕτω πως διῆλθον, ὅτι οὗτος μέντοι πλείστην γῆν ἐπελθὼν καὶ πολλοῖς ὡμιληκὼς ἔθνεσι νέος ὤν, ὅτε μάλιστα ψυχῆς τυραννοῦσιν ἔρωτες, ὑπερόπται νόμων, οὐκ ἐπεβούλευσε γάμοις οὐδὲ διέστησε τοὺς ὑπὸ τῆς Ἥρας ἐζευγμένους οὐδὲ συνετάραξε Διὸς γαμηλίου θεσμὸν οὐδʼ ἐξ ὧν ἄλλους ἠδίκει τὰς ἡδονὰς ἐπλήρωσεν, ἀλλʼ ἐν ταῖς ἀφειμέναις εἰς Ἀφροδίτης ἐξουσίαν τὰς τῆς φύσεως ἐκούφιζεν ἀνάγκας, εἰπέ μοι, τούτοις εἰ τὸν ἄνθρωπον ἐσέμνυνον, ἆρʼ ἂν ἐδόκουν ἀγνοεῖν ἐγκωμίων ὁδοὺς ἢ ψυχῆς ἀρετὴν ἱκανῶς δεικνύειν; καὶ γὰρ εἰ μὲν φιλοσοφεῖν ἔφασκεν Ἀριστοφάνης καὶ περὶ τῶν ἐν οὐρανῷ σκοπεῖν καὶ τὰ θεῖα ταῦτα δὴ μετεχειρίζετο, γεωμετρίαν, ἀστρονομίαν, μουσικήν, ἀριθμούς, τὸν Πλάτωνα, τὸν Πυθαγόραν, καὶ καταδεδουλῶσθαι τὰς ἡδονὰς ἔλεγε καὶ πολὺ τῶν ἄλλων ἡγεῖτο διαφέρειν, εἰκότως ἂν ἐπετιμᾶτο χείρων τοῦ προσήκοντος δεικνύμενος· εἰ δὲ εἷς ἐστι τῶν ῥητορικῶν ἢ εἰ βούλει γε, στρατιωτῶν, τί ἄν τις παρʼ αὐτῷ ζητοίη τὰ τοῦ ἱεροφάντου, δέον ἐπαινεῖν, εἰ ταῖς ἐννόμοις ἠρκέσθη μίξεσιν; ἐγὼ μὲν γὰρ οὐδʼ ἱερὰ τῶν κειμένων ἀνοικοδομεῖν ὑπὸ ταῖς τοῦδε φροντίσι φαίην ἂν πλημμελές. ὁρῶ γὰρ οὐκ ὀλίγων τῶν νῦν ἐπʼ ἐκείνων τεταγμένων τόνδε σωφρονέστερον καὶ οὐδένα τῶν θεῶν ὑβρισμένον ἀπεληλακότα τῆς ἐπιμελείας οὐδένα. ἀλλʼ ἐφʼ ἃ μὲν Ἀριστοφάνει χρῆσθαι βέλτιον, αὐτός, ὅπερ ἔφην, ἤδη βουλεύσῃ, σκληρὰν δὲ αὐτῷ τὴν τύχην ἐπικειμένην καὶ κατενεγκοῦσαν εἰς πᾶν ταπεινότητος διάλλαξον, πρὸς Διός, ὦ βασιλεῦ, καὶ ποίησον ἡμερωτέραν, χεῖρα ὄρεξον ἀνδρὶ πεπονηκότι, λόγων ἡμμένῳ, μεμυημένῳ, Πειρήνης τροφίμῳ, Δωριεῖ, Κορινθίῳ, Χαρίτων μνήμονι, φίλων ἐπιμελεῖ, τὴν ἐκ τοῦ τοὺς θεοὺς ἀτιμάζειν οὐ δεξαμένῳ τιμήν. πόσου ποτʼ ἂν ἐπρίατο Γεώργιος ἐκεῖνος αὐτομολοῦντα τοῦτον ἰδεῖν καὶ στάντα ἐπὶ τοῦ βήματος, ὅθεν ἐκεῖνοι τὰς γραῦς δημαγωγοῦσιν, ἐξειπεῖν καὶ διασῦραι τὰ ἀπόρρητα τῶν δαιμόνων, τὰ τῆς Ἰνοῦς, τὰ τοῦ παιδός, τὰ Καβείρων, τὰ Δήμητρος; ποίαν οὐκ ἂν προὔπιεν Αἴγυπτον ἀντὶ ταύτης τῆς κωμῳδίας; παρὰ τίσιν οὐκ ἂν εὐνούχοις τὸν ἄνθρωπον ἀπέφηνεν ἰσχυρόν; ἥπτετʼ ἄν, εὖ ἴσθι, καὶ τῆς Κωνσταντίου κεφαλῆς, εἰ τὴν ἑαυτοῦ κεφαλὴν πρὸς Γεώργιον ἤρειδεν. ἀλλʼ οὔτʼ ἀρχῆς οὔτε χρημάτων οὔτʼ ἀσφαλείας οὔτʼ ἐλπίδων ἀπέδοτο τὰ κάλλιστα τῶν Ἑλληνικῶν, ἀλλὰ κἀν ταῖς κρίσεσιν αὐταῖς ὁπότε δεήσειεν ὅρκου, τοὺς θεοὺς ὤμνυ φυλάττων ἀκριβέστερον ἀνδρὸς Σπαρτιάτου τάξιν, οὐ πεπεισμένος μέν, ὡς σωθήσεται, νομίζων δὲ καλὸν τὴν εὐσέβειαν ἐντάφιον. εἶθʼ ᾧ τὸ κινδυνεύειν κουφότερον τῆς μεταβολῆς, οὐδὲν ἐκ τῶν νῦν καιρῶν ἔσται τὸ ἆθλον, ἀλλὰ περιόψει ποιοῦντα τοῦθʼ ὃ ποιεῖν ἔγνωκεν, εἰ μὴ βοηθήσεις; τί δὲ τοῦτο ἔστιν; εἰς πλοῖον ἐμβὰς πλανᾶσθαι διανοεῖται περὶ τὴν Ἰταλίαν, περὶ τὴν Λιβύην, περὶ τὴν ἔξω θάλατταν. ἐπιστρέψει δὲ αὐτὸν οὐδέν, οὐ παιδίον αἰσθανόμενον ἐπῶν, οὐ γυνὴ σώφρων, οὐ σήματα προγόνων, οὐ θανάτου φόβος, οὐκ εἰ τὴν ψυχὴν ἐν ξένων ἀφήσει χερσίν, οὐκ εἰ τεθνεὼς ἄταφος κείσεται. τούτων γὰρ ἁπάντων ἡγεῖται πικρότερον εἶναι τὸ στένειν οἴκοι.

Σὸν τοίνυν, ὦ βασιλεῦ, μεταστῆσαι τὴν ψῆφον καὶ ποιῆσαι γλυκίω μὲν αὐτῷ τὴν πατρίδα, ποθεινὴν δὲ τὴν γυναῖκα, πλείστου δὲ ἀξίαν τὴν τοῦ παιδὸς θέαν, ὃς ζῶντος ἔτι τοῦ πατρὸς πέπονθε τὰ τῶν ὀρφανῶν καὶ τὰ μέλλοντα φοβερώτερα. πρόεισι μὲν εἰς ἡλικίαν, δέος δέ, μὴ προσαγάγῃ τις μηχανήν, μήτηρ δὲ οἰκουροῦσα πρὸς τὰς ἔξω πάγας οὐκ ἂν ἀμύνοι, γνῶμαι δὲ παίδων εὐπαράγωγοι, δεῖ δὲ πατρός. ἀπόδος τοίνυν, ὦ βασιλεῦ, τῷ νέῳ τὸν ὀφθαλμὸν τοῦ γεννήτορος καὶ γενοῦ σωφροσύνης αἴτιος. μὴ πλείτω πρὸς τὰ πέρατα τῆς γῆς Ἀριστοφάνης μετὰ δακρύων, ἀλλὰ βαδιζέτω μετʼ εὐφροσύνης πρὸς τὸ τοῦ Πέλοπος χωρίον. ἐν μέσῃ Πελοποννήσῳ διηγείσθω τὰς σὰς ἀρετάς, ἔχει γλῶτταν ἀρκοῦσαν τοῖς ἔργοις, λεγέτω πρὸς τοὺς Ἕλληνας, ἐν οἷς ζῇς καθʼ ἡμέραν, ἃ τεθέαται. πορευέσθω μηνυτὴς τῶν πολλῶν καὶ μεγαλοπρεπῶν θυσιῶν, ὧν τὰς μὲν ἡ πόλις ἐδέξατο, τὰς δὲ ἡ Δάφνη, τὰς δὲ τὸ ὄρος, ἀγέλας ἐσφαγμένας, αἵματος ῥύακας, εὐωδίαν εἰς αὐτὸν ἀνατρέχουσαν αἰθέρα. εὐξάσθων ὅμοια καὶ παρὰ σφίσιν ἰδεῖν ἐν Δελφοῖς, ἐν Πίσῃ, παρʼ Ἀθηναίοις, παρὰ τοῖς τοῦδε πολίταις, πανταχοῦ τῆς Ἑλλάδος, κατʼ ἤπειρον, ἐν νήσοις. ταῦτα μὲν καὶ αὐτὸς εὔχομαι καὶ μετασχεῖν γε τῆς πορείας ἐκείνης. ὡς καλὸν ἐπʼ Ἐλευσῖνος ἰδεῖν μύστην Ἡρακλεῖ παρισούμενον καὶ τοῦτον αὐτὸν Ἀριστοφάνην ὑπὲρ τοὺς ἄλλους πηδῶντα.

Τί φής, ὦ βασιλεῦ; πείθομεν ἢ ληροῦμεν; ἤδη ψηφίζου τοσοῦτον προενθυμηθείς, ὡς οὐ λήσει τοὺς ὄντας ἀνθρώπους οὔθʼ ὁ λόγος οὔθʼ ἡ ψῆφος. ἢν οὖν ἐρραψῳδηκέναι δόξω, τὸ μὲν ἐμὸν οὐ πολλῆς φροντίδος, σκόπει δὲ αὐτός, εἰ μηδὲν σοὶ βλάβος τὸ δοκεῖν οὐκ εὖ φρονεῖν, ὃν περὶ πολλοῦ ποιῇ.