ΑΝΤΙΟΧΙΚΟΣ.
Ἀμφοτέροις ἄν τις εἰκότως ἐπιτιμήσειεν, ἐμοί τε τῷ ζῶντι περὶ τοὺς λόγους καὶ τοῖς ἀκροωμένοις ὑμῖν· ὑμῖν μέν, εἰ τὴν ἡμετέραν δύναμιν ἐν ταῖς ἄλλαις ὑποθέσεσιν ὡς ἥδιστα ὁρῶντες καὶ παρακαλοῦντές γε ἐπʼ ἐνίας αὐτῶν ἓν τοῦτο οὐκ ἐπετάξατε, κοσμῆσαι λόγῳ τὴν πόλιν, ἐμοὶ δέ, εἰ πλεῖστα δὴ τῶν νῦν ὄντων συγγράμματα πεποιηκὼς καὶ τοὺς μὲν ἐπαινέσας, τοῖς δὲ συμβουλεύσας, οὐκ ὀλίγα δὲ ἠγωνισμένος ἐν πλάσμασιν εἴς γε τὸν τῆς ἐνεγκούσης ἔπαινον ἄφωνος γέγονα. μᾶλλον δὲ ὑμῖν μὲν οὐκ ἔστιν ἐπιτιμῆσαι μὴ τὸν ἐπαινέτην ζητοῦσιν, εὐφημίαν γὰρ ἡδὺ μὲν ἀκοῦσαι, μνηστεῦσαι δὲ ἴσως ἀβέλτερον· ἐμὲ δὲ τὸ ἔγκλημα καταλαμβάνει σαφῶς, ὅτι δὴ χρέα πάντων ἐντιμότατα καταθεῖναι δέον εὐθὺς εἰς τόδε ἐμέλλησα καὶ περὶ μὲν τῶν ἄλλων οὐδὲν ἐπαυσάμην ἐν τῇ πόλει λέγων, τὸν δʼ εἰς αὐτὴν τὴν πόλιν ἀναβέβλημαι λόγον, ὥσπερ τις ἑτέρους μὲν ἐν ὀφθαλμοῖς τῆς μητρὸς θεραπεύων, αὐτῆς δὲ ἐκείνης καταμελῶν. καὶ μὴν οὐδʼ ἐκεῖνό γε εὔλογον παρὰ μὲν ὑμῶν ὁμολογεῖν τὴν τέχνην ἔχειν, ὑπὲρ δὲ τῶν δεδωκότων μὴ χρῆσθαι τὸν λαβόντα τῇ τέχνῃ, ἀλλʼ ἐν μὲν ταῖς ἐπʼ ἀγορᾶς συνουσίαις, ὅσῳ τὰς ἄλλας νικᾷ, δεικνύειν, ταύτας δὲ τὰς ἀποδείξεις μὴ τολμῆσαι ποιῆσαι βιβλίον.
Οὔσης δὲ τοσαύτης ἀφθονίας τῷ βουλομένῳ μέμφεσθαι τὴν σιγὴν ὅμως ἔνι τις ἀπολογία τῇ σιωπῇ. οὐ γὰρ τὸ μὴ λέγειν ἐγνωκότος ἦν διὰ τέλους μὴ λέγειν, ἀλλʼ ἐκράτει μὲν εἰπεῖν, ἐν δὲ τῷ διαμέλλειν ἦν τις ἐλπὶς μείζω τὴν δύναμιν ἔσεσθαι τοῦ χρόνου προστιθέντος τῇ τέχνῃ. τιμῶντος οὖν ἦν, οὐ ῥᾳθυμοῦντος, καὶ κοσμεῖν ἐπιθυμοῦντος κάλλιον, ἀλλʼ οὐχ ὅλως τὸ κοσμεῖν φεύγοντος ἡ μέχρι τοῦδε σιγή, καὶ πέπρακται μὲν εἰς τοὺς λόγους πλέον οὐδέν, ὡς ἀρκέσαι τοῖς παροῦσι, τὴν δʼ οὖν παραίτησιν τοῦ μὴ πρότερον εἰρηκέναι παρὰ τῆς γνώμης ἔχειν ἔσται μοι.
Κοινὸν μὲν οὖν τῶν ἐγκωμιαζόντων ἔθος λείπεσθαι φάσκειν τὴν αὑτῶν ἀσθένειαν τοῦ μεγέθους τῶν ἔργων οἷς προσάγουσι τὸν λόγον, καὶ συγγνώμην αἰτεῖν παρὰ τῶν ἀκουόντων, εἰ βουλόμενοι τῆς ἀξίας ἐγγὺς ἐλθεῖν ἄκοντες ἐλάττους γίγνοιντο· ἐγὼ δὲ ταύτην ἐμαυτῷ ἁπανταχόθεν ἡγοῦμαι προσήκειν, τοῖς δὲ ἄλλοις οὐδʼ ὁθενοῦν, ὁπόσοι πρὸς τήνδε τὴν ὑπόθεσιν ὥρμησαν. τοῖς μὲν γὰρ ἄλλοθεν ἐπελθοῦσιν οὐκ ἦν ἀνάγκη τοῦ λόγου, ἀλλὰ λέγοντες μὲν τεχνικῶς ἐχαρίζοντʼ ἄν, τοῦτο δὲ μὴ ποιοῦντες οὐκ ἂν ἐδόκουν φορὰν ἀναγκαίαν ἐκλείπειν· ὁ δὲ κύριος ὢν εἰπεῖν τε καὶ μή, τυγχάνων μὲν τῆς σπουδῆς ἐπαίνου ἄξιος, ἁμαρτάνων δὲ οὐδὲ συγγνώμης. ᾧ γὰρ ἐξῆν μηδὲ καταστῆναι τὴν ἀρχὴν εἰς παραιτήσεως χρείαν, οὗτος ἑκὼν εἰς τὴν χρείαν ἐμβὰς δικαίως ἂν τῆς παραιτήσεως στέροιτο. ἐμοὶ δὲ πρὸς τὸν λόγον ὑπὸ τῶν τῆς πατρίδος ἑλκομένῳ δικαίων καὶ ᾧ δυοῖν ἦν ἀνάγκη θάτερον, ἢ λέγειν ὁπωσοῦν ἀπὸ τῶν παρόντων ἢ κακῷ δοκεῖν εἶναι πολίτῃ, πῶς οὐ πανταχόθεν ἕτοιμος ἡ συγγνώμη; καὶ γὰρ εἰ μὲν ἦν μοι χρήματα χορηγεῖν ἀποχρῶντα, καλῶς ἂν εἶχεν ἴσως ἐκείνως τὸ δίκαιον σώσαντι μὴ τὸν διὰ τοῦ λόγου κίνδυνον αἱρεῖσθαι· ἐπεὶ δὲ τὰς ἐκείνῳ μὲν τῷ τρόπῳ λειτουργίας ὑπὸ τῆς Τύχης ἀφῄρημαι, δεῖ δέ τι φανῆναι καὶ αὐτὸν φέροντα τῇ πόλει, τῷ φόβῳ τῆς σιωπῆς ἡ περὶ τὸ λέγειν τόλμα τὴν συγγνώμην ἔχει.
Οἱ μὲν οὖν πολλοὶ τῶν ἐπὶ τὴν ἀκρόασιν ἡκόντων τὴν μὲν παροῦσαν τύχην τῆς πόλεως ὁρῶντες, τῆς δὲ ἄνωθεν σεμνότητος οὐδὲν εἰδότες καὶ τὰ μὲν θαυμάζοντες, τὰ δὲ οὐκ εἶναι νομίζοντες οἴονταί με τοῦ μεγέθους εὐθὺς ἅψεσθαι καὶ τῆς ἐν τούτοις ὑπεροχῆς, ὥσπερ καὶ αὐτὸν ὁμολογοῦντα τοῖς μὲν νέοις νικᾶν τὴν πόλιν, τοῖς δὲ ἀρχαίοις νικᾶσθαι. δεῖ δέ με ἐκεῖνα πρότερον ἀξιώσαντα μνήμης ἔπειτα οὕτως ὑπὲρ τῶνδε λέγειν, ὥστε φανῆναι συμφωνίαν τῶν ὄντων πρὸς τὰ πάλαι καθεστῶτα καὶ ὅτι οἷς γε ἐκεῖνα προϋπῆρξε, καὶ ταῦτα ὀφείλεται, ἡ δὲ νῦν λαμπρότης οὐκ ἀπὸ χειρόνων ἤρτηται.
Πρὶν δέ, οἵ τινες πρῶτοι κατέσχον τὴν χώραν, διδάξαι, περὶ φύσεώς τε τῆς χώρας καὶ ὅπως μὲν ἀέρων εἴληχεν, ὅπως δὲ ἔχει πρὸς θάλατταν, ὅπως δὲ ὑδάτων μετείληφεν, ἥτις δὲ αὕτη καρποὺς ἐκτρέφειν, καὶ ὅλως περὶ τῆς ἐνταῦθα πλεονεξίας διαλεκτέον. ὥσπερ γὰρ ἡ χώρα πρεσβύτερόν τι τῶν ἐνοικούντων, οὕτω καὶ τὴν ὑπὲρ ταύτης εὐφημίαν προτέραν εἶναι δεῖ τῆς εἰς τὸ γένος ἐσομένης.
Καὶ ἅμα πρῶτον καὶ μέγιστον πόλεως ἐγκώμιον γῆς ἀρετή, καθάπερ, οἶμαι, νεώς, ὅταν ἐπʼ ἰσχυρὰν τὴν τρόπιν τὰ ἄλλα ᾖ συμπεπηγότα. τοῦτο δὴ πρὸ τῶν ἄλλων ἐξεταστέον. καὶ οὐ ταὐτόν γε πείσομαι τοῖς πολλοῖς, οἳ πᾶν ὅτι ἂν ἐπαινῶσι χωρίον μέσον τῆς οἰκουμένης βιάζονται δεικνύειν. πρῶτον μὲν γὰρ εἰ ὅτῳ τοῦτο ὑπάρχει, καὶ τὸ καλῷ γε εὐθὺς εἶναι προσυπάρχει, μιᾶς πόλεως γίγνεται, ὅτι ταῖς ἄλλαις οὐκ ἔστιν εἶναι μέσαις. ὥστε οἱ πλείους ληροῦσι τῶν λόγων. ἔπειτα εἰ μὲν τὸ μεσεύειν τοῖς ὅλοις ἐδίδου κρατεῖν, εἶχεν ἄν τινα νοῦν ἡ σπουδὴ τοῖς ταῦτα φιλονεικοῦσιν. εἰ δʼ οὐ ταὐτὸν εἰς καρπῶν φορὰν Αἴγυπτός τε καὶ ἡ πέτρα Δελφῶν, τί δεῖ μέσην δεικνύειν ἀντὶ τοῦ καλὴν ἀποφαίνειν ἣν ἐπαινεῖ τις;
Τοῦτο τοίνυν ἔξεστί μοι περὶ τῆς ἐμαυτοῦ φθέγξασθαι, ὅτι τῆς ὑπʼ οὐρανῷ καλλίστης τὸ κάλλιστον ἥδε ἐστίν. ὁμολογεῖται μὲν γὰρ τῆς γῆς ἄριστον εἶναι τοῦθʼ ὃ πρῶτον ὁ θεὸς ἀνίσχων προσβάλλει. καὶ βασιλεῦσί τε κτῆμα περιμάχητον ἥδε ἡ μοῖρα, καὶ ὅτῳ γέγονεν, οὗτος παρὰ τοῦτο μείζων, πᾶσί τε ἀνθρώποις εἰς ἀκοὴν ἐρχόμενον τοὔνομα χάριν τινὰ κομίζον ἔρχεται καὶ τὰς ψυχὰς ἡδονῆς ὑποπίμπλησιν, ὥσπερ τῶν ὀνειράτων ὁπόσα κήπων εἰκόσι τοὺς καθεύδοντας εὐφραίνει. οὕτω δὲ ἁπάσης τῆς ἑῴας ἐχούσης τὰ πρῶτα εἰς ἡμᾶς ἔρχεται. τοῖς μὲν γὰρ ἄλλοις ἡ χώρα τὸ μὲν δίδωσι, τὸ δὲ οὐ δίδωσιν, ἢ νὴ Δία γε παντοδαπὰ δίδωσι μέν, ὑπερβολαῖς δὲ ὡρῶν τὸ λυπηρὸν οὐκ ἐκπέφευγεν, ἢ διαφεύγει μὲν καὶ τοῦτο, σπάνει δὲ ὑδάτων καὶ τὴν ἄλλην εὐκαιρίαν ἀμβλύνει. ἡμῖν δὲ πάντα ἀλλήλοις ἐφάμιλλα, ἡ γῆ, τὰ νάματα, τῶν ὡρῶν ἡ κρᾶσις. γῆ τοίνυν ἡ μὲν ὑπτία τοῖς πελάγεσι παρισουμένη, βαθεῖα καὶ πίειρα καὶ μαλακή, ῥᾳδίως μὲν ἀρότροις εἴκουσα, γεωργῶν δὲ ἐπιθυμίας ἐπιεικῶς ὑπερβαίνουσα, ὁμοίως μὲν ἀγαθὴ σπείρειν, ὁμοίως δὲ ἀγαθὴ φυτεύειν καὶ πρὸς ἑκατέρων τὰς γονὰς εὖ ἡρμοσμένη, δένδρα μὲν ὑψηλὰ μεθʼ ὥρας παρεχομένη, τοὺς δὲ ἀστάχυς τῶν παρʼ ἄλλοις δένδρων ὑψηλοτέρους, τοὺς δὲ καρποὺς εἰς πλῆθος, τὸ δὲ κάλλος ὑπὲρ τὸ πλῆθος. ἄπεστι δὲ οὐδὲν ὃ παρεῖναι βέλτιον, ἀλλʼ ἄν τε τὸν Διόνυσον εἴπῃς, πολὺς παρʼ ἡμῖν βακχεύει, ἄν τε τὴν Ἀθηνᾶν, τῷ φυτῷ αὐτῆς ἡ γῆ κομᾷ· ὥστε πολὺς μὲν οἶνος εἰς τοὺς ὁμόρους ἐνθένδε ῥεῖ, πολλῷ δὲ ἔτι πλέον ἔλαιον ἐν ὁλκάσιν ἄγεται πανταχοῖ. Δημήτηρ δὲ οὕτω δή τι τὴν ἡμετέραν ἠγάπησε μᾶλλον ἢ Σικελίαν, ὥστε Ἥφαιστος μὲν ἐπὶ τῆς ἀσπίδος χρυσῆν ἄρουραν ἐποίησεν, ἡ δὲ μοῖραν ἡμῖν τῆς γῆς οὐ μικρὰν χρυσῷ προσόμοιον ἐποίησε τῇ τε χρόᾳ καὶ ἅμα ὁ καρπός, οἷος οὐκ ἄλλοθεν, καὶ τὸ δῶρον ξανθῆς ὄντως θεοῦ. ὄρη δὲ ἡμῖν τὰ μὲν ἐν τῇ χώρᾳ, τὰ δʼ αὖ περὶ τὴν χώραν, τὰ μὲν τὴν πεδιάδα τέμνοντα, τὰ δʼ εὐρέα τὴν εἴσοδον, τὰ δὲ πρὸς τοῖς τέρμασι περικλείοντα. τούτων δὲ τὰ μὲν τῷ σχήματι διέστηκε τῆς ὑπτίας εἰς ὕψος ἠρμένα, τὰ δὲ τῷ εὔγεῳ ἁμιλλᾶται τοῖς κάτω, καὶ οὐκ ἐν ἀτιμοτέροις γεωργοὶ πονοῦσι ζεύγη περὶ τὰς κορυφὰς ἐλαύνοντες, ἀλλʼ ὅσα μὲν ἡ ἄπεδος ἀλλαχοῦ τρέφει μόνη, ταῦτα παρʼ ἡμῖν καὶ τὰ ὄρη γεννᾷ, ὅσα δὲ τῶν ὀρῶν ἐστιν ἀλλαχοῦ δοῦναι μόνων, ταῦτα παρʼ ἡμῖν καὶ παρὰ τῶν πεδίων τίκτεται. οὐ γὰρ διῄρηται τὸ μὲν εἰς φυτῶν αὔξησιν, τὸ δὲ εἰς σπερμάτων ὑποδοχήν, ἀλλʼ ἴδοις ἂν ἐν τοῖς αὐτοῖς δένδρα τε ἀναδραμόντα καὶ ὑπὸ τοῖς δένδρεσι λήια θάλλοντα, μᾶλλον δὲ καὶ μεμερισμένως ταῦτα δείκνυσι καὶ κατὰ σύνοδον φέρει. τουτὶ μὲν γὰρ τῆς γῆς πολύπυρον, τουτὶ δὲ πολυοινότατον, τουτὶ δὲ πάντα συνείληφε. καὶ τὸ τὰ ὄρη μὴ λείπεσθαι τῶν πεδίων εἰς γονὰς οὐ δίδωσι χώραν λιμῷ ῥᾳδίως συμβῆναι. ἐν γὰρ ταῖς τῶν ὡρῶν ἀταξίαις οὐχ ἡ αὐτὴ κατʼ ἀμφοτέρων βλάβη. τὸ γὰρ ἐνδεέστερον πρὸς τὰ κάτω τοῦτο πολλάκις πρὸς τὰ μετέωρα μέτριον καὶ τὸ ʼκείνοις ἐπιζήμιον πολλάκις διαφεύγει τὰ κάτω, ὥστʼ ἐπʼ ἀσφαλοῦς ἐξεῖναι τὰ πολλὰ βιοτεύειν ἢ πάσης εὐθηνούσης ἢ πάντως γε τῶν ἑτέρων. τῶν δὲ ὀρῶν ὁπόσα οὐ κάρπιμα τὴν φύσιν, ἑτέρωθι συντελεῖ. τὰ μὲν γὰρ ταῖς λιθοτομίαις ἵστησι τῇ πόλει τοὺς τοίχους, τὰ δὲ ταῖς ὕλαις ἐρέπτει τε καὶ τἄλλα συνεργάζεται καὶ χωρὶς τούτων σιτοποιοῖς τε καὶ λουτροῖς παρέχει τὸ πῦρ, ὅθεν περιεῖναί τε καὶ τρυφᾶν ὑπάρχει. ποίμνιά τε καὶ αἰπόλια τῶν βοσκημάτων εἰς τὴν ἀνθρώπου τροφὴν τελεῖ, καὶ οὐδέν, ὥσπερ ἐν τοῖς πεπηρωμένοις σώμασιν, ἀργὸν ἔρριπται τῆς χώρας, ἀλλὰ τὰ μὲν ἀμείβεται τοὺς πόνους μεγαλοπρεπῶς, τὰ δʼ ἄνευ πόνων δωροφορεῖ.
Ποταμοὺς τοίνυν ὁπόσοι διαρρέουσι τὴν γῆν, τίς ἂν ἐξαριθμήσειε τοὺς μὲν μείζους, τοὺς δὲ ἐλάττους, καὶ τοὺς μὲν ἀενάους, τοὺς δὲ τοῦ χειμῶνος ἐκγόνους, πάντας δὲ ὁμοίως χρησίμους, τοὺς μὲν ἐκ τῶν ὀρῶν ὁρμωμένους, τοὺς δὲ ἐκ τῶν πεδίων ἀνίσχοντας, τοὺς μὲν εἰς ἀλλήλους ἐμβάλλοντας, τοὺς δὲ εἰς λίμνην ἰόντας, τοὺς δὲ εἰς θάλατταν στείχοντας;
Αἵ γε μὴν πηγαὶ καὶ τὸ τούτων ἄφθονον ἡμέτερον ἀκριβῶς γνώρισμα, καὶ οὐδεὶς οὕτω θρασὺς οὐδὲ ἐπὶ Νύμφαις μεγαλοφρονῶν, ὅστις ἂν ὡς ἴσον ἐνταῦθα ἔχων παρρησιάσαιτο.
Ὑπὲρ δὴ τοιαύτης τῆς ἡμετέρας γῆς αἱ Ὧραι χορεύουσιν ἐμμελῶς οὐ διαφθείρουσαι τὴν ἀπὸ ταύτης χάριν τῷ παρὰ σφῶν ἀηδεῖ· οὔτε γὰρ ὁ χειμὼν ὑπὸ πλεονεξίας ἐπιλαμβάνει τὸν τοῦ ἦρος χρόνον μεθαρμόττων εἰς αὑτὸν τὴν ἐκείνου τέρψιν οὔτε τὸ θέρος ταὐτὰ ποιοῦν ἐκτείνεται πρὸς τὸν χειμῶνα τὴν αὑτοῦ τε κἀκείνου μέσην ὥραν ἐκβάλλον, ἀλλʼ ἑκάστη τε ἐν ὅροις μένει καὶ τοῦ ἔτους ἴσον ἀποτέμνεται μέτρον καὶ τῆς δευτέρας προσιούσης ἐξίσταται. καὶ τὸ μέγιστον, αἱ γὰρ ἐκ τῶν ὑπερβολῶν ἀνιαραὶ τοῖς σώμασιν, ἡ μὲν τοῦ ψύχους, ἡ δὲ τοῦ θάλπους τὸ ὑπερβάλλον δεῦρο κολάζουσαι ταῖς ἡμερωτέραις ἐοικέναι βούλονται. καί μοι δοκοῦσι καθάπερ πρὸς ἀλλήλας συνθέμεναι τῆς ἀλλήλων μεταλαμβάνειν δυνάμεως, ὁ μὲν χειμὼν μετουσίαν τινὰ θέρους ἐμφαίνειν τῷ προσηνεῖ καὶ ἀλύπῳ, τὸ δὲ θέρος παρʼ ἐκείνου δέχεσθαι τοσοῦτον, ὅσον ἔμελλεν εἶναι κώλυμα τῷ λυποῦντι τῆς θέρμης. καὶ ὁ μὲν ὄμβρους ἄχρι κόρου παρέχει τῇ γῇ ψῦχος ἀφελών, ἡ δὲ ἀνίησι λήια καὶ θεριναῖς αὔραις ἐκτρέφει ῥυομέναις τά τε σώματα καὶ τοὺς ἀστάχυς τῆς ἐκ τοῦ καύματος ζημίας. ὥστε μόνοις ἡμῖν ὑπάρχει τῇ παρούσῃ τε ἀεὶ τῶν ὡρῶν ἥδεσθαι καὶ τὴν δευτέραν ἀσμένως δέχεσθαι διὰ τὸ πάσαις ἐνεῖναί τι κεκραμένον καὶ εὔχαρι. τῶν δʼ ἄλλων οἱ πλεῖστοι οἱ μὲν ἅπαντι τῷ κύκλῳ καταμέμφονται, οἱ δὲ ταῖς μὲν βελτίοσι, ταῖς δὲ οὐ τοιαύταις χρώμενοι ταὐτὸν πεπόνθασι τοῖς ἐξ εἰρήνης εἰς πόλεμον μεταπίπτουσιν, ἐπειδὰν ἡ μὲν ἀμείνων τὰ αὑτῆς ἐκπλήσασα οἴχηται, προσβάλλῃ δὲ ἡ χαλεπωτέρα, καὶ πρὶν ἡσθῆναι καθαρῶς, ἀλγοῦσι τὴν μὲν ἀπιοῦσαν οὐ δυνάμενοι κατασχεῖν, τὴν δʼ ἐπιοῦσαν φρίττοντες. ὧν ἡ μὲν ἱδρῶτι ῥεῖσθαι καταναγκάζει καὶ καλινδεῖσθαι περὶ τὰς κρήνας, ἡ δὲ τοῖς κάμνουσι παραπλησίως ἐν ταῖς εὐναῖς διάγειν νιφετῷ καθειργμένους. μόνοις δὲ ἡμῖν τό τε παρὸν τοῦ ἔτους ἡδύτερον καὶ τὸ προσδοκώμενον οὐκ ἀηδέστερον, ἀλλʼ ἡ μὲν εὐφράνασα παρέρχεται, ἡ δὲ τὸ ἴσον κομίζουσα πρόσεισι, καὶ διαφέρομεν οὐδὲν τῶν πορευομένων ἐκείνας τὰς ὁδούς, ὅσαι πηγαῖς σκιεραῖς καὶ τόποις ἀναπαυστηρίοις ἀπʼ ἀρχῆς εἰς τέλος διειλημμέναι μετʼ εὐθυμίας ὁδοιπόρους παραπέμπουσιν.
Οὕτω δὲ τῶν ὡρῶν λαχόντες οὕτως πρὸς θάλασσαν ἔχομεν, ὡς εἰ μὴ συνέβαινεν ἔχειν, ἐλάττωμα ἂν ἐθέμην. οὔτε γὰρ ἡμερῶν ὁδὸν θαλάττης ἀπέχομεν οὔτε ἐπʼ αὐτοῖς αἰγιαλοῖς ἱδρύμεθα.
Τούτοιν δὲ ἑκάτερον ὁπόσον πόλει βλάβος, ἐν βραχεῖ δηλώσω. μᾶλλον δὲ τὸ μὲν ὅλως ἀπεστερῆσθαι θαλάσσης ὡς βλαβερόν, ἅπασι δῆλον, καί τις ἂν ἑτερόφθαλμον τὴν ὧδε ἔχουσαν προσειπὼν οὐκ ἂν ἁμάρτοι, τὸ δὲ τοῦ μὴ κεῖσθαι ἐπʼ αὐτῇ κέρδος τὴν ἀπόδειξιν ἀπαιτεῖ. πρῶτον μὲν τοίνυν ἐπικλύσεις ὁπόσας ἐργάζεται θάλασσα, τὰς κάτω κειμένας ἀνάγκη φοβεῖσθαι καὶ τῷ τῶν καλυφθέντων παραδείγματι τὸ θαρρεῖν ἀφῃρῆσθαι. ἔπειθʼ οἷς δοκεῖ πρὸς εὐφροσύνην τελεῖν τὸ βλέπειν ἐξεῖναι πρὸς νῶτα θαλάσσης καὶ φερομένας ὁλκάδας καὶ κελευσμάτων ἀκούειν, τοῦτο οὐ πλείους εὐφροσύνας ἢ δυσθυμίας προξενεῖ, ὅταν ἐλαυνόμενον ὑπὸ τῶν κυμάτων τὸ κλυδώνιον ἐν ὀφθαλμοῖς μὲν τῶν ἄρτι τερπομένων βαπτίζῃ τὰ πλοῖα, μεταβάλλῃ δὲ τοῖς ναύταις εἰς οἰμωγὰς τὰ κελεύσματα, τοῦ δὲ λόγου τῆς ναυαγίας μεστὴν ἀποφαίνῃ τὴν πόλιν. τὸ δὲ μέγιστον εἰς ζημίαν, πόλιν γὰρ ἐπιθαλαττίδιον ναυτικῆς ἀπειροκαλίας ἀνάγκη γέμειν θορύβων τε ἀνελευθέρων καὶ φωνῶν βωμολόχων καὶ τῶν ἄλλων ἃ λυμαίνεσθαι καὶ διαφθείρειν ἤθη πόλεων ἰσχύει· τοὺς μὲν γὰρ ἔξωθεν καταπλέοντας δέξεται, τοὺς δὲ αὐτὴ πλέοντας παρέξεται. ἔπειτα ἡ τοῦ μέρους κακία διὰ παντὸς ἦλθε τοῦ πληρώματος. ἀλλʼ ἡμῖν γε ἡ θέσις τῶν ἀπὸ τῆς θαλάττης ἀγαθῶν ἀπολαύειν παρέχουσα τῶν ἐκεῖθεν κακῶν καθαρεύειν δίδωσι, καὶ μετὰ μὲν τῶν ἐν μεσογείᾳ τῆς λύμης ἔξω καθέσταμεν, μετὰ δὲ τῶν ἐπὶ θαλάττῃ καρπούμεθα τὴν θάλατταν. καὶ διαφέρομεν τῶν μὲν τῇ τῶν ἐπιτηδείων ἀφθονίᾳ, τῶν δὲ τῇ σωφροσύνῃ τῶν τρόπων καὶ τὰ δοκοῦντα παρʼ ἀμφοῖν εὐδοκιμεῖν ἔχοντες ἀφʼ ὧν ἀμφότεροι ψέγονται, διαφεύγομεν. ὥστε ἐκεῖνοι μὲν ἀλλήλων τὰ μὲν πλεονεκτοῦσι, τὰ δὲ ἡττῶνται, ἡμεῖς δὲ μεθʼ ἑκατέρων νικῶντες μετʼ οὐδετέρων ἡττώμεθα. τοσοῦτον γὰρ διέχομεν λιμένων, ὅσον ἡμᾶς καθαρούς τε τηρεῖ θαλαττίων κακῶν καὶ μετόχους ποιεῖ τῶν ἐκ θαλάττης καλῶν. στάδιοι γὰρ τὸ μέσον εἴκοσι καὶ ἑκατόν, ὥστε ἀνὴρ εὔζωνος ἅμα ἡλίῳ κινηθεὶς ἐνθένδε κομιεῖ τι τῶν ἐκεῖθεν ἔτι μεσημβρίας ἑστώσης.
Περὶ μὲν οὖν φύσεως γῆς καὶ κράσεως ἀέρων καὶ τοῦ πρὸς θάλατταν σχήματος ἀποχρώντως ἴσως εἴρηται. ἐχόμενον δʼ ἂν εἴη διελθεῖν περὶ τῆς εὐγενείας τῶν κατασχόντων τὴν χώραν καὶ τῶν πρώτων καὶ τῶν δευτέρων καὶ τῶν ἐπʼ ἐκείνοις καὶ δεῖξαι πᾶσιν, ὡς ἡ ἀρίστη τῶν ἀρίστων ἐγένετο, καθάπερ πλωτήρων ἀγαθῶν εὖ πεποιημένη ναῦς. καὶ μακρότερα μὲν δόξω τοῦ καιροῦ λέγειν, εἰρήσεται δὲ πολλοστὸν ὧν εἰπεῖν ἔξεστιν. αἴτιον δὲ τῶν ἀρχαίων τὸ πλῆθος, διʼ ὃ τῶν πολλῶν σιωπηθέντων τὸ ῥηθὲν τοῦ μήκους οὐ διαφεύξεται δόξαν. τὴν μὲν οὖν ἀκρίβειαν αἱ συγγραφαὶ φυλάξουσιν, ἡμῖν δὲ ὅσα πρέπει πρὸς τὸ παρὸν ῥητέον.
Ἴναχος ἦν υἱὸς μὲν τῆς Γῆς, Ἰοῦς δὲ πατήρ. τῇ δὲ Ἰοῖ ταύτῃ Ζεὺς ἐραστὴς γενόμενος συνῆν. ἐπεὶ δὲ οὐκ ἐλάνθανε τὴν Ἥραν, ποιεῖ τὴν ἄνθρωπον βοῦν καὶ οὕτω συνῆν. Ἥρα δέ, καὶ γὰρ τοῦτο ᾔσθετο, πλήττει τὴν βοῦν οἴστρῳ, καὶ δρόμος ἦν αὐτῇ διʼ ἑκατέρας ἠπείρου. Ἴναχος δὲ ζητῶν τὴν αὑτοῦ καὶ εὑρεῖν οὐκ ἔχων καὶ λαβεῖν ἐπιθυμῶν ναῦς καθέλκει καὶ ἐμβιβάσας ἄλλους τε Ἀργείων τοὺς ἐν λόγῳ καὶ Τριπτόλεμον ἡγεμόνα εἶναι τοῦ παντὸς ἐξέπεμψεν ἐπὶ ζήτησιν τῆς ἠφανισμένης θυγατρός. οἱ δὲ πάντα μὲν πόρον ἔτεμνον, πάντα δὲ πορθμὸν διέπλεον, πᾶσαν δὲ ἀκτὴν παρέπλεον, ἀπέβαινον δὲ εἰς νήσους, διηρευνῶντο δὲ παραλίαν, ἀνέβαινον δὲ καὶ πρὸς ἤπειρον μέσην γνώμην ἔχοντες πρότερον ἀποθανεῖν ἢ καταλῦσαι τὴν ζήτησιν. ὡς δὲ προσέσχον καὶ τῇδε τῇ γῇ, τῶν νεῶν ἐκβάντες, νὺξ δὲ ἦν, ἀνῄεσαν ἐπὶ τὸ ὄρος παρὰ τοὺς ἐνοικοῦντας ὀλίγους δή τινας καὶ προσιόντες ταῖς οἰκίαις θυροκοπίᾳ τε ἐχρῶντο καὶ ἐρωτήσει περὶ τῆς Ἰοῦς. τυχόντες δὲ ξενίων καί τινα πόθον πρὸς τὴν γῆν λαβόντες τοῦτο πέρας ἐποιήσαντο τοῦ πλοῦ μεταστήσαντες τὴν τῆς ζητήσεως σπουδὴν ἐπὶ τὴν μονήν, ἐφʼ ὃ μὲν ἠπείγοντο, τοῦτο ἀφέντες, ἣν δὲ ἐθαύμασαν γῆν ἐντιμοτέραν θέμενοι τοῦ σκοποῦ, καθʼ ὃν ἐξέπλευσαν. τοῦτο δὲ ἦν οὐκ Ἰοῦς ὑπεριδεῖν, ἀλλʼ ὑπεριδεῖν τῆς οἰκείας· προείρητο γὰρ αὐτοῖς ὑπὸ τοῦ πέμποντος ἢ τὴν ἄνθρωπον ἄγειν ἢ μηδὲ αὐτοὺς ἀναστρέφειν. ὥσθʼ οἱ τοῦ ζητεῖν παυόμενοι τῆς οἰκείας ἑκόντες ἐστέροντο. εἰ μὲν οὖν ἐπʼ ἔσχατα τῆς οἰκουμένης ἐλθόντες οὐδενὸς εἰς ζήτησιν ἔτι λειπομένου μένειν ἔγνωσαν, εἰς τὴν ἀνάγκην, ἀλλʼ οὐ τὸν ἔρωτα τῆς χώρας τὸ τῆς αἰτίας ἤρχετʼ ἄν· ἐπειδὴ δὲ πολλῆς ὑπαρχούσης, ἐν ᾗ τινες ἦσαν τῆς εὑρέσεως ἐλπίδες, οὕτως ἐβούλευσαν, οἱ προτιθέντες τῶν ἐλπίδων τὴν μονὴν τῆς οἰκείας δήπου τὴν ξένην προὐτίθεσαν. οὕτως αὐτοὺς ἐγοήτευσεν ἡ χώρα. καὶ ὡς ἥψαντο τῆς γῆς, κατάκρας εἴχοντο, καὶ τὸ τῆς πατρίδος φίλτρον ὑπεχώρει τῷ τῆς ᾑρηκυίας θαύματι. τὸν δὲ τούτων ὕστερον γενόμενον Ὅμηρον οὐκ ἠξίουν ἔγωγε μηδὲν εἶναι φῆσαι πατρίδος ἀνθρώποις ἥδιον, τῇ δὲ τῶν Ἀργείων ψήφῳ καὶ τοὐναντίον εἰπεῖν, ὅτι πολλάκις ἀμείνων χῶρος ἐπισπασάμενος γνώμας ἀνθρώπων ἐξέβαλε τῆς ἐνεγκούσης τὴν μνήμην. οὗτος τοίνυν ὁ Τριπτόλεμος ὁ κατὰ ζήτησιν τῆς Ἀργείας κόρης ἱδρύσας ὃν ἦγε λαὸν πόλιν τε ἐποίησεν ὑπὸ τῷ ὄρει καὶ Διὸς ἱερὸν ἐν τῇ πόλει Νεμείου προσειπών, Ἰώνην δὲ τῇ πόλει τοὔνομα ἀπὸ τῆς Ἰνάχου θυγατρός. ἧς γὰρ ἀφέντες τὴν ζήτησιν ᾤκισαν τὴν πόλιν, ταύτην ἐτίμησαν τῇ κλήσει τοῦ ἄστεος· ἤδη δὲ τὴν γῆν ἐργαζόμενοί τε καὶ καρπούμενοι μετονομάζουσι τὸν Νέμειον Ἐπικάρπιον. Τριπτόλεμος μὲν οὖν τὰς πρώτας ὑποθέσεις βαλόμενος τῇ πόλει μεθίσταται καὶ διὰ τῶν τιμῶν ἐν τοῖς ἥρωσιν ἠριθμεῖτο· θεὸς δὲ ᾧ κατὰ νοῦν ἡ πόλις κατεσκευάζετο, βουλόμενος αὐτὴν ἐκ τῶν ἀρίστων αὐξῆσαι γενῶν κινεῖ Κάσον ἐκ Κρήτης, ἄνδρα ἀγαθόν, καὶ δεῦρο ἄγει, τῷ δὲ ἄρα εἵπετο Κρητῶν τὸ δοκιμώτατον. ἐλθόντες δὲ εὗρον τοὺς Ἀργείους ἀμείνους τῶν οἴκοι. Μίνως μὲν γὰρ φθονῶν ἐξέβαλεν, Ἀργεῖοι δὲ ἀσμένως ἐδέχοντο καὶ μετέδοσαν πόλεώς τε καὶ χώρας καὶ ὅσων αὐτοῖς μετῆν. οὐ μὴν εὖ παθεῖν μᾶλλον ὁ Κάσος ἢ εὖ ποιεῖν ἠπίστατο. καὶ κατιδὼν τῶν Τριπτολέμου νομίμων τὰ πολλὰ μεθεστηκότα ταῦτά τε ἐπανήγαγε καὶ τὴν Κασιῶτιν ᾤκισε. μείζω δὲ ἤδη περίνοιαν λαμβάνων ἐπιχειρεῖ κτήσασθαι τῇ πόλει τὴν Κυπρίων εὔνοιαν καὶ γαμεῖ τὴν θυγατέρα Σαλαμίνου, ὃς ἐτυράννει Κυπρίων. πλεούσῃ δὲ τῇ παρθένῳ συνανήγετο στόλος παραπομπὴν τῇ νύμφῃ ποιοῦντες θαλάττιον. ὡς δὲ ἐγεύσαντο τῆς ἡμετέρας, ἀφεῖσαν τὴν νῆσον καὶ ἐγένοντο μοῖρα τῇ πόλει. σημεῖον δὴ ποιήσαιτʼ ἄν τις τοῦ κατʼ ἀρετὴν βεβοῆσθαι τὸν Κάσον τὸ τὸν ἄρχοντα νήσου τοσαύτης τὸ κῆδος ἀσμένως συνάψασθαι καὶ τῆς γε ἡμερότητος τοῦ Κάσου σημεῖον τὸ τοὺς ἄγοντας τὴν κόρην ἀνθελέσθαι τῶν φιλτάτων τὴν προστασίαν ἐκείνου. λέγεται δὲ καὶ τῶν Ἡρακλειδῶν τινας κατὰ τὴν ἔλασιν ἣν ὑπʼ Εὐρυσθέως ἠλαύνοντο, πολλοὺς Ἠλείων ἄγοντας καὶ τὴν μὲν Εὐρώπην ἅπασαν, τῆς δὲ Ἀσίας τὴν ἄλλην ὑπεριδόντας ἐνταῦθα στῆσαι τοὺς μόχθους καὶ αὐτοῦ τε ἱδρυθῆναι καὶ προσθήκην ἀνεγεῖραι τῇ πόλει τὴν Ἡράκλειαν. σκοπείτω δή τις τὴν εὐγένειαν καὶ ὡς ὅτιπερ κράτιστον τῶν ἑκασταχοῦ, τοῦτο ἐνταυθοῖ συνερρύηκεν, ὥσπερ εἴς τι χωρίον ἐξῃρημένον ὑπὸ τῶν κρειττόνων εἰς ὑποδοχὴν ἀνδρῶν ἀξίων θαυμάσαι, καὶ μόνοις ἡμῖν αἱ ῥίζαι τὰ παρʼ ἑκάστοις σεμνὰ συνήγαγον εἰς τἀυτό, τὴν Ἀργείων παλαιότητα, τὴν Κρητικὴν εὐνομίαν, γένος ἐκ Κύπρου βασίλειον, τὴν Ἡρακλέους ἀπορροήν. Ἀθήνηθεν δὲ οὓς ἐδεξάμεθα καὶ ὅσοις ἄλλοις Ἑλληνικοῖς γένεσιν ἀνεκράθημεν, ἐπειδὰν ὁ λόγος χωρῶν ἐπʼ ἐκείνους ἔλθῃ τοὺς χρόνους, εἰρήσεται.
Νυνὶ δὲ λεκτέον, ὡς καὶ τῇ Περσικῇ βασιλείᾳ τὸ χωρίον ἄνωθεν αἰδέσιμον. καὶ νὴ Δία γε καὶ τοῖς Περσῶν θεοῖς ἔντιμον καὶ πρό γε ἐκείνων Ἀσυρίοις. ἐστράτευε μὲν γὰρ ἐπʼ Αἴγυπτον ὁ Καμβύσης, γυνὴ δὲ αὐτῷ Μερόη παρῆν. σκηνώσαντες δὲ ἐν τῷ τόπῳ, ᾧ τὴν αὑτῆς ἔδωκε προσηγορίαν ἡ γυνή, ἡ μὲν ἦλθεν εἰς τὸν ναὸν τῆς Ἀρτέμιδος, ὡς θύσειε, Σεμίραμις δὲ ἡ Ἀσυρίων ἄρχουσα τῇ θεῷ τὸν νεὼν ἐπεποιήκει. ἰδοῦσα δὲ τὴν ὀροφὴν ὑπὸ γήρως ἀπειρηκυῖαν δεῖται Καμβύσου θεραπεῦσαι τὸ πεπονηκός. ὁ δὲ μετεωρότερόν τε τὸν νεὼν ἦρεν ἐπιβολαῖς τοίχων καὶ περιήλασε περίβολον ἱκανὸν δέξασθαι πανήγυριν, αὐτῇ δὲ τῇ πανηγύρει τοὔνομα ἀπὸ τῆς γυναικὸς ἔθετο· ἡ δὲ κλήρους τε ἀνῆκε τῇ δαίμονι καὶ γυναῖκας ἐγκατέστησεν ἐπιμελεῖσθαι καὶ τῆς Περσικῆς εὐδαιμονίας τὸ ἱερὸν ἐνέπλησε θρόνους ἀναθεῖσα καὶ κλίνας καὶ τόξα, πάντα χρυσᾶ. τούτων δὲ ἐπιτελεσθέντων ἐπῆλθε τοῖς τὴν Ἰώνην κατοικοῦσι καταβῆναι πρὸς Καμβύσην. ὡς δὲ εἰσήγγειλαν οἷς τοῦτο προσέκειτο, καλεῖ παρʼ αὑτὸν καὶ ἤρετο, τίνες ὄντες καὶ τί παθόντες τὴν ἐκείνου κατέχοιεν. γνοὺς δέ, ὅθεν τε ὥρμηντο, καὶ τὰς τύχας ὑφʼ ὧν ἐκομίσθησαν, καὶ θαυμάσας τὸ συμμῖξαι βουληθῆναι μᾶλλον ἢ παριόντα λαθεῖν, οὐχ ὡς ἀπαιτεῖν δίκαιος ὢν χάριτας τοὺς τὴν αὑτοῦ κατέχοντας, ἀλλʼ ὡς ἂν αὐτὸς ἐκείνοις ὀφείλων τῆς ἐνοικήσεως οὕτω διετέθη τὴν γνώμην. σημεῖον δέ, δῶρα δοὺς ὥσπερ εὐεργέτας ἀπέπεμψε. λεγέτω τοίνυν ὁ βουλόμενος τὴν ἀγριότητα Καμβύσου καὶ ὡς οὐκ ἦν ἑαυτοῦ. μᾶλλον γὰρ τὸ μετὰ θεῶν τε καὶ ὑπὸ θεοῖς ζῆν τοὺς προγόνους φανεῖται. τὸ γὰρ τὸν ὀργῇ χρώμενον εἰς ἅπαντα καὶ τὴν ὠμότητα ποιούμενον ἡδονὴν κρείττω γενέσθαι τῆς φύσεως πρὸς τὴν ἐκείνων θέαν καὶ μὴ παροξυνθῆναι πρὸς ἄνδρας Ἕλληνας τὴν βασιλέως νεμομένους πῶς οὐ θεοῦ τινος ἦν ἄντικρυς ἐπὶ τὴν σκηνὴν αὐτοὺς παραπέμποντος καὶ παρασκευάζοντός γε ἀμφότερα, τοὺς μέν, ὅπως θαρρήσαιεν, τὸν δʼ ὅπως μὴ τραχυνθείη, καὶ τῶν μὲν ἐξαιροῦντος τὸν φόβον, τοῦ δὲ κοιμίζοντος τὸν θυμόν; καὶ τί δεῖ τεκμαιρόμενον λέγειν ἀφέντα ἔργον περιφανές; παρὰ θεοῖς ἄνωθεν ἐράσμιος ὁ χῶρος. ὃν γὰρ μέγιστον ἄγουσι θεὸν Πέρσαι τὸν Ἥλιον, καὶ τὰς σατραπείας ὑπʼ αὐτῷ Περσίδι φωνῇ, οὗτος, ἐπειδὴ τὸν Καμβύσην ὕπνος ἔλαβεν, ἐπὶ τῷ πρώτῳ στὰς ὑπὲρ κεφαλῆς ἐν ὀνείρασιν αὐτῷ διελέγετο κελεύων αὐτὸν αὐτοῦ καταλιπεῖν μηδὲ εἰς Αἴγυπτον ἄγειν καὶ προεῖπέ γε, ὡς πόλιν ὁ τόπος δέξεται, Μακεδόνων ποίημα. Καμβύσης δὲ χαρίζεται τῷ θεῷ καὶ πλησίον που τῆς Ἀρτέμιδος τὸν ἀδελφὸν ἱδρύσατο. καὶ οὕτως ἐδέξατο τὸν Περσῶν θεὸν ἔνοικόν τε καὶ ἐραστὴν ὁ τόπος καὶ μάντιν τῆς μελλούσης τύχης οὐδὲν τοῦ Καμβύσου πρὸς τὴν πρόρρησιν παθόντος ὧν εἴωθεν ἐμποιεῖν ὁ φθόνος. οἱ μὲν οὖν λαμπρύνοντες τάς τε Ἀθήνας καὶ Κορινθίων τὸ ἄστυ θεομαχίας περὶ τὰς πόλεις ἱστᾶσιν, ὑπὲρ Κορίνθου μὲν Ἡλίου πρὸς τὸν ἄρχοντα τῆς θαλάσσης, ὑπὲρ δὲ τῆς Ἀττικῆς Ἀθηνᾶς πρὸς τὸν αὐτὸν τοῦτον θεόν, καὶ μικροῦ διαλύουσι τὴν ἁρμονίαν τοῦ παντὸς εἰς τὴν τῆς θεομαχίας τόλμαν δυσσεβέσι κόσμοις κοσμοῦντες ἃς ἐπαινοῦσι πόλεις καὶ διὰ τῆς εἰς τὸ θεῖον ὕβρεως πληροῦντες τῆς εὐνοίας τὴν χάριν, ἀγνοοῦντες, ὡς ἑνὶ τούτῳ ψεύδει καὶ τῶν ἄλλων ἐπαίνων ἀφαιροῦνται τὴν πίστιν. ἡμῖν δὲ ἐρασταὶ μὲν γεγόνασι θεοί, πόλεμος δὲ ἐκείνοις πρὸς ἀλλήλους οὐδείς, οὐδὲ γὰρ θέμις· ὥστε τὸ μὲν καλὸν τῶν ἐν Ἕλλησι καὶ τῇδε, ὃ δὲ καὶ παρʼ ἐκείνοις κρεῖττον ἂν ἦν μὴ ῥηθέν, τοῦτο τῇδε οὐ τετόλμηται. ἔχοντες τοίνυν τὴν Ἰώνην οἱ τότε, παῖδες ἀεὶ παρὰ πατέρων δεχόμενοι, καὶ δικαιοσύνῃ μὲν εἰς ἀλλήλους χρώμενοι, τὸν δὲ βίον ἀπὸ τῆς γῆς ποιούμενοι καὶ τελοῦντες τὰ εἰκότα τοῖς θεοῖς μετʼ εὐδαιμονίας ἁπάσης ᾤκουν ἐν μέσῃ τῇ βαρβάρῳ πόλιν Ἑλλάδα παρεχόμενοι καὶ τηρήσαντες τὸ ἦθος καθαρὸν ἐν τοσαύτῃ νόσῳ τῇ κύκλῳ κατὰ τὸν ἐπʼ Ἀλφειῷ νενικηκότα μῦθον, ὃς ἐκ Πελοποννήσου πρὸς Σικελίαν ἄγει τὸν ποταμὸν διὰ θαλάσσης μέσης ἀμιγῆ πρὸς τὴν θάλατταν.
Οὐ μὴν εὐθὺς ἡ πόλις μεγάλη καὶ πολυάνθρωπος, οὕτω γὰρ ἦν, οἶμαι, συμφέρον, ἀλλʼ ἀνέμενεν ἡ ταύτης αὔξησις τὸν ἀμείνω χρόνον· τέως δὲ ἐν βραχυτέρῳ διῆγε πλάσματι μένουσα ἐλάττων, ἡνίκα οὐ βέλτιον εἶναι μείζω. τί δὲ τοῦτό ἐστιν; εἰ τὸ μέτρον αὐτῆς ὡς ἐπὶ πλεῖστον ἐξῆκτο τῆς γῆς ἔτι Περσῶν τὴν Ἀσίαν ἐχόντων, οἳ καὶ χρήμασιν ἴσχυον καὶ ὅπλοις ἔρρωντο καὶ πᾶσιν ἐξέλαμπον, ἦν ἀνάγκη καλουμένους ὑπὸ τῶν ἡγουμένων εἰς κοινωνίαν στρατείας ἢ πειθομένους στρατεύεσθαι ἢ μὴ πειθομένους Πέρσαις πολεμεῖν, μίαν δὴ πόλιν τοσαύτῃ βασιλείᾳ. ἦν δʼ ἂν οὔτε ἐκεῖνο καλὸν οὔτε τοῦτο ἀκίνδυνον. νῦν δὲ οὐκ αὐξηθέντες παρὰ καιρόν, ἀλλʼ ἐν τούτῳ σχήματος στάντες, ὃ καὶ τοῦ δρᾶν τι δυσχερὲς καὶ τοῦ παθεῖν τι κακὸν ἀπήλλαττεν, εἰς μέγεθος προὔβησαν, ἡνίκα ἄρχειν ἔδει, οἷα παῖδες εὐγενεῖς ἐν τυραννίδι μὲν τῇ νεότητι διαλαθόντες, εἰς ἡλικίαν δὲ ἐλθόντες ἤδη πεπαυμένης. μετὰ γὰρ τὴν ἐν Ἰσσῷ μάχην καὶ τὴν τοῦ Δαρείου φυγὴν Ἀλέξανδρος τῆς Ἀσίας τὰ μὲν ἔχων, τῶν δὲ ἐπιθυμῶν, καὶ τὸ μὲν κεκρατημένον μικρὸν ἡγούμενος, βλέπων δὲ πρὸς τὰ πέρατα τῆς γῆς ἧκεν εἰς τήνδε τὴν χώραν, στησάμενος δὲ τὴν σκηνὴν ἐγγὺς τῆς πηγῆς, ἣ νῦν μὲν ἐκείνου ποιήσαντος εἰς ἱεροῦ τύπον ἐσχημάτισται, τότε δὲ αὐτῇ κάλλος ἦν μόνον τὸ ὕδωρ, ἐνταῦθα τὸ σῶμα θεραπεύων ἐπὶ τοῖς πόνοις πίνει τῆς πηγῆς ὕδωρ ψυχρόν τε καὶ διαφανὲς καὶ ἥδιστον. ἡ δὲ τῆς πόσεως ἡδονὴ τοῦ μητρῴου μαστοῦ τὸν Ἀλέξανδρον ἀνέμνησε καὶ πρός τε τοὺς συνόντας ἐξεῖπεν, ὡς ὅσαπερ ἐκείνῳ, τοσαῦτα ἐνείη τῷ ὕδατι, καὶ τοὔνομα τῆς μητρὸς ἔδωκε τῇ πηγῇ. Δαρείῳ μὲν οὖν ἐπὶ Σκύθας ἐλαύνοντι Τέαρος ἐν Θρᾴκῃ ποταμὸς ἔδοξεν εἶναι κάλλιστος, καὶ στήλην ὁ Δαρεῖος στήσας τοῦτο ἐνέγραψεν αὐτῇ Τέαρον εἶναι ποταμῶν κάλλιστον· Ἀλέξανδρος δὲ τὴν ἡμετέραν πηγὴν οὐ πρὸς ὑδάτων ἅμιλλαν ἐξήγαγε, τῷ δὲ τῆς Ὀλυμπιάδος ἐξίσωσε γάλακτι. τοσαύτην εὗρεν ἐν τοῖς νάμασι τὴν ἡδονήν. τοιγαροῦν ἤσκησέ τε εὐθὺς τὸν τόπον κρήνῃ τε καὶ τοῖς ἄλλοις, οἷς ἐνῆν ἐν τοσούτῳ δρόμῳ τῷ διὰ τῶν πραγμάτων, ὃν ἐκεῖνος ὀξύτατον ἔθει, καὶ πόλιν ὥρμησεν οἰκίζειν, ὡς ἂν ἐντυχὼν τόπῳ δυναμένῳ χωρῆσαι τὴν αὑτοῦ μεγαλοπρέπειαν. διττῷ δὲ πόθῳ κατειλημμένος, τῷ μὲν πρὸς τὴν ἡμετέραν χώραν, τῷ δὲ πρὸς τὴν τῶν ὑπολοίπων κτῆσιν, καὶ τοῦ μὲν ἀναγκάζοντος μένειν, τοῦ δὲ ἐπείγοντος τρέχειν τὴν ψυχὴν ἀνθελκόμενος εἰς οἰκισμόν τε καὶ πόλεμον οὐκ ἐποιήσατο κώλυμα θατέρῳ θάτερον οὐδὲ ἠνέσχετο οὔτε τὴν ὅλην σπουδὴν ἀνελεῖν διὰ τὴν πόλιν οὔτε ἐκείνην πληρῶν ἣν εἰς τὸ πολίζειν ἔσχεν ἐπιθυμίαν σβέσαι, ἀλλʼ ἀμφοτέρων ἐχόμενος τῇ μὲν ἐδίδου τὰς ἀρχάς, ἐπὶ δὲ τὴν Φοινίκην ἦγε τὴν δύναμιν. αἱ δὲ ἀρχαὶ τοῦ κατοικισμοῦ Ζεὺς Βοττιαῖος ἱδρυθεὶς ὑπὸ Ἀλεξάνδρου καὶ ἡ ἄκρα τῆς ἐκείνου πατρίδος λαβοῦσα τοὔνομα καὶ Ἠμαθία κληθεῖσα. τουτὶ δέ, οἶμαι, σύμβολον ἦν τῆς Ἀλεξάνδρου γνώμης, ὡς ἐπὶ τῷ τέλει τῶν πραγμάτων τήνδε ἀντὶ τῆς οἰκείας αἱρήσεται. τοιαῦτα δὴ προοίμια τῆς οἰκίσεως ᾄσας καὶ τελῶν ἡμῖν εἰς οἰκιστὰς ὁ τοῦ Διὸς παῖς λεγόμενός τε καὶ πιστωσάμενος τοῖς ἔργοις τὴν φήμην αὐτὸς μὲν ὡς τὸν τοκέα τὴν ταχίστην μεταστὰς οὐκ ἔσχε τέλος ἐπιθεῖναι τῷ πόθῳ· ὁ δʼ ἐκεῖνον διαδεξάμενος, μᾶλλον δʼ ἐν πολλοῖς διαδόχοις μόνος ἄξιος τῆς ἐκείνου τάξεως κληρονόμος, Σέλευκος ἀντʼ Ἀλεξάνδρου τῇ πόλει γίνεται τὴν ἀρχὴν ἀνδραγαθίᾳ κτησάμενος καὶ πρότερον καὶ δεύτερον. οἷς μὲν γὰρ ἐβοήθησε, τούτους τῶν ἐχθρῶν μείζους ἐποίησεν· οὓς δὲ ἐποίησεν ἰσχυρούς, ὑπὸ τούτων ἐπεβουλεύετο. σωθεὶς δὲ ἐκ μέσης τῆς πάγης πάλιν ἑτέροις βοηθῶν ἐθαυμάζετο. τυχὼν δὲ τούτων δικαίων ἐν τῷ μέρει τὴν χάριν ἀπελάμβανεν. ἡ δὲ χάρις ἦν κομίσασθαι ταῦτα ὧν ἐξέπεσεν ἀδικούμενος. ὁ Σέλευκος γὰρ διὰ μὲν εὐψυχίαν ἵππαρχος ὑπὸ Περδίκκου γίνεται, Περδίκκου δὲ ἐν Αἰγύπτῳ τελευτήσαντος καλούμενος ὑπὸ τῶν Μακεδόνων εἰς τὴν ἐκείνου δυναστείαν εἰσῆλθε καὶ εἶχε σατραπείαν τὴν Βαβυλωνίαν. Ἀντιγόνῳ δὲ πολεμοῦντι πρὸς Εὐμενῆ σύμμαχος ἐλθὼν τὸν μὲν Εὐμενῆ συγκαθεῖλε, πονηρὸν δὲ ἄρα τὸν Ἀντίγονον εὖ ποιῶν οὐκ ᾔδει· ὃς ἐπειδὴ διʼ ἐκείνου μέγας ἐγεγόνει, φθόνον εἰς τὸν εὐεργέτην λαβὼν ἐβούλευε θάνατον. ἐντεῦθεν δὴ θεῶν τις χεῖρα ὑπερέσχεν, ὥσπερ ἐν δράματι· ἀπὸ γὰρ τῆς αὐτῆς οἰκίας ὅ τε φόνος αὐτῷ κατεσκεύαστο καὶ τὸ τῆς σωτηρίας εὑρίσκετο. τοῦ μὲν γὰρ Θησέως τὴν ὥραν Ἀριάδνη θαυμάσασα τῇ μηρίνθῳ τοῦ λαβυρίνθου τὸν νεανίσκον ἐξέσωσε, Σελεύκου δὲ τὴν ἀρετὴν ὁ παῖς Ἀντιγόνου Δημήτριος ἀγασθεὶς γράμμασι μηνύει τὸν ἐπʼ ἐκείνῳ τοῦ πατρὸς δόλον, ἃ τῷ στύρακι τοῦ δορὸς εἰς τὴν κόνιν ἐνέγραψε τῷ μὲν δηλῶν τὸ μέλλον, τοὺς δὲ παρόντας λανθάνων. ἐντεῦθεν τὰ Εὐαγόρου Σέλευκος ὑπέμενε καὶ μικρὸν ὕστερον ἴσχυσε. τῷ καιρῷ μὲν γὰρ ὑποχωρήσας εἰς Αἴγυπτον ἀπαλλάττεται, βεβαιούμενος δὲ αὐτόθι Πτολεμαίῳ τὴν βασιλείαν, οὐ πλῆθος στρατιᾶς παρεχόμενος, ἀλλʼ ἓν σῶμα τὸ αὑτοῦ καὶ ψυχὴν μίαν, ἐπειδὴ τοῖς ἐκείνου πράγμασιν ἀσφάλειαν περιέθηκεν, ἐπεσπάσατο Πτολεμαῖον εἰς τὸ κατάγειν αὐτὸν καὶ λαβὼν ἱππέας καὶ πεζούς, ἀμφοτέρους εἰς χιλίους, ἐξέωσε μὲν τῆς Βαβυλῶνος τοὺς ἐχθρούς, ἐκομίσατο δὲ τὴν ἀρχὴν καὶ γυναῖκα καὶ παῖδας καὶ τὴν ἀρχαίαν λαμπρότητα. ἡγησάμενος δὲ τὰ μὲν αὑτοῦ διὰ τούτων ἀπειληφέναι, τὴν δίκην δὲ αὐτῷ τῆς ἐπιβουλῆς ὀφείλεσθαι στρατεύσας ἐπʼ Ἀντίγονον ἐν Φρυγίᾳ συμβαλὼν καὶ νικήσας ἀπέκτεινε τῆς ἐπʼ αὐτὸν ἐνέδρας ἐμφανεῖ μάχῃ τὴν τιμωρίαν πραξάμενος καὶ τὴν μὲν διαφυγών, ὡς ἄν τις θεοφιλής, τὴν δὲ ἐπιθείς, ὡς ἄν τις ἀρετὴν ἠσκηκώς. Ἀντιγόνου δὲ ἤδη κειμένου γίνεται τὰ τοῦ πεσόντος τοῦ νενικηκότος, καὶ ὡρίζετο ἡ δυναστεία Σελεύκου Βαβυλῶνί τε καὶ τοῖς κατʼ Αἴγυπτον ὅροις. καὶ χρόνος ἄρα ἐφειστήκει τίκτων ὥσπερ πάλαι τῇ πόλει τὰς ἀρχάς, οὕτω τότε τὸ μέγεθος. καὶ γίγνεται τὸ πᾶν ὑπὸ θεοῦ. πόλις ἦν Ἀντιγόνου μὲν ἐπώνυμος, ὑπʼ Ἀντιγόνου δὲ πεποιημένη. τῆς δὲ νῦν οὔσης πόλεως τὸ μεταξὺ πρὸς ἐκείνην στάδιοι τετταράκοντα. ἐν ταύτῃ μετὰ τὴν νίκην ὁ Σέλευκος ἔθυε, τοῦ ταύρου δὲ ἐσφαγμένου καὶ δεδεγμένων τῶν βωμῶν ὁπόσα νόμος, ἤδη μὲν τὸ πῦρ περιεῖπε τὰ κείμενα καὶ σφοδρὸν ἀνεκάετο. Ζεὺς δὲ κινήσας ἐκ τοῦ σκήπτρου τὸν ἑταῖρον ἑαυτοῦ καὶ φίλον ὄρνιν ἐπὶ τὸν βωμὸν ἔπεμψεν. ὁ δὲ εἰς μέσην καταποτώμενος τὴν φλόγα ἀνελόμενος τὰ μηρία γέμοντα πυρὸς ἀπέφερε. τοῦ συμβάντος δὲ πάντα ὀφθαλμόν τε καὶ γνώμην ἐπιστρέφοντος καὶ δηλοῦντος ὡς οὐκ ἄνευ θεῶν ἐδρᾶτο, τὸν υἱὸν ἐφʼ ἵππον ἀναβιβάσας ὁ Σέλευκος εἰς τὸ τὴν πτῆσιν ἀπὸ γῆς διώκειν καὶ τῷ χαλινῷ τὸν ἵππον ἰθύνειν πρὸς τὰς ὁδοὺς τοῦ πτεροῦ, βουλόμενος εἰδέναι, τί τοῖς ἡρπασμένοις ὁ ὄρνις χρήσεται. ὁ δʼ ἱππεύων τε καὶ ἀναβλέπων ἄγεται πρὸς τὴν Ἠμαθίαν ὑπὸ τῆς πτήσεως. οἷ δὴ κατάρας ὁ ἀετὸς ἐπὶ τὸν βωμὸν ἔθηκε τὸν τοῦ Βοττιαίου Διός, ὃν ἱδρυσάμενος ἦν Ἀλέξανδρος, ἡνίκα αὐτὸν εὔφρανεν ἡ πηγή· ἐδόκει τε δὴ πᾶσι καὶ τοῖς οὐ δεινοῖς συμβάλλειν ὁ Ζεὺς εἰσηγεῖσθαι πολίζειν τὸν χῶρον. καὶ οὕτως ἥ τε Ἀλεξάνδρου πρὸς τὸν οἰκισμὸν ὁρμή τε καὶ ἀρχὴ πρὸς τέλος ᾔει καὶ ἡμῖν ὁ τῶν θεῶν κορυφαῖος διὰ τῆς μαντείας οἰκιστὴς ἐγίγνετο. ἐνταῦθα δὴ Σέλευκος πᾶσαν μὲν τεκτόνων συνήγαγε τέχνην, πᾶσαν δὲ εἰς ὑπουργίαν χεῖρα, πᾶσαν δὲ λίθων φαιδρότητα· ὕλη δὲ εἰς ὀροφὰς ἐτέμνετο, πλοῦτος δὲ εἰς τὴν οἰκοδομίαν ἐξεχεῖτο. ὑπογράφων δὲ τὸ ἄστυ τοὺς μὲν ἐλέφαντας κατὰ τὴν χώραν διίστη τῶν ἐσομένων πύργων, στοῶν δὲ καὶ στενωπῶν μῆκός τε καὶ εὖρος τεμνόμενος πυροῖς ἐχρῆτο πρὸς τὴν τομήν, οὓς ἄγουσαι νῆες εἱστήκεσαν ἐν τῷ ποταμῷ. καὶ ταχὺ μὲν ἡ πόλις ἤρετο, ταχὺ δὲ τὸ ποιηθὲν ἐπίμπλατο τῶν τε ἐκ τῆς Ἰώνης εἰς αὐτὴν καταβάντων Ἀργείων καὶ Κρητῶν καὶ τῶν ἀφʼ Ἡρακλέους, οἷς ἦν, οἶμαι, συγγένεια Σελεύκῳ κατὰ τὸν παλαιὸν Τήμενον, καὶ τῶν ἑπομένων αὐτῷ Σελεύκῳ στρατιωτῶν τῇδʼ ἑλομένων οἰκεῖν. Ἀντιγονίαν δὲ αὐτὴν μὲν ἠφάνισεν, ἀνδρὸς δυσμενοῦς ὑπόμνημα, τὸ δὲ πλήρωμα δεῦρο μετέστησεν, ἐν οἷς ἦσαν καὶ Ἀθηναῖοι. οὗτοι δὲ οἱ μεταστάντες τὸ μὲν πρῶτον ἔδεισαν, μὴ τῆς πρὸς Ἀντίγονον ὀργῆς ἀπολαύσειαν, ὡς δὲ ἔγνωσαν ἐπʼ ἀμείνοσι μετακομισθέντες, τιμῶσιν εἰκόνι χαλκῇ τὸν Σέλευκον ταύρου κέρατα τῇ κεφαλῇ προσθέντες, τοῦτο δὴ τὸ γνώρισμα τῆς Ἰοῦς. Σελεύκου μὲν οὖν ἡ πόλις ἐπώνυμος, τοὔνομα δὲ ἀπὸ τοῦ πατρὸς Ἀντιόχου, καὶ ὑπὸ μὲν τούτου δεδημιούργηται, τῷ δὲ ἔσωσε τὴν μνήμην· ὃν γὰρ τῶν ἑαυτοῦ τιμιώτατον ἦγε, τούτῳ τῶν ἔργων τῶν ἑαυτοῦ τὸ ἐντιμότατον ἔνειμε. καὶ τὸ προάστειον τοῦτο δὴ τὸ πολυύμνητον, τὴν Δάφνην, Σέλευκος εἰς ἱεροῦ μοῖραν κατέστησεν ἀνεὶς τῷ θεῷ τὸν χῶρον, ἐπειδὴ τὸν μῦθον ἔργον εὗρεν. Ἀπόλλων γὰρ Δάφνης ἐρασθεὶς οὐ πείθων ἐδίωκεν· ὡς δὲ διʼ εὐχῆς μετέβαλεν εἰς φυτόν, στέφανον ποιεῖται τὰ παιδικά. ταυτὶ μὲν ᾄδεται, Σελεύκῳ δὲ ἡ θήρα τοῦ λόγου τὴν ἀλήθειαν ἐξέφηνεν· ὁ μὲν γὰρ κύνας ἄγων καὶ ἵππον ἐλαύνων μετῄει τὴν ἄγραν. ὡς δὲ ἧκε παρὰ τὸ δένδρον, ὃ πρότερον ἦν ἡ παρθένος, ὁ μὲν ἵππος ἑστὼς κρούει εἰς τοὔδαφος τῇ ὁπλῇ, ἡ γῆ δὲ ἀκίδα χρυσῆν ἀνέπεμψεν. ἡ δὲ ἐδήλου γράμμασι τὸν δεσπότην· Φοίβου γὰρ ἐνεγέγραπτο. πρὸς γάρ, οἶμαι, τὴν μεταβολὴν τῆς κόρης ἀλγήσας ἐξέχεε τοὺς οἰστούς, ἡ δὲ ἀκὶς ἑνὸς διαλυθεῖσα κρύπτεται τῇ γῇ καὶ ἐφυλάττετο Σελεύκῳ παραίνεσις εἰς τὸ κοσμῆσαι τὸν τόπον καὶ νομίσαι τοῦθʼ ὅπερ ἦν, ἱερὸν Ἀπόλλωνος. θαῦμα μὲν οὖν καὶ τὸ ἐν Ἑλικῶνι κρήνην ἐκδοθῆναι, φασί, Πηγάσου τῷ ποδὶ τὴν πέτραν πλήξαντος, τοσούτῳ δὲ τοῦτο θαυμαστότερον, ὅσῳ μᾶλλον εὔλογον πηγὰς ἐκ γῆς ἢ ἀκίδας ἐκπηδᾶν. Σέλευκος δὲ ὁμοῦ τε ταύτην ἀνῃρεῖτο καὶ δράκοντα φερόμενον ἀντιπρόσωπον ἑώρα μετεώρῳ συρίττοντα τῇ κεφαλῇ. ὁ δὲ ὡς ἐπέλασεν, ἥμερον εἰς αὐτὸν ἰδὼν ἠφάνιστο. προστεθέντος δὴ τοῦ δράκοντος τοῖς ἀπὸ τῆς γῆς ἐκφανεῖσι μείζων ἡ πίστις, ὡς ὁ θεὸς ἐμβατεύοι τὸν τόπον. καὶ αὐτίκα τέμενός τε ἀπεδέδεικτο καὶ φυτὰ καὶ νεὼς ἐδέχετο καὶ ταχὺ τὸ ἄλσος ἔθαλλε καὶ ἀραῖς ἰσχυραῖς ἐφρουρεῖτο. καὶ πάντα ἦν ἡ Δάφνη Σελεύκῳ. πρὸς γὰρ τοῖς εἰς ὄψιν ἐλθοῦσι φάσμασιν ἔτι καὶ χρησμὸς αὐτὸν ἦγεν, ὃν παρὰ τὴν δυσκολίαν ἐκ Μιλήτου δεξάμενος ἀνεθάρρησεν, ὃς τήν τε μέλλουσαν ὑπισχνεῖτο τύχην καὶ λαβόντι τὴν Σύρων ἀρχὴν Δάφνην αὐτῷ ποιεῖν ἱερὰν ἐπέταξεν. οὕτω δὴ τὰ περὶ τοὺς θεοὺς κατεσκευασμένος καὶ ὅθεν ἄξιον ἀρξάμενος, ἀπὸ κρηπῖδος ὁρμηθεὶς παρεχούσης ἐλπίδας, τῆς τε ἐκείνων εὐνοίας λέγω καὶ τῆς ἡμετέρας πόλεως, μεστὸν ἀπέφηνεν ἄστεων τῆς γῆς τὸ κράτιστον ἡμερῶν τὴν ἔρημον· οὐ γὰρ εἰς τρυφὴν ἄρα τὴν ἡμετέραν ᾤκισεν, ἀλλʼ εἰς ἑτέρων πόλεων ἀφορμήν, ὥστε ἀντὶ τῶν σταθμῶν αἱ πόλεις τοῖς ὁδοιπόροις ἔστησαν. οἱ μὲν γὰρ ἄλλοι βασιλεῖς τῷ τὰς οὔσας καθελεῖν σεμνύνονται, τὸν δὲ τὸ τὰς οὐκ οὔσας ἐγεῖραι κεκόσμηκεν· ὃς τοσαύτας ὑπὲρ γῆν ἔστησεν, ὥστʼ ἀρκέσαι καὶ πρὸς ὁμωνυμίαν τῶν ἐν Μακεδονίᾳ καὶ πρὸς ἐπωνυμίαν τῶν ἐν τῇ συγγενείᾳ κλήσεων καὶ πολλάς γε μιᾶς προσηγορίας ἐπωνύμους ὁρᾶσθαι καθʼ ἑκάτερον γένος, ἀνδρῶν λέγω καὶ γυναικῶν. εἰ γὰρ αὖ κρίνειν τις αὐτὸν ἐθέλοι πρὸς Ἀθηναίους καὶ Μιλησίους, οἳ πλείστας ἀποικίας στεῖλαι δοκοῦσι, πλειόνων τʼ ἂν οἰκιστὴς φανείη καὶ τῷ καθʼ ἑκάστην μεγέθει τοσοῦτον νικῶν, ὥστε μίαν ἡντινοῦν ἀνταξίαν εἶναι δέκα. ἔξεστι μὲν ἐπιόντι Φοινίκην τὰς ἐκείνου πόλεις ὁρᾶν, ἔξεστι δὲ ἐπιόντι Συρίαν ταυτηνὶ τὰς ἐκείνου καὶ πλείους καὶ μείζους ὁρᾶν. ἐξέτεινε δὲ τοῦτο τὸ καλὸν ἕως Εὐφράτου καὶ Τίγρητος, περιλαβὼν δὲ Βαβυλῶνα πόλεσι πανταχόθεν ἐγκατέσπειρε καὶ τῇ Περσίδι καὶ ὅλως οὐδένα τόπον ἐπιτήδειον δέξασθαι πόλιν ἀφῆκε γυμνόν, ἀλλʼ ἑλληνίζων διετέλεσε τὴν βάρβαρον. οὐ μὴν ὥσπερ ἐπὶ ταύτῃ πολλὰς ᾤκισεν, οὕτως ἔστιν εἰπεῖν, ὡς πρὸ ταύτης ἑτέραν ἔθετο, ἀλλʼ αὐτός τε ἐνταῦθα τὸ σκῆπτρον ἱδρύσατο καὶ ταύτῃ κατὰ τῶν ἄλλων τὸ ἴσον ἔδωκεν, ὥσπερ θεραπαίνας αὐτῇ τὰς ἄλλας οἰκοδομούμενος καὶ βασιλείοις πρεπωδεστέραν ἑτέραν οὐχ ὁρῶν.
Ἐν τοιούτοις τοίνυν ἔργοις καὶ βιοὺς καὶ τελευτήσας οὐκ εἰς φαυλοτέρους τὸν κλῆρον παρέπεμψεν, ἀλλʼ ἀγαθοί τε ἐξ ἀγαθῶν πάντες ἔφυσαν καὶ ζηλοῦντες ἀεὶ παῖδες πατέρας τῇ τε ἄλλῃ καὶ τῷ πρὸς τὴν πόλιν ἔρωτι διεδείχθησαν. ἐπιστὰς δὲ ἐπὶ τὰ τούτων ἔργα καὶ βλέπων ὥσπερ ἔκ τινος περιωπῆς ἐν κύκλῳ τὴν ἀνδραγαθίαν ἑκάστου οὔτε τὴν σιγὴν δικαίαν ἡγοῦμαι τῶν ἀρετῶν οὔτε τὴν ἀφήγησιν ἐν δυνατῷ· τὸ μὲν γὰρ βλάπτοντος ἂν εἴη τούς τε ἀρχηγέτας καὶ τὸν ἔπαινον, τὸ δὲ μεῖζον ἢ κατὰ πολλὰ στόματα καὶ σοφιστῶν χορὸν ὡς οἷόν τε μέγιστον. τίς οὖν εὕρηται πόρος ἐν ἀπορίᾳ τοσαύτῃ; τῶν μὲν μνησθῆναι, τοὺς δὲ ὑπερβῆναι, μᾶλλον δὲ τῶν μὲν οὐ πάντα εἰπεῖν, ἀλλʼ ἐκ πολλῶν ὀλίγα διελθεῖν, περὶ δὲ τῶν ἰσχυρισάμενον, ὡς οὐ χείρους τῶν εἰρημένων, κελεῦσαι τοὺς ἀκροωμένους ἐν ταῖς συγγραφαῖς δοκιμάζειν μου τὸν λόγον.
Ἀντιόχῳ τοίνυν τῷ Σελεύκου παιδὶ πόλεμος μὲν οὐδεὶς ἐπολεμήθη, τὸ γὰρ δυσμενὲς ἅπαν ἐπτήχει τῷ φόβῳ, σὺν εὐδαιμονίᾳ δὲ πρὸς γῆρας ἐλθόντι τῷ παιδὶ τὴν ἀρχὴν ὑπῆρξεν οὐκ ἐλάττω παραδοῦναι. τούτῳ δὲ καὶ αὐτῷ τὰ μὲν ὅπλα ἡσύχαζεν οὐκ οὔσης ἀνάγκης, θαῦμα δέ τι συνέβαινε τῆς ἄκρας εὐφημίας τῇ πόλει. κηδεύει μὲν γὰρ Πτολεμαίῳ τῷ τῆς Αἰγύπτου βασιλεῖ, Πτολεμαῖος δὲ ἥκων ἐνθάδε καὶ τὸ κάλλος τῆς Ἀρτέμιδος ἐκπλαγεὶς ἐβουλήθη τῆς ἐκείνου χώρας εἶναι τὸ ἄγαλμα καὶ λαβὼν ἀπῆγεν. ἡ δὲ θεὸς ἐκεῖ μὲν ἐθεραπεύετο, τῆς δὲ ἡμετέρας ἐπεθύμει καὶ νόσῳ τὴν γυναῖκα τοῦ μεταστήσαντος ἤλαυνε διδάσκουσα τοῖς ὀνείρασιν, ἀνθʼ ὅτου ταῦτα ποιοῖ. πέμπεται δὴ πάλιν ὑπὸ τῶν κεκινηκότων καὶ τὸν μὲν νεὼν τὸν ἀρχαῖον κομίζεται, τοὔνομα δὲ αὐτῇ πρὸς τὸ ἔργον μεταβάλλεται καὶ Ἐλευσινία προσαγορεύεται.
Θαῦμα τοίνυν ἕτερον ἐπὶ τῆς αὐτῆς βασιλείας παραπλήσιόν τε καὶ οὐ παραπλήσιον τῷ προτέρῳ· τῷ μὲν γὰρ εἶναι περὶ θεοὺς συμφέρεται, τῇ δὲ τῶν ξένων δεῦρο μεταστάσει διέστηκε. σαφὲς δὲ ὅ φημι ποιήσω. ἐν Κύπρῳ θεοὶ τιμώμενοι τὴν Κύπρον ἐξ ὅσουπερ ἦν κληρουχοῦντες οὗτοι τῆσδε τῆς χώρας ἐπεθύμησαν καὶ ἠπείγοντο μετοικεῖν. ἐμβαλόντες οὖν τὴν πόλιν εἰς χρείαν τοῦ Πυθοῖ μαντείου πείθουσι τὸν Ἀπόλλω λύσιν μίαν τῶν δυσχερῶν ἀνελεῖν, τὴν τῶν ἐν Κύπρῳ θεῶν ὡς ἡμᾶς μετοίκησιν. καὶ πέμπει δὴ διʼ ὧν ἤλπιζε δράσειν τοῦτο ὁ βασιλεὺς εἰς τὴν νῆσον. ὡς δʼ οὔτʼ ἀφελέσθαι φανερῶς ἐνῆν οὔτε διορύξασι λαθεῖν, μηχανῶνται τοιόνδε τι· ἔφασαν βούλεσθαι κατʼ ἴχνος τῶν αὐτόθι θεῶν δημιουργῆσαι τύπους. τῶν δὲ ἐφέντων φιλοπόνως νύκτα καὶ ἡμέραν ἔξεον, οἱ δʼ ἱερεῖς ἀνεπαύοντο. τοῖς δημιουργοῖς δὲ πρὸς τοσοῦτον διηκριβώθη τὸ τῆς μιμήσεως, ὥστε τὰ μὲν ἀνασπάσαντες, τὰ δὲ ἀντικαταστήσαντες ἐνέβαινον εἰς τὰς ναῦς ἐν ὀφθαλμοῖς Κυπρίων, τὰ παλαιὰ μὲν ὡς νεουργὰ φερόμενοι, τὰ δὲ ἄρτι δεξάμενα τὴν τέχνην ἐν τῇ δόξῃ τῶν ἀρχαίων ἀφέντες. τοῦτο δὲ ἦν ἄρα οὐ τῆς τῶν ἀγαλματοποιῶν ἀρετῆς, τῆς δὲ τῶν θεῶν πρὸς τὸν ἔκπλουν ἐπιθυμίας, ὑφʼ ἧς ἐνέθηκαν ταῖς χερσὶ τῶν δημιουργῶν πλέον τι τοῦ δυνατοῦ. καίτοι τί τοσοῦτον εἰς δόξαν, ἢ χώραν προσλαβεῖν ἢ στῆσαι τρόπαιον ἢ κατακόψαι φάλαγγας ἢ ζωγρήσαντα πολεμίους ἄγειν, ἡλίκον τὸ τοὺς θεοὺς τῇδε νομίζειν αὑτοῖς προσήκειν διαιτᾶσθαι;
Καὶ γὰρ δὴ καὶ τὸ τούτου ἐχόμενον εἰς τὴν αὐτὴν ἀπόδειξιν φέρει συμβὰν εὐθὺς ἐπὶ τοῦ μετʼ αὐτὸν ἄρχοντος. ἡ γὰρ δὴ Ἶσις, τὸ βούκερων ἄγαλμα τὸ Αἰγύπτιον, ἀφεῖσα τὴν Μέμφιν δεῦρο μετοικίζεται κινήσασα μὲν ὀνείρασι Σέλευκον τὸν ἀπὸ τοῦ Σελεύκου τέταρτον εἰς τὴν ἑαυτῆς μετάπεμψιν, κινήσασα δὲ Πτολεμαῖον εἰς ἕτοιμον τῆς θεοῦ δόσιν, καὶ νῆες εὐτρεπεῖς, καὶ τὸ ἄγαλμα ἤγετο. καὶ καταγώγιον ἦν τῶν κρειττόνων ἡ πόλις, ὥστε καὶ πρὸς τὸν Ὄλυμπον ὑπάρχειν ἡμῖν ἐρίζειν, εἰ βουλοίμεθα. ἡ μὲν γὰρ αὐτόθι τῶν θεῶν διατριβὴ ποιητῶν ἐστι φήμη, τὰ δʼ αὖ παρʼ ἡμῖν ὀφθαλμοὺς ἔπεισε. καὶ συμπροῆλθε τὰ ἔργα τῷ χρόνῳ, ἐπεὶ καὶ τῆς Ῥωμαίων ἰσχύος ἤδη πάντα ἐπισχούσης τοῦτό γε οὐ μετέπεσε τῇ πόλει, ἀλλʼ ἔπαθον μέν τι πρὸς τὸν Κάσσιον ἐκεῖνοι Δία τοιοῦτον, οἷον Πτολεμαῖος περὶ τὴν Ἄρτεμιν, καὶ μεθίστασαν, ὁ δὲ κεραυνοὺς ἐφʼ ἅπαντα ἀφιεὶς ἐνέκειτο τὴν ἐπάνοδον αὑτῷ παρασκευάζων καὶ ἀνέστρεφεν. οὐκοῦν οἱ μὲν ἑτέρωθι φαίνονται βουληθέντες ὡς ἡμᾶς ἐλθεῖν, οἱ δὲ παρʼ ἡμῖν οὐκ ἀνασχόμενοι τὴν ἑτέρωσε μετάστασιν, ἀλλὰ τῷ κάλλει μὲν ἔρωτας ἐφʼ ἑαυτοὺς ἀνάψαντες, αὐτοὶ δὲ ὃ τοὺς ἄλλους ἐποίουν, πρὸς ἡμᾶς πεπονθότες καὶ ὑπὸ μὲν τῶν ἐραστῶν ἑλκόμενοι, τῆς δʼ ἐρωμένης γῆς ἀνθαπτόμενοι πάλιν. τοσαύτη φιλοχωρία μὲν εἶχε τοὺς ἡμετέρους δαίμονας, ἐπιθυμία δὲ τοὺς ξένους ἡμετέρους γενέσθαι.
Καὶ ἐμήκυνα τὸν περὶ τῶν κρειττόνων λόγον ὡς οὐκ οὔσης ἑτέρας ἀμείνονος ἐγκωμίων μερίδος οὔθʼ ἡμῖν οὔτʼ ἄλλων ἀνθρώπων οὐδέσιν. εἰ δέ τις ἥδιστον ἄκουσμα τὰ διʼ ὅπλων ἔργα νομίζει, πολλὰ τρόπαια τοῖς προγόνοις ἀπὸ πολλῶν ἕστηκεν αὐτοῖς ἐξιοῦσιν, οἷος ὁ τῶν τότε πολέμων τρόπος. καὶ τὰ μὲν ἄλλα τί δεῖ λέγειν; ἀλλʼ Ἀντίοχος ὁ μέγας ὄνομα λαβὼν ἀπὸ τοῦ μεγάλοις ἐπιχειρεῖν τε καὶ ἐξαρκεῖν, μικρὸν ἡγησάμενος σώζειν τὰ ὄντα προσθήκην ἐπινοεῖ τοῖς οὖσι. καὶ τοῦτο μὲν τὴν νεωτέραν τῆς πόλεως μοῖραν οὐ πολλῷ τῳ φαυλοτέραν τῆς ἀρχαίας, ἣν ὁ ποταμὸς περιλαμβάνει, προσκατασκευάζεται γένος μὲν Ἑλληνικὸν εἰσάγων, Αἰτωλοὺς καὶ Κρῆτας καὶ Εὐβοεῖς, τείχει δὲ τὴν ἅπασαν ἀσφάλειαν παρασχών. ὥσπερ δὲ τὸ μέτρον τῆς πόλεως ἐπὶ μεῖζον ἐξῆγεν, οὕτω καὶ τοὺς τῆς ἀρχῆς ὅρους ἐπὶ πλεῖον ἔτεινεν, ὥσπερ ηὐξημένῳ σώματι μείζω χιτῶνα ὑφαινόμενος. καὶ παραλαβὼν τῶν οἰκητόρων διʼ ὅσων ἤλπιζεν ἢ φόβῳ πάντα ἕξειν ἢ νόμῳ χειρῶν, ἤλαυνε τὴν ἐν ποσὶν ἀεὶ κτώμενος τῶν μὲν ἑκόντων προσχωρούντων, τῶν δὲ ἐν ταῖς ἥτταις ὅτι μὴ χρῆν ἀνταίρειν παιδευομένων. καὶ μετὰ τοιούτου σχήματος ἕως Ἰωνίας ἀνέβη δεικνὺς ἔν τε βουλαῖς καὶ πράξεσι τὸν μέγαν Ἀντίοχον καὶ ὡς οὐκ ὀνόματος εὐφημίαν ἔφερε κενήν, ἀλλʼ ἐξ αὐτῶν ὧν ἔπραττε τοῦτο ἦν ἀκούειν ἄξιος. ἐξ ὧν φόροι τε ἡμῖν ἐφοίτων καὶ τοῖς τοῦ πολέμου δώροις ἡ πόλις ἐκοσμεῖτο τῶν μὲν ὑπηκόων ἐπιμελουμένη, τοὺς δὲ ἀνθισταμένους καταστρεφομένη, ἔπειτα καὶ τούτοις ἀντʼ ἀγαθοῦ δαίμονος γιγνομένη, δυοῖν παριοῦσα τὴν Περσικὴν δυναστείαν, ἰσχύι τε καὶ τῷ τῆς προστασίας ἤθει.
Ἕτερος Ἀντίοχος γίγνεται βασιλεύς, εἰρηνικός τε ὁμοῦ τὸν τρόπον καὶ πολεμικός, τῇ μὲν χαίρων, εἰ μή τις θρασύνοιτο, πρὸς δὲ ἐκεῖνον εὔψυχος, εἴ τις ἐπαναγκάζοιτο, καὶ οὔτε τῇ τῆς ἡσυχίας ἡδονῇ τοῖς ἀδικοῦσιν εἴκων οὔτε τῷ κρατεῖν ἐν πολέμοις τὴν ἡσυχίαν ἀτιμάζων, ἀλλʼ εἰδώς, εἴπερ τις ἀνθρώπων, ὅπλα τε ἁρπάσαι μετὰ τοῦ καιροῦ καὶ καταθέσθαι πάλιν. ὃς ἐπειδὴ λῃστικὸν ἐν τῷ Ταύρῳ συνειστήκει καὶ Μυσῶν λείαν ἐποίει Κίλιξι τὰ πράγματα καὶ μετὰ τῶν ἄλλων προσαπώλλυ τὰς ἐπιμιξίας ἀνθρώπων, ἐλθὼν ἐπʼ αὐτοὺς ὀξύτερον ἐξέκοψεν ἢ Μίνως ἐκ τῶν Κυκλάδων τοὺς Κᾶρας, καὶ ταῖς πόλεσιν ἀπέδωκεν ἀλλήλαις χρῆσθαι καὶ τὸν ἐπικείμενον φόβον ἐκβαλὼν ἀνέῳξε τὰς ὁδοὺς τοῖς ἐμπόροις· ἀνθʼ ὧν ὑπὸ τῶν εὖ παθόντων ἵστατο χαλκοῦς ταῦρον κεχειρωμένος δηλοῦντος τοῦ ζώου τὸ ὁμώνυμον ὄρος.
Ἔχων δὴ καὶ τῶν λοιπῶν βασιλέων οὐκ ὀλίγα διελθεῖν, φεύγων ὅπερ ἔφην, τὸ τῷ μήκει διοχλεῖν, ἐκεῖνο λέγω, ὅτι ὥσπερ τὰς προσηγορίας ἀλλήλων, οὕτω καὶ τὰς τῶν τρόπων ἀρετὰς διεδέξαντο, οἱ μὲν ἐν ἡσυχίᾳ τὴν πόλιν τηρήσαντες, οἱ δὲ ἐν πολέμοις λαμπρὰν ἀποφήναντες, πάντες δὲ ἓν ἐκεῖνο ταὐτὸ φρονήσαντες, τὸ ἧς ἕκαστος παρελάμβανε μείζω παραδοῦναι τὴν πόλιν. ὁ μέν τις Μίνωος ἱερὸν ἐποίησεν, ὁ δὲ Δήμητρος, ἄλλος Ἡρακλέους, ἕτερος ἑτέρου, καὶ τῷ μὲν ἐδημιουργεῖτο θέατρον, τῷ δὲ βουλευτήριον, ὁ δὲ ὁδοὺς ἐλέαινεν, οἱ δὲ τὰ Νυμφῶν ὀχετοῖς ἐκόμιζον, οἱ μὲν ἐκ προαστείων εἰς τὴν πόλιν, οἱ δὲ εἰς τὸ νεώτερον μέρος ἐκ τῶν πηγῶν, αἷς ἡ παλαιτέρα βρύει, νεώς τε ἐπὶ νεῷ κατεσκευάζετο καὶ τὸ πλεῖστον ἦν τῆς πόλεως ἐν τοῖς ἱεροῖς· τὸ γὰρ αὐτό, κόσμος τε τῇ πόλει καὶ φυλακή, τῶν θεῶν τὰ ἀνάκτορα. ἀλλὰ γὰρ τοὺς χόας τῆς θαλάττης μετρεῖν ῥᾷόν ἐστιν ἢ τῷ λόγῳ πειρᾶσθαι περιλαμβάνειν, ὅσαις ἕκαστος προσθήκαις ἐπὶ μεῖζον ἦρε τὴν πόλιν. διὸ τῶν ἀδυνάτων ἀποστὰς τὴν ἐπίκλησιν ἑκάστου σημεῖον ποιήσομαι τοῦ τρόπου. τῷ μὲν γὰρ ἐγένετο Σωτήρ, τῷ δὲ Θεός, τῷ δὲ Καλλίνικος, τῷ δὲ Μέγας, τῷ δὲ Φιλοπάτωρ, τῷ δὲ Ἐπιφανής, καὶ οὐκ ἔστιν ὃς ἄμοιρος ὤφθη τῆς ἀπὸ τοιούτων μαρτυρίας. καίτοι εἰ ταῖς Ἀθήναις σεμνὸν τὸ τῶν πολιτευομένων παρʼ αὐτοῖς τὸν μὲν δίκαιον κληθῆναι, τὸν δὲ ἕτερόν τι, πόσον γε τῇ ἡμετέρᾳ γίγνεται τὸ τοὺς βασιλεῖς τοιούτων προσρημάτων ἀξίους ὀφθῆναι, καὶ ταῦτα οὐ δύο τινάς, ἀλλʼ ἐφεξῆς ἅπαντας καί, τὸ ἔτι μεῖζον, εἰς τοσοῦτον ἥκοντας ἀριθμοῦ;
Οὐ μόνον δὲ ἄρα τῶν ἀρχόντων τὰ κράτιστα ἀπελαύσαμεν, ἀλλὰ καὶ τῶν ἐκείνων γυναικῶν, αἳ τοὺς ἱστοὺς ὑπερβᾶσαι κρείττους ἐγένοντο τῆς φύσεως εἰς τὴν πόλιν, φροντίδας ἀνδράσι προσηκούσας ὑπομένουσαι, αἱ μὲν βοηθοῦσαι τοῖς περὶ τὰς ταφὰς νόμοις, αἱ δὲ τοὺς μὲν θεοὺς ἱεροῖς τιμῶσαι, τὴν δὲ πόλιν τιμῇ κοσμοῦσαι, καθάπερ οὐκ ἐπὶ παίδων γοναῖς μόνον συνοικοῦσαι τοῖς ἀνδράσιν, ἀλλὰ καὶ ὅπως μιμοῖντο τὰ ἐκείνων περὶ τὴν πόλιν.
Ἕως μὲν οὖν ἐδόκει τῷ δαίμονι τῇ Μακεδόνων γνώμῃ τὴν Ἀσίαν εὐθύνειν, ἥδε ἦν αὐτοῖς τῆς δυναστείας οἷον ἀκρόπολις, καὶ τύχῃ τε ἀγαθῇ συνέζων ἐνθάδε καὶ τοῖς ἁπανταχόθεν τήνδε ἐπήσκουν· ἐπεὶ δὲ τὴν μὲν ἐκείνων ἀρχὴν ἔστησεν ὁ θεός, τῇ δὲ Ῥωμαίων οἷον σειρᾷ χρυσῇ τὰ πάντα ἐζώννυ, ταχέως μὲν ᾔσθετο τῆς ἐν οὐρανῷ βουλῆς, ἀψοφητὶ δὲ τὴν μεταβολὴν ἐδέξατο. ὧν δὲ ἀναγκαῖον ἦν γενέσθαι καὶ μεμαχημένην, τούτοις ἀμαχεὶ προσέθετο καθαρὸν δυσμενείας τὸν μέλλοντα παρασκευάζουσα χρόνον καὶ οὐ διδοῦσα πρόφασιν μνησικακεῖν. τοιγαροῦν ἀντὶ ταύτης τῆς διανοίας τοιαύτης ἀπέλαυσε τῆς τῶν ἡγεμόνων προνοίας, ὥστε γένει μόνον ἔδοξε μεταβεβλῆσθαι τὸ τῆς ἀρχῆς· ὡς ἥ γε τῶν ἀγαθῶν φορὰ διʼ ἴσου παρῆν, καθάπερ οὐχ ἑτέρων μὲν κτισάντων τὴν πόλιν, ἑτέρων δὲ παρειληφότων, ἀλλὰ Ῥωμαίων ἃ τὸ πρῶτον ἐποίησαν ἐχόντων καὶ τὴν ἀναγκαίαν εὔνοιαν πρὸς τὰ αὑτῶν ἔργα σωζόντων. οὕτως αὐτοῖς τήν τε ὑπάρχουσαν ἀξίωσιν ἐτήρησαν καὶ ὅση παρʼ αὐτοῖς νενόμισται προσέθεσαν καὶ τὸ μητρόπολιν εἶναι τῆς Ἀσίας οὐκ ἀπεστέρησαν.
Πρὸς μὲν οὖν τοὺς οἰομένους οὐ πάλαι τὴν πόλιν ἡμῖν ἐν λόγῳ καθεστάναι ταῦτα εἰρήσθω· πρὸς δὲ τοὺς ἀπὸ λαμπροῦ σχήματος κατενεχθῆναι τὰ παρόντα δεικνύσθω, φθόνος δὲ μὴ βάλοι τὸν λόγον. αἱ μὲν γάρ, ὥσπερ στρατιῶται γεγηρακότες, τὰ παλαιὰ σφῶν αὐτῶν ᾄδουσαι τοῖς παροῦσι στένουσιν, ἡμῖν δὲ ἐφάμιλλα τοῖς ᾀδομένοις τὰ ὁρώμενα, καὶ οὐ διηγήσασθαι μᾶλλον ἔστιν ἢ δεῖξαι.
Σκοπείτω δέ τις, ὥσπερ ἐν μουσικῇ, τὴν πόλιν εἰ διὰ πάντων ἥρμοσται, ἢ νὴ Δία, ὥσπερ ἄγαλμά τι τῶν ὀνομαστῶν, εἰ μὴ τὸ δέον ἐξ ἡμισείας, ἀλλʼ ὡς ἔνι μάλιστα τελεώτατα παρέχεται.
Καὶ πρῶτον μὲν τὴν βουλὴν σκοπῶμεν, ἐπειδὴ καὶ τὸ πᾶν σχῆμα τῆς πόλεως, ἐπὶ ταύτης ὥσπερ ἐπί τινος ῥίζης, ἕστηκε. μόνη τοίνυν αὕτη μεγίστη τῶν ἁπανταχοῦ καὶ ἀρίστη, πατέρας καὶ πάππους καὶ ἐπιπάππους καὶ ἔτι περαιτέρω τῆς αὐτῆς τάξεως καταλέγειν ἔχοντες, διδασκάλοις τῆς εἰς τὴν πόλιν εὐνοίας τοῖς γονεῦσι κεχρημένοι, μετὰ τῆς οὐσίας ἕκαστος παρειληφώς, ὅτι χρὴ τὴν οὐσίαν τῷ κοινῷ κεκτῆσθαι. οὗτοι γὰρ διὰ μὲν εὐδαιμονίαν πατρῷα ἐκληρονόμησαν, διὰ δὲ φιλοτιμίαν πλεῖστα ἀνηλώκασι, διὰ δὲ φιλεργίαν πολλὰ κέκτηνται, τοῦ πλούτου μὲν τὰς ἀρχὰς ἀμέμπτους ἔχοντες, λαμπρότητι δὲ πάσῃ πρὸς τὰς λειτουργίας χρώμενοι, προνοίᾳ δὲ τὴν πενίαν φεύγοντες, ἥδιον μὲν δαπανώμενοι περὶ τὴν πόλιν ἢ κερδαίνουσιν ἕτεροι, οὕτω δὲ πρὸς τὴν δαπάνην ἀφειδῶς ἐξορμῶντες, ὥστʼ ἤδη φόβον, μὴ πρὸς ἔνδειαν ὑπενεχθῶσι, παριστάναι, ἐν πολυτρόποις εἴδεσι τὰς ἀναλώσεις ποιούμενοι, νῦν μὲν τὸ πλῆθος διατρέφοντες ἐν ταῖς χρείαις καὶ ἐπιδόσεσι τὰς τῆς γῆς ἐνδείας ἀφανίζοντες, ἀεὶ δὲ τὴν πόλιν ἅπασαν λουτρῶν τε ἀπολαύσει καὶ θεαμάτων χάρισιν ὠφελοῦντές τε καὶ ψυχαγωγοῦντες, ἔτι ζῶντες εἰσάγοντες εἰς τὸ λειτουργεῖν τοὺς παῖδας καὶ τὴν ἐκ τῶν νόμων ἀτέλειαν ταῖς μεγαλοψυχίαις εἰς τέλος ἄγοντες, φαιδρότεροι τῶν οὔπω κεχορηγηκότων οἱ τὰ αὑτῶν ἀνηλωκότες. ὃ γὰρ ἀλλαχοῦ τῷ κερδαίνειν ἕπεται, τοῦτο τῇδε τῷ δαπανᾶσθαι συνέζευκται, καὶ μᾶλλον ἄν τις αἰσχύνοιτο πλουτῶν ἐκ τοῦ φεύγειν τὸ λειτουργεῖν ἢ τὴν οὐσίαν ἐλάττω ταῖς λειτουργίαις ποιῶν. ὥσπερ γὰρ θεῶν τινα ἐγγυητὴν ἔχοντες, ὅτι ὧν ἂν πρόωνται διπλάσια παρὰ τῆς Τύχης ἀφίξεται, οὕτως ἐκκεχυμένως ἀναλίσκουσιν εἰς ἀγῶνας ἱππικούς τε καὶ γυμνικούς, οἱ μὲν ἀξίως τῶν ὄντων σφίσιν, οἱ δὲ μειζόνως ἢ κατὰ τὰ ὄντα σφίσιν. ἀγώνισμα δὲ ἑκάστῳ τῶν ἐν αὐτῷ τῷ λειτουργεῖν ἐστι τὸ τὸν μὲν ἔμπροσθεν ὑπερβῆναι, τῷ δὲ ἑπομένῳ τὴν ἅμιλλαν ἀποκλεῖσαι καὶ τὰ μὲν ἀεὶ ποιούμενα κάλλιον δεῖξαι, τοῖς δὲ εἰωθόσι καινὰ προσθεῖναι. μόνοις δὲ παρʼ ἡμῖν πλείων ἔρις ὑπὲρ τοῦ λαβέσθαι λειτουργίας ἢ παρʼ ἑτέροις ὑπὲρ τοῦ διαδρᾶναι, καὶ πολλοὶ πολλάκις διʼ ἀναλωμάτων ἐμνήστευσαν τὴν εἰς τοῦτο πάροδον δαπάνην δαπάνῃ συνείροντες καὶ διὰ τῆς προτέρας εἰς τὴν δευτέραν ἐμβαίνοντες, οὐ μικροῖς ὠνούμενοι τὴν τῶν μειζόνων φυγήν, ἀλλὰ πολλοῖς ποριζόμενοι τὸ πλείω καταθεῖναι. αἴτιον δὲ μεγαλοφροσύνη τις ἔμφυτος, διʼ ἣν οὐκ ἀνέχονται μείζω λόγον ὑπὲρ ἑτέρων εἰς τὴν ἑαυτῶν φοιτᾶν ἢ περὶ τῆς ἑαυτῶν ἑτέρωσε φέρεσθαι νομίζοντες ἀνεπίφθονον τὴν οἰκείαν ἐν οἷς ἔξεστιν ὑψηλοτάτην ποιεῖν.
Σοφίας τοίνυν καὶ τῆς ἐν λόγοις ἰσχύος τοσοῦτον ἡ βουλὴ μετείληφεν, ὥστε φαίης ἂν αὐτὴν χορόν τινα εἶναι σοφιστῶν ἐν ταῖς ἀρχαῖς τοῦ βίου τὴν τέχνην ἐπιδεικνύντων. οὕτως αὐτοῖς νοῦς τε ὀξὺς καὶ ῥήματα στρογγύλα καὶ ῥεῦμα ἄπαυστον, ὥστε πολλοὶ τῶν φιληκόων εἰς τὰ δικαστήρια συνθέουσιν, ὥσπερ εἰς μουσεῖα παιδευτῶν, ἐπʼ ἀκροάσει τῶν παρὰ τοῖς ἄρχουσιν ἀγώνων, οὓς ἐκ τοῦ παραχρῆμα ἀνύτουσιν ἀσφαλέστερον τῶν ἐσκεμμένων. ἡ δὲ δεινότης ἥδε τοὺς ἄρχοντας ἐπαναγκάζει τοὔνομα βεβαιοῦν, ἀλλʼ οὐκ εἰς τυράννων μίμησιν ἐκβαίνειν. τί δὲ τοῦτό ἐστιν; οὗ μὲν ἀμαθὴς ἡ βουλή, κἂν πάνυ ζάχρυσος ᾖ, μετὰ ἀφωνίας, τοῖς μὲν ἄρχουσιν ὑβρίσαι πρόχειρον, τοῖς δὲ φέρειν ἀνάγκη σιγῇ. οἱ γὰρ οὐκ ἔχοντες λόγῳ τῶν δικαίων τυγχάνειν, ἀδικεῖσθαι πρόκεινται, καὶ τοὔνομα μὲν αὐτοῖς βουλή, δούλων δὲ τὰ πάθη. παρʼ ἡμῖν δὲ τὸ τῶν λόγων κράτος τῇ βουλῇ μὲν τηρεῖ τὴν ἐλευθερίαν ἀκριβῶς, τοὺς δʼ ἐφεστηκότας ἐπὶ τῶν ἔργων ὃ καλοῦνται φαίνεσθαι ποιεῖ, τοῖς μὲν σώφροσιν εἰς εὕρεσιν τοῦ βελτίστου συμβαλλόμενον, τοῖς δὲ θρασέσιν ἀνεῖργον τὴν ἀσέλγειαν ταῖς ἀπὸ τῆς σοφίας ἀνάγκαις καὶ καθάπερ ἐπῳδῇ τῇ ῥητορείᾳ τρέπον τὸν θυμὸν εἰς πρᾳότητα. οὕτω τῆς ἐκείνων ἐξουσίας ἰσχυρότερον κέκτηνται φάρμακον. καὶ οὐκ αὐτὴ σὺν τρόμῳ ποιεῖται τὰς εἰσόδους ὡς τοὺς ἄρχοντας, ἀλλʼ οἱ μέλλοντες ψηφιεῖσθαι σὺν εὐλαβείᾳ καλοῦσιν, ὡς ἂν ἐν ἀνδράσιν ἁρπασθῆναι μὲν οὐ ῥᾳδίοις, κρῖναι δὲ δυνατοῖς τὴν πεῖραν δώσοντες. οἱ δὲ τοῦ δικαίου μὲν παρορωμένου διαμάχονται, νικῶντος δὲ ἐπαινοῦσι. καὶ μέγα εἰς τὸν βίον ἄρχοντι τὸ δόξαι τῇ βουλῇ τὰ δίκαια βεβουλεῦσθαι. καὶ γάρ τοι ταῖς μὲν ἄλλαις, ἢν ἐνέγκωσιν ἄρχοντος ῥύμην καὶ μὴ τελέως κατακλυσθῶσιν, ἔπεισι φρονεῖν· ἐν ἡμῖν δὲ οἵτινες ἂν ἄρχοντες εὐδοκιμήσωσι, τὸν ἐπʼ ἀρετῇ στέφανον ἀνῃρῆσθαι νομίζουσιν, οὐχ ὡς ἀπειθεστέρων κεκρατηκότες, ἀλλʼ ὡς ἂν ἐν φρονήμασιν ἐλευθέροις ἐπαίνου τετυχηκότες. οὕτω δὲ ἡ βουλὴ τοῖς ἐφεστῶσι προσφερομένη πρὸς ἀλλήλους οὐκ ἂν φαίην ὡς οὐκ ἐρίζουσιν, ἀλλὰ καὶ πάνυ τοῦτο δρῶσιν ἐπὶ τοῖς κοινοῖς ἀγαθοῖς. τρία γὰρ αὑτὴν διελοῦσα τέλη τὴν μὲν ἡγεμονίαν καθʼ ἕκαστον τοῖς ἀρίστοις ἀνατέθεικε, τὸ λοιπὸν δὲ ἕπεται στρατηγοῖς ἐπισταμένοις ὑπὲρ τοῦ μέρους πονεῖν. εἰπεῖν δὲ οὐ τοῖς μὲν ἔξεστιν, οἱ δὲ κεκώλυνται, ἀλλὰ κοινὴ μὲν παρρησία, συγχαίρουσι δὲ τῷ τι λέγοντι χρηστὸν οἱ παρεστηκότες, φθέγγεται δὲ ἡ νεότης, καὶ τὸ γῆρας οὐκ ἄχθεται, πᾶν μὲν οὖν τοὐναντίον, συμπαρακαλοῦσι καὶ προτρέπουσι καὶ προάγονται θαρρεῖν, ὥσπερ ἀετοὶ νεοττοὺς εἰς πτῆσιν ἐρεθίζοντες. πρὸς τοσοῦτον δὲ ἥκει τὸ σύστημα σεμνότητος, ὥσθʼ ὁμοῦ τε ἐφάνη καὶ παρὰ τῶν ὑπάρχων ὅ τι βούλεται διαπέπρακται. καὶ τῷ δόντι μέγιστον εἰς ἡδονὴν τὸ δεδωκέναι· χρηστούς τε γὰρ εὖ ποιῶν οἶδε καὶ δεινοὺς εἰπεῖν, ὧν τὸ μὲν πείθει μεμνῆσθαι τῆς χάριτος, τὸ δὲ παρέχει πρὸς ἀξίαν ὑμνεῖν. καὶ τί δεῖ λέγειν ὑπάρχους, ὅπου γε καὶ βασιλεῦσιν ἐν αἰδοῖ τὸ συνέδριον γράμματά τε εἰσπέμπον καὶ διαλεγόμενον πρὸ τῶν θρόνων. ἐν δὴ τῷ χρηματίζειν τῆς μὲν βουλῆς ἡ φρόνησις ἐδείχθη τῷ κρατοῦντι, παρὰ δὲ τοῦ κρατοῦντος ἦλθον τούτοις εἰς τιμὴν ἐθνῶν ἀρχαί. τὸ δὲ πρὸς τὴν οἰκείαν φίλτρον ἐπὶ τοῦ βουλεύειν ἐνίους κατέσχε, καὶ δυοῖν ἐκοσμήθησαν οἷς τοῦτο ὑπῆρξε, τῷ τε ἐπʼ ἐκεῖνα κεκλῆσθαι καὶ τῷ ταῦτα ᾑρῆσθαι. τῷ μὲν γὰρ ἀρχικῶς ἔχοντες ἔδειξαν, τῷ δὲ μεῖζον ἄγοντες ἄρχεσθαι τῇ πατρίδι ζῶντες ἢ τοῦτο ἐκλιπόντες ἑτέρων ἄρχειν. οὕτως ἡδονήν, οὐ μόχθον τὸ τῆς οἰκείας προκάμνειν τέθεινται, τὴν μὲν ἀπαλλαγὴν τῶν πόνων οὐ δεξάμενοι, τὸ δὲ ἐπʼ αὐτῶν μένειν ἀγαπήσαντες, καὶ οἱ μὲν τῷ φυγεῖν τὰς ἀρχάς, οἱ δὲ τῷ μετὰ τῶν νόμων ἄρξαι κεκόσμηνται.
Περὶ δὲ τοῦ δήμου τί μεῖζον εἴποι τις ἂν ἢ ὅτι τῇ βουλῇ πρέπων ὁ δῆμος καὶ οὔτε ἐκείνην ἑτέρου χρῆν προεστάναι τοῦτόν τε οὐδεμιᾶς τῶν πασῶν ἑτέρας εἶναι. οὕτως ἡ μὲν ἡγεῖται χρηστῶν, ὁ δὲ ἀρίστοις ἕπεται, καθάπερ δεξιὸς χορὸς κορυφαίῳ βελτίονι. πρῶτον μὲν γὰρ γυνή τέ ἐστιν ἑκάστῳ καὶ παῖδες καὶ ἡ κατʼ οἶκον κατασκευή· ταῦτα δὲ εὐλάβειαν παιδεύειν δύναται καὶ τὸ τὴν ἡσυχίαν διώκειν, ὥσπερ οἷς οὐδὲν τούτων ἐστί, στάσεις τε ὀξεῖς ἐμβαλεῖν καὶ ξιφῶν ἅψασθαι καὶ τέρψιν ποιήσασθαι τὸ φθειρόμενον καὶ συμφορὰν ὅτῳ τύχοιεν προσβαλόντες ἐπʼ ἄλλον ἀποδραμεῖν, ἃ πολλὰ μὲν κατʼ Αἴγυπτον, πολλὰ δὲ ἐν Ἰταλίᾳ τολμᾶται τῶν μὲν ἅπαν ῥῆμα θορύβου ποιουμένων πρόφασιν, τῶν δὲ ἐν ταῖς τῆς βουλῆς ἀκαιρίαις τρυφώντων. ὁ δὲ παρʼ ἡμῖν δῆμος τὰ παίδων μιμεῖται πρὸς γονεῖς, καὶ γὰρ ἡ βουλὴ πρὸς τοῦτον τὰ πατέρων μιμεῖται, ἡ μὲν ἔνδειαν οὐκ ἐῶσα τῷ δήμῳ προσπεσεῖν, ὁ δὲ ἀντεισφέρων ἐν τροφείων τάξει τὴν εὔνοιαν, ἀλγῶν μὲν ἐν ταῖς ἐκείνης δυσθυμίαις, ἐν δὲ ταῖς εὐημερίαις ὡς μάλιστα γεγηθώς, κοινωνῶν ἑκατέρας τύχης καὶ οὐδὲν τῶν ἐκείνης οὐχ ἑαυτοῦ νομίζων, ἥδιστα ἂν τῶν παίδων ἀποστὰς ἐπὶ τῇ τῶν προεστώτων σωτηρίᾳ. γνοίη δʼ ἄν τις τοῦ δήμου τὸν τρόπον, εἰ τὴν ἐξέτασιν ἀπʼ αὐτῶν ποιοῖτο τῶν δυσχερῶν. ἃ γὰρ ᾐτιάθη, ταῦτα αὐτοῦ τὴν ἐπιείκειαν ἐμφαίνει, καὶ τὸ ἔγκλημα αὐτῷ τὰ τῶν ἐγκωμίων δύναται. ἐπειδὴ γὰρ πόλιν οὖσαν ἔδει τι καὶ ὑπομεῖναι τῶν ἐνοχλούντων τὴν γῆν, τὴν τοῦ μὴ κωλύσαι τὸ συμβάν, οὐ τὴν τοῦ δεδρακέναι τι δεινὸν μέμψιν ἐδέξατο. οὕτω φύσει πονηρίας ἀφεστηκὼς σωφρονιστὴς ἀξιοῦται τῶν κακούργων. συμβόλαια τοίνυν ἐλευθέρως συγγράψασθαι καὶ φυλάξασθαι πιστῶς τίς δῆμος ἐγγὺς τῷ παρʼ ἡμῖν; φωνῆς δὲ τόνος οὐ παρειμένος πρὸς ἀηδίαν, βάδισμα δὲ εὔσχημον, ἀμπεχόνη δὲ οὐκ ἐρραθυμημένη, πρὸς δὲ τοὺς ὑπερέχοντας ὕπειξις, πρὸς δὲ τοὺς πεπαιδευμένους φίλτρον, ἀστειοσύνη δὲ ἡ διὰ πάντων, ποῦ ταῦτα ἐν ἄλλῳ δήμῳ; εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, ποῦ ταῦτα ἐν ἄλλῃ βουλῇ; οὕτω κρείττων ἐστὶ τῆς προσηγορίας καὶ τῇ περὶ τὸν βίον εὐρυθμίᾳ καλλίονι προσκεχώρηκε σχήματι. φιλανθρωπίᾳ τοίνυν τοσοῦτον περίεστιν, ὥστε ἃ πρὸς τοὺς οἰκείους ἑτέροις παραλείπεται, ταῦτα τούτῳ περὶ τοὺς ξένους πέπρακται. τῶν γὰρ παρʼ ἄλλοις πολιτευομένων δεῦρο ἀνασπασθέντων ἐπʼ αἰτίαις ὧν ἡ δίκη θάνατος, ἀγομένων ἐπὶ τὰς σφαγὰς ἔπεσε μὲν ὁ δῆμος εἰς δάκρυα καὶ περιέρρεον τὸ βασίλειον σὺν ἱκετηρίᾳ, τὴν δὲ τοῦ τότε κρατοῦντος ζέουσαν ὁρμὴν αἱ τούτων δεήσεις ἐστόρεσαν. οὐκοῦν οἱ μὲν ὑπὸ τοῦ πρὸς ἔλεον ῥέπειν ἱκέτευον, ὁ δʼ ὡς ἀξίοις καὶ τὰ τοιαῦτα λαβεῖν ἐχαρίζετο, καὶ εἶχον τοὺς μὲν πολίτας αἱ πόλεις, οἱ δὲ τὴν τοῦ καὶ δεδεῆσθαι καὶ τετυχηκέναι δόξαν, ὁ δὲ τὴν ἀπὸ τοῦ νικῆσαι τὸν θυμὸν εὔκλειαν.
Οὐ μὴν ἔστιν εἰπεῖν, ὡς ἡ χρηστότης ἐπιχώριον ἡμῖν, τὴν δὲ ἐν τοῖς δεινοῖς ἀνδρίαν μετὰ τῆς τῶν ὁπλιτικῶν μελέτης ἀποβέβληκεν ἡ πόλις, ἀλλὰ τὴν μὲν ἔπαυσεν ὁ νόμος, τὴν δὲ ἐτήρησεν ἡ φύσις. τοῦτο μὲν γὰρ Περσῶν ἐπιόντων οὐκ ἠξίωσαν φεύγοντες σωθῆναι, ἀλλʼ ἔμειναν ἐχόμενοι τῆς πατρίδος ἀκριβέστερον ἢ Λακεδαιμόνιοι τῶν ἀσπίδων, τοῦτο δὲ τὸν ἐκ Σελευκείας τύραννον ἐξαίφνης ἀναφύντα τε καὶ δεῦρο εἰσπεσόντα κατήνεγκε ταῖς τῶν ἐνοικούντων χερσί, καὶ δεξιαὶ τὰ ἐν τοῖς ἐργαστηρίοις ὄργανα ἀφεῖσαι στρατιώτας ζῶντας ἐν αἵματι καὶ φόνοις ἀφώπλισαν.
Κωλύει δὲ οὐδὲν ἴσως, ὅπως ἔσχε τὸ τῆς ἐπαναστάσεως διελθεῖν. οὕτω γὰρ καὶ ἡ τῶν νενικηκότων ἀρετὴ μᾶλλον φανεῖται.
Ἴλην ἔχων ὁπλιτῶν ταξίαρχος ἐν Σελευκείᾳ διέτριβε τῷ λιμένι τὸν εἴσπλουν ἀπεργαζόμενος βαθύν. εἰδὼς δὲ παρʼ ἡμῖν οὐ καθημένην στρατιὰν καὶ τῷ τε περὶ τὸν ὅρμον πόνῳ κεκοσμημένος καὶ τῇ τῶν κωλυσόντων ἐρημίᾳ τὴν ἐλπίδα λαβὼν τυραννίδος ἐρᾷ. καὶ οὐκ ἔμελλε καί, ἦν γὰρ ἁλουργὶς ἀγάλματι περικειμένη, ταύτην ἐνδὺς ἔργου εἴχετο. προσπεσόντες δὲ ἐν ταῖς πορείαις τοῖς ἀγροῖς καὶ διʼ ἧς ἐχώρουν ἅπασαν φθείραντες περὶ δείλην ὀψίαν αὐτάγγελοι τὴν πόλιν κατειλήφεσαν, ὥσπερ ἀρκοῦν ὀφθῆναι. ἔμελλον δὲ ἄρα φάλαγγι μὲν οὐκ ἐντεύξεσθαι στρατιωτῶν, τόλμαις δὲ ἀνδρῶν φοβερωτέραις ὁπλιτῶν. ὡς γὰρ εἶδον τὸν τύραννον εἰς τὸ βασίλειον θέοντα καὶ τὰ τῶν δεσποτῶν ἁρπάζοντα, τὴν ἀτοπίαν τῶν ὁρωμένων εἰς παράκλησιν λαβόντες οὐκ ἠξίωσαν νύκτα ἀναμείναντες βουλεύσασθαι, ἀλλὰ τοῦτο μόνον ἡγησάμενοι βουλήν, οὐ δέχεσθαι, καὶ προβαλόμενοι τὰ στήθη μὲν ἀντʼ ἀσπίδων, τοὺς μοχλοὺς δὲ ἀντὶ δοράτων καὶ πᾶν τὸ εἰς χεῖρας ἰὸν ἀρκοῦν νομίσαντες ὅπλον, τὸ σκῆπτρον αὐθημερὸν ἀπεκρούσαντο, τοὺς μὲν πρώτους οἷς εἶχον αὐτοὶ κατενεγκόντες, ἔπειτα τοῖς ἐκείνων ὅπλοις κατὰ τῶν ὑπολοίπων χρησάμενοι. συνεπελάβοντο δὲ καὶ γυναῖκες τοῦ ἔργου οὐχ ὅσον κραυγῇ καὶ ὀλολυγῇ καὶ λίθοις ἀπὸ τοῦ στέγους, τοῦτο δὴ τὸ Πλαταιᾶσιν, ἀλλʼ ἄντικρυς εἰς χεῖρας ἐλθοῦσαι καὶ γευσάμεναι παρατάξεως καὶ τραυμάτων καὶ τὸν ἐπʼ Ἀμαζόσι πιστωσάμεναι λόγον· ὥστε οἱ μὲν ἔκειντο, οἱ δὲ ἔφευγον, οἱ δὲ ἡλίσκοντο, καὶ ἡ τυραννὶς οὐκ ἤρκεσεν ἡμέραν εἰς δευτέραν.
Τοιαύτη μὲν ἐν τοῖς ἐπείγουσι τῶν κινδύνων ἡ πόλις σώζουσα τὰ τολμήματα τῶν προγόνων ἐν τῇ φύσει. σκοπῶμεν τοίνυν, εἰ καὶ τὰς ἄλλας ἀρετὰς Ἀθηναίων ἐφύλαξεν, οὓς ἐδέξατο συνοίκους.
Οὐκοῦν μέγιστον μὲν κατʼ ἐκείνων ἐγκώμιον, ὅτι κοινὴν καταφυγὴν ἀνέῳξαν τοῖς δεομένοις τὴν αὑτῶν, καὶ συνέρρεον πανταχόθεν Ἀθήναζε ξένοι, ἡμεῖς δὲ καθʼ Ὅμηρον μακρῷ ταύτῃ πατέρων ἀμείνους· οὐ γὰρ ἔστι πόλις, ἧς οὐ δεδέγμεθα μέρος. ἀλλὰ πλείους μὲν ἀφʼ ἑκάστης οὐκ ἔστιν εἰπεῖν, οὐ πολλῷ δὲ ἐλάττους τῶν καταμεινάντων ἑκασταχοῦ τοὺς δεῦρο μεταστάντας δεδέγμεθα, τοὺς μὲν τρυφῆς ἐπιθυμίᾳ, τοὺς δὲ κατʼ ἐμπορίας λόγον, τοὺς δὲ κατʼ ἐπίδειξιν ὧν ἐπίστανται, τοὺς δὲ ὡς ἐπὶ πενίας ἀπαλλαγῇ. ἄγει δὲ τοὺς μὲν ὑπεροψία τῆς ὑπαρχούσης ὡς ἐλάττονος, τοὺς δὲ ἀέρων ἔρως τε καὶ φυγή· φεύγουσι μὲν γὰρ τὸν αὑτῶν, ἐρῶσι δὲ τοῦ παρʼ ἡμῖν. ὥσθʼ οἱ καθʼ ἑκάστην πόλιν ὑπολειπόμενοι μέν, φοιτῶντες δὲ παρʼ ἡμᾶς ἐπιδημίας λόγῳ παρὰ πολίτας φοιτῶσι. τοσούτοις ἐντυγχάνουσιν ἕκαστοι τοῖς τῆς αὑτῶν. καὶ δὴ καὶ εἴ τις γνώμην ἔχοι τὴν γῆν ἐπιέναι κέρδος ποιούμενος οὐ τὴν ὄψιν τῶν πόλεων, ἀλλὰ τὴν μάθησιν τῶν παρʼ ἑκάστοις τρόπων, τούτῳ τὴν πλάνην ἡ πόλις ἀφαιροῦσα τὴν σπουδὴν πληροῖ. καθήμενος γὰρ ἐπὶ τῆς ἡμετέρας ἀγορᾶς εἰς ἁπάσης πόλεως πεῖραν ἀφίξεται· τοσούτοις τοῖς ἑκασταχόθεν διαλέξεται. καὶ οὐ τοῖς ταύτην ἀνθῃρημένοις τῆς αὑτῶν εἰς ἐλάττωμα κέκριται τὸ μὴ τὴν αὑτῶν οἰκεῖν, ἀλλʼ οἱ καταμείναντες οἴκοι τούτους ζηλοῦντες αὑτοῖς ἐπιτιμῶσιν οὐ μεταστᾶσιν. οὕτω κοινὴ μετουσία τῶν ἀγαθῶν τῇδε πρόκειται. καὶ οἵ τε ξένοι στέργουσιν ὡς οἰκείαν ἣν ἀντὶ τῆς οἰκείας εἵλοντο, οἵ τε πολῖται τῶν ξένων οὐκ ἀξιοῦσι πλεονεκτεῖν, ἀλλʼ ἀσπάζεται τὰς ἀρετὰς τῶν ἐπελθόντων ὥσπερ ἀμέλει τὰς τῶν ἐκγόνων, μιμουμένη κἀν τούτῳ τοὺς Ἀθηναίους. ὥσπερ γὰρ ἐκεῖνοι τοῖς ἐκ Πύλου μετέδωκάν τε τῶν παρὰ σφίσιν ἀρχῶν καὶ ἐπὶ τῶν μεγίστων ἐχρήσαντο, οὕτως ἡμεῖς τὰ κράτιστα ξένους τε ἐτιμήσαμεν καὶ ξένων ἀπελαύσαμεν, ὥστʼ ἔτι καὶ νῦν εἰς τὰ πρῶτα τελοῦσιν αἱ τούτων οἰκίαι.
Τῶν δὲ ὡς ἡμᾶς μεταστάσεων ἄνωθέν τε ἀρξαμένων καὶ οὐ πεπαυμένων, οἶμαι δὲ οὐδὲ παυσομένων εἰκότως εἰς πλῆθος ἐπέδωκεν ἡ πόλις. καὶ γέγονεν αὐτῇ τοῦτο γνώρισμα ἐναργέστατον τὸ τοὺς ἐνοικοῦντας εἰς ἀριθμὸν ἀγαγεῖν εἶναι μόνου τοῦ Πυθίου, ᾧ δὴ καὶ τὴν ψάμμον ὁ χρησμὸς ἠριθμῆσθαι λέγει. τοσαύτη γὰρ οὖσα καὶ ἐπὶ τοσοῦτον προβαίνουσα τῆς γῆς ἅπασα καθʼ ἕκαστον μέρος ἐφαμίλλως ἀναμεμέστωται, κἂν τὰ πρὸ τῶν πυλῶν ἐξετάσῃς κἂν τὰ εἴσω πρῶτα κἂν τὰ παρʼ αὐτά, κἂν εἰς τὰ μέσα προβῇς κἂν εἰς τοὺς στενωποὺς μεταβῇς κἂν εἰς τὰ πέρατα κύκλῳ τὸν ἐξετασμὸν μετενέγκῃς, πάντα ἴσῃ τῇ πολυανθρωπίᾳ βρύει, καὶ τοσοῦτον ὂν τὸ ἐν μέσῳ στρεφόμενον ἴσον οἴκοι καταλείπει τὸ οἰκουροῦν. τὰς μὲν οὖν Ἀθήνας Ἀθηναῖοι φόβῳ τῆς Λακεδαιμονίων ἐμβολῆς ἐκλιπόντες τοὺς δήμους ἐνέπλησαν, καὶ ἦν τῇ πόλει πλῆθος ἡ τῶν ἀγρῶν ἐρημία, παρʼ ἡμῖν δὲ τῶν ἀγρῶν πολλοὺς τῶν ἀστικῶν ἐφελκομένων, ὥσπερ κεκενωμένων, ἡ πόλις εἰς πλῆθος ἀνθεῖ καὶ οὕτω διὰ πάσης ἡμέρας ἐπʼ ἀγορᾶς ἴσον, ὥστε πληθούσης ἀγορᾶς οὐχ ἕν τι μέρος τῆς ἡμέρας τῇδε δηλοῖ καὶ σφόδρα ἕν τι δηλοῦν ἑτέρωθι· τὸ γὰρ ὡμαλισμένον οὐδὲν ἐξαίρετον τῆς ἡμέρας μέρος ἀκοῦσαι συγχωρεῖ, ἀλλʼ ἢν εἴπῃς πλήθουσαν, πάντα τὸν χρόνον δεδήλωκας. ὥσπερ γὰρ τῶν ποταμῶν ὁπόσοις οὐ σχίζουσι τὸ ῥεῦμα πέτραι τινὲς κατὰ τὸ μέσον ἀνεστηκυῖαι, διὰ μιᾶς συνεχοῦς ὄψεως ὁ πόρος πρόεισιν, οὕτως ἐνταῦθα τῶν βαδιζόντων ἡ πυκνότης οὐδὲν ἐν μέσῳ ψιλὸν ἐᾷ φανῆναι, ὥστε τῷ πρῶτον ἐπιστάντι καὶ θεωμένῳ δόξα ἂν παρασταίη εἶναι μέν τινας ἔξω τῆς πόλεως ἑορτὰς καθʼ ἑκάστην πύλην, νόμῳ δέ τινι τὴν πόλιν εἰς ταύτας κενοῦσθαι μεριζομένων τῶν οἰκητόρων κατὰ τὴν βούλησιν. ἑνὶ δʼ ἄν τις δυσχεράναι τὴν πόλιν, ὅτι τοῖς ἐπειγομένοις ἐλθεῖν ποι διὰ τάχους κώλυμα παρέχεται τὸν ὄχλον ἀνακόπτουσα τοῖς ἀπαντῶσιν ὥσπερ κύμασιν ἀντιπροσώποις δρόμον νεώς.
Καὶ τοίνυν τοῖς μὲν τὸ πλῆθος ὁρῶσι, τὴν δὲ τῆς γῆς φορὰν οὐκ εἰδόσι φόβος ἂν γένοιτο περὶ τῆς τροφῆς ἧς δεῖ τοσούτοις. τῷ δὲ τὴν μὲν ἀκούοντι, τὸ δὲ οὐκ εἰδότι θαῦμα ἂν παρασταίη, τῇ τίνων ἀναλοῦται τροφῇ. οὕτω τῇ τε γῇ πρέπων ὁ ὄχλος ὁ παρʼ ἡμῖν τῷ τε ὄχλῳ τῆς γῆς ἡ φύσις, διʼ ἣν οὐδεπώποτε τὸν Ξένιον ἠναγκάσθημεν ἀδικῆσαι Δία διὰ τῆς περὶ τοὺς ξένους ὠμότητος, καίτοι τὸ παράδειγμα τῆς Ῥώμης ἔχοντες, ἣ τὴν τῶν ἀναγκαίων σπάνιν, ἡνίκα ἂν τοῦτο συμπέσῃ, τῇ τῶν ξένων ἐλάσει πρὸς ἀφθονίαν μεθίστησιν. ἡμᾶς δὲ οὐ κατέκλεισεν εἰς τοιαύτην ἴασιν ἡ γῆ, οὐδʼ ἔστιν ὅτε τοῦ πλήθους αὑτὴν ἀπεστέρησεν ἐπὶ τῷ τὸ λειπόμενον σῶσαι, παλαιόν, οἶμαι, νόμον αὑτῆς τηροῦσα ξένων συμφορὰς λύειν, οὐ ποιεῖν, ἐπεὶ καὶ τὸν παῖδα Ἀγαμέμνονος μετὰ τὸν φόνον τῆς μητρὸς διὰ τῆς ἄλλης ἁπάσης λυττῶντα κατὰ κράτος ὑπὸ τῶν θεῶν διωκόμενον, αἳ τῇ μανίᾳ τὸν νεανίσκον ἐκόλαζον, ἥδε ἡ γῆ πρὸς τὸ σωφρονεῖν ἐπανήγαγεν. ὡς γὰρ ἐπέβη τοὺς ὅρους, ἐλέλυτο ἡ νόσος, καὶ τὸ συμβὰν ὄνομα τῷ τόπῳ γίνεται.
Ἀλλʼ ἐνταῦθα μὲν οὐκ οἶδʼ ὅπως ἐξηνέχθην ὑπὸ τῆς περὶ τὸν Πελοπίδην ἡδονῆς, ἐπανακτέον δὲ τὸν λόγον ἐπὶ τὴν τῆς δυνάμεως βάσανον, ἧς ἓν μὲν ἱκανὸν τεκμήριον τὸ τοῖς ἐνοικοῦσιν ἀρκεῖν, ἕτερον δὲ νῦν ἐπιθήσω σαφέστερον.
Τοῦ γὰρ Περσικοῦ τούτου πολέμου ῥαγέντος, ἐφʼ ὃν ἐκ παλαιῶν ἡ Περσῶν ἀρχὴ παρεσκευάζετο χρόνων καὶ τῆς χρείας ἀντιπαρασκευὴν ἀπαιτούσης ἀξιόμαχον καὶ πρό γε τῆς παρασκευῆς χωρίον ἐπιτήδειον δέξασθαι πάντα ὅσα πόλεμος τοσοῦτος ποθεῖ, ἥδʼ ἐστὶν ἡ παρελθοῦσα τὴν χρείαν τῇ περιουσίᾳ καὶ συναγαγοῦσα τὰς δυνάμεις εἰς τοὺς ἑαυτῆς κόλπους καὶ τὴν στρατιὰν ἀθρόαν, ἡνίκα καιρὸς ἐκάλει, προπέμψασα. ῥεόντων γὰρ εἰς αὐτήν, ὥσπερ εἰς θάλασσαν ποταμῶν, πάντων μὲν ὁπλιτῶν, πάντων δὲ τοξοτῶν καὶ ἰππέων καὶ ἵππων τῶν μὲν πολεμιστηρίων, τῶν δὲ ἀχθοφορούντων καὶ πάσης μὲν καμήλου, πάσης δὲ χειρός, ὡς κεκρύφθαι μὲν τοὔδαφος ἑστώτων τε καὶ ἱζανόντων, κεκαλύφθαι δὲ τοὺς τοίχους κρεμαμέναις ἀσπίσι, δόρυ δὲ καὶ κυνῆν ὁρᾶσθαι πανταχοῦ, κτύπου δὲ καὶ θορύβου καὶ χρεμετισμοῦ γέμειν πάντα, τοσούτων δὲ τάξεων ἐγκαθημένων, ὅσων καὶ ταξίαρχοι μόνοι πλῆθος ἂν οὐ μικρὸν προσέθηκαν, μᾶλλον δὲ τοσαύτης στρατιᾶς συνειλεγμένης, ὅση παρʼ ἄλλοις καὶ τὸ ὕδωρ ἐλέγξαι πινόμενον, οὕτω μὲν ἡμέρως ὑπεδέξατο στρατιώτην ἕκαστος, ὥσπερ συγγενῆ χρόνιον ἥκοντα θεραπεύων, οὕτω δὲ γῆς εὐπόρησεν ἕκαστος, ὥσπερ καθʼ ἕκαστον οἴκημα τῆς γῆς αὐτομάτως εἰς σπηλαίου τύπον σχηματισθείσης, οὕτω δὲ ἄχρι κόρου τρέφεσθαι παρῆν, ὥσπερ οὐκ ἀνθρωπείας γνώμης ἢ χειρὸς οὔτε προσκοπούσης οὔτε ὑπηρετούσης, ἀλλʼ ὡς ἂν θεῶν, οἵα θεῶν δύναμις, ἀδήλως ἕκαστα ἑτοιμαζόντων. ὥσθʼ ἡμῖν μάλιστα ἐν τοῖς πολεμίοις οἱ Πέρσαι μέμφονται, ὅτι δὴ τῇ βασιλέως ἀρετῇ τὴν πόλιν ἐφάμιλλον παρασχόντες ἀφορμὴν οὐδαμοῦ τὴν ἐκείνου προθυμίαν τῷ τῆς χορηγίας ἐλλείποντι κατεβλάψαμεν. διὰ δὴ ταῦτα ἀντʼ ἐρωμένης τῷ βασιλεῖ καθέστηκεν ἡ πόλις καὶ καθάπερ πατρίδος ἀποδημῶν ἐπιστρέφει τε τὸν νοῦν πρὸς αὐτὴν καὶ τὴν ἐπάνοδον ὅρκον πεποίηται καὶ τὴν ἀπουσίαν κουφίζει γράμμασι καὶ πολέμους πολέμοις ἀπνευστὶ συνάπτει τοῖς ἐπὶ τῆς ἑσπέρας πόνοις τὴν τῆς ἕω θέαν θηρώμενος, μᾶλλον δὲ τοῖς ἐπὶ τῆς ἑῴας τὴν τῆς ἡμετέρας θέαν. οὔκουν ἑτέρωσε προὔβη, πλὴν ὅσα πόλεμος ἠνάγκασεν, ἀλλʼ ὡς ἀληθῶς ὥσπερ ἐν ἐρωμένης ἀγκάλαις τρυφῶν ἥδιστον τοῦ χρόνου τὸν ἐνταῦθα ἦγεν.
Ἆρʼ οὖν τὴν μὲν ῥώμην τῆς πόλεως ἔστιν, ὥσπερ ἐν ἀνθρώπου σώματι, θαυμάσαι, τὸ δὲ χρῆμα τῶν λόγων, ὃ νοῦν πόλεως ἄξιον προσειπεῖν, εἰς ἀμέλειαν ἐρριμμένον εὑρεῖν; καὶ μὴν τοῦτό γέ ἐστιν, ὃ μεγάλην τε οὖσαν σεμνοτέραν ποιεῖ καὶ εἰ μὴ τοσαύτην γε εἶναι συνέβη, πάντως ἂν εἰς τὸ θαυμάζεσθαι καθίστη. ὥσπερ γὰρ τῶν Ἀθήνησι λαμπρὰ μὲν καὶ τὰ ἄλλα, αἱ τριήρεις, αἱ ναυμαχίαι, τὸ πολλῶν ἄρξαι, κράτιστον δὲ ἡ τῆς σοφίας ἐπιθυμία τε καὶ τιμὴ καὶ κτῆσις, οὕτω δὴ καὶ παρʼ ἡμῖν οὐδὲν μὲν ἔξω θαύματος, πάντα δὲ ἐλάττω τοῦ τῆς σοφίας ἔρωτος. καί μοι δοκεῖ βουληθεὶς ὁ θεὸς ὁ τὴν γῆν δίχα τεμὼν ἑκάτερον μέρος ἐξ ἴσου κοσμῆσαι καὶ καθάπερ ἐν ζυγῷ τὴν ἰσορροπίαν σῶσαι κελεῦσαι τὸν Ἑρμῆν σπέρματα λόγων ἐνταυθοῖ καταθέσθαι τῶν Ἀττικῶν οὐ λειπόμενα καὶ τῇ ῥάβδῳ κινῆσαι τοὺς ἀνθρώπους ὀρέγεσθαι τοῦ κτήματος. τοιγαροῦν ὥσπερ πρότερον εἰς δύο πόλεις διῄρητο τὰ τῶν Ἑλλήνων πράγματα, τὴν Σπάρτην καὶ τὰς Ἀθήνας, οὕτω νῦν εἰς δύο πόλεις τὰ τῶν Ἑλλήνων καλά, τήνδε τε καὶ τὰς Ἀθήνας, εἰ δὴ τοῖς λόγοις μᾶλλον ἢ τῷ γένει τὸν Ἕλληνα κλητέον. καὶ δὴ δύʼ αὗται λαμπάδες ῥητορικῆς ἀνίσχουσιν, ἡ μὲν τὴν Εὐρώπην, ἡ δὲ καταλάμπουσα τὴν Ἀσίαν. πρῶτον μὲν γὰρ ἀρετὴν παιδευτῶν τοσαύτην ἡ πόλις ἐδέξατο, ὥστʼ εἰ μὴ τῶν ἐνταυθοῖ θρόνων, πάντως ἂν τῶν Ἀθήνησιν ἠξίωντο· τοσοῦτον τοῖς μὲν τόνου, τοῖς δὲ ὥρας περιῆν. ἔπειτα νέων ἐσμοὶ τὰ μελιττῶν νικῶντες συνῆλθον. ἔπειτα οὐδεὶς αἰσχυνόμενος ἀπῆλθεν, ἀλλʼ ἐμπορευσάμενοι μάλα ἱκανῶς οἱ μὲν ἔμειναν, οἱ δὲ ἀπῆλθον, οἱ μὲν ἐξ αὐτῶν ὧν ἐκτήσαντο πρὸς τὴν δοῦσαν ἐρωτικαῖς ἀνάγκαις δεθέντες, οἱ δὲ σωτηρίαν φέροντες ταῖς ἑαυτῶν πατρίσι τὰς αὑτῶν διανοίας. ἔπειτα ἡ τῶν ἐπανηκόντων λαμπρότης ἐπὶ τὴν αὐτὴν τελετὴν ἑτέρους ἐξώρμησε, καὶ προπέμπουσιν οἱ μὲν παῖδας, οἱ δὲ ἀδελφούς, οἱ δὲ γείτονας, οἱ δὲ γνωρίμους, πάντες δὲ ἁπλῶς πολίτας. καὶ γεγόνατε τῆς Ἀσίας μητρόπολις οὐ τῇ τῆς ἀξίας ὑπεροχῇ μᾶλλον ἢ τῷ πᾶσιν ὃ πάντων ὠφελιμώτατον ἐνθένδε γενέσθαι. ὅποι γὰρ ἂν ἐλθὼν βουλὴν εὕρῃς λόγοις ὡπλισμένην καὶ ῥήτορας ἀσφαλῶς ἀγορεύοντας, ἢ πάντας τῶν ἐνθένδε μουσείων ἀθλητὰς ἢ τούς γε πλείους ἢ πάντως γε οὐκ ἐλάττους εὑρήσεις. οἱ δὲ τῇ περὶ τὸ βῆμα τέχνῃ καὶ τῇ πρὸς τὰς δίκας ἐπικουρίᾳ πρὸς τὴν τοῦ δικάζειν τάξιν ἀφικνοῦνται καὶ παρεχόμεθα τοῖς ἔθνεσι ῥήτοράς τε καὶ δικαστὰς ἄκρους, οἳ τὰς πόλεις ταῖς γνώμαις ὀρθοῦντες ἓν μόνον κτῶνται τὸ τούτων αἴτιοι γίγνεσθαι καὶ ἀπίασι δὴ κεναῖς μὲν χερσί, τῇ δόξῃ δὲ ἐστεφανωμένοι. ἃ δὴ καὶ ὑμεῖς εἰδότες Μούσαις τε ἱερὰ πολυτελῶς οἰκοδομεῖσθε νέοις μὲν ἐνδιατρίβειν, ταῖς δὲ θεαῖς γέρας, καὶ διδασκάλοις πολίταις τε χρῆσθε καὶ οὐ φθονεῖτε ξένοις. καὶ τῇ φιλανθρωπίᾳ τὸ τῆς ἀκριβείας ἐπὶ τῶν λόγων ἀναμέμικται· τὸ μὲν γὰρ ἅπασιν ἀνεῖσθαι τὰ συνέδρια τὴν φιλανθρωπίαν, τὸ δὲ τοὺς ἐπαίνους ὧν ἄξιον μόνων τὴν ἀκρίβειαν ἐνδείκνυται. καὶ καλούντων μὲν σύνιτε, πλημμελοῦσι δὲ οὐ συγκρύπτετε, ἀλλὰ καὶ νόημα νοσοῦν καὶ σχῆμα ἡμαρτημένον καὶ ῥῆμα διεφθαρμένον εὐθὺς ἥλω. κοινὸς δὲ τῆς κακίας ἔλεγχος ἐξ ἅπαντος τόπου κινεῖται, καὶ οὐκ ἔστι βαλλομένῳ καὶ τοξευομένῳ βλέψαντι πρός τι τοῦ θεάτρου χωρίον ἀκροατῶν ἀμαθίᾳ τὸν τῆς γνώμης ἀναπαῦσαι θόρυβον, ἀλλʼ ὅποιπερ ἂν ἴδῃς, ἀκριβὴς εὔθυνος ἵδρυται. ἄνευ γὰρ τῆς ἐν τοῖς πολιτευομένοις παιδείας τρεῖς χοροὶ ῥητόρων ἰσάριθμοι ἐν τοῖς δικαστηρίοις ἀγείρονται τὴν ἀκοὴν οὐχ ἧττον εἰς κρίσιν ἢ τὴν γλῶτταν εἰς τὸ συνειπεῖν τεθηγμένοι· ὥστʼ οὔτʼ εὐδαιμονέστερος οὐδεὶς τοῦ δεξιοῦ κριθέντος ἐνθάδε κακοδαιμονίᾳ τε πάντες δεύτεροι τοῦ κατεψηφισμένου. καὶ δὴ καὶ ὅστις οὐ σὺν τρόμῳ καὶ δείματι δεῦρο εἴσεισιν, οὐκ ἀνδρεῖος, ἀλλʼ ἀναίσθητος, ἀγνοῶν, εἰς ὅσον ἐμβαίνει κινδύνου. οὕτω δὲ πάλαι τε ἐρριζώθη τῇδε τὸ χρῆμα τῶν λόγων καὶ διʼ ὁμοίας ἀκμῆς ἐχώρησε. καὶ τοῖς ἔξωθεν ἐπʼ αὐτοὺς ἥκουσι καὶ τοῖς ἁψαμένοις ἔνδοθεν ὑπῆρχε μετασχεῖν τῶν πηγῶν, ὥστʼ ἤδη δόξα νενίκηκεν, ὡς ὅστις ἂν ἐπιβῇ τῆς γῆς, γέγευται τῆς τέχνης καὶ ῥητορείας κεκοινώνηκεν, ὥσπερ τῆς γῆς πνεῦμα ἀνείσης μουσικόν, καθάπερ ἑτέρωθι μαντικόν.
Οὐ δὴ θαυμαστόν, εἰ τοῖς μὲν ἄλλοις κρατοῦσα τῶν ἄλλων, τῇ δὲ τῆς σοφίας ἀσκήσει μετὰ τῶν ἄλλων καὶ τὰ αὑτῆς νικῶσα τοὺς ἐπὶ τὰς ἀρχὰς ἰόντας ἐραστὰς ἑαυτῇ καθίστησιν· ὧν ἑκάστῳ καὶ προοίμιον τῆς διοικήσεως καὶ μέσα καὶ τελευταῖα τό τι προσθεῖναι τῇ πόλει. καὶ γὰρ οὖν οἷς μὲν ὑπῆρξε προσθεῖναι, καθάπερ οἱ τοῖς θεοῖς μέγιστα ἀνάψαντες ἀναθήματα, σὺν εὐφροσύνῃ τὸν ὑπόλοιπον ζῶσι χρόνον ἔχοντες ἐν ταῖς συνουσίαις ὅ τι κάλλιστον ἑαυτῶν διηγοῦνται, μᾶλλον δὲ πάντα λέγειν ἔχοντες, ἃ λαμπρύνειν πέφυκεν ἄνθρωπον, τὰ ἄλλα σιγῶντες ἑνὶ τούτῳ φιλοτιμοῦνται θαρροῦντες, ὡς οὔποτε αὐτοὺς λήθη καταλήψεται τῶν ἔργων αὐτοῖς ἐν τῷ καλλίστῳ τῶν ὑπὸ τὸν ἥλιον ἑστηκότων. καὶ θαρροῦσί γε εἰκότως. ὁ γὰρ οὗ πλεῖσται σύνοδοι, τῆς αὑτοῦ γνώμης σπουδὴν ἐνδείξας εἰς ἀείμνηστον κατέθετο τὴν δόξαν, ὥσπερ, οἶμαι, τῶν ζωγράφων οἱ τὴν σοφίαν τῶν χειρῶν εἰς Δελφοὺς ἀναθέντες. καὶ οὐχ οἱ μὲν ἄρχοντες, οἷς ἔνι τούτου τυχεῖν ἐκ βασιλικῶν χρημάτων, ῥᾳδίως ἐπὶ τὰς προσθήκας τῆς πόλεως ὥρμησαν, οἷς δὲ οἴκοθεν ἡ δαπάνη, πρὸς τοῦτο ἀπώκνησαν, ἀλλʼ οἳ τῆς περὶ τὸν βασιλέα γεγόνασιν ἑταιρίας, πλείω τῆς ἐνταῦθα ἀναλώσεως ἢ τοῦ προσλαβεῖν ἔσχον ἔρωτα καὶ πανταχόθεν κάλλη λίθων ἀθροίσαντες ἐγκατέμιξαν οἰκοδομημάτων κάλλη τῷ ἄστει δίκην ἀστέρων ἐκλάμποντα καὶ γενόμενοι τῆς μεγαλοπρεπείας ἡγεμόνες πολλοὺς ἔσχον τοὺς ἀκολουθήσαντας λαμπρότερα τῆς δυνάμεως βεβουλευμένους. ἐνταυθοῖ γὰρ ὁ μὲν οὐκ ἐγείρων οἰκίαν ἢ τῶν γε οὐσῶν ὠνούμενος κἂν πάνυ πλουτῇ, μάτην ἡγεῖται πλουτεῖν, ὁ δὲ τοῦτο μὲν παρεχόμενος, τοῖς δὲ ἄλλοις εἰς στενὸν ἥκων ἐν εὐπόροις αὑτὸν ἀριθμεῖ. διὰ ταῦτα τὸ μέτρον οὐχ ἵσταται τῇ πόλει, καθάπερ δὲ ἐν ἀνθρώπου σώματι παρʼ ἡμέραν αὔξεται.
Καὶ δὴ καιρὸς ὑπέρ τε τῆς θέσεως καὶ τοῦ μεγέθους ἤδη διελθεῖν. οἶμαι γὰρ οὐδεμίαν φανεῖσθαι τῶν οὐσῶν, ᾗ μέγεθός ἐστι τοσοῦτον ἐν οὕτω καλλίστῃ θέσει. ἀρξαμένη γὰρ ἐξ ἕω πρόεισιν ἐπὶ δυσμὰς ἰθυτενής, δίδυμον στοῶν ὕψος ἐκτείνουσα. διίστησι δὲ αὐτὰς ἀπʼ ἀλλήλων ὁδὸς ὕπαιθρος ἐστρωμένη λίθῳ κατὰ τὴν στοὰν τὸ εὖρος. ἔστι δὲ τὸ μὲν μῆκος οὕτω πολὺ τεταμένοις τούτοις, ὥστε λεαίνοντι μὲν μόνον τοσοῦτον χῶρον πολλῆς ἂν δεῆσαι χειρός, βαδίζοντι δὲ εἰς τέλος ἀπʼ ἀρχῆς μόχθον εἶναι καὶ τῆς ἐξ ἵππων δεῖν βοηθείας, οὕτω δὲ ὕπτιον καὶ συνεχὲς διὰ τέλους, οὐκ ἐξηλλαγμένον οὔτε χαράδραις οὔτε πρανέσιν οὔτʼ ἄλλων δυσκολιῶν εἴδεσιν, ὥσπερ ἐν γραφῇ χρωμάτων κατʼ ἐξουσίαν προσελθόντων. στενωποὶ δὲ ἀπὸ τῶν στοῶν τὰς ἀρχὰς εἰληφότες οἱ μὲν ἐπʼ ἄρκτον ἴασι διʼ ὁμαλοῦ τοῦ παντός, οἱ δὲ ἐπὶ μεσημβρίας πρὸς τοὺς πρόποδας τοῦ ὄρους ἀνατείνουσιν ἠρέμα μέχρι τοσούτου τὴν οἴκησιν προάγοντες, μέχρι τοῦ σώζεσθαι συμφωνίαν πρὸς τὸ λοιπὸν σχῆμα τῇ πόλει καὶ μὴ τῷ λίαν ἐξῆρθαι τῆς λοιπῆς οἷον ἀφεστάναι. οὐ γὰρ ὑπερβᾶσα κρημνοὺς καὶ βάραθρα καὶ ταῦτα μεταξὺ ἑαυτῆς ποιήσασα καὶ λαβομένη μικροῦ του χωρίου κατὰ μέσας τὰς λαγόνας τοῦ ὄρους οἰκίας ἐνέθηκε φόβον ταῖς ὑποκειμέναις τὰς ἐπικειμένας, ὥσπερ τὸν τοῦ Σισύφου πέτρον, ἀλλʼ ἐφʼ ὅσον ἔμελλε διὰ συνεχοῦς προβήσεσθαι, τοσοῦτον κατασχοῦσα τὴν εὐσχημοσύνην τῷ πλήθει συνδιεφύλαξεν. ἀνέχει δὲ τὸ ὄρος παρεκτεινόμενον ὥσπερ ἀσπὶς εἰς ὕψος προβεβλημένη, τοῖς δὲ ἐπὶ τῆς ὑπωρείας ἐσχάτοις οἰκοῦσι φοβερὸν μὲν οὐδὲν οἷον ἐξ ὄρους, πάσης δὲ εὐθυμίας ἀφορμαὶ πηγαὶ καὶ φυτὰ καὶ κῆποι καὶ αὖραι καὶ ἄνθη καὶ ὀρνίθων φωναὶ καὶ τὸ πρὸ τῶν ἄλλων ἀπολαῦσαι τῶν ἠρινῶν. ἐοίκασι δὲ αἱ μὲν στοαὶ ποταμοῖς ἐπὶ πλεῖστον πορευομένοις, οἱ στενωποὶ δὲ ῥύαξιν ἀπʼ αὐτῶν ἠγμένοις. πέμπουσι δὲ οἱ μὲν εἰς τὸ ὄρος βλέποντες πρὸς τὰς τῆς ὑπωρείας χάριτας, οἱ δὲ ἐπὶ θάτερα πρὸς ἑτέραν ὁδὸν γυμνὴν ὀροφῆς ἑκατέρωθεν ᾠκισμένην, ὥσπερ ἐκ ποταμοῦ πρὸς ποταμὸν διώρυχες εἰς διάπλουν πεποιημέναι. τελευτᾷ δὲ καὶ τοῦτο τὸ μέρος εἰς κήπων ὥραν πολλαχοῦ, αὐτοὶ δὲ ἐκεῖνοι λήγουσιν εἰς τὴν ὄχθην Ὀρόντου τοῦ ποταμοῦ. τῶν τοίνυν στοῶν, ὅπερ ἔφην, ἐξ ἀνίσχοντος ἡλίου πρὸς δυσμὰς τεταμένων καὶ τοσοῦτον μήκους ἐπεχουσῶν, ὅσον ἂν καὶ τρισὶν ἀπέχρησεν ἄστεσι, κατὰ μέσην μάλιστα τὴν δεξιὰν ἁψῖδες πανταχόθεν τετραμμέναι μίαν ὀροφὴν ἔχουσαι λίθου παρέχουσιν ἀρχὴν ἑτέραις στοαῖς πρὸς ἄρκτον ἄχρι τοῦ ποταμοῦ προϊούσαις τὸ περὶ αὐτὰς Νυμφῶν ἱερὸν οὐρανόμηκες λίθων αὐγαῖς καὶ κιόνων χρόαις καὶ γραφῆς αἴγλῃ καὶ ναμάτων πλούτῳ πάντα ὀφθαλμὸν ἐπιστρέφον. στενωποὶ δὲ καὶ ἀπὸ τούτων ᾗπερ ἀπὸ τῶν προτέρων ὥρμηνται.
Καὶ τὸ μὲν τῆς ἀρχαίας πόλεως σχῆμα τοιοῦτον. τὴν δὲ νέαν πόλιν ἡ νῆσος, ἣν ἡ τοῦ ποταμοῦ σχίσις ἐποίησεν, ὑπεδέξατο. ῥέων γὰρ εἷς ἄνωθεν καὶ προελθὼν ὡς ἐπὶ τὸ πλεῖστον τεμὼν ἑαυτὸν περιβάλλει τὸ χωρίον καὶ ἀπέφηνε περίρρυτον. καὶ τοῖν ῥείθροιν τὸ μὲν ἀμφοῖν ταῖν πόλεῳν μέσον ὁρᾶται, τὸ δʼ ἐπὶ θάτερα τῆς νέας κατιὸν μετὰ τὴν ποίησιν τῆς νήσου τὸν πόρον συμβάλλει καὶ καθίστησι τὸν ποταμὸν ἴσον τῷ πρὶν διαστῆναι. μορφὴ δὲ τῇ νέᾳ ταύτῃ κύκλιος. κεῖται μὲν γὰρ ἐν πεδίῳ πᾶσα ἀκριβῶς, τεῖχος δὲ αὐτὴν ἀρραγὲς δίκην στεφάνου περιθεῖ. ἐκ δὲ ἁψίδων τεττάρων ἀλλήλαις συνηρμοσμένων εἰς τετράγωνον τύπον ὥσπερ ἐξ ὀμφαλοῦ τέτταρες στοῶν συζυγίαι καθʼ ἕκαστον τμῆμα τοῦ οὐρανοῦ τέτανται, οἷον ἐν Ἀπόλλωνος τετράχειρος ἀγάλματι. τούτων δὲ αἱ μὲν τρεῖς συζυγίαι μέχρι τοῦ τείχους προελθοῦσαι τῷ περιβόλῳ συνάπτονται, ἡ δὲ τετάρτη βραχυτέρα μέν, καλλίων δὲ ὅσον βραχυτέρα, οἷον τοῖς βασιλείοις ἐγγύθεν ἐφορμοῦσιν ἀπαντᾷ γιγνομένη αὐτοῖς ἀντὶ προπυλαίων. αὐτὰ δὲ τὰ βασίλεια κατείληφε μὲν τῆς νήσου τοσοῦτον, ὥστε εἰς τέταρτον μέρος τῆς ὅλης τελεῖν. τοῦ μέσου γάρ, ὃν ὀμφαλὸν προσείληφεν, ἐφάπτεται καὶ πρὸς τὴν ἔξω μοῖραν τοῦ ποταμοῦ προβέβηκεν, ὥστε καὶ τὸ τεῖχος ἀντʼ ἐπάλξεων κίονας δεξάμενον θέα βασιλεῖ πρέπουσα κατεσκεύασται τοῦ ποταμοῦ μὲν ὑπορρέοντος, τῶν προαστείων δὲ πανταχόθεν εὐωχούντων τὰς ὄψεις. καὶ διʼ ἀκριβείας μὲν ὑπὲρ τούτου τοῦ μέρους βουλομένῳ διελθεῖν τοῦτʼ αὐτὸ ποιητέον ὑπόθεσιν, ἀλλʼ οὐχ ἑτέρας μέρος, δεῖ δὲ ὅμως τοσοῦτον εἰπεῖν, ὅτι τῶν ὄντων ἁπανταχοῦ τῶν μὲν ἐκ μεγέθους λαβόντων ὄνομα, τῶν δὲ ἐπὶ κάλλει βεβοημένων τῶν μὲν οὐδαμῇ λείπεται, τῶν δὲ καὶ πολὺ κεκράτηκεν, εἰς κάλλους μὲν λόγον οὐδαμοῦ νικώμενον, ἐν μεγέθους δὲ κρίσει πανταχοῦ νικῶν, εἰς τοσούτους θαλάμους καὶ στοὰς καὶ ἀνδρῶνας διῃρημένον, ὥστε καὶ τοὺς λίαν ἐθάδας ἐκ θυρῶν ἐπὶ θύρας ἰόντας εἰς πλάνην ἐμπίπτειν. τοῦτό μοι δοκεῖ κἂν μόνον ἐν πόλει φαύλως ἐχούσῃ κείμενον, οἵας πολλὰς ἐπὶ Θρᾴκης ὁρῶμεν, ἔνθα οὐ πολλαὶ καλύβαι ποιοῦσι τὰς πόλεις, εἰ τούτων μιᾷ τοῦτο ἐνέκειτο, πάντως ἂν παρεῖχεν ἐν ἐξετασμῷ πόλεων τῇ κεκτημένῃ μεγαλαυχεῖσθαι. ἀλλʼ ἐκεῖσε ἐπάνειμι, ὅτι τὴν νέαν μὲν ἀπὸ τῆς ἀρχαίας τὸ διὰ μέσου ῥέον χωρίζει, γεφύραις δὲ πέντε ἰσχυραῖς τὸ διεστηκὸς τοῦτο συνδεῖται. καὶ τὸ μὲν ὕδωρ δύο ποιεῖ τὴν ἡμετέραν, ἐκεῖναι δὲ αὐτὴν οὐκ ἐῶσιν εἶναι δύο, παραζευγνῦσαι τὴν δευτέραν τῇ πρεσβυτέρᾳ, καθάπερ πῶλον μητρί. σκοπείτω δή τις, ὡς εἴτε μακρὰν τετάσθαι πόλιν ἄριστον, ἡ παλαιὰ τοῦτον ἡμῖν ᾤκισται τὸν τρόπον, εἴτε τὸ κύκλου μετέχον εὐσχημονέστερον, εἰς τὴν νέαν τοῦτο ἥκει, εἴτε τοῦτʼ αὐτὸ μεγέθους σημεῖον τὸ μὴ μιᾶς ἰδέας εἶναι τὴν πόλιν, ἐνταῦθα, εἴπερ που, πᾶσαι μορφαὶ πόλεων, ὥστε ὅστις τετραχόθεν ἴσην οἰκῶν ἀγάλλεται, τῇ μικρότητι φιλοτιμούμενος ἴστω. ὥσπερ γὰρ ἐν ταῖς γεωργίαις τὸ μὲν ὀλίγον γήδιον ῥᾳδίως, οἷον ἐν ζωγράφων πίναξιν, ἤσκηται, αἱ δὲ τῶν εὐδαιμόνων ἄρουραι τοῦτο οὐχ ὑπομένουσιν, ἀλλὰ κεχυμέναι δαψιλῶς τὸ μὲν αὐτῶν εἰσέχει, τὸ δὲ ἐξέχει, οὕτω δὴ καὶ ἐπὶ τῶν πόλεων τὸ μὲν ἐστερημένον μεγέθους εἴκει μιᾷ μορφῇ, τὸ δὲ μεγέθους τυγχάνον κατὰ τὸ συμβὰν ἐκφέρεται. ἐν δὲ μνήμῃ μεγέθους οὐδʼ ἐκεῖνο παρήσω, ὅτι τῷ μήκει τῷ τῶν στοῶν ὧν πρῶτον ἐμνήσθην, εἴ τις τὰς ἀπʼ ἐκείνων ἐπὶ τὸν ποταμὸν ῥυείσας συνάψειεν ἑτέρως τῷ μήκει προσθήκην ποιούμενος καὶ αὖ πάλιν τὰς τῆς καινῆς ταὐτὸν πρὸς ἀλλήλας μίαν τῇ μιᾷ ταύτῃ πρότερον μῆκος αὐξήσειεν, εἰ τοῦτό τις συνθείη, μᾶλλον δὲ μένοι μὲν ἕκαστον ὡς εἶχε, λογισμῷ δὲ τὴν μετάστασιν θεώμενος, εὕροι τις ἄν, ὡς σταθμοῦ μέτρον ἡμῖν ἐπέχουσιν αἱ στοαί. ταῦτα δέ σοι διεξιόντι συνεχεῖς μὲν αἱ τῶν ἰδιωτῶν οἰκήσεις, πανταχοῦ δὲ τοῖς ἰδίοις ἐγκέκριται τὰ δημόσια, τοῦτο μὲν ἱερά, τοῦτο δὲ λουτρά, τοσοῦτον ἀλλήλων ἀπέχοντα, ὥσθʼ ἑκάστῃ μοίρᾳ τῆς πόλεως ἐγγὺς εἶναι χρῆσθαι, πᾶσι δὲ ἐπὶ ταῖς στοαῖς αἱ πρῶται θύραι. τί δή μοι τοῦτο βούλεται; καὶ τό γε μηκῦναι τὸν περὶ τῶν στοῶν ὅλως λόγον εἰς τί ποτε αὖ φέρει; δοκεῖ μοι τῶν ἐν ταῖς πόλεσι καὶ χαριέστατον εἶναι, προσθείην δʼ ἂν ὅτι καὶ χρησιμώτατον, αἱ σύνοδοι καὶ τὸ ἀναμιχθῆναι. καὶ νὴ Δία γε καθαρῶς πόλις, οὗ τοῦτο ἔνεστι πολύ. καὶ γὰρ εἰπεῖν τι καλὸν καὶ ἀκοῦσαι βέλτιον καὶ συμβουλεῦσαι ἥδιστον καὶ ταῖς τῶν φίλων τύχαις τὸ εἰκὸς εἰσενεγκεῖν ἐπὶ μὲν τοῖς συνηδόμενον, ἐπὶ δὲ τοῖς συναχθόμενον, καὶ παρʼ ἐκείνων τῆς ἴσης ἀντιδόσεως τυχεῖν καὶ μυρία πρὸς τούτοις ἐν τῷ πλησιάζειν ἀλλήλοις ἔστιν. οἷς μὲν οὖν οὔκ εἰσιν ἐκταδὸν οὕτω στοαὶ τῶν οἰκιῶν προκείμεναι, τούτους ὁ χειμὼν διοικίζει, καὶ λόγῳ μὲν μίαν οἰκοῦσιν, ἔργῳ δὲ διεστήκασιν ἀλλήλων οὐχ ἧττον ἢ τῶν ἐν ταῖς ἄλλαις πόλεσι καὶ πυνθάνονται περὶ τῶν ἐγγὺς οἰκούντων, ὥσπερ ἀποδημούντων. καὶ γὰρ ὄμβρῳ καὶ χαλάζῃ καὶ χιόνι καὶ πνεύμασιν οἴκοι κατέχονται τοῖς δεδεμένοις παραπλησίως, μόλις δὲ τῶν οἰκετῶν οἱ πάλαι ταλαιπωρεῖσθαι μεμαθηκότες εἰς ἀγορὰν παρακύψαντες ἀποπηδῶσιν· ὥστε ὁπότε ἀπαιθριάσειεν, ὥσπερ ἐκ μακροῦ πλοῦ σεσωσμένοι, περιβάλλοντες ἀλλήλους ἀσπάζονται πολλὰ μὲν ἐκλελοιπότες εἰς ἀλλήλους ὧν ὁ φιλίας νόμος ἔταξε, μεμφόμενοι δὲ ἀνθʼ ἑαυτῶν ἐκεῖνα ὑφʼ ὧν κεκώλυνται. παρʼ ἡμῖν δὲ οὐχ οὕτως ὁ Ζεὺς οὔτε χάλαζαν ἐμβάλλει χαλεπὴν οὔτε χιόνα συχνὴν οὔτε ὄμβρον πολύν, διʼ ἃ τῆς συνουσίας τὸ συνεχὲς διασπασθήσεται, ἀλλὰ τὸ μὲν ἔτος ἐκ τῶν ὡρῶν τὰς μεταβολὰς λαμβάνει, τὸ δὲ τῶν συνουσιῶν κατʼ οὐδεμίαν ἀλλοιοῦται, ἀλλʼ ὁ μὲν ὄμβρος ἐνοχλεῖ ταῖς ὀροφαῖς, ἡμεῖς δὲ ἐν αὐταῖς ταῖς στοαῖς μετὰ ῥᾳστώνης βαδίζοντες οὗ καιρὸς συγκαθίζομεν. καὶ γὰρ ὅσοι τὰ τῶν στενωπῶν οἰκοῦσιν ἔσχατα, τούτους οἱ καθʼ ἑκάτερον τοῖχον προβεβλημένοι δρύφρακτοι τῶν ὄμβρων ῥυόμενοι πρὸς τὰς στοὰς ἀβρόχως εἰσάγουσιν. οὐκοῦν τοῖς μὲν ἄλλοις καθʼ ὅσον διίστανται, τὸ τῆς συνηθείας ἀμβλύνεται, παρʼ ἡμῖν δὲ τῷ τῆς ὁμιλίας ἀπαύστῳ τὸ τῆς φιλίας ἀκμάζει, καὶ ὅσον ὑποδίδωσιν ἐκεῖ, τῇδε προσλαμβάνει.
Οὑτωσὶ μὲν οὔ τι πρὸς ἡδονὴν μᾶλλον ἢ τὰ μέγιστα τῶν ἐν ἀνθρώποις τὸ τῶν στοῶν μῆκος συμβέβληται, αἷς ἱππόδρομός τε προσύφανται καὶ θέατρον καὶ λουτρόν, ὁ μὲν ἀρκῶν τούς τε ἐκ Βορέου ἐμπλῆσαι θέοντας καὶ τῷ τῆς πόλεως ὄχλῳ παρασχεῖν θάκους τῇ τῶν ἀναβαθμῶν ἀφθονίᾳ, τὸ δὲ συνηχοῦν καὶ συναγωνιζόμενον καὶ αὐλῷ καὶ κιθάρᾳ καὶ φωνῇ καὶ τοῖς πολλοῖς τῶν ἀπὸ τῆς σκηνῆς τερπόντων. τίς δʼ ἂν ἐφίκοιτο διεξιὼν ἕτερα θεάτρων εἴδη, τὰ μὲν ἀθληταῖς ἐναγωνίσασθαι πεποιημένα, τὰ δὲ ἀνδράσι πρὸς θηρία, πάντα ἐν μέσῃ τῇ πόλει καὶ οὐκ ἀναγκάζοντα προλυπηθῆναι τῶν ἡδέων τῷ μήκει τῆς ἐπʼ αὐτὰ πορείας; ἀλλὰ τὰ λουτρὰ τίς οὐκ ἂν ἀγασθείη; τὰ μὲν γὰρ ἁρμόδια χειμῶνι, τὰ δὲ συμβαίνοντα θέρει, τὰ μὲν ἔξω πνευμάτων σφοδρῶν, τὰ δʼ ὥσπερ μετέωρα καὶ οὐ κοινωνοῦντα τῆς γῆς. οἰκίαι δὲ αἱ μὲν ἀνιστάμεναι τῆς παρούσης φαιδρότητος, αἱ δὲ τῶν ἔμπροσθεν χρόνων ἐν τῷ μετρίῳ τρόπῳ τό τε ὑπερήφανον διαφεύγουσαι καὶ τὸ ἀνελεύθερον.
Εἰ δὲ δεῖ μὴ σιγῆσαι τὸ νῦν ἐπελθόν, ὁ Ζέφυρός μοι δοκεῖ πεῖσαι τοὺς ἀρχαίους οἰκήτορας μὴ πάντα πόνον εἰσενέγκασθαι περὶ τοὺς τοίχους. ὡς ὅσοις μὲν τὰ τῶν ἀέρων οὐκ εὖ ἕστηκε, τὴν ἀπʼ ἐκείνων ψυχαγωγίαν μηχανῶνται, ἡμῖν δὲ τὸν ἥδιστον ἄνεμον καρπουμένοις καὶ ἐσθλὸν ἑταῖρον, ὥς φησιν Ὅμηρος, κεκτημένοις τὸν Ζέφυρον οὐδὲν δεῖ περιεργίας τοῦ θεοῦ παρέχοντος τρυφᾶν. Ἀθηναίοις μὲν γὰρ ὁ Βορέας συνεναυμάχησε μισθόν, ὥς φασιν, ἧς ἥρπασε κόρης διδοὺς τὴν δωρεὰν αὐτοῖς, ἣν οὐ σφόδρα καθίστησι μετρίαν ὁ κηδεστής, ἡμᾶς δὲ ὁ Ζέφυρος οὐ προαδικήσας εἶτα εὖ ποιεῖ, ἀλλʼ ἐρᾷ μέν, ἐρᾷ δὲ οὐ κόρης, ἀλλʼ ὅλης τῆς πόλεως ἔρωτα ἀθάνατον καὶ κατασχὼν αὑτὸν τοῦ χειμῶνος, ἡνίκα οἶδεν, εἰ προσίοι, λυπήσων, συνεισέρχεται τῷ θέρει τὸ καῦμα ἐπισχήσων. καὶ οὔτε ἑτέρᾳ πρὸ ἡμῶν ὁμιλεῖ πόλει οὔτε διʼ ἡμῶν ἐφʼ ἑτέραν ἔρχεται, ἀλλʼ ἀφʼ ἡμῶν τε ἄρχεται καὶ περὶ ἡμᾶς ἀποπαύεται κατὰ τοὺς πρὸς ἓν κάλλος κεκινημένους, ὧν τοὺς ὀφθαλμοὺς σῶμα ἕτερον παραφανὲν οὐ μεθίστησιν. ὁ δὲ διαρρεῖ τε ἅπασαν καὶ περιρρεῖ καὶ οὐδὲν ἄμοιρον τῆς ἐπικουρίας ἀφίησιν· οὐ γὰρ εἰς μὲν τὰς τῶν εὐδαιμόνων οἰκίας καὶ τριωρόφους εἰσχεῖται, τῶν δὲ χαμαιζήλων καὶ ὅσαι πενήτων ὑπεραιωρεῖται, ἀλλʼ ὥσπερ ἐν δημοκρατίᾳ τῶν νόμων ἴσον μέτεστιν, οὕτω παρʼ ἡμῖν ἰσομοιρία τις τῶν ζεφύρου καλῶν, καὶ οὐδεὶς πώποτε διψῶν αὔρας παρὰ τῶν γειτόνων ᾐτιάσατο τοῦτο παθεῖν. οὕτω διὰ πάντων ἔρχεται καὶ διολισθαίνει καὶ ὅτουπερ ἂν λάβηται, τοῦτο ὁδὸς αὐτῷ. καὶ τῆς μὲν ἀκτῖνος ἤδη τινὲς ἀπεστερήθησαν ἐπισκοτούσης οἰκίας ἐγγύθεν, ζέφυρος δὲ οὐδενὶ κεκώλυται τὸ μὴ οὐ κοινὰ χαρίζεσθαι, ἀλλὰ βαδιζόντων τε τοὺς χιτῶνας αἰωρεῖ καὶ περὶ ταῖς κνήμαις στρέφει καθευδόντων τε αἱ σινδόνες ὑποπνέοντος περὶ τοῖς σώμασι κυρτοῦνται, καὶ τὴν νύκτα διπλῆν ἀνάπαυλαν ὁ ζέφυρος ἀπεργάζεται μιγνυμένης τῷ ὕπνῳ τῆς αὔρας.
Οὐκ ἄρα μάτην ἐν οἰκοδομίαις ἡ πόλις ἀεί, καὶ τὰ μὲν ἐρέπτεται, τὰ δὲ πρὸς μέσον ἄνεισι, τὰ δʼ ἄρτι θεμέλιον δέδεκται, τὰ δὲ πρὸς τοῦτο ὀρύσσεται, καὶ τῶν τοὺς τέκτονας ἐπειγόντων αἱ φωναὶ πανταχοῦ, καὶ τὸ πέρυσιν εἰς λαχάνων φορὰν σκαπτόμενον τῆτες ᾤκισται. ἴσασι γάρ, ὡς ὅσα τοῖς δικαίοις ὑπισχνοῦνται τετελευτηκόσιν οἱ ποιηταί, ταῦτα ζῶσιν ἐνταῦθα ἔστιν ἔχειν.
Καὶ δὴ σκοπῶμεν, ὡς τετραπλασία τῆς νῦν οὔσης ἦν ἂν ἡ πόλις, εἰ μὴ τρισὶν ἤδη πρότερον καιρίοις ἐβέβλητο. ὥσπερ γὰρ ὁ τοῦ Πυθίου νεὼς πολλαῖς εἶξε τύχαις καὶ τέταρτος ὁ νῦν ἑστηκώς ἐστιν ἐπὶ τοῖς ἔμπροσθεν οἰχομένοις, οὕτως ἡμῖν ἡ πόλις, ὡς μὲν ἀνθρώπων οὖσα πόλις, ἐπλήγη, ὡς δὲ θεοφιλής, ἀνέστη ταὐτὸν καὶ παθοῦσα καὶ ποιήσασα τῇ τῆς Ἀθηνᾶς ἐλαίᾳ. καὶ γὰρ ἐκείνην ἐπῆλθε μὲν τῷ πυρὶ Ξέρξης, ὅτʼ ἔφθειρε τὴν Ἀθηναίων ἀκρόπολιν, δευτέρᾳ δὲ ἡμέρᾳ βλαστὸς ἀνέδραμεν εἰς πῆχυν ἐκ τοῦ κεκαυμένου. καὶ δὴ καὶ ἥδε ἅμα τε ὑπεχώρει καὶ ἀνήρχετο. καὶ νῦν ὀρύσσοντί σοι τὴν γῆν ἐπὶ τῷ κρηπῖδα βαλέσθαι πάντως ἴχνος τι τῶν ἀρχαίων ἀπαντᾷ, καὶ πολλοὶ τοῖς οὖσιν ἀνθʼ ὧν διενοοῦντο χρησάμενοι τἄλλα προσφέροντες ἐπῳκοδόμουν. εἰ οὖν τῶν μὲν οὐχ ἧπτο λώβη, τὰ δὲ προσεγεγόνει, καὶ ὅσα νῦν πρὸς τὸ ἀνορθοῦν, τοσαῦτα εἰς προσθήκην ἐσπούδαστο, πολλοὶ πολλῶν ἂν ἀγρῶν ἐστέρηντο τῆς γεωργουμένης.
Οὐ τοίνυν ἡ μὲν πόλις οὕτω διὰ πάντων θαυμαστή, τὰ δὲ ἔξω τοιαῦτα, οἷα ἄν τινα ἀξιῶσαι βελτίω τῶν ὄντων εἶναι δεῖν, ἀλλʼ ἀκριβῶς ὅτι ταύτης ἐστί, δηλοῦντα. τοῦτο μὲν κῶμαι μεγάλαι καὶ πολυάνθρωποι πόλεων οὐκ ὀλίγων πλέον πολυανδρούμεναι καὶ χειροτέχναις, ὥσπερ ἐν ἄστεσι, χρώμεναι, κοινούμεναι πρὸς ἀλλήλας τὰ σφῶν αὐτῶν διὰ τῶν πανηγύρεων καλοῦσαί τε ἐν μέρει παρʼ αὑτὴν ἑκάστη καὶ καλούμεναι καὶ τοῖς αὐτοῖς εὐθυμούμεναί τε καὶ χαριζόμεναι καὶ κερδαίνουσαι, ὧν μὲν περίεστι μεταδιδοῦσαι, ὧν δὲ ἐνδεῖ προσλαμβάνουσαι, τὰ μὲν διατιθέμεναι, τὰ δὲ ὠνούμεναι, μακρῷ τῶν κατὰ θάλατταν ἐμπόρων εὐδαιμονέστεραι, ἀντὶ ῥοθίου καὶ κυμάτων σὺν γέλωτι καὶ κρότῳ χρήματα ἐργαζόμεναι, μικρὰ τῆς πόλεως χρῄζουσαι διὰ τὴν ἐξ ἀλλήλων ἀντίδοσιν. ἀθρείτω δή τις καὶ τὰ πρὸ τῶν πυλῶν· οὐ γὰρ ἀξιώσει γε πανδοκεῖα προσειπεῖν, ἀλλὰ φυλὰς πόλεως, ἀλλʼ ὡς ταύτης εἶναι μόνης· οὕτως ἠκρίβωται πρὸς τὸν εἴσω ζῆλον τὰ ἔξω καὶ τρυφῇ καὶ λουτροῖς καὶ τέχναις καὶ τῷ συνοικεῖσθαι· ὥστʼ εἴ τις τὸ τρίχα διῃρημένον εἰς ἕνα τύπον συνήγαγεν, ἐξήρκεσεν ἂν τὰ νῦν πρὸ τῆς πόλεως εἶναι πόλις. ὥσπερ γὰρ τὰ πρὸ τῶν βασιλείων μετεῖχε τῆς ἔνδον σεμνότητος λειπόμενα μὲν τῶν ἔνδον, παρέχοντα δὲ τεκμαίρεσθαι τοῖς ἐλάττοσι τὰ μείζω, οὕτως ἀπὸ τῆς πόλεως ἐρρύη τις ἐπὶ τὰ πρὸ τῶν τειχῶν ὁμοιότης, ὥστε ἐξελαύνων φήσεις ἐν βραχυτέρῳ τύπῳ θεωρεῖν ἃ ἀπολέλοιπας, καὶ εἰσελαύνοντι προμεμήνυται τοῖς ἔξω τὰ εἴσω. πάντα μὲν οὖν τῆς αὐτῆς ἰδέας, τὰ δὲ δὴ πρὸς δυσμάς, Ἡράκλεις, ὡς πάντα μὲν τἄλλα, πάντα δὲ λόγον νικᾷ. καὶ μόνα ταῦτα ἰδεῖν ἄξιον, ἀκούσας δὲ ἥδιστα οὕτως ἂν οὐχ ὅσον ἄξιον ἀκούσαις. εὐθὺς μὲν ὑπερβάλλοντι τὰς πύλας ἐν εὐωνύμοις κήπων τε ποικιλία καὶ καταγωγῶν χάριτες καὶ κρηνῶν ἀφθονία καὶ δένδρεσιν οἰκίαι κρυπτόμεναι καὶ δένδρα ὑπεραίροντες θάλαμοι καὶ λουτρῶν πολυτέλεια, χῶρος Ἀφροδίτῃ πρέπων καὶ τῷ ταύτης υἱεῖ τῷ τοξότῃ. προϊόντι δέ σοι καθʼ ἑκατέραν τῆς ὁδοῦ πλευρὰν ἀμπελουργιῶν τε πλῆθος ὁρᾶται καὶ οἰκιῶν κάλλη καὶ ῥοδωνιαὶ καὶ φυτὰ παντοῖα καὶ νάματα, καὶ τὸ μὲν ἕλκει, τὸ δὲ ἀνθέλκει καὶ διὰ τοιαύτης ἡδονῆς ἐπὶ τὴν παγκάλην ἀφίξῃ Δάφνην. ὑπὲρ ἧς οὔτε εἴρηταί πω πρὸς ἀξίαν οὐδὲν οὔτε εἰρήσεται, πλὴν εἰ τῷ θεῷ σὺν ταῖς Μούσαις ᾄδειν ἐπέλθοι τὸν χῶρον. ταύτην ἐγὼ τὴν ὁδὸν τὴν ἀπὸ τῆς πόλεως ἐπὶ τὸ προάστειον ἥδιστα ἂν προσεῖπον τῆς αἰγίδος θύσανον, ᾗ περιβάλλει τὴν Ἀθηνᾶν Ὅμηρος. οὕτως ἅπασα χρυσῆ, καὶ τελευτᾷ γε εἰς χρυσὸν Κολοφώνιον, τὴν Δάφνην. ἣν ἰδόντι μὴ βοᾶν οὐκ ἔστι καὶ σκιρτᾶν καὶ ἀνᾴττειν καὶ κροτεῖν καὶ μακαρίζειν αὑτὸν τῆς θέας καὶ οἷον ὑπὸ τῆς ἡδονῆς πτεροῦσθαι. ἄλλο γὰρ ἄλλοθεν τὸ μὲν θέλγει, τὸ δὲ ἐκπλήττει, καὶ τὸ μὲν κατέχει, τὸ δὲ ἐπισπᾶται καὶ περικέχυται τοῖς ὀφθαλμοῖς αὐγὴ περιστρέφουσα τὸν θεατήν, Ἀπόλλωνος ἱερόν, Διὸς ἱερόν, στάδιον Ὀλυμπικόν, θέατρον ἁπάσης τέρψεως, κυπαρίττων πλῆθος καὶ πάχος καὶ ὕψος, ἀτραποὶ σκιεραί, χοροὶ μουσικῶν ὀρνίθων, πνεῦμα σύμμετρον, ἀρωμάτων ἡδίους ὀσμαί, καταγωγαὶ σεμναί, ἡμερίδες εἰς ἀνδρῶνας ἕρπουσαι, Ἀλκίνου κῆποι, τράπεζα Σικελική, κέρας Ἀμαλθείας, πανδαισία, Σύβαρις. λουτρὸν δὲ ὅ τι ἂν προκρίνας λούσῃ, τὸ χαριέστερόν σοι παρῶπται. οὕτω δὲ ὁ χῶρος ἀμύνει σώμασιν, ὥστʼ ἢν μικρὸν ἐνδιατρίψας ἀπέλθῃς, εὐχροώτερος ἄπει. ἐρωτηθεὶς δέ, ὅτῳ μάλιστα ἐγανώθης, ἀπορήσαις ἄν. οὕτω πάντα ἐφάμιλλα. πάθος δὲ οὐδὲν οὕτως ἰσχυρὸν οὐδὲ ἄμαχον οὐδὲ ἔμμονον, ὅπερ οὐκ ἂν ἐξελάσειεν ἡ Δάφνη, ἀλλʼ ἅμα τε προσῆλθες τῷ τόπῳ καὶ τὸ λυποῦν ἀπελήλυθε. θεοὶ δὲ εἴπερ ὄντως οὐρανὸν ἀφέντες εἰς γῆν ἔρχονται, τῇδέ μοι δοκοῦσι συνεῖναί τε καὶ συνεδρεύειν, ὡς οὐκ ἂν ἐν καλλίονι διατρίψαντες. τοιαῦτα δὲ ὄντα ἃ διεξῆλθον οὐ τοσαῦτά ἐστιν, ὥστε τὴν ὑπερβολὴν τοῦ κάλλους ἐν τῇ βραχύτητι τῶν μετειληφότων τοῦ κάλλους ἀπολλύναι τὸ θαῦμα, οἷον οὐ πέντε μὲν οἰκίαι, κῆποι δὲ ἑπτά, κυπάριττοι δὲ τριακόσιαι, λουτρὰ δὲ τρία, ἀλλὰ καλὰ μέν, ὡς οὐδὲν ἄλλοθι, πλείω δὲ ἢ καλλίω τὰ πάντα. οὕτω γὰρ εἰς πλῆθος ἕκαστα τούτων κέκτηται, ὥστε αἰδοῖ τῆς πόλεως ἐν προαστείου τάξει μεμένηκεν, ἀμφισβητεῖν δὲ βουλομένη πόλεσιν ἐκ πολλῶν ἔχει τὸ νικᾶν, ἣ καὶ Ῥωμαίων ὅσους θεατὰς ἔλαβε, νενίκηκε πείσασα μηκέτι τὴν Ἰταλίαν ὑμνεῖν ὡς ἀήττητον τὰ τοιαῦτα. κεφάλαιον δὲ τῶν Δάφνης καλῶν, οἶμαι δὲ καὶ τῆς γῆς ἁπάσης αἱ Δάφνης πηγαί. ὡς οὐδαμοῦ ἡ γῆ τοιαύτην ἔτεκε ναμάτων φύσιν οὔτε ἰδεῖν οὔτε χρήσασθαι. Νυμφῶν τινων ταῦτα βασίλεια, καὶ τῆς ἐκείνων δωρεᾶς τὸ καθαρώτατον καὶ εἱλικρινέστατον. καὶ δὴ καὶ φαίη τις ἂν οὐχ ἧττον χαίρειν τῷ τόπῳ τὰς θεὰς ἢ τῇ μὲν Πίσῃ τὸν Δία, τῷ δὲ Ἰσθμῷ τὸν Ποσειδῶ, Δελφοῖς δὲ τὸν Ἀπόλλω, τῇ Λήμνῳ δὲ Ἥφαιστον. καὶ εἰ δὴ δεῖ πιστεύειν ἐν ὕδασι τὴν δίαιταν εἶναι ταῖς Νύμφαις, δοκοῦσί μοι τοῖς μὲν ἄλλοις ἐπιφοιτᾶν, ὅσον ἐπισκοπῆσαι, τουτὶ δέ, ὥσπερ οἱ βασιλεῖς, ἀντʼ ἀκροπόλεως πεποιῆσθαι. πείθομαι δὲ κἀκεῖνο τὰς τρεῖς θεάς, ὅτε περὶ κάλλους ἤριζον, ἐνταυθοῖ λουσαμένας ἥκειν ἐπὶ τὴν κρίσιν μᾶλλον ἢ οὗ λέγονται. τίς γὰρ ἐπιστὰς καὶ θεασάμενος ἔκ τε τῶν πρώτων στομάτων τὸ ὕδωρ ἐκρέον καὶ καθʼ ἑκάτερον τοῖχον τοῦ νεὼ φερόμενον οὐκ ἂν ἀγασθείη μὲν τὸ πλῆθος, ἐκπλαγείη δὲ τὸ κάλλος, τιμήσειε δὲ ὡς θεῖον, ἅψαιτο δὲ ἡδέως, λούσαιτο δὲ ἥδιον, πίοι δὲ ὡς ἥδιστα; τὸ γὰρ αὐτὸ ψυχρόν τε καὶ διαυγὲς καὶ ποτιμώτατον καὶ χάρισιν ἐγκεχρισμένον καὶ προσηνὲς ὁμιλῆσαι σώμασιν. οὐ μὴν ἐν τῇ μητρὶ μόνῃ τὸ ὕδωρ ἔμεινεν, οὐδὲ Δάφνη μὲν ἐγέννησε, Δάφνη δὲ ἀπέλαυσε στήσασα περὶ αὑτὴν τὸ δῶρον, ἀλλʼ ἡ μὲν ἔφηνε, μετέσχε δὲ μετὰ τῆς φηνάσης ἡ πόλις οἴκοθεν οἴκαδε τῶν ναμάτων δραμόντων, καὶ οὐκ ἐκ τῆς ὑπερορίας, ὃ πολλοῦ μὲν πόνου, πολλοῦ δὲ κινδύνου τῆς ἐπικουρίας ἐκ τῆς ἄλλων φιλανθρωπίας αἰωρουμένης, μηχανησάμενοι δὲ ὁδὸν τῷ ῥεύματι κατηρεφῆ διὰ τῆς ὑπωρείας πῆ μὲν ἔγκοιλον τὴν ὑπώρειαν τέμνοντες, πῆ δὲ προσοικοδομοῦντες, ἔστι δὲ οὗ καὶ μετέωρον τὸν πόρον ὑπὲρ γεφυρῶν ἄγοντες, ἔνθα τοῦτο ἐπηνάγκαζον οἱ κρημνοί, κοινοῦσι τῷ ἄστει τὴν ἐκ τῶν προαστείων χορηγίαν. καὶ νῦν ᾧ μάλιστα νικῶμεν, τοῦτό ἐστιν, ὅτι κατάρρυτος ἡμῖν ἡ πόλις. καὶ πρὸς μὲν τἄλλα κἂν ἀναισχυντήσαι τις, ἐν δὲ ὑδάτων μνήμῃ πάντες εἴκουσι. τὰ μὲν καλὰ πλήθει νικῶμεν, τὰ δὲ πολλὰ κάλλει, μᾶλλον δὲ τὰ μὲν ἄφθονα τῷ πλήθει, τὰ δὲ χαρίεντα τῷ κάλλει. λουτρῶν μὲν τῶν δημοσίων ἕκαστον ποταμοῦ μέτρον ἐκχεῖ, τῶν δὲ ἰδίων τὰ μὲν ὅσονπερ ἐκεῖνα, τὰ δὲ οὐ πολλῷ τῳ λειπόμενον. ὅτῳ δὲ δύναμις λουτρὸν ἐπὶ τοῖς προτέροις ἐγείρειν, ἕνεκά γε ναμάτων θαρρούντως ἐγείρει καὶ οὐ δέδοικε, μὴ τὸ μὲν εἰς ἄκρον ὥρας ἀσκηθῇ, Νυμφῶν δὲ ἐνδείᾳ πολυδίψιον ὀνομασθῇ, ἀλλὰ τοσοῦτον ἀπέχει τοῦ σπάνει τῶν ὑδάτων ἀποστῆναι τῆς ὁρμῆς, ὥστε καὶ ὅτῳ μὴ πολλή τις ὁρμή, παρʼ αὐτῶν τῶν ὑδάτων ἐντρέπεται. τοιγαροῦν ἅπασα φυλὴ τῆς πόλεως λουτρῶν κόσμοις ἰδιωτικοῖς ἁβρύνεται τῆς ἐπωνυμίας κρείττοσιν. ἃ τοσούτῳ καλλίω τῶν δημοσίων, ὅσῳπερ τῶν δημοσίων ἐλάττω, καὶ πολλὴ τῶν φυλετῶν ἔρις παρʼ αὐτοῖς ἑκάστοις εἶναι τὸ κάλλιστον. ἔξεστι δὲ τὸν μὲν τῶν πηγῶν πλοῦτον τῷ πλήθει τῶν οἰκιῶν σκοπεῖν· ὅσαι γὰρ οἰκίαι, τοσαῦται κρῆναι, μᾶλλον δὲ καθʼ ἑκάστην πολλαί, καὶ τῶν γε ἐργαστηρίων τὰ πολλὰ τούτῳ φαιδρύνεται. διόπερ οὐδὲ περὶ τὰς δημοσίας παγκρατιάζομεν, ὅστις πρὸ τοῦ πλησίον ἀρύσεται, τοῦτο δὴ τὸ πολλὰς τῶν πολυχρύσων ἐνοχλοῦν· παρʼ οἷς ὠθισμός τε περὶ τὰς κρήνας καρτερὸς καὶ ἐπʼ ἀγγείοις καταγνυμένοις ὀδυρμὸς καὶ πρὸς τοῖς κρουνοῖς τὰ τραύματα. ἡμῖν δὲ διὰ τὸ εἴσω θυρῶν ἑκάστοις εἶναι κρήνην αἱ κοιναὶ πρὸς ἐπίδειξιν ῥέουσι. τό γε μὴν τῶν ὑδάτων διαφανὲς οὕτως ἂν ἐξετάσαις καλῶς, εἰ κολυμβήθραν πλήσας τὸ ἐπʼ αὐτῆς ὕδωρ ἐπισχήσεις τοῦ ῥέοντος. οἰήσῃ γὰρ αὐτὴν εἶναι κενήν. οὕτως ἱκανῶς τοὔδαφος ὑπὸ τῶν ὑδάτων λάμπεται. ὥστʼ οὐκ οἶδα, πότερον ἡ θέα μᾶλλον δύναται ὑπεκκαῦσαι δίψος ἢ παῦσαι· οὕτω καὶ προκαλεῖται πιεῖν καὶ προευφραίνει πρὶν ἢ πιεῖν.
Ἃ τοίνυν εἰώθατε πρὸς ἀλλήλους εἰρηνικῶς ἀγωνίζεσθαι, ἄκριτον ὑμῖν ποιεῖ τὴν ἀμφισβήτησιν διὰ τὸ πανταχόθεν ἴσον. οὕτω τοὺς ἄλλους διαφανῶς νικῶντες πρὸς ἀλλήλους ἐν ὁμοίῳ καθεστήκατε. λέγουσι τοίνυν οἱ μὲν τὴν πρὸς ἕω μοῖραν οἰκοῦντες, ὅτι δὴ τὸ πλεῖστον τῶν πυρῶν διὰ τῆς ἐκείνων ἄγεται, καὶ ἅμα παραφέρουσι τὴν Ἀλεξάνδρου πηγήν, οἱ δʼ αὖ πρὸς δυσμὰς τό τε πολύδενδρον καὶ καθαριότητα πλείω καὶ τὸ ἥδιστον γειτόνημα, τὴν Δάφνην, οἱ δʼ ἐπὶ τῆς ὑπωρείας αὔρας βελτίους καὶ ἀπραγμοσύνην καὶ τὸ τὴν πόλιν ἅπασαν ἔχειν ὁρᾶν, οἱ δὲ ἐν τῇ νέᾳ τὸ τεῖχος, τὴν νῆσον, τὰ βασίλεια, τὴν τῆς ὅλης εὐθημοσύνην, οἱ δὲ ἐν μέσῳ τούτων τὸ τούτων εἶναι μέσοι. τίς ἂν ταῦτα ἀκούων ἔχοι ψηφίσασθαι πάντων οὕτως ἐφεξῆς ἰσορροπούντων; ἀλλὰ ταύτην μὲν τὴν ἔριν ἣν τὸ παρʼ ἑκάστοις εἶναι τὴν πλεονεξίαν ἐμποιεῖ, μηδεὶς θεῶν ἡμᾶς ἀφέλοιτο, τῆς δʼ αὖ τῶν ὠνίων περιουσίας τί μὲν ἀφθονώτερον, τί δὲ διαρκέστερον; ἃ διὰ πάσης μὲν οὕτω κέχυται τῆς πόλεως, ὡς μὴ μέρος τι τῆς πόλεως ἓν ἀγορὰν κεκλῆσθαι μηδὲ δεῖν εἰς ἕν τι συνελθεῖν ὠνησομένους, ἀλλὰ πᾶσιν ἐν ποσὶν εἶναι καὶ πρὸ θυρῶν καὶ πανταχοῦ χεῖρα ἐκτείναντι λαβεῖν ὑπάρχειν. οὐ γὰρ ἔστιν ἀγυιὰν οὕτως εὑρεῖν ὠλιγωρημένην οὐδʼ ἐν ὑστάτοις, ἣ τοὺς ἐνοικοῦντας ἑτέρωσε πέμπει ληψομένους τι τῶν ἀναγκαίων, ἀλλʼ ὁμοίως ἀκμάζει τά τε μέσα τοῦ ἄστεος καὶ τὰ ἔσχατα, καὶ ὥσπερ μεστὰ πάντα ἀνθρώπων, οὕτως ὠνίων πάντα μεστά. καὶ πολλὰ μὲν τῶν ὠνητῶν ἤδη τις παρῆλθεν οὐ χρῄζων, ὧν δὲ εἰς χρείαν ἦλθε, ταῦτα οὐδεὶς ἐζήτησεν ἀπόντα. ἁμιλλᾶται δὲ τοῖς ἀναγκαίοις τὰ πρὸς τρυφὴν ἐξευρημένα, καὶ ταῖς τύχαις ἀμφοτέραις ἔνι χώρα παρὰ τῇ πόλει· πενίᾳ τε γὰρ ἐπαρκεῖ καὶ πλουσίων ἐπιθυμίαις ὑπηρετεῖ ἐκπορίζουσα μὲν ταῖς ἐκείνων ἀπολαύσεσιν ἁβρά, παρασκευάζουσα δὲ τῇ τούτων ἐνδείᾳ σύμμετρα καὶ τῶν μὲν οὐκ ἐλάττων, τῶν δὲ οὐ μείζων γιγνομένη. τὸ δὲ δὴ πάντων κομψότατον, ὅτι καὶ τὴν πενίαν ποικίλως μετʼ ἐπιμελείας ἑστιᾷ καὶ οὐκ ἀποζῆν παρέχει μόνον, ἀλλὰ καὶ μεθʼ ἡδονῆς προστίθησι. γνοίη δʼ ἄν τις ὡδὶ τὸ τῆς ἀγορᾶς ὑπερβάλλον. αἱ πόλεις, ὅσας ἴσμεν ἐπὶ πλούτῳ μάλιστα φρονούσας, ἕνα στοῖχον τῶν ὠνίων δεικνύουσι, τὸν τῶν οἰκημάτων προκείμενον, ἐν δὲ τοῖς μέσοις τῶν κιόνων ἐργάζεται οὐδείς, παρʼ ἡμῖν δὲ καὶ ταῦτα πωλητήρια, ὥστε ἑκάστου μικροῦ τῶν οἰκημάτων ἀντιπρόσωπον ἐργαστήριον, ἀντίπυργοι ξύλινοι καὶ ῥῶπες εἰς σκέπην, καὶ τόπος οὐδεὶς ψιλὸς χειροτεχνήματος, ἀλλὰ κἂν μικροῦ τις λάβηται κρασπέδου, παραχρῆμα τοῦτο ἀκεστήριον ἤ τι παραπλήσιον, καὶ ἔχονται δὴ τῶν τόπων οἷον καλωδίων, ὥσπερ Ὀδυσσεὺς τοῦ ἐρινεοῦ. λαμπρὰ δὲ οὖσα τῶν ὠνίων ἡ κατασκευὴ τῷ διηνεκεῖ πλέον τεθαύμασται, ὥστε τοῖς ἀγοράζουσιν ἐξ ἑωθινοῦ πλέον οὐδὲν παρὰ τοὺς ἑσπέρας ὠνουμένους, ἀλλʼ ὥσπερ τοῖς ὕδασιν, ἡνίκα ἂν δεηθῇς, ὁμοίοις ἐντυγχάνεις, οὕτω τῆς ἀγορᾶς συνεχῶς ὁμοίας ἀπολαύεις, καὶ οὐδὲ νὺξ ἐπελθοῦσα τὴν ἀκμὴν διακόπτει, ἀλλὰ πλέον τι παρʼ ἡμῖν τοῦ παρʼ Αἰθίοψιν ὁρᾶται κόμπου. οἱ μὲν γὰρ ἣν Ἡλίου κεκλήκασι τράπεζαν πλήρη κρεῶν ἀνιόντος τοῦ θεοῦ παρέχονται καὶ τὸ μὲν ἔργον ἐστὶ τῶν ἐν τέλει νυκτὸς τὰ κρέα τιθέντων ἐπὶ τὴν τράπεζαν, τερατεύονται δὲ τῆς γῆς εἶναι ταύτην αὐτόματον φοράν· τῶν δὲ παρʼ ἡμῖν ὠνίων ὁ μὲν τῆς παρασκευῆς ἀγνοεῖται χρόνος, ἡ δὲ ἁβρότης ὁρᾶται, πλεονεκτεῖ δὲ οὐδὲν ἡμέρα νυκτός, ἀλλʼ ἐπʼ ἴσης ἀφθονίας ἐν ἑκατέρᾳ πάντα ἕστηκεν. ὥστε καὶ τῶν ὁδοιπόρων ὅσοις ἐπὶ τῶν τελευταίων συσκοτάζει σταθμῶν, θαρροῦντες ἐλαύνουσιν ἐπὶ τὴν πόλιν, ὡς ἐνευπαθήσοντες ἐν νυκτί. τοῖς δὲ λούσασθαί τε ὑπάρχει καὶ δειπνῆσαι λαμπρότερον τῶν εἰς ἐπινίκια κεκλημένων, ὥσπερ τῶν μαγείρων, ὅπως αὐτὸ εὐτρεπίσαιεν, προαπεσταλμένων. τά τε γὰρ ἄλλα ἐν χερσὶ καὶ τοὺς ἰχθῦς οὐδὲν δεῖ περιτρέχοντα ζητεῖν, ἀλλὰ τοῖς πρατῆρσι κηρύττουσιν ὑπακούειν· καὶ γὰρ δὴ καὶ ἰχθύων οἱ χερσαῖοι πλειόνων ἀπολαύομεν ἢ πολλοὶ τῶν περικλυζομένων θαλάττῃ, καὶ πελαγῶν μὲν διεστήκαμεν, οἱ δὲ ἐκείνων ἐργάται τὰ τῶν πελαγῶν ἡμῖν σαγηνεύουσι θρέμματα, καὶ σωροὶ παρʼ ἡμέραν πάσης ἰδέας ἰχθύων ἐπεισέρχονται. καλὸν δὲ κἀνταῦθα τὸ μηδὲ τοὺς καταδεεῖς ἀποκεκλεῖσθαι τῆς τοιαύτης ἐδωδῆς· πορίζουσα γὰρ ἡ Τύχη τὰ πρόσφορα ἑκάστῳ διεῖλεν εἰς μὲν τοὺς εὐδαίμονας τὴν ἀπὸ τῆς θαλάττης φοράν, εἰς δὲ τοὺς ἑτέρους τὴν ἀπὸ τῆς λίμνης, κοινὸν δὲ ἀμφοῖν ἔδωκε τὸν ποταμόν, ὃς τοῖς μὲν εὐπόροις βόσκει τὸ γένος, ὃ παρὰ τῆς θαλάττης εἰς αὐτὸν ἀναπλεῖ, τὰ δʼ ἄλλα τοῖς ἄλλοις ἅπαντα πολλά.
Τοῦ ποταμοῦ δὲ καὶ τῆς λίμνης οὐ τοσοῦτον τὸ κέρδος εἰς τὴν πόλιν, ὅσον τραπέζας κοσμεῖν, ἀλλὰ καὶ ὅσα δίδωσιν ἡ γῆ, τῆς πόλεως εἶναι ποιοῦσι διʼ εὐπετείας τὴν κομιδὴν ἐργαζόμενοι καὶ οὐ κατακλείοντες τὰς τῶν καρπῶν ἀγωγὰς εἰς ὑποζυγίων στενότητα. νειμάμενοι γὰρ τὴν χώραν, καὶ ὁ μὲν διὰ τούτων ῥέων ἃ τὴν λίμνην οὐκ ἔχει σύμμαχον, ἡ δὲ ἐν τούτοις πεπταμένη τοῖς τόποις οἷς ὁ ποταμὸς οὐ βοηθεῖ, ναυτικοῖς λιμναίοις τε καὶ ποταμίοις κενοῦσι τοὺς ἀγροὺς εἰς τὴν πόλιν. καὶ τὴν μὲν πρώτην μεμερισμένως ἄγουσιν, ἔπειτα ἀντʼ ἀμφοῖν ὁ ποταμὸς καθίσταται μετὰ τῶν οἰκείων τὴν διὰ τῆς λίμνης πομπὴν δεχόμενός τε καὶ φέρων εἰς μέσην τὴν πόλιν καὶ πρὸ τῶν πυλῶν ἑκάστοις τὰ φορτία ποιῶν· ὥστε γυναιξὶ καὶ παισὶν ἐξαιρεῖσθαι τὸν γόμον ἐξεῖναι. τοὐναντίον γὰρ ἢ περὶ τὴν Θεσπρωτίδα τῇδε συμβέβηκεν. ἐκεῖ μὲν γὰρ ὁ ποταμὸς εἰς τὴν λίμνην ἐμβάλλει, ἐνταῦθα δὲ τὴν λίμνην ὁ ποταμὸς ὑπολαμβάνει. τὸ δὲ δὴ μέγιστον, οὐδὲ γὰρ τὸ μετὰ τὴν πόλιν εἰς θάλατταν ῥέον ἄπορον ναυσὶν ὑπὸ τῶν πετρῶν καθέστηκεν, ὃ δὴ καὶ τοῦ Νείλου τὰ πολλὰ πέπονθεν, οὐδὲ τοῦτο ἡμῖν ἄχρηστον, ἀλλʼ ἄξιον τῆς εὐφημίας ᾗ Πίνδαρος εἰς τὸν Καμαριναῖον Ἵππαριν κέχρηται, ὅτι κολλᾷ σταδίων θαλάμων ταχέως ὑψίγυιον ἄλσος, τοῖς ἁπανταχόθεν ξύλοις διʼ αὑτοῦ παρέχων ὁλκήν.
Τοῦ ποταμοῦ δὲ ἐννοήσας τὰς εἰς τὴν θάλατταν ἐκβολὰς ἕλκομαι πρὸς τὴν τοῦ λιμένος μνήμην. ὃν οὐχ ὧν εἶναι δοκεῖ, τούτων κηδόμενος ὁ κρατῶν μετερρύθμισεν, ἀλλὰ τέτμηται μὲν ἐν Σελευκείᾳ, τέτμηται δὲ ὑπὲρ τῆς ἡμετέρας τοσούτῳ χρυσῷ λιμὴν ἐκ πέτρας γενόμενος, ὅσον οὐδὲ Κροίσῳ Πακτωλὸς ἐθησαύρισε. τοιγαροῦν ἅπασα πανταχόθεν ὁλκὰς ἀνάγεται τὰ πανταχόθεν ἄγουσα, Λιβύης, Εὐρώπης, Ἀσίας, νήσων, ἠπείρων, καὶ τῶν ἑκασταχοῦ καλλίστων τὸ κάλλιστον δεῦρο κομίζεται τῆς εἰς τὴν πρᾶσιν ὀξύτητος γνώμας ἐμπόρων δεῦρο καλούσης καὶ γῆν ἅπασαν διʼ αὐτῆς καρπούμεθα. πλεῖστα δὴ τῶν ὑπὲρ πελάγους ἁπλωθέντων ἱστίων λιμένων οὗτος συνέστειλε.
Τί οὖν δὴ θαυμαστὸν τοιαύτην μὲν νεμομένους γῆν, τοιούτῳ δὲ ἐμπορίῳ χρωμένους, ἔχοντας δὲ σύμμαχον μὲν λίμνην, ποταμοῦ δὲ πόρον συνεργὸν ἐγγύτατα πανηγύρεως κατεσκευάσθαι τὴν πόλιν; ποῦ γὰρ ἑτέρωθι πανήγυρις τοσούτοις θάλλει τοῖς ἅπασιν, ὅσοις ἐνταῦθα ὁ σύμπας χρόνος τοῖς ἅπασιν; τίς δʼ οὐκ ἂν πρῶτον ὁρῶν τὴν πόλιν εἰς ἱερομηνίαν ἥκειν ἡγήσαιτο; τίς δʼ οὕτω φύσει κατηφής, ᾧ τὴν γνώμην οὐκ ἂν εἰς εὐθυμίαν τρέψειε; ποῦ δὲ ἄλλοθι τοσαύτη τέρψεων ἐπιρροή; τίς δὲ οὐχ ἡδονῆς ἐνταῦθα ἀφορμή; οὐκ ἀέρων πρᾳότης; οὐ λουτρῶν χάρις; οὐκ ἀγορᾶς φαιδρότης; . . . . . . . . . . . . . . σταθερῶς προξενῶν; οὐκ ἔαρ στιλπνὸν τοῖς ἄνθεσιν; οὐ θέρος ἀκροδρύων χρώμασιν ἀστράπτον τε καὶ τὸ ἄστυ ταῖς ὀσμαῖς λειμῶνα ποιοῦν; οὐχ ἥδιον μὲν ἐν μέσῳ βαδίσαι τῶν ὠνίων ἢ διὰ μέσων κήπων ἐλθεῖν, ἥδιον δὲ τῆς οἴκοι διατριβῆς οἱ κατʼ ἀγορὰν σύλλογοι; οὐκ αὐτὸς ὁ ῥέων διὰ τῆς πόλεως ὄχλος εἰς θέας χάριν ἀρκεῖ; οὐ παρʼ ἡμῖν Ὅμηρος ἐλέγχεται μειζόνως τῆς ἀξίας τὸν Ὕπνον κοσμῶν; οὐ γὰρ ἐνταῦθά γε ἄναξ ἀνθρώπων οὐδὲ ἀέκοντας ἕλκει πρὸς ἑαυτὸν οὐδὲ πρὸς βίαν κατακοιμίζει, ἀλλὰ τὴν ἐπὶ τῶν βλεφάρων ἐκείνου τυραννίδα μόνοι τῶν πάντων ἀπεσεισάμεθα καὶ τὴν ἡλίου λαμπάδα λαμπτῆρες ἕτεροι διαδέχονται τὴν Αἰγυπτίων λυχνοκαΐαν παριόντες, καὶ διενήνοχεν ἑνὶ μόνῳ παρʼ ἡμῖν νὺξ ἡμέρας τῷ τοῦ φωτὸς εἴδει. ταῖς δέ γε δημιουργίαις πρὸς ἴσον ἔρχεται, καὶ οἱ μὲν εὐτόνως ἐργάζονται χερσίν, οἱ δὲ ἁπαλὸν γελῶσι καὶ πρὸς ᾠδὴν ἀνίενται. κοινή τις Ἡφαίστου καὶ Ἀφροδίτης ἡ νὺξ τῶν μὲν χαλκευόντων, τῶν δὲ ὀρχουμένων, ἐν δέ γε ταῖς ἄλλαις Ἐνδυμίων μᾶλλον τετίμηται.
Ποίοις δὲ ἔθνεσιν ἡ πόλις οὐ λυσιτελής; οὐκ ἐνταῦθα χρηματισταῖς μὲν ἐπὶ πλοῦτον ῥᾳστώνη, σοφίας δὲ μετόχοις μὲν εἰς δόξαν, ἐπιθυμηταῖς δὲ εἰς κτῆσιν; οὐκ ἐνσπουδάσαι μὲν ἀγαθή, ἐνευπαθῆσαι δὲ ἐπιτηδεία; οὐχ ἵππων ἀγῶνες ἔριν ἀστασίαστον ἔχοντες; οὐκ ἀθύρματα σκηνῆς; οὐκ ἀντίπαλοι ταῖς φροντίσιν αἱ θυμηδίαι; οὐ τὸ τῶν Ἠλείων σεμνὸν ἐνταῦθα μετελήλυθε καὶ τοὺς διδασκάλους τῶν Ὀλυμπίων τῇ πρὸς τὸν Δία τιμῇ παρηνέγκαμεν; τοῦτον ἤδη τις τὸν ἀγῶνα καὶ βασιλεὺς ἔθηκε καὶ τὴν αὑτοῦ στολὴν ἀφεὶς τὴν Ὀλυμπικὴν ἔλαβεν, ὁ δέ τις ἑλλανοδίκης ὤφθη καὶ τὸν ἐκ δάφνης ἀμφέθετο στέφανον, κοσμοῦντες ὁμοῦ καὶ κοσμούμενοι τοῖς δρωμένοις. εἰ δὲ Ἠλείοις τἄλλα οὐχ ὡς ἄριστα πράττουσιν ἡ πανήγυρις φέρει τι σχήματος, τί τό γε ἡμέτερον νομίζειν, οἳ μετὰ τῆς ἄλλης τύχης καὶ τῇ τῶν Ὀλυμπίων φαιδρότητι κεκρατήκαμεν;
Τίνα δὴ ταύτῃ πόλιν παραβάλλειν ἄξιον; τῶν μὲν γὰρ ἀρχαιοτάτων εὐδαιμονεστέρα, τὰς δὲ μεγέθει νικᾷ, τὰς δὲ εὐγενείᾳ πάρεισι, τὰς δὲ τῷ παμφόρῳ τῆς χώρας. καὶ μὴν ἧς μὲν ἡττᾶται κατὰ τοὺς τοίχους, ταύτης κρείττων γίνεται τῷ τε ἐνύδρῳ καὶ τῷ τοῦ χειμῶνος ἡμέρῳ καὶ τῇ τῶν ἐνοικούντων ἀστειότητι καὶ τῇ τῆς σοφίας ἀσκήσει, τῆς δὲ ἔτι μείζονος τῷ καλλίστῳ καλλίων ἐστίν, Ἑλληνικῇ παιδείᾳ καὶ λόγοις. ὅλως δὲ τὰς μὲν μικρὰς εὑρήσεις, τὰς δὲ ἐν μεγέθεσιν ἀναφροδίτους. ἐνταῦθα δὲ ἡ τὸν Ἔρωτα τεκοῦσα θεὸς χάριν τοῦ μεγέθους κατέχεε, κἂν ἀφεὶς ταύτην ἔλθῃς ἑτέρωσε, τῆσδε μεμνήσῃ, κἂν ἄλλοθεν ἀφίκῃ δεῦρο, λήσῃ τῶν ἔμπροσθεν. διὸ καὶ συγγνώμην ἔχειν ἄξιον τοῖς γονέων τε καὶ πατρίδων ἐν ὑπεροψίᾳ καθεστῶσιν ὑπὸ τῶν ἐν τῇ πόλει φαρμάκων· εἶδόν τε γὰρ οἵαν οὐκ ἄλλην καὶ ἴσασιν ἐπʼ οὐδὲν ὅμοιον ἥξοντες.
Ἐκτέτισταί μοι τὸ πρὸς τὴν ἐνεγκοῦσαν, ὦ παρόντες, χρέος τῆς μὲν δυνάμεως οὐ χεῖρον, τῆς δὲ βουλήσεως ἧττον· ὑπὲρ δὲ τοῦ μέλλοντος εἴποιμʼ ἂν θαρρῶν, ὅτι τὸν μὲν τοῦ πολίτου λόγον ἴσως τινὲς ὑπερβαλοῦνται, τῇ πόλει δὲ λόγον οὐδὲ εἷς ἐξισώσει.