Part of Letters

Τατιανῷ.

Τῶν πρώτων σου γραμμάτων εὐθὺς ἡμῖν ἐν ἀρχῇ τῆς ἀρχῆς ἡκόντων, εἶτα ἑτέρων οὐχ ἡκόντων θαυμάζειν ἐπῄει τοῖς φίλοις καὶ ζητεῖν, ὅτῳ ποτὲ τοῦθʼ οὕτως ἔσχεν. ἐγὼ δὲ αὐτοὺς οὐκ εἴων ἀπορεῖν οὐδὲ σὴν τοῦτο νομίζειν μεταβολήν, οὐ γὰρ σὸς οὗτος ὁ τρόπος, ἀλλʼ ἐπὶ τὴν αἰτίαν ἣν ἔσχον ὡς πονηρὸς εἰς τοὺς κρατοῦντας γεγονώς, ἦγον τῆς σιωπῆς τὴν αἰτίαν κωλύειν λέγων τὸν νόμον τὰς τῶν τηλικούτων πρὸς τοὺς τοιούτους ἐπιστολάς, τῆς μέμψεως δὲ ἐξελεγχθείσης ἔφην ὄψεσθε τὰ γράμματα. ταῦτα εἶπον, ταῦτα προσεδόκησα, ταῦτα ἐξέβη τῆς αὐτῆς ἡμέρας σὴν ἐνεγκούσης ἐπιστολὴν καί τινων ἄλλων, ἐν αἷς ἦν μανθάνειν ὡς ἀφείθημεν ἐλεύθεροι. καὶ οὐκ ἠγνοοῦμεν τὸν συνηγωνισμένον τοῖς πράγμασι προσθέντα γε αὑτὸν τοῖς ἀπʼ ἐκείνων. καὶ γάρ, εἰ μὴ λέγεις, ἀλλὰ βεβοήθηκας. καὶ πρέποι ἂν σοὶ μὲν τοῦτο μὴ λέγειν, ἐμοὶ δὲ λέγειν. ὁ γὰρ εὖ παθὼν οὐκ ὢν κακὸς τοῦτο ποιήσει. ἐγὼ δέ σε καὶ ἀπόντα φιλεῖν εἶχον ἐν τῷ σῷ παιδὶ καὶ προσάγων τῷ Πρόκλου στόματι τοὐμὸν ἀμφοτέρους ἡγούμην φιλεῖν καὶ τῇ γε ἐμαυτοῦ συνέχαιρον οὕτως ὑμᾶς ἀμειβομένῃ νικώσῃ πάντα τὰ πρὸς ἄρχοντας αὐτῇ πεπραγμένα καὶ μάλα εἰκότως· καὶ γὰρ ὑμεῖς τοῖς ὑμετέροις αὐτῶν τὰ τῶν ἄλλων εἰς ταύτην.

Ἀντιόχῳ.

Δέχου δὴ τὸν ἄνδρα τόνδε καὶ ποίει στρατιώτην ὄντα μὲν προνοίας ἄξιον διὰ τὸν τρόπον, προσδοκήσαντα δὲ τοῦτο ἕξειν διʼ ἐμοῦ, σχεῖν δὲ οὐ δυνηθέντα, τὸ δὲ τῶν ἀχθομένων οὐ πεποιηκότα ῥῆμα οὐδὲν ἀφέντα κατʼ οὐδενὸς δυσχερές. καίτοι μακρὸς ἀνήλωται χρόνος αὐτῷ βλέποντί τε εἰς ἐμὲ καὶ παρεστηκότι, τὸ δʼ ἐμὸν ἦν τοσοῦτον, ὅσον συναχθεσθῆναι. ἐπεὶ δὲ οἱ θεοὶ καλῶς ποιοῦντες ἔδοσαν ἡμῖν τὸ σοὶ δοῦναι δύναμιν, χρώμεθά τε τοῖς παρʼ ἐκείνων καὶ πέμπομεν πράξοντά τι τὸν τὸ μηδὲν ποιεῖν ἐνεγκόντα γενναίως. σὺ δὲ ὢν Ἀντίοχος τοῦτόν τε ἡδέως ὄψει καὶ τὰ ἡμέτερα γράμματα καὶ γράψεις πρὸς ἡμᾶς ὡς οὐ τηνάλλως ἐγράψαμεν. τὴν δʼ ἐν τοῖς τοιούτοις ἀναγκαίαν δαπάνην οἶδέ τε καλῶς καὶ οὐ φεύγει.

Θεοδώρῳ.

Νενίκηκας γράψας οὐ γεγραφότι. τουτὶ δὲ ἦν μὲν ἂν καὶ μικρᾶς ἡμῖν ἐλθούσης ἐπιστολῆς· νῦν δʼ αὕτη καὶ μακρὰ καὶ καλὴ καὶ τὸ ἐν βίβλοις σε βεβιωκέναι μηνύουσα. τῆς δʼ ἡμετέρας σιωπῆς τὴν ἀπολογίαν ἄκουε. εἰ μὲν οὐδεὶς ὑπʼ οὐδενὸς οὐδεπώποτε ἠπατήθη, λόγος οὐδείς ἐστί μοι μόνῳ τοῦτο παθόντι· εἰ δʼ ἐξ ὅτουπερ εἰσὶν ἄνθρωποι, καὶ τὸ ἀπατᾶσθαι, καὶ τοῦτο πολλάκις μὲν ἦλθεν εἰς δήμους, πολλάκις δὲ εἰς βουλάς, εἰς πολλὰ δὲ δικαστήρια, ἧπται δὲ ἤδη καὶ θεῶν, ὡς οἱ ποιηταί φασιν, ἔνι τις καὶ ἡμῖν καταφυγή. ἐμοὶ γὰρ δὴ καὶ σοὶ φιλία μὲν ἦν, καὶ ἑώρας σὺ μὲν ἡδέως ἐμέ, σὲ δὲ ἐγώ, καὶ τοῖς ἀλλήλων ἀγαθοῖς ἡδόμεθα· σοῦ δὲ ἀκολουθήσαντος βασιλεῖ καὶ πολλῆς γῆς ἐμοῦ τε καὶ σοῦ γενομένης ἐν μέσῳ παρʼ ὑμῶν τις ὡς ἡμᾶς ἐλθὼν πολλοῖς καὶ πολλὴν λοιδορίαν ἔχουσι λόγοις ἔλεγέ σε χρῆσθαι κατʼ ἐμοῦ καθʼ ἑκάστην ἡμέραν, ἀπιστοῦντος δὲ πάντας ὤμνυε θεοὺς ἦ μὴν ταῦθʼ οὕτως ἔχειν. ὡς δὲ πολὺ τοῦτο ἦν, ἦν δὲ ἁνὴρ οὐ τῶν ἀδοξοτέρων, ᾠήθην εἶναι βέλτιον μὴ γράφειν μηδʼ ἐνοχλεῖν. καὶ ὡς μὲν ἐψεύδετο δεδήλωται, τοῦ γὰρ ἐκεῖνα ποιοῦντος οὐκ ἦν τὸ ἐπιστεῖλαι· σὺ δʼ εἰδὼς τὸν Σόλωνα καὶ νῦν ὃν ἀνθʼ ἡμῶν αἰτιᾶσθαι δίκαιον, οὐκ ἀγνοεῖς.

Μάγνῳ.

Ἔξεστί σοι καὶ ἀπόντι θεραπεῦσαι μεθʼ ἡμῶν τὸν Ὀλύμπιον Δία τὸν Ὀλυμπίοις παρʼ ἡμῶν ἐν Δάφνῃ τιμώμενον. ἥκουσι μὲν γὰρ οἱ διαλεξόμενοι τοῖς παρʼ ὑμῖν ἀθληταῖς καὶ πείσοντες, ὡς νόμος· δέονται δὲ τοῦ πρὸς ἅπαντα βοηθήσοντος αὐτοῖς ὅσα τε ἀρχόντων δεῖται καὶ ὅσα τῶν ἄλλων. σοὶ δʼ οὐ πολλῶν ἂν δέοι πρὸς οὐδένα ῥημάτων σωφρονούσης τε τῆς Αἰγύπτου καὶ ποιούσης ἅ σοι δόξειεν ὁρώσης κἀκείνους ὑφʼ οἷς Αἴγυπτος ἐν κέρδει ποιουμένους, εἰ σοί τι χαρίσαιντο. οὐδὲν οὖν ἀδικῶ τοὺς μὲν ἄλλους ὑπερβάς, πέμψας δὲ αὐτοὺς οἷ χρῆν. ἀγωνιζομένων οὖν τῶν παρʼ ὑμῶν ἡκόντων καὶ θαυμαζομένων ἐπαινέσεται μὲν ὁ Ζεὺς τοὺς δαπανωμένους ἀντιδαπανώμενος, εὑρήσει δέ τι καὶ σὸν ἐν τοῖς δρωμένοις καὶ διδοὺς ἀγαθόν τι Λητοΐῳ τῷ δείξαντι τὸν υἱὸν ἀθλοθέτην δώσει καὶ τῷ σοφῷ Μάγνῳ τῷ τοῖς ἐν ταῖς παλαίστραις εὐδοκιμοῦσι παραινέσαντι δεῦρο πλεῖν. ἔχω δὲ κἀγὼ νέον τρέχειν τε καὶ λέγειν ἀγαθὸν καὶ στεφάνου τε ὁμοῦ καὶ τρίβωνος ἄξιον.

Εὐσεβίῳ.

Ἤιδειν ὅτι μισήσεις τὸν τὰς πολλὰς ἐρωτήσεις ἐκεῖνον ἐπʼ ἐμὲ πεποιημένον καὶ μόνον οὐ πληγαῖς ἀναγκάσαντα ῥῆμα ἀφεῖναί τι κατʼ ἐμοῦ Ῥωμύλον, ἀφʼ ὅτου με ἔμελλε κακώσειν. πέπρακται δὲ αὐτῷ καὶ ἄλλα τοῖς νόμοις ἐναντία καθʼ ἑτέραν ἀρχήν, ὧν τὰ μὲν ἑωρῶμεν, τὰ δὲ ἀκηκόαμεν. ἀλλʼ ἐκεῖνος μὲν ἔστω τοιοῦτος· δεῖ δὲ σὲ τοῦ πράγματος τοιαύτην τελευτὴν εἰληφότος τὸν ὅπως μὴ τοιαύτην λάβοι μεμηχανημένον βουλόμενον αὑτῷ κἀντεῦθεν γενέσθαι τι σαυτοῦ νομίζειν εὐεργέτην, εἰ καὶ δειλὸν αὑτὸν οὐκ ὢν δειλὸς ἐποίει. οὐ γὰρ ἴσον οὐκ ἴσον, ἀμαχεί τε ἀνελέσθαι νίκην καὶ μετὰ πόνων. ἐχούσης γὰρ δὴ φιλοτιμίαν τῆς νίκης ἔχει τι λαμπρὸν καὶ ὁ πόνος, ἐπεὶ καὶ Ἀχιλλεῖ τὸ στῆναί τε τὸν Ἕκτορα καὶ μαχέσασθαι. εἰ δʼ εὐθὺς ἰδὼν τὸν τοῦ Πηλέως ὁ Πριάμου γονάτων τε τῶν ἐκείνου ἥπτετο καὶ ἱκετεύων ἀπέθνησκεν, οὐκ ἂν ἦν ὅσον γε νῦν. καὶ σὲ τοίνυν ἐνδοξότερον ἔθηκεν ὁ τόπου μὲν εἰς τόπον ἐκβαλεῖν ἐθελήσας, ἐν δὲ τῇ πάλῃ καταπεσών. σὺ δὲ ἀπῃτοῦ τήνδε τὴν νίκην ὑπὸ τῶν περὶ Κίμωνά σοι κατωρθωμένων. ὁ γὰρ οὗ περὶ χρημάτων ὁ λόγος τοιοῦτος φανεὶς πῶς οὐκ ἂν ἠδίκει καὶ τὰ μείζω μὴ διασώζων ῥυόμενος σφαγῆς ἐπʼ αἰτίᾳ τοιαύτῃ, ἣ μικρόν τι πρὸς αὑτὴν ἐποίει τὸν θάνατον;

Μαρδονίῳ.

Οὐ θαυμαστὸν εἰ φιλῶν τε σὲ καὶ φιλούμενος ὑπὸ σοῦ βοηθείας ἔτυχον. εἰ γὰρ δὴ τῶν ἐχθρῶν τὸ ἀλλήλοις ἐπιτίθεσθαι, τῆς φιλίας ὁ νόμος τὰς συμμαχίας ἔχει. καί σε τὴν χάριν ταύτην οὐκ ᾔτουν ἐν ἐπιστολαῖς εἰδὼς ὅτι μοι τοῦτο ἔσται παρὰ σοῦ. ὥσπερ οὖν ἵπποις, ἐν οἷς ἐπιθυμία δρόμου, τὸ κινῆσον οὐ προσάγομεν, οὕτως οὐδὲν ᾤμην δεῖν δεῖσθαι μεθʼ ἡμῶν εἶναι τοῦ πάντως ἐσομένου. χαίρω μὲν οὖν οὐ δόξας ὑμῖν ἀδικεῖν, χαίρω δὲ πολὺ πλέον τῷ δικαίως δόξαι. τῷ γὰρ δὴ τοιούτῳ συμβαίνει καὶ τὸ χαίρειν καθαρῶς. ὁ δʼ ἣν ὤφειλε δίκην οὐ δοὺς τὸ μὴ δοῦναι μὲν ἔσχε, τὸ δʼ οὐκ εἶναι δίκης ἄξιος οὐκ ἔχει. τὰς δʼ ἐμὰς εὐχὰς τὰς ὑπὲρ τοῦ βασιλέως οἴκοι πάντες μὲν ἴσασιν οἱ συνόντες ἡμῖν ἄνθρωποι, πάντες δὲ οἱ θεοί, καὶ ὡς ταύτῃ γε ἐπὶ τὸν τύραννον συνεστράτευον αὐτῷ. καὶ ταῦτα εὐχόμην ἐγὼ χρηστὸς ὢν βασιλεῖ πολλοῖς τε ἄλλοις τετιμημένος καὶ μεγίστῳ δὴ τῷ περὶ τὸν παῖδα. ὧν οὔτʼ ἂν ἐπελαθόμην μεμνημένον τε πᾶσα ἀνάγκη περὶ πλείστου ποιεῖσθαι παρʼ ὅτου ταῦτα καὶ βούλεσθαι μὲν αὐτῷ πεπηγέναι τὴν βασιλείαν, βούλεσθαι δὲ τοὺς υἱεῖς εἰς ἀκμὴν ἐλθόντας πάνυ γέροντος παραλαβεῖν τοὺς θρόνους, μᾶλλον δʼ ὁ μὲν ἤδη κοινωνός, ὁ δὲ αὐτίκα ἔσται. ἐμοὶ δὲ ἄλλως μὲν οὐχ ἥδιον διὰ τὸ νοσεῖν τὸ ζῆν, βουλοίμην δʼ ἂν μέχρι τῆς ἡμέρας ἐκείνης, ἥ μοι δείξει τὸν πατέρα μετὰ τῶν Διοσκόρων.

Εὐσεβίῳ.

Ἔτι πρέσβεις Ἔμεσα πέμπει καὶ στεφάνους βασιλεῦσιν εἰδυῖα μὲν τὴν ἑαυτῆς πενίαν, αἰσχυνομένη δὲ ὅμως τοῦ τῶν πόλεων ἐκπεσεῖν ἀριθμοῦ καίτοι τῶν πραγμάτων αὐτὴν ἐκβεβληκότων πάλαι. ὁ γὰρ ὀφθαλμὸς τῆς Φοινίκης καὶ τὸ τῶν θεῶν οἰκητήριον καὶ τὸ τῶν λόγων ἐργαστήριον καὶ ἡ πηγὴ τῶν ἀγαθῶν καὶ εὐθυμιῶν, καὶ οὐκ ἂν ἐξαριθμήσαι τις τὸ πλῆθος τῶν ἀγαθῶν, αὕτη τοίνυν ἡ πολλή τε καὶ καλὴ τὰ πολλὰ μὲν ἀπολώλεκεν, ὁρᾶται δὲ ἐν οἰκίαις ὀλίγαις ταὐτὸ ταῖς ἄλλαις πεισομέναις, εἰ μὴ βοηθήσαις τι. οἷον γὰρ δή τι τὸ ʼκείνων; ὁ μὲν ἀγχόμενος ἀπέδοτο, ἡ τιμὴ δὲ οὐ τοῦ πεπρακότος, ὁ δὲ πριάμενος καθελὼν λαβὼν ὅσα ἤθελεν ἄγων ἄλλοσε ἐχρῆτο. πάνυ δή τι μικρὸν τὸ λειπόμενον, παλαιᾶς μὲν εὐδαιμονίας μεμνημένοι, τὰ νῦν δὲ δακρύοντες. καὶ ξένος δὲ ὅστις ἐκεῖσε ἔλθοι, κατὰ τάχος ἀπέρχεται πειρώμενος μὴ πάντα ὁρᾶν ὡς πανταχόθεν οὐσῶν εἰς ὀδυρμὸν ἀφορμῶν. τὴν οὖν οὐκέτʼ οὖσαν, τὴν γὰρ ἀντὶ τοιαύτης τοιαύτην δεῖ νομίζειν οὐκ εἶναι, πάλιν ἡμῖν ὁ θεῖος Ἀρκάδιος ποιείτω πόλιν. πρέποι γὰρ ἂν αὐτῷ τοιαῦτα διδόναι τῇ γῇ καὶ ποιεῖν τοὺς βουλομένους αὐτὸν ἐπαινεῖν εὐπορωτέρους. ὧν δὲ σὺ κύριος ὡς οὐδενὸς οἱ πρέσβεις ἀτυχήσουσιν, εὖ οἶδα. τῷ τε γὰρ εὖ ποιεῖν χαίρεις καὶ τὸν ἐπεσταλκότα ἐμὲ παρεῖναί τε νομιεῖς καὶ κοινωνεῖν τοῖς πρέσβεσι τῆς σπουδῆς.

Πρόκλῳ.

Εἰ τοῖς ἐπαινοῦσι δεῖ νομίζειν ὀφείλειν τοὺς ἐπαινουμένους χάριτας, ἴσθι χάριτας ὀφείλων Διογνήτῳ τουτῳί· ὡς οὐκ ἔσθʼ ὅτε σε οὐκ ἐπῄνεσεν· ἐν θεάτρῳ μὲν οὖν κατὰ τοὺς γενναίους σοφιστὰς καὶ οὓς αἱ Μοῦσαι κινοῦσιν, ἐν δὲ τῷ τῆς Ἀθηνᾶς ἱερῷ καὶ τοῖς αὐτόθι συγκαθημένοις, ὧν τοὺς πολλοὺς αἱ δίκαι ποθοῦσιν. ἔστι δὲ αὐτῷ τῶν τοιούτων λόγων χωρίον καὶ τὸ βουλευτήριον εἰσιόντι τε ὡς ἐμὲ καὶ παρακαθημένῳ, καὶ πρὸς οὓς δὲ τῶν γνωριμωτέρων ἔρχεται, μετὰ τοιούτων λόγων εἰσέρχεται τάς τε ἀρχὰς ἀπαριθμῶν καὶ ὅσα καθʼ ἑκάστην ἀγαθὰ γένοιτο ταῖς πόλεσι. καί ποτε τὸ τοῦ Ὁμήρου λαβὼν τὸ εἰς τὸν Μενεσθέα τὸν Ἀθηναῖον εἰρημένον περὶ τῆς σῆς ᾖσε τέχνης, ᾗ σὺ χρώμενος μεγάλας ὁλκάδας διασώζεις. ἀποδοτέον δή σοι τὰ ὀφειλόμενα καὶ τὰ δίκαια πρὸς Διόγνητον ποιητέον. εἰ δὲ ἔργα ἀντὶ λόγων ἀποδώσεις, εἰκότως ἂν ἀγάλλοιο παρὰ τῶν θεῶν ἔχων τὸ ἐν οἷς ἀντευποιεῖς οὕτω νικᾶν.

Θεοδώρῳ.

Ἔδει σε καὶ παρʼ ἡμῶν ἀκοῦσαι περὶ τῆς ἐπιεικείας τουτουὶ Θεοδώρου· πολλοὶ μὲν γάρ, ὡς εἰκός, προὔλαβον τὴν ἐπιστολήν, οὐ μὴν τούτῳ γε δικαίως ἂν ἐσίγων. λέγω τοίνυν ὡς μετὰ σωφροσύνης καὶ τοῦ μηδένα λυπεῖν τοῦτον ἅπαντα διεξῆλθε τὸν χρόνον· ἀνθʼ ὧν αὐτῷ παρὰ μὲν ἡμῶν εὐφημία, παρὰ δὲ σοῦ τι καὶ πλέον εἰκότως ἂν γένοιτο.

Ἀντιόχῳ.

Ἃ μὲν ἐδεήθημεν ἡμεῖς, πάλαι παρὰ σοὶ κεῖται, σὸν δὲ παρʼ ἡμῖν περὶ τούτων οὐδέν. ἀπόλυσον οὖν ἡμᾶς φροντίδος ἢ δείξας ἔργον ἢ καὶ τοῦτο διδάξας, ὡς ἀδυνάτων ἐρῶμεν.

Εὐσεβίῳ.

Εἰ μὲν ἄλλος τις τῶν ἀγνοούντων ἡμᾶς ἦν ἐν ᾧπερ αὐτὸς εἶ, διδάσκειν ἂν ἔδει με καὶ λέγειν γονέας τε ἑκάστου καὶ τροφὴν καὶ παιδείαν κοινούς τε πόνους ἐμοῦ τε καὶ αὐτῶν ὑπὲρ λόγων· νῦν δʼ αὐτὸς ἄν μοι δοκεῖς διδάξαι τοὺς ἀγνοοῦντας. τούτου δὲ οὕτως ἔχοντος καὶ τῶν πρέσβεων ὑπὸ σοῦ φιλουμένων τραχὺ μὲν οὐδὲν ἔσται τῆς περὶ ταῦτα ὁδοῦ, διὰ δὲ λείας ἄξεις αὐτοὺς ἁπάσης συμπράττων μὲν ἐν οἷς αἰτοῦσιν εἰς τὸ τυχεῖν, συμπράττων δὲ εἰς τάχος, ὅπως ἔχοιμέν τε τοὺς ἄνδρας οὐ πολλῶν ἡμερῶν ἀνηλωμένων καὶ τῆς πρεσβείας εἰς δόξαν ἀπολελαυκότας. ἐμοὶ δὲ τῆς λύσεως, ἣν οἶσθα, ἀνῃρημένης ἐγένετο μέν τις λύπη, ταχέως δὲ ἐξεκρούσθη λογισμοῖς. ὁ γὰρ δὴ θεῖος Θεοδόσιος ἁμαρτόντας μὲν ἤδη τινὰς ἔσωσε, δίκην δὲ παρʼ οὐδενὸς οὐδὲν ἀδικοῦντος ἔλαβεν.

Τατιανῷ.

Ἔδει τὴν βουλὴν ἡμῖν, ὡς ἔοικε, καὶ πεσεῖν καὶ ἀναστῆναι. τούτοιν δὲ τὸ μὲν πρότερον ἄλλων ὄντων ἐπὶ τῶν πραγμάτων γέγονεν· ἀνίσταται δὲ σοῦ τήν τε ἀρχὴν τὴν μεγάλην ἔχοντος καὶ πρὸς τὸ δέον τῷ δύνασθαι χρωμένου διώκοντος ἡδονὴν οὐ τὴν ἀπὸ τῶν τραπεζῶν, ἀλλὰ τὴν ἀπὸ τοῦ πόλεσιν ἐθέλειν ἐπικουρεῖν. ἐπικουρεῖς δὲ ταῖς μὲν εἰς τὸ μὴ ἐκτριβῆναι, ταῖς δὲ εἰς τὸ γενέσθαι μείζοσιν. ἡμεῖς δέ ἐσμεν ἐκείνων τῶν προτέρων, οὐ μὴν ἔτι γε ἐσόμεθα σοῦ τιμῶντος οὕτω τὴν τοῦ δικαίου μοῖραν. οἶμαι δέ σοι δόξειν ἡμᾶς οὐδὲν ἄδικον αἰτεῖν, ἀλλʼ ἅπερ ἂν ἀτυχοῦσα πόλις· ἣν εἰ μὴ σὺ παύσαις τοῦτο καὶ οὖσαν καὶ καλουμένην, ἀθάνατον μενεῖ τὸ κακόν. εἶ γὰρ Ἡρακλῆς τις ἕτερος. οἴου δέ σε κἀκεῖνα παρακαλεῖν ἐπὶ τὴν βοήθειαν ἅ τε αὐτὸς ἅ τε ὁ παῖς αὐτῇ δέδωκεν, ὥσθʼ ἡμῖν εἶναι λέγειν τοῦτο Τατιανοῦ, τοῦτο Πρόκλου καὶ διὰ πάνυ πολλῶν ταῦτα ἱέναι τὰ ῥήματα. ἀναμιμνήσκου δὲ κἀκεῖνο, ὅτι τήνδε τὴν πρεσβείαν σὴν οὐχ ἧττον ἢ τῆς πόλεως δεῖ νομίσαι. σὺ γὰρ δὴ τὴν κινοῦσαν καὶ παρακαλοῦσαν πρῶτος ἀφῆκας φωνήν· ὥστʼ εἰ φαίην ἡμᾶς ἀπαιτεῖν ὑποσχέσεις, οὐκ ἀδικήσω.

Πρόκλῳ.

Ἤδη τῶν πρέσβεων ᾑρημένων ἤρετό τίς τινα ξένος πολίτην, ὁπόσοι τινὲς εἶεν. ὁ δὲ ἔφησε· τρεῖς. ἐγὼ δὲ τοὺς τρεῖς ἀκούσας, καὶ γὰρ ἔτυχον παρών, οὐ τρεῖς ἔφην πρεσβεύειν, ἀλλὰ τέτταρας. πῶς, ἤρετο, τέτταρες; ὅτι πολὺ πρὸ τῶν τριῶν ἔφην ᾑρέθη Πρόκλος ὑπʼ αὐτῶν τῶν ἐν τῇ πόλει παρʼ αὐτοῦ πεποιημένων ὁδῶν τε καὶ στοῶν καὶ λουτρῶν καὶ ἀγορῶν. φιλεῖν μὲν γὰρ ἀνάγκην ἔχει τόν γε αὑτοῦ πόνον, τὸ δὲ ἐρᾶν δεινὸν πεῖσαι μηδὲν ὀκνεῖν ὑπὲρ τῆς ἐρωμένης. καλὸν δὲ τὸ τὸν αὐτὸν βούλεσθαί τε ἡμᾶς εὖ ποιεῖν καὶ δύνασθαι. δύναται δὲ δυνάμεως δυοῖν εἴδεσιν, ἔχει γὰρ δὴ καὶ τὸ τοῦ πατρὸς σθένος· οἷν ἀμφοῖν ὑπὲρ ἡμῶν χρήσεται πρὸς τὴν ἀρχαίαν ῥώμην τὴν βουλὴν ἐπανάγων, ὡς μὴ μόνον ἐν τῇ στοᾷ τῇ παρὰ σοῦ φαίνεσθαι τοῦ δήμου τὴν εὐθυμίαν ἑσπέρας ἑκάστης ᾄσμασιν, ἀλλὰ καὶ τῆς βουλῆς διʼ ὧν ἂν βουλῇ πρέπῃ.

Μαρδονίῳ.

Εἰ καὶ μηδὲν ἴσχυσε τῶν περὶ ἐμοῦ δοξάντων, ἀλλʼ ἐφάνη τι τὸ ποιοῦν ἑτέραν κρίσιν, σοί γε καὶ τοῦ τοῖς δευτέροις ἀχθεσθῆναι χάρις, χάρις δέ σοι καὶ τῆς ὅλης γνώμης, ἣν ἔχεις περὶ ἡμᾶς. οἱ μέντοι πρέσβεις κελεύοντές μοι γράφειν τούτῳ με μάλιστα παρεκάλουν τῷ μάλιστά με λέγειν ὑπὸ σοῦ φιλεῖσθαι. καὶ τοῦτο ἀκούων ἡδόμην, οὐ διὰ τὴν δύναμιν ἣν ἔχεις, ἐν ᾗ πολλοὺς ἴσμεν γεγενημένους, ἀλλʼ ὅτι καὶ φρονήσει καὶ δικαιοσύνῃ καὶ τῷ σαυτὸν πρόθυμον τοῖς ἐν χρείᾳ παρέχειν πολὺ τοὺς ἄλλους νενίκηκας· ὃ καὶ τοῖς πρέσβεσιν ἡμῶν ἡδίω πεποίηκε τὴν ὁδὸν εἰδόσιν ὡς διὰ σοῦ πάντα αὑτοῖς, εἰ καὶ ῥᾳθυμοῖεν, ἔσται. οὔσης δὲ τοιαύτης σοι τῆς δόξης ἀνάγκη πολλὴ καὶ τὸ εὐχόμενον εἶναι μακρόν τέ σοι γενέσθαι τὸν βίον καὶ τοσοῦτον, ὅσος σοι παρέξει καὶ παῖδας Ἀρκαδίου τοῦ θείου ταῖς σαῖς χερσὶ περιενεγκεῖν.

Εὐσεβίῳ.

Ἡσύχιος ὁ πολλὰ στήσας ἐν δικαστηρίοις τρόπαια τῷ δικαίῳ βοηθῶν, —βεβοήθηκε δὲ τῷ δικαίῳ καὶ ἄρχων καὶ ἀντʼ ἄρχοντος καθήμενος—οὗτος τοίνυν ὁ τοιοῦτος τὸν τρόπον ἥδιστα μὲν ἂν μεθʼ ἡμῶν διέτριβεν ἀρκεῖν αὑτῷ τὸ μεθʼ ἡμῶν εἶναι νομίζων, ἀνάγκῃ δὲ ὡς ὑμᾶς ἀγόμενος φησὶ μὲν εὐθύς τε ἡμῖν ἐπανήξειν καὶ ποιήσειν ἃ καὶ πρότερον· θαυμάσαιμι δʼ ἄν, καὶ πρὸς αὐτὸν εἶπον, εἰ διαφεύξεται τὸν ἔρωτα τῆς πόλεως ἐκείνης, καθʼ ὃν ἤδη πολλοὺς ἄνδρας ἀγαθοὺς κατέσχε τε καὶ ἐκτήσατο δοῦσα καὶ δόξαν καὶ πλοῦτον καὶ τὴν ἄλλην δύναμιν. ὧν γιγνομένων ἡμᾶς ἕξει καὶ χαρὰ καὶ ἀθυμία, τὸ μέν, ὅτι φίλος εὖ ἔπραξε, τὸ δέ, ὅτι φίλον οὐχ ὁρῶμεν.

Τατιανῷ.

Ἔχει τῶν περὶ τὴν ὁδὸν ἱδρώτων ἆθλον ἱκανὸν Ἡσύχιος τὴν σὴν ἰδεῖν κεφαλήν. καὶ τῷ μὲν τοῦτο ἀποχρήσει μετὰ τοῦ πάντας ἀνθρώπους εἰδέναι τὴν εὔνοιαν ᾗ περὶ αὐτὸν κέχρησαι, τὴν οὐ πολὺ λειπομένην τῆς παρὰ τῶν θεῶν. ὥσπερ γὰρ οὐδεὶς ἠγνόει τῶν Ἀχαιῶν, ἥτις ἦν ἡ Ἀθηνᾶ περὶ τὸν ἐκ τῆς Ἰθάκης, οὕτω νῦν οὐδείς, ὅστις Τατιανὸς περὶ τὸν Ἡσύχιον. ἀλλʼ ὁ μὲν οὐδὲν ἂν ζητήσαι πλέον, σὺ δʼ οὐκ ἀξιώσεις ἐν οἷς ἔδωκας στῆναι· προσέσται δὲ ἴσως τι καὶ ἕτερον τῆς σῆς φύσεως ἄξιον. ἀλλὰ ταῦτα μὲν θεὸς τελοίη· γράφειν δὲ οὐκ ὤκνησά σοι πάλιν ἐγκαλούμενος ἐφʼ οἷς ἀφείθην, θράσει μὲν οὐδενί, τῷ πεπιστευκέναι δὲ μηδὲν ἠδικῆσθαι παρʼ ἐμοῦ τὸν βασιλέως οἶκον. ἡμῖν δὲ ὅτι μὲν κόσμος τὰ παρὰ σοῦ γράμματα, καὶ οἶδα καὶ πρὸς ἅπαντας λέγω, τούτων δὲ ἡμῖν οὐκ ἐρχομένων, μέχρις ἂν ψῆφος ἐνεχθῇ περὶ ἡμῶν, οὐκ αἰτιασόμεθα τὴν σιωπήν.

Πρόκλῳ.

Ἥκει λόγος ὡς ἡμᾶς τῶν ἐκεῖσε πεπραγμένων καὶ ὡς ἐξήλασας ἅπαν ὅσον ἄδικον τῆς ἀγορᾶς ἀναγκάσας εἶναι δικαίους τοὺς ὅθεν οὐ δεῖ κερδαίνοντας. ταυτὶ δὲ οὔπω μὲν εἴρηται τοῖς ποιοῦσι τοὺς λόγους, ἀλλʼ ὁ πρότερος ὕμνηται χρόνος, τεύξεται δὲ καὶ ταῦτα τῶν ἴσων αὐτίκα. καὶ γὰρ εἰ βελτίους εὕρηνταί σοι καὶ φωναὶ καὶ γλῶτται καὶ δυνάμεις, ἀλλὰ τοῖς γε μεθʼ ἡμῶν οὖσι καλὸν ἔγκλημα διαφεύγειν ἀργίας.

Σατορνίνῳ.

Ῥήτωρ ὢν ἀγαθὸς οὑτοσὶ Διόγνητος καὶ πολλοῖς σεσωκὼς καὶ ψυχὰς καὶ τὰ ὄντα, ἔπειτα νόμῳ τῷ περὶ τοῦ χρόνου σιγᾶν ἠναγκασμένος συμφοράν τε ἡγεῖται τὸ μὴ τὰ αὑτοῦ ποιεῖν ἄχθος τε τῆς γῆς αὑτὸν καλῶν οὐ παύεται. καταφεύγει τοίνυν ἐπὶ τὴν σὴν φρόνησιν οὕτως εὖ βεβουλεύσεσθαι νομίζων, εἰ τοῖς σοὶ δόξουσιν ἀκολουθήσειεν· ὃ καὶ βασιλεῖς ποιήσαντες ἑαυτοὺς ἐπῄνεσαν, ὥσπερ οἱ Λαπίθαι τὰς τοῦ Νέστορος γνώμας δεχόμενοι. ἔλεγε δὲ πρὸς ἐμὲ πολλάκις ὁ Διόγνητος οὐκ ὀλίγα τὸν οἶκον αὑτοῖς ὑπὸ τῆς σῆς εὖ πεπονθέναι ψυχῆς καὶ νῦν οὐδὲν ἔσεσθαι καινόν, εἴ τινος ἀγαθοῦ τύχοιεν. τῶν τε οὖν ἄλλων ἐκοινώνουν οἷς τὰ τούτων ἐποίεις βελτίω καὶ νῦν ἄν τι γένηται παραπλήσιον ἢ καὶ μεῖζον, ἐγὼ τούτων οὐχ ἧττον ὠφέλημαι. τοῦ δὲ σοὶ τῶν ἐμῶν μέλειν πολλὰς ἂν ἔχοι τις ἀποδείξεις λέγειν παλαιάς τε καὶ νέας.

Εὐσεβίῳ.

Γενόμενος ἐν Σαμοσάτοις οὑτοσὶ Διόγνητος καὶ τραφεὶς καὶ λαβὼν ἡλικίαν λόγων δυναμένην ἐρᾶν ἐρασθεὶς ἧκέ τε ὡς ἡμᾶς καὶ συνεχέσι πόνοις κτησάμενος ἐφʼ ἅπερ ἧκε τοῖς μὲν ἐπʼ ἄλλʼ ἄττα παρακαλοῦσιν αὐτὸν οὐκ ἠξίου προσέχειν, καλέσας δὲ τὸν Ἑρμῆν καὶ ἀφεὶς αὑτὸν εἰς τὰς δίκας ἐγένετο τοιοῦτος ὥστε μέγα τοῖς δικαζομένοις εἶναι τὸν ἄνδρα ἔχειν. καὶ τοὺς ὅτι πάντως δεῖ Φοινίκης ἢ σιωπᾶν ἀνάγκη διήλεγξεν οὐ τἀληθῆ λέγοντας. εἰδὼς δή με σὺ καλῶς καὶ τῶν ἐμῶν ἀγνοῶν οὐδὲν οἶσθά που καὶ ἡλίκον τι τοῦτʼ ἐμοί. λέγοντος μὲν οὖν ἐγεγήθειν, μὴ λέγοντος δὲ ἄχθομαι καὶ ὅπως εἴπῃ πάλιν, εὔχομαι. καὶ τῆς ὁδοῦ ταύτης ὁ καρπὸς οὗτός ἐστι. πεπόρευται δὲ ἐμοὶ πειθόμενος καὶ τοῦτο ἐμὴ παραίνεσις· ἣν κοσμήσεις μὲν δοὺς αὐτὸν ἡμῖν, οὐ δοὺς δέ— σεσιγήσθω δὲ τὸ βλάσφημον.

Οὔρσῳ.

Σὲ μὲν εὐδαιμονίζω τῆς δόξης, ἧς μεστὴ πᾶσα πόλις, ἐμαυτὸν δὲ τῶν τιμῶν, αἷς ἐκ τοῦ φιλεῖν με τετίμηκας. τὸ γὰρ ὑπʼ ἀνδρὸς φρονήσει τε διαφέροντος καὶ λόγου τε καὶ σιγῆς καιρὸν εἰδότος καὶ μετὰ μὲν ταραχῆς οὐδέν, μετὰ δὲ γαλήνης πάντα ποιοῦντος τοιούτων τυγχάνειν, οἵων ἐγὼ παρὰ σοῦ, μεῖζον οἶμαι παντὸς χρυσίου, κἂν τὸ Γύγου τις λέγῃ. σὺ δʼ ἄρα οὐκ ἔμελλες παρὼν μὲν τιμήσειν, ἀπὼν δὲ ἡμῶν ἀμελήσειν, ἀλλʼ ὁ αὐτὸς καὶ ἀπὼν εἶναι βουλόμενος προσέθηκας τὴν τιμὴν τὴν ἀπὸ τῶν γραμμάτων, ἣν διπλῆν ἔξεστι καὶ νομίζειν καὶ καλεῖν· αὐτό τε γὰρ τὸ γράψαι τιμὴ καὶ τὸ οὕτω νοερά τε καὶ χρηστὰ καὶ τοῦθʼ ἑτέρα τιμή. οἷς ἐγὼ φιλοτιμούμενος ἅπαντας ἐποίησα τὴν ἐπιστολὴν εἰδέναι καλῶν τε αὐτοὺς καὶ συνάγων καὶ αὐτὸς ἀναγινώσκων. τίμησον δέ με καὶ τοῖς εἰς τὸν ἑταῖρον τὸν ἐμὸν Διόγνητον ἀνευρίσκων τε τὰ συμφέροντα αὐτῷ καὶ τοὺς ἐν τῷ πράττειν πόνους ἡδέως πονῶν, ἃ καὶ αὐτὰ ταχέως ἅπαντες Ἕλληνες εἴσονται.

Διογένει.

Ἥκει σοι Διόγνητος μετʼ ἐπιστολῆς ἐμῆς, οὗ σφόδρα πρὸς αὐτὸν πολλάκις ἐπιθυμεῖν ἔφησθα. ἐγὼ δὲ τοῦτο μὲν καὶ μηδέν σου τοιοῦτον εἰπόντος ἐποίησα ἄν, ὦ τὸ κάλλος τῆς ψυχῆς ἐν τῷ τοῦ προσώπου δεικνύων, πολὺ μέντοι ζητοῦντος ἥδιον, ὡς οὕτω σου μᾶλλον ἡσθησομένου. ἀλλʼ ὥσπερ ἐγώ σοι κεχάρισμαι διὰ τῆς ἐπιστολῆς, οὕτω καὶ σύ μοι χάρισαι διὰ τῆς περὶ τὸν Διόγνητον προθυμίας· ᾧ μεγάλην ὀφείλω χάριν καὶ ἐγὼ καὶ Δημοσθένης ὀνείδους ἡμᾶς ἀπηλλαχότι καὶ πᾶσι ποιήσαντι δῆλον ὅτι καὶ μόνα ταῦτα τὰ ὅπλα δύναται νίκας φέρειν. ἀλλʼ ἴσως γελάσῃ παρακλητικῶν ἀκούων ἀνὴρ κἂν ἄλλον ἐπὶ ταῦτα κινήσας. ἔχε δή μοι συγγνώμην, εἰ τῷ πάνυ τῶν Διογνήτου φροντίζειν τοῦθʼ οὕτως ὂν φανερὸν οὐκ εἶδον.

Πανελληνίῳ.

Ἔχεις οὐ μικρὸν μέρος τῆς πόλεως ἡμῶν ἔχων Δομνίωνα τὸν καλόν, τὸν μετεσχηκότα μὲν ἐν νεότητι διατριβῶν, αἳ ποιοῦσι ῥήτορας, θαυμασθέντα δὲ ὑπʼ ἀρχόντων ὕστερον ἐν τοῖς ὑπὲρ τῶν βασιλικῶν χρημάτων πόνοις, ἐπαινεθέντα δὲ ὑπὸ πάντων ἀνθρώπων οἷς περὶ τῆς θυγατρὸς ἐβουλεύσατο παντὸς πλούτου τὴν Ἀντιόχου προθεὶς ἀρετήν. πείσειν δὲ αὐτὸν ἡγοῦμαι καὶ τὴν Ἀσίαν, εἰς ἣν ἀρχῇ τιμηθεὶς ἀπεστάλη, πολλάκις εἰπεῖν μηδενὸς πώποτε ἐν τοιούτοις ἀπολελαυκέναι τοιούτου τῶν τε πραττομένων ἐπὶ ταῦτα ἀγόντων τὰ ῥήματα καὶ τοῦ σοῦ στόματος, ἐν ᾧ τὰ Ἀθηναίων ἐστί, τοὺς μὲν γνῶναι τὸν Δομνίωνα δυνηθέντας ἐπαινοῦντος, τοὺς δὲ μὴ διδάσκοντος. ὡς οὖν πολίτης ὢν οὐχ ἧττον ἡμέτερος ἢ οὗπερ ἔφυς καὶ συνεύχου τῷδε καὶ συναγωνίζου· προσέχοντα δὲ τὸν ἄνδρα εὑρήσεις σοί τε καὶ τοῖς παρὰ σοῦ.

Ἀργείῳ.

Εἰδώς σε Δομνίων ὁ γενναῖος ἔρχεται, διδάσκαλος δὲ αὐτῷ τούτων ἐγώ, γένους τε τοῦ σοῦ καὶ τροφῆς καὶ παιδείας καὶ τρόπου καὶ οἷος μὲν σὺ διδάσκειν, οἷος δὲ ἐν πολιτείᾳ. καὶ ταῦτα ἀκούων ὁ Δομνίων ἔχαιρεν ὡς ἄνδρα τοιοῦτον οὐκ ὀψόμενος μόνον, ἀλλὰ καὶ εὖ ποιήσων, ταῦτα δὴ τὰ τῶν ἀρχόντων. οὗτος μὲν οὖν ὑμῖν μετὰ τοιαύτης ἔρχεται τῆς γνώμης φύσει τε ὢν χρηστὸς καὶ ἅμα τιμῶν τὸν κηδεστὴν Ἀντίοχον, ἄνδρα ἄριστον τῶν ὑπὸ τὸν ἥλιον. βούλοιτο γὰρ ἂν ἐκεῖνος ἀγαθοῦ πατρὸς παιδὶ συνοικεῖν διδόντος ἀφορμὰς δόξῃ. δείκνυ δὴ σαυτὸν ἑστιῶν τὸν ἄρχοντα λόγοις τε καὶ ἐπιδείξεσι. σοί τε γὰρ πολὺ τὸ τάχος, εἰ δέοι ποιῆσαι λόγους, Δομνίωνί τε παντὸς μέλιτος ἡδίων ἀκρόασις καὶ τὸ ποιῆσον ἐνταῦθα κόρον οὐκ ἔστι. καὶ τοιοῦτος ὢν συμβαίνοντα ποιεῖ τοῖς ἐν τοῖς χρόνοις ἐκείνοις, ἐν οἷς ἐβάδιζε παρὰ τοὺς διδασκάλους ἀεὶ μέν τι λαμβάνων, ἀρκεῖν δὲ οὐδὲν ἡγούμενος. οἴσει δέ που καὶ ἡμῖν, ὡς εἰκός, τῶν σῶν ἐγγόνων ἢ πείσας ἢ ἀναγκάσας.

Πανελληνίῳ.

Σὲ μὲν εἰκὸς τῇ τοῦ Ποσειδῶνος εὐνοίᾳ χρησάμενον πάλαι τῆς οἰκείας ἐπιβεβηκέναι· τὴν δʼ ἡμετέραν πόλιν ἴσθι πολλά σου κατηγορεῖν διʼ αὐτὸ τὸ πεπλευκέναι. καίτοι καὶ πατρίδα λέγω καὶ μητέρα καὶ τέκνα πολλὴν ἀνάγκην· ὁ δʼ ἔρως αὐτὴν οὐδὲν ἐᾷ τούτων μέγα νομίζειν. ὁ δʼ ἀπολογούμενος ἐγὼ καὶ τῷ πλῷ βοηθῶν, ἐπειδὴ χρόνος ἐπῆλθεν εἰσάγων τέ με πολλάκις εἰς θέατρον καὶ ποιῶν ἐπιδείξεις, κατήγορός τε ἐγιγνόμην καὶ φωναῖς αἷς ἐμαχόμην ἐχρώμην Γεροντίου μὲν ὁρωμένου καὶ Μαρκελλίνου φαινομένου καὶ τοῦ τὴν Ἑλλάδα κοσμοῦντος Ἱλαρίου πηδῶντος, ὃς δὲ λόγῳ τε καὶ λέγοντι μυρίων ἀντάξιος ἀπόντος, ὃς τῷ τε κάλλει τῆς ψυχῆς τῷ τε τοῦ σώματος καλλίους ἂν ἐποίει τὰς ἐπιδείξεις τὰ μὲν ἐκφαίνων, τὰ δὲ συγκρύπτων, καὶ τὰ μὲν οὐκ ἐῶν ἀγνοεῖσθαι, τὰ δὲ ποιῶν λανθάνειν. πῶς οὖν διαφύγοις τοσούτους κατηγόρους; τί πρὸς ἐμέ, τί πρὸς τὴν πόλιν ἐρεῖς; τί φθέγξῃ; τῷ πείσεις; ἢ λόγῳ μὲν οὐκ ἂν ἰσχύσαις, ἔργῳ δὲ μόνῳ; τὸ δὲ ἔργον ἐστὶν ἀναχθῆναι μὲν ἐκεῖθεν, καταπλεῦσαι δὲ δεῦρο, καὶ μάλιστα μὲν ἡμᾶς τιμῆσαι τῷ θέρει, εἰ δὲ μή, ἀλλὰ πάντως γε τῷ χειμῶνι.

Εὐτυχιανῷ.

Οἶσθα ὅτι πάσχω τι πρὸς τοὺς ἀτυχοῦντας, κἂν ἴδω τινὰ τετρωμένον ὑπὸ τῆς Τύχης, ἐλεῶ τε καὶ εἴ τι δυναίμην εὖ ποιεῖν, οὐ κατοκνῶ. ταυτὶ δὲ ὁρῶν σὺ πολλάκις χρηστόν τε ἡγήσω με καὶ ἐπῄνεσας καὶ παρὰ τῶν θεῶν ᾔτησας ἀντὶ τούτων ἀγαθόν τί μοι γενέσθαι. καὶ νῦν τοίνυν ὁ αὐτός εἰμι καὶ γυναῖκα πένητα τεκοῦσαν ἐν τῷ δεσμωτηρίῳ τῶν γραμμάτων οὐ τοῦτο βουλομένων, εἶτα καὶ τῆς οἰκείας ἐκβαλλομένην βουλοίμην ἂν διὰ σοῦ μὴ τὸ δεύτερον παθεῖν. πάντως δὲ οὐ μεμνήσῃ στατήρων, τοῦτο δὴ τὸ τοῦ δεῖνος, ἀλλʼ αὐτὸ κέρδος ἡγήσῃ τὸ τὰ τοιαῦτα δεδωκέναι. περὶ δὲ τῆς παρʼ ἡμῶν πρεσβείας ἔχων εἰπεῖν οὐκ ὀλίγα σιωπῶ τιμῶν σε τῇ σιωπῇ καὶ ἵνʼ ὅλον σὸν τὸ γενησόμενον ᾖ σοῦ καὶ πεπονηκότος καὶ σαυτὸν παρακαλέσαντος.

Ῥουφίνῳ.

Τὴν ἐπιστολὴν δοὺς Ἀνυσίῳ τῷ βελτίστῳ τὴν πρὸς σέ, παρʼ ὅτουπερ ἐπείσθην ὡς οὐκ ἂν ἀηδῶς ἐπιστολήν μου λάβοις, ἠχθόμην μὲν ἀκούων αὐτὸν οἴκοι τε καθῆσθαι καὶ διαμέλλειν· ὡς δὲ ἤγγειλέ τις τῆς Εὐρώπης τε τὸν ἄνδρα ἐπιβεβηκέναι καὶ μικρὸν ἀπέχειν σου καὶ μέλλειν συνέσεσθαι, λίαν ἡδόμην ἐλπίδα μοι τοῦ πράγματος σῶν γραμμάτων φέροντος. ἐπεὶ δὲ ὁ μὲν ἦν ἤδη παρὰ σοί, τὰ δὲ οὐκ ἐφαίνετο, τοσοῦτον γοῦν ἐβουλόμην γνῶναί ποθεν, εἴτε λαβὼν οὐκ ἀντεπιστέλλοις εἴτʼ οὐδὲν λάβοις, ὡς οὐκ ἀρκέσον μοι τὸ λαβεῖν σε καὶ σεσιωπηκέναι ἐπὶ τῷ λαβεῖν. ἐν τοιούτοις δή μου κειμένου προσελθών τις κατʼ ἀγοράν—ἦν δὲ ἄρα τῶν σῶν καί τι τῶν πολλῆς σπουδῆς ἀξίων ἀφῖκτο διοικήσων—ἀρέσαι τέ σοι τὴν ἐπιστολὴν ἔφασκε καὶ γενέσθαι τοῖς διγλώσσοις ἆθλον ἐκείνην σοῦ μὲν κελεύοντος ἑρμηνεύειν, τῶν δὲ ἐξελεγχομένων. ἠρόμην οὖν τὸν ἄνθρωπον, ὅστις τε καὶ πόθεν, καὶ μαθὼν ἐκείνῳ τε καὶ ἐμαυτῷ συνήσθην, τῷ μέν, ὅτι σός, ἐμαυτῷ δὲ τῆς ἐπιστολῆς δεδομένης, ἀνθʼ ἧς εἶχον ἂν πάλαι τὴν παρὰ σοῦ τοῦ τῶν πραγμάτων οὐκ ὄντος ὄχλου τοσούτου, νῦν δὲ πολὺς ὢν ἐκώλυσεν. ἀφεὶς οὖν σε ταῖς φροντίσιν ἐκείναις, αἷς τὰ βασιλέως ἀμείνω ποιεῖς, καὶ προσήκειν ἐμαυτῷ γράφειν ὑπολαβών, κἂν μηδὲν ἐκεῖθεν εἴη, γράφω τε καὶ δέομαί σου τοῖς παρʼ ἡμῶν πρέσβεσι πάντα ἀποφῆναι λεῖα. τήν τε γὰρ πόλιν ἡμῖν οὕτω τιμήσεις καὶ τὴν τῶν ἀνδρῶν εὐγένειαν καὶ τοὺς ὑπὸ ταῖς Μούσαις πόνους οὓς ὑπὲρ λόγων ὑπέμειναν.

Ῥιχομήρει.

Τῆς ἡμέρας ἐκείνης, ἐν ᾗ σοι τὸ πρῶτον συνεγενόμην, καὶ τῶν λόγων τῶν οὐ πολλῶν μέν, καλῶν δὲ μέμνημαι καὶ μεμνήσομαι καὶ ζῶν κἂν τελευτήσω. μέμνημαι δὲ καὶ τῶν ἡνίκα ἐλειτούργεις τιμῶν διʼ ἀμφοῖν λαμπρότερος ὑπὸ σοῦ γεγενημένος. τί οὖν ἀντὶ τούτων σοὶ παρʼ ἡμῶν; πρῶτον μὲν εὐχαὶ τὴν ἀπὸ τοῦ γήρως ἰσχὺν ἔχουσαι· δεύτερον δὲ ἡ ἐπὶ ταῖς σαῖς εὐπραξίαις ἡδονή. σὺ μὲν γὰρ ἐργαζόμενος ἔχαιρες καὶ κρύπτων τὰ πεδία τοῖς ἀπὸ τῶν ἐναντίων νεκροῖς, ἡμεῖς δὲ παρʼ ἀγγέλων ἀκούοντες τὰς νίκας. ἔχαιρον δὲ οὐ μόνος, ἀλλὰ μεθʼ ὅλης τῆς πόλεως· ᾗ τούτων εἰκότως ἂν ἀποδοίης χάριν, ἀποδοίης δʼ ἂν διὰ τῶν παρʼ αὐτῆς ἀπεσταλμένων πρέσβεων, ἀνδρῶν μιμουμένων πατέρων τε καὶ πάππων ἔθη τε καὶ πολιτείαν· οὕς μοι δοκεῖς ἀποπέμψειν ἡμῖν ἔχοντας λέγειν πρὸς τὴν πόλιν ὡς παρὰ τὴν σὴν εὔνοιάν τε καὶ βοήθειαν ἐξ οὐρίων ἔπλευσαν.

Προμότῳ.

Ἀλλʼ εἰ καὶ ὁ παρελθὼν ἠδίκηται παρʼ ἐμοῦ χρόνος οὐκ ἐπεσταλκότος σοι καὶ ταῦτα ὄντι ἐν τῷ τῶν φίλων ἀριθμῷ, γιγνέσθω τὰ προσήκοντα περί γε τὸν μετʼ ἐκεῖνον, εἴτε μέλλοις ἀντεπιστέλλειν εἴτε μή. μέγιστον μὲν γὰρ ἐκεῖνο, μικρὸν δὲ οὐδὲ τοῦτο. καὶ γὰρ αὐτὸ τὸ γράφειν ἡδίω ποιεῖ τὸν γράφοντα, ἄλλως τε κἂν πρὸς τοιοῦτον ἐπιστέλλῃ, μισοῦντα μὲν τυραννίδα καὶ ὕβριν, φιλοῦντα δὲ βασιλείαν καὶ νόμους, ἐμβαίνοντα δὲ ἡδέως εἰς κινδύνους ἅπαντας, ὅπως ἥδε ἐκείνην ἐκκόψειε. καί μοι δός, ὦ γενναῖε, χάριν, τὴν αὐτὴν δὲ καὶ τῷ βασιλεῖ δώσεις. ποίησον δή με τῶν παρόντων τὸν ἀπόντα μὴ ἧττον εἰδέναι τὸν πόλεμον ἢ τῇ σαυτοῦ χειρὶ χρησάμενος ἤ τινος ἑτέρου τῶν τὰ τοιαῦτα ὑπηρετούντων. ἡ φωνὴ δὲ ἔστω σὴ τοῦ μηδὲν τῶν πεπραγμένων ἀγνοοῦντος μήτε μεῖζον μήτε ἔλαττον. ἔχεις δὲ τοὺς ἐμοὶ τοῦτο κομιοῦντας τρεῖς ἄνδρας, οὓς ἄλλα τε κοσμεῖ καὶ τὸ τὰ σὰ θαυμάζειν. ἐχέτωσαν οὖν μετὰ τῶν ἄλλων λέγειν ὡς καὶ τοῦτο ἡμῖν φέρουσι δῶρον στρατηγοῦ ῥήτορι πεπομφότος.

Ἐλεβίκῳ.

Ὅσης ἡμᾶς εὐφροσύνης ἀπεστέρησας ἡμᾶς μὲν ἀφείς, τὸ δὲ σὺν ἄλλοις εἶναι μεῖζον ἡγησάμενος. οἷον γὰρ δὴ ἦν ἑσπέρας μὲν πρὸς ἀλλήλους εἰπεῖν ὅτι δεῖ φανείσης ἡμέρας ὡς σὲ δραμεῖν, προσθεῖναι δὲ τὸ ἔργον καὶ φανείσης δραμεῖν ἰδεῖν τέ σε καὶ λαλοῦντος ἀκοῦσαι καὶ εἰπεῖν τι καὶ αὐτοὺς ἡδίους γενομένους ἀπελθεῖν. οὐ μὴν πάντα γε ἐγκαλοῦμεν τῇ Τύχῃ. καὶ γὰρ εἰ τὴν σὴν συνουσίαν ἀφῃρέθημεν, οἷς γε ἀκούομεν εὐφραινόμεθα. ἀκούομεν δὲ εὔνοιαν εἶναί σοι τὴν βασιλέως καὶ ἐπιστολὰς ἐκείνῳ τε γράψαι καὶ σοὶ λαβεῖν πρεπούσας λαμπροτέρας παρεχούσας ἐλπίδας. τῇ χαρᾷ δὲ ἡμεῖς ταύτῃ τὴν ὑπὲρ ἡμῶν σου λύπην ἀμειβόμεθα μεμνημένοι τῶν δακρύων ἐκείνων, ἃ μεθʼ ἡμῶν ὑπὲρ ἡμῶν ἀφῆκας. τὴν οὖν δοῦσαν ἃ δέδωκε θεὸν ἱκετεύομεν ὃ μήπω δέδωκε δοῦναι καὶ τὴν ἡδίω παντὸς ὕπνου παρασχεῖν ἀγρυπνίαν. ἐκείνου μὲν οὖν τῷ τῶν θεῶν ὑπάτῳ μελήσει· σοὶ δὲ νῦν μελησάτω τῶν πρέσβεων παίδων ὄντων ἐμῶν· οἱ γὰρ περὶ αὐτούς μοι πόνοι ταύτην ποιοῦσι τὴν προσηγορίαν. καὶ μάλιστα μὲν ἐγγύθεν ἀμῦναι ὑπὸ τῷ θειοτάτῳ βασιλεῖ καθήμενος· εἰ δʼ ἔτι τοῦτο μέλλει, γράμματά γέ ἐστιν ἔχοντα καὶ αὐτὰ τὸ δύνασθαι.

Ἀντιοχιανῷ.

Καὶ σὺ τὸ τοῦ ἐρῶντος ποιεῖς καὶ οἷς οὐκ ἀρέσκομεν τὸ τῶν οὕτως ἐχόντων. σὺ μὲν ὅσα ἔστι σοι τῶν ἐμῶν, δεικνύεις ὡς δὴ καὶ πείσων τοὺς οὐκ ἐπαινοῦντας ἐπαινεῖν· οἱ δὲ σφοδρότερον σοί τε καὶ ἐμοὶ πολεμοῦσιν ἐμὲ μὲν φαύλων εἶναι λέγοντες πατέρα λόγων, σὲ δʼ οὐ καλῶν ἐραστήν. τὰ τοιαῦτα δὲ καὶ μίση καὶ μάχας καὶ λοιδορίας πολλάκις ἐποίησεν. ἔστι δὲ ἄμεινον ἐν εἰρήνῃ ζῆν ἢ πολεμεῖν. τύχοις δʼ ἂν τοῦ βελτίονος, εἰ παύσαιό τε τοῦ φέρειν εἰς μέσον ἃ νῦν φέρεις καὶ καταθείς ποι τοὺς λόγους δοίης αὐτοῖς καθεύδειν.

Εὐσεβίῳ.

Τὸν Ὀλυμπίου παῖδα, τὸν ὁμώνυμόν σοι, τὸν σοφιστὴν τὸν ἀφειμένον τοῦ λειτουργεῖν ἐνοχλοῦσί τινες τῶν ἐν τῇ βουλῇ μεμνημένοι πρὸς αὐτὸν λειτουργιῶν· ψηφισμάτων δὲ τῶν πολλῶν τῶν ὑπὲρ ἑαυτῶν τιμῶν τε τῶν παρὰ τῆς βασιλείας, αἳ γεγόνασιν ᾐτηκότων, οὐδεὶς λόγος αὐτοῖς. ἀλλὰ κἂν τὰ ἑαυτῶν λύωσι, δεινὸν οὐδέν· κἂν ἕτεροι γίγνωνται, δεινὸν οὐδέν· κἂν Εὔριποι ταῖς μεταβολαῖς, δεινὸν οὐδέν. τὸ γὰρ ὡς καὶ αὐτὸς ὑβρίζομαι, τούτοις ἀφήσω· πάλαι γὰρ τοῦτο αὐτοῖς ἐν μελέτῃ. σπινθῆρα μὲν οὖν ὑπὲρ τῶν πρὸς τὸν σοφιστὴν ἐδέξατο τὸ παρʼ ἡμῖν δικαστήριον· δοκοῦσι δέ μοι τὰ λοιπὰ τῆς πρεσβείας μέρος ποιήσεσθαι καὶ πειράσεσθαι ψήφῳ βασιλέως τὸν ἄνδρα ἑλεῖν. ἵνʼ οὖν μὴ τοῦτο γένηται, λόγους ἀκουσάτωσαν παρὰ σοῦ τῷ σῷ στόματι πρέποντας. δεῖ δὲ ἄλλο μὲν οὐδὲν ἀπειλεῖν, ὅτι δὲ οὐκ ἀρέσκοντά σοι ποιήσουσιν, εἴ τι τοιοῦτο ποιήσουσιν. ἴσως γὰρ τοῦτο οὐ κοῦφον ἡγήσονται.

Τατιανῷ.

Πάντα τὰ σὰ καλὰ καὶ μεγάλα, καὶ ὅσα λέγεται καὶ ὅσα γράφεται καὶ ὅσα πράττεται καὶ ὅσα πέπρακται καὶ ὅσα μέλλει, σωτηρίαν μὲν φέροντα πόλεσι, σωτηρίαν δὲ ἀγροῖς· προσθείην δʼ ἂν τούτοις καὶ τοὺς ἐν ταῖς ναυσὶ φερομένους ἐμπόρους τούς τε ἐν τοῖς ἄλλοις εἴδεσι τῶν βίων ζῶντας. σωφροσύνη τε πανταχοῦ καὶ τὸ μὴ πλέον τῶν νόμων μηδένα μηδαμοῦ ζητεῖν ἔχειν, τοὺς μὲν πεισθέντας, τοὺς δὲ ἠναγκασμένους, οἳ τὴν πρώτην ἀνιαθέντες ὕστερον ἐπῄνεσαν τοὺς λελυπηκότας. εὖ ποιῶν δὲ ἀνθρώπους διὰ τῆς μεγίστης ἀρχῆς πάλιν εὖ ποιεῖς διὰ τῶν τοῖς ἔθνεσι πεμπομένων ἀρχόντων. βασιλέως μὲν γὰρ τὸ δοῦναι τὸ γραμματεῖον· σὺ δʼ ὃν λαβεῖν ἄξιον, διδάσκεις· οἷον δὴ καὶ νῦν Αἰγύπτῳ τε καὶ Νείλῳ δεδώκατε ἄνδρα ᾗ χρὴ πόλεσι βοηθεῖν εὖ καὶ καλῶς ἐπιστάμενον φύσεώς τε τοῦτο δούσης καὶ πρὸς ἐκείνῃ γε λόγων καὶ νόμων. ἔδειξε δὲ αὑτὸν ὄντα τοιοῦτον ἐν τοῖς ἤδη τεθεραπευμένοις ὥστε σοι κἀντεῦθεν εὐφημίας γενέσθαι δυναμένων ἄρχειν ἀνθρώπων ἐπʼ ἀρχὰς πεπορευμένων.

Τῷ αὐτῷ.

Ὁ μὲν οὖν Ὀδυσσεὺς τὴν πολλὴν ἐκείνην ἔφερε πλάνην καὶ τὰ ἐν αὐτῇ κακὰ πρὸς ἐκεῖνο βλέπων, ὅπως κομιεῖται τὴν αὑτοῦ· τῷ φιλοσόφῳ δὲ τούτῳ πολλοὶ μὲν ἀνάλωνται πόνοι, πολλοὶ δὲ δρόμοι, πολλοὶ δὲ λόγοι σώζειν τε τὴν αὑτοῦ πειρωμένῳ καὶ πατρίδι βοηθεῖν. καὶ οὐχ ὅσα μὲν ἐβούλετο βεβοήθηκεν, ἐν οὐκ ὀλίγοις δὲ αὐτῇ γεγένηται χρήσιμος οὐκ ἀγρῶν αὐτὸν οὐδὲ γῆς οὐδὲ βοσκημάτων οὐδὲ συνοικίας παρακαλούντων, οὐδὲ γάρ ἐστιν οὐδὲν Μακεδονίῳ τοιοῦτον, ὥσπερ οὐδὲ τῷ Σωκράτει, ἀλλʼ, οἶμαι, τὰ πρὸς τὴν ἐνεγκοῦσαν αἰδεῖται δίκαια, κἄν τι καμούσης ἐκείνης τῆς μικρᾶς ἰᾶσθαι δυνηθῇ, μᾶλλον ἥδεται τῶν Ὀλυμπίασι νενικηκότων. καίτοι ποῖόν τινα χρὴ τὸν τοιοῦτον νομίζειν, ὃς τοιοῦτον αὑτὸν περὶ τὴν αὑτοῦ παρέχεται καὶ ταῦτα ἔχων οὐκ ὀλίγοις οὐκ ὀλίγα τῶν πολιτῶν ἐγκαλεῖν ὡς οὐ καλῶς αὑτοῦ τὰς σπουδὰς ἀμειβομένων; ἐπὶ μὲν οὖν τῶν ἄλλων ὑπάρχων πολὺ τοῦτο λέγων πρὸς αὑτὸν ἐπρέσβευεν· ἆρά τις ἔσται καρπός; ἆρα πείσομεν; ἆρά τι ποιήσομεν; ἆρά του τευξόμεθα; νῦν δὲ οὐ φοβούμενος ἔρχεται τοῖς οὔπω πεπραγμένοις ὡς δὴ γεγενημένοις εὐφραίνων αὑτόν. ἡ δὲ αἰτία τούτου Τατιανὸς καὶ τεχθεὶς καὶ τραφεὶς καὶ παιδευθεὶς ἐπὶ σωτηρίᾳ πόλεών τε καὶ ἐθνῶν. καὶ ταῦτα λέγω μὲν αὐτὸς ἐν ἐπιστολῇ· φωνὴν δὲ εἴ τις ἔδωκε γῇ τε καὶ θαλάττῃ θεῶν, ἀντὶ κηρύκων ἂν τοῖς παρὰ σοῦ δοθεῖσι πᾶσι μὲν ἀνθρώποις, πᾶσι δὲ τόποις ἐγένοντο. τοιαῦτα μὲν εὑρίσκεις, τοιαῦτα δὲ γράφεις, τοιαῦτα δὲ παραινεῖς. καὶ καταλαμβάνει δὴ τὰ γράμματα γράμματα καὶ ἱππεῖς ἱππέας τὰ μὲν παύοντες, τὰ δὲ ἀντεισάγοντες θεῶν, οἶμαι, τινὸς ἐπὶ ταῦτα κινοῦντος, ὥσπερ ἡ Ἥρα τὸν τοῦ Πηλέως παῦσαι βουλομένη τὴν τῶν Ἀχαιῶν φθοράν. τὸν οὖν ὑπὲρ τοιούτων ἀγρυπνοῦντά τε καὶ κακουμένους ἐξ ὧν δὴ καὶ ἐκακώθησαν, οὐκ ἐῶντα ἀπειπεῖν τίσιν ἀμειβόμεθα καὶ νέοι καὶ γέροντες; εὐχαῖς ἐν αἷς αἰτοῦμεν ἄλλα τε οἷα εἰκὸς τοὺς τῶν τοιούτων τυγχάνοντας καὶ τετυχηκότας καὶ προελθεῖν τόν τε βίον καὶ τὴν ἀρχὴν ἐπὶ μήκιστον.

Εὐσεβίῳ.

Ὁ φιλόσοφος οὗτος, οὗ οὐ λόγοι μόνον, ἀλλὰ καὶ ἔργα— τὰ δὲ ἔργα, φιλεῖ μὲν τὴν ἑαυτοῦ πατρίδα οὐχ ἧττον ἢ τὴν μητέρα, κακῶς δὲ πράττουσαν ὁρῶν, εἶτʼ ἀπὸ χρημάτων αὐτῇ βοηθεῖν οὐκ ἔχων, ζῇ γὰρ ἐν πενίᾳ, οὐκ ἄχθεται πρεσβείαις πολλαῖς καὶ τοῖς ἐν ἑκάστῃ λόγοις, ὧν τοὺς μὲν ἤκουσαν βασιλεῖς, τοὺς δὲ ὕπαρχοι—πολλὰ αὐτῇ τῶν κακῶν λύσας ἔδωκεν ἀναπνεῦσαι. εἶτʼ αὖθις ἧκεν ἕτερον κῦμα καὶ πάλιν ἄλλο καὶ τρίτον δὴ καὶ πάλιν ἐπὶ τοὺς αὐτοὺς καταφυγὴ καὶ παρὰ τῶν αὐτῶν ἐλπίδες. κόσμησον τοίνυν, ὦ γενναῖε, τῷ Μακεδονίῳ τὴν ὁδὸν ἔν τε τῷ βασιλείῳ καὶ οὗ καθήμενος ὁ μέγας Τατιανὸς ἰσχυρὰς ἀντʼ ἀσθενῶν ποιεῖ τὰς πόλεις.

Πρόκλῳ.

Ἔδει μὲν καὶ αὐτὸν εἶναί με τῶν σὰς ἐμοὶ γραφείσας δεικνύντων ἐπιστολάς· ἐπεὶ δὲ τοὺς μὲν ἄλλους ὁρᾷς, ἐμὲ δὲ οὐ βούλει, οὗ γέ εἰμι κύριος, ἐμαυτὸν οὐκ ἀποστερῶ, ἀλλὰ καὶ ἐπέσταλκα καὶ ἐπιστέλλω καὶ ἐπιστελῶ χαίρων τε τοῖς ἀγγελλομένοις περὶ σοῦ τοῖς πολλοῖς καὶ καλοῖς καὶ μεγάλοις καὶ τοῖς θεοῖς εὐχόμενος σώζειν τοῖς ἀνθρώποις ἄνδρα οὕτω σώζειν πόλεις μεγάλας ἐπιστάμενον. ὃ δὴ καὶ τὴν Μακεδονίου τοῦ φιλοσόφου πόλιν ἐπὶ σέ τε καὶ τὴν σὴν ἄγει γνώμην. καίτοι παρακαλεῖ μὲν καὶ αὐτὸς αὑτὸν ὁ σὸς πατὴρ ἐπὶ τὰ τοιαῦτα, πολὺ δʼ ἂν βελτίων τοῖς παρὰ σοῦ γένοιτο. σύμπραττε δὴ τῷ φιλοσόφῳ καὶ συναγόρευε καὶ προστίθει τοῖς εἰργασμένοις καὶ τὴν ἐπιφάνειαν.

Θεοδώρῳ.

Παῖς οὑτοσὶ τοῦ χρηστοῦ Μαριανοῦ κατὰ μὲν τὸν τρόπον ἴσος τῷ γεγεννηκότι, λόγοις δὲ καὶ παριών, ὥστε μέγας μὲν ἂν ἐγένετο δικαζομένοις ἐπικουρῶν, μέγας δʼ ἂν ἱδρυθεὶς οὗπερ ἐγώ· πρὸ δὲ τῶν παρʼ ἡμῖν διατριβῶν ἐγγραφεὶς εἰς συμμορίαν τινὰ τῶν ἐν τοῖς βασιλείοις ἀφῖκται νῦν κοινωνήσων αὐτῇ τῶν πόνων. βούλομαι δὴ καὶ αἰτῶ λόγους παρὰ σοῦ πρὸς ἐκείνην ὑπὲρ αὐτοῦ γενέσθαι δῆλον ποιοῦντας ὅτι ταῖς περὶ τοῦτο σπουδαῖς τῇ σῇ χαριοῦνται κεφαλῇ.

Ἀντιόχῳ.

Ἔτι μὲν ἐν συλλαβαῖς τὸν νέον ὄντα τοῦτον ὁ πατὴρ Μαριανὸς τῆς ἐν τοῖς βασιλείοις ἀγέλης ποιεῖ· παραδοὺς δέ μοι τοῦτο οὐκ εἰδότι τὸν υἱὸν οὕτως ἐπεμελεῖτο τοῦ δεινὸν γενέσθαι λέγειν, ὥστε μοι παρεῖχεν εἰκάζειν ὡς αἰτοίη παρὰ τῶν θεῶν παιδεύοντα παῖδας αὐτὸν ἐπιδεῖν. ἔπειτα προσελθών μοι τὸ κεκρυμμένον ἦγεν εἰς φῶς ἐρυθριῶν μέν, μὴ λέγειν δὲ οὐκ ἔχων ὅτι τῷ παιδὶ καιρὸς ὡς ὑμᾶς τε βαδίζειν καὶ πράττειν, ἐφʼ ὅτῳ τὸ πρῴην ἐτάχθη. πρὸς μὲν οὖν ἄλλον ἐπὶ τούτοις χαλεπὸς ἂν ἦν, Μαριανὸς δέ με οὕτως ἑώρα πρᾷον, ὥστε καὶ προσέθηκεν ὅτι δεῖ με καὶ ἐπιστεῖλαι. δίδωμι δὴ καὶ τοῦτο καὶ σοῦ δέομαι τῶν τῇδε τἀκεῖ ποιῆσαι τῷ Μαριανοῦ γλυκύτερα.

Κελσίνῳ.

Τοῦ πλούτου Λητόϊος καὶ τοῦτο ἀπολέλαυκε· πλείω σοι συνεγένετο χρόνον ἀγρὸν ἔχων καὶ κήπους καὶ βαλανεῖον, ἐν οἷς σε ξενίζων οὐ τούτοις ἐτρύφα μᾶλλον ἢ τῷ μετὰ τῶν σῶν καλῶν ἐν τούτοις εἶναι. καὶ γὰρ δὴ καὶ φρονιμώτερον ἡμῖν αὐτὸν ἐποίεις καὶ ἄλλως νοῦν ἔχοντα. καὶ γὰρ ἄλλῳ ὅτῳ ἂν ὁμιλῇς, κἀκείνῳ παρὰ σοῦ τοῦτο διδάσκοντος ἅ τε δεῖ ποιεῖν καὶ λέγειν ἅ τε μή. ἐμοὶ δὲ κεῖνται μὲν γεγραμμένοι λόγοι καὶ βούλονται δειχθῆναι, δειχθέντες δʼ ἄν, εἰ παρῆσθα, τῶν σῶν ὤτων ἐπιθυμίᾳ καθεύδουσι νῦν τὰ σὰ ζητοῦντες ὦτα· ὧν εἴ ποτε λάβοιντο, τῶν κιβωτίων ἐκπηδήσαντες εἰς τὸ μέσον ἥξουσιν ὁρῶντες, ὁπόσον τι τοῖς ἀδελφοῖς τοῖς ἑαυτῶν γεγένησαι τιμῶν τε αὐτοὺς μεγάλοις καὶ τοὺς πλησίον ἀναπείθων. καὶ ἔγωγέ φημι Βηρυτὸν ὑπὸ βελτίονος ἢ ἡμεῖς κυβερνᾶσθαι τῆς Τύχης· ἐκτήσατο γοῦν γαμβρόν, οἷον ἥδε οὔτε ἔσχεν οὔτε ἔχει καὶ ταῦτα μυρίους δεξαμένη. καὶ τὸ βούλευμα Ἰουλιανοῦ Τύχης ἔργον εἶναι λέγων οὐκ ἀδικεῖν οἴομαι. παρὰ τοίνυν ταύτης τῆς ὅσα βούλεται δυναμένης αἰτοῦμεν οἰκεῖν μέν σε ἐκείνην καὶ παῖδας ποιεῖν, σπέρμα ἀγαθόν, Βηρυτῷ γένος ἀθάνατον, ἄγειν δέ σε καὶ παρʼ ἡμᾶς εὑρίσκουσαν προφάσεις καλάς, ὁποία καὶ ἡ νῦν, φίλος τε καὶ τὰ φίλου.

Φωτίῳ.

Πάλιν ὁρᾷς οὓς μάλιστα ἐθέλεις, τοὺς ἄκρους τῶν τῇδε πολιτευομένων, στεφανοῦντας ἄξιον βασιλέα στεφάνων καὶ νενικηκότα καὶ μεγάλην δύναμιν καὶ ταχέως. Εὐσέβιος δὲ ἐπὶ τὴν ὁδὸν καλούμενος ἔφασκε μὲν οὐ πάνυ τοῦτο δύνασθαι, ἔμελλε δὲ καὶ τῶν κωλυόντων κρατήσας αὐτῶν ἀφίξεσθαι κατʼ ἄλλο μὲν οὐδέν, ὅπως δὲ τὸν χρηστὸν θεάσαιτο Φώτιον· ἐρᾷ γὰρ δὴ πρεσβυτέρου νεώτερος. καὶ ἴσως θαυμαστὸν οὐδέν· ἐρᾷ γὰρ ψυχῆς, οὐ σώματος. ἀλλὰ κἂν αὐτὸν ἔρηταί τις ἥκοντα παρʼ ὑμῶν· σοὶ δὲ δὴ τί γεγένηται παρὰ τῶν πολλῶν τούτων σταθμῶν; Φώτιον εἶδον, ἐρεῖ, καὶ ὁ μεμψόμενος οὐκ ἔσται.

Σευηρίνῳ.

Ἠκούσαμεν οἷ προὔβης, καὶ συνήσθημεν καὶ τῷ τιμήσαντι βασιλεῖ καὶ τῷ τιμηθέντι σοὶ καὶ τῇ τοιαύτην φύσιν ἀρχῇ λαβούσῃ. κεκόσμημαι δὲ καὶ ἐγὼ τῶν χρόνων ἐκείνων, ἐν οἷς ἐφοίτας, τοιαῦτα πεφυτευκότων. νόμιζε δὴ καὶ τὴν τῶν θεῶν ῥοπὴν πεποιηκέναι τι τῶν τὴν εἰς ἐμέ σου δικαιοσύνην καὶ ὁρώντων καὶ ἐπαινούντων. σοὶ μὲν οὖν ἡ τοῦ γενναίου βασιλέως εὔνοια βέβαιος μένοι· Εὐσέβιος δὲ ἥκει μὲν καὶ Κυνηγίῳ χάριν φέρων, ἥκει δὲ καὶ τῆς σῆς θέας ἐπιθυμῶν, καὶ μᾶλλόν γε τοῦτο ζητῶν ἢ ʼκεῖνο. σὺ δʼ αὐτῷ καὶ συγγενόμενος καὶ διαλεχθεὶς καὶ εὐφράνας ἀπόπεμψον ἡμῖν τοῖς ὑπʼ ἀνάγκης καθημένοις τὸν δυνηθέντα δραμεῖν λόγους παρὰ σοῦ κομίζοντα συμβαίνοντας τοῖς ὑπὸ σοῦ περὶ ἡμῶν πολλάκις εἰρημένοις.

Πέτρῳ.

Εἰδὼς φιλεῖν Εὐσέβιος οὗτος καὶ τοῦτο μεμελετηκώς, ὥσπερ ἄλλος ἄλλο τι, κεκοινώνηκε μὲν τῆς ὁδοῦ Κυνηγίῳ, φιλήσει δέ σου κεφαλὴν καὶ ὄμματα, ἅ ἐστιν αὐτῷ περὶ πολλοῦ. θεοῦ δὲ αὐτὸν πάλιν δεῦρο ἄγοντος ἥξει μᾶλλον χαίρων ἐκείνων τῶν ἐμπόρων, οἷς πολλαπλάσια τὰ ὄντα γεγένηται. κομίζει δέ σοι καὶ παραίνεσίν τινα. ἡ δέ ἐστι μὴ σαυτῷ ποιεῖν ἐχθροὺς ἐκ τῶν εἰς ἡμᾶς ἐπαίνων, ἦλθον γὰρ ἡμῖν οἱ ταῦθʼ ἡμῖν λέγοντες. ἐγὼ δὲ χαίρω μὲν ὑπὸ σοῦ τιμώμενος, πολέμων δὲ αἴτιος οὐκ ἂν εἶναί σοι βουλοίμην. ἀλλʼ ὅταν αἰσθάνῃ τινῶν ἀλγούντων τὴν καρδίαν, εἰ καλόν τι λέγοιτο περὶ ἐμοῦ παρὰ σοῦ, κλεῖε τὸ στόμα καὶ τοῖς τοιούτοις χαρίζου τὸ σιγᾶν.

Ἀνθηρίῳ.

Εἰπὼν ὑπό τινων ἀδικεῖσθαί τι Γαϊανός, φίλος δὲ οὗτος ἐμοί, καὶ τῇ παρὰ σοῦ βοηθείᾳ κρατήσειν ἡγούμενος τῶν ἀδικούντων καὶ ταύτην ἕξειν, εἰ γράμμα ἐμὸν λάβοις, ἐκέλευσέ μοι γράψαι πρὸς σέ, παρʼ οὗ μοι τὰ μέγιστα. τῆς τοίνυν φιλίας ἡμῶν οὔσης περιφανοῦς οὐκ ἂν ἦν μοι λόγος φυγόντι τὴν ἐπιστολήν. γράφω δὴ καὶ ποιῶ τὸ τοῦ φίλου καὶ δέομαί σου πεῖσαι τοὺς τὰ τοιαῦτα ποιοῦντας ὅτι βέλτιον τὸ μὴ τοιαῦτα ποιεῖν.

Ἀφρικανῷ.

Νῦν ἐλπίζω παύσεσθαι καὶ πλάνης καὶ πραγμάτων καὶ δρόμων τὸν χρηστὸν τουτονὶ Πέτρον πολὺν ἤδη χρόνον ἀποστερούμενον τῶν αὑτοῦ. ἃ γὰρ ἦν αὐτῷ πρότερον βλάβη, ταῦτα ἀνῄρηται νῦν. καὶ γὰρ ὄψει τὸ δίκαιον ὀξέως καὶ τὸν ἀναισχυντοῦντα μισήσεις καὶ τῷ παθόντι κακῶς συναχθεσθήσῃ καὶ τὰ γνωσθέντα πρὸς τέλος ἄξεις καὶ τὸν ὡς ἀληθῶς δείξεις Πέτρῳ δικαστήν. ἐπεὶ δὲ ἀδικεῖται μὲν παρʼ ἡμῖν, ἀδικεῖται δὲ ἐν Αἰγύπτῳ, δεόμεθά σου καὶ περὶ τῶν δευτέρων, ἵνα τὰ μὲν ἰάσῃ ψήφῳ, τὰ δὲ διʼ ἐπιστολῆς· ἧς ἐλθούσης πως πρὸς τὸν ἄριστον Ἀλέξανδρον ἔσται τι τῷ Πέτρῳ κἀκεῖ καλόν, ἡμεῖς δέ σε ἐπʼ ἀμφοῖν ἐπαινεσόμεθα.

Σωφρονίῳ.

Ἐγὼ δέ σε καὶ ζῆν ἡγοῦμαι καὶ βιώσεσθαι πολὺν χρόνον τῶν θεῶν βουλομένων μὲν εἶναι μεγάλην ἐκείνην τὴν πόλιν, εἰδότων δὲ ὁπόσον τῇ πόλει τὸ σόν. τούτου μὲν οὖν τοῖς πάντα δυναμένοις μελήσει· τῆς δὲ σῆς εἰκότως ἂν καὶ νῦν Ἰάσιος ἀπολαύσαι προνοίας, ἀνὴρ τῆς προτέρας ἁπανταχοῦ μεμνημένος καὶ ᾄδων καὶ λέγων, οἵων καὶ ὅσων τετύχηκεν. ἐγὼ δὲ ἔγραψα μέν σοι πρότερον ὑπὲρ Ἰφικράτους καὶ τὸν ἄνδρα τοῖς γράμμασιν ὤνησα, ἔπεμψα δὲ ἔναγχος ἐπιστολὴν Ἰφικράτει σοὶ καὶ ταύτην ἥξουσαν. ἐπιστέλλω δὲ καὶ νῦν λαβὼν μὲν οὐδεμίαν παρὰ σοῦ, πιστεύων δὲ φιλεῖσθαι καὶ πολλῶν ἐπιστολῶν τοῦτο νομίζων ἀντάξιον. πεπείσμεθα δέ σε καὶ τῇ πρεσβείᾳ τῇ παρʼ ἡμῶν καὶ μενούσῃ καὶ βαδιζούσῃ πολλῶν καὶ μεγάλων αἴτιον ἀγαθῶν ἔσεσθαι.

Ἐλεβίκῳ.

Πάντων μὲν ἐμοὶ μέλει τῶν παρʼ ἐμοὶ πεφοιτηκότων νομίζοντι τῷ τε Ἑρμῇ καὶ ταῖς Μούσαις κεχαρισμένα ποιεῖν, μάλιστα δὲ τοῦ μάλιστα ἡμῶν μετεσχηκότος Εὐσεβίου, ὃν ἄκρον ἀπέφηνε ῥήτορα καὶ σπουδὴ καὶ φύσις καὶ τύχη. καί μοι πεποίηται μὲν πρὸς αὐτὸν λόγος ἄγειν αὐτὸν βουλόμενος ἐπὶ τὸ παιδεύειν νέους, μητρὶ δὲ καὶ θείῳ πειθόμενος ἧκε ταύτην ἣν ἧκε. καὶ μέγα μὲν ποιεῖται τὸ τοῦ μεγάλου κοινωνεῖν συνεδρίου, χρημάτων δὲ αὐτῷ πολλῶν οἰχομένων ἐν τοῖς κακοῖς ἐκείνοις, ἃ αὐτῷ παρὰ τῆς Προφητίου γέγονεν ἐπηρείας, ἀξιοῖ λειτουργεῖν οὐ πρὸς τὴν δόξαν τῆς οὐσίας, πρὸς δὲ τὴν ἀλήθειαν. οὕτω γὰρ ἂν τῇ τε πόλει χρήσιμος εἴη καὶ αὐτὸς οὐ καταπέσοι.

Πρόκλῳ.

Οὐδὲν ἂν δεοίμην σε διδάσκειν, τίς τέ ἐστι καὶ τίνων καὶ πόθεν ὁ φέρων σοι τὴν ἐπιστολήν. καὶ γὰρ ὅτε σε προπέμπων ἠρξάμην τῶν περὶ αὐτοῦ ῥημάτων, τῷ παρὰ σαυτοῦ λόγῳ τὸν ἐμὸν ἔστησας Γάϊόν τε λέγων καὶ τὴν Γαΐου μουσικὴν καὶ ὡς ἀδελφὸς εἴη τοῦ τοῦδε πατρὸς καὶ ὡς καὶ πατὴρ τοῦδε τῷ νόμῳ, καὶ προσετίθεις ἐπαγγελίας καλάς, ὡς ἥδιστά τε αὐτὸν ἀφικόμενον ὄψει καὶ βοηθήσεις τὰ εἰκότα οὔτʼ ἀφιεὶς ὧν οἷός τε λειτουργεῖν οὔτʼ ἀνατιθεὶς φορτίον ὃ μὴ δύναιτʼ ἂν φέρειν. διὰ ταῦτα χαίρων μὲν Εὐσέβιος ἔρχεται, χαίροντες δὲ αὐτὸν ἡμεῖς πέμπομεν ὡς αὐτίκα τε ἐπιστελοῦντα ἡμῖν περὶ τῶν εἰς αὑτὸν παρὰ σοῦ καὶ μετὰ ταῦτα πρὸς συνόντας διηγησόμενον.

Εὐσεβίῳ.

Ἦν ἐπιμελές σοι τά τε ἄλλα τῶν ἡμετέρων εἰδέναι καὶ ὅπως ἡμῖν τὰ τῶν φοιτητῶν ἔχει καὶ ὅστις ὁ κορυφαῖος. ἦν οὖν ἀκούειν σοι τοῦτον εἶναι τὸν Εὐσέβιον ἔχοντά τε τῶν ἀρχαίων ὅσα οὐχ ἕτερος ἐν αὑτῷ καὶ ποιοῦντα λόγους ἐοικότας ἐκείνοις, τοὺς μὲν μνήμῃ σωζομένους, τοὺς δʼ εἰς γραμμάτιον καὶ κηρὸν ἐρχομένους. καὶ ταῦτα ἀκούων συνέχαιρες μὲν Εὐσεβίῳ, συνέχαιρες δὲ τῷ χορῷ, συνέχαιρες δὲ ἐμοί. καὶ ἣν ἂν ἥσθης ἡδονὴν αὐτὸς ὢν ὁ διδάσκων, ταύτην ἥδου τοιαῦτα ἐμοῦ δεδωκότος. οἶσθα δὴ καὶ τἀπὶ τούτοις, τοὺς Προφητίου λαβυρίνθους καὶ ὅσοις δόρασι τὴν οἰκίαν αὐτοῖς ἔτρωσε μικρὰν εἰς λόγον χρημάτων αὐτὴν ἐκ πάνυ μεγάλης ποιῶν, ἀλλʼ ἔτι δοκεῖ πλουτεῖν καὶ οὐ κεκενῶσθαι πάνυ τοῦτο παθοῦσα. σὲ τοίνυν τὸν ἅπαντα εἰδότα δεῖ συνήγορον Εὐσεβίῳ γενέσθαι καὶ μὴ περιιδεῖν αὐτῷ τὴν λειτουργίαν γιγνομένην, ὃ μηδὲ εἰπεῖν καλόν.

Παλλαδίῳ.

Ἐν σοὶ μάλιστα τὰς ὑπὲρ τοῦ παρόντος πράγματος ἔχων ἐλπίδας Εὐσέβιος ἔρχεται τὴν σὴν εἰς τἀμὰ σπουδὴν ἐν πάνυ πολλοῖς κατιδὼν καὶ ὡς διδούς μοι χάριτας χαίρεις μετὰ τοῦ λαμβάνοντος. τῇ δὲ νῦν ταύτῃ βοηθείᾳ βοηθήσεις εὖ τε γεγονότι καὶ τραφέντι καὶ δικαίῳ καὶ σεσωφρονηκότι καὶ δύναμιν τῶν λόγων κτησαμένῳ καὶ τοσαύτην γε ταύτην, ὥσθʼ, ὁπότʼ ἀρρωστοίην, μὴ εἶναι τοῦτο τοῖς νέοις βλάβην διὰ τὰ παρὰ τοῦδε. ἴσχυσε μὲν οὖν ἄν, εἰ καὶ τὴν ἐμὴν ἦλθεν ὁδόν, ἴσχυσε δʼ ἄν, εἰ τὴν τοῦ πατρός· λαμπροτέρων δὲ ἐπιθυμήσας ὑμέτερος γίνεται μετὰ χρημάτων οὐ πολλῶν ἐκ πολλῶν ὀλίγων γεγενημένων. ἦν δʼ ἂν ἔτι πολλὰ μὴ τῇ Προφητίου φιλονεικίᾳ πεπολεμημένα. λέγω δὲ πρᾶγμα πολλοὺς ἔχον μάρτυρας, ὥστε σοι μηδʼ εἶναι πολὺν πόνον ἐν τῇ συνηγορίᾳ.

Εὐψυχίῳ.

Οὐδεὶς μὲν ἂν αἰτιάσαιτό σε περὶ ἰατρὸν ἐσπουδακότα καὶ ταῦτα καὶ λόγων πατέρα γιγνόμενον, εἶτʼ εἰς θέατρα τούτους εἰσάγοντά τε καὶ ἐπαινούμενον· ἀλλʼ οὐδὲ γαμεῖν βουλόμενον τὸν ἰατρὸν αἰτιώμεθα οὐδʼ ὅστις ἐκείνῳ πρὸς τοῦτο συλλαμβάνει. καλῶς δʼ ἂν ἔχοι κἀκείνῳ καὶ τοῖς μετʼ ἐκείνου γαμεῖν αὐτῶν ἀδικούντων οὐδένα· νῦν δʼ ἔστιν ὁ ἀδικούμενος ὁ τῆς κόρης ἀποστερούμενος συνθηκῶν κινουμένων καὶ μνηστῆρι μνηστῆρος ἐπεισιόντος. ἄνδρα τῶν περὶ τὸν Ἀσκληπιὸν ἕνα καὶ μισεῖν τὰ τοιαῦτα δίκαιον καὶ κωλύειν καὶ τοσαῦτʼ ἀπέχειν τοῦ ποιεῖν. εἰ δʼ ἐκείνῳ βραχὺς τοῦ προσήκοντος λόγος, ἀλλὰ σοί γʼ ἔστω πολύς. μᾶλλον δʼ, ἐπειδὴ πολὺς ἐν τοῖς ἄλλοις ἐστί σοι, κἀνταῦθα ἔστω πολύς, ὅπως τὰ βελτίω μόνα περὶ τῆς σῆς ἀρχῆς λέγηται.

Βρασίδᾳ.

Ἔτι γράμματά σοι περὶ τῶν αὐτῶν παρʼ ἡμῶν, ἡμῖν δὲ οὔτε ἔργον οὔτε γράμματα παρὰ σοῦ. καίτοι εἰ μὲν ἄδικα ᾐτοῦμεν, ἐξελέγχειν ἐχρῆν· εἰ δὲ δίκαια, πράττειν. σὺ δὲ οὔτε ἐξήλεγξας οὔτε ἔπραξας καὶ ταῦτα ὢν ἐν δόξῃ τοῦ τὰ δίκαια τιμᾶν. ἐγὼ δὲ ὑπὲρ Ῥωμύλου πρὸς σὲ ἐπιστέλλων ὑπὲρ πολίτου σου καὶ συγγενοῦς ἔγραφον καὶ τύχῃ βεβλαμμένου καὶ οὐδὲν ἀπὸ πολλῶν ὧν εἶχεν ἔχοντος· ᾧ καὶ τῶν σαυτοῦ διδοὺς σαυτῷ τοῦτʼ ἂν ἐποίεις· δεῖ γὰρ ἐν ταῖς συγγενείαις τοὺς εὖ πράττοντας τοῖς κακῶς βοηθεῖν. καὶ πολλοὺς ἀριθμεῖν ἔχοιμʼ ἄν, οἳ τοιαῦτα ἐπεκούρησαν· ὧν ἐβουλόμην εἶναι καὶ τὸν καλὸν Βρασίδαν. ἀλλʼ ὅμως οὐχ ὑπὲρ τοῦ τοιούτου τινὸς ταῦτα γίγνεται τὰ γράμματα. ἀλλʼ ὅταν εἰς τὸν ὑπὲρ τῶν ὀφειλομένων αὑτῷ καταστῇ λόγον Ῥωμύλος, ἐπὶ πολὺν μὲν χρόνον καὶ λέγει τι καὶ οὐ λέγει, τὸ μὲν τῆς πενίας ἀναγκαζούσης, τὸ δὲ τῆς αἰδοῦς πειθούσης· μᾶλλον δέ, ὧν ἔστιν εἰπεῖν αὐτῷ παραλιπεῖν αἱρεῖται ἢ περὶ τοῦ μάλιστα ὑπʼ αὐτοῦ φιλουμένου πᾶν ὅσον ἔστιν εἰπεῖν. Ῥωμύλῳ μὲν οὖν ταῦτα πρέπει, Βρασίδᾳ δὲ τὸ πάντα ἀκριβῶς πρὸς ἑαυτὸν διελθεῖν, τὰ πρῶτα, τὰ δεύτερα, τὰ τρίτα, τἀπὶ τούτοις, εἶτά τι ποιῆσαι καλόν. ᾧ δʼ οἴομαι καὶ λύσιν ἁπάντων ἀκολουθήσειν, κατάλυσίς ἐστιν, ἣν οἶδα ἰδὼν ἐν Δάφνῃ. ταύτης εἰ γένοιτο κύριος, οὐδὲν αὐτὸν ἡγοῦμαι ζητήσειν πλέον, ἀλλὰ πάντα νομιεῖν κεκομίσθαι. νεῦσον δὴ καὶ πείσθητι καὶ ποίησον σαυτὸν ἐνδοξότερον. δοκεῖ μὲν γὰρ ὁ λαμβάνων ἔσεσθαι Ῥωμύλος, λήψεται δέ τι καὶ ὁ διδοὺς Βρασίδας· αὐτοῦ γὰρ ἔσται τὸ ἐπαινεῖσθαι.

Τοῖς πρέσβεσιν.

Τοὺς περὶ Ῥωμύλου λόγους οἶμαί γε ἐν ὑμῖν κεῖσθαι καὶ τοὖργον ὑμᾶς ἐπιθυμεῖν προσθεῖναι, βλάβη δὲ οὐδεμία καὶ πρὸς μεμνημένους ἐλθεῖν τοιαύτην ἐπιστολήν. δέχεσθε τοίνυν τὴν ἐπιστολὴν καὶ οἷς πράττετε τιμᾶτε καὶ Ῥωμύλον καὶ ὑμᾶς αὐτοὺς καὶ ἐμὲ καὶ τὴν πόλιν.

Φωτίῳ.

Οὔπω μὲν ἀνέπνευσε Ῥωμύλος, δεῖ δὲ αὐτὸν ἀναπνεῦσαι δεομένου μὲν ἐμοῦ, σοῦ δὲ τὰς ἐμὰς αἰδουμένου δεήσεις. ἐρχέσθω δὴ γράμματα ἐπιεικέστερα τῶν πρῴην· ὡς ἐν ἐκείνοις ἦσαν ἀφορμαὶ λύπης.

Γεσσίῳ.

Αἴγυπτον τὴν ἱερὰν καὶ κατὰ τοῦτο φιλῶ, ὅτι μοι καὶ πέμπει σὰς ἐπιστολὰς καὶ τοιαύτας. θαυμάζω δὲ αὐτὰς οὐκ ἀποστὰς τῶν φίλων ἐν γωνίᾳ τινὶ τοίχῳ προσθεὶς ἐμαυτόν, ἀλλʼ ἐν πολλοῖς ἑταίροις τοῖς ὁρᾶν κάλλη τοιαῦτα δυναμένοις. καὶ ἅπερ εἰκὸς ἀκολουθεῖ, κρότος τε καὶ τὸ τίς ἂν ἦν ὁ Γέσσιος ἀνάγκην ἔχων τὸ μὴ πλουτεῖν εἰς τὸ διδάσκειν; σὲ μὲν οὖν ἐπαινοῦμεν, τῇ Τύχῃ δὲ ἐγκαλοῦμεν, ὅτι μὴ παῖδάς σοι τρέφομεν ἐν οἷσπερ σὲ πρότερον, καὶ ταῦτα τρέφοντες ἑτέρους ἐν οἷσπερ αὐτῶν τοὺς πατέρας. ποίει δὲ καὶ σαυτὸν αἰτίας ἔξω γάμῳ χρώμενος μᾶλλον ἢ περὶ γάμου βουλαῖς. ἔχει δὲ ἡ γῆ κόρας καὶ ἀρκεῖ βουληθῆναι. δέδοικα δὲ μὴ δεινοί τινες ἐν λόγοις, οἱ μὲν παρόντες λέγοντες, οἱ δὲ καὶ ἀπόντες γράφοντες, ἐπαινῶσι πρὸς σὲ τὸν ἄνευ γυναικός τε καὶ παίδων βίον.

Εὐσεβίῳ.

Προνοίας τῆς παρὰ σοῦ, τῆς μὲν τετύχηκε Μάξιμος, ὑπὲρ ἧς ἡμῖν ἐπέσταλκε, τῆς δὲ δίκαιός ἐστι τυχεῖν. αἰτεῖ γὰρ δὴ καὶ τοῦτο, κἂν λάβῃ, δηλώσει πάλιν ὡς ἔλαβεν.

Ἡσυχίῳ.

Μὴ ἡμῖν, τῷ καιρῷ δὲ ἐγκάλει πολλά τε ἐνεγκόντι πράγματα καὶ λύπην τὴν ἀπʼ αὐτῶν καὶ δάκρυα τὰ ἀπʼ ἐκείνης. εἶναι δὲ ἐν τοιούτοις καὶ ἐπιστέλλειν τοσούτοις φίλοις πολλάκις οὐ ῥᾴδιον. παῖδες δὲ οἱ σοὶ δυοῖν μηνοῖν τὸν μὲν ἀνηλώκασι περὶ ἄμφω, τούς τε παλαιοὺς καὶ ἐμέ, τὸν δεύτερον δὲ περὶ ἐκείνους μόνους τοῦ συμφέροντος ταύτην ἄγοντος. Ἑρμοῦ δὲ διδόντος καὶ τῶν ἄλλων θεῶν ἁψόμεθα συνουσιῶν ἐν τούτῳ δὴ τῷ μηνὶ τῆς τετράδος τὰ πρῶτα δεχομένης.

Λεοντίῳ.

Ἦλθον αὖθις ἡμῖν ἐπιστολαὶ παρʼ ὑμῶν, καὶ ἀνεβοήσαμεν ἐγώ τε καὶ ὅσοι μετʼ ἐμοῦ τῶν νέων ἐπιμελοῦνται. τὴν βοὴν δὲ ἐποίησε τὰ τῇ προτεραίᾳ παρʼ ἐμοῦ περὶ ὑμῶν εἰρημένα πρὸς αὐτούς. ἦν δὲ ταῦτα ἀδικεῖν με καὶ σὲ καὶ τὸν ἐμὸν συγγενῆ τὸν παῖδα Βασσιανοῦ γραμμάτων ἀποστεροῦντά τινων τῶν ἡκόντων ἡμῖν μετὰ τοῦ καλοῦ λόγου τοῦ σοῦ ἤ, εἰ βούλει γε, ἐμοῦ. καὶ γὰρ τοῦτο, ὡς ἔστιν ἀκούειν, εἴρηται παρʼ ὑμῖν ὑπὸ τοῦ θεάτρου, καὶ οὐκ εἴρηται κακῶς· οὕτω λίαν ἔοικεν οἷς ἐποιήσαμεν. ὁ δὲ δὴ λόγος οὗτος δύο μὲν ἡμέρας ἐν ταῖς ἐμαῖς ἔκειτο χερσὶν ὑπʼ ὀφθαλμοῖς τοῖς ἐμοῖς ἀναγινωσκόμενός τε καὶ δοκιμαζόμενος καὶ θαυμαζόμενος, μισθὸς μέγας τῶν περὶ σέ μοι γενομένων. οὐδὲ γὰρ τὸν ὄντα ἐν ἀνθρώποις χρυσὸν πρότερον ἂν ἐποιησάμην τοῦ τὸν παῖδα τὸν ἐμὸν τοιούτων φανῆναι πατέρα. ἐπεὶ οὖν ἐδόκει μοι καιρὸς εἶναι, παρῆγον τὸν λόγον εἰς δεύτερον θέατρον τὸ τῇδε, καὶ ἦν οἷόνπερ τὸ πρότερον, φωνάς τε τὰς αὐτὰς ἀφιέντες καὶ ταὐτὰ κινούμενοι. καί τις ἐπῄνει τὰς γενομένας περὶ τοῦ λόγου παρʼ ὑμῖν ὑποψίας, ὡς ἄρα ἐμὸν ὄντα ὑποβάλοιτο Λεόντιος καὶ ποιηθείη μὲν ἐνταυθοῖ, διδαχθείη δὲ ἐκεῖ· πολλὰ γὰρ εἶναι τὰ ἐξαπατῶντα. συνησθεὶς δὲ ἐγὼ καὶ σοὶ καὶ ἐμαυτῷ συνήσθην καὶ τοῖς νέοις ἀντιλαβομένοις τε τοῦ βιβλίου καὶ κτῆμα ὀνομάζουσι τὸν λόγον κτήσασθαί τε βουλομένοις καὶ ἔχειν καὶ ἔχουσι κτησαμένοις.

Ἀρισταινέτῳ.

Ἤρκεσε πολλοῖς ἀδικηθεῖσιν ἀκοῦσαι παρὰ τῶν ἠδικηκότων ὅτι ἠδικήκασιν. ἀρκείτω τοίνυν καὶ σοὶ λεγόμενον ταὐτὸ τοῦτο παρʼ ἐμοῦ περὶ τῆς βραδυτῆτος τῆς περὶ τὰ γράμματα· μῆνες δὲ ἡ βραδυτὴς τέτταρες ἢ καὶ πλείους. καὶ ἦν μέντοι πλάττειν εὐπροσώπους αἰτίας· οὐ μὴν ἠξίωσά γε οὕτως ἀπολογεῖσθαι πρὸς ἄνδρα καὶ συγγενῆ καὶ γενναῖον καὶ ὁμιλητὴν καὶ ἐραστήν. ἀλλʼ εἰρήσθω τό γε ἀληθές, ὡς ἡμάρτηται τοῦθʼ ἡμῖν. τοῦ μέντοι παρὰ τῶν θεῶν αἰτεῖν ἐπανόρθωσίν τινά σοι τοῦ σώματος οὐκ ἔστιν ὅτε ἐπαυσάμην· ᾔτει δέ σοι καὶ Πολύβιος ταῦτα παρὰ τῶν αὐτῶν χρηστῷ τε ὄντι καὶ χαίροντι βιβλίοις καὶ λόγους ἀσπαζομένῳ καὶ ζῶντι μετʼ ἀνδρὸς λόγους ἐργαζομένου. πεῖθε δὴ τὸν δημιουργὸν ἕτερα ποιεῖν ἀγάλματα καὶ ἀεὶ προστιθέναι τοῖς ἤδη δεδειγμένοις, ὅπως ὁ μὲν ῥέῃ, λαμπροὶ δὲ ἡμεῖς διὰ Λεόντιον ὦμεν μετὰ τοῦ Λεοντίου.

Σατορνίνῳ.

Ἴσως τἄλλα ψεύδομαι καὶ οὐκ ἐπεσταλκὼς ἐπεσταλκέναι φημί, τοὺς δὲ οὐ λαβόντας λαβόντας οὐκ ἀποδοῦναι· ἐν ᾗ μέντοι γε σοὶ τῆς σωτηρίας χάριν εἶχον ἐπιστολῇ πρὸς τὸν οὐ ταῦτα βουλόμενον μεμαχημένῳ, τίς ταύτην ἠγνόησε τῶν ἐν τῇ Μεγάλῃ πόλει; πολλῶν δὲ περὶ αὐτῆς τῶν μὲν λεγόντων, τῶν δὲ ἀκουόντων πάλιν πῶς ἦν ἀγνοῆσαι πρὸς ὃν ἐγέγραπτο μόνον; ὁ μὲν οὖν διδάξας ἡμᾶς ὡς καὶ πολεμήσαις καὶ νικήσαις Μάξιμος ἦν· ἡμεῖς δὲ ἃ χρῆν ἐπὶ τούτοις ἐπιστείλαντες ἐπέμψαμεν, καὶ οὐ μετὰ πολλὰς ἡμέρας ἔχειν σε τὴν ἐπιστολὴν ἐμάνθανον τοῦ παρʼ ἡμῶν λαβόντος σοὶ δεδωκέναι λέγοντος. σῶν τοίνυν γραμμάτων ὑπὲρ τούτων ἐλπιζομένων, εἶτα οὐ φαινομένων ἀθυμίᾳ μὲν εἰχόμην, τοῦ δὲ εἰδέναι σοι χάριν οὐκ ἀφιστάμην. ἔνι δέ μοί σου καὶ σιγῆς ἑτέρας μνησθῆναι τῆς μετὰ τὸν λόγον· οὗ μισθὸν ἐσχηκὼς ἄργυρον τὸν μείζονα οὐκ ἔσχον, γράμματα. ἃ οὐ πάντως ἔπαινον ἔδει μοι φέρειν μὴ μέλλοντά γε εἶναι τὸν ἔπαινον δίκαιον, αὐτὸ μέντοι τοῦτό γε, τὸν λόγον ἥκειν σοι· ἦν δʼ ἄρα κἀκεῖνον οὐκ ἐπαινοῦντι τὴν γνώμην ἐπαινεῖν τὴν ὅσον εἶχε ποιήσασαν. σὺ δὲ οὐδὲ ταῦθʼ ἡμῖν. παρέσυρε γὰρ ἡμᾶς ποταμός τις οὐκ Ὀρόντῃ καὶ Κύδνῳ τῶν σοὶ συνόντων παραβαλλόντων αὐτόν, ἀλλʼ Ἴστρῳ καὶ Νείλῳ καὶ τοῖς μετὰ τούτους μεγάλοις. ταῦθʼ ἡμᾶς ἀπεστέρησε μὲν τῶν παρὰ σοῦ περὶ τοῦ λόγου γραμμάτων, ἔπαυσε δὲ τοῦ γράφειν αὐτοὺς τοῖς σοῖς οἰομένους δεῖν ἀκολουθεῖν. ἴσως δὲ καὶ Λητόϊος πειράσεταί τι περὶ τῆς αὑτοῦ σιγῆς εἰπεῖν καὶ ἴσως οὐκ ἀπορήσει. λαμπρὸν δὲ ἡμῖν πεποιηκὼς τὸν χρηστὸν Ἀννιανὸν καὶ ταύτῃ κεχαρισμένος ἴσθι κεχαρισμένος ἡμῖν καὶ διὰ τῆς κατηγορούσης ἡμῶν ἐπιστολῆς οὐκ ἄνευ ἔρωτος γεγραμμένης.

Ἐλεβίκῳ.

Μέγα μὲν ἡμῖν τὸ τὸν ἄριστον Ἀννιανὸν αὖθις ἔχειν ἐστεφανωμένον ὑπὸ τῆς Θρᾴκης διὰ τὰ περὶ τὴν Θρᾴκην· πολλῷ δὲ μεῖζον τὸ καὶ μετὰ σῶν ἥκειν αὐτὸν γραμμάτων. καὶ οὐκ ἄρα παρόντας ἡμᾶς ἔμελλες τιμήσειν μόνον, ἀλλʼ ἤδη καὶ ἀπόντας. ἔπαινοί τε γὰρ ἡμῖν ἐν πᾶσι παρὰ σοὶ συλλόγοις καὶ τῶν ἄλλων τοὺς ἐπαινοῦντας ἡμᾶς φιλεῖς ὅ τε ψέγων, εἰσὶ γὰρ δὴ καὶ οὗτοι, λυπήσας ἀπέρχεται. πάλιν τοίνυν τῷ χαίρειν τοῖς παρʼ ἡμῶν γράμμασι τιμῶν καὶ τοῖς παρὰ σοῦ τιμᾷς. ἀλλά σου δέομαι, δεῖται δὲ μετʼ ἐμοῦ καὶ ἡ πόλις, ἀναμνῆσαι σεαυτὸν ὧν ὅτε ἐξῄεις παρʼ ἡμῶν ἐπηγγέλλου. ἐπηγγέλλου δὲ τῆς Μεγάλης ἀπολαύσας πόλεως δώσειν πάλιν σεαυτὸν τῇ λειπομένῃ μὲν ἐκείνης, οὐκ ὀλίγων μέντοι μείζονι, προσθείην δʼ ἂν καὶ καλλίονι. σὺ γὰρ ἡμῖν δέδωκας καὶ περὶ κάλλους τι λέγειν δοὺς μὲν οἰκίαν τοιαύτην, προσθεὶς δὲ αὐτῇ λουτρόν, ὃ κεῖται μὲν ἐν μέσῃ τῇ πόλει, ἄγει δὲ τοὺς ἀφʼ ἑκάστης πύλης ἐφʼ ἑαυτό, νεότητά τε καὶ γῆρας.

Τατιανῷ.

Μακάριος μὲν ὁ πέμπων τὸν νέον ὁ πατήρ, μακάριος δὲ ὁ δεχόμενος ὁ πάππος, μακάριος δὲ αὐτὸς ὁ τοιαύτην ὁδὸν ἐρχόμενος καὶ τὸν αὐτὸν ἔχων τῆς μητρός τε πατέρα καὶ παιδευτήν. ὢν γὰρ ὑπὸ σοὶ καὶ σοὶ συζῶν καὶ λόγων τε ἀκούων καὶ ἔργα θεώμενος τὰ μὲν ἐν ἡμέραις δρώμενα, τὰ δὲ ἐν νυξὶ πραττόμενα, θυμόν τε δίκαιον καὶ φιλανθρωπίαν εὔλογον γαστέρα τε καὶ ὕπνον κρατούμενον ἄλλα τε οἷς εὐφραίνεις τοὺς τὸν οὐρανὸν οἰκοῦντας ὑπὸ τοῖς ἐκείνων ὄμμασι χρώμενος ταῖς ἀρεταῖς—ταῦτʼ οὖν ἡμῖν παιδεύσει τε τὸν νέον Τατιανὸν καὶ δώσει μὴ λείπεσθαι τοῦ ὁμωνύμου τῶν θεῶν αὐτὸν ἀγόντων εἰς τὴν ἴσην πολιάν. εἰ δʼ οὕτω τραφείη, πάνυ μοι δοκεῖ βελτίων ἔσεσθαι τῶν ἐπʼ ὄνομα μὲν πόλεως φερομένων, φερόντων δὲ ἐκεῖθεν, τῶν μὲν οὐδέν, τῶν δὲ κομιδῆ μικρά.

Ἡρακλείτῳ.

Παλλαδίῳ τῷ χρηστῷ κέρδος μὲν ὁ τρόπος, μέγα δὲ καὶ τὸ παρὰ τῆς σῆς σοφίας κεῖσθαι τοιαύτην ἐπιστολὴν τῆς ἀληθείας ὅτι μάλιστα ἐχομένην. ἑώρων δὲ ἅπερ ἦν ἐν τοῖς γράμμασι, τό τε γῆρας τήν τε ἀπειρίαν τούτων ὧν οὐ καλὸν ἔμπειρον εἶναι. βεβοήθηκα δὲ οὐδὲν αὐτῷ διʼ ἔργων καίτοι σφόδρα ἐθέλων διὰ τὸ μὴ παρεῖναι τὸ δύνασθαι· τὰ μέντοι διʼ εὐχῶν οὐκ ἐλλέλειπται. πάντων γὰρ δὴ τῶν θεῶν ἐδεήθην Παλλαδίῳ συλλαβεῖν, οἱ δʼ ἴσως τὰ αὑτῶν ἐν Φοινίκῃ παρέξουσιν ἐκεῖσε Λουκιανοῦ πεπορευμένου πρὶν τέλος Παλλαδίῳ τὸ πρᾶγμα λαβεῖν.

Ἐντρεχίῳ.

Ἐγὼ δέ σε ἐβουλόμην ἀμφότερα ὁμοῦ δύνασθαι, οἴκοι τε εἶναι καὶ παρʼ ἡμῖν, καὶ μεθʼ ἡμῶν μὲν ἐπιμελεῖσθαι λόγων, Νίκαιαν δὲ κοσμεῖν καὶ συνέχειν Ἀρισταινέτῳ τὴν οἰκίαν. Νικαίας δέ μοι καὶ μεμνῆσθαι καὶ μέλειν καὶ τιμᾶν τῶν δικαίων ἂν εἴη, ἥδε γάρ ἐστιν ἡ τῷ κόλπῳ με δεξαμένη καθάπερ τὸν Διόνυσον ἡ Θέτις τῶν Βακχῶν αὐτῷ τυπτομένων. φιλῶν δὲ Νίκαιαν καὶ τὸν Ἀρισταινέτου τάφον πῶς οὐκ ἂν καὶ τὸν ἀντʼ ἐκείνου τοῖς ἐκείνου γενόμενον φιλοίην; ἔνι δὲ καὶ φιλοῦντα μὴ ἐπιστέλλειν, ὥσπερ αὖ καὶ μὴ φιλεῖν ἐπιστέλλοντα, ἐπεὶ καὶ αὐτὸς ἡμᾶς καὶ ὃν οὐκ ἐπέστελλες ἐφίλεις χρόνον. ἔπειθε δέ σε φιλεῖν τὸ ζητοῦντα μὲν λόγους ἥκειν Ἀθήναζε, φανῆναι δὲ οὓς ἐζήτεις ἔχοντα. τὰ δʼ ἐφεξῆς ἅπαντα τῶν λόγων τούτων, ἀρχαί τε ἐπʼ ἀρχαῖς, αἱ δεύτεραι παριοῦσαι τῷ μέτρῳ τὰς προτέρας, ἔρως τε βασιλέως Πέρσας ἐληλακότος καὶ μετʼ ἐκεῖνον ὑπάρχου φιλανθρώπῳ βασιλεῖ τιμίου, ὃς μετὰ σοῦ τὸ πλέον τῆς οἰκουμένης ἐπελθὼν ἅπαντά σοι πιστεύων παραδοὺς τὴν Παλαιστίνην ἄγειν λαμπρότητος ἀφορμὰς παρέδωκεν. ἀλλʼ εἰς ταῦτα μὲν ἐπιθυμίᾳ τῶν σῶν ἐπαίνων ἤχθην· λαβὼν δέ σου τὴν ἐπιστολὴν καὶ τὸ μῆκος κατιδὼν ᾤμην αὐτὴν ἐρεῖν τί μοι καὶ περὶ τῶν υἱέων, ἐν ὅτῳ τέ εἰσι καὶ τίνες αἱ ἐλπίδες. εἰκὸς δὲ εἶναι χρηστὰς σοῦ τοὺς σεαυτοῦ παιδεύοντος. εὑρὼν δὲ αὐτοὺς οὐδαμοῦ μάλα ἠχθέσθην οὐχ ὡς οὐκ ὄντων ἐν τοῖς πρέπουσι πόνοις, πῶς γὰρ ἂν οἵ γε ἐκ σοῦ; ἀλλʼ ὅτι μοι ἔδοξας οἴεσθαί με μηδένα αὐτῶν ἔχειν λόγον καὶ ταῦτα τοῦ κινοῦντος ὄντος οὕτω μεγάλου.

Εὐσεβίῳ.

Οὐκ ἔλαθες ἡμᾶς τὰ προσήκοντα διαλεχθεὶς τοῖς παρʼ ἡμῶν πρέσβεσιν ὑπὲρ τοῦ μὴ πολεμεῖν Εὐσεβίῳ τῷ σοφιστῇ· ἀλλʼ οὐδʼ ἐκεῖνο ἡμᾶς ἔλαθεν, ὡς ἀμελήσαιεν ἐκεῖνοι τῶν λόγων. σὲ μὲν οὖν ὧν ἐβουλήθης ἐπαινοῦμεν, εὐχόμεθα δὲ κἀκείνους τὰ δεύτερα γοῦν ἐπαίνων ἄξια δεῖξαι. γένοιτο δʼ ἂν ἴσως τι βέλτιον, εἰ δευτέρους δέξαιντο παρὰ σοῦ λόγους ἔχοντάς τι καὶ μέμψεως, ἄλλος δʼ ἂν εἶπε καὶ ἀπειλῆς. λέγοιτο δʼ ἂν ἐν καιρῷ κἀκεῖνο τὸ ἔπος· ὅς κε θεοῖς ἐπιπείθηται.

Θεοδώρῳ.

Καὶ γράφε καὶ πολλάκις, καλῶς γὰρ αὐτὸ ποιεῖς ὥσπερ περὶ τοῦτο μᾶλλον πονήσας ἢ ἃ δοκεῖς. τὰ δʼ ὑπὲρ Εὐσεβίου γράμματα θέοντα παρεκάλει· πάλαι γὰρ ἡμεῖς τὸν ἄνδρα καὶ θαυμάζομεν καὶ τοὺς ἄλλους πείθομεν. σὺ δʼ ἡμῖν τὸν σοφιστὴν εὖ ποιῆσαι βουληθεὶς καὶ οὐ δυνηθεὶς διὰ τὴν τῶν πρέσβεων φιλονεικίαν αὖθις βουλήθητι. τάχα γὰρ ἄν τι καὶ δυνηθείης τοσούτων ὄντων ἐν τῷ πράγματι δικαίων, ἃ εἰ καὶ τούτοις μικρὰ φαίνεται, ἀλλὰ μεγάλα γε εἶναι δόξει τῷ μεγάλῳ βασιλεῖ.

Εὐσεβίῳ.

Ἀκούων σου τὴν προθυμίαν ἣν ἀντέταξας οὖσαν δικαίαν τῇ τῶν παρʼ ἡμῶν πρέσβεων ἀδικίᾳ λύειν πειρωμένῃ τὰ τῆς βουλῆς δόγματα χαίρων τὰ τῶν χαιρόντων ἐποίουν· νῦν δʼ ἀκούσας τἀκείνων νενικηκέναι καὶ σοὶ μάτην ἅπαντα πεπονῆσθαι λυπούμενος τὰ τῶν λυπουμένων ποιῶ· ῥίψας τὰ βιβλία δακρύω τὸν ὑπʼ ἐμοὶ ποιμαίνοντα τοὺς νέους οὐκ ἔχων. ἀλλʼ ὁ μὲν χειμὼν ἐν ἀρχῇ, δεινὸς δὲ οὗτος οὕτως ὡς μηδὲ τοῖς ἐν ταῖς κλίναις εἶναι διάγειν ἄνευ κακῶν. Εὐσέβιος δὲ ὁ σοφιστὴς μισθωσάμενος ὄνους ἔρχεται θαρρεῖν οὐκ ἔχων ὡς οὐκ ἀπολεῖται. τῇ μητρὶ δὲ αὐτοῦ παραμυθίαν μὲν ἄλλην οὐχ ὁρῶ, τὴν ἀπὸ σοῦ δὲ ἐλπίδα. πάλιν τοίνυν ἅπτου τῆς βοηθείας αὐτὸν ἔχων δεικνύντα σοι, πηλίκοις δικαίοις τετειχισμένος ὡς οὐδʼ ὁτιοῦν ἔχων ἰσχυρὸν ἐλαύνεται.

Θεοδώρῳ.

Ἔδει μὲν ἡμᾶς ἐν ἡδονῇ νῦν εἶναι τῶν ἀδίκως Εὐσεβίου τοῦ σοφιστοῦ λαμβανομένων κεκρατημένων, ὃ κοινὸν ἂν ἦν κέρδος ἐκείνων τε καὶ ἡμῶν, ἡμῶν μὲν οὐκ ἀδικουμένων, ἐκείνων δὲ οὐκ ἀδικούντων, ὃ δὴ καὶ αὐτὸ τοῖς εὖ φρονοῦσι κέρδος· ἐπεὶ δὲ τῇ λίαν φιλονεικίᾳ τοσοῦτον ὅσον βεβούληνται καὶ δεδύνηνται καὶ διατετμήμεθα πρότερον, ὥσπερ βόες ὑπὸ ζυγῷ τὰ περὶ τὴν γῆν, αὐτοὶ τὰ περὶ τοὺς λόγους πονοῦντες, δίκαιος ἂν εἴης Ἀθηνᾶ τῷ Ὀδυσσεῖ γενέσθαι κἀν τῷ μετʼ Εὐσεβίου τοῦ σοφιστοῦ στῆναι παντὶ τῷ τῶν σοφιστῶν ἔθνει λῦσαι τὸν φόβον. καὶ γὰρ οὐδὲ δικαίων ἁνὴρ ἀπορεῖ πολλὰ μὲν ἔχων ἀναγνῶναι τῆς βουλῆς γράμματα, πολλὰ δὲ τοῦ φιλανθρωποτάτου βασιλέως. οἱ δʼ οὔτε τὰ αὑτῶν αἰδούμενοι οὔτε τἀκείνου φοβούμενοι μεταφέρειν ἐφʼ ἃ βούλονται πειρῶνται τὸν τῶν ἔργων μὲν ἐκείνων ἀφειμένον, ταῖς δὲ τῶν Μουσῶν ᾠδαῖς δεδεμένον· ὃ οὔποτε Θεόδωρος ὁ καλὸς ἀνέξεται πρὸς τὸ τιμᾶν τοὺς λόγους ἀνάγκην ἔχων τὸ διὰ λόγους ἐνταῦθα οὗπέρ ἐστιν ἥκειν.

Πρόκλῳ.

Ὁ πολλοὺς μὲν λόγους καὶ ποιήσας καὶ διδάξας, ἐφʼ ἅπασι δὲ αὐτοῖς ἐνεγκάμενος κρότον, οὐχ ἥκιστα δὲ ἐπὶ τοῖς εἰς σὲ συγκειμένοις ἐκβάλλεται μὲν τοῦ αὑτοῦ βίου καὶ τῆς ἀτελείας, ἣν ἔχει παρὰ τοῦ βίου, βουλεύειν δὲ ἀντὶ τοῦ παιδεύειν ἀναγκάζεται παρά τε τὰ τῇ βουλῇ δόξαντα καὶ τὰ τῷ θειοτάτῳ βασιλεῖ, ὧν ἀμφοτέρων ἐστὶ γράμματα, κἂν ὁ πατήρ σου κελεύῃ δεῖξαι, δείξει. φυλάττων τοίνυν σαυτῷ μὲν κἀκείνῳ τὴν δόξαν, ἣν ὡς ἐρῶντες λόγων ἔχετε, φυλάττων δὲ καὶ ἐμοὶ τὸν συνεργόν, οὗ τῇ βοηθείᾳ κρύπτεταί μου τὸ γῆρας, ἀγανάκτησον καὶ μὴ περιίδῃς πρᾶγμα οὕτως ἀσεβὲς ἀρχὴν ἐν ταῖς ὑμετέραις ἀρχαῖς λαμβάνον.

Ἀβουργίῳ.

Οὐκ ἔλαθές με τηρῶν ἀκριβῶς τὴν πάλαι γενομένην φιλίαν οὐδʼ ὅτι χαίρεις ὁρῶν χαίροντα τοῖς ἡμετέροις πόνοις τὸν μέγαν Τατιανόν· ταυτὶ γὰρ οἱ μὲν ἥκοντες ἡμᾶς ἐδίδαξαν, οἱ δὲ ἐν ἐπιστολαῖς. οὔκουν ἡγησάμην ἐνοχλήσειν, εἰ χάριν αἰτοίην ὑπὲρ ἧς πρὸς μὲν αὐτὸν οὐκ εἶχέ μοι μνησθῆναι καλῶς, ἐπὶ σὲ δὲ ὑπὸ τοῦ πρέποντος ἐπεμπόμην. ἔστι δὲ ἃ δεῖ γενέσθαι παρὰ σοῦ τοῖς θεοῖς τοῖς λογίοις. Εὐσέβιος, οὑμὸς ὁμιλητής, δεομένης αὐτοῦ τῆς βουλῆς ἐν τοῖς ψηφίσμασι μιμήσασθαι τὸν πρόγονον καὶ ὁμώνυμον καὶ ποιεῖν ῥήτορας πείθεται καὶ καταστὰς εἰς τοὺς τοιούτους πόνους καὶ πολλοῦ γε ὢν ἄξιος τιμᾶται πάλιν ψηφίσμασιν αἰτοῦσιν αὐτῷ τιμὰς παρὰ τοῦ βασιλέως. καὶ ἦν ὁ μὲν οἷς ἔλαβε λαμπρός, ἡ δὲ οἷς ἐπήγγειλεν, ὁ δὲ οἷς ἔδωκεν. ἑλόμενοι δὲ αὖ τὸν σοφιστὴν πρεσβευτὴν οὐχ ὡς βουλευτήν, ἀλλʼ ὡς οὐκ ἀπολοῦντα τοῦτο ἐν ᾧπερ ἦν, καὶ τοῖς παρʼ αὐτοῦ λόγοις τῆς πρεσβείας ὠφελημένης καὶ ταῦτʼ ἀπαγγέλλοντες αὐτοὶ μετὰ ταῦτʼ Εὔριποι γενόμενοι τὴν ἐναντίαν ἦλθον καὶ δεῖν ἔφασαν τὸν σοφιστὴν ποιεῖν ὧν ἀφεῖται παρὰ τῶν νόμων. δεινὸν οὖν, εἴτε μηδεὶς ἀτελὴς ἔσται σοφιστής, ἀλλʼ οἱ λόγοι τοιαῦτα πείσονται, εἴτε μόνος οὐκ ἔσται, ἀλλʼ οἶος Ἀργείων, ὥς πού φησιν Ὅμηρος, ἀγέραστος ἔσται, καὶ ταῦτα ὢν οὐδενὸς ὕστερος, ἵνα μηδὲν εἴπω πλέον. καὶ μὴν καὶ περὶ τῶν τιμῶν τῶν ἀνῃρημένων ἔστιν αὐτῷ δεικνύειν ὡς τούτῳ μόνῳ μενοῦσι, καὶ τὰ γράμματα ἐγγύς. δὸς οὖν σαυτὸν σύμμαχον μέλλων δώσειν τῇ τοῦ δικαίου μερίδι.

Μαρδονίῳ.

Οὐ μόνον ἐπὶ τὴν χρηστότητά σου καταφεύγομεν, διʼ ἣν πολλοῖς οὐδὲν εἰδὼς αὐτῶν ἄλλʼ ἢ ὅτι ἄνθρωποι, βεβοήθηκας, ἀλλʼ ὅτι καὶ φίλους ἡμᾶς πάντοτε ἐνόμισας καὶ οὕτω καλεῖς. ἡμεῖς τοίνυν, οὓς οὕτω καλεῖς, κινδυνεύομεν· Εὐσέβιος μὲν ὁ σοφιστὴς ὑπὲρ τοῦ σχήματος, ἐν ᾧ ζῇ, τοιαῦτα γὰρ οἱ παρʼ ἡμῶν πρέσβεις ἐνεανιεύσαντο, ἐγὼ δὲ ὑπὲρ τοσαύτης ῥοπῆς, ἣν εἶχον ἐκ τοῦ τὴν γλῶτταν ἔχειν τὴν Εὐσεβίου τὴν ἀπὸ τῆς Ἀττικῆς, ἧς εἰς τὴν τῶν νέων ἐπιμέλειαν ἀπέλαυον. ἀλλʼ, ὦ πολλοῖς μὲν ἤδη βεβοηθηκώς, πολλοῖς δὲ βοηθήσων, οὐδέποτε δὲ παυσόμενος, καὶ νῦν δεῖξον τοῖς ἀνθρώποις σεαυτόν.

Τατιανῷ.

Εἴ με ἐθέλεις καὶ φθέγγεσθαι καὶ χορὸν ἔχειν καὶ λόγους ποιεῖν καὶ μὴ φίλους μὲν ἡμῖν συνάχθεσθαι, ἐχθροὺς δὲ ἐπιχαίρειν, στῆναι δέ μοι τὰς συνουσίας καὶ μὴ χωρεῖν ᾗ πρόσθεν, τήρησον ἡμῖν ἐν τῷ παιδεύειν νέους Εὐσέβιον. ὃς ἐμοῦ πολλάκις σιγῇ καθημένου ῥέων αὐτὸς καὶ λέγων τοὺς φοιτῶντας παρʼ ἡμᾶς βελτίους ἀπέπεμψεν, ἀλλὰ καὶ τοῦ νοσήματος ἐπιόντος οὐκ ἐνόσουν τοῖς διδασκάλου χρῄζουσιν, ἦν γὰρ οὗτος διδάσκαλος. βλάβη δέ, ὅση τοῖς τοιούτοις γίγνοιτʼ ἂν ἀπὸ γήρως, οὐκ ἐγίγνετο. ὅλως γὰρ νεανίσκος ἀνεῖχε πρεσβύτην. μὴ οὖν με ταύτης τῆς ἐπικουρίας ἐκβάλῃς ἢ ταχέως ἄφωνον ἀκούσῃ με κείμενον. ταυτὶ δὲ οὐ κατὰ τὴν Θέτιν αἰτῶ τὴν προεισενεγκοῦσαν τῷ Διὶ τὸ μὴ δεθῆναι. σοὶ μὲν γὰρ οὐδὲν παρʼ ἡμῶν οὔτε μεῖζον οὔτε ἔλαττον, σὺ δὲ εἰς ἡμᾶς πολλὰ διὰ παντὸς ἐπιδείκνυσαι τοῦ χρόνου. καί σοι τοῦ καὶ νῦν ἡμᾶς εὖ ποιεῖν ἀνάγκη τὸ πολλάκις πρότερον εὖ πεποιηκέναι.

Ἀρτεμίῳ.

Ὅσα εὖ πεποίηκας τὸν χρηστὸν Θεότεκνον καὶ εἰς ἐμὲ νόμιζε γεγενῆσθαι, καὶ ὅσα ποιεῖς καὶ εἰς ἐμὲ γίνεσθαι, καὶ ὅσα ποιήσεις, καὶ τούτων ἔσεσθαί με κοινωνόν. ταυτὶ δὲ ἐπιστέλλω βουλόμενός σε καταστῆσαι προθυμότερον εἰς αὐτὸ τοῦτο, καὶ ὅπως εἰδῇς ὅτι οὐχ ἕνα, δύο δὲ ἄνδρας ἀπὸ τῶν αὐτῶν εὐεργετεῖς. ἴσθι μέντοι τοὺς δύο τούτους ἄνδρας καὶ λυπῶν τοῖς περὶ τοῦ σοῦ παιδὸς βεβουλευμένοις ὑμῖν· ὃν ἀφʼ Ὁμήρου καὶ Δημοσθένους καὶ Πλάτωνος ἐφʼ ἵππους καὶ ἅρματα καὶ ἡνιόχους μετήνεγκας· ὧν οὐδενὶ πρὸς τοὺς ἄρχοντας ἐν τοῖς ὑπὲρ αὑτοῦ λόγοις ἔσται βελτίων οὐδὲ δυνατώτερος. σὺ δʼ ὡς μὲν ῥήτορα θεραπεύεις τὸν Θεότεκνον, ὅπως δὲ ὁ σὸς ἕτερος ἔσται Θεότεκνος, οὐ σκοπεῖς, ἀλλʼ ἀγανακτῶν εἰ ὁ νέος ἔσται νέος, τοῖς μεγίστοις τὸν οἶκον ζημιῶν οὐχ ὁρᾷς καὶ ταῦτα οὐκ οὔσης ἀνάγκης σοι χρήματα ἀναλίσκειν· ὡς ἡμῖν γε κέρδος ἀποχρῶν γενέσθαι τὸν Ἐπιφάνιον μεγάλην ὠφέλειαν καὶ πόλει καὶ πολίταις.

Κελσίνῳ.

Ἀλλʼ ἡ μὲν ἀρίστου μὲν πατρὸς θυγάτηρ, ἀρίστου δὲ ἀνδρὸς γυνὴ μηδέποτε παύσαιτο καὶ διὰ τῶν ὑφαινομένων μείζω σοι ποιοῦσα τὸν οἶκον· ἐγὼ δὲ τὸν χιτῶνα τὸν λινοῦν ἰδὼν ἐθαύμασα μέν, ἀπέπεμψα δέ, οὐχ ὅπερ ἂν ἄλλος, εἰπὼν ὅτι, ὦ γενναῖε Κελσῖνε, τίνα χρόνον παρʼ ἐμὲ πεφοιτηκὼς ἢ ποῖον γραμμάτιον λόγων ἐμπεπλησμένον εἰσενεγκὼν ἢ ποίων ἐπανορθώσεων ἐν τούτῳ τετυχηκὼς ἔπειτα μισθόν τε ὀφείλειν οἴει καὶ πέμπεις; ἐγὼ γὰρ δὴ πλείω σοί φημι γεγενῆσθαι παρʼ ἡμῶν ἢ τοῖς πολλὰ παρʼ ἡμῖν κατατετριφόσιν ἔτη δεδιόσι μὲν ὀφθαλμὸν διδασκάλου, δεδιόσι δὲ ἱμάντας παιδαγωγῶν. ἤδη γὰρ ἔν τε τῷ βοηθεῖν ἄρχουσιν ὢν καὶ αὐτὸς ἄρχων ἀρχὰς τῶν ἡμῖν πεποιημένων λόγων γενόμενος ἐραστὴς τούτοις οὐκ ἔλαττον ἢ τοῖς πράγμασι διδοὺς καὶ συνὼν ὡς ἥδιστα τοῖς παιδικοῖς ποιῆσαί τε λόγους ἐγένου δεινὸς καὶ δεικνύντος ἑτέρου τό τε ἄμεινον ἰδεῖν καὶ τὸ χεῖρον, ὥστʼ εἶναι κέρδος τοῖς φαυλοτέροις ἀπεῖναί σε τῶν ἐπιδείξεων. διὰ μὲν δὴ ταῦτα μισθὸν ὤφειλες ἡμῖν, τῷ δʼ ἀποδοῦναι τοῦτον οὐκ ὀφείλεις· ἀποδοὺς δὲ καὶ οὐκ ὀφείλων πῶς ἂν ἔτι δοίης ὡς ὀφείλων; τίς οὖν ὁ μισθός; κρότος, ἔπαινοι, τὸ μετὰ τοῦ πηδᾶν μεμνῆσθαι μὲν ἐμοῦ, μεμνῆσθαι δὲ τῶν ἐμῶν τούς τε ταὐτά σοι ποιοῦντας ἄνδρας ἡγεῖσθαι μόνους. μαθητὴν μὲν οὖν εἶναί σε ἐμόν φημι τρέφοντά γε τὴν ψυχὴν τοῖς ἡμετέροις πόνοις, συνηγωνισμένον δὲ ἡμῖν εἰς δόξαν μηδὲν ἔτι ζητεῖν, ὃ δώσεις. ὅτι γὰρ μείζων οὗτος ὁ μισθὸς ἐκείνου, δηλοῦσιν Ἀθηναῖοι πολλῶν χρημάτων τὸ θαυμάζεσθαι πριάμενοι. πείθομαι γὰρ δὴ τῷ Δημοσθένει λέγοντι περὶ τῶν Ἀθηναίων.

Σεβαστιανῷ.

Φίλον οὐκ αἰσχύνομαι χάριν αἰτῶν δικαίαν. σὺ δʼ ἡμῖν φίλος, ὡς πολλὰ μηνύει στόματα τῶν ὡς ἡμᾶς ἐκεῖθεν ἀφικνουμένων. ὢν τοίνυν κύριος τοῦ εὖ ἢ κακῶς ποιῆσαι Παρνάσιον εὖ βουλήθητι μᾶλλον καὶ γένος καὶ πόλιν τὴν ἐκείνου τιμῶν καὶ αὐτὸν Παρνάσιον ἐπιθυμοῦντα λόγων νέον καὶ τὸν ὑπὲρ ὁμιλητοῦ τε καὶ ὀρφανοῦ δεόμενον ἐμέ.

Ἐπιφανίῳ.

Μέμνημαι τῆς ἡμέρας ἐκείνης, ἐν ᾗ διὰ τῆς ἡμετέρας ἐπὶ τὴν ἀρχὴν ἐρχόμενος εἰσῆλθές τε ὡς ἐμὲ καὶ τὰ μὲν εἶπες, τὰ δὲ ἤκουσας, δεικνὺς ἐν ἀμφοτέροις ὡς ἑώρας ὃν ἐπεθύμεις ἰδεῖν· ὥστε με λαβὼν ἀπῆλθες. ἐγὼ δὲ σὲ πάντα τοῦτον ἠμειψάμην τὸν χρόνον ἄλλῳ μὲν οὐδενί, τῷ δὲ τοῖς περὶ σοῦ λεγομένοις ἥδεσθαι. τὰ δέ ἐστι μέλειν μέν σοι τῶν νόμων καὶ τούτοις ἀκολουθεῖν, μέλειν δὲ τῶν πόλεων καὶ τῶν τὴν γῆν ἐργαζομένων καὶ τάχους ἔργων καὶ κάλλους λόγων. ἔξεστιν οὖν μοι καὶ μισθὸν ἀπαιτεῖν σε τῆς τοιαύτης ἡδονῆς. ὁ δʼ ἐστὶν ἄνδρα χρηστὸν καὶ φίλον ἐμοὶ τουτονὶ Σιδώνιον ἡδέως τε ὁρᾶν παρόντα καὶ ζητεῖν ἀπόντα καὶ συμβουλαῖς ἀμείνω ποιεῖν. εἰ δὲ καὶ ἁμαρτάνων οὐδὲν εὐπορώτερος ἐπανέλθοι, καὶ τούτου σοι χάριν εἴσομαι.

Τῷ πατριάρχῃ.

Τῶν εἰρημένων τούτων ἐν τοῖς γράμμασι τὰ μὲν ᾔδειν πάλαι, τὰ δὲ νῦν μεμάθηκα. καὶ πλείων ἡ λύπη μοι τῇ προσθήκῃ τῶν γραμμάτων γέγονε. τίς δʼ οὐκ ἂν ἀχθεσθείη τοιούτου γένους χρόνον οὕτω πολὺν κάμνοντος; ὑπὲρ δὲ τῶν ἀδικούντων ὑμᾶς διελέχθη μὲν ἡμῖν οὐδεὶς ἐν ἐπιστολαῖς· εἰ δὲ καὶ πολλοὶ τοῦτʼ ἐπεποιήκεσαν, οὐδὲν ἂν ἔπραττον οὐδʼ ἂν ἐμαυτὸν ὑμᾶς ἀδικῶν ἠδίκουν. ὃν δʼ οἴει τῆς ἡμετέρας ἄρξειν καὶ εἶναί που πλησίον ἡμῖν, λόγος ὑμᾶς ὥσπερ ἡμᾶς οὐκ ἀληθὴς ἐξηπάτηκεν. ἀλλʼ ἡμεῖς μὲν ἀπατώμενοι πεπαύμεθα, δεῖ δὲ καὶ ὑμᾶς νῦν, εἰ καὶ μὴ πρότερον.

Εὐσταθίῳ.

Ἔργον ἦν σοι πρότερον ἐρᾶν, καὶ τοὔνομά σοι παρὰ τοῦ τοῦτο ποιεῖν. νῦν δʼ ἡμῖν ἀντʼ ἐρωτικοῦ γέγονας συκοφάντης ἐπὶ πάντας ἀφιεὶς τὴν γλῶτταν, ἀνθρώπους τε καὶ ἥρωας καὶ δαίμονας καὶ θεούς. ἀλλʼ, ἐὰν ὀρθῶς σκοπῇς, σαυτὸν ἐσθίεις μᾶλλον ἢ παρʼ ἄλλων ἀνιᾷ. τοῖς οὖν δικαστηρίοις ἐρρῶσθαι φράσας ἐπὶ τὴν ἀρχαίαν τε καὶ καλὴν ἐπάνελθε δουλείαν προσκυνῶν τήν τε λαμπάδα τά τε βέλη τοῦ μεγάλην ἐν μικρῷ τῷ σώματι κεκτημένου τὴν δύναμιν θεοῦ.

Φιλαγρίῳ.

Νῦν καλῶς εἰργάσθαι συγχωρῶ τὸν περὶ τοῦ νόμου λόγον, ἐπειδὴ σὺ ταῦτα περὶ αὐτοῦ καὶ λέγεις καὶ γράφεις. οὐ μέντοι μετὰ τὴν λύσιν τοῦ κωλύοντος νόμου λέγειν ἐγράφη μελέτης εἵνεκα, ἀλλʼ αὐτὸ τοῦτʼ ἀγωνιζόμενος ἀεὶ λέγειν ἐξεῖναι τοῖς δυναμένοις λέγειν. αὕτη μὲν οὖν ἡ γνώμη τὸν λόγον ἐποίησεν· οἴκοι δὲ ἐκεῖνος κατείχετο τῶν εἰδότων τἀν τῷ βασιλείῳ πειθόντων ὡς τοῦτʼ ἀσφαλέστερον. εἶναι γὰρ δέος μὴ κινήσωσί τινες τὸν τεθεικότα τὸν νόμον κατὰ τοῦ γεγραφότος τὸν λόγον. γενομένης δὲ ἀντʼ ἐμοῦ τῆς Τύχης καὶ τῆς αὐτῆς φωνῆς καὶ θείσης καὶ ἀνελούσης τὸν νόμον οὕτως ἧκεν εἰς θέατρον ὁ λόγος καὶ ἠδυνήθη τὰ τῶν ἐγκωμίων ἡ παραίνεσις. σὺ μέντοι καλῶς ποιεῖς οὐ μᾶλλον τοῖς ἐγγὺς οὕτω κήποις σαυτὸν διδοὺς ἢ λόγοις. ταυτὶ δὲ εἶπέ τε πρὸς ἐμὲ καὶ ἐμήνυσεν ἡ νῦν ἐπιστολή.

Τῷ πατριάρχῃ.

Ὑπὲρ Ἀμμωνίλλης δεύτερα ταῦτα ἔρχεται γράμματα τῶν προτέρων οὐδὲν δυνηθέντων διὰ τὸ δύνασθαι τοὺς κακῶς ποιοῦντας τὴν ἄνθρωπον. τῇ τε οὖν προτέρᾳ συναχθόμενος ἐπιστολῇ καὶ τήνδε τιμῶν ποίησον ἡμᾶς μὴ δεηθῆναι τρίτης.

Εὐσεβίῳ.

Ὅτι μὲν ἐσυκοφαντεῖτο παρὰ τῆς δικαιοσύνης τῶν ἑαυτοῦ πολιτῶν ὁ σοφιστής, δέδεικται σαφῶς ἐν τῷ δικαστηρίῳ μάρτυσί τε πολλοῖς καὶ γράμμασιν ἰσχυροῖς· τοῦ δὲ γνῶναι ταῦτα τὸν ὕπαρχον βεβαίως σοι μελησάτω πάλιν, ὅπως μὴ τῷ χειμῶνι διαφθαρείη. δοῖεν δὲ οἱ θεοὶ καὶ τἀπὶ τούτοις τεθῆναι καλῶς καὶ σὲ τοῖς ἤδη πεπραγμένοις ἕτερόν τι προσθεῖναι καλόν.

Θεοδώρῳ.

Σέσωσται μὲν ὁ σοφιστὴς Εὐσέβιος διὰ σὲ τὸν τοῦ μὲν χειμῶνος αὐτὸν ἐξαρπάσαντα, τοῖς δὲ οἰκείοις ἀποδόντα· διʼ ὧν δὲ εὐδοκίμησεν ἐν τῷ δικαστηρίῳ δεικνὺς αὑτὸν καθαρὸν αἰτίας, κεκόμισταί τε ὡς ὑμᾶς καὶ τῶν τε ὤτων τοῦ τε στόματος δεῖται τῆς μεγάλης ἀρχῆς· ὃ διὰ μὲν σοῦ καὶ τέλος ἕξει καὶ ταχέως, τῆς δὲ σῆς ἀπούσης βοηθείας ἢ ἔξω που κείσεται ἢ βραδέως εἴσεισι. δεῖξον δὴ πάλιν ἡμῖν τὸν θαυμάσιον Θεόδωρον, ᾧ πολλὴν μὲν ἡδονὴν φέρει τὸ δυσκολίας ἅπασι μὲν λύειν ἀνθρώποις, μάλιστα δὲ τοῖς τὸν αὑτῶν παραδοῦσι βίον Ἑρμῇ καὶ Μούσαις.

Φωτίῳ.

Μεγάλων τὸν σοφιστὴν Εὐσέβιον παρὰ τῆς σῆς τετυχηκότα φιλίας καὶ προνοίας ἑτέρων ἀξιοῦμεν τυχεῖν, ἴσων ἢ καὶ μειζόνων. ἡμεῖς δὲ ὃ καὶ πρότερον ἀντεισοίσομέν σοι, τὸ πρὸς ἅπαντας λέγειν, οἷος εἰς ἡμᾶς καὶ εἶ καὶ γεγένησαι.

Ἀβλαβίῳ.

Αὐτὸς ἡγοῦμαι καὶ ἠριστηκέναι παρʼ ὑμῖν καὶ λελοῦσθαι καὶ δεδειπνηκέναι τούτων ἀπολαύσαντος Εὐσεβίου τοῦ τῇ τῶν θεῶν εὐνοίᾳ πάλιν ὄντος τε οἴκοι καὶ διαπεφευγότος ἃ οὐκ ἄν τις ἤλπισε. τὸν στενωπὸν δὲ ἐκεῖνον τὸν ἔχοντά σοι τὴν οἰκίαν, ἐν ᾗ σὺ σκοπεῖς περὶ τῶν λόγων, οὓς εἰς τὸν λεὼν οἴσεις, λαμπρότερον ἔγωγε πάσης ἀγορᾶς εἶναί φημι καὶ αὐτῆς γε τῆς ἐν τῇ Ῥώμῃ τὰ ἄλλα ἀποκρυπτούσης· καὶ γὰρ τὸν Ὄλυμπον τὸ ὄρος τῶν κεκοσμημένων στοῶν διὰ τὸ τοὺς θεοὺς ἐν αὐτῷ διατρίβειν. πολὺν δὲ ἤδη χρόνον εἰκότως οὔτε σὺ πρὸς ἡμᾶς ἐπέσταλκας οὔτε σοὶ παρʼ ἡμῶν ἧκέ τις ἐπιστολή. σοί τε γὰρ οὐκ εἶχε λόγον τοὺς μὲν νέους ἑτέρωσε πέμπειν, δεῦρο δὲ ἐπιστολάς, ἡμῖν τʼ ἂν ἴσως τις ἐπετίμησεν ἐνοχλοῦσί τε καὶ οὐκ εἰδόσιν οὗ χρὴ σιγᾶν. ταὐτὸ δὲ καὶ πρὸς τοὺς ἄλλους ἡμῖν πέπρακται Γαλάτας· καὶ γὰρ ἐκείνοις πρὸς ἡμᾶς ἅπερ ὑμῖν. καὶ ἐοίκαμεν οὐχ ἡμεῖς τῶν προτέρων ἐπιλελῆσθαι παίδων, ἀλλʼ οἱ παῖδες τῶν πατέρων ἐκείνων. καὶ ἴσως οὐκ ἀλόγως· ἡμῖν μὲν γὰρ πολὺ πρὸς τὴν ὑμετέραν τὸ μέσον, οἱ δεύτεροι δέ εἰσι γείτονες.

Πρόκλῳ.

Ἡμεῖς δὲ οὐ πεπόνθαμεν τὸ τῆς παροιμίας, ἥ φησιν ἔρωτα ὕβρει λύεσθαι, ἀλλʼ ἐλαυνόμενοι καὶ παιόμενοι καὶ τί κακὸν οὐκ ἀκούσαντες ὅμως ἐσμὲν ἐρασταὶ καὶ τῶν αὐτῶν ἐπιθυμοῦμεν κἂν δέχηταί τις, ἐρχόμεθα μεθʼ ἡδονῆς οὐδὲν εἰρῆσθαι τῶν εἰρημένων νομίζοντες. τοῦ δὲ ἄνδρα ἀγαθὸν εἶναι τὸν Θαλάσσιον καὶ τῆς βουλῆς ἐκείνης εἰκότως ἂν μετασχεῖν πολλοὶ μὲν οἱ μάρτυρες, ὁ δʼ ἀντάξιος πάνυ πολλῶν Πρόκλος. οὗ τοῖς ἔργοις οὐδὲ εἷς λόγος ἴσος. ὃς ἡνίκʼ ἦρχεν ἡμῶν, τοῖς τὸν ἄνδρα συκοφαντοῦσιν εἶπεν ὅτι δεῖ πεπαῦσθαι τοῦτο ποιοῦντας ὡς αὑτοῦ γε οὐκ ἀπατησομένου. τοῦ δὴ τότε ταῦτα εἰπόντος εἴη ἂν καὶ πρὸς τοὺς νῦν διαβάλλοντας τοῖς αὐτοῖς χρήσασθαι ῥήμασι καὶ μεταδοῦναι πεῖσαι τοῦ συνεδρίου τῷ μήτε μικρὸν μήτε μεῖζον ἐν μηδενὶ μηδὲν εἰς ταύτην ἡμαρτηκότι τὴν ἡμέραν.

Ὀπτάτῳ.

Ὅταν ἀριθμήσω τὰς βοηθείας, αἷς αἰτοῦντος ἐμοῦ πολλοὺς πολλῶν ἐρρύσω κακῶν, εἶτʼ εἰς τὰς λοιδορίας ἀποβλέψω τὰς καθʼ ἡμῶν, καὶ γὰρ αὐτὸς ἦν ἐν αἷς ὁ Θαλάσσιος, ὃν πεποίημαι φίλον, οὐ τῆς αὐτῆς ἄμφω ψυχῆς εὑρίσκω. καὶ κάθημαι δὴ πολλάκις κατὰ χθονὸς ὄμματα πήξας, εἰ ὃν ἔδει μάχεσθαι τοῖς τι καθʼ ἡμῶν λέγουσιν, οὗτος αὐτός τε ἔλεγε καὶ ἄλλους ἐβούλετο. καὶ γὰρ εἴ τι καὶ ἐγκαλεῖν εἶχες, ἀλλʼ οὐ τοσαύτην ἔδει τὴν τιμωρίαν λαβεῖν. γενέσθω τοίνυν, ὦ γενναῖε, τὰ δεύτερα βελτίω καὶ τούτοις ἐκεῖνα ἐξαλειφέσθω. καὶ γενοῦ Στησίχορος ἡμῖν παλινῳδίαν ᾄδων. ἢν γὰρ σὺ τοῦτο ποιήσῃς, οὐδεὶς ὅστις οὐκ ἀκολουθήσει. καὶ γὰρ τὰ ἄλλα καλῶς ποιοῦντες πείθονταί σοι. δείξας οὖν ἡμῖν τὸν ὀργιζόμενον δεῖξον καὶ τὸν διηλλαγμένον.

Σωφρονίῳ.

Εὖ παθεῖν ἀξιῶ παρὰ σοῦ κατʼ ἄλλο μὲν οὐδέν, ὅτι δὲ φιλῶν σε διατελῶ. σοὶ μὲν γὰρ ἀμφότερα ἔξεστι, καὶ φιλεῖν καὶ εὖ ποιεῖν, ἡμῶν δὲ μόνον τὸ πρότερον· ὃ ποιοῦντες εἰκότως ἂν τῆς σῆς ἀπολαύοιμεν δυνάμεως. ἔστι δὲ ὃ βουλοίμην ἄν μοι γενέσθαι. Θαλάσσιος ἐκ δικαίου τε πατρὸς γεγονὼς καὶ τοῦ ʼκείνου τρόπου κληρονομήσας καὶ διὰ τοῦτο τίμιος ὢν ἐν τῇ ἡμετέρᾳ πόλει τοῖς τε ἑαυτοῦ πόνοις τἀμὰ βελτίω ποιῶν φυλακὴ γιγνόμενος τοῖς ὑπʼ ἐμοῦ συντιθεμένοις λόγοις τῶν τε ἐν τοῖς ἀρρωστήμασι κακῶν ἀφαιρῶν οὐκ ὀλίγα— οὗτος τοίνυν ὁ τοιοῦτος τῆς μεγάλης βουλῆς ἐπεθύμησε γενέσθαι, οὐχ ὅπως ἑτέροις εἴη βαρύς, ἀλλʼ ὅπως μηδεὶς αὐτῷ, μηδʼ εἴη τοῖς βουλομένοις καταθεῖν ἐξουσία τείχους ὄντος αὐτῷ τῶν ὑμετέρων ἀγαθῶν. πρῴην δή τινος ἐν τῇ βουλῇ περὶ τούτων μνησθέντος ἐφάνησαν οἳ τὸν ἐραστὴν ἐλύπουν λέγοντες, ὧν ἁνὴρ πορρωτάτω. εἰ γάρ τι τούτων ἦν ἀληθές, οὐκ ἂν ἦν οὕτω θρασὺς ὥστʼ ἔχειν μὲν αὐτὸν ἐν ᾗπερ ἔχω τάξει, πέμπειν δὲ ὑπὲρ αὐτοῦ τοιαύτας ἐπιστολάς. χάρισαι δή μοι, ὦ γενναῖε, καὶ πρόσθες πολλοῖς τοῖς εἰς ἐμὲ καὶ τοῦτο· ἐροῦ τοὺς τότε κωλύοντας, εἰ οἵπερ ἦσαν εἰσίν. ἀκούομεν γάρ τινα μεταβολήν. μεταβεβλημένους μὲν οὖν ἐπαίνει, τῆς ὀργῆς δὲ ἔτʼ ὄντας παῦε τῷ σαυτοῦ στόματι τῷ ταῖς καλαῖς ἐπῳδαῖς πολλὰ δὴ τὰ τοιαῦτα στορέσαντι.

Ἐλεβίκῳ.

Δεινὸν μὲν ἡμῖν καὶ τὸ τοιαῦτα ἐν μέσῃ τηλικαύτῃ βουλῇ περὶ ἡμῶν εἰρῆσθαι· καὶ γὰρ εἰ τοὐμὸν ὄνομα ὑπερεπήδων οἱ τὸν ἐμὸν λέγοντες κακῶς φίλον, ἀλλὰ κατʼ ἀμφοῖν ὄντοιν γε φίλοιν ἀφίετο τὰ βέλη. λύπη μὲν οὖν κἀντεῦθεν· λυπηρότερον δὲ ἐκεῖνο τὸ σοῦ παρόντος τε καὶ συγκαθημένου καὶ δυναμένου τοσοῦτον ὅσον ἄξιον μηδένα ὑπὲρ ἡμῶν γενέσθαι λόγον. οὐ γὰρ ἐπείσθην τοῖς ἀπαγγέλλουσιν ὅτι καὶ καθʼ ἡμῶν παρὰ σοῦ· σύ τε γὰρ χρηστὸς καὶ φίλος ἡμῖν τε οὐδεμίαν τοιαύτην παρὼν ἐνεωράκεις κακίαν. οὐ συνεπέθου μὲν οὖν, οὐκ ἐβόησας δέ, τῇ σιγῇ δὲ ἠδίκεις. εἰ γάρ, ὡς ἐπίστασαι καλῶς, ἐμέ τε καὶ Θαλάσσιον ἐβόησας, ἀπείχοντʼ ἂν ἡμῶν οἱ νῦν βάλλοντες· νῦν δὲ οὐδὲν ἦν τὸ κωλύον. ἐπεσταλκότων τοίνυν τινῶν ὡς οἱ τέως πολεμοῦντες κατέθεντο τὰ ὅπλα καὶ οὐκ ἐπαινοῦσι μὲν τὰ πεπραγμένα, βούλοιντο δʼ ἂν ὧν εἶργον μεταδοῦναι καὶ τὸν δεξόμενον φανῆναι, τὰ αὐτά τε πάλιν αἰτοῦμεν κἂν τύχωμεν, οὐδὲν ἀηδὲς πεπονθέναι φήσομεν.

Εὐσεβίῳ.

Οἶσθά που Θαλάσσιον, ἐν ᾧ μοι τὰ μέγιστα· τί γὰρ ἴσον παρʼ ἐμοὶ τῇ περὶ τοὺς λόγους διατριβῇ; τούτῳ βίος μέν, εἴ τις ὀρθῶς ἐξετάζοι τὰ πράγματα, ἄμεμπτος, φθόνος δὲ παρʼ ἐνίων διʼ αὐτὸ τοῦτο καὶ τὸ μὴ δύνασθαι ταὐτὰ νοσεῖν ἑαυτοῖς. τὸ δὴ πιστεύεσθαι παρὰ τοῖς ἄρχουσιν ἐκ τοῦ κολακεύειν οἱ τοιοῦτοι λαβόντες ἄλλους τε σεσυκοφαντήκασιν ἐν δείπνοις καὶ δὴ τοῦτον ὄντα ἀγαθόν, οἱ δʼ ἑλκυσθέντες ἠπείλησαν. γίγνεται δή τις ἐνταῦθα σύμβουλος Θαλασσίῳ γενέσθαι τοῦ σεμνοῦ συνεδρίου· τὸν γὰρ ἀπειλήσοντα ῥᾳδίως οὐκ ἔσεσθαι. καλῶς εἰπεῖν ταῦτα εἰπὼν ἔδοξέ μοι, καὶ ἐπιτρέπω. τοῦ πράγματος δὲ εἰσηγμένου τῶν τις ἐν τῇ βουλῇ δυνατῶν ἠδικημένος μὲν οὐδὲν ὑφʼ ἡμῶν, οἰόμενος δὲ διʼ ἀπάτης, πολλοὶ δὲ οἱ τοῦτο ποιοῦντες, ἠναντιοῦτο λέγων οἷα εἰκὸς τὸν οἰόμενον αὑτῷ δίκην ὀφείλεσθαι παρʼ ἡμῶν. καὶ ἐκράτει δὴ βοῶν. τούτοις δʼ ἡμῶν ἀχθομένων καὶ μηκέτʼ ἐνοχλεῖν ἐγνωκότων ἦλθον ἐκεῖθεν ἐπιστολαὶ παύουσαί τε τὴν λύπην καὶ φάσκουσαι μεθʼ ἡμῶν ἔσεσθαι ταῦτα ζητούντων τοὺς τότε ἐν ἐχθρῶν μοίρᾳ. φίλοις μὲν οὖν τοῖς ἐπεσταλκόσιν οὖσιν οὐκ ἦν ἀπιστεῖν· πανταχοῦ δὲ τὸ σὸν μεγάλη πρὸς τὸ κατορθοῦσθαί τι ῥοπή.

Θεοδώρῳ.

Καὶ τοῦτο οὐκ ἄνευ σοῦ προσήκοι ἂν ἡμῖν γενέσθαι. Θαλάσσιος, ᾧ βίος σεσῶσθαι τοὺς ἡμετέρους λόγους, δῶρόν μοι δέδοται παρὰ τῶν θεῶν τῶν λογίων· οὕτω μὲν κρατῶν ἅνθρωπος ἡδονῶν, οὕτω δὲ ἐρῶν ὧν ἄξιον, οὕτω δὲ πονῶν ἡδέως τοὺς ἐμοὶ λυσιτελοῦντας πόνους. ἐν βουλῇ δὲ τῇ περὶ αὐτοῦ γνώμην τις εἶπεν, ὅτι τῆς μεγάλης αὐτῷ βουλῆς μεταληπτέον, εἰ μέλλοι μὴ πράγματα ἕξειν παρὰ τῶν ἡδέως τοῖς ἐπιεικεστέροις παρεχόντων πράγματα. ἔδοξε δὴ πᾶσιν ἡμῖν, οἷς ἐν φροντίδι Θαλάσσιος, δεῖν οὕτω ποιεῖν. ἀντικρουσάντων δέ τινων, τοῦ μὲν ἐκ παλαιᾶς αἰτίας οὐδʼ αὐτῆς ἐχούσης τι δίκαιον, τῶν δὲ ἐκείνου χάριτι, τιμῶντες ἠτιμαζόμεθα. ἀλλὰ νῦν αὑτοῖς ἐπιτιμᾶν ἀκούομεν τοὺς λελυπηκότας πρότερον καὶ μιμεῖσθαι βούλεσθαι τὸν τοῦ Πηλέως. ἡγούμενος οὖν αὐτοὺς ἔσεσθαι προθυμοτέρους, εἰ μάθοιεν ὅτι καὶ σὲ ποιήσουσιν ἡδίω, βουλοίμην ἂν παρὰ σοῦ γενέσθαι πρὸς αὐτοὺς παρακλητικοὺς λόγους.

Ἀνατολίῳ.

Σέ, ὦ θαυμάσιε, πέπεισμαι πάνυ μὲν ἠγανακτηκέναι πρὸς τοὺς οὐ δεξαμένους τῇ βουλῇ τὴν σωφροσύνην Θαλασσίου μέλλουσάν γε αὐτῇ δώσειν τι, πάνυ δὲ βούλεσθαι τὰ αὐτὰ τὸν αὐτὸν ζητοῦντα φανῆναι. ζητεῖ δὲ καὶ παντὸς ἡγεῖται πλούτου κάλλιόν τε καὶ μεῖζον τὸ τὴν ἐσθῆτα τὴν εἰς τὸ συνέδριον εἰσάγουσαν λαβόντα κοινωνῆσαι τῆς ἐν αὐτῷ τελετῆς. σὸν οὖν ἂν εἴη Θαλάσσιον μὲν τὸν ἄριστον ἐγγράψαι, πρὸς δὲ ἡμᾶς ὡς ἐγγέγραπται γράψαι.

Προκοπίῳ.

Ὁ λόγον εἰπών τε παρʼ ὑμῖν καὶ δόξας εὖ λίαν εἰρηκέναι, τῶν δʼ ἡμῖν ὡμιληκότων ἐστί τις, ἀπήγγειλεν ἡμῖν εἰρῆσθαι καὶ παρὰ σοῦ περὶ ἡμῶν ἔπαινον μακρόν. εὐθύς τε οὖν ἥσθην οἷς ἤκουσα καὶ ἔθʼ ἥδομαι τοιοῦτον ἔχων ἐπαινέτην. ὃς ἔσχε καὶ βασιλέας ἐπαινέτας, τούς τε πρὸ τοῦ Πέρσας τιμωρησαμένου κρατοῦντας καὶ τοὺς μετʼ ἐκεῖνον. ἔξεστιν οὖν ἤδη μοι καὶ χάριν αἰτεῖν τοῦ καὶ τεύξεσθαί με τῆς χάριτος τῶν ἐπαίνων παρεχόντων ἐλπίδας. ἡ δὲ χάρις· ἔγγραψον ἡμῖν εἰς τὴν μεγάλην βουλὴν ἄνδρα οὐ μέγαν καὶ καλὸν καὶ ταχύν, ἀλλὰ σώφρονά τε καὶ δίκαιον καὶ φίλοις χρήσιμον καὶ εἰδότα αἰδεῖσθαι. ταῦτά τε γὰρ καὶ ἔτι πλείω τούτων ἀγαθὰ ἔχει Θαλάσσιος, διʼ ὃν ἅπαντα ἐμαυτὸν ἐπὶ τοὺς λόγους ἀφῆκα Θαλασσίου τὰς ἄλλας φροντίδας εἰς αὑτὸν ἀναθέντος. τοῦτον δὴ τὸν τοιοῦτον κόσμησον ἡμῖν τῇ μετουσίᾳ τῆς βουλῆς, ἧς πρότερον μὲν οὐκ ἔτυχε διὰ τήν τινων φιλονεικίαν, νῦν δʼ ἂν τύχοι σοῦ τε εἰσάγοντος καὶ ἅμα πρᾳοτέρων, ὡς ἔστιν ἀκούειν, ἐκείνων γεγενημένων.

Βιταλίῳ.

Πρὸς τῶν βιβλίων ὧν τε ἔχεις ὧν τε ἕξεις, οὐ γὰρ ἂν παύσαιό ποτε τοῖς οὖσι προστιθείς, στῆθι μεθʼ ἡμῶν καὶ τὴν βουλὴν ἡμῖν ἄνοιξον. τὸ δʼ ἡμῖν ἐστι Θαλασσίῳ τῷ καλῷ, τῷ φιλοσόφῳ παρʼ ἡμῖν διὰ τὴν τῶν τρόπων ἀρετὴν καλουμένῳ. ἀλλʼ ὅμως οὗτος ὁ τοῦτο διὰ τοῦτο καλούμενος ἔσχε παρʼ ὑμῖν τοὺς ἕτερα περὶ αὐτοῦ λέγοντας καὶ πεῖσαι δυνηθέντας· ᾧ δὴ καὶ τοῦ μετασχεῖν τῆς βουλῆς ἀπεστερήθη μέλλων αὐτὴν οὐ καταισχυνεῖν· πλέον γὰρ οὐδὲν ἐρῶ καίτοι πάνυ γε ἔχων. τότε μὲν οὖν ἡμᾶς αὐτοὺς παρεμυθησάμεθα τῷ τινας ἐν τοῖς ἔμπροσθεν χρόνοις ἄνδρας ἀρίστους οὐκ εἰρῆσθαι μόνον κακῶς, ἀλλὰ καὶ ἀπολωλέναι· μενούσης δὲ ἐν τῷ φίλῳ τῆς ἐπιθυμίας, ἣν ἔσχεν εἰσελθεῖν εἰς τὸν νεὼν ἐκεῖνον, τίνα δεῖ πρὸ σοῦ τὸν συμπράττοντα γενέσθαι τοῦ πολλὰ μὲν ὑπὲρ ἡμῶν εἰρηκότος πολλαχοῦ, πολλὰ δὲ πεποιηκότος τὸν πατέρα δὴ μιμουμένου τὸν καλὸν οὐχ ἧττον τὴν ψυχὴν ἢ τὸ τοῦ σώματος εἶδος; ὃς πρὸς τῷ βασιλείῳ τοιαῦτα ὑπὲρ ἡμῶν ἐβόησεν, ὅθʼ ἡμῖν μάλιστα συμμάχων ἔδει, ὥστʼ ἠνάγκασε συγκαλύψασθαι τοὺς οὐδὲν ὀκνοῦντας πρότερον. σοὶ δὲ νῦν, ὥς φασί τινες, οὐ τοσοῦτον τὸ ἔργον τῶν πρότερον βεβλασφημηκότων οὐκέτι τῶν αὐτῶν ὄντων.

Ἀφρικανῷ.

Φίλον ἡμῖν τὸν καλὸν ἐποίησε Βοηθὸν ἥ τε ἄλλη τῶν τρόπων ἀρετὴ καὶ μάλιστά γε δὴ τὸ περὶ πλείστου ποιεῖσθαι τοὺς ἐν λόγοις διατρίβοντας. ἡμῖν γοῦν μᾶλλον ἥδετο συνὼν ἢ τοῖς ὥρᾳ λαμπροῖς οἱ περὶ ταῦτα ἐσπουδακότες. καὶ νῦν ἀνάγκαις μέν, ἃς οὐκ ἦν διαφυγεῖν, ὡς ὑμᾶς ἐπανήγετο, δῆλος δὲ ἦν κέρδος μὲν ἡγούμενος, εἰ τῆς σῆς ἀκούοι φωνῆς, ζημίαν δὲ τὸ μὴ τῆς ἡμετέρας. ἐμὲ δὲ ἀμφοτέροις εὔφραινε. τὰ σὰ γὰρ ἴσα τοῖς ἐμοῖς παρʼ ἐμοί. ταῖς πολλαῖς δὲ καθημέραν τιμαῖς μεγάλην ταύτην προσέθηκε μετʼ ἐμῶν γραμμάτων βουληθείς σοι φανῆναι, καὶ ταῦτα πολλῶν παρόντων αἰτῶν λέγων ἄμεινον αὑτῷ πάντα ἕξειν, εἰ τὸ στόμα προσάγων τῷ στόματι, τοῦτο δὴ τὸ εἰωθός, καὶ τὴν χεῖρα τῇ χειρὶ προσάγοι διδοῦσαν ἐπιστολήν. ὧν γενομένων ἐλπίζω καὶ παρʼ αὐτοῦ ταχέως ἡμῖν ἥξειν ἐπιστολὴν αὐτά τε ταῦτα μηνύουσαν καὶ τἀπὶ τούτοις βοῶσαν πρὸς ἅπαντας ὡς οὐ πλείω παρὰ τῶν παίδων τοῖς πατράσιν ἢ ἡμῖν παρὰ σοῦ.

Ἰοβιανῷ.

Τῆς δυνάμεως, ἣν δικαίως ἔχεις, ἀπολαῦσαί τι βουλόμεθα. κοινὸν δὲ ἄρα τοῦτο κέρδος σοῦ τε τοῦ δώσοντος τὴν χάριν καὶ ἡμῶν τῶν ληψομένων· ἡμῖν μὲν γὰρ τὰ πράγματα ἔσται βελτίω, σοὶ δὲ ἐν μείζονι τῇ δόξῃ. μέλειν δὲ σοὶ δόξης πέπεισμαι μᾶλλον ἢ χρημάτων ἑτέροις· ὃ δή σε καὶ Ἰαμβλίχῳ φίλον τῷ θεοῖς φίλῳ πεποίηκεν ἐπαίνους τέ σοι τοὺς παρʼ ἐκείνου προὐξένησεν. ὧν τεύξῃ πλειόνων, εἰ τοῦτο ἐργάσαιο. τὴν μὲν γὰρ οὖσάν μοι φιλίαν πρὸς Θαλάσσιον ἐπίστασαι λαβοῦσαν ἀρχήν, ὡς ἐγώ φημι, καλήν, εἰ καλὸν λόγοι τε καὶ βιβλία. καὶ οἷα δὴ γέγονε διδόντος αὑτὸν τῷ συνεδρίῳ Θαλασσίου, παρὼν οὐκ ἠγνόησας. οἶμαι δέ σοι καὶ λύπην ταῦτα ἐνηνοχέναι· τοῦ γὰρ δὴ φιλοῦντος τοῦτό γε. παῦσον δὴ καὶ σαυτῷ τὴν λύπην καὶ ἡμῖν ἀγαθῷ κακὸν λύσας, λόγοις τοῖς τε πρὸς τὸν ὕπαρχον τοῖς τε πρὸς τοὺς τότε εἰπόντας· ὧν ἥδιον ἔμοιγε πονηρὸν αἰτιᾶσθαι δαίμονα.

Εὐστοχίῳ.

Ἐγὼ μὲν ὡς εἰδότι δέξασθαι σφαῖραν οὕτως ἐπέστειλα, καὶ ἦν ἅπαν τοῦτο παιδιὰ προκαλουμένη σε πρὸς ὅμοια γράμματα· σὺ δὲ μικροῦ, τοῖς γὰρ ἀπηγγελκόσιν οὐκ ἀπιστῶ, τὸν Αἴαντα ἡμῖν ἐμιμήσω τὸν ἐκ τῆς Σαλαμῖνος τὸν ἄλλα μὲν βουληθέντα, ἄλλα δὲ ἀναγκασθέντα. καίτοι τὰ δεύτερα τῆς ἐπιστολῆς ἱκανῶς ἐδείκνυ τὰ πρότερα, καὶ ἔδει γέλωτι τιμῆσαι τὰ πρότερα καὶ τοῦτό γε ποιῆσαι μετὰ τοῦ καλοῦ Πρισκίωνος. ἐπεὶ δὲ σὺ μὲν ἠχθέσθης, ὁ δὲ σοὶ συνηχθέσθη καὶ τὰ μὴ δεινὰ δεινὰ παρʼ ὑμῖν ἐνομίσθη, τὴν μὲν ἐπιστολὴν οὐκ ἀδικήσομεν οὐδʼ ἐξαλείψομεν, ὄνομα δὲ ἀντʼ ὀνόματος κείσεται. πάντως δὲ τοῦτο ῥᾴδιον, ἐξελθεῖν μὲν Εὐστόχιον, εἰσελθεῖν δὲ Εὐστάθιον. σὺ δʼ ἡμῖν ἀντὶ τούτου τὸν οὐ καλῶς ἐκπεσόντα τῆς αὑτοῦ τάξεως Ἀντίοχον ἀπάλλαξον τῶν κακῶν ἐν οἷς ἐστιν. ἀκούω δέ σε εἶναι κύριον τῆσδε τῆς ἀπαλλαγῆς.

Πρισκίωνι.

Σὲ δὲ ἠξίουν παύειν φίλον ἠπατημένον, ἀλλʼ οὐ συνεξαπατᾶσθαι καὶ ταῦτα τῶν περὶ τοῦ ἔρωτος εἰρημένων δηλούντων ὅτι παίζοντος ταῦτα ἦν πρὸς ἄνδρα φίλον ἐπιστάμενον γελᾶν. νῦν δʼ ἐκεῖνός τε ἔκλαε καὶ σὺ ταὐτὸν ἐποίεις μετὰ τοιοῦτον λόγον, ὃς ἐξέπληξε μὲν τὴν Παλαιστίνην, ἐξέπληξε δὲ τὴν ἡμετέραν πόλιν διʼ εὐφώνου παιδὸς ἐν τῷ θεάτρῳ φανείς. καὶ ἦν ὁ κρότος πολὺς μετὰ τὸν παρʼ ἐμοῦ τὸν οἴκοι· τοῖς γὰρ δὴ σοῖς δήπου πειθόμενος γράμμασι πρότερον μὲν ἐκεῖνο, τοῦτο δὲ ἐποίουν δεύτερον. καὶ μετὰ τοὺς ἐμοὺς ὀφθαλμοὺς ἧκεν εἰς ὦτα πολλῶν ὁ λόγος. ᾧ πολλοὺς ἀδελφοὺς καὶ ποιεῖν καὶ πέμπειν ὡς ἀμφοτέρων τούτων ἐσομένων καὶ περὶ ἐκείνους.

Ἰούλλῳ.

Ὧδʼ ἔστω, ἑκάεργε, καὶ ἄλλο δὲ ὅ τι ἂν εἶναι σοὶ δόξῃ καλόν, τοῦτο δεῖ καὶ παρʼ ἡμῖν τῆς αὐτῆς δόξης τυγχάνειν. οὔτε γὰρ ἀγνοίᾳ σύ γε τοῦ βελτίονος ἁμάρτοις ἂν οὔτʼ εἰδὼς τὸ βέλτιον ἔλθοις ἂν ἐπὶ τὸ φαυλότερον. εἰκὸς δή τί φημί σε πεποιηκέναι δείσαντα τὸ πρᾶγμα τοιούτων ὄντων τῶν φοβούντων.

Πρισκιανῷ.

Συγχαίρω σοι τῶν ὑπὲρ ἡμῶν καὶ πόνων καὶ κινδύνων, ἀφʼ ὧν εἰκὸς εἶναί σοι τὴν τῶν θεῶν εὔνοιαν, οἳ βούλονται πάντα ὑπομένειν παῖδας ὑπὲρ πατέρων. φημὶ δέ σοι μᾶλλον ὑπάρξειν τὰ παρʼ αὐτῶν, ἢν καὶ παρὰ σοῦ τὰ δεύτερα προστεθῇ. τὸ δʼ ἐστὶν αὖθις ἡ βουλὴ καὶ τὸ ἐν αὐτῇ γενέσθαι τὸν νῦν ὑπʼ αὐτῆς ἐπαινούμενον, ὡς ἔδει γε καὶ πάλαι. πάλιν οὖν ἅπτου τοῦ πράγματος ἀγαθῇ τύχῃ καὶ τῆς εὐδαιμονίας ἀπόλαυε. νῦν γὰρ οὐκέτι χειμὼν οὐδὲ κίνδυνος.

Κοσμᾷ καὶ Εὐγενίῳ.

Δευτέρων φασὶν ἀμεινόνων. χρήσασθε δὲ καὶ αὐτοὶ τοῖς δευτέροις μετὰ βελτίονος ἐλπίδος καὶ μὴ τὰ φόβον οὐκ ἔχοντα δείσητε τῶν ἐχόντων καταπεφρονηκότες. πάντως δὲ καὶ ἐμοὶ καὶ Θαλασσίῳ χάριτας ὀφείλετε τῶν λόγων, οὓς λαβόντες ἔχετε διδάσκοντος μὲν ἐμοῦ, παρακαλοῦντος δὲ ἐκείνου καὶ πείθοντος τῶν ἐπιπόνων ἐπιθυμεῖν. διὰ λείας δέ, ὡς ἀκούομεν, πορεύεσθε τῆς ὁδοῦ.

Πρόκλῳ.

Σὺ μὲν ἡμῖν ἐγκαλεῖς τὸ παύσασθαι γράφοντας, ἡμεῖς δὲ σοὶ τὸ μηδὲ ἐπεσταλκέναι πρὸς ἡμᾶς, ἀφʼ οὗ ταύτης ἥψω τῆς ἀρχῆς τῆς μεγάλης, ὥστε με μᾶλλον εἰδέναι Φοινίκῃ χάριν ἢ Θρᾴκῃ. θαυμαστὸν δὲ καὶ τοῖς ἑταίροις ἐφαίνετο τὸ μηδεμίαν ἡμῖν ἐλθεῖν ἐκεῖθεν ἐπιστολήν, καὶ προσιόντες ἠρώτων, ὅτῳ τοῦτο γέγονεν. ἐγὼ δὲ ἠρυθρίων μέν, ἐπειρώμην δὲ ὅμως λέγειν τι, λέγειν δὲ οὐδὲν ἐδόκουν, ἀλλʼ ἀεὶ τὸ λεγόμενον ἀσθενὲς εἶναι ἐφαίνετο. μόλις δὲ ἐνεθυμήθην καὶ εὗρόν τι καὶ εἶπον ὅτι, ὦ φίλοι, τούτου τοῦ πράγματος αἴτιον οἱ λόγοι πολλοί τε καὶ παρὰ πολλῶν τῷ καλῷ Πρόκλῳ καὶ ποιούμενοι καὶ δεικνύμενοι καὶ ῥώμην ἔχοντες ὅσην εἰκὸς παῖδας ἀκμαζόντων τῶν πατέρων, ἡμεῖς δὲ ἐν γήρᾳ τε πολλῷ καὶ τῷ μόλις κινεῖσθαι. ταῦτα λέγων οὐ κακῶς ἐδόκουν λέγειν. εἶθʼ ἡκόντων τουτωνὶ τῶν νῦν γραμμάτων ἕτερον ἀνέφυ ζήτημα τὸ τί ταύτην ἐποίησε τὴν ἐπιστολήν; οὐ γὰρ δὴ θεῶν τις τὸ γῆρας ἀποξύσας ἔθηκέ με νέον ἡβώοντα. πάλιν τοίνυν ἐνταῦθα πάντα κινῶν ἀεί τι νομίζων εὑρήσειν εὗρον οὐδέν. εἶθʼ ὑπʼ αὐτῆς τῆς ἀπορίας εἶδον ὅτι χρὴ παρὰ σοῦ μεταπέμπεσθαι τὴν λύσιν.

Πρισκιανῷ.

Ἡμεῖς ὅτε σε ἠκούσαμεν ἀρχὴν λαβεῖν, τοὺς μὲν θεοὺς ἐπῃνέσαμεν, συνησθέντες δὲ καὶ σοὶ καὶ ἡμῖν αὐτοῖς ἐν ἐλπίδι ἐγενόμεθα τῶν παρὰ σοῦ γραμμάτων· οὐκ ἐλθόντων δὲ ἡμῖν ἐπὶ τὸ τὴν αἰτίαν ζητεῖν ἤλθομεν. πολλῶν δὲ τῶν λεγομένων ὄντων εἴρηταί τι καὶ τοιοῦτο παρʼ ἀνδρὸς ὀξὺ βλέπειν δοκοῦντος, ὅτι Πρισκιανὸς ἐκεῖνος ἔδεισε μὴ τοῖς παρʼ ἑαυτοῦ γράμμασιν ἡμέτερα κινήσῃ βοηθείας αἰτοῦντα τοῖς τούτου δεομένοις, εἶτʼ ἔχῃ πόνους αὐτός. ἐγὼ δὲ ἐκβάλλειν μὲν οὐκ ἔσχον αὐτοῦ τοῦτο, αἰτῶ δʼ ὅμως χάριν εἰδὼς ὅτι, κἂν τῶν γραμμάτων καταβοήσῃς, ἀλλʼ οὐ φεύξῃ τὸ ἔργον. ἔστι δὲ τὸ ἔργον πεῖσαι τὸν γενναῖον Πρόκλον ἐν τῇ βουλῇ τῆς ἀρχούσης πόλεως εἰπεῖν ὡς εἰσακτέον εἰς τὴν βουλὴν τὸν χρηστὸν Θαλάσσιον νῦν, εἰ καὶ μὴ πρότερον. τὸ μὲν γὰρ δίκαιον ἦν καὶ πάλαι, δίκαιος γὰρ ἁνήρ, καὶ νῦν δέ, εἰ γένοιτο, τετιμῆσθαι φήσομεν.

Πρόκλῳ.

Ἐμοὶ δοκοῦσιν οἱ θεοὶ τοῦ πατρὸς Ἐρεθίου τὴν ἀρετὴν ἀμειβόμενοι δοῦναι τούτῳ τὴν ὑμετέραν πρόνοιαν. ἦν γὰρ δὴ θαυμαστὸς ὁ πατὴρ αὐτῷ σπουδῇ μὲν καὶ περὶ λόγους χρησάμενος, πλείονι δὲ περὶ τὸ τῶν τρόπων κάλλος. δείκνυσι δὲ καὶ ὁ παῖς ὡς παῖς ὄντως ἐκείνου πρᾷος καὶ αὐτὸς εἶναι βουλόμενος. ὃς οὐδένα πώποτε λυπήσας λελυπηκότας ἤνεγκε, σεσωσμένος δὲ ὑφʼ ὑμῶν τὰ δίκαια ποιῶν μέμνηται τῶν σεσωκότων, ὡς εἰκός, εἰς μὲν ὑμᾶς ἃ προσήκει δρῶν, ἐμὲ δὲ ἐκ τῶν αὐτῶν εὐφραίνων· ὡς ἐμοὶ τοῦτο ἀκουσμάτων ἥδιστον, ὅταν ἢ σέ τις ἢ τὸν σὲ πεφυτευκότα ᾄδῃ. πολλοὶ δὲ οἱ ταῦτα ᾄδοντες καὶ ἅμα εὐχόμενοι ζῆν τε ὑμᾶς καὶ ἄρχειν, εὖνοί τινες οὗτοι καὶ ἠπείροις καὶ νήσοις εἰδότες ὅτι ταῖς ὑμετέραις βουλαῖς τἀκείνων ἐν ἀμείνοσι. καὶ τἀμὰ δὲ ἴδια πεποίηκας ἀμείνω τοῖς πρῴην ἐπεσταλμένοις, ὥστʼ ἦν τινας κατηφεῖς ὁρᾶν, οὓς ἑωρῶμεν φαιδρούς, ἡνίκα οὐκ ἐπέστελλες.

Τατιανῷ.

Ἐρεθίῳ πρότερον αἰτοῦντι παρʼ ἐμοῦ πρὸς σὲ γράμματα δώσειν ὑποσχόμενος καὶ χάριν εἰπὼν ἕξειν αὐτῷ τοῦ φέρειν χρόνου προϊόντος οὐκέτʼ ἔφην δώσειν καὶ ἐδεόμην αὐτοῦ μή με ἀναγκάζειν. καὶ πρὸς μὲν ἐκεῖνον εἶπόν τε τὸ κωλύον καὶ ὁπόθεν ἡ μεταβολή, πρὸς σὲ δʼ οὐδʼ ἐν γράμμασι δυναίμην ἄν· οὕτω τοῖς πεπραγμένοις αἰσχύνομαι κακὸν μὲν ἐμαυτῷ συνειδὼς οὐδέν, φίλου δὲ οὐκ ἰδόντος ὃ πρῶτον ἐχρῆν ἰδεῖν. καὶ ἐγὼ μὲν ἐνταυθοῖ στήσομαι, τὸν δʼ ὅ τι τοῦτο ἔστι φράσοντα ἐγγὺς ἔχων ἄκουε.

Θεοδώρῳ.

Σύ τε εὖ πεποίηκας Ἀθανάσιον οὐκ ὀλίγα διδοὺς ἐμοὶ τὴν χάριν ἐκεῖνός τε δίκαιος ὢν εἶπε πρὸς ἡμᾶς ἐν γράμμασιν ὧν τετύχηκεν. ἡμεῖς δὲ συνήσθημεν ἀμφοῖν, τῷ μὲν ὧν ἔλαβε, σοὶ δὲ ὧν ἔδωκας. καὶ γὰρ αὐτὸς ὁ τοιοῦτόν τι ποιῶν ἐν οἷς ποιεῖ κερδαίνει. πρὸς οὖν τόν γε τοιοῦτον οὐδὲν ἂν δέοι παρακλήσεως εἶναι τὸν αὐτόν. αὑτὸν γὰρ δήπου πείθει τὰ αὑτοῦ μιμεῖσθαι. Μαριανοῦ δὲ εἰπόντος ἀθυμήσειν, εἰ μὴ καὶ τοῦτʼ ἐνέσται τοῖς γράμμασιν, ἔστω καὶ τοῦτο. καί μοι γίγνου περὶ τὸν νέον τοιοῦτος ὡς μὴ τῶν προτέρων λείπεσθαι τὰ δεύτερα.

Παλλαδίῳ.

Πολλοῖς μὲν ἐπεστάλκαμεν ὑπὲρ τοῦ δεῖν μεταδοῦναι τῆς εὐδαίμονος βουλῆς τῷ θαυμασίῳ Θαλασσίῳ πάλαι μὲν ἐγγεγράφθαι δικαίῳ, διὰ δὲ τήν τινων ὀργὴν οὐκ εὔλογον εἰς τόδε ἀναβληθέντι. τῶν ἐπιστολῶν δὲ τὴν ἰσχὺν τῶν πολλῶν ἐν σοὶ νομίζομεν ἔσεσθαι· ἐὰν γὰρ εἴπῃς παρελθὼν ὡς δοτέον τι τοῖς γράμμασι τοῖς ἥκουσι παρʼ ἀνθρώπου γέροντος, ὃς ἡνίκα ἦν νέος, ἐνταῦθα ἤρξατο τῶν ἄθλων, εὖ τε λέγειν ἑκάστῳ δόξεις καὶ φήσει δεῖν ἕπεσθαι. σοῦ δὲ τοῦτο οὐ ποιοῦντος σκιὰ τὰ τῶν ἐπιστολῶν. ἐνθυμηθεὶς οὖν, ἐν ὅσῃ μελέτῃ καθέστηκας τῶν περὶ ἐμὲ σπουδῶν, αὐτός τε ἃ προσήκει λέγε καὶ τοῖς ἄλλοις ἃ χρὴ λέγειν αὐτοὺς δείκνυε.

Λεοντίῳ.

Λαβών σου τὴν ἐπιστολὴν ἤλπιζον μὲν ἀκούσεσθαι παρʼ αὐτῆς, ὡς καὶ λόγον ἡμῖν φέροι τοῦ πέμψαντος τὴν ἐπιστολήν· ἐπεὶ δὲ πολλὰ μὲν ὑπὲρ ἐπιθυμίας ἔλεγεν ἡμετέρων γραμμάτων, ὃ δʼ ἐβουλόμην εὑρεῖν, εὕρισκον οὐδαμοῦ, πάνυ σου τὴν ἐπιθυμίαν ἐμεμψάμην περὶ τοῦτο μὲν οὖσαν, περὶ ἐκεῖνο δὲ οὐκ οὖσαν. ἣν ἐχρῆν εἶναι περὶ ἐκεῖνο μᾶλλον ἢ τοῦτο· μᾶλλον γὰρ λόγους ποιῶν ἔσῃ λαμπρὸς ἢ ταῖς παρʼ ἡμῶν ἐπιστολαῖς. ὕφαινε τοίνυν λόγους ἀδελφοὺς ἐκείνῳ τῷ μεγάλοις ἐστεφανωμένῳ κρότοις. ὑποθέσεως δὲ οὐκ ἀπορήσεις τῶν γενναίων ἡμῖν βασιλέων ἀεί τι καλὸν ἐργαζομένων.

Σευηρίνῳ.

Ἐν τοῖς περὶ σοῦ λόγοις διατρίβοντας εὗρεν ἡμᾶς ἡ ἐπιστολή. οἱ δὲ ἦσαν περί τε τῶν ἐτῶν, ἃ γενόμενος ἥψω δικῶν, περί τε τοῦ καθʼ ἕκαστον δικαστήριον κράτους καὶ ὡς οὐκ εὖ βεβουλεῦσθαι δοκῶν ἀφιεὶς τὰ πρότερα μέγας εὐθὺς ἐν τοῖς δευτέροις ὢν εὔβουλος ἐδείκνυσο. τοιούτοις ἐπεισῆλθε τὰ γράμματά σου λόγοις. ὧν ἐν τοῖς παροῦσιν ἀναγινωσκομένων ἐπαίνῳ πολλῷ σύ τε ἐτιμῶ καὶ βασιλεὺς ὁ μέγας, σὺ μὲν ἄξιον σαυτὸν τοῦ θαυμάζεσθαι παρέχων, ὁ δʼ εἰδὼς θαυμάζειν ἀρετήν. ἧς μοι δοκεῖς καθʼ ἑκάστην ἡμέραν ποιεῖσθαι τὴν ἐπίδειξιν, ἀφʼ ἧς ἀνιᾷς μὲν ἐχθρούς, εὐφραίνεις δὲ τοὺς ἐπιτηδείους. ἃ ποίας μὲν οὐ γῆς, ποίου δὲ οὐ χρυσοῦ καλλίω, δόξης ἐρῶντα ζῆν, καταφρονοῦντα τῶν πολλὰ μὲν κεκτημένων, λαγὼ δὲ βίον ζώντων εἰδότων, ὅθεν αὑτοῖς τὰ πολλὰ ταῦτα; σοὶ δὲ χρήματα μὲν ὀλίγα, πολλαὶ δὲ εὐφημίαι πανταχοῦ καὶ τὸ μᾶλλον ἑτέρων πιστεύεσθαι παρὰ τοῦ τῷ τρόπῳ κοσμοῦντος τὴν βασιλείαν. ὃν οἱ ποιήσαντες θεοὶ τοῦ τυράννου κρείττονα καὶ δεῦρʼ ἀγάγοιεν. ἡδὺ μὲν γὰρ ἡμῖν θέαμα καὶ αἱ εἰκόνες· οὐδὲν δὲ οἷον τὸ αὐτόν τε ἔχειν καὶ φωνῆς ἐκείνης ἀκούειν καὶ κάλλους μὲν ψυχῆς ἐγγύθεν ἀπολαύειν, κάλλος δὲ ὁρᾶν σώματος διὰ τῆς πόλεως ἀστράπτον.

Ἡσυχίῳ.

Μέγα μὲν ἐμοὶ τό τι ποιεῖν τῶν Θεόφιλον δυναμένων εὐφραίνειν, μέγα δὲ ἐκείνῳ τὸ καὶ νῦν σὲ καταλῦσαι παρʼ αὐτῷ. καὶ περὶ τούτου θεοῖς τε διελέχθη καὶ ἐμοί, πρὸς μὲν τοὺς εὐξάμενος, πρὸς ἐμὲ δὲ εἰπὼν ὡς δέοι με βοηθεῖν διὰ τῶν γραμμάτων καὶ μὴ περιιδεῖν αὑτὸν ὃ οὐκ ἂν ἐνέγκαι παθόντα. ἀνοίγομεν δή σοι τὴν οἰκίαν τοῦ χρηστοῦ Θεοφίλου καὶ καλοῦμεν εἰς αὐτήν. οἶμαι δὲ καὶ αὐτὴν τὴν οἰκίαν, εἴπερ ἦν αὐτῇ φωνή, καὶ αὐτὴν ἂν μεθʼ ἡμῶν σε καλέσαι. δὸς δὴ τοσούτοις τὴν χάριν μὴ νομίζων ἰσχυρὸν τὸ μὴ τὸν Θεόφιλον παρὰ σοὶ καταλῦσαι. τὸ γὰρ ἴσον τοῦτο οὐκ ἴσον οὐκ οὔσης αἰτίας σοὶ τῆς οὔσης τούτῳ τότε. μὴ οὖν ὡς ἕξων ἀπολογίαν, εἰ φύγοις τὴν οἰκίαν, φεῦγε, ἀλλʼ ὡς οὐχ ἕξων, εἰ φύγοις, δίκαιον λόγον ἔλαυνε πρὸς τὰ τοῦ Μενελάου δώματα μέλλων καὶ χάριν ὀφειλομένην ἀποδώσειν. Θεοφίλῳ γὰρ ὥσπερ ἐμοὶ τῶν σῶν ἐμέλησε παίδων διʼ ἐπαίνων ἐπὶ μείζους παρακαλοῦντι πόνους. καὶ δεῖ δή σε τὸν μισθὸν ἀποδοῦναι. τῷ δʼ ἂν εἴη μέγιστος ἐν ἐκείνου σε θῦσαι τῷ Διῒ τῷ ξενίῳ.

Πρίσκῳ.

Ὅσῳ μέτρῳ τὴν πόλιν ἡμῶν ἥκων εἰς αὐτὴν ὁ χρηστὸς Ἱλάριος ἀπέφηνεν ἀμείνω, τοσούτῳ χείρω δραμὼν εἰς τὴν Ἑλλάδα βελτίω μὲν τῆς ἡμετέρας οὖσαν, μᾶλλον δέ, τοῖς ἅπασι νικῶσαν. τοῖς δʼ οὖν ἀφαιρεθεῖσιν ἃ μάλιστα ἔχειν ἤθελον οὐδὲν ἀφαιρεῖ τοῦτο τῆς λύπης καὶ μάλιστα τοῖς ἄγαν γεγηρακόσιν ἡμῖν· ἐπεὶ τῷ γε ἐν νεότητι ἢ γήρᾳ μέν, οὐ μὴν ἐν τοσούτῳ, τά γε ἀπὸ τῶν ἐλπίδων ὑπάρχει πλοῦν τε αὐτὸν ὅμοιον τῷ προτέρῳ ποιήσεσθαι καὶ αὖθις ἐνταῦθα ἔσεσθαι καὶ τοῖς δεξιωτέροις συνέσεσθαι δεχόμενόν τε τοὺς ὡς αὐτὸν ἰόντας καὶ τὴν ἴσην ἀποδιδόντα καὶ τὰ μὲν λέγοντα, τὰ δὲ ἀκούοντα, καὶ τὰ μὲν ἐπαινοῦντα, τὰ δὲ ἐπαινούμενον. ἀλλʼ ἐκεῖνα μὲν ἐκείνων· τὸ δʼ ἡμέτερον, ἓξ μὲν καὶ ἑβδομήκοντα ἔτη γέγονα, τὸ λειπόμενον δὲ οὐ πολύ. καὶ ὁ μὲν ἥξει κομίζων καλὴν διήγησιν, καλὴ γὰρ δήπουθεν ἡ περὶ τῆς Ἑλλάδος, ἑτέρους δὲ εὐφραίνων ἐμὲ ζητήσει. τούτων μὲν οὖν ἡμῖν ὕστερον ἀπολαύσειεν ἡ πόλις· Ἱλάριον δὲ μακάριον ἐπέρχεταί μοι καλεῖν ὀψόμενον τὰ κάλλιστα τῶν ὑπὸ τὸν ἥλιον, τάς τε ἐν τῇ Πελοποννήσῳ πόλεις τὰς πολλὰς καὶ μεγάλας Φωκέας τε καὶ Βοιωτοὺς καὶ τὴν ἐνεγκοῦσαν αὐτὸν καὶ τὸν ἀστέρα δὴ τῆς Ἑλλάδος, τὴν Ἀθηναίων πόλιν, καὶ ἕτερον ἀστέρα, Πρίσκον τὸν καλῶς μὲν εἰδότα τὸν Πλάτωνα, καλῶς δὲ τὸν ἐκείνου μαθητήν, ἀποπέμποντα δὲ τοὺς ὁμιλοῦντας αὑτῷ φρονιμωτέρους, ὃ καὶ αὐτὸς οἶδα πολλάκις κερδάνας. ταὐτὸ δʼ ἂν εἶπε περὶ αὐτοῦ κἀκεῖνος, ᾧ φιλοσοφίας ὁ θεὸς τὴν ψυχὴν ἐμπλήσας ἔδωκε Ῥωμαίων μὲν ἄρχειν, βαρβάρους δὲ ἐλαύνειν, ἐπεὶ καὶ τὴν τελευτὴν αὐτὴν ἐν τῷ Πέρσας ἐλαύνειν ἐδέξατο μέγα ποιούμενος, εἰ Πρίσκῳ δοκοίη τὰ προσήκοντα ποιεῖν. ποίει τοίνυν καὶ τὸν Ἱλάριον βελτίω καὶ δίδου πρὸς ἡμᾶς αὐτὸν τοῦτʼ ἐπιστέλλειν· δίκαιός τε γὰρ ἁνὴρ καὶ οὐκ ἀποκρύψεται.

Ἀντιόχῳ.

Εἵλκυσται μὲν ὁ τοῦδε πατὴρ πρὸ τοῦδε παρὰ τῶν ἡδέως τοῦτο ποιούντων καὶ ἔστιν, ὡς εἰκός, ἐν δάκρυσιν· ἕλκεται δὲ καὶ ὁ παῖς, ὅπως μὴ μόνος ὁ πατὴρ κλάῃ. σὸν οὖν ἂν εἴη καὶ τῆς σῆς φύσεως τῆς ταχείας εἰς τὸ βοηθεῖν παραμυθήσασθαι μὲν ἐκεῖνον, παραμυθήσασθαι δὲ τοῦτον μὴ λόγῳ μόνον, ἀλλʼ ἤδη καὶ ἔργῳ. διδάσκειν δὲ οὐδέν σε δεῖ, τί δεῖ ποιεῖν καὶ πῶς ἂν τὸ μὲν ὅλως ἀνέλοις κακόν, τοῦ δʼ ἂν ἀφέλοις. συνέσει τε γὰρ διαφέρων καὶ παιδείας γέμων καὶ διὰ πολλῶν ἀφιγμένος αὐτὸς ἂν παρὰ σαυτοῦ μανθάνοις, ἃ ποιῶν λαμπρῶς ἂν εἴης βεβοηθηκώς. βοήθει δὴ καὶ τέρπε μὲν ταύτῃ τοὺς θεούς, χαρίζου δʼ ἐμοί· χαρίζου δὲ Γεσσίῳ τῷ πάνυ μὲν φιλοῦντι τοὺς ἐν τῇ ταραχῇ, παρʼ ἐμοῦ δὲ εἰσομένῳ πᾶν ὅ τι ἂν ἐν τῇ βοηθείᾳ γένηται.

Ἰουλιανῷ.

Καλλίω τὴν πόλιν ἡμῶν ὁ καλὸς Κελσῖνος ποιήσας, ἐπειδὴ ἧκε, χείρω πάλιν ἐποίησε καὶ ἀπελθὼν καὶ ταχέως. ἐποίει δὲ αὐτὴν καλλίω λόγοις οἷς ἐν τοῖς ὡς αὑτὸν ἰοῦσιν ἐχρῆτο περί τε δικαιοσύνης διαλεγόμενος, οἷα Κελσῖνον εἰκὸς περὶ δικαιοσύνης, καὶ σωφροσύνην ἐγκωμιάζων καὶ τοῖς δειλοῖς ἐπιτιμῶν τὸ μὴ ἀνδρείους εἶναι. ἐπί γε μὴν σοφίαν ἔργῳ παρεκάλει προσθεὶς αὑτοῦ τό τε στόμα τούς τε ὀφθαλμοὺς τοῖς ἡμετέροις λόγοις καὶ διʼ ὅτι πλείστων ἐν ἡμέραις ὀλίγαις ἐρχόμενος τῇ περὶ τὴν ἀνάγνωσιν πτήσει, ὥστε τὴν μὲν ἀπεδίδου διφθέραν, τὴν δὲ ἐλάμβανε, καὶ πολλάκις μὲν τοῦτο, πολλάκις δὲ ἐκεῖνο. καὶ ἴσως μὲν ὁ πόνος οὐ περί τι γενναῖον, ἐκίνει δὲ ὅμως τὴν νεότητα τῷ καὶ περὶ τοιαῦτα πονεῖν καὶ ταῦτα μετά τε ἀρχὴν καὶ ζώνας καὶ κήρυκας καὶ τοσούτων ἐθνῶν ἐπιμελείας. ἐπεγείρας δὲ πρὸς ἀρετὴν ἰδιώτας καὶ ὅσα χρῆν ἄρχοντας ἀκοῦσαι διῆλθεν εἰδὼς μὲν οὐ λίαν ὀνήσων, προσήκειν δὲ αὑτῷ καὶ οὕτως εἰπεῖν ἡγούμενος. τιμὴν δέ, ᾗ τετίμηται παρὰ τῆς ἡμετέρας, εἰ σιωπήσαιμι, κακὸς ἂν εἰς αὐτὴν εἴην. κατεβόησαν ὅσοι ταύτην ἔχουσι πάντων θεῶν, ὅτι μὴ μετʼ ἀρχῆς ἡμῖν δεῦρο τὸν Κελσῖνον ἤγαγον μηδʼ ἔδοσαν ἀφʼ ὧν ἂν ἦμεν εὐδαίμονες. ὥρα δή σοι μεγαλαυχεῖσθαι τοιοῦτον ἁρπάσαντι κηδεστήν.

Στρατηγίῳ.

Εἰκὸς μέν τι πέπονθας καὶ τῷ μεγέθει Ῥώμης γοητευθεὶς καὶ νῦν ἡδόμενος τοῖς τῆς Ἑλλάδος καλοῖς· ἃ γὰρ οὐκ ἰδεῖν ζημία πολλή, ταῦθʼ ὁρᾶν κέρδος μέγα. ἀλλʼ αὐτοὶ καὶ παρʼ αὐτῶν τῶν Ἑλλήνων ἀκηκόαμεν τὴν ἐνεγκοῦσαν τίμιόν τι νομίζειν καὶ μηδὲ θάνατον φεύγειν τὸν ὑπὲρ τῆς πατρίδος. σὲ δὲ ὅπλα μὲν οὐδὲν ἂν δέοι λαβεῖν καὶ συμπεσόντα μάχεσθαι καὶ πάσχειν ὅ τι ἂν ὁ πόλεμος ἐθέλῃ, βουληθῆναι δὲ τοσοῦτον, ἰδεῖν τήν τε σαυτοῦ καὶ τοὺς σεαυτοῦ πολὺν δή τινα χρόνον ἐστερημένους τῶν παρὰ σοῦ. καὶ μήτοι νομίσῃς ὅτι προσθήσω καὶ ἐμαυτόν· πάλαι γὰρ αἰσθάνομαι καταπεφρονημένος. εἰ γὰρ μὴ τοῦτο τοιοῦτον ἦν, κἂν ἐπέστειλας. νῦν δὲ ἡ σιγή με διδάσκει τὸ μηδὲ μικρὸν εἶναι λόγον παρὰ σοὶ περὶ ἡμῶν, καὶ δή μοι δοκεῖς οὐδʼ ἐρήσεσθαι τὸν θαυμαστὸν Ἱλάριον, τί δρῶμεν ἢ πάσχομεν. ὁ δὲ καὶ πρὸς οὐ βουλόμενον ἀκούειν ἐρεῖ περὶ ἀμφοῖν ἡδέως μέν, ἡνίκα παρῆν, συνών, ἡδέως δὲ καὶ ἀπὼν ἐν μνήμῃ τῇ περὶ ἡμῶν διατρίβων.

Θαλασσίῳ.

Λέγε Καλλιοπίῳ μὴ κακῶς τὸ ἔαρ λέγειν ὡς ἄγον τῇ Ῥώμῃ τῶν ἡμετέρων νέων διὰ θαλάττης τινάς. οὐ γὰρ ἐγὼ τοῦθʼ ὅ φησι ποιῶ τὸ κακὸν οὐδʼ ὑβρίζω μὲν τὴν Ἑλλάδα φωνήν, κοσμῶ δὲ τὴν Ἰταλῶν, οὐδʼ ἂν εἴποι πατὴρ οὐδεὶς τοιοῦτον αὑτῷ τί με συμβεβουλευκέναι. ἀλλʼ ἔστι ταῦτα ἀνοίας ἐλπιζούσης ἃ μάλιστα βούλεται. νοῦς δὲ εἴ σφισιν ἐνῆν, ἐδέχοντʼ ἂν τὴν ἀπὸ τῶν πραγμάτων παραίνεσιν. ἡ δʼ ἐστὶν ἐξετάζειν τοὺς ἀποδοθέντας πολλαῖς πόλεσιν παρʼ ἐκείνης τοὺς οὐ πολλῷ τῶν βοσκημάτων διαφέροντας.

Πρόκλῳ.

Δομνῖνος ὁ Λαρισσαῖος ἀνὴρ ἀγαθὸς γενόμενος ἔν τε δίκαις καὶ ἀρχῇ πρὸ λειτουργίας τῆς παρʼ ὑμῖν ἀπῆλθε τὸν παῖδα τοῦτον ἡμῖν παραδούς, ὅπως δύναιτο λέγειν. ἔδει μὲν οὖν ζῶντα ἐκεῖνον ἢ λειτουργεῖν ἢ πείθειν ὑμᾶς ὡς οὐκ ἂν δύναιτο χρημάτων οὐκ ὄντων αὑτῷ· τετελευτηκότος δὲ Δομνίνου, τοῦ παιδὸς δὲ εἰς ἃ μὴ ἐκεῖνος ἑλκομένου, σαφὲς γὰρ δὴ τοῦτό γε, δεόμεθα πάντες οἱ Δομνίνου φίλοι δέξασθαι τὴν μεγάλην βουλὴν παρὰ τῆς σῆς διανοίας τῆς καὶ αὐτῆς μεγάλης λόγους τινὰς τῷ νέῳ βοηθοῦντας. πρέποι γὰρ ἂν τά γε τοιαῦτα σοὶ μὲν πείθειν, ἐκείνῃ δὲ πείθεσθαι.

Εὐσεβίῳ.

Ἡμεῖς ἐν τῷ δακρύειν ἔτι τὸν φίλον ἡμῶν Ὀλύμπιον. ἔδει δέ με κἀν τούτοις ὄντα μὴ περιιδεῖν ἀπολλύμενον νέον καὶ φίλου παῖδα καὶ ὁμιλητὴν ἐμόν. τοῦτον μὲν οὖν νῦν πρῶτον ὄψει· Δομνῖνον δὲ τὸν πατέρα αὐτοῦ πολλάκις, ἐμοὶ δοκεῖν, εἶδες καὶ οὐκ εἶδές γε μόνον, ἀλλὰ καὶ ἐπῄνεσας ὄντα ἄριστον, ὃ σὺ πανταχοῦ ποιεῖς. τῷ τοίνυν ἐκείνου παιδὶ καλὸν σὲ γενέσθαι βοηθὸν εἰπόντα τι τοιοῦτον πρὸς τὸν γενναῖον Πρόκλον, ὃ κωλύσει τῷδε διαφθαρῆναι τὸν οἶκον.

Ἀρχελάῳ.

Ἐν τοῖς περὶ σοῦ λόγοις διατριβόντων ἡμῶν, οἱ δὲ ἦσαν ἔπαινοι τῶν σῶν τρόπων, ἐπεισέρχεται γράμματα σὰ πεμφθέντα μὲν πρὸς Ἡράκλειον τὸν ἰατρόν, μνήμῃ δέ τινι καὶ ἐμὲ τιμῶντα. τοῦ τοίνυν Ἡρακλείου τὴν ἐπιστολὴν ἀναγνόντος ἔχαιρον μὲν αὐτός, συνέχαιρον δὲ ἡμῖν οἱ φίλοι τοιοῦτον κεκτημένοι σύμμαχον, ὃς μισῶν τε μέγιστα ἂν λυπήσαι καὶ φιλῶν μάλιστα ἂν ὀνήσαι· ἐπεὶ καὶ νῦν μοι δοκεῖς πολλοὺς εἰς τὸ λέγειν τι καλὸν περὶ ἡμῶν ἄγειν οὐ πάνυ τοῦτο πρόσθεν ποιοῦντας. ἐκεῖ μὲν οὖν ὄντα σε τοῦτο ποιεῖν βούλομαι· βούλομαι δέ σε καὶ τῶν παρʼ ἡμῖν ἐπιθυμῆσαι πάλιν, ὅπως ἡμᾶς εὐφραίνων οἷς ποιεῖς εὐφραίνοις καὶ ὁρώμενος. εἰ δὲ δὴ καὶ τὸ μετʼ ἀρχῆς προσγένοιτο δόντος τοῦ Διός, μεῖζον ἡμῖν τοῦτʼ ἀγαθὸν ἢ Ῥοδίοις ὁ καταβὰς ἐν ὑετοῖς ἐξ οὐρανοῦ χρυσός.

Πανηγυρίῳ.

Εὐδαίμων εἶναί μοι δοκεῖ Βοηθὸς οὑτοσὶ μεγάλην εἶναι ποιῶν τὴν τῶν Ἑλλήνων φωνὴν καὶ ταῦτα ἐν καιρῷ τῷ τὴν ἑτέραν ἀνθεῖν πεποιηκότι. τίνι δὴ τρόπῳ μεγάλην ἐκείνην καθίστησι; πολλοὺς ὑπερβὰς τῶν δύναμιν ἐχόντων γράμματα σοὶ παρʼ ἡμῶν ἐνεγκεῖν ἔφησεν ἐπιθυμεῖν· τὴν γὰρ οὖσαν αὑτῷ πρὸς σὲ φιλίαν οὕτως ἔσεσθαι μείζω. ὅστις δὲ ἐρᾷ τοῦ φιλεῖσθαι παρʼ ἀνδρὸς σοφιστοῦ, λόγων οὗτος ἐρᾷ· ὅστις δὲ ἐρᾷ λόγων, σεμνύνει δήπου τοῦτο, περὶ ὃ τοῦτο πέπονθε, καὶ δὴ καὶ ἥδιστʼ ἂν αὐτοῦ πάντας ἀνθρώπους ἐποίησεν ἐραστάς. τὸν οὖν αὔξοντα τοὺς λόγους ἡμῖν πῶς οὐκ εὐεργέτην τε νομιστέον καὶ πᾶν ὅ τι ἂν κελεύῃ ποιητέον; ἐγὼ μὲν οὖν, γράψαι γὰρ ἐκέλευεν, ἔγραψα ποιήσας ἄν τι καὶ τῶν κίνδυνον ἐχόντων, εἴ τι τοιοῦτον ἐκέλευε· δεῖ δὲ καὶ σὲ τὴν αὐτὴν ἔχειν γνώμην καὶ πᾶν ἡδὺ νομίζειν ὅτῳ τὸν ἐραστὴν εὐφρανεῖς. ταυτὶ δὲ σὺ μὲν ὁ πράξας οὐ γράψεις ὤν, οἷος εἶ, τὸν τρόπον· ὁ δὲ τιμηθεὶς οὐ σιγήσεται τιμῶν τὸ δίκαιον πανταχοῦ.

Πρισκίωνι.

Ἀκούσας ἐπιδεδωκέναι σοι τὰ περὶ τὸν θρόνον ἥσθην τοῖς τε ἤδη δεδομένοις τοῖς τε προσδοκωμένοις· εἰκὸς γὰρ ἔσεσθαί τι καὶ τῶν παρόντων λαμπρότερον χρόνου τε καὶ πόνου ταῦτα ἐχόντων ποιεῖν. ἀγγείλαντος δέ τινος οὐκ ἐν εἰρήνῃ διάγειν σέ τε καὶ ὃν ἐπῄνεις παρʼ ἡμῖν Πανηγύριον τὸν σοφιστὴν ἠχθέσθην ἐνθυμούμενος ὡς ἀνάγκη πολεμοῦντας καὶ τόξων ἅπτεσθαι καὶ βελῶν, οἷα δὴ βέλη τὰ σοφιστῶν. ἐκόμιζε δὲ οὐ ταῦτα ἡμῖν ὁ λόγος ἐκεῖνος, ἐν ᾧ σε καλῶς ἔλεγον βεβουλεῦσθαι τῷ παιδεύειν νέους δεδωκότα σεαυτόν. εἴτʼ οὖν ἀδικεῖς αὐτός, οὐ πάνυ μου μέμνησαι, εἴτε ἀμύνῃ, καὶ οὕτως ἐπιλέλησαι μου. παύσατε δὴ τὴν νῦν ταραχήν, καὶ γενέσθω τὸ μὴ πολεμεῖν τοῦ πολεμεῖν ἥδιον. Νικίας δὲ ὑμῖν ὁ γενναῖος ἔσται Βοηθός.

Σαπώρῃ.

Αἱ τοῦ θειοτάτου βασιλέως πρὸς σὲ καταλλαγαὶ σοὶ μὲν ἀποδεδώκασι τὴν οὐσίαν, ἅπαντας δὲ ἀνθρώπους εὔφραναν οὐχ ἧττον ἢ τὸν ἀπειληφότα τὴν οὐσίαν. ἀμοιβαὶ δὲ αὗταί σοι τῆς χρηστότητος, ᾗ χρώμενος ἐν τηλικαύτῃ δυνάμει πατὴρ ἐκλήθης πολλάκις δείξας ὡς ἔστι καὶ στρατιωτῶν ἡγούμενον μὴ χαλεπὸν εἶναι. ταυτὶ δὲ τὰ παρὰ τοῦ βασιλέως πέπρακται μὲν νῦν, ἑωρᾶτο δέ μοι πάλαι, καὶ πρὸς τοὺς ἑταίρους προὔλεγον ὡς ἃ γέγονε γενήσεται. μάντιν δὲ ἐποίει με τοῦ βασιλέως ὁ τρόπος ὁ βραδὺς μὲν εἰς δίκην, ταχὺς δὲ εἰς χάριν καὶ μέμψεις φιλανθρωπίᾳ λύων καὶ λύπας ἰώμενος. ὃ δὲ ἐγκαλεῖς, τὸ μηδὲ λόγον ὑπὲρ τῶν τοιούτων ἐλθεῖν αὐτῷ παρʼ ἡμῶν ἤ, εἰ μὴ λόγον, ἐπιστολήν, μεῖζον ἦν ἢ κατὰ τὰ δοθέντα μοι παρʼ αὐτοῦ, καὶ τὸ δόξαι θρασὺς εἶναι δεδιὼς ἐκωλυόμην ἢ τοῦτο ποιεῖν ἢ ʼκεῖνο. τουτὶ δὲ κἀπὶ τῶν ἐμαυτοῦ πραγμάτων ἐφυλαξάμην· πρὸς ἃ καὶ αὐτὰ κατηγοροῦντά μου ταὐτὸν ἂν ἀπεκρινάμην. καὶ μὴν τό γε σοὶ πέμψαι παραμυθίαν ἐν γράμμασιν εἶχεν ἂν τὸν ἐπιτιμῶντα· καὶ πλέον δʼ ἂν οἱ κακοήθεις ἐποίουν. ὑφʼ ὧν ἐγὼ πολλὰ πολλαχοῦ παθὼν οἶδα ὅσον ἐστὶ κακὸν ἄνθρωπος κακοήθης καὶ ὡς ἀπὸ συλλαβῆς ὅ γε τοιοῦτος ῥᾳδίως ἀνάψειεν ἂν πυράν. ἀμφοτέρων οὖν κηδόμενος, καὶ σοῦ καὶ ἐμοῦ, κάλλιον ἡγησάμην τὴν σιγὴν ὑπούσης τινὸς καὶ τοιαύτης ἐλπίδος σεαυτῷ διαλέξεσθαι καὶ τῆς λύπης ἀφαιρήσειν τοῖς παρὰ τῆς σῆς φρονήσεως φαρμάκοις, διʼ ἣν τὰς ἐν τοῖς ὅπλοις νίκας ἀναιρούμενος προσετίθεις ἕτερον ἀγαθὸν οὐκ ἔλαττον, τὴν πρὸς τὸ σεσωσμένον πρᾳότητα. οἶμαι μὲν οὖν σοι ταῦτα ἀρκέσειν· εἰ δʼ ἡδέως ἂν καὶ μακροτέρων ἀκούσαις, πρὸς ἥκοντά σε τοῦτο ἔσται.

Εὐσεβίῳ.

Καλῶς Ὀλύμπιον μὲν ἐθρήνησας, ἐμὲ δὲ ἐπῄνεσας· παντὸς γὰρ λόγου μακροῦ μεῖζον εἰς ἐγκώμιον τὸ δεῖσαι μὴ παράφρων τῇ λύπῃ γενοίμην. ἔδει μέντοι σε τὸν τοῦτον μὲν ἔχοντα τὸν φόβον, φόβον δὲ ἐμὸν μέγαν ἔργῳ μεγάλῳ λελυκότα μὴ καὶ λύπης αἴτιον εἶναί τινος· ἣν ἤνεγκέ μοι τὸ μὴ δυνηθῆναι βοηθῆσαι γυναικὶ δυστυχεῖ. καίτοι λέλυται μὲν ἡ δίκη τῇ βασιλέως χειρί, παρʼ ἡμῖν δʼ ἂν εἰκότως ὄντα τὰ γράμματα οὐκ ἔστιν. ὁ δὲ κεκωλυκὼς ὁ φίλος ἡμῖν Εὐσέβιος λαβών τε καὶ κατέχων καὶ περὶ ἑτέρων μὲν ἐπιστέλλων, τοῦτο δὲ παραλείπων. δίκη ταῦτα, ὡς ἔοικε, καὶ λόγων καὶ ἔργων τῶν ὑπὲρ Θεοφίλου μοι κατὰ σοῦ γεγενημένων. ἀκήκοα γάρ τι καὶ τοιοῦτον, ἐμήνυε δὲ αὐτὸς ὁ συκοφάντης. ἐγὼ δὲ οὐκ εἴ τις ἔπλασέ τι τοιοῦτο, θαυμάζω, ἀλλʼ ὅτι μὴ λίθους ἐπὶ τὸν εἰπόντα ἥρπασας.

Τατιανῷ.

Ὑπὲρ ὧν νυνὶ γράφω, πάλαι μὲν ἴσως ἐχρῆν, ὄκνος δέ τις διεκώλυε· τοῦ πράγματος δὲ κατεπείγοντος οὐκέτʼ ἔξεστιν, εἰ καὶ λίαν ἐθέλοιμι, μὴ λέγειν. καὶ γὰρ ἂν καὶ χαλεπήναις ὕστερον ἀκούσας, ὅτι μὴ πρότερον ἤκουσας. τί οὖν αἰτῶ καὶ τί βούλομαι λαβεῖν παρʼ ἀνδρὸς ἡδομένου τῷ καλὰς διδόναι χάριτας; παῖς ἐκ γυναικὸς ἀγαθῆς ἐγένετό μοι καὶ τοιαύτης ὡς τὸν ἐκείνης τρόπον μικρὸν ποιῆσαί με νομίσαι πλούτους μεγάλους πατέρων θυγατέρας ἐχόντων. γενόμενον δὲ τὸν παῖδα ῥήτορα γενέσθαι βουλόμενος, ἐπειδὴ τὸ δύνασθαι λέγειν εἶχεν, εἰς τοὺς συνδίκους ἐνέγραψα, καὶ χρυσὸν μὲν οὐ συνέλεξε πολύν, ἡ γλῶττα δὲ αὐτῷ πολλοὺς ἐπαίνους ἠνέγκατο καὶ τῶν πρὸς αὐτὸν μεμαχημένων αὐτὸ τοῦτο ποιούντων. γνοὺς δʼ ἅπαν τὸ πρᾶγμα τοῦτο ὁ παρὰ τοῦ Διὸς αὐτοῦ τὴν βασιλείαν λαβὼν βοηθεῖ βοήθειαν ἡμῖν πρέπουσαν τῇ αὑτοῦ φύσει. καὶ κρείττων τῶν κωλυόντων γενόμενος ἔδωκεν εἰς αὐτὸν διαβῆναι τὰ ὄντα μοι τὰ μικρά, καὶ διέβη. ἀντὶ μὲν οὖν ταύτης τῆς τιμῆς ἀεὶ τῆς βελτίονος τύχης ἀπολαύοι βασιλεύς· τῶν φίλων δὲ ἡμῖν τῶν μὲν αὐτὸν ἐπὶ τὴν βουλὴν ἀγόντων, τῶν δὲ ἐν ᾧπερ ἦν τηρούντων, καὶ δοκούντων ἄμεινον φρονεῖν τῶν δευτέρων εἴχετο μὲν τοῦ λέγειν, δείσας δὲ τά τε πλοῖα καὶ τὸν σῖτον καὶ τὴν θάλατταν τάς τε ἐν τῷ βουλεύειν πληγάς, ὃ μηδʼ ὑπὲρ λόγων ἐπεπόνθει πώποτε, μίαν εὑρίσκει καταφυγὴν ζώνην τε καὶ τὸ ἄρξαι. καὶ δακρύων ἅμα δεῖταί μου θαρρῆσαι πέμψαι πρὸς σὲ τὴν τοῦτο ποιήσουσαν ἐπιστολήν· πάντως δὲ αὑτὸν ἀγαπήσειν ἅπαν τὸ διδόμενον, ἅπαν γὰρ ἕξειν τὴν αὐτὴν ἀσφάλειαν, ὥσπερ αὖ καὶ χρόνον ἅπαντα, κἂν μὴν οὗτος ᾖ. ταυτὶ γὰρ ἔστιν ὁρᾶν ἐν πολλοῖς παραδείγμασι. λῦσον δὴ τὸν φόβον, ὦ γενναῖε, καὶ τῷ νέῳ καὶ τῷ γέροντι. καὶ γὰρ εἰ τεθνεῶτος ἤδη μου ταῦτα συμβήσεται τὰ δεινά, λόγος ἀνδρῶν σοφῶν εἶναι καὶ ὑπὸ γῆς τό τε χαίρειν καὶ τὸ λυπεῖσθαι.

Ἀβουργίῳ.

Καὶ διὰ ταύτης τῆς ἐπιστολῆς ἃ διὰ τῆς προτέρας αἰτοῦμεν. ᾐτοῦμεν δὲ διʼ ἐκείνης εὔνοιάν τε τὴν παρὰ σοῦ καὶ βοήθειαν καὶ τὸ δοῦναί τέ σε τὰ γράμματα παρεῖναί τε τοῖς ἀναγιγνωσκομένοις καὶ ποιεῖν ἰσχυρὰ τοῖς παρὰ σοῦ ῥήμασι. μέγα δʼ ἂν ἐν τοῖς τοιούτοις ἐνέγκαι τι καὶ νεῦμα. ἐνθυμοῦ δὲ ὅτι σοι φεύγειν οὐκ ἔνι τήνδε τὴν βοήθειαν διὰ τὴν ἀπὸ τῆς προτέρας ἀνάγκην. ὁ γὰρ ἐμῷ παιδὶ βεβοηθηκὼς Εὐσεβίῳ πῶς οὐκ ἂν καὶ Ἀρραβίῳ παιδί γε ὄντι καὶ αὐτῷ καὶ μᾶλλόν γε ἢ ʼκείνῳ; τὸ μὲν γὰρ τῶν λόγων καὶ παρὰ τῷδε, τὸ δὲ καὶ διʼ αἵματος οὐ παρʼ ἐκείνῳ.

Παύλῳ.

Πρὸς εἰδότας ἔγραψας ἃ γέγραφας. ἡμῖν τε γὰρ ἦν ἐπιμελὲς εἰδέναι τὰ σὰ τῶν τε ἀπαγγελούντων οὐδὲν ἠπορήσαμεν πολλῶν ὄντων τῶν τὰ τηλικαῦτα εἰδότων. μεγάλα γὰρ δὴ τὰ σὰ καὶ οὐκ ἂν ἠγνοεῖτο. συγχαίρω δέ σοι κρείττονι τοῦ καιροῦ γεγενημένῳ· παρὰ μὲν γὰρ ἡμῶν πολὺ τὸ πετόμενον, σοὶ δʼ οἱ γευσάμενοί σου μένοντες καὶ μένοιεν καὶ μήποτε πεισθεῖεν εἶναι τὰ χείρω βελτίονα. τῷ κάλλει δέ με τῆς ἐπιστολῆς εὐφράνας καὶ τῷ ποιῆσαί μοι τὸν υἱὸν ὁμώνυμον ἐλύπησας τῇ συκοφαντίᾳ μνημονεύσας ὀργῆς οὐκ οὔσης. οὔτε γὰρ δὴ σὺ περὶ ἡμᾶς ἐγένου κακὸς ἡμεῖς τε οὐκ ἂν πρὸς ἀγαθὸν ὠργιζόμεθα. τὸ δὲ μήτʼ ἐμὲ πρὸς σὲ πολλοῦ χρόνου γράψαι μήτʼ αὖ σὲ πρὸς ἐμὲ τῶν ἀσχολίαις κεκωλυμένων ἐστίν.

Σωπόλιδι.

Εὐδαίμονα χρὴ καὶ νομίζειν καὶ καλεῖν τὸν τοιαύτης μὲν ἑορτῆς μετεσχηκότα καὶ τεθεαμένον θεὸν τὸν αὑτοῦ νεὼν τὸν ἐν ἄστει κομιζόμενον μετὰ τὴν ἔξω τείχους διατριβὴν τὴν κατὰ νόμον. πῶς γὰρ οὐκ εὐδαίμων ἦν ὁρῶν αὐτόν τε τὸν θεὸν καὶ οἷς ἐτιμᾶτο; εὐδαίμων δὲ πάλιν διὰ πολλῶν τόπων ἐν ὀλίγαις ἡμέραις δραμὼν καὶ λέγειν ἔχων· εἶδον Ἄρειον πάγον, εἶδον Ἀκρόπολιν, εἶδον τὰς μετὰ πολλὴν ὀργὴν διηλλαγμένας θεὰς ἤδη τῶν αἰτιῶν ἀφειμένου τοῦ τῷ πατρὶ βεβοηθηκότος. εἶδον καὶ τὴν διʼ ἀγῶνος κτησαμένην τὴν πόλιν, τὴν Ἐρεχθέως τροφόν. ἐκεῖνον μὲν οὖν ὧν τεθέαται μακαρίζω, σὲ δὲ οὐ μόνον τοῦ καὶ τούτων καὶ πολλῶν ἑτέρων ἀπολαύειν καθʼ ἑκάστην ἡμέραν, ἀλλὰ καὶ τοῦ κάλλους τῆς ἐπιστολῆς, ἥν μοι δοκεῖς οὐκ ἄνευ τοῦ Διονύσου γράψαι· πρὸς τοσοῦτον ἥκει χαρίτων. ἠρόμην δὲ τὸν δόντα μοι τὴν ἐπιστολὴν περὶ τῶν τοῦ παιδὸς πληγῶν, καὶ μεγάλα ἀκούσας οὐκ ἠπίστησα, οὐδὲ γὰρ τοῖς ποιηταῖς θαυμάζουσι Νεοπτόλεμον. τὸν γὰρ ἐκ τοιούτων ἔδει δήπου καὶ τοιοῦτον εἶναι καὶ ταράττειν δύνασθαι φάλαγγας, ὥσπερ αὖ καὶ ὁ πατήρ, οἶμαι δὲ καὶ ὁ πάππος. φιλείτω τοίνυν με καὶ ὁ καλὸς Ἀψίνης. δίκαια γὰρ ἂν ποιοίη γέροντα φιλῶν καὶ συνευχόμενον αὐτῷ.

Σιβουρίῳ.

Οὕτως ἥσθην σου τοῖς γράμμασιν, ὥστε δοὺς αὐτὰ τῶν νεανίσκων τισὶν ἐκέλευσα διὰ πάσης φέροντας τῆς πόλεως δεικνύειν οἷς ἄξιον, ὅπως τε σὺ ἐπαινοῖο τιμῶν τὸ χρῆμα τῶν λόγων ἐγώ τε ζηλωτὸς εἴην ὑπὸ τοιούτων τιμώμενος. καὶ συνερρύησαν δὴ πολλοὶ παρʼ ἐμὲ τῆς ἀναγνώσεως τοῦτο πεποιηκυίας. ἦν ἂν οὖν ζηλωτότερος, εἰ παντὸς τοῦτο ἦν τοῦ παρελθόντος χρόνου· νῦν δʼ ἃ χρῆν ἐπὶ πολλοῖς ἥκειν γράμματα, πρῶτα ἀφῖκται, βουλοίμην δʼ ἂν αὐτὰ μὴ καὶ μόνα. τούτου δὲ σὺ κύριος, ὃς εἰκότως ἂν αὐτὸ ποιοίης τῆς τε φιλίας μοι τῆς σεαυτοῦ μεταδοὺς καὶ τὸν ἀδελφὸν εἰδὼς ταὐτὸ πεποιηκότα, τὸν βουληθέντα μέν μοι καλλίω ποιῆσαι τὴν τάξιν, πρᾴως δὲ ἐνηνοχότα καὶ τὸ διώσασθαί με. φρονῶν τοίνυν ἐπί τε τῇ ʼκείνου περὶ ἐμὲ γνώμῃ μέγα καὶ δὴ καὶ τῇ σῇ τὸν μὲν ἐν λειμῶσιν εὔχομαι τοῖς ἐκεῖ διατρίβειν, σὲ δʼ ἡμῖν εἰς μῆκός τε βίου προελθεῖν καὶ δεῦρο ἐλθεῖν. ποιήσεις γὰρ ἡμᾶς ταῖς συνουσίαις βελτίονας, οὓς ἡδίους ποιήσει φανεὶς ὁ δείξων τοῖς ὑπʼ αὐτὸν ἐσομένοις ἐν αὑτῷ τὸν πατέρα.

Ἱεροφάντῃ.

Πολλὰ ἀγαθὰ γένοιτο καὶ τῷ γεγραφότι καὶ τῷ κεκομικότι τὰ γράμματα. πάνυ γὰρ ἐλπίζω τὸν μετὰ ταῦτα χρόνον ἀμείνω τοῦ πρὸ αὐτοῦ ἔσεσθαι τῆς σῆς φωνῆς τε καὶ χειρὸς τὸν χειμῶνα λυούσης. χειμῶνα δὲ λέγω νῦν τὴν ἐκ πολλῶν συνειλεγμένην λύπην. τά τε γὰρ κατὰ τῶν ἀγαλμάτων τετολμημένα πληγὴ μεγάλη τό τε καταπεπατῆσθαι μὲν τῶν ἡμετέρων λόγων τὴν βασιλείαν, μεθεστάναι δὲ ἑτέρωσε τὸ κράτος πληγὴ καὶ αὐτὸ δευτέρα τις νοσήματά τε ἄλλο ἐν ἄλλῳ μέρει τοῦ σώματος οἰκοῦντά μοι χαλεπὰς μὲν ἐργάζεται τὰς νύκτας, ἀηδεστέρας δὲ τὰς ἡμέρας πολλοί τε τῶν εὖ παθόντων ὑφʼ ἡμῶν οὐ βούλονται τῶν εὖ παθόντων εἶναι. καὶ τοῦτο δʼ ἂν δάκοι καρδίαν· φίλοι τε ἡμῖν ἀδελφῶν τεθνᾶσι κρείττονες τῶν τʼ ἀρχόντων οὐκ ὀλίγοις τεθνηκέναι δοκοῦμεν, ὃ βοηθείας ἀποστερεῖ τοὺς δεομένους βοηθείας. ἀλλʼ οὐδὲ ἡμῖν αὐτοῖς ὑπάρχει βοηθεῖν τὰς μείζους βοηθείας, ἃς οἶσθα. ταῦτʼ οὖν καὶ πρὸς τούτοις ἕτερα λήξειν ἡγοῦμαι τῆς σῆς ἐλθούσης ἡμῖν ἐπιστολῆς. καὶ κατὰ τοῦτο οὖν εἰκότως ἂν πολλάκις ἡμῖν γράφοις, ὅπως ἧτται πολλαὶ γίγνοιντο τῶν χειρόνων. εἰ δὲ προσθείης τοῖς γράμμασι καὶ τὸ διαλέγεσθαί τι τοῖς θεοῖς ὑπὲρ ἡμῶν, λαμπροτέραν ἔσῃ πεποιημένος τὴν ἐπικουρίαν.

Κλήμεντι.

Γλῶττα ἀγαθὴ περὶ γλώττης ἀγαθῆς, Ἀσκληπιὸς περὶ Κλήμεντος ἀπήγγειλεν ἡμῖν ἐφʼ οἷς ἥσθημεν. ἀπήγγειλε δὲ ζῆν τέ σε ἐν τοῖς ἔμπροσθεν πόνοις τοῖς καλοῖς, καλοὶ γὰρ δήπουθεν οἱ περὶ φιλοσοφίαν, καὶ ποιεῖν οὐκ ὀλίγους εἰς τὰ σὰ βλέποντας δικαιοτέρους. ποιεῖς δὲ καὶ ἡμῖν τὰ περὶ τοὺς λόγους βελτίω τῷ παρὰ σαυτοῦ λόγῳ τῷ δίκαιόν τε ἀραμένῳ πόλεμον καὶ νενικηκότι· ὃν οὐκ ἀναγνόντες τὸ πρῶτον, εἶτα κατεθέμεθα δήσαντες, ἀλλʼ ἀεί τε ἡμῖν λέλυται καὶ ἀνέῳκται καὶ διὰ τῶν ὀφθαλμῶν εἰς τὴν ψυχὴν ἔρχεται. ἐγὼ δὲ ἐβουλόμην μὲν μηδὲν ἔχειν ἐγκαλεῖν, σὺ δʼ ἀναγκάζεις τοῦτο ποιεῖν στὰς ἐπὶ τῶν πρώτων ὧν ἔπεμψας, πέμψας ἂν εἰκότως πολλοὺς τοὺς ἐφʼ ἑκάστου λόγους· πολλοὺς γὰρ δήπου καὶ ἐργάζῃ καί σοι συνεχὴς οὗτος ὁ τόκος κρατούντων ἀεὶ τῶν δευτέρων. πῶς οὖν ἡμῖν ὁ Ἀριστείδης Ἀσκληπιὸς οὐχὶ καὶ τούτων ἐκόμιζε μέλλων γε δώρων τὰ μέγιστα κομιεῖν; ἔστι μὲν γὰρ καὶ αὐτὸς δῶρον ἡδυεπής τις ὢν οὐχ ἧττον ἢ ὁ Νέστωρ, μᾶλλον δʼ ἂν ἀμφοτέροις εὔφρανε. βουλοίμην δʼ ἂν αὐτὸν διὰ τῶν ἀγρῶν ἐλθόντα ταῖς φροντίσι τὰ ἀρχῇ προσήκοντα φροντίσαι καὶ περὶ τῶν Σύρων. καί σου γράμματα περὶ αὐτοῦ τούτου πεμπέσθω πρὸς τὸν ἄριστον Εὐτυχιανὸν λέγοντά τι καὶ περὶ τῶν ἐμῶν πρὸς σὲ περὶ τῆς ἀρχῆς γραμμάτων.

Ἀπολιναρίῳ καὶ Γεμέλλῳ.

Φιλίππῳ τούτῳ δεῖ τῆς παρὰ τοῦ ἀδελφοῦ τοῦ ὑμετέρου βοηθείας. πιστεύει γὰρ οὕτως ἂν ἰσχυρότερα αὑτῷ γενέσθαι τὰ δίκαια, καὶ πιστεύει γε καλῶς. κτησάσθω τοίνυν τὴν βοήθειαν διʼ ὑμετέρας ἐπιστολῆς, ὑπὲρ ἧς ἐμοί τε καὶ ὑμῖν εἴσεται χάριν, τοῦ πεῖσαι μὲν ἐμοί, τοῦ πεισθῆναι δὲ ὑμῖν.

Πρόκλῳ.

Φιλίππου συγγενὴς οὗτός ἐστι Φίλιππος, Φιλίππου τοῦ πολλαῖς τε καὶ καλαῖς πράξεσιν ἄνευ ὀργῆς ἐπιτεθεικότος τέλη. πολλοῖς δὲ οὗτος ὡμιληκὼς σοφισταῖς καὶ παρʼ ἑκάστου λαβὼν ὃ παρʼ ἑκάστου λαβεῖν ἔδει, φυγὼν τοὺς ἐν τῷ συνδικεῖν πόνους ἧκεν ἐπί τινα ζώνην. τὴν πενίαν δὲ οὐδʼ οὕτω λύσας ἔρχεται παρʼ ὑμᾶς σωθήσεσθαι τῇ σῇ δικαιοσύνῃ πεπεισμένος. ἀκούων δὲ ἥδεσθαί σε ταῖς ἡμετέραις ἐπιστολαῖς ταῖς οὐ καλαῖς μέν, σοὶ δὲ δοκούσαις ᾔτησέ τε καὶ αἰτήσας ἔλαβε, καὶ διὰ τὴν σὴν φιλίαν καὶ δύναμιν εὐεργέτης ἀνθρώπων ἐγώ.

Δομετίῳ.

Ὑπὲρ Τυρίων ἐπιστολαὶ πρὸς ἐμὲ μὲν ἦλθον ἀπὸ Φοινίκης δύο, πρὸς ἄλλον δέ τινα τέτταρες. τῶν οὖν ἑταίρων τινὲς ὕβριν ἐκάλουν τὸ πρᾶγμα λέγοντες· οὐκ ἴσον δύο καὶ τέτταρες. εἶπον δὴ πρὸς αὐτοὺς ὅτι μὴ χρὴ θαυμάζειν εἰ μὴ καὶ πρὸς ἐμὲ τέτταρες, ἀλλὰ μᾶλλον, ὅτι καὶ δύο. πρὸς γὰρ δὴ τὸν οὕτως ἀσθενῆ μάταιον πέμπειν ὑπὲρ τοιούτων ἐπιστολάς· παρʼ ᾧ δὲ τὸ δύνασθαι, τοῦτον ἔδει μὴ τέτταρας μόνον, ἀλλὰ καὶ πολλάκις εἰληφέναι τοσαύτας.

Ἡρακλειανῷ.

Οὗτός ἐστι Δίφιλος ὁ Δαναοῦ τὸ τοῦ πατρὸς ποιῶν, διδάσκων ὥσπερ ἐκεῖνος, καὶ ἦν μέν μοι καὶ βελτίω τοῦ πατρὸς αὐτὸν εἰπεῖν, ἀρκεῖ δὲ μὴ χείρω. τοὺς παλαιοὺς δὲ ποιητὰς εἰς τὰς τῶν νέων ψυχὰς εἰσάγων καὶ αὐτός ἐστι ποιητὴς ἀγαθός, ὡς παρέχειν πρὸς αὐτὸν τοῖς ἀκούουσι λέγειν ἃ πρὸς τὸν Δημόδοκον ἔφη τις παρʼ Ὁμήρῳ. Δίφιλος δὲ τῶν μὲν εἰς τὴν οἰκίαν σου πολλάκις ἐστὶν ἐλθόντων, τῶν δὲ οὐδʼ ἅπαξ ἰδεῖν σε δυνηθέντων. χώριζε τοίνυν τά τε τῆς γνώμης τά τε τῆς τύχης καὶ οὐ φήσεις ἐρρᾳθυμηκέναι τὸν ἄνδρα οὐδὲ τῶν αὑτῷ συμφερόντων γεγενῆσθαι προδότην. ἐχέτω τοίνυν καὶ οὐκ ἰδών σε πρότερον, ἅπερ ἄν, εἰ καὶ πολλάκις ἦν ὡμιληκώς. τιμήσεις δὲ Δίφιλον οὐκ ἀμισθὶ μέλλων γε αὐτὸν ἕξειν ᾄδοντα τὴν σὴν ἀρχήν. ἧς δὴ τὸ κάλλος ὁρᾷ. ταῖς δὲ τοιαύταις ἀρχαῖς δεῖ δήπου καὶ στομάτων καλῶν, ὑφʼ ὧν ἀθάνατος ἡ μνήμη γίγνεται τοῖς πράγμασιν. ἴσθι δὲ ἐν τοῖς περὶ τοῦτον καὶ Παλαιστίνην εὐφρανῶν, ἐν ᾗ ποιεῖται τὰς συνουσίας, κἀκείνους οἷς ἐφέστηκας, ἐν οἷς ἔφυ· οὓς εἴ τις ἔροιτο, τίνι μεγίστῳ φιλοτιμοῦνται, Δαναὸν ἐροῦσι καὶ Δίφιλον.

Πρόκλῳ.

Ἕπεσθαι τοῖς πατράσιν ἀξιῶν Ἀργύριος ὁ πολιτευόμενος ἐπὶ ταῖς καλαῖς λειτουργίαις διά τε θηρίων καὶ τῶν πρὸς ταῦτα μαχομένων ἀνθρώπων εὐφραίνει τὴν πόλιν ἡμῖν. καλὸν δὲ αὐτῷ τοῦτο γενέσθαι παρʼ ὑμῶν, ὃ καὶ τῷ πατρὶ τῷ τοῦδε παρὰ τοῦ τότε ἐν ᾧπερ νῦν ὁ σὸς κάθηται καθημένου. τουτὶ δὲ ἦν πόροι καὶ χρήματα, μέρος τῆς δαπάνης οὐ μικρὸν συνδιαφέρον τὸν περὶ ταῦτα πόνον, ἐπικουρία τις τοῖς ἔνδοθεν ῥέουσιν ἀπὸ τοῦ προστεθέντος, ἡδονὴ δὲ οὐ μείζων τοῖς λαμβάνουσιν ἢ τοῖς διδοῦσιν. οὕτως ἐν τῷ τὰ τοιαῦτα βοηθεῖν κερδαίνειν ἐνόμιζον. ἀπαιτοῦμεν δὴ διὰ σοῦ τὸν εὐδαίμονα Τατιανόν, —πῶς γὰρ οὐκ εὐδαίμων τοιοῦτος μὲν αὐτὸς ὤν, διὰ τοιούτου δὲ παιδὸς τοιαῦτα δεικνύς; —ἀπαιτοῦμεν οὖν ἴσα, μᾶλλον δὲ καὶ μείζω παρὰ πολὺ κρείττονος, ἐπεὶ καὶ οὐκ ὄντων παραδειγμάτων αὐτὸς ἂν τοῦτον ἡμῖν εἰκότως ἐτίθει τὸν νόμον.

Φωτίῳ.

Πάλιν σοι χαρίζομαι· μέλλω γὰρ αἰτεῖν τι πάλιν, καὶ σὺ δήπου δώσεις. ἀκριβῶς οἶδα τοῦτο ἐγώ. φέρει δέ σοι ταῦτα ἡδονὴν ἀμφότερα, διόπερ ἐν εὐχῇ σοι πολλοὺς εἶναι τοὺς διʼ ἐμοῦ σου δεομένους, ὅπως ἂν εἴην πολλὰ εὖ πεπονθὼς ὑπὸ σοῦ. ἴθι τοίνυν, μιμοῦ τὰ σαυτοῦ καὶ ῥήμασιν οὐ πολλοῖς Ἀργυρίῳ τὴν ἐν χερσὶ λειτουργίαν τὴν πάνυ βαρεῖαν ποίει μὴ πάνυ βαρεῖαν. ὀφείλεις δὲ αὐτῷ χάριτας ἴσως μὲν καὶ ὑπὲρ σοῦ, πάντως μὴν ὑπὲρ ἐμοῦ τοῦ παρʼ αὐτοῦ πάντα δὴ τὸν χρόνον καὶ λόγοις καὶ ἔργοις τετιμημένου.

Ῥιχομήρει.

Ἐξετάζων ἐγὼ τὰ παρὰ τῶν θεῶν εἰς ἐμὲ χρηστὰ τοῦτο μέγιστον εὑρίσκω, τὴν σὴν φιλίαν, καὶ τιμῶ τὴν ἡμέραν ἐκείνην, ἣ τοῦτʼ ἐδέξατο, ὅτε πρῶτον ἰδόντες ἀλλήλους συνήσθημέν τε ἀλλήλοις καὶ ἐποιοῦμεν οἷα ἂν οἱ πολύν τε χρόνον ὡμιληκότες καὶ διὰ μακρᾶς συνηθείας ἥκοντες. καὶ ἐπειδὴ ἦν ἀνάγκη μένειν μὲν ἐμοί, πορεύεσθαι δὲ σοί, μετὰ δακρύων ταῦτα ἐπράττετο. σοὶ μὲν οὖν ἡ φήμη μικρὰ περὶ ἡμῶν ἐκόμιζεν, ὡς λέγομέν τε καὶ γράφομεν νέων τε ἐν μέσῳ καθήμεθα μανθάνειν τι τῶν ἡμετέρων ἢ πειθομένων ἢ ἀναγκαζομένων· τὰ σὰ δὲ λαμπρά τε καὶ σεμνὰ καὶ μεγάλα, στρατηγίαι τε καὶ μάχαι καὶ νῖκαι καὶ τὸ μὴ εἶναι τύραννον μηδὲ δοῦλον τὸν ἐλεύθερον θεόντων ἐφʼ ἅπαν τῶν καλῶν βασιλέως τε καὶ σοῦ καὶ τὰ μὲν σοφίᾳ, τὰ δὲ χερσὶν αἱρούντων. ταυτὶ μὲν οὖν λόγων τῶν μὲν τετύχηκε, τῶν δὲ τυγχάνει, τῶν δὲ τεύξεται. καὶ μισθὸς τοῖς κατωρθωκόσιν οὗτος ὥσπερ τοῖς μετʼ Ἀγαμέμνονος ἃ τοῖς ἔργοις προσέθηκεν Ὅμηρος. αἰτοῦμεν δὲ παρὰ τῶν θεῶν τε καὶ ὑμῶν ἐλθεῖν τε ὑμᾶς ὡς ἡμᾶς καὶ τὴν ἐπιθυμίαν ἡμῖν ἐμπλῆσαι καὶ καλλίω ποιῆσαι τὴν Δάφνην τῷ τοῦ βασιλέως κάλλει. καὶ γὰρ εἰ μὴ Ῥώμη γε ἡμεῖς, μήθʼ ἡ μήτηρ μήθʼ ἡ παῖς, ἀλλʼ οὐκ ἀναξία γε τῆς τοιαύτης δωρεᾶς χαίρουσα πόλις ἐν ταῖς τοῦ κρατοῦντος εὐπραξίαις καὶ τῷ μήπω τεθεᾶσθαι τὸν θεοειδῆ λυπουμένη.

Τῷ πατριάρχῃ.

Μέγαν μὲν ἡμῖν Φιλιππιανὸν καὶ ἡ ζώνη ποιεῖ, μέγαν δὲ καὶ ὁ τρόπος ἀρετῆς ἐπιθυμῶν, μέγαν δὲ καὶ ὁ δώσων ἀγαθὰ ταῖς ὑμετέραις πόλεσι Φιλιππιανὸν φιλῶν. γίγνεται δὲ καὶ τούτῳ μέγας, τῷ τῆς σῆς ἐρασθῆναι φιλίας καὶ ταύτην αὑτῷ βουληθῆναι γενέσθαι διʼ ἐμῆς ἐπιστολῆς. ἀπολαυσάτω τοίνυν τῶν παιδικῶν καὶ γεγράφθω φίλος καὶ οἷς ἐρεῖ περὶ τῶν ἐσομένων πρὸ τῶν ἔργων εὐφραινέτω. δύναμαι δέ σε καὶ αὐτὸς εὐφραίνειν τοῖς εἰρημένοις περὶ σοῦ πρὸς ἐμὲ παρὰ τοῦ τὸν πατέρα καλῶς δεικνύντος Σιβουρίου. τοὺς γὰρ ἐπαίνους οἷς ἐχρώμην κατὰ σοῦ πλείοσιν ἔστησε τοῖς παρʼ ἑαυτοῦ.

Τῷ αὐτῷ.

Οὐχ ἵνα κτήσηταί σου τὴν φιλίαν ὁ χρηστὸς Εὐθύμιος, ἔδωκα τὴν ἐπιστολήν, ἔχει γάρ, ἀλλʼ ἵνα γένηται μείζων ἐκείνη διὰ τὴν πρὸς ἐμὲ χάριν. οἶδα γὰρ ὡς ἐθελήσεις τούτῳ κοσμῆσαι τὴν ἐπιστολήν, ὥσπερ αὖ πολλὰς πρὸς τῇδε διʼ ἴσων. ὁ μὲν οὖν ἀνὴρ οἷός τε βοηθεῖν τοῖς χρῄζουσι συνδίκου καὶ λόγοις ἰσχύων καὶ νόμοις, κενὸν δὲ περιφέρων βαλάντιον βούλοιτʼ ἂν αὐτὸ μὴ κενὸν περιφέρειν. τούτου δὲ μετὰ τὴν Τύχην σύ τε καὶ ὁ ἄρχων κύριοι, καὶ μᾶλλόν γε σὺ ἢ ὅτου γε τὸ ἄρχειν ἐστίν.

Σιβουρίῳ.

Εἷς σὺ τῶν ὑπὸ τοῦ Διὸς ἀγαπωμένων. οὐκοῦν καὶ μιμεῖσθαι δίκαιος ἂν εἴης τὸν Δία. τῷ Διὶ δὲ νόμος ὅσα νεύσειεν ἐπιτελεῖν. οὐκοῦν καὶ σοὶ τῷ νόμῳ τούτῳ χρηστέον. καὶ ἐπειδήπερ ἔνευσας ἐν τοῖς λόγοις, οὓς περί τε τῆς ἀρετῆς Εὐθυμίου καὶ πενίας ἐποιούμεθα, πρόσθες τὸ ἔργον καὶ λύε τὴν πενίαν ἑπόμενος τῷ τὰ πάντα πεποιηκότι θεῷ.

Πρισκίωνι.

Οὔπω τὸν οἶνον ἐπῃνέσαμεν, οὔπω γὰρ αὐτοῦ πεπώκαμεν· οἶμαι δʼ ὡς ἐπαινεσόμεθα πιόντες· οὐ γὰρ ἂν σύ γε μὴ τοιοῦτον ἔπεμψας. ὃν πείθομαι μὲν σῶν ἀμπέλων ἔγγονον εἶναι, μεμνημένος δὲ ὧν ἡνίκα σε πέμπειν ἐκέλευον ἔφην οὐχ ἕτερος ἔσομαι. ὃν δὲ ἔφησθα κακὸν περὶ σὲ γεγονέναι καὶ ταῦτα πολλοὺς πολέμους ὑπὲρ αὐτοῦ πεπολεμηκότα, ἴσθι πονηρᾷ μὲν τύχῃ περὶ τὴν ὁδὸν χρησάμενον καὶ πολλὰ τοῦ σώματος τετρωμένον περί τε τῆς συμβάσης ὑμῖν ἔχθρας εἰπόντα οὐδέν, ἀλλʼ οὐδὲ ἀκούσαντα τῶν τε περὶ τὸ σχῆμα λόγων εἰς μῆκος προϊόντων καὶ σοῦ στήσαντος ἡμῖν ὅρους οὓς οἶσθα. νομίζω δὲ ἐν συνουσίαις ἄλλαις ἐθελῆσαι ἂν αὐτόν τι καὶ περὶ τούτων εἰπεῖν. ἀλλʼ ὁ μὲν ἴσως κατηγορήσει θεῶν, ὑπὲρ σοῦ δὲ ὁ χρόνος καὶ ἀπόντος φθέγξεται ὁ μηδὲν ἐν μηδενί σου φαῦλον μήτε μεῖζον μήτε ἔλαττον ἐνιδών.

Εὐσεβίῳ.

Ὧι μάλιστα πιστεύεις καὶ διʼ ὅτου σοι τὰ πολλὰ τῶν σῶν πέπρακται, περί τε τῆς σῆς ὀργῆς ἀπήγγειλε καὶ τῶν πεποιηκότων αὐτὴν ῥημάτων, αὐτὸς μὲν ὢν ὁ συκοφαντῶν, ἄλλον δέ τινα δοκεῖν βουλόμενος τοὔνομα τοῦ παρωξυγκότος οὐ λέγων. ἐγὼ οὖν κτῆμά τε μέγα τὴν σὴν ἡγούμενος φιλίαν καὶ δείσας περὶ τῷ κτήματι δικαίως ἂν ἐπαινοίμην παρὰ σοῦ. καὶ κατηγορούμην δʼ ἂν εἰκότως, εἰ μὴ ἐδεδοίκειν. εἶχε δέ, οἶμαι, λόγον ὁ φόβος τῆς ἀπάτης ἀεί τε οὔσης καὶ πολλαχοῦ μέγα δεδυνημένης. ὡμιληκὼς δὲ Ὁμήρῳ σὺ καὶ ὅθεν Εὐρυσθεὺς μὲν ἐπέταττεν, Ἡρακλῆς δὲ ἐπετάττετο, παρʼ αὐτοῦ μαθὼν μὴ μέμφου τὸ γενόμενόν μοι δέος μηδʼ ὑβρίσθαι νόμιζε πρὸς τὰ τοῦ Διὸς βλέπων. τοῦ σεσῶσθαι δὲ τὴν γυναῖκα τοσαύτην ἔχω σοι χάριν, ὅσην ἄν, εἰ αὐτὸς ἐν ἴσοις κακοῖς ἴσων ἀγαθῶν ἐτετυχήκειν.

Ἐλευσινίῳ.

Πατρὸς ἀγαθοῦ γεγονὼς οὑτοσὶ Γερόντιος τὸ τοῦ πατρὸς ποιῶν ἧκέ τε παρʼ ἐμὲ καὶ πόνοις οἷσπερ ἐκεῖνος ἐχρήσατο, λέγει δὲ οὔπω μὲν ὥσπερ ἐκεῖνος, ἥξει δὲ ἴσως εἰς τὴν αὐτὴν δύναμιν ἐν ἴσῳ χρόνῳ. τοῦ δʼ αὖθις αὐτὸν ἐν ταῖς αὐταῖς γενέσθαι διατριβαῖς σὺ κύριος καὶ παρὰ σοῦ μόνου τοῦτʼ ἂν αὐτῷ γένοιτο. σὺ γὰρ δὴ μόνος ἂν αὐτῷ τὰ τῶν πραγμάτων ἰάσαιο τραύματα, περὶ ὧν διʼ ἐπιστολῶν ἀκούσας, ἦλθον γὰρ ὀδυρμὸν ἔχουσαι, ῥίψας μετὰ δακρύων τὰ βιβλία δρόμῳ δέδωκεν ἑαυτὸν εἰπὼν ἡμῖν διὰ ταχέων ἐπανήξειν. ἐγὼ δὲ τοῦτʼ ἀληθὲς ἡγησάμην οὐκ εἰς τὴν τοῦ νέου δύναμιν ἰδών, ποία γὰρ ἢ πόθεν; ἀλλʼ εἰς τὴν σὴν φύσιν τε καὶ γνώμην, ὑφʼ ὧν ἡγῇ κερδαίνειν, εἴ τι βοηθήσαις εἰς κτῆσιν λόγων ἀνθρώπῳ πεπαιδευμένῳ.

Εὐτροπίῳ.

Ἔδει σε καὶ τοῦτο μαθεῖν, ὅτι με τῶν πάνυ φιλούντων ἐστὶν ὁ καλὸς κἀγαθὸς Λεόντιος καὶ οὐχ ἧττόν γε ἢ σύ. καὶ τοῦτο ποιεῖν οἴεται δεῖν, ἴσως μέν τι καὶ ἐν ἐμοὶ κατιδὼν ἐπιεικείας, μᾶλλον μέντοι διὰ τὸ πεπεῖσθαι σὲ ταύτῃ ποιήσειν ἡδίω. δέδεκται γὰρ ἅπαν τὸ οἰκούμενον τῆς γνώμης τὸν λόγον, ἣν ἔχων περὶ ἡμᾶς τυγχάνεις, καὶ οἷα μὲν ἐν συμποσίοις λέγεις, οἷα δὲ ἐν δικαστηρίοις τοῖς τε ἄλλοις καὶ ἐν ᾧ βασιλεὺς κινεῖ τὰς ὑπὲρ τῶν λόγων καὶ βουλὰς καὶ φροντίδας. ἑπόμενος δή σοι Λεόντιος τιμαῖς με τιμῶν διατελεῖ τοιαύταις οἵαις ἂν τὸν πατέρα καὶ τοσοῦτον ἰσχύει φαινόμενος ὥστε καὶ λύπας ἐγκαθημένας ἀπελαύνειν, ὁπόταν τοῦτο ποιῇ. ποιεῖ δέ μοι τὰς πρὸς αὐτὸν συνουσίας ἡδείας ἄλλα τε καὶ τὸ μηδὲν ἄλλο μήτʼ ἀκούειν ἐθέλειν μήτε λέγειν ἢ τοὺς περὶ τῶν σῶν ἐπαίνους τρόπων, ἐν οἷς δικαιοσύνη καὶ φρόνησις καὶ τὸ ὅ τι δόξειε χρῆναι ποιεῖν, πάντως εἰς τέλος ἄγειν. τούτων δὴ τῶν ἀγαθῶν καὶ τὸν ἄριστον Λεόντιον ἀπολαύσειν ἡγοῦμαι βοηθοῦντα μὲν ἀγαθῇ γυναικί, βοηθοῦντα δὲ παισὶν ἀνδρὸς πλεῖστα δὴ πολεμίους λελυπηκότος. οὗ ἴσως μὲν καὶ οἵδε ποτὲ γενήσονται, νῦν δέ γέ εἰσιν ἐν χερσί τε Μουσῶν καὶ λόγοις τοῦ πατρὸς αὐτοὺς βουληθέντος αὑτοῦ ποιῆσαι τούτῳ βελτίους. ἐπανερχέσθω τοίνυν ἡμῖν ὁ φίλος ἐπαινῶν τὴν ὁδόν.

Σευηρίνῳ.

Οὐ σὲ τῆς τύχης ἀπολελαυκέναι φημὶ μόνον, ἀλλὰ καὶ ἐμαυτὸν ἐν τοῖς σοῖς καὶ πρώτοις καὶ δευτέροις καὶ τρίτοις καὶ τοῖς ἐπʼ ἐκείνοις καὶ δὴ καὶ τῷδε τῷ νῦν. καὶ εἰ φαίην μάλιστα δὴ σὲ τὰς τροπὰς εἰργάσθαι λαμπρὰς τῶν τὰς ἡμετέρας συκοφαντούντων συνουσίας, ὀρθῶς ἂν εἴην εἰρηκώς· οὕτω πολύς τε ἐρρύης ἐν δικαστηρίοις κἀν τοῖς ἑξῆς σχήμασι τὸν πεπαιδευμένον ἔδειξας καὶ δεικνύεις. ἀμειβόμενος τοίνυν με ταῖς πολλαῖς καὶ καθημέραν μάχαις αἷς πρὸς τοὺς οὐ τὰ αὐτά σοι περὶ ἡμῶν φρονοῦντας μάχῃ, κἀν τῷ τοῖς φίλοις ἡμῶν συμπράττειν ἀμείβου τὰ παρʼ ἡμῶν, ἃ ἑώρα μὲν ὁ Ἑρμῆς, ἑώρων δὲ αἱ Μοῦσαι. τουτὶ δὲ εἰ νομίζοις δίκαιον, δίκαιον δέ σε τοῦτο νομίζειν, περὶ τὸν θαυμάσιον Λεόντιον ἁπάσῃ προσηκόντως ἂν χρήσαιο προθυμίᾳ μήτε λόγου μηδενὸς μήτʼ ἔργου φειδόμενος, οὐδὲ γὰρ αὐτὸς ὑπὲρ ἡμῶν. ὃς ἀφῖκται μὲν ὡς ὑμᾶς ὑπὲρ δικαίων, ἕξει δὲ ἰσχυρότερα ταῦτα τῇ παρὰ σοῦ συμμαχίᾳ μέγα τι δυναμένῃ φέρειν καὶ βίῳ καὶ γλώττῃ. ὁ γὰρ ἀκούων τὸν μὲν αἰδούμενος, τῇ δὲ ἀγόμενος ταχὺς εἰς τὴν χάριν γίγνεται. καὶ τί ἄν τις λέγοι τοὺς ἄλλους; ἀλλʼ ὅτῳ παρὰ τοῦ θεοῦ τὸ σκῆπτρον καὶ ὃς ἐκείνου μιμητὴν αὑτὸν πεποίηκεν, οὗτος ταῦτα μαρτυρεῖ προσέχων τε τοῖς λεγομένοις καὶ οὐδὲν ἐκβάλλων οὐδʼ ὑποπτεύων.

Ἀνυσίῳ.

Τὰ πρὸς τὰ πρῶτά σου γράμματα παρʼ ἡμῶν ἀπεσταλμένα σοι γράμματα καὶ ἥκειν ἡγοῦμαί σοι καὶ ἀνεγνῶσθαι καὶ μέμψει χώραν οὐ δοῦναι· ἄλλος δʼ ἂν αὐτὰ καὶ ἐπαίνων ἔφησε τετυχηκέναι. πρὸς δὲ τὰ δεύτερά σου νῦν ἀποκρινόμεθα λέγοντες πάλιν ἃ πρότερον, ὅτι τῆς βεβοημένης τοῦ γενναίου Ῥουφίνου δικαιοσύνης καὶ αὐτοὶ πιστεύοντες ἀπολαύσειν εἰς ἄλλον μὲν οὐδένα βλέπομεν, εἰς σαυτὸν δὲ καταφεύγομεν. ὃ καὶ παρʼ Ὀλυμπίῳ νενικηκὸς ἐπιστάμεθα. ἐν γὰρ αὐτοῖς τοῖς περὶ τούτων λόγοις, ὁπότε τις αὐτὸν ἔροιτο, τί διανενόηται ποιεῖν, ἔλεγεν ἂν ὅτι πείθεσθαι σοὶ τῷ πλείστην δὴ πρόνοιαν τοῦ δικαίου πεποιημένῳ, καὶ προσετίθει πλῆθος παραδειγμάτων ἀφʼ ὧν ἔχειν ἔφασκε θαρρεῖν. ταῦτα δὴ καὶ ἡμῖν παρέχει θαρρεῖν. καὶ μὴ ἀναβαλώμεθα μηδʼ ὁ μέλλων αὐτὸ λύσειν μελλέτω. θαυμαστὸν δὲ οὐδὲν ἄνθρωπον ἐπείγεσθαι χρόνον οὕτω δὴ μακρὸν βεβιωκότα.

Σιβουρίῳ.

Ἔδει μὲν δικαίους περὶ δίκαιον δεσπότην τὸν σοφὸν Ἰάμβλιχον γενέσθαι τοὺς οἰκέτας· ἐπεὶ δὲ πονηρὸς εἷς δύʼ ἑτέρους αὑτῷ ποιήσας ὁμοίους, ὧν ἅτερος εἴληπται, κεχώρηκεν εἰς τόπον θαρρεῖν τοῖς κακοῖς παρέχοντα, σὸν ἔργον, ὦ ἄριστε, γενέσθω τῇ περὶ τοῦτο ὀργῇ χάριν καταθέσθαι τῷ τῶν Ἑλλήνων γένει. τοιοῦτος γὰρ ἁνὴρ ὡς κοινὰ τἀκείνου πάντων Ἑλλήνων εἶναι. καὶ νῦν σοῦ δεικνύντος ἐν τοῖς τετολμημένοις σαυτὸν ἅπας ὅτῳ μέτεστι παιδείας ἡσθήσεται· οἷς οὖν ἐχρήσατʼ ἂν ὁ πατήρ σου τὴν ἀρχὴν αὐτὸς ἔχων, τοιούτοις αὐτὸς φαίνου χρώμενος.

Τῷ αὐτῷ.

Οἶσθα τοὺς γενομένους ἡμῖν ὑπὲρ Ἰουλιανοῦ λόγους καὶ οἷα μὲν ἡμεῖς ᾐτήσαμεν, οἷα δὲ αὐτὸς ὑπέσχου. ταῦτʼ οὖν εἰ μὲν καὶ ἐπιτετέλεσται, γράψον ὡς ἔχει πέρας· εἰ δʼ οὔπω, γράψον ὅτι γε ἕξει πέρας, ὅπως ἡμᾶς εὐφραίνοις ἢ τοῖς εἰργασμένοις ἢ τοῖς ἐλπιζομένοις.

Πρισκίωνι.

Τοῖς ἐπὶ τοῖς λόγοις γιγνομένοις σοι κρότοις δὸς ἑτέροις ἐπαίνοις ἀφορμὴν τὸ διὰ πάντων συλλαβεῖν τοῖς ἥκουσιν ἐπὶ τοὺς κακῶς εἰς τὴν ὑμετέραν δραμόντας. καρπὸς δέ σοι καὶ ἕτερος πολὺ τοῦ προτέρου μείζων, οἱ θεοὶ τῇ σπουδῇ τῇδε τερπόμενοι πάντες καὶ πᾶσαι. πᾶσι γὰρ δὴ καὶ πάσαις πέπεισμαι μέλειν τῆς Ἰαμβλίχου ψυχῆς καὶ βούλεσθαι τοὺς περὶ αὐτὸν ἀδίκους ἐν τῷ διδόναι δίκην σφᾶς αὐτοὺς αἰτιᾶσθαι.

Φιλαγρίῳ.

Καὶ ἐπανῆλθεν ἡμῖν εὖ ποιῶν Ἀσκληπιός, ᾧ πεποίηκεν ἡμᾶς ἡδίους, καὶ τῷ μετὰ τῶν σῶν γραμμάτων πάλιν εὔφρανεν ἡμᾶς, καὶ τρίτῳ γε τοῖς λόγοις τοῖς περὶ τῶν ἀδελφῶν Ὀλυμπίου. γέγονε δὲ καὶ αὐτὸς ἡδίων τοῖς Ὀλυμπίου λόγοις, οὓς ἠγνόει μὲν οὐδὲ πρόσθεν, νῦν δʼ εὑρὼν καλλίους αὑτοῦ κάλλος τοῦτο νομίσας ἥσθη· πρὸς τοσοῦτον ἥκει τοῦ φιλεῖν εἰδέναι. ὁ μὲν οὖν νέος ἔδοξεν αὐτῷ τῶν ἡμετέρων ἔχειν· δεῖ δὲ καὶ ταύτῃ θαυμάζειν αὐτόν, ὅτι τούτων ἔχει πολλῶν ὄντων τῶν κωλυόντων ἔχειν.

Κλήμεντι.

Καὶ θαυμαζόμενος καὶ φιλούμενος ἦλθε, διʼ ὅσων ἦλθεν ἐθνῶν, ὁ ῥήτωρ Ἀσκληπιὸς οὐδὲν δεόμενος θεάτρων εἰς τὸ δεῖξαι, τίς ἐστιν ἐν ῥώμῃ λόγων, ἀλλʼ ἐν τοῖς ἀεὶ παροῦσιν ἀπὸ παντὸς τοῦ ῥέοντος δῆλον καθιστάς, ὧν εἴη παῖς. δοκεῖ μέντοι γενέσθαι τηλικοῦτος παρὰ σοῦ μᾶλλον ἢ ὧν ἂν εἴποι τις οὐδὲν τῆς ἀληθείας εἰδώς. σοὶ μὲν γὰρ ἁνὴρ ἤδη μᾶλλον μανθάνειν δυνάμενος συνδιέτριψε χρόνον πολύν, ἔργον δὲ σὸν ἀεί τι φθέγγεσθαι καλόν, ὃ καλλίω τὸν ἀκούσαντα ποιεῖ. καὶ νῦν ἐπειγόμενος καὶ μέλλειν οὐκ ἀξιῶν ἐρωτώμενος, ᾧ κατεπείγοιτο, τὰ ἄλλα εἴα πάντα, πατρίδα τε καὶ ἀγροὺς καὶ πόλιν καὶ οἶκον πατρῷον, σὲ δὲ ἔλεγε καὶ τὴν σὴν ψυχὴν καὶ τὴν σὴν φωνὴν καὶ ἃ τοῖς συνοῦσι δίδως, τὰ μὲν ἄνευ γραμμάτων, τὰ δὲ καὶ ἐν γράμμασι. τούτῳ μὲν οὖν, συνέσται γάρ, ἀμφοῖν ἔσται μετέχειν, ἡμῖν δὲ τοῖς ἀποῦσι γιγνέσθω τὸ δεύτερον ποιεῖν καὶ ἡμᾶς δυνάμενον βελτίους.

Τατιανῷ.

Ἔργα καταλιπὼν ἡμῖν ἀφορμὰς ἐπαίνων τῶν εἰς αὑτὸν ἔρχεται πάλιν ὡς ὑμᾶς Ἰνφάντιος ὁ καλὸς εἰπών τε ἃ χρὴ καὶ σιωπήσας ἃ δεῖ πράξας τε καὶ μὴ φρονήσεως ἐφʼ ἑκάτερον ἀγούσης, οἷα δὴ καὶ τοῦ πατρὸς αὐτοῦ τοῦ γενναίου Μοδέστου, ὃς ἄλλῳ μὲν ἐμέμψατο ἂν ἴσως, ἄλλῳ δὲ οὐκ ἂν ἔδωκεν ἑαυτόν· ὥστε πολὺ τοῦτʼ ἦν ἀκούειν παρʼ ἡμῖν ὡς λίαν ἐν ἑαυτῷ δεικνύει τὸν πατέρα. ὁ δὲ εὔχεται μὲν τἀκείνου καὶ μιμεῖσθαι καὶ δοκεῖν, εὔχεται δὲ καὶ τὰ σά, διʼ ἃ σὺ καὶ πρὶν εἰς τοῦτο ἥκειν δῆλος ἦσθα τοῖς νοῦν ἔχουσιν ἥξων τῶν πραγμάτων αὐτῶν εἰς ἐπικουρίαν τὴν αὑτῶν τὴν σὴν ἀρετὴν καλούντων. ἀλλὰ καὶ ὁπότε παρὰ τὸν Ἰνφάντιον ἔλθοιμεν, ἠρχόμεθα δὲ οὐκ ὀλίγοι θαυμάζοντές τε τὸν τρόπον καὶ χάριτας δικαίας αἰτήσοντες, ἡδέως μὲν εἰς τὰς εὐφημίας εἰσῄει τὰς περὶ σοῦ, ἡδέως δὲ ἐνδιατρίβων ἀηδῶς ἐξῄει τῷ τε πάνυ σε φιλεῖν ἐκτᾶτο φίλους· οὕτως ἡμῖν ἐγοήτευσας τοῖς ἀγαθοῖς οἷς δίδως ἅπασαν τὴν οἰκουμένην, καὶ ὅστις οὐ τοῦτο πέπονθεν, ἀσεβεῖ τε καὶ ἐλαύνεται. ἡμεῖς δὲ τῶν οὐκ ἀσεβούντων ἐσμέν, ἀλλʼ ἐχόντων τῷ φιλανθρωποτάτῳ βασιλεῖ χάριν, ὅτι διʼ αὑτοῦ τὰ τῶν ἀρχομένων συνέχων συνέχει καὶ διὰ σοῦ καὶ κοσμεῖσθε σύ τε οἷς ἐκεῖνος ἐψήφισται κἀκεῖνος αὐτός. ἡμεῖς δὲ αἰτοῦμεν παρὰ τῶν θεῶν πάνυ σοι τὸ γῆρας γενέσθαι μακρὸν μένοντος τοῦ δύνασθαι. τὸ δὲ καὶ μένειν σε ἐπὶ τῆς ἀρχῆς οὐκ αἰτοῦμεν, ἔχομεν γὰρ οὕτως ἐγνωκυίας τῆς ἱερᾶς κεφαλῆς τῆς πάντα ἡνιοχούσης. οὐ γὰρ ἔλαθεν ἡμᾶς εἰς οὐδένα ἕτερον βλέπων. χαίρω τοίνυν καὶ διὰ τοῦτο καὶ διότι μου χαίρεις τοῖς γράμμασι· μείζω μὲν γὰρ ἂν ἐκέρδαινον, εἰ γράμματα ἐλάμβανον. φέρει δέ μοι καὶ τοῦτο φιλοτιμίαν οὐ μικρὰν τὸ εἶναι πανταχοῦ τῆς οἰκουμένης λόγον εἶναί μου παρὰ σοὶ λόγον.

Πρισκίωνι.

Σοὶ μὲν ἐκ τοῦ μὴ δοῦναι τοὺς στατῆρας φίλος οὐ δοὺς ὁ λαβὼν ἐπὶ τῷ δοῦναι, ἐμοὶ δὲ ἐχθρὸς οὐ δεδωκὼς τῷ βουλομένῳ δεδόσθαι. ἀδικεῖς δὲ καὶ αὐτὸς τοῖς πεπραγμένοις ἡδόμενος λέγεις τε οὐκ ὢν εἶναί μοι φίλος πολεμῶν οἷς βούλομαι. ὁ μὲν οὖν ἔμπορος ἢ σοὶ δώσει τοὺς στατῆρας ἢ δίκην ἐμοί, ἐγὼ δὲ αὐτὸς μὲν οὐκ ἂν λάβοιμι περὶ σοῦ δόξαν οὐ καλήν, ἄλλος δʼ ἂν ἴσως φαίη φεύγοντά σε ταύτην τὴν λειτουργίαν καὶ τὰς ὑπὲρ τῶν κεραμίων φροντίδας ἐπιστολὴν ἐπεσταλκέναι λύσιν ἔχουσαν τῆς τοιαύτης φροντίδος. εἰ γὰρ σὺ μὲν οὐ λήψῃ τιμήν, ἐγὼ δὲ οὐκ ἄνευ τιμῆς τὸν οἶνον, πῶς οὐ τοῦτο γίγνεται; καίτοι τὸν οἶνον ἐπαινῶ πάνυ σφόδρα. ἀλλʼ οὐκ ἔσθʼ ὅπως μοι περιέσται τοῦ νόμου. ᾧ δεῖ καὶ σὲ φανῆναι πειθόμενον. ἀλλὰ κἀκείνοις ἡμᾶς ἠδίκεις ἰσχύσαι λέγων κατὰ σοῦ πρὸς τὸν ἄρχοντα διαβολὰς παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν. ἡμεῖς δὲ εἴ τι τοιοῦτον ᾐσθόμεθα, πάντως ἂν ἦν ἡμῖν στόμα· ἀλλʼ οὐκ ᾐσθόμεθα. τῶν πρὸς ἐκεῖνον δέ μοι συνουσιῶν, αἱ δʼ ἦσαν πέντε, τὸ πλέον ἦν ὁ σοφιστὴς Πρισκίων, ὥστʼ ἐκεῖνον χαίρειν, εἰ τὸν τοιοῦτον ἕξει πάρεδρον· εἰ δʼ ἕτερα εἰπὼν ἕτερα πεποίηκεν, οὐ τό γε ἡμέτερον αἴτιον.

Σιβουρίῳ.

Ὅτε σε τὸ πρῶτον εἶδον, ὡς ἥδιστά τε εἶδον καὶ στήσας τοὺς ὀφθαλμοὺς δύʼ ἡγούμην ὁρᾶν, σέ τε καὶ τὸν πατέρα τὸν σόν. γενομένων δὲ ἡμῖν πολλῶν ὑπὲρ τούτου λόγων καὶ χωρούντων ἐπὶ τὴν Παλαιστίνην καὶ οἵας ἄρξεις χώρας καὶ οἵων πόλεων καὶ ὡς θήσεις αὐτὰς ἀμείνους—καὶ ἦν ταῦτα καθʼ ἑκάστην ἡμέραν ἰόντων οὗ κατέλυες ἡμῶν—, ἐν οὖν τοῖς τοιούτοις λόγοις πολὺ τὸ Πρισκίωνος ἦν ὄνομα τοῦ μέν, οἷος ἐν τῷ συνδικεῖν γένοιτο, διηγουμένου, τοῦ δʼ, οἷος ἐν τῷ παιδεύειν ἐστί. μνήμη δέ τις καὶ περὶ τῶν τρόπων ἦν ὡς δικαίου τε ὄντος καὶ σώφρονος καὶ πρέποντος ἀγέλῃ νέων. ἐγὼ δὲ ἑπόμενον αὐτὸν ἔφασκον οἷς ἐργάσῃ μεγάλοις τε καὶ λαμπροῖς ἐσομένοις οὐκ ἀγανακτήσειν τῷ μὴ δύνασθαι λόγον ἴσον ἐρεῖν, οὐδὲ γὰρ ἄλλον ἂν οὐδένα· σὺ δὲ ταῦτα ἀκούων ἐτέρπου τε καὶ φιλήσειν ἔφασκες τὸν ἄνδρα καὶ ποιήσειν ἐντιμότερον. ἐλπίζοντος οὖν ἀκούσεσθαί μου περὶ τοῦ τῶν ἐπιδείξεων πλήθους ἧκον ἄγγελοι τῶν ἐναντίων, τὸν μὲν σιγᾶν, σὲ δὲ αὐτὸν οὐκ ἐθέλειν εἰδέναι. βουλοίμην ἂν οὖν μαθεῖν, εἰ ταῦτα εἰς ἀδικοῦντα, ὅπως ἀχθοίμην καθήμενος· εἰ δʼ ὁ μέν ἐστιν οἷος ἦν, σεσυκοφάντηται δέ, τὸν μὲν ἀξιῶ σε μισῆσαι τὸν συκοφάντην, τῷ δʼ ἀποδοῦναι χώραν ἣν ἄξιον.

Τατιανῷ.

Τὰ περὶ τῆς εἰς σὲ τιμῆς γράμματα ταυτησὶ τῆς δικαίας ἥξονθʼ ἡμῖν, ἥξει γάρ, ἔφθη τῆς τιμῆς ὁ λόγος, ὃς διʼ ὁπόσης εἰσέρχοιτο πόλεως, ἑορτὴν ποιῶν καθʼ ἑκάστην ἔρχεται. τὰς γὰρ οὔσας τε διὰ σὲ καὶ σωζομένας καὶ ηὐξημένας ἔδει δήπου καὶ πηδᾶν καὶ ᾄδειν καὶ χορεύειν καὶ οἷς ἂν ἦν ἀμείβεσθαι τὰς πολλάς τε καὶ μεγάλας καὶ λαμπρὰς εὐεργεσίας, ἀνθʼ ὧν οἱ τὰς πόλεις ἔχοντες θεοὶ ταυτὶ τὰ νῦν διὰ τοῦ θειοτάτου βασιλέως ἔδοσαν. ἡμεῖς δὲ οἱ περὶ τὰς Μούσας καὶ μᾶλλον ἑορτάζομεν μετά τε τῶν ἄλλων εὖ παθόντες ἀνθρώπων καὶ πλέον ἐκείνων τι λαβόντες εὐρυτέρας τῆς παιδεύσεως ὑπὸ σοῦ γεγενημένης ποιήσεως συναφθείσης τῇ παρʼ Ὁμήρου διʼ αὐτῶν τῶν Ὁμήρου. οὗτος δὲ ὁ πόνος ἠγαπᾶτο μὲν καὶ πρότερον καὶ ἦν ἐν χερσὶ διδασκάλων τε καὶ μαθητῶν τυγχάνων ὧνπερ Ἰλιὰς καὶ ἣν ἐπʼ ἐκείνῃ πεποίηκεν Ὅμηρος ἀκριβωθεὶς δὲ τῇ τρίτῃ χειρὶ καὶ τοῦ κάλλους γενομένου μείζονος μειζόνως ἤστραψεν ὁ πόνος, καὶ ἐφʼ ὅτιπερ ἂν τῆς ἀγέλης ἔλθῃς, εὑρήσεις Τατιανόν. ᾧ καὶ αὐτὸς γεγένημαι βελτίων χρησάμενος μὲν καὶ τοῖς πρώτοις, μᾶλλόν γε μὴν ἐνδιατρίβων τοῖς δευτέροις κινῶν τοῖς σοῖς ἐμαυτὸν εἰς τὰ ἐμαυτοῦ. ἐκεῖνα δὲ ἃ δεῖν ᾠήθης αὖθις εἶναι παρὰ σοί, θαυμαστὸν ὡς οὐκ ἔστι παρὰ σοὶ δεδομένα κομίζειν ᾧ καλῶς εἶχε δοῦναι· δέδοται γὰρ τῷ πάντα ἀρίστῳ Πρόκλῳ. καὶ τοῦτο ἴσασι Πάγραι, οὗ φέρων εἰς χεῖρας Ὀλύμπιος ἔθηκεν αὐτῷ τὴν διφθέραν. ἃ καὶ πρὸς τὸν χρηστὸν διῆλθον Παλλάδιον, ὃς ἔχων ἃ βούλοιτο πράττειν, ἃ τοῖς νόμοις ἀρέσκει μόνα πράττων διετέλεσεν.

Πρόκλῳ.

Χαίρων οἷς ἤκουσα τὴν ἐπιστολὴν ἔγραφον τὰ μὲν ὁρῶν, τὰ δὲ προσδοκῶν. ἐρωτώμενος δὲ ὑπὸ τῶν φίλων, εἴ μοι γράφοις καὶ εἴης ὁ πρότερος, ψεύδεσθαι μὲν οὐ καλῶς ἔχειν ἡγούμην καὶ λέγειν λαμβάνειν ἐπιστολάς, τὴν δʼ ἀλήθειαν τιμῶν ἐρυθριῶ τὰ παρʼ ἐκείνης λέγων. εἶθʼ οἱ μὲν ἀξιοῦσιν εἰδέναι τὴν αἰτίαν, ἐμοὶ δὲ οὐκ ἔνι τῷ γε ἀγνοοῦντι διδάσκειν. λῦσον τοίνυν ἡμῖν ταύτην τὴν ἀπορίαν εἰπὼν πρός τινα τῶν ἀπαγγεῖλαι δυναμένων, ὅ τι τοῦτο ἔστιν. ἢ γὰρ οὐδὲν ἀδικοῦντες δείξομεν οὐκ ὀφείλοντες δίκην ἢ τοῦτο οὐκ ἔχοντες ἡμᾶς αὐτοὺς ἀντʼ ἄλλων αἰτιασόμεθα. καὶ ταύτην τὴν ἐπιστολὴν οὐκ ἐμὴν μᾶλλον ἢ Παλλαδίου νομιστέον τοῦ καταναγκάσαντος, ἐπεὶ ἔμοιγε τὸ μιμεῖσθαι σὲ κάλλιον ἐφαίνετο.

Τατιανῷ.

Ἐπειδὴ μέγα μὲν ἀγαθὸν ἰατρὸς ἀγαθὸς πόλει, μέλει δέ σοι τῆς τῶν πόλεων εὐδαιμονίας καὶ συγχαίρεις ταῖς τοῦτο ἐχούσαις, ὥρα σοι συγχαίρειν ἡμῖν τοῖς σοῖς Ἀντιοχεῦσιν, οἷς ἐστιν ἰατρὸς Διονύσιος δεινὸς τρέψασθαι νοσήματα καὶ καταναγκάσαι φεύγειν ἀπὸ τῶν σωμάτων. νικήσας δὲ πολλῶν ἀρρωστημάτων ἀκμὴν πλείω πρὸς ἀκμὴν ἐκώλυσε προελθεῖν, τὰ δʼ οὐκ εἴασεν αὖθις ἐπιθέσθαι, τὰ δὲ καὶ διετήρησε σώματα καθαρὰ νοσημάτων τροφῇ τοῦτο δυνηθεὶς καὶ γυμνασίοις. καὶ οἱ μὲν αὑτοὺς Διονυσίῳ παραδόντες τοιούτων ἀπολελαύκασιν, οἱ δʼ ἀπάτῃ πρὸς ἄλλους ἀπενεχθέντες παθόντες ἔγνωσαν ἃ πρὶν ἢ παθεῖν ἔδει. καὶ μήν, οὗ γε μάλιστα ἰατρῷ δεῖ, σωφροσύνῃ τε διαφέρει καὶ τῷ κρατεῖν ἡδονῶν, ὡς μηδὲν ἂν γυναιξὶ πλέον γενέσθαι παρὰ πατέρων. καὶ τοιοῦτος μὲν ὢν τὴν τέχνην, τοιοῦτος δὲ τὸν τρόπον τῶν πενεστέρων ἐστίν, οὐ διὰ τὸ μὴ εἶναι τοὺς διδόντας, εἰσὶ γὰρ οἱ σεσωσμένοι, ἀλλὰ νῦν μὲν μικρῷ τινι τὴν χεῖρα ὑπέσχεν αἰδούμενος, νῦν δὲ τὸ πᾶν διεώσατο. καὶ ταῦτα ποιήσας οὐ μετέγνω οὐδὲ ἐνεκάλεσε τῷ δόγματι δόξαν ἀγαθὴν πενίας ὠνούμενος. ταῦτα δίκαιον ἦν ἐμὲ μὲν ὑπὲρ αὐτοῦ γράψαι, σὲ δὲ ἀναγνῶναι· τάχα γὰρ ἄν τι τούτοις καὶ ἀκολουθήσειεν.

Ἡρακλείῳ.

Παρὰ μὲν ἄλλοις πολλοῖς μείζους εἰσὶ τῶν ἔργων αἱ ὑποσχέσεις, σοῦ δὲ μικραὶ μὲν ἐκεῖναι, μεγάλα δὲ ταῦτα. τοιοῦτος ἡμῖν ἐπεδείχθης ἐν τοῖς περὶ τὸν γενναῖον Μάξιμον γράμμασι τοὺς ἐν ταῖς πόλεσι πρώτους εἰς ἐπιμέλειαν τῆς Μαξίμου μητρὸς παρακαλέσας. οἱ δὲ ἐπείθοντό τε καὶ ταὐτὰ φρονοῦντες ἐν τῷ τὴν βελτίστην εὖ ποιεῖν ἤριζον αὐτὸς ἕκαστος εἶναι βουλόμενος ὁ νικῶν. ὅτι δὲ ἀξία τούτων οὖσα τυγχάνειν ἡ γυνὴ τετύχηκεν, οἷς οὐκ ἐσιώπησεν ἔδειξεν. εὐθὺς γὰρ δὴ τοῦτο διʼ ἐπιστολῆς τὸν υἱὸν ἐδίδαξεν, ὁ δὲ πρὸς ἡμᾶς εἶπεν, ἡμεῖς δὲ σοὶ καὶ διὰ ταῦτʼ ἀγαθὰ παρὰ τῶν θεῶν ᾐτήσαμεν. ᾐτήσαμεν δὲ καὶ τοῖς ἔθνεσι παρὰ τῶν αὐτῶν πάντα σε τοῦτον ἐν ἀρχαῖς βιῶναι τὸν χρόνον· τουτὶ δὲ ἦν εὐδαιμονίαν αἰτῆσαι τοῖς ἔθνεσιν.

Κύρῳ.

Οὐκ αἰσχύνομαι τῶν βουλευόντων ἁπάντων κηδόμενος καὶ πάντας ἐμαυτοῦ πολίτας ἡγούμενος καὶ χαίρων τε ἐν ταῖς ἐκείνων τιμαῖς καὶ στένων ὑβριζομένων. εὑρίσκω δὲ τοῦτο καὶ τοῖς τιμῶσιν ἀγαθόν· εὑρίσκω γὰρ τοὺς τοιούτους ἄρχοντας εὐδοκιμοῦντας. εἶναι δὲ σὲ τούτων μᾶλλον ἢ ʼκείνων βουλόμενος τὸν ἀδελφὸν τὸν Ἀπολλωνίδου πληγὰς ἀκούων λαβεῖν ἐπλήγην τὴν ψυχὴν εὐνοίᾳ τε τῇ ἐκείνου καὶ σῇ. πῶς γὰρ οὐ δεινὸν Κῦρον τὸν ἐν παιδείᾳ γεγενημένον δοκεῖν βλάβην γεγονέναι ταῖς βουλαῖς παραινοῦντα ταῖς πληγαῖς ἄλλοσέ ποι βλέπειν καὶ ζητεῖν καταφυγὴν τὸ βουλεύειν φυγόντας; εἰ μὲν οὖν ἦν λῦσαι τὰ πεπραγμένα, τοῦθʼ ἡμᾶς ἔδει ποιεῖν· ἐπεὶ δὲ τοῦτο οὐκ ἔστιν, ἡμερώτερος ὁ λοιπὸς γιγνέσθω χρόνος καὶ παρέχωμεν ἀφορμὰς τῇ φήμῃ βελτίονας.

Ἡσυχίῳ.

Ἤιδειμεν ὅτι σοι δεήσει πόνων θεραπεύοντι πεπονηκυίας πόλεις, ἀλλʼ οὐδὲ ἐκεῖνό γε ἠγνοοῦμεν, ὡς ἡσθήσῃ τοῖς πόνοις μέλλουσι τοιοῦτον οἴσειν καρπόν. καὶ γὰρ ὁ πρὸ τῆς ζώνης σοι χρόνος, καὶ τοῦ θρόνου καὶ τοῦ ξίφους, ἀμφότερα εἶχε, καὶ πόνους καὶ δόξαν, καί σε πολλάκις εἴδομεν, ὥσπερ ἵππον ἐξ ἱπποδρόμου μετὰ πολὺν ἱδρῶτα ἀπιόντα οἴκαδε τοῖς μὲν οἰκίαν, τοῖς δὲ γῆν, τοῖς δὲ χρυσόν, πολλοῖς δὲ καὶ αὐτὰς τὰς ψυχὰς σεσωκότα. ὧν οὖν ἐν μελέτῃ γέγονας, οὐκ ἔμελλες ταῦτα δυσχερανεῖν. οὐδὲ γὰρ Ἡρακλῆς, ὃς ἥδιον ἔζη τῶν τρυφώντων κατʼ αὐτὸ τὸ μὴ τρυφᾶν. εὐφρανεῖ δὲ δήπου καὶ σὲ τὸ τοιούτων μὲν ἀπολαύειν Θηβαίους, τοιούτους δὲ ὡς ἡμᾶς ἰέναι περὶ σοῦ λόγους βεβαιοῦντας ἡμῖν τὰς προσδοκίας. ἐμοὶ δὲ μέγα μὲν ἂν ἦν εἰς τιμήν, εἰ καὶ μετὰ σιωπῆς ἐμέμνησό μου, πολλῷ δὲ μεῖζον τὸ νῦν, ὅτι καὶ ἐπιστέλλεις. καὶ οἱ μὲν νεώτεροι συγχαίρουσί μοι τῶν γραμμάτων, ἐγὼ δὲ ἐκείνοις ὁ γέρων τῆς ἐσομένης ἀρχῆς. ἐν γὰρ ἐλπίσιν εἰμὶ καὶ ταύτας τὰς πόλεις ὑπὸ τῇ σῇ ψυχῇ τὸν βασιλέα καταστήσειν.

Παρθενοπαίῳ.

Εἰς πατρὸς χεῖρας ἦλθεν ὁ λόγος ὃν ἔπεμψας, ἧκε δέ πως καὶ ὁ τοῦ σοῦ πατρὸς εἰς τὰς αὐτὰς χεῖρας, καὶ ἐκαλοῦμεν ἐπὶ τήνδε τὴν θοίνην οὓς ἐχρῆν· οὐκ ἐκαλοῦμεν δὲ οὓς ἀπεῖναι βέλτιον. ἀναγνωσθέντων τοίνυν τῶν λόγων ἔγνωσαν οἱ δικασταὶ τῶν τοῦ Ἀχιλλέως ἡττῆσθαι τὰ τοῦ Πηλέως. εὐδαίμων γε ὁ Πηλεὺς οὑτοσὶ τῆς ἥττης καὶ μᾶλλόν γε ἢ εἰ νενικήκει. καὶ ταυτὶ μὲν περὶ τῶν δώρων ἃ πεπόμφατε Τατιανῷ· Μαξέντιος δὲ μετὰ τοῦ δύνασθαι λέγειν καὶ τύχην ἔχειν φαίνεται τὴν ὑμετέραν οἰκίαν, ἣ ῥᾳδίως ἂν αὐτῷ πολλοὺς ποιήσαι συμμάχους πολλοὺς ἔχουσα φίλους.

Τοῖς φίλοις.

Καλῶς ποιεῖτε μετὰ τῶν ἄλλων ἀγαθῶν καὶ λόγοις ἐκλάμπειν τὴν καλὴν βουλόμενοι Τύρον τῶν μὲν αὐτοὺς ἐν αὐτῇ διδόντων, τῶν δὲ κτωμένων. τούτου δʼ ἂν τυγχάνοιτε πρὸς ἅπαντας εὐνοίᾳ χρώμενοι τοὺς ἐπὶ τῷ διδάσκειν, ἀλλὰ μὴ τοῖς μὲν συναγωνιζόμενοι, τοὺς δὲ ἀπωθοῦντες. αἰσχρὸν γὰρ ὑμῖν, εἴ τις παρʼ ὑμῖν βιασθεὶς ἄλλοσε ἐλθὼν εὖ πράξειε. Μαξέντιον δὲ ἐρασθέντα τῆς ὑμετέρας δίκαιον μὴ καταμέμψασθαι τοῦ ἔρωτος. εἰ μὲν γὰρ οὐκ ἦν ὅ φησιν, ἐκεῖνος ἦν ἂν ἐν αἰτίᾳ· νῦν δέ, οἶδα γὰρ τὸν ῥήτορα—τὸ δʼ ἐπὶ τούτῳ σιωπᾶσθαι βέλτιον. ταυτί μοι πρὸς ἅπαντας εἴρηται τοὺς ἐπιτηδείους, οὓς ἐπὶ τῶν ἔργων ἐλπίζω φίλους ὡς ἀληθῶς εὑρήσειν.

Σκυλακίῳ.

Καὶ ὁ κελεύων καλῶς ἐκέλευσε καὶ ὁ πεισθεὶς καλῶς ἐπείσθη. Σκυλάκιος δὲ τὸ πρὸς ἡμᾶς ἐπιστέλλειν δεδοικὼς σκοπείτω μὴ κακῶς λέγῃ τὰς ἡμετέρας διατριβάς, εἰ τῶν εὐδοκιμούντων ἐν αὐταῖς ποτε ὢν διὰ τῶν μεγίστων ἐλθὼν νῦν ἐπιστέλλων τρέμει μὴ κακὸς ἐνταῦθα εἶναι δόξῃ. καὶ γὰρ ἂν καὶ μάταιον δεικνύοις τοῖς γράμμασι τοῦτό τε αὐτὸ καλῶς ποιῶν καὶ ὅστις εἴης ἐν τοῖς δικαίοις δεικνύων τοῖς γράμμασι. δοκεῖς δέ μοι καὶ σὺ καὶ πάντες δὲ οἱ τῆς νῦν ἀρχῆς ἀπολαύοντες διὰ μὲν τὸ εἶναι βέλτιστοι τοῖς θεοῖς ἀρέσκειν, διὰ δὲ τὸ τοῖς θεοῖς ἀρέσκειν τῆσδε τῆς ἀρχῆς ἀπολαύειν. δεῖ δὴ τὰς πόλεις πάντα ὀξέως ὑπηρετεῖν καὶ συμπράττειν εἰς δόξαν τῷ γενναίῳ Σευηριανῷ μακρὸν ποιούσας τῆς ἀρχῆς τὸν χρόνον τῷ μεγέθει τῆς δόξης.

Σευηριανῷ.

Ἃ δὲ νῦν γέγονε παρὰ σοῦ, τοῖς ἑταίροις ἔλεγον ὅτι γενήσεται· τὸν γὰρ δὴ δικαιότατον Σευηριανὸν καὶ πάντα ἄκρον οὔτʼ ἀμνημονήσειν τῶν εἰρημένων παρʼ ἡμῶν οὔτε μεμνημένον ἀμελήσειν. ἀεὶ δέ με σὺ πεποιηκὼς τοῖς παρὰ σαυτοῦ μέγαν ἔν τε οἷς ἐπῄνεις πατέρας δεῦρο πέμποντας τοὺς ἑαυτῶν ἔν τε οἷς οὐ πέμποντας ἐμέμφου τοῖς τε ἐν ταῖς ἐπιδείξεσι δρωμένοις ὅσα τε τούτοις ἀπελθὼν προσετίθεις ἴσθι μείζοσί με τοῖς νῦν ηὐξηκὼς τοῖς περὶ τοὺς παρʼ ἐμὲ πεφοιτηκότας πεπραγμένοις. ἃ αὐτοί τε μεμηνύκασιν ἐν ἐπιστολαῖς καὶ πρὸ ἐκείνων δὲ οὐκ ὀλίγοι. παρʼ ὧν δὴ καὶ τἄλλα μανθάνειν ἡμῖν ὑπῆρχε, τὰ πρῶτα, τὰ δεύτερα, τἀπὶ τούτοις, διʼ ὧν τὰς πόλεις κειμένας ἀνέστησας ὁρῶν τε ὀξέως ἃ προσήκει γενέσθαι καὶ τὸ εὑρημένον εὐθὺς ἐπʼ ἔργον ἄγων. εἷς δέ σε τῶν ταῦτα ἀγγελλόντων καὶ ἀηδόνα προσεῖπεν· οὕτως ὑπὸ τῆς σῆς φωνῆς τῆς ἀκριβῶς Ἑλλάδος θέλγεσθαι καὶ βουλὰς καὶ δήμους καὶ πᾶν τὸ ἀρχόμενον. ἐγὼ δὲ καὶ διδάσκαλον τῶν συνηγόρων καλῶ πλέον τι διδόντα νῦν ἢ ὅσον ἡμεῖς πάλαι. τὸν οὖν δόξης μὲν ἐπιθυμοῦντα, χρήματα δὲ οὐ θαυμάζοντα, τὸ δίκαιον δὲ οὔθʼ ἑκόντα οὔτʼ ἄκοντα διαφθείροντα πῶς οὐ μακαρίους τε ποιήσειν τοὺς ὑπηκόους ἀνάγκη καὶ τῶν φίλων τοὺς ἀπόντας ἡδίους ἀπὸ τοῦ τῆς φήμης στόματος;

Σευηρίνῳ.

Πρισκίωνι χάριν οἶδα καὶ τῶν προτέρων καὶ τῶν δευτέρων. ἦν δὲ τὰ πρότερα μὲν ἀγῶνες ἐν δικαστηρίοις, τὰ δεύτερα δὲ ἐν θεάτροις ἀγῶνες, καὶ τὰ μὲν συνηγόρου, τὰ δὲ σοφιστοῦ. μέγας δὲ ὢν ἐν ἀμφοτέροις ἀπὸ τῶν αὐτῶν καὶ τἀμὰ μείζω καὶ ἐποίει καὶ ποιεῖ. κοινωνὸν τοίνυν ἔχω τῶν περὶ τοὺς νέους πόνων κατὰ τὸν περὶ ταῦτα νόμον ὄντα διδασκαλιῶν κοινῶν ὄνομα τῷ κοινωνῷ. τούτῳ φίλος χρηστὸς ἀνὴρ καὶ πλέον οὐδὲν ὧν ἔξεστιν ἀξιῶν ἔχειν αἰτεῖ δὴ τὸν σοφιστὴν οὗτος ὁ χρηστὸς ἐπιστολὰς δύο, τὴν μὲν Πρισκίωνος πρὸς ἐμέ, τὴν δὲ ἐμὴν πρὸς σέ. καὶ τὴν μὲν ἔχω, τὴν δὲ δίδωμι δεομένην σου τοῦ φίλου τὸν ἀδελφὸν ὄντα σὸν στρατιώτην ποιῆσαι μακάριον. ῥᾴδιον δέ· καὶ γὰρ ἀπὸ βλέμματος τοῦτο γένοιτο ἄν. οὗτος μὲν οὖν ἔσται μακάριος· ἡμεῖς δὲ ἀκούοντες αὐτίκα σε ἥξειν πολλοὺς ἤδη μῆνας, λαβεῖν δὲ οὐ δυνηθέντες ὀδυνώμεθα. οἶμαι δὲ καὶ σὲ καὶ τοῖς περὶ τὸν παῖδα τὸν ἡμέτερον ὀδυνᾶσθαι καὶ τοῖς γε περὶ ἐμέ. καὶ γὰρ ἐπʼ ἐμέ τι τῶν λοιδοριῶν ἐλθεῖν ἀκούω. ἅ, εἰ μὲν ἦσθα κύριος, ἐκώλυες ἄν· οὐκ ὢν δέ, ὃ λοιπὸν ἦν ἐποίεις, ἠθύμεις. δέομαι δή σου, πατὴρ ὑπὲρ υἱέος, ἀποπέμψαι τὸν Ἀρράβιον ἡμῖν τὸν οὐδʼ ἂν ἐλθόντα ἐκεῖσε, εἴπερ ἐπείθετό μοι. πείθειν δὲ καὶ τοὺς τῇ γλώττῃ κατʼ ἐμοῦ χρωμένους χρῆσθαι καὶ μᾶλλον ἢ νῦν. ἴσως γε ἐν προϊόντι τῷ χρόνῳ καταγνώσονται τῶν νυνὶ πραττομένων.

Ἀνατολίῳ.

Ἦλθόν τινες παρʼ ὑμῶν ὡς ἡμᾶς. ὧν ἦν ἡμῖν ἀκούειν, ὅπως μὲν ἐπλήγης τὴν ψυχὴν ὑβριζομένων ἡμῶν, οἷα δὲ ἐφθέγξω, οἷα δὲ ἐβόησας, οἷα δὲ ἐποίησας. τὸ μὲν οὖν τὴν οἰκίαν ὑμῶν μηδένα πόνον φεύγειν, ᾧ γένοιτʼ ἂν τὰ ἡμέτερα βελτίω, θαυμαστὸν οὐδέν· καλὸν δέ σε παύσασθαί τε καὶ παῦσαι τὴν σπουδὴν ταύτην καὶ σιωπῆσαι καὶ ἐᾶσαι νικᾶν τοὺς τῆς νίκης ταύτης ἐπιθυμοῦντας. οὓς εὐξαίμην ἂν ἐγὼ πολλὰ τοιαῦτα καὶ νικᾶν καὶ φιλοτιμεῖσθαι ταῖς νίκαις. σὺ δʼ ἡμῖν τὸν ἡμέτερον ἀπόπεμψον πείσας μηδὲν τῶν τοιούτων νομίζειν ἀφόρητον. καὶ μήτε ἀρχῆς ἐπιθυμείτω μήτε ἄλλου τινὸς ὧν οὐ θέμις, ἀλλʼ ἀγρῶν καὶ δένδρων καὶ μελιττῶν τὸ αὑτῶν ἐργαζομένων. εἰ μὲν γὰρ προσεῖχεν οἷς ἔλεγον, οὐδʼ ἂν ὕβριστο· παριδὼν δὲ ἐκεῖνα παρὰ σοῦ πεισθήτω μὴ πλείω χρόνον ἀποστερεῖν ἑαυτὸν τῶν ἑαυτοῦ.

Ἡρακλείῳ.

Οὐ τοσοῦτον οἶδα ἔχων, σὺ δέ μοι καὶ τοσοῦτον δίδως πρᾶγμα ποιῶν ἐρῶντος, ὃ ποιεῖν ἤρξω πάλαι. τοιοῦτος δὲ ὁ δαίμων οὗτος ὁ τὸ τόξον ἔχων καὶ τὸ πῦρ, καὶ τὸν οὐ καλὸν πολλάκις καλὸν ἀναγκάζει νομίζειν καὶ θαυμάζειν τε καὶ ἕπεσθαι καὶ ἐπαινεῖν καὶ τοῖς οὐκ ἐπαινοῦσιν ἐγκαλεῖν οὐκ ἐπαινοῦσι. τοιοῦτον δή τί μοι δοκεῖς πεπονθέναι καὶ αὐτός· εἶναι λόγους ἐν ἡμῖν οἵους οὐ παρʼ ἄλλῳ νομίζεις. εἶτα τοὺς ἄλλους οὐ πείθων ἀγανακτεῖς εἰκότως οὐ πειθομένων. ἐγὼ δὲ χαίρω μὲν ὑπὸ σοῦ φιλούμενος, δέομαι δέ σου τῆς ἐν τοῖς ἐπαίνοις ὑπερβολῆς ἀφελεῖν, ὅπως μὴ τοὺς αἰτιωμένους ἔχοιμεν μηδὲ τοὺς καταγελῶντας. τοῦτο μὲν οὖν μοι χαριῇ· χαριῇ δὲ καὶ αὐτὸν Νεμέσιον ποιήσας πρὸς ἡμᾶς δίκαιον. ἥκει δὲ ταυτί σοι γράμματα ποιοῦντά σοι τὸν λόγον εὐσχήμονα. τὰ δʼ ἐν τῇ Μεγάλῃ πόλει περὶ τὸν οὐκ ἀξιώσαντα δέξασθαι τὴν ἡμετέραν παραίνεσιν, ὕβρισται μὲν ὁ ἐμός, ὕβρισμαι δὲ ἐγὼ τῶν καταβοώντων ἐχόντων οὓς ἔτερπον. ἀλλʼ ἐμοὶ μὲν οὐ πάνυ δεινὰ ταῦτα πολλὰ τοιαῦτα ἐνηνοχότι· τὸν δʼ ἀκούω τῇ διὰ ταῦτα λύπῃ νοσεῖν καί τινα καὶ φόβον ἔχειν ταύτην τὴν νόσον. πέμπε δὴ πρὸς αὐτὸν ἐπιστολήν, ἡ δὲ συμβουλευέτω γνωρίσαι ποτὲ τὴν πατρίδα καὶ μὴ τὴν τιμῶσαν ἀτιμάζειν. ἀλλὰ σύ γε αὐτὴν ποιήσεις καὶ ἄνδρας ἔχειν πλείους τοὺς μὲν πείθων μὴ φεύγειν, τοὺς δὲ κατιέναι. εἰ δὲ δὴ καὶ τὸ τῶν ἀέρων εἰς ἄρχοντα ἤρχετο, καὶ τούτους ἂν ἐποίεις ἡμερωτέρους.

Τῷ αὐτῷ.

Σὺ μὲν οὖν μέγα νομίζεις τὰ παρʼ ἡμῶν γράμματα καὶ γραμμάτων οἶσθα χάριν, ἡμεῖς δὲ σοὶ πραγμάτων ἔχομεν χάριν, ἃ πάλαι λαβόντα τὴν ἀρχὴν διὰ συνεχείας εἰς τήνδε προῆλθε τὴν ἡμέραν. ὧν τὰ μὲν εἰς δύναμιν ἦγε τὸν ἐξ ἐμοῦ, τὰ δὲ ἐβοήθει μοι λέγοντι καλὰ καὶ τὰ μὴ καλὰ φαίνεσθαι ποιοῦντα ῥήτορος ἐνδόξου πηδήμασι. καὶ νῦν ἡμῖν διὰ τῶν εἰς τὸν ἄριστον Μάξιμον, μᾶλλον δὲ διὰ τῶν εἰς ἅπαντας πραττομένων, περὶ οὓς ἐπονήσαμεν, ἅπασαν ἡμῖν τὴν Ἀρμενίαν δίδως. τοῦ δʼ Ἰφικράτους υἱέος ἐρῶν σώφρων ἐρᾷς σώφρονος καὶ δικαίου δίκαιος καὶ πονεῖν εἰδότος πονεῖν ἐπιστάμενος, ὅ τε ἔρως ὑμῖν κοινός, διʼ ὃν σὺ μὲν ἐκεῖνον καλεῖς, ὁ δʼ ἧκεν ἂν καὶ μὴ καλοῦντος. καὶ συνέσται ταχέως ἴσον ἀγαθὸν ἡγούμενος σέ τε ὁρᾶν καὶ τὴν μητέρα. ἔχω δὲ καὶ αὐτὸς ἀγαθόν τι τῇδε παῖδα τὸν σὸν ἔχων ἐν τοῖς ἐμοῖς γόνασι τῆς μητρὸς ἡμῖν τοῦτο χαριζομένης.

Συμμάχῳ.

Χρηστῆς νυκτὸς ἀπολαύσας διὰ τοιούτων ὀνειράτων γενομένης ἡμέρας συγγενόμενος τοῖς φίλοις ἔλεγόν τε τἀν τῇ νυκτὶ πρὸς αὐτοὺς καὶ ἅμα προὔλεγον ἔσεσθαί τι καλὸν εἰς ἔργον τὸ φανθὲν ἄγον. τῆς τοίνυν ἡμέρας προελθούσης εἰς ὥραν τρίτην ὄντων τε ἡμῶν ἐν μέσοις τοῖς πόνοις Κοδράτος ὁ βέλτιστος, ὁ μακάριος—πῶς γὰρ οὐ μακάριος ὁ σοὶ συνδιατρίψας; —εἰσελθὼν ὡς ἐμὲ τίθησιν εἰς χεῖρά μοι τὴν ἐπιστολὴν τοῦτʼ αὐτὸ λέγων, ὅτι σή. καὶ παραχρῆμα πᾶν τὸ λυποῦν ἔφευγε, —πολλὰ δὲ ταῦτα ἦν πολὺν ἤδη χρόνον ἐγκείμενά τε καὶ ὀδυνῶντα—καί μέ τις εἶχεν ἡδονὴ μείζων τῆς ἐν τοῖς φιλοχρημάτοις γιγνομένης, ὅταν ἔλθῃ ποθὲν αὐτοῖς χρήματα. καὶ ταυτὶ μὲν πρὸ τῆς ἀναγνώσεως· ἤδη δὲ ἑρμηνέως τυχούσης δεινὸν ἡγησάμην, εἰ μὴ τὴν πόλιν ἐμπλήσαιμι τοῦ δώρου τῆς Τύχης, καὶ παραδοὺς τρισὶ τῶν φίλων τὴν ἐπιστολὴν ἐκέλευον πᾶσαν ἐπιόντας τὴν πόλιν τοῖς ἡδέως ἔχουσι πρὸς ἡμᾶς δεικνύειν καὶ τοῖς οὐχ οὕτω, τοῖς μέν, ὅπως χαίροιεν, τοῖς δʼ, ἵνα ἀποπνίγοιντο. οἵδε μὲν οὖν ἐσίγων τὴν τῶν ἀνιωμένων σιγήν, οἱ δʼ ἦσαν ἐν ἑορτῇ σοῦ ταύτην αὐτοῖς ποιοῦντος τὴν ἑορτὴν εὐδαιμόνιζόν τε καὶ ἐμὲ καὶ σέ, τοῦ τετιμῆσθαι μὲν ἐμέ, σὲ δὲ τοῦ τετιμηκέναι· κεχαρίσθαι γὰρ ἐν τούτῳ σε τοῖς λογίοις θεοῖς ἐγείραντα τοὺς νέους ἐπὶ τοὺς λόγους, ἐν ᾧ καὶ τὴν ἄρχουσαν εὖ πεποίηκας πόλιν τοὺς ἀρχομένους ἐφʼ ἃ δεῖ παρακαλῶν. ἐν μὲν οὖν τοῖς γράμμασιν, ὅπερ αὐτὸς ἔφης, ἔφθης· ἐγὼ δὲ νενίκηκα τῷ φιλῆσαι πρότερος. ἀπὸ γὰρ ἐκείνου δὴ φιλῶ τοῦ χρόνου, ὃς πατέρα τὸν σὸν δεῦρο ἡμῖν ἤγαγε τῶν θεῶν οἷς ἡμῶν μέλει τοῦτο ἡμῖν διδόντων, ὅπως ἡμῖν ᾖ καὶ θεᾶσθαι τὸν ἄριστον Σύμμαχον. ὃς τέταρτος μὲν ἧκε, μόνος δὲ εἰς αὑτὸν ἐπέστρεφε τὴν πόλιν ἀγαθῶν ἀμείνων δεικνύμενος ἔν τε τοῖς ἄλλοις καὶ ἐν ἐξετάσει λόγων, ᾧ με καὶ τρέχειν ὡς αὑτὸν καθʼ ἡμέραν ἔπεισε. καὶ ἦμεν ἐν τῷ τι περὶ τῶν παλαιῶν ἀεὶ λέγειν, ὧν ὁ τόκος παιδεία τοῖς ἄλλοις. ὁρῶν δέ με οὐ πάνυ τῶν ἀποβλήτων ἁνὴρ πολλὰ περὶ τῆς σῆς φύσεως διεξιὼν ᾔτει παρὰ τῶν θεῶν γενέσθαι τι τοιοῦτον, ὅ σε ποιήσει τῶν ἐμῶν πόνων μεταλαβεῖν. καὶ προσετίθην ἐγὼ τὴν αὐτὴν εὐχήν, καὶ τούτοις οὕτω διετέθην ὥσθʼ ἣν ἔσχον ἂν περὶ σοῦ γνώμην πεπραγμένων, ταύτην ἔσχον στάντων ἐν εὐχῇ τῶν πραγμάτων. τοιγαροῦν ἥσθην τε πλέοντος ἐξ οὐρίων κἀν τῇ ταραχῇ τῆς θαλάττης ἔδεισα καὶ πάλιν λείας γενομένης ἐχάρην. προκαλούμενος οὖν με φίλον εἶναι τὸν ὄντα προκαλῇ καὶ κελεύων ἀντεπιστέλλειν, ὃ καὶ μὴ κελεύοντος ἂν ἐπράττετο. ἴσην δὲ ἀπαιτῶν ἐπιστολὴν οὐ δυνατὰ ζητεῖς. καὶ γὰρ ἂν ἴση μὲν ᾖ τῷ μέτρῳ, μὴ χείρων δὲ τὸ εἶδος, αὐτῷ γε τῷ γράφοντι γίγνεται φαυλοτέρα. δεῖ γάρ με πρότερον καὶ αὐτὸν γενέσθαι Σύμμαχον, εἰ μέλλει τῶν σῶν τἀμὰ μὴ λελείψεσθαι.

Φήλικι.

Δέχου τὸν υἱὸν λόγων κτησάμενον δύναμιν τῇ φύσει προστεθέντων πόνων, τῶν μὲν ἐκείνου, τῶν δὲ ἐμοῦ. ἐπόνουν δὲ περὶ αὐτὸν ἡδέως διὰ τὸ καὶ μισθὸν ὀφείλειν αὐτῷ τοῦ σωφρονεῖν νομίζειν. σεσωφρόνηκε γάρ, καὶ ταῦτα ἐπὶ εἴδει τοιούτῳ. τουτὶ γὰρ κέρδος διδασκάλῳ καὶ δύναιτʼ ἂν μείζω ποιεῖν τὸν χορόν. ἀφῖκται μὲν οὖν σοι τοιοῦτος, διὰ σοῦ δὲ κτάσθω τὰ ἄλλα ἃ λείπεται μὲν λόγων, δοκεῖ δὲ τοῖς πολλοῖς μᾶλλον ἐπʼ εὐδαιμονίαν ἄγειν.

Ἀνατολίῳ.

Οὐκ ἔσχε μὲν σῶσαι τοὺς Ὀλυνθίους τοῖς πολλοῖς λόγοις ὁ Δημοσθένης, εὐδοκίμει δὲ ὅμως ὡς σεσωκὼς διὰ τὸ σῶσαι προελέσθαι, κἀν τοῖς ἐπαίνοις τοῖς εἰς αὐτὸν τοῖς παρὰ τῶν σοφιστῶν ἴδοι τις ἂν καὶ τὴν Ὄλυνθον. τούτῳ δὴ καὶ τὸ σὸν ὅμοιον σκοπούντων τῶν ἀνθρώπων τὴν σπουδήν, οὐ τὸ τέλος, καὶ ἅπερ ἠβουλήθης, ἀλλʼ οὐχ ἅπερ ἠδυνήθης. ταυτὶ μέντοι μοι καὶ δυνήσεσθαι δοκεῖς ὑπὲρ Εὐσεβίου χρώμενος παρρησίᾳ. χρήσῃ δὲ καὶ πάντα ποιήσεις εἰς τὸ μηδὲν αὐτὸν ὃ μὴ δίκαιον ὑπομεῖναι χρηστόν τε ὄντα καὶ σώφρονα καὶ παιδείας ἐπιμεμελημένον παῖδά τε Ὀδαινάθου καὶ ἀπόγονον Ὀδαινάθου, οὗ καὶ τοὔνομα Πέρσαις ἔσεισε τὰς καρδίας. οὕτω πανταχοῦ νικῶν τάς τε πόλεις ἐρρύετο καὶ γῆν τὴν οὖσαν ἑκάστῃ καὶ τοὺς ἐναντίους οὐκ ἐν ταῖς χερσίν, ἀλλʼ ἐν ταῖς εὐχαῖς ἔχειν ἐποίει τὰς τῆς σωτηρίας ἐλπίδας. ἀλλὰ καὶ οὗτος Ὀδαίναθος, ὁ Εὐσεβίου πατήρ, τῶν λόχον τε ἀγαγόντων ἐπʼ αὐτούς ἐστι καὶ τρεψαμένων καὶ διωξάντων καὶ βάλλʼ οὕτως, ἑταῖρε, πολλάκις ἤκουσεν ἐν αὐτῇ τῇ παρατάξει παρʼ ἀνδρός, ὃν Ὅμηρος ἂν ἐξ αὐτοῦ φῦναι τοῦ Διὸς ἔφη· μὴ γὰρ ἂν οὕτω μεγάλα ἐργάσασθαι μὴ θειοτέρων ὄντα γονέων. ὡς οὖν καὶ τούτῳ τῷ βασιλεῖ καταθησόμενος χάριν βοήθησον ὑπὲρ τῶν δικαίων αὐτὸς εἰδὼς μόνος τῶν ἐκεῖ τὰ ἐπεσταλμένα. σοὶ μὲν γὰρ ἔδει παρʼ ἐμοῦ ταῦτα ἐλθεῖν· ἀγνοεῖν δὲ τοὺς ἄλλους ἃ βούλομαι μεγάλη ῥοπὴ πρὸς τὸ καὶ γενέσθαι τι· ὡς ἔστι δέος μὴ μαθόντες οἱ τὰ πάντα ἐμοὶ χαριζόμενοι μέλειν μοι τοῦ χαίρειν Εὐσέβιον ποιήσωσιν ἀφʼ ὧν ἀνιάσεται.

Ῥιχομήρει.

Τῶν τιμῶν τῶν πολλῶν καὶ μεγάλων ἐκείνων μεμνημένος, αἷς με δεῦρʼ ἥκων ἐκόσμησας, ὀφείλειν τε ἐμαυτὸν ἀμοιβὴν ἡγούμενος ἔργῳ μὲν ταύτην οὐκ ἂν ἀποδοῦναι δυναίμην, διὰ δὲ λόγου καὶ ῥημάτων τινῶν τάχα ἄν, οἷόν τι καὶ τὸ ταύτης τῆς ἐπιστολῆς. ἐγὼ γὰρ ἀξιῶ τὴν σὴν ψυχὴν τὴν διʼ ἀρετῆς ἅπαντα τὸν χρόνον πεπορευμένην καὶ θαυμαζομένην μὲν ὑπʼ ἀνθρώπων, ἀρέσκουσαν δὲ θεοῖς τοῖς χρηστοῖς μὲν ἀτυχοῦσι χεῖρά τε ὀρέγειν καὶ ὀρθοῦν καὶ βοηθεῖν, τοῖς κακοῖς δὲ μὴ πολεμεῖν μὲν πεπτωκόσι, μὴ μέντοι μηδὲ ἀμύνειν. τούτων δὲ καὶ Χαρισίαν οὖσαν οἶδα ταυτηνί. περὶ ἧς εἶχον μὲν ἄν τι καὶ ἄλλο λέγειν, ἀρκεῖ δέ μοι τοσοῦτον εἰπεῖν, ὡς ὁ κατάλογος ἐκεῖνος ὁ πολὺς ὁ τῶν χρημάτων ψευδής τε ἅπας καὶ οὔτε αὐτῆς ποτε γενόμενος οὔτʼ ἄλλου διʼ ἁρπαγῆς καὶ ταῦτα Ἰαμβλίχου, ᾧ τοῦ δικαίου τοσοῦτος ὅσοσπερ καὶ σοὶ λόγος. ἀναμιμνήσκου δὲ καὶ τῶν ἡμερῶν ἐκείνων, ἐν αἷς ἡμῖν συνὼν ὅτι μὴ κἀκεῖνον ἔγνως χαλεπῶς τε ἔφερες καὶ τίς ἄν μοι δείξαι θεῶν τὸν ἄνδρα; πολλάκις ἠκούσαμεν λέγοντος. ἐφʼ ᾧ σέ τε κἀκεῖνον ἐζηλοῦμεν, σὲ μὲν ζητοῦντα, ζητούμενον δὲ ἐκεῖνον. ὃν οὐδὲ πᾶς ὃν ἡ γῆ φέρει χρυσὸς ἐξέβαλλεν ἂν τῶν τρόπων, ᾧ καὶ πᾶς ἐχθρὸς ὁ τοιαῦτα ἐργαζόμενος. πῶς οὖν οὗτος ἔμελλεν ἐφʼ οὕτω κέρδος ἥξειν αἰσχρόν; πῶς δὲ διὰ μαστίγων αὑτοῦ τἀκείνης ποιήσειν; ἀπέδοτο μὲν γὰρ πονηρὰν εὑρὼν καὶ δείσας μὴ πολλὰς ποιήσῃ τοιαύτας, ἀφείλετο δὲ οὐδὲν οὔτε μεῖζον οὔτε ἔλαττον. καὶ ὅτι ταῦθʼ οὕτως ἔσχεν, ἕτοιμος ἐγὼ πάντας θεοὺς ὀμνύναι. παυσάσθω τοίνυν ἡ μηδὲν ὀκνήσασα γυνὴ τοῦ μηδὲν ὀκνεῖν καὶ μάλιστα μὲν ὅλως ληξάτω ταύτης τῆς ἀπάτης· εἰ δὲ οὐκ ἂν δύναιτο, πρὸς ἑτέρους τοῦτο ποιείτω.

Ἀργείῳ.

Ἴσθι μετὰ μεγάλα μικρὰ δεδωκὼς τὰ νῦν. ἐκεῖνα δὲ ἃ προσεῖπον μεγάλα, οὐ τούτων μείζω μόνον, κρόκου καὶ στύρακος, ἀλλὰ καὶ τῶν ὄντων ποτὲ βασιλεῖ τῷ μεγάλῳ τῷ Μήδων. τίνα δὴ ταῦτα τὰ καὶ ἐκείνου παριόντα τὸν πλοῦτον; δόξα διὰ τῶν σῶν καὶ λόγων καὶ ἔργων σοί τε γενομένη καὶ ἐμοὶ τοσαύτης μὲν οὔσης ἐν τῇ περὶ τὴν πόλιν δαπάνῃ φιλοτιμίας, τοσαύτης δὲ ἐν τῇ τῶν λόγων ἐπιδείξει πυκνότητός τε καὶ ὥρας. ἃ μόνος μὲν τῶν νῦν, μετʼ οὐ πολλῶν δὲ τῶν πάλαι συνέζευξας ἔχων μὲν τὴν διὰ λόγων, εἴπερ ἤθελες, ἀτέλειαν, χρήσασθαι δὲ οὐκ ἐθελήσας. ἀνθʼ ὧν οἶμαί σε τῆς τῶν θεῶν ἀπολαύειν εὐνοίας, οἳ σοί τε δόντες λόγους εἶναι βούλονται λόγους καὶ οἷς γε μέλει καὶ σωτηρίας τῶν πόλεων καὶ φαιδρότητος. οὕτω πολὺν ἤδη χρόνον ἡμεῖς σε καρπούμεθα καὶ τῶν ὡς ἥδιστα τὰ ἡμέτερα ψεγόντων ὑπὸ σοῦ κεκωλυμένων.

Παρθενοπαίῳ.

Καὶ ἦλθον ἡμῖν οἱ λόγοι σου καὶ ἐν οἷς ἦν ἄξιον ἀνεγνώσθησαν καὶ ἔτυχον καὶ ἐπαίνου καὶ κρότου καὶ πηδημάτων. τῶν δὲ τοῦτο ποιούντων οἱ μὲν σὲ μακάριον ἐκάλουν τὸν δημιουργόν, οἱ δὲ τὸν τοῦ λογογράφου πατέρα ἐμέ, πολλοὶ δὲ ἀμφοτέρους. οἷς καὶ αὐτοῖς ἔπαινος ἦν παρὰ τῶν παρόντων τοιαῦτα ψηφιζομένοις. ἔχε δὴ τὴν δεξιὰν ἐν γράμμασι καὶ παῖδας ποίει πολλοὺς μέλλων ποιήσειν καλούς. οἱ νόμοι δέ, εἴπερ εἰσὶ δίκαιοι, —δίκαιοι δʼ ἂν εἶεν εἶναι δίκαιοι καὶ τοῖς ἄλλοις βουλόμενοι—ἕξουσιν ἡμῖν συγγνώμην τοῦ τῶν λόγων ἐρῶσι κάλλους καὶ τὸ μὲν αὑτοῖς, τὸ δὲ ἐκείνοις νεμοῦσιν, ἀλλʼ οὐ τὸ πᾶν ἑαυτοῖς.

Μαξεντίῳ.

Πρὸς εἰδότα πάντα τὰ εἰρημένα εἴρηταί σοι. οὔτε γὰρ ἀμελήσειν τῶν σῶν ἐμέλλομεν, ὡς μὴ τοὺς παρʼ ὑμῶν ἀφικνουμένους, ἐν οἷς εἴης, ἐρωτᾶν, τούς τε διηγουμένους εἴχομεν καὶ λέγοντας, τίνες μὲν οἱ σοὶ σύμμαχοι, τίνες δὲ οἱ πολέμιοι, δόρατά τε οἷα μὲν τὰ παρὰ σοῦ, οἷα δὲ τὰ παρʼ ἐκείνων, καὶ ὡς μᾶλλον τρώσαις ἢ τοῦτο πάθοις. ἦν δὲ ἐν τῇ διηγήσει καὶ πλῆθος ἐπιδείξεων, ἐν αἷς πολὺ τὸ κάλλος καὶ τὸ μετὰ τῶν λόγων εὐδοκιμεῖν τὸν τρόπον ζητοῦντα μὲν νίκην, οὐ μὴν ἄνευ τοῦ καλῶς. ἤκουον καὶ τὰ Παρθενοπαίου τοῦ ῥήτορος καὶ ὡς Πειρίθους εἰς Θησέα ἐγένετο καὶ συνήσθην γε ἀμφοτέροις, τῷ τε Πειρίθῳ τῷ τε Θησεῖ, τῷ μὲν ὧν ἔλαβε, τῷ δὲ ὧν ἔδωκε. συγχαίρω δὲ καὶ τῇ τοῦ σεσωκότος με πολλάκις θεοῦ πόλει πολλοὺς ἀγῶνας δεχομένῃ σοφιστῶν. εἶχε μὲν γὰρ τἀγαθὸν τοῦτο καὶ πρότερον ἡ πόλις, οὐ μὴν τοσοῦτόν γε οὐδʼ οὕτως εἰς ἀκμὴν ἧκον. σεμνυνέσθω τοίνυν ἡ καλὴ Τύρος ὡς ἔχουσα μὲν ἰατρικὴν κρείττονα νοσημάτων τὴν προσδοκίαν τὴν ἰσχυράν, ὑπὲρ ἧς ἐν νυξὶν ἐμαυτῷ συγγενέσθαι φημὶ πολλάκις τὸν μέγαν Ἀσκληπιόν, σεμνυνέσθω δὲ καὶ ποιμνίοις νέων καὶ ποιμέσι νέων. ἀλλὰ καὶ τὸ τελευταῖον ἀκήκοα πάλαισμα, τὸν πρεσβύτην, καὶ ταῖς συνθήκαις ὑμῶν ἡσθεὶς λελυμένων ἠχθέσθην. τοῦτο μὲν οὖν τὸ γῆρας, καὶ βουλοίμην ἄν σε τιμῶντα διατελεῖν καὶ φέρειν, εἴποτε καὶ χαλεπαίνοι, ποιοῦντα τοῦθʼ ὅπερ ἂν πρὸς τὸν πατέρα. τὸν δὲ πολλάκις κατʼ ἐμοῦ χρώμενον βλασφημίαις ἔα τρυφᾶν, εἰ τοῦτο αὐτῷ τρυφή. τάχα γὰρ ἄν τί με καὶ ὀνήσαι ποιῶν βελτίονα τῷ φόβῳ τῶν ῥημάτων.

Ἀργείῳ.

Θαυμάζων μὲν ῥητορικὴν καὶ κτήσασθαι ταύτην ἐθέλων ὁ Λητόιος καλῶς ποιεῖ, τὸν δʼ ἐγγὺς ὑπερβὰς κρουνόν, Ἀργεῖον τὸν σοφόν, ἔπειτα ἑτέρωσε πλέων ἔδοξέ μοι παραπλήσιόν τι ποιεῖν ὥσπερ ἂν εἴ τις διψῶν τὸν οἴκοι κρουνὸν ἀφεὶς ἐπὶ τὸν πρὸ τῆς πόλεως τρέχοι ταὐτοῦ μέλλων ὕδατος πίεσθαι. καὶ γὰρ οὗτος ἃ ἂν λάβοι παρʼ ἡμῶν, ταῦτα ἂν καὶ παρὰ σοῦ. ἠξίουν δὲ αὐτόν, εἰ καὶ μηδαμόθεν ἄλλοθεν, ἀπʼ αὐτῆς γε τῆς ἐπιστολῆς, ἣν τῆς σῆς εἶχε φωνῆς, ἰδεῖν ὅτι δεῖ καὶ μένειν καὶ μεταλαμβάνειν κάλλους τοιούτου λόγων. τουτὶ μὲν οὖν διαφυγὸν τὸν Λητόιον αὐτὸν αὑτοῦ πολλάκις ποιήσει κατηγορεῖν· ἐγὼ δὲ ἡσθεὶς καὶ τῷ νέῳ καὶ τοῖς γράμμασιν εὔχομαι μὲν αὐτὸν μὴ λῆξαι λόγων ἐρῶντα, δέδοικα δὲ τά τε ὦτα τοῦ πατρὸς αὐτοῦ καὶ τὰ Βηρυτὸν ὑμνεῖν μεμαθηκότα στόματα.

Φακτινιανῷ.

Τοῦτʼ ἔστιν ἀνδρὸς ἄρχειν ἐπισταμένου, οὐ κεραμὶς καὶ λίθος καὶ τοῖχος καὶ γραφὴ καὶ στοά τις ἄχρηστος, ἀλλὰ τὸ συμπράττειν τοῖς ἀρχομένοις εἰς παιδείαν καὶ τὸ εὖ φρονεῖν καὶ λέγειν δύνασθαι. ᾧ δὴ καὶ τὸ τοῦ πατρὸς ὄνομα δικαίως ἂν δοίη τις, ἀλλʼ οὐκ ἐκείνοις. σὺ δὲ δοὺς ταύτην τὴν ἐπιστολὴν καὶ τετιμηκὼς τιμῇ τοσαύτῃ τὸν ὑπὸ σοὶ τοὺς μὲν ἠμεληκότας λόγων ἀφύπνισας, τοὺς δʼ οὐκ ἀφεστηκότας μᾶλλον ἔχεσθαι πεποίηκας. καί μοι δοκεῖς ἑτέρας δεῦρο πέμψειν ἐπιστολὰς ταὐτὰ βουλομένας. ἃ γὰρ ἐπαινεῖς ἡμᾶς τῇ τε τῶν ὡς ἡμᾶς πεφοιτηκότων δυνάμει καὶ πρᾶγμα ὀνομάζων εὔδαιμον ἡμέτερα γράμματα, ταῦτα βοῶντός ἐστιν εἰς ἅπαντας ἀνθρώπους, ὅτι, ὦ πατέρες, πέμπετε τοὺς ὑμετέρους αὐτῶν παρὰ γέροντα πονεῖν καὶ νῦν εἰδότα, καὶ μήτε μῆκος ὁδοῦ μήτε κύματα εἰργέτω. σὺ μὲν οὖν ἐν οἷς καὶ λέγεις καὶ πράττεις αὔξεις μὲν τὰ τῆς σοφίας, αὔξεις δὲ τὰ Παμφυλίας· ἐγὼ δὲ δεξάμενος τὸν Λητόιον, ὡς ἐβούλου καὶ ἐκέλευες, ἐγκαλῶ τοῖς θεοῖς ἀφελομένοις με παῖδας, οὓς εἶχον ἂν οὐκ ἀδικηθείσης Κύπρου.

Κυρίνῳ.

Ἡ σὴ παιδεία καὶ τὸ ταύτῃ νικᾶν ἔχειν ἔπεμψε μὲν τὸν πρότερον ἡμῖν, ἔπεμψε δὲ τὸν δεύτερον συμβαλλομένου τι καὶ τοῦ προτέρου πρὸς τὸ καὶ τὸν δεύτερον ἐλθεῖν. τοιαῦτα γὰρ ἡ φήμη καὶ ποιεῖ καὶ ἐργάζεται· φέρει πανταχῆ τὸν περὶ τῶν πραγμάτων λόγον καὶ ῥᾳθυμίαν τινὸς ἐμήνυσε καὶ πόνους ἐκήρυξε, τὸ δεύτερον δὲ τοῦτο φυλὴν ἑτέραν ἐκίνησεν. οὕτω μὲν οὖν ἡγοῦμαι τὸν Λητόιον ἐλθεῖν· ὃς ἕξει μὲν ἃ καὶ τῶν ἄλλων ἕκαστος—ὃ δὴ σὺ τῇ τοῦ ἡλίου κατεκόσμησας εἰκόνι— κτησάμενος δὲ φυλάξειεν, ἀλλὰ μὴ τό τινων ἀπολέσειε παθών, οἳ πρὸς ἕτερα βλέποντες εἶτʼ ἔχουσιν ὧν εἶχον οὐδέν.

Παλλαδίῳ.

Πολλὰ μέν μοι τὰ δῶρα τὰ παρὰ Λητοΐου, πάντα δὲ ἐλάττω τοῦ παρόντος· ἦλθεν ἄγων ἡμῖν ἀπὸ Τυάνων, πόλεως εὐδαίμονος, παῖδε δύο λόγων ἐρῶντε, κοσμοῦντε ταύτῃ τὸν καλὸν Παλλάδιον πατέρα συνέσει τε νικῶντα καὶ σωφροσύνῃ καὶ τῷ δίκην τε δικάσαι δύνασθαι καὶ σῶσαι πόλιν. καὶ μακρὸν ἐν ἐπιστολῇ πάντʼ εἰπεῖν, ὁπόσα Λητόιος πρὸς ἡμᾶς περὶ αὐτοῦ. παρακαλοῦμαι τοίνυν ἐπὶ σπουδὴν πρώτῃ μὲν αὐτῇ τῇ τῶν νέων φύσει, δευτέρᾳ δὲ τῇ δόξῃ τῇ τοῦ πατρός, τρίτῳ δὲ τῷ Λητόιον τοῦτο ἐθέλειν. ἔνι δέ τι καὶ τέταρτον τὸ τοῖς τούτων με συμπεφοιτηκέναι προγόνοις, οἷς πολὺς ἐγίγνετο παρὰ πάντων ἔπαινος τοῦ τῶν τρόπων κάλλους πρὸς τὸ τῶν λόγων ἁμιλλωμένου. πάνυ δὴ πιστεύω κἀν τούτοις ἀμφότερα ἔσεσθαι τῶν προοιμίων ἡμῖν πιστεύειν παρεχόντων.

Ἀβλαβίῳ.

Εὐφροσύνης ἡμᾶς ἐνέπλησεν ὁ θαυμάσιος Λητόιος ἐν τοῖς περὶ σοῦ λόγοις τράπεζάν τε λέγων ἐκείνην τὴν ἅπαντας καλοῦσαν καὶ οἷα μὲν εἴποις ἑστιῶν, οἷα δὲ ἀκούσαις, καὶ ὡς ἐνίδρυταί σοι τὸ ἥμερον ἐκεῖνο μηδὲν ἀδικηθὲν ὑπὸ τοῦ παρόντος σχήματος δῆλόν σου πεποιηκότος ὡς ἔστι μετὰ χαρίτων σωφρονεῖν. ἀπήγγειλε δὲ ἡμῖν καὶ κλοπάς σου καλάς, αἷς κλέπτεις ὁδοὺς καλάς. καὶ μὴ παύσαιό γε τὰ τοιαῦτα κλέπτων, ἀφʼ ὧν φίλῳ τε χαριῇ καὶ σαυτὸν ἀμείνω ποιήσεις. τοὺς νέους δὲ οὓς ἔφησθα πέμψειν πέμψον, εἰ μή τι τοῖς παρʼ ἡμῶν ἐγκαλεῖς· τοῦ μὲν γὰρ δεῖν ἀληθεύειν τὴν ἀνάγκην οἶσθα.

Ἀβουργίῳ.

Πάνυ μοι βεβαιοῦν δοκεῖς τὸν Ἰσοκράτους λόγον, ὃν περὶ τῆς τῶν λόγων Ἰσοκράτης εἶπε φύσεως. ὅτι ἄρα οἷοί τέ εἰσιν ἆραι μικρὰ καὶ μεγάλα καθελεῖν. σοὶ δὲ νῦν εἴργασται μὲν τὸ πρότερον, τὸ δʼ εἶναι καὶ θάτερον βουλομένῳ δηλοῦται τῷ πεπραγμένῳ. σοὶ μὲν οὖν συγχαίρω τῆς ῥώμης, αὐτὸς δὲ ἐν τῇ τῆς ἐπιστολῆς ἀναγνώσει λίαν ἠρυθρίων ζητῶν μὲν τὰ τῶν γραμμάτων ἐν ἐμαυτῷ, ταῦτα δὲ εὑρεῖν οὐκ ἔχων. ἔδοξας οὖν μοι κατὰ τὸ σφόδρα φιλεῖν ἀμελῆσαι τῆς ἀληθείας καὶ ἐνεθυμούμην, τίς ἂν εἴης λόγον ἐργαζόμενος ἐγκώμιον ἀνδρὸς ἀρίστου τοιοῦτος ἐν ἐπιστολῇ δεικνύμενος Αἰακόν τε ἄγων εἰς ἀκμὴν καὶ νεότητα δευτέραν καὶ τρίχα τὴν ταύτης, ἣν παρʼ Ὁμήρου λαβὼν ἡμῖν δίδως. ἐρωτικὸν δέ τι καὶ ἡ τῶν ἐτῶν ὥσπερ χρημάτων ἐπίδοσις καὶ οἱ ποιοῦντες ἀπὸ τῶν αὐτῶν ἐμοὶ μὲν μακρότερον, αὑτοῖς δὲ βραχύτερον τὸν βίον. ἐν τούτοις δὲ πρῶτος ἦν ὁ πολύ τε καὶ καλὸν ῥεῦμα προχέων Ἀβούργιος ὁ γενναῖος, ὃν φυλάττοιεν αἱ Μοῦσαι τῇ ῥητορικῆς ἐπιθυμούσῃ νεότητι καὶ κομίσαιέν γε εἰς τὴν ἐμὴν πολιὰν ποιοῦντα ἃ νῦν ποιεῖ. ποιεῖ δὲ ἀγάλματα, κόσμον Ἑλλήνων τῷ γένει. ὧν κορυφαῖος οὑτοσὶ Μαξέντιος, πολλὰ μέν τινα τῶν σῶν λαβών, λαβὼν δέ τινα μικρὰ καὶ παρὰ τοῦ δευτέρου καὶ πάλιν γε παρὰ σοῦ πολλά. τοιαῦτα γὰρ ὑμῖν ἀκούω τά τε ἄριστα καὶ τὰ δεῖπνα γενέσθαι· ἦν δʼ ὁ διδάσκων ἡμᾶς αὐτὸς ἑστιαθεὶς ἀμφότερα. σὺ μὲν οὖν τὴν ἡμετέραν ἀσθένειαν ἐπὶ λόγων ποίησιν παρακαλεῖς λέγων περὶ αὐτῶν ἃ λέγεις· ἐγὼ δὲ τὴν σὴν ἀκμὴν οὐ παρακαλῶ παρακεκλημένην ὑφʼ ἑαυτῆς. οἶμαι δέ σε καὶ περάσαντα χρόνον ὅσον ἐγὼ τοῦ κινοῦντος οὐ δεήσεσθαι σοῦ πρὸς σαυτὸν ποιοῦντος ὃ νῦν πρὸς ἐμέ.

Λητοΐῳ.

Ἐπῄνεσά σου καὶ τὴν ἐπιστολὴν καὶ τὴν ὁδὸν καλὴν ἑκατέραν εὑρών. ἐν μὲν γὰρ τῇ μέλιτός τι ἐνῆν, ἡ δὲ πολλῆς ἦν ἀνδρείας, ᾗ χρώμενος ἐκ παιδὸς εἰς πολιὰν διετέλεσας. ἥσθην οὖν ἐννοῶν, οἷος ἡμῖν ἥξεις μετά τε τοὺς ἀγῶνας καὶ τὰ ἀπὸ τῶν ἀγώνων· ἥσθην δὲ καὶ τῶν τὸν ἄργυρον ἐλαυνόντων μετὰ φαιδρότητος δόντων μοι τὴν ἐπιστολήν. ὃ γὰρ ἂν ἐπὶ πεπραγμένοις ἐποίουν, τοῦτʼ ἐποίησαν ἐλπίσαντες. ἡ δʼ ὑπόσχεσις ἄρα τὴν ἐλπίδα ἔτικτεν ἁπάσης ἐπαγγελίας τὸ ἔργον προσλαβούσης· τοιοῦτον γὰρ δὴ τὸ σόν. τά τʼ οὖν ἄλλα θέμενος εὖ καὶ τοῦτο τάχιστα σαυτὸν ἀπόδος καὶ γυναικὶ καὶ τέκνοις καὶ ἐμοὶ καὶ Ὀλυμπίοις. φοιτητὴς δὲ οὑμός, ὃν οἶσθα, θήγει μετὰ τῆς γλώττης τοὺς πόδας, στέφανοι δὲ αὐτῷ παρʼ ἐμοῦ μὲν ὁ τρίβων, παρὰ σοῦ δὲ ἡ δάφνη.

Προσδοκίῳ.

Πάλαι σε μακαρίζων καὶ ἀπʼ ἐκείνων τῶν χρόνων, ἐν οἷς τὸ πρῶτον τοὺς πολλοὺς ἐδεξάμην ἐπαινέτας, οἳ τόν τε τρόπον σου καὶ τὴν τέχνην τεθαυμακότες αὑτοῖς τοῦ θαυμάζειν συνέχαιρον, νῦν σε πάντων ἀνθρώπων εὐδαιμονέστατον ἄγω τοιοῦτον καὶ τοσοῦτον παρὰ τοῖν ἀδελφοῖν εἰρημένον, οἳ νόμῳ παλαιῷ πάτριόν τε ἀρχὴν καὶ πλατεῖαν ἔχουσι. παρʼ οὓς ἐγὼ βαδίζω καθʼ ἑκάστην ἡμέραν οὐ πάνυ μὲν εἰδὼς τὸ παρʼ ἄλλους ἰέναι, μέγιστον δὲ κερδῶν νομίζων τὸ παρὰ τούτους, οὕς, ἐρῶ γὰρ ὃ πολλάκις ἔφην, ἡγοῦμαι τέρπεσθαι καὶ τὸν θεὸν ὁρῶντα νικῶντας τοὺς προγόνους ἄλλοις τε οὐκ ὀλίγοις καὶ τῷ φωνήν τε Ἑλλάδα καὶ λόγου κεκτῆσθαι δύναμιν. εἰδότες δὲ λέγειν καὶ τῶν λεγόντων ἴσασι τόν τε βελτίω καὶ τὸν χείρω καὶ τὸν γνήσιον καὶ τὸν νόθον. διὸ κἀν τοῖς ὀχήμασιν αὐτῶν οὐκ ὀλίγη χώρα βιβλίοις καί μοι λωτός εἰσι φθεγγόμενοι κατέχοντές τε καὶ οὐκ ἐῶντες ἀπιέναι. τῶν δέ γε συνουσιῶν τουτωνὶ τῶν μακρῶν σὸν γίγνεται τὸ πλέον ἀεί τι περὶ σοῦ λεγόντων ἢ μεῖζον ἢ ἔλαττον καὶ ῥεόντων ἐν τοῖς ἐγκωμίοις, ὧν τὰ μὲν περὶ τοῦ τρόπου διδάσκει, τὰ δʼ ὅσα δεδύνησαι τῇ τέχνῃ πλουτοῦσί τε ἀμύνων καὶ πενίαν οὐκ ἀτιμάζων. οἱ δὲ ἐρῶντες ἐπὶ τοὺς αὐτοὺς ἔρχονται πολλάκις λόγους οὐ διδάσκοντες ἀγνοοῦντας, ἀλλʼ ἐν εἰδόσιν ἡδόμενοι. καί μοι δοκεῖ σοφιστὴς εἰς Τύρου καταστὰς ἐγκώμιον τοῦτʼ ἂν εἰπεῖν μέγιστον, τὰς σὰς ἐν αὐτῇ τιμάς τε καὶ δύναμιν. ἐν οἷς ἀμφοτέροις ὁ προστάτης τῆς τέχνης τιμᾶται θεός, μεθʼ οὗ τὰς πολλὰς νίκας ἀνῄρησαι. ἤκουσα δέ τι καὶ τοιοῦτόν ποτε παρὰ τοῖν ἀδελφοῖν, ὡς μεγάλη μὲν ἡ ἡμετέρα πόλις, ἦν δʼ ἂν καὶ πολὺ μείζων, εἰ ὑπὲρ τῶν ἐνταυθοῖ καμνόντων Προσδοκίῳ χεῖρές τε ἐκινοῦντο καὶ πόδες. ᾧ πολὺν ἂν ἐγὼ παρέσχον πόνον πλήθει νοσημάτων. ἴσως δὲ τοῦτο οὐκ ἀγνοεῖς Μαξεντίου τοῦ σοφιστοῦ ταῦτα ἀπηγγελκότος· καὶ γὰρ εἶπον, ἤν πως τι καὶ τοσοῦτον ἀφεστὼς δυνηθῇς τῶν ἐν ἡμῖν ἐπανορθῶσαι. μισθὸς δέ σοι τῶν εἰς Μαξέντιον τό τε μαθεῖν, οἵοις σε κοσμοῦσιν οἳ καὶ τὴν γῆν, καὶ ὡς καὶ ἡμῖν εὐφροσύνη τοιούτων σοι παρὰ τοιούτων γιγνομένων.

Ἡρακλείῳ.

Μαθητῇ διδάσκαλον ἰδεῖν ἐπιθυμοῦντι διὰ χρόνου χάρισαι ταύτην δικαίαν χάριν. τὰ μὲν γὰρ ἄλλα πάντα αὐτῷ δίδωσιν ἐλθεῖν, πολιτευομένῳ δὲ δεῖ δήπου νευούσης τῆς τοῦ ἄρχοντος κεφαλῆς· οὗ μὴ τυχόντι κινεῖσθαι θρασύ τε καὶ παρὰ τὸν νόμον καὶ οὐκ ἀζήμιον. ἵνʼ οὖν καὶ ἔλθῃ κατὰ νόμον καὶ ἄνευ βλάβης, μίμησαι τὸν Δία τὸν διδόντα τῇ Θέτιδι τὴν χάριν. καίτοι τὴν μὲν χάριν ἐκείνην ἤδη τις καὶ ἐμέμψατο τὰ τῶν ἠδικηκότων κρείττω ποιοῦσαν, αὕτη δὲ πανταχόθεν καλή. καὶ αὐτὸς δὲ ἡμῖν εἶ τῶν γε τὸ δίκαιον τουτὶ τετιμηκότων περὶ τοὺς διδασκάλους, ὅθεν αὖ σοι κράτος τε ἐν δικαστηρίοις κἀκ τῶν νῦν ὄνομα Ῥαδάμανθυς. τὸν οὖν αὖ τοιοῦτον εἰς διδασκάλους ἐπαινεῖν τε ἀνάγκη καὶ ἕτερον τοιοῦτον γνώμῃ τοιαύτῃ συμπράττειν. εἰ μὲν οὖν οὐκ ἦν σοι ῥᾴδιον, ἀλγεῖν ἐλείπετʼ ἄν, τοῦ δύνασθαι δὲ παρόντος χρῆσθαι δεῖ τῷ δύνασθαι. ἀνάμνησον δὲ σαυτόν, οἷος ἦσθα πρὸς τοὺς ἐφʼ ἡμᾶς τισι συμπολεμοῦντας ἡγουμένους τε οὐδὲν εἶναι τοὺς περὶ αὑτοὺς πόνους ὡς ἔφευγές τε καὶ δυσσεβεῖς ἐκάλεις καὶ θεοὺς ἐπʼ αὐτοὺς παρεκάλεις. τῷ τοίνυν κατʼ ἐκείνων μίσει τὸ τούτους εὐφραίνειν ἀκολουθεῖ. λῦσον τοίνυν τὸν Νεμέσιον ἡμῖν. οὗτος γάρ ἐστιν ὁ ταύτης ἐπιθυμῶν τῆς ὁδοῦ μηνὸς δεομένης μόνου, καὶ πάλιν ἔν τε τῷ τὴν αὑτοῦ πόλιν ὠφελεῖν ἔσται καὶ τῷ τοῖς σοὶ δοκοῦσιν ὑπηρετεῖν.

Ζηνοδότῳ.

Ἀλλʼ εἰ καὶ βραδέως, ἔχω γε τὸν πάλαι ποθούμενον, τὸν Ἀντιόχου μὲν υἱόν, ὁμώνυμον δὲ ἐμοί, τιμῇ τῇ πρὸς ἐμὲ τοῦ πατρὸς τοῦτο πεποιηκότος πιστεύοντος μηδένα οἱ μέμψεσθαι τῶν ἐν τῷ γένει. τοῦτον δὴ τὸν ὁμώνυμον, ὃν πάλαι χρῆν ὑπὸ τοῖς ἐμοῖς ὀφθαλμοῖς τὰ τῶν λόγων συλλέγειν, καὶ νῦν ἡδέως εἶδον καὶ ἀνέκραγον μὲν εὐθὺς ἰδών, ἑώρων γὰρ ἐν τῷ προσώπῳ τὸ τοῦ πατρός, ἀνέκραγον δὲ ὕστερον μικρὰ ἄττα λέγοντος ἀκούσας, πάλιν γὰρ ἐν τῇ γλώττῃ τὴν τοῦ πατρὸς ἑώρων· ὃν ἔδει μὲν αὐτὸν ζῶντα παρʼ ἡμᾶς τὸν υἱὸν ἀγαγεῖν ὥσπερ τινὰ ἀθλητὴν ὡς τὸν αὐτὸν παιδοτρίβην τὸν υἱόν· μέγα δὲ αὐτῷ τὸ καὶ τοῖς σοῖς γράμμασιν ἀντʼ ἐκείνου χρήσασθαι τοῦ γέροντος μὲν καὶ ἀρρωστοῦντος, ταυτὶ γὰρ λέγεις, ἀκμάζοντα δέ σε δεικνύει καὶ ἐρρωμένον τὰ γράμματα. θεῶν δʼ ἂν εἴη τῶν εἰς τοῦτό σε τοῦ χρόνου προαγαγόντων δοῦναί σοι καὶ τὸ κομίσασθαι τὸν νέον. ὡς ἡδύ γε καὶ θεοῖς θέαμα λέγων μὲν οὑτοσὶ καὶ δεικνύων τοὺς πόνους τοῦ πάππου, ὁ δὲ Ἄσταφος τῆς ἐπιμελείας τῆς αὑτοῦ τῷ καρπῷ γαννύμενος.

Τατιανῷ.

Ἔχω τὴν τιμὴν λαβὼν ἔν τε τῇ φιάλῃ καὶ τῷ διθύρῳ γραμματείῳ, τὸ μὲν ἐλέφαντος, ἡ δέ ἐστιν ἀργύρου. καὶ τοῖς μὲν ἄλλοις, οἳ τὴν σὴν οὐκ ἐπίστανται φύσιν, θαυμαστὸν τοῦτο ἐδόκει καὶ οὐκ ἐλπιζόμενον ἥκειν, ἐμοὶ δὲ ἐλπίδα τε ἐπλήρωσε καὶ μαντείαν· εἶπον γὰρ ἥξειν τὰ ἥκοντα πρὶν ἥκειν. ὧν ἐλθόντων τε καὶ φανέντων καὶ δοθέντων δρόμος τῶν ἐπιτηδείων παρʼ ἡμᾶς χαιρόντων τε καὶ συγχαιρόντων. ἐγὼ δὲ τῆς μὲν τιμῆς ἐζηλούμην, τῷ δὲ ὡς τιμήσομαι προειπεῖν ἐθαυμαζόμην. τιμὴ δέ μοι καὶ τὸ διὰ τοιούτου κεκομίσθαι τὴν τιμήν, ᾧ κόσμος μὲν ὁ πατήρ, κόσμος δὲ αὐτὸς αὑτῷ τῇ τε ἀρετῇ καὶ τῷ τρόπῳ καὶ τῷ κάλλει τῶν λόγων· ὧν εἰς κάλλος ἀπήλαυσε καὶ τὰ σὰ τυχόντα φωνῆς πρεπούσης. πεποίηται δέ τί σοι καὶ παρὰ τοὐμοῦ γήρως, οἷον εἰκὸς παρὰ γήρως γενέσθαι, ῥώμην μὲν οὐ παραδεικνύον, ἔρωτα δέ. τίς δʼ οὐκ ἂν ἐρασθείη τοιαῦτα μὲν εὑρίσκοντος ὑπάρχου, τοῖς δὲ εὑρισκομένοις προστιθέντος τὰ τέλη; διʼ ὧν πάλιν γίγνομαι μάντις καί φημι σὲ μὲν αὖθις ἴσα πέμψειν ἐπʼ ἴσοις, ἐμαυτὸν δὲ καὶ λήψεσθαι καὶ γράψειν.

Πρόκλῳ.

Τὴν τοῦ γενναίου πατρός σου λαβὼν ἐπιστολὴν παρὰ τοῦ ῥήτορος Πρισκιανοῦ σὴν ἀπαιτῶν ἐπιστολὴν μὲν οὐκ ἐλάμβανον, τὸ δὲ γράψαι κεκωλυκὸς ἤκουον. τὸ δὲ ἦν πραγμάτων ὄχλος ἕλκοντος ἑκάστου πρὸς ἑαυτὸ καὶ πρώτου πράττεσθαι βουλομένου. ταῦτʼ οὖν ἀντὶ τῆς ἐπιστολῆς ἐγένετό μοι, μᾶλλον δέ, μείζω παρέσχεν ἡδονὴν μείζονός σοι τῆς ἐπιδείξεως ἐν πλείοσι πράγμασι γιγνομένης. ὅτου γὰρ ἅψαιτο Πρόκλος, τοῦτο καὶ κατώρθωται. εἴτʼ οὖν οὐ γράφεις ἡμῖν, οὐκ ἀθυμοῦμεν ἔχοντες τὴν αἰτίαν, εἴτε καὶ οὕτω γράφεις, θαυμασόμεθα τὸ κἀκεῖνο ποιοῦν ὁμοῦ καὶ τοῦτο. πρὸς δὴ τὴν τοῦ πατρὸς φιλοπονίαν ἁμιλλώμενος δοκεῖς μοι καὶ τὸ ʼκείνου γέρας οἴσεσθαι τοῦ αὐτοῦ μὲν ἐπαινοῦντος, τοῦ αὐτοῦ δὲ διδόντος. ἴσως δὲ καὶ αὐτὸς ταῦτα καὶ ὄψομαι καὶ καρπώσομαι· ζητήσω δὲ οὐκ ἄλλην ἀρχὴν τῆς ἐπὶ τούτοις ἐπιστολῆς, ἀλλʼ ὅπερ πρὸς τὸν πατέρα σου, τοῦτʼ ἀρκέσει μοι καὶ πρὸς σέ.

Ἀνατολίῳ.

Πρὸς εἰδότας μέν, ὅμως δὲ ἀπήγγειλεν ὁ καλὸς Πρισκιανός, οἷος μὲν ἔξω γένοιο τοῦ βουλευτηρίου περὶ τὸν ἡμέτερον, οἷος δὲ ἐν αὐτῷ, καὶ οἷος μὲν μελλούσης ῥηθήσεσθαι τῆς δίκης, οἷος δὲ λεγομένης, οἷος δὲ ἐκβάσης, ὡς ἐξέβη. πάντων οὖν σοι τούτων ἔχομέν τε χάριν καὶ ἐπαινοῦμεν, ἅ μοι δοκεῖ καὶ παρʼ αὐτῶν ἐπαινεῖσθαι τῶν θεῶν, ὥσπερ αὖ καὶ τὰ τῶν ἀδελφῶν σου περὶ τὸν αὐτόν. ἃ εἰ μὴ τότε ἔκαμόν τε ἐκεῖνοι καὶ εἰσήνεγκαν φροντίδας καὶ ἰατροὺς καὶ ἀγρυπνίαν καὶ δαπάνην, ᾤχετʼ ἂν οὗτος ἢ ἄνευ ποδὸς ἔζη. τούτων δὴ τῶν τε λόγων καὶ ἔργων ἴσθι κεισομένην ἐν ἐμοὶ μνήμην ἀθάνατον. χάρις δὲ καὶ Πρισκιανῷ τῆς τε λύπης ἣν ὑπὲρ ἡμῶν ἐλυπήθη καὶ τῆς ἡδονῆς μεθʼ ἧς τὰ ὑμέτερα διηγεῖτο. οὐ γὰρ δὴ διηγεῖτο μόνον, ἀλλὰ καὶ μετὰ τοῦ χαίρειν ἡμῶν μὲν εὖ παθόντων ὑφʼ ὑμῶν, ὑμῶν δὲ εὐδοκιμούντων. ἀλλὰ κἀκεῖνο μέντοι πρόσθες· πεῖθε τὴν μεγάλην βουλὴν ὡς οὔτʼ ἐμὸν ἐκεῖνο τόλμημα οὔτε τοῦ πεπορευμένου, τῶν δʼ ἀναπτερωσάντων οὐ μίσει μὲν τοιαῦτα διαλεχθέντων, ἰδεῖν δὲ καλῶς τὸ πρᾶγμα οὐ δυνηθέντων. μήτʼ οὖν ἐμέ τις ὡς ἀγνοήσαντα τὰ ἡμέτερα μεμφέσθω κἀκείνῳ τις ἐχέτω συγγνώμην.

Ῥιχομήρει.

Πολλὰ πολλάκις ἡμᾶς εἰς ἑορτῶν ἄγει μνήμην. ἐν οὖν τῇ μνήμῃ τῶν ἑορτῶν καὶ τῶν ἡμερῶν ἐκείνων μνημονεύομεν, παρʼ ὧν ἡμῖν ἐδόθη τὸ σοὶ συνδιατρίψαι, καὶ τιμῶμεν τὰς ἡμέρας ἐκείνας τῷ τῶν ἑορτῶν ὀνόματι τὰ δίκαια ποιοῦντες. σὺ γὰρ δὴ καὶ ἥκων ἡμῖν καὶ συνὼν ἡμέρας μέλιτος ἡδίους ἡμῖν ἐποίεις τὰς ὁμιλίας, ὥσθʼ οἱ μὲν ἀπῄεσαν μεστοὶ χαρᾶς, οἱ δʼ εἰσῄεσαν ἐπʼ ἴσοις, καὶ πᾶν μὲν λυπηρὸν ἐπεφεύγει, παρεῖχες δὲ εὐφροσύνης ἀφορμάς. ὁ δὲ πλέον τῶν ἄλλων ἔχων ἦν ἐγὼ ζητούμενός τε ἀεὶ καὶ καλούμενος καὶ πρὸς τῷ τοίχῳ λόγων ἀκούων ὧν οὐκ ἄλλοι. τὸ οὖν ἐκ τούτων καὶ ἐμοὶ καὶ τῇ πόλει φίλτρον ἐγγενόμενον πέπηγέ τε καὶ μένει καὶ οὐδενὶ κινηθήσεται. καὶ εὖ τε πράττοντι συγχαίρομεν καὶ τά τε δυσκολώτερα τοῦ προσήκοντος τετύχηκεν εὐχαί τε ἡμῖν πρὸς τοὺς θεοὺς πανταχοῦ σε τύχης ἀπολαύειν τῆς βελτίονος δεῦρό τε αὖθις ἐλθεῖν σὺν τῷ θείῳ βασιλεῖ καὶ πάλιν ἐπιβῆναι τῆς φίλης τῷ Ἀπόλλωνι Δάφνης, ἣν ἐτίμησας δρόμῳ τε τῷ εἰς αὐτὴν καὶ τῷ διὰ πάσης τοὺς ὀφθαλμοὺς ἐνεγκεῖν, καὶ ταῦτα ἐν μιᾶς ἡμέρας μέρει· τῶν γάρ, οἶμαι, πραγμάτων ἐφʼ ἑαυτὰ καλούντων οὐκ ἐνῆν πλέον τι τῇ Δάφνῃ χαρίσασθαι. τουτὶ μὲν οὖν δοῦναι τῶν θεῶν, ὧν ἱερὰ πολλὰ μὲν ἡμῖν ἐν τῇ πόλει, πολλὰ δὲ περὶ αὐτήν· τἀμὰ δέ, καὶ ὧν ἐστερήμεθα καὶ ἐν οἷς κείμεθα, γράμμασι μὲν οὐκ ἔδοξέ μοι διὰ μῆκος παραδοῦναι, τῇ φωνῇ δὲ ἀφεῖναι τοῦ χρηστοῦ Παλλαδίου. ᾧ μισθὸν εἴ σε φαίην ὀφείλειν, οὐκ ἂν αἰτιάσαιο· μέτριον γὰρ οὕτω δή τι καὶ ἐπιεικῆ παρέσχεν αὑτὸν πρὸς πάντας ἀνθρώπους, καὶ οὐδεὶς ὑπʼ οὐδενὸς ἠδίκηται διὰ τὸ Παλλάδιον δύνασθαι, ὥστε σοι πᾶσαι μὲν ἀπὸ παντὸς εὐφημίαι στόματος, ἔγκλημα δὲ οὐδὲ ἓν οὐδαμόθεν.

Ἀνατολίῳ.

Καλῶς εἶδεν ὁ καλὸς Πρισκιανός, διʼ ὅτου μοι γένοιτʼ ἂν ὧν ἐβουλόμην τυχεῖν. καὶ διὰ τοῦτο τοὺς ἄλλους ἀφεὶς σὸν ἐποίουν τὸν ὑπὲρ τοῦ γεωργοῦ πόνον. ὃν ἔλυσεν ἐλθόντα τὰ τοῦ χρηστοῦ βασιλέως γράμματα οὐκ ὄντα μὲν ἀναμάρτητον, ἀμείνω δὲ τῷ δεσμῷ γεγενημένον. σὺ δʼ ἔν τε μείζοσι καὶ ἐλάττοσιν εὖ ποιεῖν ἡμᾶς ᾑρημένος ἕξεις μὲν τὰ μείζω παρὰ τῶν θεῶν, εἰσὶ δέ σοι καὶ παρὰ ἀνθρώπων ἔπαινοι τῶν τοὺς ἀγαθοὺς ἐπαίνοις τὰ αὑτῶν μιμεῖσθαι πειθόντων καὶ ποιεῖν αὐτὰ πλείω. θαυμαστὸν δὲ οὐδὲν εἶναί τινας καὶ τοὺς τὰ πρὸς ἡμᾶς σου μεμφομένους. οὓς καλὸν ἀκούειν τὸν Ἱπποκλείδην.

Καπιτωλίνῳ.

Ἴσως ᾠήθης χαλεπῶς με τὰς αἰτίας ἐνεγκεῖν, ἃς ᾐτιάσω με διὰ τῆς ἐπιστολῆς. αἱ δʼ ἦσαν πολὺν χρόνον οὐκ ἐπεσταλκέναι με οὐδὲ τῇ τιμῇ σε ταύτῃ τετιμηκέναι, καὶ ταῦτα παρόντα πολλοῖς ὑπʼ ἐμοῦ τετιμημένον. ἐγὼ δὲ τούτοις ἐγκεκωμιάσθαι νομίσας ἥσθην, ὡς εἰκὸς τὸν ἐγκεκωμιασμένον, ὥστε καὶ τοῖς φίλοις ἐδείκνυον πάσῃ σπουδῇ τὴν ἐπιστολὴν εἰδέναι αὐτοὺς τὸν σὸν ἔρωτα βουλόμενος, κἀκεῖνοι συνέχαιρον ταῦτα ὁρῶντες. οὕτως ἐλύπησας μὲν ἥκιστα, εὔφρανας δὲ μάλιστα. καὶ βουλοίμην ἄν, εἰ μὴ ἐπιστέλλοιμι, τοιαύτας λαμβάνειν ἐπιστολάς. σὺ δὲ ἐμοὶ ἀεὶ μὲν καὶ πανταχοῦ τίμιος τῇδέ τε ὢν κἀν τῇ Μεγάλῃ πόλει καὶ πεζεύων καὶ πλέων καὶ σιωπῶν καὶ λέγων, ἀνὴρ μετὰ δικαιοσύνης εἰς τήνδε πεπορευμένος τὴν ἡμέραν καὶ δόξαν ἡμῖν οὐ μικρὰν τῇ σαυτοῦ δόξῃ περιθείς. ἀεὶ μὲν οὖν σου καὶ μεμνήμεθα καὶ σὺν ἐπαίνοις, τὸ γράφειν δὲ ἡμῖν ὑπὸ τῆς Τύχης ἐκωλύθη τῆς βουληθείσης με κλάειν ἀντὶ τοῦ γράφειν. ἢ οὐδὲ πενθεῖσθαι δίκαιος ἦν ἐκεῖνος, ὃς ἦν ἐμός, εἴπερ ἦν ἐξ ἐμοῦ καὶ ἡ μήτηρ οὐκ ἐκώλυσε; τούτου τοίνυν κομισθέντος μὲν εἰς Ταρσούς, ὡς ἐκομίσθη, κομισθέντος δὲ ὡς ἡμᾶς μετὰ τοῦ πάθους καὶ μετʼ οὐ πολλὰς ἡμέρας ἐπὶ τὴν σορὸν θαυμαστὸν οὐδὲν λῆξαί με γραμμάτων. ἀλλʼ ἐπειδὴ πάνυ φῂς ἀδικεῖσθαι μὴ λαμβάνων, ὑπηκούσαμέν τε καὶ κρεῖττον ἔστω τὸ σοὶ δοκοῦν τῶν νῦν ἐμὲ περιεστηκότων.

Τῷ αὐτῷ.

Κῦρος ὁ χρηστός, ὁ πολλῶν κρατήσας τῇ τέχνῃ νοσημάτων, εἰσῆλθε παρʼ ἐμὲ τρέχων τε καὶ περιχαρής. ἐρομένου δέ μου, τίσιν οὕτω διατεθείη, φόβου τε ἐλεύθερος ἔφασκε γεγενῆσθαι καὶ ἀναπεπνευκέναι κῦμα διαφυγὼν μέγα. διδάξαντος δέ, ὅ τι ἦν τὸ κακόν, πάλιν ἠρόμην· τίς δὲ ὁ τοῦτο στορέσας; ὁ δὲ εἶπε κροτῶν ἅμα τὴν σὴν κεφαλήν, ἣ μυρίους ἤδη σέσωκε κάλλιον παντὸς λιμένος. ταῦτα ἀκούσας ἀμφοτέροις συνήσθην, τῷ τε οὐ κατακλυσθέντι τῷ τε ἐξαρπάσαντι· καὶ γὰρ τοὺς βοηθοῦντας τῶν κερδαινόντων εἶναι νομίζων οὐδέποτε παύσομαι.

Πρόκλῳ.

Εἰδὼς μὲν τὸ μέγεθος τῆς λύπης, ᾧ κατείλημμαι, εἰδὼς δέ, ὅσον ἐστί μοι τὰ παρὰ σοῦ γράμματα, πρᾶγμα ποιῶν βοηθοῦντος οὔ με λανθάνεις πέμπων τὸ διὰ τῶν ἐπιστολῶν φάρμακον. ἐφʼ ἃς δρόμος πολὺς τῶν ἡμετέρων πολιτῶν σὲ μὲν θαυμαζόντων, ἐμὲ δὲ μακαριζόντων, καὶ ταῦτα ἐν οὕτω χαλεπῇ τύχῃ. εἰ δὴ σοὶ λόγος τοῦ ταῦτα ἀμφότερα γίγνεσθαι πολλάκις, ἐπίστελλε πολλάκις.

Ἀνυσίῳ.

Αὐτὸς μὲν διὰ χρόνου σοι γράφω, σὺ δʼ ἡμῖν οὐδέποτε· ὃ καὶ ἐμοὶ τὸ διὰ χρόνου πεποίηκεν. ᾧ γὰρ βαρὺ τὸ ἐπιστέλλειν, τούτῳ δήπου καὶ τὸ λαμβάνειν ἐπιστολάς. ἀλλὰ νῦν, οὐδὲ γὰρ εἰ πάνυ βουλοίμην, ἔξεστι σιωπᾶν, γράφω καί σου δέομαι λύσιν τινὰ τοῖς παροῦσιν εὑρεῖν, ἣ τοῦ μὲν ἀρίστου Ῥουφίνου προσθήσει τῇ δόξῃ, τὰ δʼ ἡμέτερα μὴ κατασείσει, καὶ ταῦτα ἰσχὺν ἔχοντα τὴν ἀπὸ τῶν δικαίων. νῦν δʼ ἀρκεῖ μοι τοσοῦτον εἰπεῖν, ὅτι τὰς ἐλπίδας οὐκ ἐν τῷ πλήθει τῶν γραμμάτων ἔχω, ἀλλʼ ἐν τῇ φύσει τοῦ γενναίου Ῥουφίνου τοῦ μέγα κέρδος ἡγουμένου πράττειν ἀεί τι τοιοῦτον, ὃ πᾶν στόμα κινήσει πρὸς εὐφημίαν. ὅ μοι δοκεῖ καὶ νῦν ἔσεσθαι καὶ δοθήσεσθαι τοῖς ἀνθρώποις ἀφορμὰς ὧν ἐπιθυμοῦσι λόγων. ἀλλʼ ὅπως μὴ θαυμάσῃς τὸ μὴ καὶ πρὸς αὐτὸν ἐκεῖνον ἐλθεῖν περὶ τῶν παρʼ ἡμῖν ἐπιστολήν. τὸ γὰρ μηδʼ ὀλίγας συλλαβὰς ἐλθεῖν ἡμῖν ἀντʼ ἐκείνης, ἣν σοῦ πείθοντος ἐπέμψαμεν, συμβουλή τις ἦν μηδὲν τοιοῦτον ποιεῖν.

Ἀκύλᾳ.

Τούς τε πόνους, οὓς ἔτι ζῶντος ἐπόνεις Ὀλυμπίου χαριζόμενος Ὀλυμπίῳ, πολλάκις ἐπῄνεσα καὶ νῦν περὶ ἡμᾶς εὑρίσκων σε τοιοῦτον καὶ θαυμάζω καὶ χάριν οἶδα. καὶ βουλοίμην ἂν μὴ καταλῦσαι τὴν προθυμίαν, πρὶν ἂν τέλος ἐπιθῇς τοῖς ἐν χερσὶ τούτοις ἄξιον τοῦ μακροῦ χρόνου.

Πολυχρονίῳ.

Ἀνέγνω μοι τὴν ἐπιστολήν σου τὴν πολλήν τε καὶ νοῦν ἔχουσαν ὁ φίλος ἡμῶν Θαλάσσιος· καὶ οὐκ ἐβουλευσάμεθα περὶ τοῦ τί χρὴ ποιεῖν, ἀλλʼ εὐθὺς ἐνίκα σοὶ τὸ πρᾶγμα ἐπιτρέπειν ὡς εὔνῳ τε ἡμῖν καὶ γνῶναι δεινῷ τὸ δέον. γίγνου τοίνυν ἄξιος τῶν προσδοκιῶν.

Καπιτωλίνῳ.

Ἐγένετό τις ἀνὴρ Ἡρακλεώτης, θεσπέσιος ὄντως ἀνήρ, ὁ Θεσπέσιος, καὶ λόγων εἵνεκα καὶ νόμων καὶ τοῦ δύνασθαι πόλεις ἐν ἀρχαῖς εὖ πραττούσας δεικνύειν ὥσπερ οὖν καὶ τὴν ὑμετέραν. τοῦτον εἶδον αὐτὸς ἐν Ἡρακλείᾳ πρεσβύτην παρὰ τῶν θεῶν τιμώμενον ἐν γήρᾳ γενέσει παίδων. οὓς καταλιπὼν ἀπῆλθεν. ἀλλʼ ὁ μὲν υἱὸς καὶ αὐτὸς ᾤχετο, ζῇ δὲ θυγάτηρ καὶ ἔστι παρʼ ἡμῖν λογισμοῖς τισι πειθομένη καὶ ἐπανήξει γε ὡς ὑμᾶς, ἡνίκʼ ἂν τοῦτο βέλτιον ᾖ. γείτονα δὲ παρʼ ὑμῖν ἔχουσα δυνάμενόν τε λυπεῖν καὶ λυποῦντα βούλοιτʼ ἂν διὰ σοῦ γενέσθαι πρᾳότερον. ἡγουμένη δέ σε τοῦτον ὑπομενεῖν τὸν πόνον, εἰ διʼ ἐμοῦ τὴν χάριν αἰτήσειεν, ἐμνήσθη τε πρός με γραμμάτων καὶ εἶχεν εὐθὺς πειθόμενον, τὴν μὲν αἰδούμενον, σοὶ δὲ τεθαρρηκότα. γίγνου τοίνυν καὶ νῦν οἷος πολλάκις καὶ βοήθει τῇ Θεσπεσίου παιδί, ὃν εἰκὸς τῷ σῷ πατρὶ γεγενῆσθαι φίλον καὶ πολλὰ μὲν αὐτῷ συλλαβεῖν, ἐν πολλοῖς δὲ συνεργὸν λαβεῖν.

Παλλαδίῳ.

Προσῆλθέ μοί τις ἄνθρωπος κατηφὴς ὀρφανῶν θρηνῶν κακά· ἃ περιιστάναι τοῖς ταλαιπώροις ἄνδρα παρʼ ὑμῖν ἀτιμάζοντα τὸ δίκαιον. καὶ προσετίθει τὸν μὲν παύσεσθαι δρῶντα κακῶς, τοῖς δὲ ἔσεσθαι σωτηρίαν, εἰ σὺ χεῖρα ὀρέξαις· τοῦτο δʼ ἄν σε ποιῆσαι, γράμμασιν ἡμετέροις εἰ παρακληθείης. ἐγὼ δὲ ἐθαύμασα μὲν εἰ τοσοῦτον παρὰ σοὶ δυνήσομαι· τοῦ δὲ ὀμνύντος ὡς πάνυ δυνήσομαι, καὶ διεξιόντος, ὅθεν ὀμνύοι, θαρρῶν ἐπείσθην τε καὶ συνήσθην ἐμαυτῷ τε κἀκείνοις, ἐμαυτῷ μὲν ὧν δώσω, ὧν δὲ ἕξουσιν ἐκείνοις. χώρει τοίνυν ἐπὶ τὴν βοήθειαν καὶ πάρασχε σαυτὸν ὀρφανοῖς καταφυγήν, ὅπως ἔπαινοι μὲν σοὶ γίγνοιντο παρὰ τῶν ἀνθρώπων, παρὰ δὲ τῶν θεῶν ἃ παρὰ τῶν θεῶν εἰκός.

Ζηνοδότῳ.

Ἕτερος οὗτος οἶνος ἥκει πολύς· ἦν δὲ καὶ ὁ πρότερος πολύς. σὺ δὲ καλεῖς ὀλίγον ἑκάτερον· οὕτω πᾶν τὸ ὑπὲρ λόγων ἐρχόμενον, κἂν ᾖ μέγα, μικρὸν εἶναί σοι δοκεῖ. σὲ μὲν οὖν καὶ σώζοιεν οἱ θεοὶ καὶ ποιοῖεν πολλάκις ἐπιστέλλειν οὕτως αὐτὸ ποιοῦντα καλῶς· Λιβανίῳ δὲ παρῄνεσα συνεῖναι μὲν ταῖς τῶν ἀρχαίων ἐπιστολαῖς, συνεῖναι δὲ καὶ ταύταις, καὶ τρέφεσθαι μὲν ἐκείναις, τρέφεσθαι δὲ καὶ ταύταις. ἃ γεγόνασιν ἐξ ἐκείνου. ἐμὲ δὲ κινεῖ μὲν οὐ τοῦτο, ἀλλὰ τὸ τετιμῆσθαι τούτῳ, ποιεῖ δὲ προθυμότερον περὶ αὐτὸν ὅ τε ὢν ὅ τε οὐκ ὤν, ἐπεὶ καὶ τὸν ἄριστον Ἀντίοχον πολλάκις ἡγοῦμαι καὶ παρακαθῆσθαί μοι καὶ λέγειν περὶ τοῦ παιδὸς ἃ πατὴρ ἂν ὑπὲρ υἱέος εἴποι.

Βόνῳ.

Εἰ δὲ σὺ φόβῳ σιγᾷς καὶ οὐκ ἐπιστέλλεις, τίνα δεῖ θαρρούντως τοῦτο ποιεῖν; ἐν σοὶ γὰρ δὴ πάντες μὲν ποιηταί, πάντες δὲ ῥήτορες καὶ λόγων εἴδη πάντα. καὶ οὐκ ἔστιν εἰπεῖν ὡς μαθεῖν μὲν ἦσθα ἀγαθός, διδάσκαλος δὲ οὐ τοιοῦτος, ἀλλὰ πάντα ῥᾳδίως καὶ ταχέως ἔλαβές τε καὶ μετέδωκας. καὶ πολλοὶ νῦν κοσμοῦσι τὴν γῆν ἀπὸ τῆς σῆς εἰς τοῦθʼ ἥκοντες συνουσίας. μὴ τοίνυν ὄκνει γράφειν μηδὲ τὰ σαυτοῦ φεῦγε. σὸν δὲ τό τε λέγειν τό τε τοὺς λέγοντας περὶ πολλοῦ ποιεῖσθαι, ὥσπερ αὖ τὸν δαιμόνιον σοφιστήν, ὃν ἐγγὺς ἔχων ἀγάλλῃ. ὁ δὲ σὲ ἐγκωμιάζων ἔχει μὲν ἀφορμὴν τὴν παιδείαν, ἔχει δὲ τὴν ἀρχήν, ἣ μείζω τὴν Ἀραβίαν ἐποίησεν οἶκον αὐξήσασα ἕκαστον. γίγνου δὴ κἀν τοῖς μετὰ ταῦτα τοιοῦτος καὶ τὸν μὲν σοφὸν Ἀβούργιον εὔφραινε τῇ φωνῇ, τοῖς γράμμασι δὲ ἐμέ.

Ποστουμιανῷ.

Οἱ πάντα ὁρῶντες θεοὶ καὶ τοῖς πεπληγμένοις τῶν ἀνθρώπων εἰωθότες βοηθεῖν ἰδόντες με καταβεβλημένον καὶ κείμενον ὑπὸ τῆς νῦν συμφορᾶς τό τε πλῆθος τῶν εἰς παραμυθίαν εἰρημένων λόγων οὐδὲν δυνηθὲν φάρμακόν τι τοῦτο ἰσχυρὸν τὴν σὴν ἐξεῦρον ἐπιστολήν. ἧς ἦν μέν τι κέρδος καὶ προτεινομένης ἔτι Ἱλαρίου τοῦ καλοῦ τοῦτο ποιοῦντος, πλέον δʼ ἑρμηνευομένης, πόνος δὲ ἄρα τὸ πρᾶγμα γεγένηται τοῖς ἄγουσιν εἰς τὴν ἡμετέραν φωνὴν τὴν ὑμετέραν, καὶ ὁ νικήσας τῷ τὸ προσιὸν ἑλεῖν ἐστεφανοῦτο. ἐγὼ δὲ ῥᾴων ἐδεικνύμην τῇ τιμῇ καί μέ τις τῶν συνήθων εἶδε μειδιάσαντα, καὶ τὸ νέφος οὐκέτʼ ἦν ἴσον οὔτʼ ἐπὶ τῆς ψυχῆς οὔτʼ ἐπὶ τοῦ προσώπου. καὶ θαυμαστὸν οὐδὲν τιμὴν τοσαύτην ἥκουσαν διʼ ἐπιστολῆς τοῦ πρώτου Ῥωμαίων—ὁ δὲ τοῦτʼ εἰπὼν εἶπε πάντων ἀνθρώπων—ἰσχύσαι λύπης ἀφελεῖν τι καὶ καταμίξαι τι γαλήνης. δοκεῖς δέ μοι δίκαιος εἶναι πειρώμενος κατὰ τὸν Αἰγινήτην Αἰακὸν ἓν οὐ δίκαιον ποιεῖν φεύγων ἐν οἷς ἐπιστέλλεις τὴν Ἑλλήνων γλῶτταν. ἣν σὺ προσέθηκας τῇ παρὰ τοῦ γένους πολλῇ μὲν ἐπιθυμίᾳ, πολλοῖς δὲ ἱδρῶσι, τοῖς μὲν ἐν ἡλίῳ, τοῖς δὲ πρὸς λύχνον, διʼ ὧν ἐνέπλησας τὴν ψυχὴν Ὁμήρου τε καὶ Ἡσιόδου καὶ τῶν ἄλλων ποιητῶν Δημοσθένους τε καὶ Λυσίου καὶ τῶν ἄλλων ῥητόρων. εἴποι δʼ ἂν Ἡρόδοτός τε καὶ Θουκυδίδης καὶ πᾶς ἐκείνων ὁ χορὸς εἶναι χώραν καὶ αὑτοῖς ἐν τῇ σῇ διανοίᾳ καὶ τούτου μάρτυρας εἶναι τοὺς πεποιημένους σοι λόγους τοὺς πολλούς τε καὶ καλούς. καὶ ταῦτα οὐ νῦν μὲν ἔγνωσται, πρότερον δὲ ἠγνοεῖτο, ἀλλὰ καὶ πρὸ τῶν ἐπιδείξεων ἐπιστεύετο καὶ ἐν αὐταῖς καὶ μετʼ ἐκείνας λόγος οὐκ ὀλίγος περὶ τῶν σῶν ἐγγόνων, λόγων. τουτὶ δὲ κοινὸν ἁπάσης οἰκίας, ᾗ θεοὶ πρόγονοι, τὸ δʼ ἄγαν τῆς ὑμετέρας γενεᾶς. κτησάμενος δὴ καὶ ταῦτα ἐπʼ ἐκείνοις ὡς δύνασθαι πείθειν, εἰ λέγοις σαυτὸν Ἀθηναῖον, χρῶ πρὸς ἡμᾶς παροῦσιν ἀγαθοῖς καὶ τὰς ἐσομένας ἐπιστολάς—δῆλον γὰρ ὡς ἀρξάμενος οὐ παύσῃ—μὴ πέμψῃς πάλιν εἰς ἑρμηνέων στόματα. τοῦδε μὲν οὖν σὺ κύριος, παρὰ δὲ τῶν θεῶν αἰτῶ δοῦναί μοι τὴν σὴν ἰδεῖν κεφαλὴν ἐν ἀρχομένου τάξει, καθάπερ πάλαι τὸν σὸν θεῖον ἔγνων, ᾧ παῖδα τρέφεις ὁμώνυμον ἐν τῇ πόλει τῆς θεοῦ τῆς διʼ ἀγῶνος αὐτὴν λαβούσης. τοῦτό τε οὖν ἐστί μοι πρὸς ὑμᾶς δικαίωμα καί τι καὶ ἕτερον, ὃ δεῖ σε μαθεῖν· ἐν ᾧ γὰρ ἔτει γῆν καὶ θάλατταν ἐπεῖχε τῷ τοῦ ὑπάτου καὶ ὀνόματι καὶ σχήματι πάππος ὁ ὑμέτερος, τότε τῆς μητρὸς ἐκδραμὼν ἐφάνην ἡλίῳ.

Γαΐῳ.

Ἤιδειν ὅτι μου τοῖς γράμμασιν ἡσθήσῃ καλοῖς μὲν οὐκ οὖσι, καλοῖς δὲ νομιζομένοις· τοιαῦτα γὰρ τὸ φιλεῖν ποιεῖ. Πρισκίων δὲ ὁ δεινὸς εἰπεῖν κἀν τῷ προτέρῳ σχήματι κἀν τῷ νῦν δακρύσας μὲν ἀπὼν ἠβουλήθη καὶ παρών. θρηνήσας δὲ καὶ τὸν παῖδα μὲν τὸν ἐμόν, αὑτοῦ δὲ συμφοιτητήν, παῦσαί με τοῦτον ὀδύρεσθαι θελήσας δείσας μὴ τὸ λίαν ἐνέγκῃ τι καὶ αὑτῷ κακὸν λόγον ἀντέστησε τῇ λύπῃ πάνυ μὲν ἰσχυρὸν καὶ πολλῶν ἐπαίνων παρʼ ἡμῶν τετυχηκότα, τὴν λύπην δὲ οὐδʼ ἂν θεὸς παύσειε. χάριν δὲ εἰδὼς αὐτῷ τῶν γεγραμμένων καὶ τῶν περὶ σοῦ λόγων οἶδα οὔπω πρότερον τὴν Παλαιστίνην ὑπὸ τοιῷδε γεγενῆσθαι. καὶ οὐ μακρὸν μὲν τὸ κέρδος, κέρδος δὲ ὅμως, εἰ καὶ μὴ μακρόν. περὶ οὗ Πρισκίων ἐπανελθὼν ἃ προσήκει διαλέξεται. κατʼ αὐτὸ γὰρ τοῦτο καὶ βραχεῖ τετίμηκεν ἡμᾶς χρόνῳ καὶ ἡμεῖς οὐκ ἐκωλύσαμεν καίτοι χαίροντες μὲν τῇ φωνῇ τἀνδρός, χαίροντες δὲ καὶ τοῖς ἄλλοις.

Ἰούλλῳ.

Σὺ μὲν ἴσως ἐπιλέλησαι τῶν τιμῶν αἷς με, ἡνίκα ἦρχες ἡμῶν, ἐτίμας. ὧν, οἶμαι, μία· ἐν τῷ βουλευτηρίῳ μετὰ τῆς βουλῆς ποτε βουλευούσης καθήμενος ἐκέλευες αὐτὴν τιμᾶν τέ με ἔξω συνόντα τοῖς νέοις καὶ ποιεῖσθαι κοινωνὸν τῶν βουλευμάτων καὶ ἀεί ποτε τοῦτο ποιεῖν. σοὶ μὲν ταῦτα οὐκ ἐν μνήμῃ, ἐμοὶ δὲ ἐν πάνυ πολλῇ. κείσεται δὲ μετʼ ἐκείνων καὶ τὰ μετὰ τὴν ἀρχὴν ἃ προσέθηκας ἐκείνοις οἴκοι διάγων. ταῦτα δέ ἐστι· πύργος καὶ τεῖχος γεγένησαι τῷ σοφῷ Πρισκίωνι διὰ πάντων μὲν λόγων, πάντων δὲ ἔργων καὶ πόνων καὶ δρόμων καὶ τῶν ἐν ταῖς ἐπιδείξεσι πηδημάτων οὐδὲν λειπομένων ὧν ἡμῖν εἰσέφερες. ταυτὶ δὲ οὐ διʼ ὀνειράτων ἐμανθάνομεν, ἀλλʼ αὐτὸς ὁ τούτοις ηὐξημένος διηγούμενος ἐδίδαξεν. ἦν δὲ ἡ διήγησις μακρά, μικρὰν γὰρ περὶ πολλῶν οὐκ ἐνῆν, καί με τὰ τοιαῦτα οὐχ ἧττον ἐκούφιζεν ἢ ὁ λόγος ὁ τῆς ἐν ἐμοὶ λύπης κρατῆσαι βουλόμενος. δόξα γὰρ παιδὸς ἀφῄρει πένθους· τῆς δὲ τὰ μὲν παρὰ τῆς τέχνης, τὰ δὲ παρὰ τῆς συμμαχίας· μέγας δὲ σύμμαχος Ἰοῦλλος, ἀνὴρ ἐν μελέτῃ τοῦ νικᾶν. ἡσθεὶς οὖν οἷς ἤκουσα δίκαιος ἂν εἴην ἡδίω καὶ σὲ διʼ ἀκοῆς ποιῆσαι. ἴσθι τοίνυν τὸν σόν τε καὶ ἐμὸν ἑταῖρον ἀστράψαντα μὲν παρʼ ἡμῖν τοῖς λόγοις οὓς ἔδειξε τὸν ὑπὸ τῶν Ὀλυμπίων συνειλεγμένον ὄχλον ἐπιστρέψαντα πρὸς ἑαυτόν, ποιήσαντα δὲ μακαρίους τῶν νέων τοὺς ἐν θρόνοις ταῖς περὶ αὑτὸν ψήφοις. ἄκουε δὲ κἀκεῖνο τὸ καλὸν οὗ χάρις αὐτῷ παρʼ ὑμῶν ὀφείλεται. ἥκων γὰρ εἰς πόλιν ἣν οἶσθα τὴν πολλὴν καὶ μεγάλην καὶ ᾗ τὸ θαυμάζεσθαι πολλαχόθεν, οὐκ ἔσχε τῶν παρʼ ὑμῖν οὐδὲν νομίσαι κάλλιον. ᾧ μάλιστα καὶ τὴν ἀρχὴν ἣ προσέλαβεν ἡμᾶς ἐπεσπάσατο πρὸς εὔνοιαν, καὶ γέγονεν αὐτῷ γέρα τοιαῦτα τῇδε, οἷά μοι δοκεῖ καὶ παρʼ ὑμῖν ἔσεσθαι.

Πολεμίῳ.

Ὁ πολλὰ μετὰ σοῦ γελάσας ἐγώ, καὶ γὰρ τοῦτο ἐπὶ ταῖς σπουδαῖς ἐποιοῦμεν, νῦν ἐν πένθει κάθημαι, καὶ τὸ ἔργον ἐστί μοι δακρύειν, ὥστε καὶ τοῖν ὀφθαλμοῖν τὸν ἕτερον δοκεῖν ὀφθαλμὸν εἶναι μᾶλλον ἢ εἶναι. εἰμὶ δὲ οὐδὲ τὴν γλῶτταν οἷος ἦν οὐδʼ αὖ τὴν διάνοιαν. ἀλλʼ οὐδὲ ἡδονήν μοι τὸ λέγειν ἔχει καίτοι τῆς χειρὸς οὐκ ἀργούσης. καὶ λέγουσι μὲν οἱ φίλοι μὴ χείρω ταῦτʼ εἶναι τῶν πρὸ τῆς συμφορᾶς, πεισθῆναι δὲ οὐκ ἂν δυναίμην. καὶ ταῦτά μοι παρὰ τῶν οὐδὲν ἠδικημένων καὶ ὄντων μὲν εὐδαιμόνων, ἐμὲ δὲ κακοδαίμονα πεποιηκότων. λέγω δὲ ταῦτα οὐ περὶ πάντων, οὐδὲ γὰρ ἁπάντων τὸ ἔργον, ἀλλʼ ὀλίγων τινῶν οὐκ οἶδʼ ἀνθʼ ὅτου φιλονεικησάντων. ἀλλʼ ἐκεῖνοι μὲν καὶ οὕτως εὖ πράττοιεν, ἐμὲ δὲ οὔθʼ ὁ ἐμὸς ἴσχυσεν ἰάσασθαι λόγος οὔθʼ ὁ τοῦ γενναίου Πρισκίωνος, ἐν ᾧ πλέον ἐστὶν ἰσχύος, ὁμολογῶ γάρ, ἀλλʼ ἐπαινέτας μὲν ἑκάτερος ἔσχεν, ὁ νενοσηκὼς δὲ ἔτι νοσεῖ. ἐγὼ δὲ Πρισκίωνι χάριν οἶδα τοσαύτην ὅσηνπερ ἄν, εἴ με ἀνωρθώκει. κρίνω γὰρ αὐτὸν οἷς τε ἀνέστη καὶ οἷς ἐπορεύθη καὶ οἷς ἐπόνησε καὶ οἷς ἠθέλησεν. οἶδα δὲ καὶ σοὶ χάριν οὐ μόνον τῶν ἄλλων τῶν πολλῶν, ἀλλὰ καὶ τοῦ λύπης ἀξιῶσαι τὴν ἐμὴν πληγὴν καὶ τοῦ τὴν λύπην προελθεῖν εἰς δάκρυον. ἀνθʼ ὧν εὐμενοῦς τε ἀπολαύοις τῆς Τύχης καὶ μὴ δεηθείης τῶν παραμυθησομένων.

Ἡσυχίῳ.

Τὴν οὖσαν φιλίαν τῇ τε σῇ κεφαλῇ καὶ Θεοφίλῳ τῷ γενναίῳ δίκαιόν ἐστι μηδεμιᾷ προφάσει λυθῆναι. μὴ γὰρ ἴδοιμί ποτε τὴν ἡμέραν ἐκείνην εἰδὼς μέν, οἷα πολλάκις εἴρηταί σοι πρὸς ἐμὲ περὶ τοῦ γενναίου Θεοφίλου, εἰδὼς δέ, ὅστις ἐκεῖνος περὶ τὸν σὸν οἶκον γεγένηται. εἴτʼ οὖν μικρόν τι τὸ ποιοῦν τὴν φιλονεικίαν, καταφρονηθήτω, εἴτε μέγα, μικρόν τι νομισθήτω καὶ τούτῳ τιμάσθω παλαιὰ φιλία.

Τῷ αὐτῷ.

Ἀκούω παῖδα γεωργοῦ κομίζειν ἐπί τι τῶν ἀναγκαίων δᾷδα ἡμμένην, τούτου δὲ ἁρπάσαντα τοῦ πυρὸς ἄνεμον ἐνεγκεῖν τε εἰς οἴκημα γεωργοῦ τῶν σῶν καὶ κατακαῦσαι, καὶ τὸν μὲν ζητεῖν τὸ οἴκημα, τὸν δὲ οὐκ ἔχειν δοῦναι. εἰ μὲν οὖν δύνασαι γράψασθαι τὸν ἄνεμον, γράφου, καὶ εἰ κατηγορεῖν τῆς Τύχης, κατηγόρει· εἰ δὲ τοῦτο οὐκ ἔνι, μήτε ἀδίκημα τὸ ἀτύχημα κάλει μήτε ἀπαίτει δίκην τὸν συναχθόμενον τῷ τὴν βλάβην ὑπομείναντι.

Γεσσίῳ.

Χρύσης ὁ καλός, διʼ ὅσων ἦλθε πόλεων, ἁπάσας ἐξέπληξε τρόπου τε ἀρετῇ καὶ τῷ λόγους ποιεῖν τε δύνασθαι καὶ κρίνειν. σὺ δὲ οἶσθα μὲν αὐτὸν ἀγαθός τε ἀγαθὸν καὶ Αἰγύπτιος Αἰγύπτιον, μᾶλλον δʼ ἂν τὸν ἄνδρα γνοίης, εἰ πύθοιο, ποῖός τις περὶ ἡμᾶς γέγονεν. εἰ μὲν γὰρ ἔμελλεν αὐτὸς ἐρεῖν ἅπαντα, ἑπόμενον ἦν αὐτῷ τὸ λέγειν ἀφεῖναι· ἐπεὶ δὲ τὸ μὲν οἶδε, τὸ δὲ οὐκ ἐπίσταται, ἃ εὖ ποιῶν σιωπᾷ, τῶν εὖ παθόντων ἡμῶν ἂν εἴη τὸ μὴ σιγᾶν. οὗτός ἐστιν ὁ βαπτιζόμενον εὑρὼν τὸν ἄθλιον Κίμωνα καὶ προδεδομένον οὐ περιιδών, ἀλλὰ καὶ στὰς καὶ προσελθὼν καὶ δεξιὰν ἐμβαλὼν καὶ μαθεῖν ἀξιώσας, οἷα τἀκείνου, καὶ μαθὼν καὶ ἀλγήσας καὶ τἄλλα προσθείς, λόγους τε, ὧν ὁ πάντων ἀκούων ἤκουσε θεός, ἔργα τε, ὧν ὁ αὐτὸς θεὸς θεατὴς γεγένηται. τούτων ἓν ἦν τῶν ἔργων καὶ αἱ Πρόκλου πρὸς τὸν Κίμωνα διαλλαγαί. καὶ ἔνδον ἦν διὰ Χρύσην καὶ ἤκουέ τι διὰ Χρύσην καὶ ἔλεγε καὶ ἤλπιζέ τι διὰ Χρύσην. ἀλλʼ ἔδει τὸν τοῦδε πόνον καὶ σπουδὴν διαφθαρῆναι τῇ Τύχῃ. Χρύσης γὰρ ἀνθρώπου μὲν οὐδενός, ἐκείνης δὲ ἡττήθη, διʼ ἣν καὶ τὸ τῶν Ἑλλήνων γένος τοῦ παιδὸς Ἀμύντου τοῦ τραφέντος ἐν Πέλλῃ. γενομένων τοίνυν τῶν ἐκείνῃ δοκούντων ὠδύρατο μὲν ἐπὶ τῷ παιδὶ καθάπερ ἐγώ, ἐθρήνησε δὲ τὴν τελευτὴν οὐχ ἧττον ἢ ἐγώ, λύων τε εἴ τις τοῦτον ἐφάνη τὸν θάνατον, μισθὸν ἂν ὅλην ἐποιήσατο τὴν οὐσίαν, ἴσως δʼ ἄν τι καὶ τοῦ σώματος. τοιούτοις εἰς ἡμᾶς ὁ Χρύσης ἐχρήσατο, τοιαῦτα ἐνδέδεικται. ταῦτα ἴσασι πολλοί, εἰδέναι μέντοι κἀκεῖνο χρεών, ὅτι ἣν ἐλάττω λύπην ἐποίει παρών, ταύτην μείζω ποιήσει μὴ συνών.

Ἀρισταινέτῳ.

Ἧκεν ἡμῖν γράμματα καλὰ παρὰ καλοῦ διὰ καλοῦ, παρὰ σοῦ καλῶς ἔχοντα διὰ Βακουρίου τοῦ λάμποντος μὲν τῷ σώματι, ψυχὴν δὲ ὁμοίαν ἐκείνῳ παρεχομένου. σὺ δʼ ἡμῶν ἐρῶν οὐκ ἀρκεῖν σοι τοῦτο νομίζων προσέθηκας σαυτῷ τὸν χρηστὸν Βακούριον καὶ ἔρωτός γε ἐμπλήσας ἴσου δεῦρο ἔπεμψας, ὥστʼ οὐ μόνον ὡς ἡμᾶς ἀνέβη διὰ τῆς στενῆς θύρας, ἀλλὰ καὶ εὐθὺς καὶ ἑσπέρας καὶ δρόμῳ φιλήσας τέ μου τὸ πρόσωπον καθʼ ἕκαστον τῶν μερῶν καθιζάνει τε πλησίον καὶ χάριν αἰτεῖ δοῦναι αὑτῷ βλέπειν εἰς ἐμὲ πολὺν χρόνον. μικρὸν δὲ ἔφασκε καὶ τὴν νύκτα ὅλην ἔσεσθαι. οὐκ ἐλάνθανεν οὖν με, τίς ἡμῖν τοιοῦτον τὸν ἄνδρα πεποίηκε καὶ πόθεν τὸ βέλος. χαριζόμενος δέ μοι τοῖς περὶ ἐμὲ πραττομένοις εὔφραινε καὶ τοῖς περὶ σοῦ λεγομένοις. ἐν οἷς ἦν ἥ τε δικαιοσύνη καὶ τὸ δόξης ἐπιθυμεῖν σε καὶ τὸ χρημάτων ὑπερορᾶν καὶ τὸ πολλοῖς ἐπαίνοις στεφανοῦσθαι, τοῖς μὲν ὑπὸ τῆς μεγάλης βουλῆς, τοῖς δʼ ὑπὸ τοῦ σωφρονοῦντος δήμου, τοῖς δʼ ὑπὸ τοῦ θείου στόματος. οὐκοῦν καὶ χαίρειν με καὶ εὔχεσθαι δεῖ· τὸ μὲν γὰρ πρέπει τοῖς ἐρωμένοις, τὸ δὲ τῷ μέλλοντι χρόνῳ.

Λεοντίῳ.

Δοὺς τὴν ἐπιστολὴν τὴν Ἀρισταινέτου Βακούριος, ἐπειδὴ ἀνέγνωστό τε καὶ μεθʼ ἡδονῆς, αὕτη δὲ ἔφη σοι παρὰ Λεοντίου. ποίου ἔφην Λεοντίου; ὁ δʼ ἀπεκρίνατο τοῦ λογογράφου. καὶ ἐγὼ συνείς, ὃν λέγοι, μάλα τε ἥσθην καὶ ἦν μοι τοῦτο μεῖζον ἢ Τροίαν ἑλεῖν ὑποκεχωρηκότος τοῦ παρὰ τῆς ζώνης ὀνόματος ἤ, εἰ βούλει γε, σιωπῆς τῷ παρὰ τῶν λόγων. ἦσθα μὲν οὖν ἂν θαυμαστός, εἰ καὶ ποιῶν λόγους μόνον οἴκοι κρύψας εἶχες, οὐ γὰρ ἂν τάς τε Μούσας καὶ τοὺς ἐκείναις φίλους τῶν ἀνδρῶν ἐλάνθανες· πολὺ δὲ τὸ νῦν μεῖζον εἰς θέατρά σοι φερομένων τῶν παίδων καὶ πηδᾶν πειθόντων καὶ ποιούντων δόξαν σοὶ καὶ ἐμοί. ζητῶν δὲ ἡμέτερος γενέσθαι ζητεῖς ὃ καὶ ἡμεῖς ζητοῦμεν, ἡμέτερόν σε γενέσθαι. πῶς γὰρ ἂν μείζων ἡμῖν ἡ πόλις ἐγένετο; κορῶν δὲ διαλεγόμενοι γονεῦσιν οὔπω καὶ νῦν εὐτυχεῖς εὑρήκαμεν, οὐ γὰρ ἐθέλουσι κερδαίνειν· οὐ μὴν παυσόμεθά γε πειρώμενοι τοῦτο τῇ πατρίδι προξενῆσαι τἀγαθόν.

Χρύσῃ.

Ὅπου μὲν ὢν τυγχάνεις τὰ νῦν, οὐκ οἶδα· οἶδά γε μὴν ὡς εὐδαίμων οὗτος ὁ χῶρος, ἐν ὅτῳ Χρύσης καὶ κάθηται καὶ περιπατεῖ καὶ λαλεῖ καὶ σιωπᾷ· καὶ γὰρ δὴ καὶ σιωπῶν Χρύσης ὀνήσαι ἂν ἀπὸ τῶν ὀφθαλμῶν τῶν αὑτοῦ τοὺς αὐτὸν ὁρῶντας. καὶ τὰ μὲν παρὰ σοῦ τοιαῦτα τοῖς συνοῦσιν, ἐγὼ δʼ ἀηδὴς τοῖς συνοῦσι τῷ πλήθει τῶν ὀδυρμῶν, ὧν ἐστι τὸ πλέον τοῦ χρόνου· τῶν γὰρ αὖ λόγων ἐστὶ μέν τι καὶ αὐτῶν, οὐ μὴν τοσοῦτον καὶ οὐδʼ αὐτό γε τοῦτο τὸ οὐ τοσοῦτον καθαρὸν ὀδυρμῶν. νῦν γε μὴν καὶ πλείους ἀφορμαὶ τοῖς δάκρυσι τῶν ἐκείνῳ συμπεφοιτηκότων μετʼ ἀρχὰς δεῦρο ἐρχομένων τοῖς τε ἡμετέροις θρήνοις τοὺς αὑτῶν προστιθέντων. εἰσὶ δὲ οἳ καὶ φθάνοντες τοῦτο ποιοῦσι μνήμῃ τε ἐκείνου καὶ ἐμῇ θέᾳ. συνεπίκειται δὲ καὶ τὸ τῆς κεφαλῆς κακὸν φόβῳ καινῷ τὴν διάνοιαν ἐλαῦνον καὶ οὐδὲ ἀκούειν ἐῶν. ἢν οὖν ἀκούσῃς ὡς οἴχομαι πόλεμον οὕτω μέγαν οὐκ ἐνεγκὼν τῇ ἐρημίᾳ τῶν συμμάχων, μήτε θαυμάσῃς καὶ τοῦτο κέρδος ἐμὸν νομίζειν, ᾧ τὸ μὴ ζῆν ἐν εὐχαῖς, ὥσπερ ἑτέροις τὸ ζῆν.

Λεοντίῳ.

Χάριν ἔχω τῷ Σιδωνίῳ τῷδε τῷ λειτουργοῦντι Σιδωνίοις πρώτου μὲν τοῦ τὰ δίκαια πρὸς τὴν αὑτοῦ ποιεῖν οὔσης ζώνης· δευτέρου δὲ τοῦ καὶ ἰδεῖν με ἐθελῆσαι καὶ ἰδεῖν—εἶδε δὲ ἐν τῷ βουλευτηρίῳ πονοῦντα τὰ εἰωθότα—τρίτου δὲ τῆς διηγήσεως τῆς περὶ τῆς σῆς ἀρχῆς, ἐν ᾗ κατέχειν αὑτὸν ὑφʼ ἡδονῆς οὐκ εἶχεν, ἡδονῆς δὲ καὶ ἡμᾶς ἐνεπίμπλα τίς μὲν πρὸς πόλεις εἴης, ἀκούοντας, τίς δὲ εἰς ἀγρούς, τίς δὲ εἰς λόγους, τίς δὲ εἰς δίκας, τίς δὲ εἰς ἀξίους ἐλέου, τίς δὲ εἰς τοὺς ὀργῆς. καὶ τὸ δὴ κεφάλαιον, πάντα χρυσὸν ἔφασκεν ὑπερορᾶσθαι καὶ κρατεῖσθαι τῆς χειρὸς κρατουμένης. τὸν δὴ τοιαῦτα ἀγγέλλοντα φίλον τε ἐποιησάμην καὶ παρὰ σοῦ βουλοίμην ἂν ἀγαθοῦ τινος τυχεῖν, ὅπως ἁνὴρ αὑτὸν ἐπαινῇ καὶ συγγενόμενός μοι καὶ ζητήσας γράμματα.

Αὐσονίῳ.

Ὁ δούς σοι τὸ ἄρχειν θεὸς καὶ τόνδε κοσμήσοντά σοι τὴν ἀρχὴν ἔπεμψε. δίκαιος δʼ ἂν εἴης ἰδεῖν τε ὡς ἥδιστα τὸν ἄνδρα καὶ θέατρον καθίσαι τῷ ποιητῇ καὶ τὰ μὲν λαβεῖν, τὰ δὲ δοῦναι.

Φιρμίνῳ.

Οὐδʼ εἰ πᾶσάν μοι τὴν οὐσίαν ἐδεδώκεις τὴν σαυτοῦ καὶ πρὸς αὐτῇ τάς τε τῶν συγγενῶν ἁπάσας καὶ τὰς τῶν φίλων, οὐκ ἂν ἦσθα μείζω τῶν νῦν δεδομένων δεδωκώς. τί γάρ μοι τοῦ παρόντος ἢ μεῖζον ἢ ἴσον; Φιρμῖνος ῥίψας τὸν στρατιώτην ἐνέδυ τὸν σοφιστήν. καὶ θρόνος ὁ τούτῳ πρέπων καὶ βάθρα καὶ βίβλοι καὶ νέοι παιδευόμενοι καὶ λόγοι ποιούμενοί τε καὶ δεικνύμενοι δονοῦντες θέατρον μουσικόν· τοιοῦτον γὰρ οἱ Καππαδόκαι. καὶ βραδέως μὲν ταῦτα, οἶσθα γάρ, ἐφʼ ἅ σε παρεκάλουν, κέρδος δὲ ὅμως καὶ νῦν, ὦ φίλε Ἀλκιβιάδη, ταῦτά σοί τε καὶ ἐμοί. ὥστε καὶ τοῦ πρώτου ταῦτʼ ἀγγείλαντος ὡς ἡμᾶς ἐφίλησα μὲν τὴν κεφαλήν, ἐφίλησα δὲ τὼ ὀφθαλμὼ καθίσας τε ἐγγὺς ἐμαυτοῦ πολλὰ μὲν ἠρόμην περὶ σοῦ, πολλὰ δὲ ἤκουσα, πάντα καλά, εὐεργέτην τε ἡγησάμην ἐμαυτοῦ μετὰ σὲ τὸν δόντα τὰ τοιαῦτα μηνύειν. πάλιν τοίνυν ἥσθην λαβών σου τὴν ἐπιστολὴν καὶ πάλιν ἥσθην λαβών σου ταύτην τὴν δευτέραν, —δύο γάρ ἐστον, κἂν πάνυ πολλὰς αὐτὰς ἐν τοῖς γράμμασι λέγῃς. ἥσθην δὲ καὶ τοῖς εἰρημένοις περὶ σοῦ παρὰ τοῦ καλοῦ Κυνηγίου τοῦ τὸν ὁμώνυμόν τε καὶ πάππον κεκοσμηκότος, ὃν ἐγὼ συμφοιτητῶν μάλιστʼ ἠγάπηκα, καὶ τὸν ἀδελφὸν μὲν γάρ, ἀλλὰ μετʼ ἀμύμονα. πῶς ἂν οὖν οὕτω διατεθεὶς ὑπὸ τῆς μεταβολῆς τοῦ τηλικαῦτα κεχαρισμένου κατεφρόνουν; κείσθω γὰρ τὸ ῥῆμα τὸ σὸν ὡς μηδὲ ἐπιστέλλειν. σὲ δʼ ἐχρῆν ἄλλην τινά που ζητεῖν αἰτίαν, μᾶλλον δέ, οὐδὲ ζητεῖν τὴν οὕτω δήλην ἔδει. τίς γὰρ οὐκ ἔγνω τὴν Κίμωνος τελευτήν; ὃν καὶ αὐτὸς ᾔδεις καὶ οὗ λέγοντος ἀκήκοας καὶ ὃν πολλάκις ἐπῄνεσας. τοῦτον τοίνυν κείμενον πενθῶν ἐκαθήμην ἀνάγκαις ταῖς παρὰ τῶν φίλων σιτίων ἁπτόμενος λεγόντων μὴ δεῖν ἐπισπᾶσθαι θάνατον μηδὲ προαπόλλυσθαι, καὶ ἐπιστολὰς τὰς μὲν δεῦρʼ ἰούσας οὐκ ἄνευ δακρύων ἐδεχόμην, πέμπειν δὲ οὐ μάλα οἷός τε ἦν. ᾤμην δὲ Φιρμῖνον τὸν δίκαιον μαθητήν, εἰ καὶ μὴ μακρά, μικρά γε ἐν τοῖς αὑτοῦ πολίταις ἐρεῖν περὶ μικρῶν τῶν τοῦ Κίμωνος καὶ ποιήσειν ὃ τῶν ἡμῖν ὡμιληκότων τινὲς ἔπραξαν. ὅρα οὖν εἰ μηδέν σοι τῶν πρὸς ἡμᾶς ὠλιγώρηται, κἂν εὕρῃς, τόθʼ ἕτερον ἄδικον καλεῖν.

Ἀδελφίῳ.

Τετίμηκάς με καὶ τῷ μὴ δευτέροις λόγοις ὑβρίσαι τοὺς προτέρους καὶ τῷ κριθῆναι ἄξιος ἄρχειν εἶναι τὴν ἀρχὴν λαβών, ἀλλʼ οὐχ ὥσπερ ἕτεροι, καὶ τῷ γράψαι πρὸς ἡμᾶς περὶ τούτων καὶ τῷ πάλιν. τῷ φόβῳ δέ με λυπεῖς, ὃν ἔχεις ὡς οὐ δεινὸς ὢν ἐπιστέλλειν. εἶ γὰρ καὶ καταψεύδῃ σαυτοῦ καὶ ποιεῖς ἴσον, ὥσπερ ἂν εἰ καὶ τοῦ σώζειν πόλεις ἔλεγες ἀπείρως ἔχειν. εἶ γὰρ δὴ τῆς σωτηρίας τεχνίτης καὶ τοῦ γε αὐτὰς ἀμείνους ἢ παρέλαβες ποιεῖν. ταυτὶ γὰρ ἦν τε ἐν ἐλπίσι καὶ νῦν ἀγγέλλεταί μοι φίλτρον σοι πεποιηκέναι τὴν ἀρχὴν τῇ τε τῶν νόμων φυλακῇ καὶ τῷ μὴ πλέον ἔχειν ἐν ταῖς δίκαις τῆς πενίας τὸν πλοῦτον καὶ τῷ τὰ πράγματα χωρεῖν πειθοῖ μᾶλλον ἢ πληγαῖς. καὶ τούτοις ποιεῖς μὲν σαυτὸν μακάριον, ποιεῖς δὲ γένος τὸ σόν, ποιεῖς δʼ ἐμὲ τὸν Φοίνικα τὸν πάνυ δὴ βουλόμενον εὖ πράττειν Γαλάτας τοὺς ἀεί τε τὰ ἡμέτερα αὐξήσαντας καὶ νῦν ἐπʼ οἰχομένῳ δακρύσαντας Κίμωνι.

Χρύσῃ.

Ἠβουλόμην μὲν ἔχειν ὑπὲρ ἀμεινόνων γράφειν, σιγῆσαι δὲ οὐκ ἔστιν οὐδὲ θάτερα διὰ τὸ πάντα ἐθέλειν σε τὰ ἡμέτερα εἰδέναι. ἴσθι τοίνυν πένθει πένθος προστεθὲν καὶ λύπῃ λύπην καὶ δάκρυα δάκρυσιν. ἔτι γὰρ ἡμῶν ζητούντων τε Κίμωνα καὶ ποιούντων ἃ τοὺς ζητοῦντας εἰκὸς δαίμων τις ἐξαίφνης ὥσπερ πνεῦμα ἐμπεσὼν τὴν Ἀρχελάου μὲν θυγατέρα, Σευήρου δὲ γυναῖκα ἀπήνεγκεν οὕτως ὀξέως ὡς φθῆναι τὴν τελευτὴν τοὺς κεκλημένους ἰατρούς. ἡμεῖς δὲ οὐ γείτονες μόνον τῶν εἰρημένων ἀνδρῶν, ἀλλὰ καὶ φίλοι πλείω παθόντες ὑπʼ αὐτῶν ἀγαθὰ καὶ πάλαι καὶ νῦν ἢ ποιήσαντες αὐτοὺς ὠφελεῖν μὲν οὖν οὐ πάνυ δυνάμεθα, συμπενθεῖν δὲ ἐπιστάμεθα. καὶ δὴ καὶ νῦν ἄνδρα χρηστὸν ὁρῶντες ἐρριμμένον ἐνθυμούμενον ὡς δεῖται μὲν αὑτῷ τὰ τέκνα μητρός, ἡ δὲ οἴχεται, τοῖς αὐτοῖς οἷσπερ ἐκεῖνος ἐχόμεθα τά τε παρόντα ἐλεοῦντες τοῦ τε Κίμωνος ἐπεισιόντος καὶ τῆς οὐχ ὁρωμένης ἐκφορᾶς ὁρωμένης. ἔδει δή σε τῇδέ τε εἶναι καὶ δύο φίλους ὀρθοῦν, Σευῆρόν τε καὶ ἐμέ. τὸν δὲ πατέρα τῆς ἀπελθούσης ἐν τηλικαύτῃ πόλει πείθομαι πολλοὺς ἔσεσθαι τοὺς ἀναστήσοντας, εἰ καὶ τὸ μέγεθος τῆς πληγῆς δεινὸν κατασχεῖν ἐπὶ τοῦ πτώματος θυγατρὸς ἀπελθούσης, οἵαν οὐκ ἄλλος ἔθρεψε πατήρ. ἀλλʼ, ὦ φίλτατε Χρύση καὶ πολλὰ δὴ πονήσας ὑπὲρ ἡμῶν, ἃ μὲν ἀκοῦσαι χρὴ παρʼ ἡμῶν τὸν ἐζημιωμένον, ἀκήκοε κἂν ἔλθῃ ποτὲ ὁ πατήρ, ἀκούσεται· σὺ δʼ ἐπιστολαῖς ἀμφοτέρους ποίει ῥᾴονας. ἔστι δέ σοι δύναμις λόγων τοῖς μὲν ἁμιλλωμένη τῶν σοφιστῶν, τοὺς δὲ καὶ νικῶσα. παῦσον δὲ καὶ ἐμοὶ τὴν μαινομένην ἀγρυπνίαν· μὴ γὰρ δὴ οἴου τι τὸν χρόνον δεδυνῆσθαι, ἀλλʼ ὁ μὲν ἐνιαυτός τε καὶ μήν, ἐγὼ δὲ ἐν ἐκείνοις οἷσπερ ἄρτι παραδοὺς τὸν Κίμωνα τῇ σορῷ.

Ἀρισταινέτῳ.

Ἡγούμενος βούλεσθαί σε μηδὲν τῶν ἡμετέρων ἀγνοεῖν, εἰ καὶ μηδὲν ἔχοιμι γράψαι καλόν, ἅ γε ἔνεστι γράφειν οὐ σιωπήσομαι. ἐπλήγην τῇ τελευτῇ τοῦ παιδός, ἣν ἐποίησεν ἥ τινων παρʼ ὑμῖν φιλονεικία. τὰ δʼ ἀπὸ τῆς πληγῆς ἐκείνης δάκρυα τὰ πολλά, τούτοις γὰρ αὐτὸν ἐξῆν τιμᾶν, εἰ καὶ μὴ τοῖς μείζοσι, τοῦ τῶν ὀφθαλμῶν ἔργου παρείλετο τὸ πλέον, καὶ νῦν ἔχομεν ὀφθαλμοὺς ἐλεουμένους. ἄλλος μὲν οὖν ἂν ἐμνήσθη καὶ διαθήκης πενίαν ἐνεγκούσης καὶ κύματος ἑτέρου μείζω ταύτην πεποιηκότος· ἐμοὶ δὲ ταυτὶ μὲν ἐν οὐ πολλῷ λόγῳ καὶ χρημάτων ἀπολλυμένων οὐκ ἔστιν ὅτε μοι ταραχὴ τὴν ψυχὴν κατέλαβεν· ἀλλʼ ὅ με κατέδυσεν ὥσπερ τι πλοῖον, οἶσθά που Καλλιόπιον καὶ τὸν ἐκείνου τρόπον καὶ τοὺς ἐκείνου λόγους καὶ ὅσην περιέφερεν ἐν ἑαυτῷ παιδείαν. οὗτος τοίνυν θρηνῶν ἔτι μετʼ ἐμοῦ τὸν ἐμὸν οἴχεται καὶ τέθαπται παῖς ὢν δήπου καὶ αὐτὸς ἐμός, σπέρματι μὲν οὔ, πόνοις δὲ ἐμοῖς τεθραμμένος. τεθνεῶτος δὲ πέπτωκε μὲν τὰ τῇδε διδασκαλεῖα, ἐμοὶ δὲ πένθος τοῦθʼ ἕτερον οὐκ ἔλαττον. παραμυθία δέ, καὶ γὰρ ταῦτʼ ἔδει σε μαθεῖν, παρὰ μόνης τῆς Θεοφίλου ψυχῆς τούτῳ πλέον τοῦ χρόνου νέμοντος ἢ τοῖς ἄλλοις ἅπασιν. ἔστι δὲ ἐπιστήμων τῶν τοιούτων φαρμάκων καὶ ῥέουσιν ἀπʼ αὐτοῦ νῦν μὲν κρουνοὶ φιλοσοφίας, νῦν δὲ ῥητορικῆς· ἐν αὐτῷ γὰρ ἄμφω, καὶ γάρ ἐστι πολὺς μὲν ἐν ἐκείνῳ, πολὺς δὲ ἐν τούτῳ. καὶ δὴ καὶ τοῦ γάμου χάριν μὲν αὐτὸς οἶδεν ἡμῖν, πλείω δὲ ἡμεῖς αὐτῷ πείθοντι πολλοὺς ἐπιμελεῖσθαί τε σφῶν αὐτῶν καὶ βιβλία μᾶλλον ἢ χρυσίον διώκειν. οὗτος παρʼ ἐμὲ βαδίζει καθʼ ἡμέραν, οὗτος μάχεται τῷ πάθει, οὗτός μοι τηρεῖ τὸν νοῦν χαλεποῖς ἐλαυνόμενον πνεύμασιν, οὗτός μοι βοηθεῖ ταύτην τὴν βοήθειαν νῦν μὲν πείθων ἔχεσθαι τῶν λόγων, νῦν δὲ ἀναγκάζων καὶ οὐκ ἐῶν τὴν τάξιν λιπεῖν. ἀνθʼ ὧν ἕξει μὲν καὶ τὴν τῶν λογίων θεῶν εὔνοιαν, ἐχέτω δὲ καὶ τὴν σήν, μᾶλλον δέ, πάλαι μὲν τοῦτο ἔχει καὶ φιλεῖται φιλῶν, δεῖ δέ τι προστεθῆναι παρὰ σοῦ διὰ τἀκείνου πρὸς ἐμέ. τὰ μὲν γὰρ παρʼ ἐμοῦ καὶ τοὐμοῦ γήρως καὶ τῶν ἐμῶν πολιῶν εὐχαί, σοὶ δὲ ἡ Τύχη καλῶς ποιοῦσα καὶ πλέον τι δέδωκεν. εἰ μὲν οὖν τῇδε ὢν ἐτύγχανες, καὶ αὐτὸς ἄν με παρεμυθοῦ λέγων τι καθʼ ἡμέραν· νῦν δὲ κτῆμα γεγονὼς τῆς μεγίστης πόλεως ἐπαίνει διʼ ἐπιστολῶν τὸν παραμυθούμενον, ἀμείνω γὰρ αὐτὸν εἰς ταῦτα ποιήσεις· καὶ τἄλλα δὲ ἢν ἐπαινῇς, ἀληθῆ τε ἐρεῖς καὶ τὰ δίκαια ποιήσεις ἄνδρα ἀμειβόμενος ἐν τοῖς σοῖς ἐπαίνοις ὡς ἥδιστα διατρίβοντα.

Ζήνωνι.

Ἐγὼ νομίζω καὶ τὴν Φήμην παῖδα τοῦ Διὸς εἶναι. καὶ καλῶς ἐποίησεν ὁ Ζεὺς καὶ τοῦτο ἡμῖν, ὅπως τἀλλήλων εἰδῶμεν, κἂν πάνυ διεστηκότες ὦμεν, ὥσπερ οὖν καὶ ἡμεῖς ἴσμεν τὰ σὰ πολλῶν ὄντων ἐν μέσῳ καὶ ὀρῶν καὶ θαλάττης. αὕτη τοίνυν ἡ θεὸς ἐδίδαξεν ἡμᾶς ὡς θαυμασθείης μὲν ἐν τοῖς Ἕλλησιν ἐπὶ φρονήσει καὶ παιδείᾳ καὶ εἴης φοβερὸς σοφισταῖς ἐν σοφιστῶν ἐπιδείξεσιν, ἐμοὶ δὲ δόξης βελτίονος αἴτιος τῶν ἐπαινούντων ἐρωτώντων, τίς σε πηγὴ τοσοῦτον ποιήσειε, καὶ τῶν εἰδότων λεγόντων ὃν οἶσθα. πράττουσα δὴ τὸ αὑτῆς ἡ Φήμη καλλίω τὰ δεύτερα δεῦρο κομίζει, δοκεῖν ἀγαθὸν εἶναί σε παρὰ τῷ γέμοντι μὲν σοφίας ὑπάρχῳ, ζῶντι δὲ ἐν δικαιοσύνῃ, τῇ δὲ περὶ τὸ ἄρχειν ἐπιστήμῃ σώζοντι καὶ οἴκους καὶ πόλεις καὶ γένη καὶ νήσους καὶ ἠπείρους. ὧν αἰτούντων ἀκούουσιν οἱ θεοὶ Ῥουφῖνον τὸν ἄριστον ἐλθεῖν εἰς γῆρας μετὰ τοῦ παρόντος σχήματός τε καὶ θρόνου καὶ τῆς τοῦ θειοτάτου βασιλέως εὐνοίας. εἰμὶ δέ τοι καὶ αὐτὸς τῶν ταῦτα εὐχομένων καὶ μᾶλλον ἤ τις ἄλλος, θαυμαστὸν δὲ οὐδὲν εἶναι τοιοῦτον τοιούτοις τετιμημένον· αἰσθάνομαι γάρ.

Πρισκίωνι.

Οὐ ταῦτα ἤλπιζον ἔσεσθαι τὰ νῦν γεγενημένα, πολὺ δὲ βελτίω τούτων καὶ πολλήν μοι φέροντα τὴν εὐθυμίαν, ὅτι Πρισκίων ἐκεῖνος ὁ πολλὰς μὲν ἀνῃρημένος ἐν δικαστηρίοις νίκας, πολλὰς δὲ ἐν θεάτροις τοῖς δεχομένοις λόγους, ἐμπλήσας δὲ τῶν αὑτοῦ πόνων τὴν γῆν καὶ βασιλέα καταστήσας ἡδίω τοῖς γεγραμμένοις περὶ αὑτοῦ. τοῦτον τοίνυν τὸν Πρισκίωνα ᾤμην εἰς Ἱλάριον τὸν γενναῖον ἀδελφοῦ βελτίω γενήσεσθαι καὶ λόγοις λεγομένοις καὶ ἔργοις πραττομένοις καὶ συγγράμμασι ποιουμένοις καὶ δόξῃ τῇ μὲν αὐξομένῃ, τῇ δὲ φυτευομένῃ, μάχαις τε καὶ πολέμοις τοῖς πρὸς τοὺς οὐ ταὐτὰ βουλομένους. ἐνεποίουν δέ μοι ταυτασὶ τὰς ἐλπίδας παραινέσεις τε ἃς πρὸς ὑμᾶς ἐπεποιήμην ὑποσχέσεις τε ὑμέτεραι καὶ τὸ παιδείας ἄμφω μετεσχηκέναι ἀπὸ τῶν αὐτῶν καὶ διατριβῶν καὶ ἀνθέων καὶ τὸ κόσμον ἔσεσθαι σοὶ μὲν ἐκεῖνον θαυμαζόμενον, σὲ δὲ ἐκείνῳ. τὰ δʼ ὑμέτερα εἰπεῖν παραλείπω, οἷά γε ἦν. ταῦτα μὲν προσεδόκων, ἀκούω δὲ ἕτερα, μῖσος καὶ ὑποψίας καὶ ῥήματα σεσιγῆσθαι δίκαια, ἃ λέγειν μὲν ἔστι μοι, ῥηθήσεται δὲ οὐδέποτε. βουλομένου δέ μου πότερον αἰτιᾶσθαι μᾶλλον ἄξιον μαθεῖν ἔλεγεν ὁ ἀπαγγέλλων τὸν σοφιστήν· τοῦ γὰρ ἄρχοντος χάριτας μὲν καλὰς δόντος, τὰς δʼ οὐ τοιαύτας οὐ δυνηθέντος τῷ μὴ καὶ ταύτας λαβεῖν χαλεπήναντα τὸν σοφιστὴν ῥήματα ἀφεῖναι γλώτταις ἁπαλαῖς ἐναντία. καὶ οἶδα μὲν τούτοις τὸν ἐμαυτοῦ παῖδα λυπῶν, πατρὸς δὲ οἶμαι καὶ τοῦτο, παῖδα λυπεῖν εἰς ἐπανόρθωσιν. τὰ πεπραγμένα μὲν οὖν οὐκ ἔνι μὴ πεπρᾶχθαι, ἔξεστι δέ σοι γενέσθαι βελτίονι καὶ δοῦναι τοῖς παρʼ ὑμῶν δεῦρο ἀφικνουμένοις λέγειν ὡς ἔστιν ὁ δεινὸς παιδεύειν Πρισκίων εἰς τὸν δεινὸν ἄρχειν Ἱλάριον τοιοῦτος οἷόσπερ εἰς ἀμφοτέρους ἐγώ.

Δημονίκῳ.

Ἄνδρες ἐν ὅπλοις πολλὰ πεπονηκότες ἐκέλευσάν με τήνδε πέμψαι σοι τὴν ἐπιστολὴν βουλόμενοι γενέσθαι τάχος τῷ δεομένῳ τάχους. μαθέτωσαν οὖν ὡς ὀρθῶς ἧκον εἰς ἐμὲ ζητοῦντές τι παρὰ σοῦ.

Τῷ αὐτῷ.

Τῆς Τύχης νόμιζε καὶ τοῦτο δοκεῖν τὸ τὸν φρονεῖν καὶ πράττειν δυνάμενον τὸν ἑταῖρον Διονύσιον ἥκειν ὑπὸ σοὶ ταῦτα ἐπιδειξόμενον. ὃν ὅτι καὶ ὡς φίλον καὶ ὡς σὸν καὶ ὡς ἐμὸν ὄψει, παντί που δῆλον, καὶ οὐδὲν ἂν δεοίμην περὶ τούτου γράφειν.

Γεμέλλῳ.

Καὶ ὡς ἴσμεν σοι χάριν τῶν εἰς ἡμᾶς πεπονημένων, εἰ καὶ πρὸς τελευτὴν πάντα ἐκεῖνα ἐτελεύτησε, καὶ ὡς δυσχεραίνομεν τὸ ζῆν καὶ ὡς ποθοῦμεν ἀπελθεῖν, ἀκούσῃ παρὰ τοῦ καλοῦ Διονυσίου καὶ λέγοντος καὶ διηγουμένου. περὶ ὃν οὐδὲν ἂν δεοίμην σε παρακαλεῖν γενέσθαι πρόθυμον μέλλοντά γε τοῦτο ποιήσειν αὐτόν σε πρὸς αὐτόν.

Μοδεράτῳ.

Εὐδαίμων ὁ γενναῖος ὁ τὰ τῶν ἀρχαίων ποιητῶν εἰδώς τε καὶ μιμούμενος ἔφη πρός με παρὰ σῶν μεμαθηκέναι γραμμάτων ὡς πάνυ ἂν ἡσθείης ἡμετέροις γράμμασιν. ἐγὼ δὲ τῷ μὲν οὐκ ἀπιστήσας, σοὶ δὲ ἔχων τῆς ἐπιθυμίας χάριν καὶ τῇ γε δῶρόν μοι τοιοῦτον προξενησάσῃ Τύχῃ πέπομφα τήνδε τὴν ἐπιστολὴν οὐ πολλῶν μὲν ἐσομένην ἀρχήν—πῶς γὰρ ἂν ἐν οὐ πολλῷ τῷ μετὰ ταῦτα χρόνῳ; —δεῖξαι δὲ δυναμένην ὡς, εἰ νέος ἦν, πλῆθος ἂν ἐπιστολῶν ἦλθέ σοι καλῶς μὲν οὕτως ἡγουμένῳ στρατιωτῶν, καλῶς δὲ οὕτω κηδομένῳ πόλεων ὡς ἔχεσθαί τε τοῦ λόχου αὐτὰς καὶ δεδιέναι μή τις αὐτὸν ἑτέρα πόλις λάβῃ. ἐμοὶ μὲν οὖν φιλοτιμία τὸ τοιοῦτον κτήσασθαι φίλον, σοὶ δὲ εἰ τὸ ἐμέ, σκόπει, τάχα γὰρ ἂν ἔλθοι ποθὲν αἰτία· πρὸς ἣν μάχου πολλὰ δὴ νενικηκὼς ἐν μάχαις. τοῦ δὲ πάντʼ ἔχοντός μοι Θαλασσίου τῆς οἰκίας φροντίσας ἴσθι φροντίσας τῆς ἐμῆς καὶ τὴν φροντίδα τεῖνον ἐφʼ ἅπαντα τὰ ὄντα αὐτῷ καλέσας τε τοὺς αὐτοῦ καὶ ποιήσας φανερὸν ὡς, εἴ τι ῥᾳθυμηθείη, κἂν μικρόν, οὐ περιόψει.

Βρασίδᾳ.

Οὐδὲν θαυμαστὸν ἄτιμον ὄντα σιωπᾶν· ἡμεῖς δὲ παρʼ ὑμῖν ἀπʼ ἐκείνης ἄτιμοι τῆς ἡμέρας, ἐν ᾗ μειζόνων ἴσως ἢ χρῆν ἐρασθέντες ἠλαυνόμεθα. ἤλαυνε δὲ ἡμᾶς δαίμων κακός, διʼ ὃν οὐ κακὸς ἄνθρωπος, οὐ γὰρ ἦν κακός, κακῶς μὲν ἐξῆλθεν ἐνθένδε, κακῶς δὲ ἐπέζευσε, κακῶς δὲ διέπλευσε, κακῶς δὲ τοῖς μὲν αὑτὸν ἔδωκε, τοῖς δὲ οὐκ ἔδωκε. τοῦ αὐτοῦ δαίμονος καὶ τὸ ζεῦγος καὶ τὸ ἀναβῆναι καὶ τὸ πτῶμα καὶ τὸ περὶ τὸν πόδα καὶ ὁ μὴ προσδοκηθεὶς μέν, ἐπελθὼν δὲ θάνατος. σπουδὴν δὲ τὴν ὑμετέραν οὐκ ἀγνοῶν οὐδὲ ἔργα καὶ λόγους καὶ μάχας οἶδα μὲν ὑμῖν ὧν ἐβουλήθητε χάριν, τὸ δὲ μὴ δεδυνῆσθαι οὐκ αἰτιῶμαι, ἀλλʼ ἐν εὐεργέταις μὲν ὁ χρηστὸς Ἀνατόλιος, ἐν εὐεργέταις δὲ ὁ καλὸς Βρασίδας, τῶν δʼ ἠναντιωμένων τούτοις οὐδένα μεμφόμεθα· φιλούντων γὰρ ἂν αὑτοὺς ἴσως ἔργον ἐποίουν. καὶ ταῦτα δʼ ἐγὼ προλέγων τὸν ταλαίπωρον οὐκ ἔπειθον ἐξηπατημένον ὡς οὐδὲν αἰτήσει τοιοῦτον, ὃ μὴ ῥᾳδίως αὐτῷ παρʼ ὑμῶν ἔσται διʼ ἐμέ. ἔχετʼ οὖν τῷ μὲν οἰχομένῳ συγγνώμην ὧν ἤλπισεν, ἐμοὶ δὲ τοῦ σιγῆσαι. πρὸς γὰρ αὖ τοῖς ἄλλοις βραδύτερος ὅ τε νοῦς μοι γέγονε καὶ ἡ γλῶττα καὶ ἡ χεὶρ ὑπὸ τῆς κατεσθιούσης με λύπης.

Μοδεράτῳ.

Πρότερον μὲν ἡμᾶς τῷ φιλεῖν ἐτίμας, νῦν δὲ αὐτῷ τε τούτῳ καὶ τῷ ἐπιστέλλειν. καὶ σὺ μὲν τὸ δεύτερον τολμᾶν καλεῖς, ἐγὼ δέ σε μὴ γράφοντα ἀδικεῖν ἂν ἡγούμην. βλέπω γὰρ οὐκ εἰς τὰ ὀνόματα τῆς ἐπιστολῆς, ἀλλʼ εἰς τὴν ψυχὴν τοῦ γράψαντος· ἣν ἐρῶσαν εὑρίσκων χρυσᾶ νομίζω τὰ ἀπὸ τῆς τοιαύτης. εἶτα μέντοι καὶ ἄνδρα ζῶντα ἐν ὅπλοις οὐ γλῶτταν Ἀττικὴν ἀπαιτοῦμεν, ἀλλὰ δεξιὰν Λακωνικήν, μᾶλλον δέ, οὐκ ἀπαιτοῦμεν, ἀλλʼ ἔχομέν τε πάλαι καὶ χαίρομεν ἔχοντες, ἣ πολλοὺς μὲν φεύγειν ἠνάγκασε, πολλοὺς δὲ ἔδησε, πολλοὺς δὲ κατήνεγκεν. ἕως μὲν οὖν ταῦτα ποιεῖς, τὰ σαυτοῦ ποιῶν ἔσῃ, ποιήσει δὲ καὶ βασιλεὺς τὰ αὑτοῦ κοσμῶν ἀνδρείαν γέρασιν· οἶδέ τε γὰρ τὰ πραττόμενα καὶ εἰδὼς οἶδε ποιεῖν τοῖς παρʼ ἑαυτοῦ βελτίω στρατιώτην. ἐγὼ δέ σε εὔχομαι μάλιστα μὲν σφάττειν οὐ τιτρωσκόμενον· εἰ δʼ ἀνάγκη καὶ διὰ τούτου νικᾶν, ὑπομένειν· καλὸν γὰρ τὸ τραῦμα τῇ νίκῃ γίγνεται. τοσοῦτον δὲ ἡγησάμην σου τὴν ἐπιστολὴν φέρειν, ὥστε δέδεικται καὶ φίλοις ἡμῶν καὶ οὐ φίλοις, τοῖς μέν, ὅπως ἡσθεῖεν, τοῖς δέ, ὅπως ἀποπνιγεῖεν. χαριζόμενος δέ μοι τῷ περὶ πολλοῦ με πεποιῆσθαι μείζονα δίδως χάριν τοιοῦτος ὢν περὶ τὸν θαυμάσιον Θαλάσσιον.

Βακουρίῳ.

Τὰ γράμματά σου τοὺς περὶ σοῦ κατέλαβε λόγους, οὓς μετὰ τῶν φίλων εἰώθαμεν ποιεῖσθαι μεγάλην ἔχοντες ἡδονὴν ἐν τοῖς ἐπαίνοις οὓς ἡ σὴ φύσις ποιεῖ. ᾄδει δὲ ὁ μὲν τὴν δικαιοσύνην καὶ τὸ πεπεῖσθαι τἀν τῇ γῇ πραττόμενα πάντα τοὺς θεοὺς καὶ ὁρᾶν καὶ εἰδέναι, ὁ δὲ τὴν σωφροσύνην καὶ τὸ τῶν ἐπιθυμιῶν ἄρχειν μᾶλλον ἢ τῶν στρατιωτῶν, ἄλλος δὲ τὴν σοφίαν παρʼ ἧς σοι τὸ κρατεῖν ἐν τοῖς ὅπλοις. ἤδη δέ τις εἶπεν ὡς οὐδεὶς φόβος οὐδενὸς κινδύνου τῆς ψυχῆς ἥψατό σου. μέγιστον δέ μοι τῶν σῶν ἐφαίνετο τὸ λόγων τέ σε καὶ τῶν τούτους ἐργαζομένων ἐρᾶν, ἀνθʼ ὧν εἶναί σε φίλον θεοῖς οἷς μέλει λόγων· μέλει δὲ τοῖς αὐτοὺς δεδωκόσιν. ἐν τοιούτοις τοίνυν ἄνθεσιν ἡμῶν διατριβόντων, σὺ δʼ ἦσθα δήπουθεν ὁ λειμών, ἐνέθηκέ μου ταῖς χερσὶν ὁ φέρων σου τὴν ἐπιστολὴν πίστιν ἔχουσαν τοῦ σοῦ περὶ λόγους ἔρωτος. τὸν γὰρ ἐν φροντίσι πολεμικῶν ζῶντα καὶ τοιούτων ἐν μέσῳ πραγμάτων ζῶντα ἄνθρωπον ἐν λόγοις ἐν ἑαυτῷ περιφέρειν καὶ τιμᾶν μὴ τῷ μεμνῆσθαι μόνον, ἀλλʼ ἤδη καὶ γράμμασι πῶς οὐ κοσμοῦντος ῥητορικὴν ἐν τοῖς πρὸς τοὺς λέγοντας γιγνομένοις; ἐμὲ δὲ πολλάκις ὁρμήσαντα πρὸς ἐπιστολὴν ἦν τι τὸ κωλύον, οὐ ταὐτὸν μὲν ἀεί, ἀεὶ δὲ ἦν, τῶν θεῶν σοι καὶ τοῦτο διδόντων, ὡς ἂν μᾶλλον εὐδοκιμοίης. οὐ γὰρ ἴσον ἐπιστεῖλαι πρότερον ἢ ἀντεπιστεῖλαι.

Ζήνωνι.

Πρώτῳ μὲν ἥσθην τῷ δεῖξαί μοι τὸν κομίζοντα Ζήνωνος ἐπιστολήν, δευτέρῳ δὲ τῷ μήκει τῶν γραμμάτων, τρίτῳ δὲ τῷ κάλλει τῆς ἐπιστολῆς μηνυούσης ὡς εἴης ἐν βίβλοις· οὐ γὰρ ἦν ἀνδρὸς τὰ Ἄρεος μόνα θεραπεύοντος ὑφῆναι τοιαύτην ἐπιστολήν, ἀλλά μοι φαίνῃ τὸ μὲν ἐκείνοις, τὸ δὲ τούτοις νέμειν καὶ πλέον γε τούτοις ἢ ʼκείνοις. πάντα δὲ τἄλλα ἐπαινέσας ἓν ᾐτιώμην μόνον τὸ προοίμιον, τὸν ὅρκον, τουτὶ γάρ σοι προοίμιον ἦν. ἔλεγε δὲ τὸ προοίμιον δίκαιόν σε περί τε ἐμὲ καὶ τἀμὰ γεγενῆσθαι φέροντά τε ἐν χερσὶν ἀεί τι καὶ τοὺς παρόντας ἀκροατὰς ποιοῦντα πείθοντά τε μὴ φαῦλα αὐτὰ νομίζειν. καὶ σὺ μὲν ἐδίδασκες ὡς ἀγνοοῦντα, ἐγὼ δὲ οὐδὲν τούτων ἠγνόουν, ἀλλὰ τὰ μὲν ἐκ τῶν εἰκότων ἑωράκειν γιγνώσκων Ζήνωνα καὶ τὸν Ζήνωνος τρόπον καὶ ὅστις ἀεὶ περὶ αὐτὸν γενοίμην καὶ οἷα τὰ ὀφειλόμενά μοι καὶ ὡς οὐκ οἶδεν ἀποστερεῖν ἐκεῖνος. ᾔδειν μὲν οὖν ἅπαντα καὶ μηδενὸς ἀπαγγέλλοντος παρὰ τῶν λογισμῶν ἅπαντα μεμαθηκώς· νῦν δὲ ἦσαν οἳ καὶ ἀπήγγελλον τά τε παρὰ τοῖς αὐτόχθοσι, τῷ δήμῳ τῷ Ἐρεχθέως, τά τε ἐν τῇ μεγίστῃ τῶν ὑπὸ τὸν ἥλιον πόλεων τά τε ἐν τῇ μετʼ ἐκείνην μεγίστῃ. ἦσαν δὲ ἐν τοῖς ἀγγελλομένοις καὶ μάχαι καὶ πληγαὶ διὰ ῥημάτων καὶ τροπαὶ, ἐν δὲ ταύταις Ζήνων ἦν, ὅσπερ αὖ καὶ ἐνίκα. καὶ ταύτην ὁρῶντές σου τὴν δικαιοσύνην οἱ θεοὶ μισθόν σοι δεδώκασι τὸν φίλον αὑτοῖς ἄνδρα καὶ σοὶ πεποιηκότες, ἄνδρα τοσοῦτον θρόνον μείζω πεποιηκότα προνοίᾳ τε τῇ τῶν ἀρχομένων καὶ ῥητορείᾳ καὶ ἀνδρείᾳ καὶ φιλανθρωπίᾳ, ὧν αὐτῷ χάριτας ὀφείλειν οἶμαι τοὺς θεοὺς καὶ ἀποδώσειν. ἔλαθε δὲ αὐτοὺς οὐδʼ ὅσα τῷ γενναίῳ πέπρακται τιμὴν ἡμῖν ἔχοντα, καὶ τάχα πού τι καὶ ἀντὶ τούτων ἔσται τῶν λογίων θεῶν αὐτῶν ἡγουμένων ἐν τούτοις τετιμῆσθαι. μιμούμενος δὲ τὰ αὑτοῦ πάλιν ὁ αὐτὸς ἔσται πρὸς ἡμᾶς τοὺς ἐγνωκότας ὅ τι ἂν φήσητε, τοῦτʼ ἐπαινεῖν. καὶ ἡ μὲν ἐπιστολὴ τοσοῦτον λέγει, τὰ πλείω δὲ Φιρμῖνος ἐρεῖ Ζήνωνι ἑταῖρος ὢν ἐμοὶ καὶ φίλτρῳ καὶ λόγοις. ὃν λαμπρὸν ἡμῖν ποιήσας ἀποπέμψεις τοῖς τε ἐμοῖς χαριζόμενος πόνοις καὶ τῇ πατρίδι τῇ σαυτοῦ βοηθῶν. πεποίηκε δὲ καὶ τὸν ἕτερον πρεσβευτὴν ἐπιτήδειον εἰς πρεσβείαν ἐκεῖνο τὸ χωρίον, ὃ καὶ ὑμᾶς, καὶ σὲ τὸν ληψόμενον καὶ τὸν δώσοντα τὴν ἐπιστολήν.

Ἀδδαίῳ.

Καὶ πρότερον μὲν ᾔδειν φιλούμενος ὑπὸ τῆς σῆς ἱερᾶς κεφαλῆς, πολλῷ δὲ τοῦτό με μᾶλλον τὸ νῦν ἔπεισε γραμμάτων πρὸ σοῦ παρὰ σοῦ δεῦρο ἡκόντων μηνυόντων ἔργον ἡμῖν εἰληφέναι τὰς εὐχὰς ἥξειν τε ἡμῖν αὐτίκα τὸν τοῖς μὲν πολεμίοις χαλεπόν, πρὸς δὲ τοὺς οἰκείους ἥμερον. ἵνʼ οὖν μὴ στρατηγὸς λόγους ποιῶν ἄνθρωπος ἀργότερος ἐν γράμμασι γένηται, πέπομφα ταύτην τὴν μικρὰν ἐπιστολὴν ἀπαιτοῦσαν τὸ περὶ τὴν ὁδὸν τάχος. ἔχειν γὰρ τὸ μέλι τὴν σὴν ψυχὴν βουλόμεθα μᾶλλον ἢ ὡς ἕξομεν ἀκούειν.

Μαρκελλίνῳ.

Καὶ σὲ ζηλῶ τοῦ Ῥώμην ἔχειν κἀκείνην τοῦ σέ· σὺ μὲν γὰρ ἔχεις ᾧ τῶν ἐν γῇ παραπλήσιον οὐδέν, ἡ δὲ τὸν τῶν ἑαυτῆς πολιτῶν, οἷς πρόγονοι δαίμονες, οὐχ ὕστερον. ἦν μὲν οὖν δή σοι μέγα καὶ τὸ μετὰ σιγῆς ἐν τῇ τοιαύτῃ διάγειν καὶ τὸ λόγους ὑπʼ ἄλλων λεγομένους δέχεσθαι—πολλοὺς δὲ ἡ Ῥώμη τρέφει ῥήτορας πατράσιν ἀκολουθοῦντας— νῦν δʼ, ὡς ἔστιν ἀκούειν τῶν ἐκεῖθεν ἀφικνουμένων, αὐτὸς ἡμῖν ἐν ἐπιδείξεσι ταῖς μὲν γέγονας, ταῖς δὲ ἔσῃ τῆς συγγραφῆς εἰς πολλὰ τετμημένης καὶ τοῦ φανέντος ἐπαινεθέντος μέρος ἕτερον εἰσκαλοῦντος. ἀκούω δὲ τὴν Ῥώμην αὐτὴν στεφανοῦν σοι τὸν πόνον καὶ κεῖσθαι ψῆφον αὐτῇ τῶν μέν σε κεκρατηκέναι, τῶν δὲ οὐχ ἡττῆσθαι. ταυτὶ δὲ οὐ τὸν συγγραφέα κοσμεῖ μόνον, ἀλλὰ καὶ ἡμᾶς, ὧν ἐστιν ὁ συγγραφεύς. μὴ δὴ παύσῃ τοιαῦτα συντιθεὶς καὶ κομίζων οἴκοθεν εἰς συλλόγους μηδὲ κάμῃς θαυμαζόμενος, ἀλλʼ αὐτός τε γίγνου λαμπρότερος καὶ ἡμῖν τοῦτο δίδου. τοιοῦτον γὰρ πολίτης εὐδοκιμῶν· κοσμεῖ τοῖς αὑτοῦ τὴν πόλιν τὴν ἑαυτοῦ. σὺ μὲν οὖν ἐν ὁμοίοις εἴης· ἡμῖν δʼ ἐν πένθει κειμένοις εἰ μή τις θεῶν ἀμύνειεν, οὐκ ἔσθʼ ὅπως οἴσομεν. ὃς γὰρ δὴ μόνος ἦν ἡμῖν οὐ κακὸς ἐκ μητρὸς ἀγαθῆς, εἰ καὶ μὴ ἐλευθέρας, οἴχεται καὶ τέθαπται λύπῃ τελευτήσας, ἡ δʼ ἔργον ἦν ὕβρεως. οἵτινες δὲ οἱ προπηλακίσαντες, παρʼ ἑτέρων μάνθανε, ἡμεῖς δὲ αὐτοὺς καὶ παθόντες αἰδούμεθα. ζέοντος δὲ ἔτι τοῦ κακοῦ Καλλιόπιος ἐκ μέσων ἡρπάσθη βιβλίων καὶ πόνων, καὶ γίγνεται ἕλκος ἐφʼ ἕλκει καὶ χείρω τὰ τῶν νέων. καὶ τοῦτʼ ἂν ἀκούσαις καὶ τῶν τἀκείνου νειμαμένων. ἐμοὶ δὲ καὶ τὰ πρὸ αὐτοῦ καὶ αὐτὸς καὶ τὰ μετʼ αὐτὸν οἰμωγῶν τε ἀφορμαὶ καὶ δακρύων, ὧν ἐπὶ τὰ γραφόμενα ῥεῖ τὰ πλείω.

Ἀρισταινέτῳ.

Καλῶς σοι τεθρήνηται τἀμὰ κακά, ἥ τε τοῦ παιδὸς τελευτὴ τοῦ διὰ τὴν μητέρα δεινὰ παθόντος ἥ τε Καλλιοπίου τοῦ τοῖς τῶν παλαιῶν λόγοις λυσιτελοῦντος ἥ τε τῶν ὀφθαλμῶν ἀσθένεια καὶ τὸ ἀπολωλὸς αὐτοῖς τὸ πολὺ καὶ τὸ οὔπω τὸ μικρόν, ὥστε πάλιν ἔρρει δάκρυα κατὰ τῶν γεγραμμένων. καὶ θαυμαστὸν οὐδὲν τοιούτων ἠξιῶσθαι παρὰ σοὶ τὰς ἐμὰς συμφορὰς συγγενείας τε βουλομένης καὶ τοῦ τῆς φιλίας νόμου καὶ τοῦ περὶ τοὺς λόγους, ὧν τὰς ἀρχὰς ὅθεν οἶσθα λαβὼν ἐπὶ τοσοῦτον προὔβης ὡς οὕτως εἶναι καλὸς ἐν ἐπιστολαῖς. ὅθεν δέ μοι τὸ κλαῦσαι γέγονεν, ἐκεῖθεν καὶ ἡ παραμυθία. τὸ γὰρ Ἀρισταίνετον τοιαῦτα περὶ τοιούτων εἰπεῖν δεδυνῆσθαι καὶ εἶναι ῥήτορα πολλοῦ τινος ἄξιον ἀνίστη μέ πως ἀπὸ τοῦ πτώματος καὶ ἦν τῇ ψυχῇ φάρμακον. σὺ μὲν οὖν τὸν Θεόφιλον ἡγῇ μακάριον ἐμοὶ ὁμιλοῦντα. ἔστι δὲ τοῦτο ἐμόν, ὅτι βιβλίων τε καὶ παιδείας ἀνδρὶ γέμοντι σύνειμι καθʼ ἑκάστην ἡμέραν τὰ μὲν αὐτὸς ὡς αὐτὸν ἰών, τὰ δʼ ἐκείνου βαδίζοντος ὡς ἐμέ. ἐν δὴ τοῖς λόγοις τοῖς ἐν ταῖς συνουσίαις ἐπαινοῦμέν τε τοὺς τοσοῦτόν σε πεποιηκότας θεοὺς καὶ ἅμα παρʼ αὐτῶν αἰτοῦμεν εἶναι τοὺς αὐτοὺς περὶ σὲ τά τε ἄλλα ἀνδρῶν ἄριστον ὄντα καὶ χαίρειν ἐν ταῖς τῶν συνήθων εὐπραξίαις εἰδότα καὶ οὐ χαίρειν γε μόνον, ἀλλὰ καὶ συμπράττειν, ὅπως ἐν λαμπροτέροις εἶεν. οὗ πεῖραν καὶ ὁ γενναῖος Θεόφιλος τὴν μὲν ἔλαβε, τὴν δὲ λήψεται.

Ἀφθονίῳ.

Χαίρω καὶ φέροντός σου τὰ παρὰ τοῦ θεοῦ γενναίως καὶ ἐμὲ πείθειν ἐπιχειροῦντος, εἰ καὶ μὴ δυναίμην, σοὶ γὰρ δὴ τὸ τοῦ φίλου πράττεται. χαίρω δὲ καὶ τοῖς πόνοις σου χαίροντος τοῖς ἐν τῷ παιδεύειν οὖσιν, ὅτι πολλά τε γράφεις καὶ πάντα καλὰ καλῶς δεικνύοντα τὴν σποράν. χαίρω δὲ καὶ τῷ φιλεῖσθαι σὲ μὲν ὑπʼ Εὐτροπίου, τὸν χρηστὸν δὲ Εὐτρόπιον ὑπὸ σοῦ· ᾧ συγχαίροι τις ἂν εἰκότως οὐ μόνον τῆς δυνάμεως ἣν κέκτηται τῶν λόγων, ἀλλὰ καὶ τοῦ περὶ τὰς Ἀθήνας ἔρωτος καὶ τοῦ περὶ τοὺς δόντας αὐτῷ τὴν τέχνην, ᾗ δεινὸς μέν ἐστιν εἰπεῖν, δεινὸς δὲ ἑτέρου λέγοντος ἰδεῖν τά τε ὑγιαίνοντα τά τε μή. καὶ τὰ μὲν ἴδοις ἂν αὐτὸν ἐπαινοῦντα, τοῖς δʼ ὑπὸ φιλανθρωπίας οὐκ ἐπιτιθέμενον. μίαν μόνην αἰτίαν οὐκ ἂν διαφύγοι, ὅτι κάλλιστα ἂν ᾄσας καὶ χορὸν ᾄδειν διδάξας οὐκ ἐβουλήθη, καὶ ταῦτα ζῶν ἐν ᾧπερ ἡμεῖς σχήματι. τούτῳ γὰρ δὴ τιμᾷ τὴν τῆς Ἀθηνᾶς λῆξιν, εἰ καὶ μὴ τοῖς περὶ τὸν πώγωνα βεβουλευμένοις αὐτῷ.

Φιρμίνῳ.

Ἠρχόμην μὲν τοῖς τῶν οἰκετῶν ποσὶν εἰς τὸ βουλευτήριον, προσελθὼν δέ τις ἐρχομένῳ καὶ δοὺς ἐπιστολὴν εἶπεν· ἥδε σοι παρὰ Φιρμίνου, καὶ ἥσθην. ἔκειτο δὲ ἄρα γράμματα ἐν γράμμασι, καὶ οὕτως ἑτέραν εἶχον ἀφορμὴν εἰς ἡδονὴν δύο τῆς μιᾶς γενομένων. ἔμελλε δέ, οἶμαι, νικήσειν τὰς δύο τὸ τρίτον, ἡ διφθέρα· ἧς εὐθὺς μὲν ἠβουλόμην ἀπολαύειν, ὁ χορὸς δὲ οὐκ ἐπέτρεπεν. ἦν οὖν ἐν χερσὶν ἡμῶν τὰ εἰωθότα σκοπουμένοις ἅμα, τίς ἂν ὑποκριτὴς πρέπων γένοιτο τοῖς δράμασι, καὶ ὁ μὲν εὕρητο καὶ ἐφαίνετο νέος ἀπὸ τῶν ἐμῶν ἀρδευόμενος πόνων πάντων, ὡς ἤκουσαν, τὸν αὐτὸν ἑλομένων· ὁ δὲ τὰ γράμματα κομίσας ἐφειστήκει βαρὺς ἀξιῶν πρὸ τῆς ἀναγνώσεως γενέσθαι σοὶ τὴν ἐπιστολήν. διαφεύγειν δὲ οὐκ ἔχων ἐπείσθην, μᾶλλον δέ, ἠναγκάσθην κινῆσαι τὴν τάξιν καὶ πρότερα ποιῆσαι τὰ δεύτερα. καὶ νῦν μέν σοι ταῦτα, ἥξει δέ, ἢν ὁ θεὸς ἐθέλῃ, καὶ τὰ μετὰ τὴν θοίνην, τὰ μὲν σοὶ διαλεξόμενα, τὰ δὲ τῇ φιλολόγῳ πόλει, ἣν μηδεὶς καιρὸς τοῦτο ἀφέλοιτο τὸ καλόν.

Ἱλαρίῳ.

Οἱ παρὰ σὲ καταφεύγοντες οὗτοι μίαν ἔχουσιν ἀφορμὴν εἰς βελτίους ἐλπίδας τὸ σὲ μὲν ἀδικίᾳ πολεμεῖν, αὐτοὶ δὲ εἶναι τῶν ἠδικημένων. τίνες μὲν οὖν οἱ κακῶς ποιοῦντες καὶ τί ποιοῦντες, ὁ ῥήτωρ ἐρεῖ, καὶ δέξεται τὸν περὶ τούτου λόγον αὐτὸ τὸ δικαστήριον· ὅτι δὲ ἀναστήσεις αὐτοὺς ἀπὸ τοῦ πτώματος καὶ πάλιν παρέξεις οἴκου τε καὶ πόλεως ἐπιμελεῖσθαι, καὶ τοῦτο ἤκουσάν τε παρʼ ἐμοῦ καὶ πρὸ ἐμοῦ παρὰ πολλῶν ἑτέρων. εὐχαῖς οὖν ἀμείψονται σέ τε καὶ τὴν ἀρίστην γυναῖκα καὶ τὴν τἀκείνης μιμησομένην θυγατέρα καὶ τοῖν υἱέοιν τόν τε πρεσβύτερον καὶ τὸν νῦν γεγεννημένον. οὗ τοὔνομα ἀκηκοότες συνήσθημεν καὶ αὐτῷ καὶ τῷ θείῳ· τιμὴν γὰρ ἀμφοτέροις ἔχει.

Πορφυρίῳ.

Οἶδά σε πολλοῖς ἀσθενέσι βεβοηθηκότα καὶ φιλοτιμούμενόν γε ταῖς τοιαύταις βοηθείαις. πρόσθες δὴ ταῖς πολλαῖς ἐκείναις καὶ ταυτηνὶ τὴν βοήθειαν καὶ διὰ τὸν σαυτοῦ τρόπον καὶ διὰ τὴν εἰς ἡμᾶς φιλίαν. καὶ γὰρ εἰ μέλλομεν τελευτᾶν, ἀλλὰ καὶ μηκέτι ζῶντες δυνάμεθα τοὺς ζῶντας ὠφελεῖν ἐχούσης τῆς ψυχῆς καὶ χωρὶς τοῦ σώματος δύναμίν τινα. πάντως δὲ οὐ φήσεις με περιεργάζεσθαι τὴν γυναῖκα εἰδώς, ἐξ ἧς παῖδές εἰσι τῷ ταλαιπώρῳ τούτῳ.

Ἀσυγκριτίῳ.

Ἐβουλόμην ἐπαινεῖν σε νῦν βοηθείας γεγονυίας εἰς τὸν οὐκ εὐτυχῆ τοῦτον ἄνθρωπον· νῦν δὲ πολλὰ μὲν πολλάκις ἐδεήθην, ἔπραξα δὲ οὐδὲν οὐδεπώποτε. διόπερ ἔτι παρακαλῶ δέον τὰ τέλη τῶν δεήσεων ἐπαινεῖν. εἰ μὲν γάρ τί σε ἠδικήκαμεν, λέγε καὶ μεμψόμεθα ἡμῖν αὐτοῖς· εἰ δʼ οὐδὲν ἀδικοῦντες καταπεφρονήμεθα, —ἀλλʼ οὐδὲν ἐρῶ τοιοῦτον, ὃ μέμψιν οἴσει τῷ πρώτῳ Σύρων καὶ ἔργων ἰσχύι καὶ τρόπων ἀρετῇ.

Μαρίνῳ.

Ἐλπίδας ἡμῖν βεβαιοῖς τοιοῦτος καὶ γεγονὼς καὶ ὢν περὶ τὸν χρηστὸν Δολεντιανόν. ἀγαθοῦ μὲν γὰρ ἀνδρὸς τὸ τὰ ὀφειλόμενα ἀποδιδόναι, σὺ δʼ ἀγαθός τε καὶ ὀφείλεις. οὗτος γὰρ ἁνὴρ περὶ σὲ πλείω μὲν ἐπόνησε τοῦ πατρός, οὐκ ἐλάττω δὲ ἐμοῦ. ἡσθεὶς οὖν περὶ τῆς δυνάμεως μαθὼν ἣν ἔχεις ἐν τῇ σαυτοῦ ἥσθην οὐχ ἧττον διὰ τὰς ἀμοιβὰς ἃς ἀντεισφέρεις τῷ τροφεῖ. ποίει τοίνυν ἡμῖν κουφότερα τὰ νοσήματα φήμαις καλαῖς καὶ λόγοις καλοῖς τοῖς περὶ σοῦ διδοὺς ἀφορμάς.

Ἀρισταινέτῳ.

Τὸν Πελαγίου παῖδα τουτονὶ καὶ ἐμόν, ὁ μὲν γὰρ ἐφύτευσεν, ἐγὼ δὲ ἔπεισα λόγων ἐρᾶν, τὸν εἰπεῖν τε δυνάμενον καὶ κρίνειν ἐπιστάμενον, τὸν μόνον οὐ φυγόντα τὴν βουλὴν τῶν ἄλλων τοῦτο πεποιηκότων, ἀλλʼ ἔτι τιθέμενον ὑπὲρ τῆς πατρίδος τὰ ὅπλα φίλον τε εἶναι βούλομαι σὸν καὶ εὖ πάσχειν, εἴτε ἀρκοῖ λόγος εἴτε καὶ ἔργου δέοι. δόξεις μὲν οὖν ἄνδρα εὖ ποιεῖν ἕνα, εὖ δὲ ποιήσεις πόλιν ὅλην Κύρον τὴν νῦν μὲν μικράν, πρότερον δὲ μεγάλην, ἴσως δὲ πάλιν ἐσομένην μεγάλην σοῦ βοηθοῦντος.

Λεοντίῳ.

Τοῖς ποιοῦσι λόγους τῶν ἀκουσομένων δεῖ, οὐκοῦν καὶ σοί, ποιεῖς γὰρ λόγους, Μακεδονίου τοῦδε τοῦ πρὸς τῷ λέγειν εἰδέναι καὶ τὰ παρʼ ἄλλων δοκιμάζειν ἔχοντος. ἀπόπεμπε δὴ τὸν πολιτευόμενον ἡμῖν μεστὸν ἐγγόνων τε σῶν καὶ πρὸς ἐκείνοις εὐεργεσιῶν.

Ἀνατολίῳ.

Πελαγίῳ χάριτας ὀφείλεις ἄρξαντι Σύρων Σύρος ὤν· γνώμῃ γὰρ ἐχρήσατο πατρὸς ἐκεῖνος, ἡνίκα ἦρχε Σύρων. εἰ δὲ Σύρος γε σύ, καὶ τοῦτο οὐκ ἂν ἀρνήσαιο, μετὰ τῶν ἄλλων εὖ παθὼν καὶ χάριτας μετὰ τῶν ἄλλων ὀφείλεις. γίγνου τοίνυν δίκαιος περὶ τὴν ἀμοιβὴν καὶ οἷς ἂν ἐχρῶ πρὸς ζῶντα ἐκεῖνον, τούτοις φαίνου χρώμενος πρὸς τὸν ἐκείνου ζῶντα.

Βρασίδᾳ.

Κύρῳ τῇ πόλει τὰ μὲν ἄλλα πέπτωκέ τε καὶ κεῖται, πύργος δὲ οὑτοσὶ λείπεται μόνος χρηστοῦ πατρὸς παῖς τὰ μὲν οὐ χείρων, τὰ δὲ καὶ βελτίων. ἔχων γάρ, εἴπερ ἐβούλετο, μὴ βουλεύειν, βουλεύει τε καὶ δαπανᾷ καὶ τέρπεται δαπανώμενος. ἀπὸ ταύτης, ὦ γενναῖε, τῆς γνώμης καὶ νῦν πρεσβευτὴς πορεύεται πιστεύων μὲν οἷς ἐρεῖ πρὸς βασιλέα, δίκαια γὰρ ἐρεῖ, πιστεύων δὲ τοῖς παρὰ σοῦ γενησομένοις· πάλαι γὰρ δὴ σὺ τοὺς σαυτοῦ πολίτας ἀνέχεις. σκόπει τοίνυν, ὅπως μηδεμιᾶς ἑτέρας ἀσπίδος δεήσεται καταφεύγειν ἔχων ἐπὶ τὴν σήν, διʼ ἣν πάντα τοῖς ὡς ὑμᾶς ἐνθένδε ἰοῦσι χωρεῖ κατὰ νοῦν.

Θεοφίλῳ.

Ἐγὼ μὲν ἐγέλασα, σὺ δὲ ὀργῆς ἔσῃ μεστὸς ἀκούσας τὸ πεπραγμένον. ἦν ἐν σπουδῇ καὶ εὐχῇ καὶ σοὶ καὶ τοῖς τὰ σὰ μιμουμένοις εἰς ἐμὲ φανῆναί τέ με ἐν τῷ διδασκαλείῳ καὶ τὴν οἴκοι κλίνην ἀφέντα χρήσασθαι τῇ ἐν τῷ διδασκαλείῳ· ἐγὼ δὲ ἕτερα μὲν ᾔτουν παρὰ τῶν θεῶν τῶν περικλυζόντων τοῦτο πειθόντων κακῶν, ἔπραττον δὲ ὅπερ ἦν βουλομένοις ὑμῖν. καὶ αἱ μὲν ἐλπίδες ὑμῶν δρόμον ἐκ τῆς ἀγορᾶς εἰς τὸ βουλευτήριον τῶν λαμπρῶν διδασκάλων ἔσεσθαι πηδώντων, κροτούντων, χαιρόντων, εὐθυμουμένων, τοῖς θεοῖς εἰδότων χάριν, ἕτερος δʼ ἂν ἐμνήσθη καὶ λύχνων· ἐγὼ δὲ ᾔδειν μὲν αὐτοὺς καὶ ὧν ἐπιθυμοῦσι καὶ ἃ φρονοῦντες ἔρχοιντο παρʼ ἐμέ, καὶ διὰ τοῦτο ἔμελλον, ὅπως μηδεὶς αὐτῶν λυπήσεται. προὔλεγον μέντοι τὴν ἐσομένην λύπην καὶ ὡς πένθος τοῦτο ἐκείνοις. ἀλλʼ ὅμως σοῦ καὶ βοῶντος καὶ κελεύοντος ἠναγκαζόμην καὶ ἐφερόμην. τῶν δὲ οὐδεὶς οὐδαμοῦ, μᾶλλον δέ, ἐξ οὕτω πολλῶν δύο, παρʼ ὧν οἶμαι λήψεσθαι δίκας τοὺς οὐχ ἥκοντας. ἐμοὶ μὲν οὖν, ὅπερ ἔφην, ταυτὶ γέλως μαντείας τε τυχόντι καὶ ὡς οὐκ ὄντα με ζητήσουσιν εἰδότι· σοῦ δὲ δέομαι μὴ κινῆσαι νῦν τὴν ὀργήν, ἣ πολλάκις ἐπὶ τοὺς ἀδικοῦντας ὥσπερ τι τῶν ἄνωθεν ἠνέχθη βελῶν. ὄψει γὰρ δὴ καὶ ἡσυχάζων ἐπʼ ἀλλήλους ἰόντας τοὺς νῦν τούτους ἀλλήλους ἐπʼ ἐμὲ παρακαλοῦντας.

Πρίσκῳ.

Ἀνέπνευσα λαβών σου τὴν ἐπιστολήν, καίτοι πολλοὶ μὲν οἱ παραμυθούμενοι, δεδύνηται δὲ οὐδεὶς οὐδέν. καὶ οὐκ ἀγνοῶ μὲν οὐδʼ ὅσα αὐτὸς πέπονθας, ἀλλʼ οὐκ ἴσον ἀνὴρ ἐν φιλοσοφίᾳ πρῶτος καὶ ἄνθρωπος ἐν ἄλλοις διατρίβων. ἢν οὖν αὖθις τοῦ καιροῦ παρέχοντος πέμψῃς ἑτέραν ἐπιστολήν, τάχʼ ἂν κἀκείνη τὴν παροῦσαν λύπην ἐλάττω ποιήσειεν.

Εὐθαλίῳ.

Τὰ πρὸς τὴν πατρίδα διὰ τῆς εἰς αὐτὴν ὁδοῦ πεποιηκὼς ὁ νέος ἐποιήσατο καὶ τὰ πρὸς τὰς Μούσας διὰ τῆς εἰς ἡμᾶς πάλιν.

Εὐσεβίῳ.

Ὀδαίναθον τὸν λόγον, Λογγίνου δὲ ὁ λόγος, ἐγὼ μὲν ἀπαιτῶ, σὲ δὲ δεῖ δοῦναι καὶ γενέσθαι δίκαιον περὶ τὴν ὑπόσχεσιν.

Φιλαγρίῳ.

Οἶσθα καὶ Θεόδωρον καὶ ἐμὲ καὶ τίς περὶ ἐκεῖνον ἐγὼ καὶ τίς ἐκεῖνος εἰς ἐμὲ καὶ τίνων γινομένων ἡσθήσομαι καὶ τίνων οὐ πραττομένων ἀνιάσομαι. κίνησον δὴ σαυτὸν καὶ δεῖξον ἡμῖν πάλιν τὸν Φιλάγριον. πρέπει δὲ σοὶ πάντα τὸν χρόνον σώζειν τινάς, ἄλλως τε καὶ τοιούτους.

Παιωνίῳ.

Τῇ κατενεγκούσῃ με λύπῃ μακροὺς μὲν οὐ προσήνεγκεν ὁ Φαλέριος λόγους, ὀλίγοις δὲ ῥήμασι τοῖς αὑτοῦ μακροὺς καὶ πολλοὺς ἑτέρων λόγους ἐνίκησεν ἐκβαλεῖν μὲν ὅλως τὴν λύπην οὐ δυνηθείς, τὰ ῥήματα δὲ ἦν σὲ μεμνῆσθαί τε ἡμῶν καί τινων ἡμετέρων πρὸς σὲ γραμμάτων καὶ οὕτω δὴ πολλάκις τοῦτο ποιεῖν ὥστε καὶ τῶν ἀκουόντων τινὰς δύνασθαι τοῦτο ποιεῖν τῷ πολλάκις ἀκηκοέναι τοῦτο λαβόντας. τοῦτό τε οὖν ἐγίγνετό μοι φάρμακον καὶ τὸ ἥδεσθαι τῷ Φαλερίου λιμένι· λιμὴν γὰρ ὄντως αὐτῷ σύ τε καὶ τὰ σά, λιμήν, ὅθεν ἀναγόμενος κτήσεται μὲν δόξαν ἣν ποιεῖ τὸ λέγειν, ἔσται δὲ τῶν εὐπορωτέρων μᾶλλον ἢ πενεστέρων αὐτῇ τῇ προσόδῳ τὰ τῶν λόγων ἀμείνω ποιῶν. ὁρῶν δὴ τὸ ἐσόμενον χαίρω μὲν καὶ τοῖς ὑπάρχουσιν ἤδη, πλέον γε μὴν τοῖς οὔπω μὲν ἥκουσι, πάντως δὲ ἐσομένοις σοῦ πλεῖν αὐτὸν ἐξ οὐρίων ποιοῦντος φροντίζοντος ὅπως οἷς ἔπραξεν εὖ βεβουλεῦσθαι δόξει. πολλοὶ μὲν οὖν οἱ προσιόντες τε καὶ ἐρωτῶντες, ὅ τι τὸ πεῖσαν τὴν μὲν φυγεῖν, τὴν δὲ ἑλέσθαι· ὁ δὲ πολλὰ μὲν λέγει, σιγᾷ δὲ τὸ μάλιστα πεπεικὸς τοῦ μὴ κολακεύειν δοκεῖν. ἐμὲ δὲ οὐ λανθάνει, ἀλλὰ πρὸς αὐτόν τε εἴρηται καὶ πρὸς σὲ νυνὶ γεγράψεται. φιλολόγος ὁ Φαλέριός ἐστιν, ὢν δὲ τοιοῦτος καὶ τοῦ μανθάνειν ἐστὶν ἐραστής. ἑτέρωθι μὲν οὖν ἐδίδασκε μόνον, ἐν Ταβίᾳ δὲ ἀμφότερα, καὶ ποιήσει βελτίους καὶ ἔσται· ποιήσει μὲν νέους ἄρδων, ἔσται δὲ τοῖς σοῖς ῥεύμασιν. εἶναι τοίνυν οὐ μᾶλλον διδάσκαλος ἢ μαθητὴς ἐθέλων ἔδωκεν αὑτὸν πόλει τῇ τοῦτο χαριουμένῃ. δέχου δὴ καὶ παρʼ ἡμῶν τὸν γενησόμενον καὶ διδάσκαλον καὶ μαθητὴν καὶ δώσοντα μὲν νέοις ἃ οἶδε, παρὰ δὲ τῆς σῆς ψυχῆς ἃ μήπω ληψόμενον. καὶ ποίει τὸν μαθητὴν ἡμῖν πολὺ τῶν ἄλλων διδασκάλων καλλίω. ταύτης δὲ τῆς ὠφελείας ἔσται δή πού τι καὶ ἐμὸν τοῦ σοὶ δεδωκότος ἃ διδόναι δύνασαι.

Λεοντίῳ.

Ἐμοὶ φιλοτιμία καὶ οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ γένει τῷ ἡμετέρῳ, προστίθημι δὲ καὶ πόλιν καὶ ἔθνος ἡμέτερον καὶ γῆν καὶ θάλατταν, πᾶσι τοίνυν τοῖς εἰρημένοις φημὶ φιλοτιμίαν Ἀρισταίνετον φέρειν τοιοῦτον ὄντα καὶ δοκοῦντα πολλὴν μὲν τῶν τρόπων, πολλὴν δὲ τοῦ λέγειν ἐπιμέλειαν πεποιημένον, εἰδότα δὲ καὶ σιγᾶν καὶ εὐδοκιμοῦντα νῦν μὲν ἐν τούτῳ, νῦν δὲ ἐν ἐκείνῳ· καὶ γὰρ δὴ καὶ σιωπῶν θαυμάζεται τῷ μετὰ καιροῦ καὶ τοῦτο ποιεῖν. καὶ οὐκ ἂν οὔτε λέγων ὀφθείη σιωπᾶν δέον οὔτε σιωπῶν λέγειν δέον. καὶ τούτων τῶν ἀγαθῶν γέγονα μὲν ἴσως καὶ αὐτὸς αἴτιος καὶ ταῦτα ἀπὸ μικρᾶς συνουσίας, γέγονας δὲ καὶ αὐτὸς ἐν μακρᾷ καὶ συνεχεῖ κινῶν Ἀρισταίνετον ἐπὶ μείζονα λόγων ἔρωτα δεικνὺς φλυαρίαν ἅπαντα πλοῦτον πρὸς τὸ τούτων κράτος. εἴη ἂν οὖν δίκαιος, εἰ καὶ φύσει καὶ πόνοις καὶ Τύχῃ καὶ τοῖς ἄλλοις θεοῖς τούτου δὴ τοῦ κτήματος εἰδὼς χάριν εἰδείη καὶ τοῖς σοῖς παρακλητικοῖς, ὧν μέγα μέρος λόγοι τε οὓς ἔγραφες ἥ τε τούτοις ἀκολουθοῦσα δόξα. ἐπίστευον μὲν οὖν καὶ πιστεύων ἔχαιρον καὶ ταῖς ἀγγελίαις, ἐν αἷς δὴ ῥήτωρ ὁ Ἀρισταίνετος ἄριστος, ἥκοντος δὲ καὶ ἐμφαινομένου καὶ λάμποντος θεὸν ὄντως εὕρισκον τὴν Φήμην. τοσοῦτος ἡμῖν ἐκεῖνος ἐν ἑτέρων τε κρίσει καὶ τοῖς αὑτοῦ ῥεύμασιν, οἷς καὶ ἡμᾶς ἐστεφάνωσε λόγον εἰς ἔπαινον ἡμῶν εἰπών, ὥστʼ ἐγὼ μὲν ἠρυθρίων, ὁ δὲ ἐχάρη, τὸ θέατρον δὲ ἐσείετο. δέδεικται μὲν οὖν μόνος οὗτος ὁ λόγος, πεποίηνται δὲ πολλοὶ καὶ τοῦ θεοῦ διδόντος εἰς τὸ μέσον ἥξουσιν. ἐν τούτοις ἐσμέν, ταῦτα ἔχομεν, ὦ καλὲ Λεόντιε, τούτοις τρυφῶμεν, τούτων ἀπολαύομεν. ὧν ἔδει μὲν καὶ τὸν νέον ἐκεῖνον Βασσιανόν, νῦν δὲ εὐτυχεῖν οὐκ οἶδε, πλὴν εἰ τοῦτο λέγοις, ὡς ἔνι τοῖς ἀπελθοῦσι πάλαι παρὰ τῶν ἀπιόντων τὰ τοιαῦτα μανθάνειν.

Ἡσυχίῳ.

Βούλομαι δὴ βουληθῆναι καὶ σὲ καὶ δόντα ἡμῖν κερδᾶναι καὶ αὐτὸν κερδᾶναι ἀπὸ τῶν αὐτῶν. διδοὺς γὰρ ἀγαθὸν ἀγαθὸν κτήσῃ. ταυτὶ μὲν παρʼ ἡμῶν ἐν ἐπιστολῇ πιεζομένων νοσήμασιν, ὁ δὲ λόγῳ κοσμῶν τὸν γάμον βαδιεῖται καὶ διὰ πάντων πολλὰ μὲν λέγειν ἔχων περὶ τῆς νύμφης, πολλὰ δὲ περὶ τοῦ νυμφίου.

Ἰουλιανῷ.

Μέγας ἦν ὁ Μιλτιάδης μετὰ τὴν ἐν Μαραθῶνι νίκην καὶ μέγας ὁ Θεμιστοκλῆς μετὰ τὴν ἐν Σαλαμῖνι καὶ μέγας Ἀριστείδης μετὰ τὴν ἐν Πλαταιαῖς καὶ μέγας Ἰουλιανὸς μετὰ τὴν νῦν, ἣν ᾄδει γῆ καὶ θάλαττα καὶ πόλις ἅπασα μείζων τε καὶ ἐλάττων. ἐνίκα δὲ οὐ περιδραμὼν οὐδὲ πολλὰς κόψας θύρας οὐδὲ χειρῶν ἁψάμενος οὐδὲ ἱκετεύσας οὐδὲ δακρύσας οὐδὲ αἰτήσας ἐν δωρεᾷ τὴν σωτηρίαν, ἀλλʼ ὁ μὲν ἐσίγα, τὰ πράγματα δὲ ἐβόα καὶ τὰ βεβιωμένα σοί τε καὶ αὐτῷ τὴν ἀπολογίαν εἶχεν ἀνδρὸς ἀγαθοῦ καὶ τῶν ἀρχόντων ἄρχοντος τὴν ἀλήθειαν αἰδουμένου. καὶ οἱ μὲν ἔλεγον· σωζέσθω παῖς ἄριστος, οἱ δέ· μὴ λυπείσθω πατήρ, δικαιοσύνης ἑταῖρος πλοῦτον ἄδικον ἐν πολλαῖς ἀρχαῖς φυγών. ἐκράτει τοίνυν ὁ μὲν παρών, σὺ δὲ ἀπών. δῆλον τοίνυν ὅτι μέλει τοῖς θεοῖς τῶν ἐν ἀρετῇ ζώντων. καὶ γηροτροφοῦ παρὰ τῆς ἐκείνων εὐνοίας καὶ σύγχαιρε μὲν σαυτῷ τοιαῦτα τετιμημένῳ, χαῖρε δὲ ὑπὲρ παιδὸς τοιαῦτα μετὰ καλοῦ σχήματος δεδυνημένου.

Τῷ πατριάρχῃ.

Ἔμελλες μέν, οἶμαι, καὶ μηδὲν ἐπιστείλαντός μου μεριμνήσειν ὑπὲρ τῶν Θεοφίλου πραγμάτων, ἀνδρὸς καὶ σοφωτάτου καὶ δικαιοτάτου καὶ ὃς ἐν μέσῳ βιβλίων καὶ ἐγρήγορε καὶ καθεύδει. τοιοῦτοι γὰρ ὑμεῖς οἱ τοῦ γένους ἐκείνου· πᾶσι μὲν εἰώθατε βοηθεῖν, τοῖς δʼ ἀρίστοις μάλιστα, μεριμνῶντες περὶ μὲν τοὺς ὡς ἀνθρώπους μόνον, περὶ δὲ τοὺς ὡς καὶ ἐν ἀρετῇ ζῶντας. δείσας οὖν ἐγὼ μή με νομίσῃς ἢ οὐκ εἶναι φίλον αὐτῷ ἢ ἀργὸν εἶναι περὶ τοὺς φίλους ἔπεμψα τήνδε τὴν ἐπιστολήν, οὐχ ἵνα πείσω τὸν πεπεισμένον, ἀλλʼ ἵνα αὐτὸς εὐδοκιμήσω παρὰ σοὶ τῷ τοιούτῳ συμπράττων. ἐκείνῳ μὲν οὖν ὀρθῶς εἴη τὰ πράγματα, ἐμοὶ δὲ ἔσται κέρδος τὰ σὰ γράμματα· μᾶλλον δέ, δύο κερδανῶ κέρδη, τά τε ἐσόμενά μοι γράμματα καὶ τὸ νενικῆσθαι τοὺς ἐπηρεάζοντας τῷ μιμουμένῳ τὸν Λυσιμάχου.

Πρισκίωνι.

Τὸν ἀγωνιούμενον ὑπὲρ αὑτοῦ παρʼ ὑμῖν ἀπέσταλκεν ὁ φιλολόγος Θεόφιλος. δεῖ τοίνυν καὶ ἐμὲ καὶ σὲ φανῆναι βοηθοῦντας ἀνδρὶ τῶν τε Ἑλλήνων ἀρίστῳ καὶ πολλάκις ἡμᾶς ἐπαινέσαντι. καὶ γὰρ τοῖς λογίοις οὕτως ἂν χαριζοίμεθα θεοῖς, οἷς εἰκὸς ἐκείνου εἶναι λόγον. ὃ μὲν οὖν ἦν ἐμὸν ποιῆσαι, πέπρακται, τὸ δὲ ἦν ἐπιστολή· τὰ λοιπὰ δὲ σαυτὸν ἀπαιτεῖ, τό τε ἡδέως ἰδεῖν τοὺς ἥκοντας καὶ τὸ διαλεχθῆναι τοῖς συνδίκοις καὶ τὸ τὰ μὲν εἰπεῖν, τὰ δὲ ἀκοῦσαι καὶ τὸ μετʼ αὐτῶν, ὅπως ἔχει τὸ πρᾶγμα, καταμαθεῖν. ἐγὼ δὲ καὶ κρατήσειν φημὶ τὸν ἑταῖρον δίκαιόν τε ὄντα καὶ δίκαια λέγειν ἔχοντα καὶ τοιούτου τοῦ τὴν ψῆφον οἴσοντος ὄντος. σοὶ δὲ ἔθος εὐδοκιμεῖν οὐκ ἐν ταῖς ἐπιδείξεσι τῶν λόγων μόνον, ἀλλὰ καὶ ἐν οἷς εὖ παθεῖν δεῖ τῶν φίλων τινάς.

Θεοδώρῳ.

Ἠκούσαμεν πάντα καὶ ἐπῃνέσαμεν πάντα, τά τε τῆς σῆς διανοίας καὶ ὅσα τῆς γνώμης ἦν τοῦ μεταπεισθέντος. ἰδὼν οὖν ὅτι πάλιν ἥκεις εἰς τὸ δύνασθαι καὶ βοηθεῖν δέομαί σου βοηθῆσαι τῷ δεινὰ παθόντι τούτῳ πρὸς τοὺς ηὐξηκότας αὐτῷ τὴν οὖσαν πενίαν τῇ σφῶν αὐτῶν κακίᾳ.

Ἀρισταινέτῳ.

Εὐγενὴς εὐγενῆ δέχου καὶ ποίει φίλον σώφρων σεσωφρονηκότα, ῥητορεύειν εἰδὼς ῥητορεύειν εἰδότα, φιλούμενος ὑπὸ πάντων ἀγαπώμενον ὑπὸ πολλῶν. ἐργάζεται δὲ τὴν φιλίαν ὑμῖν οὐ τὰ ῥηθέντα μόνον, ἀλλὰ καὶ τὸ τῆς αὐτῆς πηγῆς πιεῖν καὶ τὸ ἐοικέναι μὲν σὲ τῷ πατρὶ κατὰ τοὺς λόγους, ἐοικέναι δὲ τοῦτον αὐτῷ, ᾧ βούλομαί σε δεῖξαι τοὺς σαυτοῦ καὶ λόγους καὶ πόνους· πολλοὶ δέ σοι καὶ πεποίηνται καὶ ποιοῦνται. εὕροις δʼ ἂν καὶ παρὰ τῷδε τὴν αὐτὴν δύναμιν, κἂν πείθῃς αὐτὸν συνθεῖναι λόγους, συνθήσει. τί μὲν οὖν αὑτῷ βούλεται γενέσθαι, παρʼ αὐτοῦ νῦν ἀκούσῃ· ὅπως δὲ καὶ τυχὼν σοῦ πάλιν ὡς ἡμᾶς ἔλθοι, τοῦτο σκόπει καὶ πρᾶττε καὶ σύμπραττε, καὶ τὸ ταχέως προσέστω.

Ἀσυγκριτίῳ καὶ Ἑλλαδίῳ.

Δέξασθε τὴν ἐμὴν συγγενῆ δεομένην ὅρμου καὶ περὶ πολλοῦ ποιεῖσθε καὶ σώζετε. καὶ τοῦτο ἔστω ζῶντός τε ἔτι ἐμοῦ καὶ ἀπελθόντος· εἰμὶ δὲ ἐγγὺς τοῦ πράγματος.

Παντειχίῳ.

Τὴν Εὐσεβίου γῆν τοῦ ζῶντος ὑπὸ ταῖς Μούσαις οὐκ Εὐσεβίου μᾶλλον ἢ ἐμὴν ἡγούμενος οὕτω βούλευσαι περὶ αὐτῆς. οἶμαι δέ σε τὴν αὐτὴν καὶ τοῖς λογίοις θεοῖς δώσειν χάριν. δεῖ δέ σε νομίζειν καὶ τῷ χορῷ τῶν ποιητῶν διδόναι τὴν χάριν· παρʼ ὧν εἶχες ἂν ἐπιστολάς, εἴπερ οἷόν τʼ ἦν ἰέναι γράμματα παρὰ τῶν οὗπέρ εἰσιν ὄντων.

Ἡσυχίῳ.

Καὶ τὸν φοιτῶντα παρʼ ἐμὲ παῖδα σὸν φιλῶ—πῶς δὲ οὐ μέλλω φοιτῶντα; —καὶ τοὺς ἐπʼ ἄλλα πεπορευμένους, διότι ποτὲ τῶν φοιτώντων ἦσαν. καὶ τούτου σοι πίστις ἔστω τὸ χάριν αἰτεῖν με παρὰ τοῦ ʼκείνων πατρός. ἔστι δὲ ἡ χάρις ἡδίω ποιῆσαι τὸν χρηστὸν Εὐσέβιον τοῖς περὶ τὴν γῆν πραττομένοις, ἧς ἐκεῖνος δεσπότης. ὁ μὲν οὖν καρπὸς ἐκείνης ........ ἐκεῖνον εὐφρανεῖ τὸν γεωργοῦντα μᾶλλον ἢ ἐμὲ τὸν ἐπεσταλκότα.

Ἀνδροκλείῳ.

Πολλήν μοι δοκεῖς πεποιῆσθαι σπουδὴν δεῖξαί με βουλόμενος ἄδικον. ἐγὼ δὲ ἀγαθὸς μὲν οὐκ ἂν εἶναι φαίην, σιωπῇ δὲ οὐκ ἂν ἠδίκουν καὶ πρώτῃ καὶ δευτέρᾳ τὰς δύʼ ἐπιστολάς, ἀλλʼ ἐποίουν ἂν τὸ εἰωθός, ἀντεπέστελλον ἄν. θαυμάζω δὲ ὅπως τὰς δύʼ ἐπιστολὰς οὐκ ἐποίησας εἴκοσιν ὥστε με δεῖξαι μᾶλλον κακόν. οὐ γὰρ ἂν ἦν ἔλεγχος τῇδε τῇ συκοφαντίᾳ. τούτου μὲν οὖν σοι χάρις ἐν ἐξουσίᾳ πολλῇ τοῦ ψεύδεσθαι τοῦτο οὐ πεποιηκότι· ἐμὲ δὲ οὐδὲν δεῖ ζητεῖν αἰτίαν πράγματος οὐ γεγενημένου. καὶ γὰρ εἰ μηδὲν ἕτερον ἀντεπιστέλλειν ἔπειθε, τό γε τὰς Μούσας εἰδέναι σου τὴν ψυχὴν οἰκούσας ἔπειθεν ἄν. πάντως γὰρ ἂν εἶδον ὡς ἐλύπησα ἂν τὰς τῆς Μνημοσύνης ἄνδρα περιφέροντα αὐτὰς οὐκ ἀμειβόμενος ἴσοις.

Ἀρισταινέτῳ.

Ὁ πατὴρ ὁ τούτου τῶν πονούντων ἐστὶ περὶ τὸ σῶμα τοὐμόν· μέμνημαι δὲ καὶ ἑτέρων πόνων, οὓς ὁ πάππος αὐτοῦ περὶ παῖδας ὄντας ἡμᾶς ἐπόνει. χαριζόμενος οὖν καὶ τῷ ζῶντι καὶ τῷ τεθνεῶτι καὶ βουλόμενός τινα ἀμοιβὴν ἀντεισενεγκεῖν δέομαί σου δοῦναι τάξιν αὐτῷ τοιαύτην, ἥτις αὐτὸν εὖ πράττειν ποιήσει. τοῦτο δὲ γένοιτʼ ἄν, εἰ γένοιτο φανερὸν ἅπασιν ὅτι τῆς παρὰ σοῦ προνοίας ἀπολαύει.

Οὐρανιανῷ.

Ἐγὼ τοὺς μὲν ἐροῦντάς τι δυσχερὲς περὶ τῶν σῶν υἱέων ἡγησάμην ἔσεσθαι πολλοὺς ὁρῶν παρὰ πολλῶν κακῶν κατʼ ἀγαθῶν ἀνδρῶν γινομένας ἀδίκους λοιδορίας· οὐ μὴν σέ γε ἐνόμιζον ἡδέως τε τούτων ἀκούσεσθαι τῶν λόγων καὶ ταχὺ πιστεύσειν καὶ ποιήσειν τὰ τῶν ἠπατημένων ἄνδρα τοσαῦτα μὲν ἔτη γεγονότα, πολλοῖς δὲ πράγμασιν ἐν πολλῷ χρόνῳ πεπαιδευμένον, εἰδότα δὲ τούς τε ἀληθῶς ὄντας σοι φίλους καὶ τοὺς λέγοντας μέν, ῥηγνυμένους δὲ τοῖς σοῖς καλοῖς. ἐπεὶ δὲ οὕτως ἡρπάσθης καὶ ἐλήφθης καὶ παρωξύνθης καὶ ἐχαρίσω διὰ τῶν πεπραγμένων τοῖς βουληθεῖσιν αὐτὰ ταῦτα πραχθῆναι, λυποῦμαι μὲν ὑπὲρ ἀμφοτέρων, καὶ σοῦ καὶ τῶν σῶν υἱέων, τῶν μὲν τοιαύτην δόντων δίκην, σοῦ δὲ τοιαύτην λαβόντος· τοσοῦτον δʼ ἂν εἴποιμι νῦν, ὅτι, εἰ ἦσαν κακοί, τοὺς νῦν κακῶς λέγοντας εἶχον ἂν ἐπαινοῦντας. οὐδὲ γὰρ νῦν ὡς πονηροὶ μισοῦνται, ἀλλʼ ὄντες χρηστοὶ συκοφαντοῦνται· φαῦλοι δὲ ὄντες οὐκ ἂν τοῦτο ἔπασχον. ἦσαν γὰρ ἂν οἵουσπερ αὐτοὺς ἤθελον εἶναι τῶν πώποτε γενομένων οἱ κάκιστοι. νῦν μὲν οὖν σαυτὸν εὔφραινε τῷ θυμῷ χαριζόμενος, τοῦ χρόνου δὲ ποιοῦντος τἀληθῆ τῶν ψευδῶν δυνατώτερα πολλὰ μὲν σαυτὸν αἰτιάσῃ τὸν πεπεισμένον, πολλὰ δὲ καταράσῃ τοῖς πεπεικόσι, ζητήσεις δὲ τὸν ἀπολωλότα χρόνον, τὸν δὲ εὑρήσεις οὐδαμοῦ.

Εὐσεβίῳ καὶ Θεοδότῳ.

Δείξατε καὶ ἐμὲ παρʼ ὑμῖν δυνάμενον τῷ Μάρα ἀδελφῷ βοηθεῖν τοῦ μὲν φεισάμενοι, τὰ γράμματα δὲ τιμήσαντες. ποιούντων δὲ ὑμῶν τοῦτο προθυμότερος ὁ Μάρας ἔσται περὶ τοὺς λόγους, τὸ δὲ καὶ τοιούτους εἶναί τινας τῶν ὑμετέρων πολιτῶν κόσμος τῇ πόλει.

Ἀπολλωνίδῃ.

Ἀνὴρ ἡμῖν τε ὡμιληκὼς καὶ δεινὸς εἰπεῖν τε καὶ πρᾶξαι Λεόντιος καὶ τὰ παρὰ τῆς Τύχης τὰ μὲν ἔχων, τὰ δὲ ἕξων— μαντεύομαι γάρ—κηδεστὴς σὸς ἐπιθυμεῖ γενέσθαι βουλόμενος εὐδαιμονέστερος. λαμβάνων δὲ μεγάλα μεγάλα καὶ δώσει τοσοῦτος μὲν ὢν ἐν τῷ βασιλείῳ, τοσοῦτος δὲ ἐν θεάτροις ἃ ποιοῦσιν οἱ λόγοι. σύμβουλος οὖν ἐγὼ γίγνομαι καὶ παραινῶ δῶρον τοῦτο νομίσαι θεῶν. σὺ δʼ ἡμῖν ἐπίστειλον ὡς ὁ σύμβουλος τῷ πεῖσαι τετίμηται.

Γεμέλλῳ.

Ἄνδρες ὧν μοι πολὺς λόγος ἐκέλευόν μοι τοῦ δικαίου τυχεῖν τῇ διὰ σοῦ βοηθείᾳ, βοηθήσειν δὲ πάντως ἔλεγον, εἰ λάβοις ἐμὴν ἐπιστολήν. οὐκ ἦν οὖν αὐτοῖς μὴ δοῦναι τὴν χάριν καὶ φίλοις οὖσι καὶ λέγουσιν ἀληθῆ. λαβὼν τοίνυν ἀναγίνωσκε καὶ χεῖρα ὄρεγε καὶ ποίει τὸ δίκαιον ἰσχυρότερον τῶν βιαζομένων καὶ νῦν, ὃ πολλάκις ἤδη σοι πέπρακται.

Τοῖς πατριάρχαις.

Οἶδα πολλὰ πραχθέντα Θεομνήστῳ τούτῳ βουληθέντος ἐμοῦ. ταύτας δὲ αὐτῷ τὰς χάριτας μέχρι τοῦ νῦν οὐκ ἀποδοὺς εὗρον ὅπως ἀποδοίην ἂν διὰ τῆσδε τῆς ἐπιστολῆς, ἣν ἐκεῖνος μὲν ᾔτησεν, ἐγὼ δὲ ἔδωκα νομίσας οὐ παντάπασιν ἐμαυτὸν ἀμελεῖσθαι παρʼ ὑμῖν. καίτοι τινὲς ἦσαν οἱ τοῦτο καὶ λέγοντες καὶ πειρώμενοι δεικνύειν. ἀλλʼ ἐμὲ τοῦτο πεισθῆναι τῶν ἀμηχάνων μεμνημένον τῶν ἔργων τῶν ὑμετέρων τῶν πολλῶν τε καὶ μεγάλων. δότε δὴ χάριν καὶ μὴ κινεῖτε γῆρας κεῖσθαι μᾶλλον ἢ πορεύεσθαι βουλόμενον τὸ Θεομνήστου. δεῖ δὲ ὑμᾶς οὐ δεδιέναι μὴ πολλὰς αἰτήσω χάριτας οὐ πολλὰς ἴσως ἡμέρας ἔτι βιωσόμενος. εὔχομαι μὲν οὖν αὐτὸν τοῦ μείζονος τυχεῖν, τὸ δʼ ἐστὶ μένειν· εἰ δὲ ἔστι τὸ διακωλύον, τό γε δεύτερον αἰτῶ, τάχιστα αὐτὸν αὖθις ἰδεῖν τὴν αὑτοῦ.

Τῷ αὐτῷ.

Ὁ παῖς σοι ἧκε δυνάμενος μανθάνειν, μετέσχε δὲ ἄρα μου, καὶ πρὶν ἰδεῖν, διὰ τῆς Ἀργείου περὶ λόγους ἰσχύος. ἐπὶ κάλλιον μὲν οὖν οὐδὲν ἀφῖκται, κέρδος δὲ ἴσως αὐτῷ τὸ πολλὰς ἰδεῖν πόλεις, εἴπερ καὶ Ὀδυσσεῖ. σὲ δὲ ἀξιῶ συγγνώμην ἔχειν αὐτῷ τοῦ δρασμοῦ καὶ μήτε χαλεπαίνειν μήτε ἀπορεῖν ποιεῖν· ὃ λύπην δύναται φέρειν, ἣν καὶ τοῖς σφόδρα λόγων ἐπιθυμοῦσιν ὁρῶμεν ἐμποδὼν γιγνομένην.

Πρίσκῳ.

Πρὸς τῶν πόνων, οὓς ἐπόνησας παρʼ ἡμῖν ὑπὲρ λόγων, καὶ τῶν καρπῶν, οὓς ἔσχες ἀπʼ ἐκείνων τῶν πόνων, ποίησόν τι χρηστὸν περὶ τήνδε τὴν κόρην, παρʼ ἧς λήψῃ τὴν ἐπιστολήν· ἔστι δὲ παῖς πατρὸς καὶ αὐτοῦ παρʼ ἡμῖν ἱδρώσαντος κτησαμένου τε δόξαν ἐπὶ τῇ τέχνῃ καὶ ἡμῖν περιθέντος. τὸ μὲν οὖν δίκαιον ὡς καὶ σιγώντων ἡμῶν ἐτίμας ἄν, οἶδα· νομίζων δέ σε μετὰ πλείονος τοῦτο ποιήσειν ἡδονῆς καὶ γράμματα ὁρῶντα ἥκοντα, πέπομφα ταῦτα τὰ γράμματα οὐ πολλά· περὶ ἃ πιστεύω σε Πρίσκον ἐκεῖνον ἔσεσθαι.

Ῥωμυλιανῷ.

Τὰ γράμματά σου τὰ πρὸς ἡμᾶς ἐν τοῖς περὶ σοῦ λόγοις ὄντας ἡμᾶς κατελάμβανε πολλοῖς τε ῥέουσι καὶ ἀπὸ πολλῶν στομάτων, πολλοὶ γὰρ ἦσαν οἱ παρόντες καὶ παρακαθήμενοι, ... τοῦ δʼ ὅτι παιδείαν κτώμενος οὐ πέπαυσαι· καὶ γὰρ τοῦτο ἔγνωμεν. καὶ μὴν οἱ μὲν τὴν ἐν ταῖς ἀρχαῖς ἀρετὴν ἐθαύμαζον, οἱ δὲ τὸ μήτε ἐπʼ αὐτὰς δραμεῖν δεξάμενόν τε ἡκούσας ἀκολουθῆσαι τοῖς νόμοις, ὁ δέ τις τὸν οὐκ ἄρχοντα χρόνον ἐπῄνει, τὸν οὐκ εἰς τὸ λυπεῖν τινας τῷ τῶν ἀρχῶν ἀποχρώμενον. ἀναγνωσθείσης δὲ τῆς ἐπιστολῆς καὶ πολλάκις, ἦν γὰρ ἀξία τοῦ καὶ πολλάκις, ἅπαντες ἐμακάριζον σέ τε καὶ ἐμέ, σὲ μὲν τοῦ τιμᾶν τοὺς περὶ λόγους πόνους, ἐμὲ δὲ ὡς ὑπὸ τοιαύτης τιμώμενον κεφαλῆς. ἀντὶ δὴ τούτων ἀπολαύοις μὲν τῆς εὐνοίας τῶν θεῶν, ἀπολαύοις δὲ τῆς τῶν θείων βασιλέων, πατρός τε καὶ τῶν παίδων. ὧν δεόμεθα τὸν φίλτατον ἡμῖν ἀποδοῦναι Ῥωμυλιανὸν καὶ ποιῆσαι πάλιν ἡμῖν τὴν πόλιν τῇ ʼκείνου παρουσίᾳ βελτίω.

Μεγεθίῳ.

Ἐν τῷ παιδὶ τοῦ σοῦ παιδὸς σέ τε κἀκεῖνον ὁρῶ φέροντι νῦν μὲν γραμμάτιον, νῦν δὲ τῇ μνήμῃ τὸ συντεθέν. ἀλλὰ καὶ κινῶν χεῖρας καὶ ὄμματα καὶ εἰσιὼν καὶ καθήμενος καὶ ἀνιστάμενος καὶ ἀπερχόμενος, καὶ καθʼ ἕκαστον τούτων δεικνύει μὲν τὸν φύσαντα, δεικνύει δὲ τὸν πάππον. τὸ δὲ χαίρειν αὐτὸν τοῖς περὶ λόγους πόνοις δείκνυσιν ὡς τοῦ πατρὸς μέν ἐστι βελτίων, τοῦ πάππου δὲ οὐ χείρων.

Δομετιανῷ.

Παρʼ οὗ λήψῃ τὴν ἐπιστολήν, παῖς ἐστιν ἐμὸς καὶ παῖς τῶν ἔτι φοιτώντων, ἥκει δὲ καὶ ἀδελφὴ μετʼ αὐτοῦ καὶ ταύτην ἐμὴν νόμιζε θυγατέρα. πρόσεστι δὲ καὶ ὁ γήμας ἕτερος παῖς ἐμός. σκόπει τοίνυν, ὅπως κἀκεῖνος κἀκείνη καὶ Ἰουλιανὸς ὁ τῇ γυναικὶ συνοικῶν εἴσονται χάριν καὶ σοὶ καὶ ἐμοί, τῶν μὲν γραμμάτων ἐμοί, σοὶ δὲ τῶν ἔργων.

Αἰακῷ.

Ἔδει μέν σε μὴ φιλεῖν μόνον ἡμᾶς, ἀλλὰ καὶ ἐπεσταλκέναι καὶ ταῦτα δυνάμενον εὖ τοῦτο ποιεῖν· Θαλασσίου δὲ τοῦ πάντα ὄντος ἐμοὶ κελεύοντος ἐπιστεῖλαί σοι καὶ λέγοντος ὅτι μέγα τὸ πρᾶγμα ἡγήσῃ, χαριζόμενος ἀμφοτέροις ἐπείσθην. καὶ ταυτὶ μὲν ἥκει παρʼ ἐμοῦ πρὸς σὲ νῦν, δεῖ δὲ καὶ σὴν παρʼ ἡμῖν ἐπιστολὴν ὁρᾶσθαι. ἀφορμὰς δὲ ἔχεις εἰς ἐπιστολὰς τὰ βασιλέως καὶ βουλεύματα καὶ ἔργα καὶ κατορθώματα.

Οὐαράνῃ.

Φιλοῦντί σε γέγραφας εἰ καὶ μὴ ἐπιστείλαντι. ἔνι δέ που καὶ φιλεῖν καὶ μὴ ἐπιστέλλειν, ἐπεί τοι καὶ αὐτὸς ὃν οὐκ ἐπέστελλες χρόνον ἐφίλεις, ὡς αὐτὸς ὁμολογεῖς ......... δεῖ μέντοι καὶ αὐτόν σε τὴν αὐτὴν ἔχειν ἐμοὶ καὶ σκοπεῖν ὅπως μηκέτι συγγνώμης δεήσῃ τῷ τοῦτο πολλάκις ποιεῖν. ποιῶν δὲ τοῦτο πολλάκις παραμυθήσῃ ἄνθρωπον γέροντα ἐν λύπαις μεγάλαις κείμενον. σὺ δὲ εὐδαίμων εἶ τις τοιοῦτος μὲν ὢν τὴν φύσιν, τοιούτου δὲ ὢν πατρός, τοιούτῳ δὲ βασιλεῖ συνὼν καὶ φωνῆς τε ἀκούων ἐκείνης καὶ πρόσωπον ὁρῶν τὸ θεοειδὲς καὶ πονῶν πόνους ἐκείνῳ φέροντας ἡδονήν, ὑπὲρ οὗ καὶ τὴν ψυχὴν αὐτὴν ἐπιδοῦναι κέρδος τῷ τοῦτο ποιοῦντι.

Τῷ πατριάρχῃ.

Ὅσον χρόνον πράττει κακῶς Ἱλάριος, τοσοῦτον ἀμφότεροι λυπούμεθα, καὶ ἐκεῖνος καὶ ἐγώ. ἔδει μὲν οὖν μηδὲν τούτων συμβεβηκέναι μηδὲ ἐν ταῖς πόλεσι πολὺν εἶναι λόγον τῶν γεγενημένων· ἐπεὶ δὲ ἔδει τούτοις αὐτὸν περιπεσεῖν πονηρᾷ τύχῃ, ἣ νοῦν ἔχοντα ἄνθρωπον ἁμαρτάνειν ἠνάγκασεν—οὐ γὰρ ἂν μηδὲν ἔχων ἐγκαλεῖν τοιοῦτος ἐπεφήνεις περὶ αὐτὸν ἀνὴρ φεύγων μὲν τό τινας κακῶς ποιεῖν, εἰωθὼς δὲ εὖ ποιεῖν— γενοῦ τοίνυν Ἀχιλλεὺς Τηλέφῳ καὶ τὰ ἀπὸ τῆς ὀργῆς ἴασαι πρᾳότητι καὶ δὸς ἅπασι λέγειν ὡς οἰκίαν τὴν πρώτην τῶν παρʼ ἡμῖν πολλῇ ζημίᾳ κατενεχθεῖσαν ὤρθωσας.

Ῥουφίνῳ.

Ἔτι τοίνυν τὴν ἐν ἅπασιν ἡδονὴν ἀνθοῦσαν τότε νῦν ὁρῶμεν ἐν ἀκμάζουσιν, ἐν γέρουσιν, παισί, γυναιξίν, ἐλευθέροις, δούλοις, καὶ γὰρ δοῦλος ἐμιμεῖτο δεσπότην. φαίνεται δʼ ἡμῖν καὶ τὰ ῥόδα τά τε ἔνθεν καὶ ἔνθεν τά τε ἄνωθεν πετόμενα καὶ τούτων τἀν τοῖς γόνασιν ἱζάνοντα καὶ τοῖς ὑπὸ τῇ χλαμύδι μετʼ εὐσχημοσύνης κινουμένοις δακτύλοις ἐπὶ τὰ κάτω φερόμενα. λόγος δὲ εἷς μόνος ἐν τῇ τοσαύτῃ πόλει Ῥουφῖνος καὶ τὰ τούτου καὶ τί μὲν ἔπραξε, τί δʼ εἶπεν ἢ πρὸς βουλὰς ἱκετευούσας ἢ πρὸς τοὺς περὶ ταύτας ἐν ὁμιλίαις ἢ πρὸς τοὺς ἐπὶ τῷ παιδεύειν καθημένους. εὔχονται δὲ γυναῖκες οὐ παροφθεῖσαι οὐδʼ ἀμεληθεῖσαι οὐδὲ ἀπελαθεῖσαι, λόγων δὲ τυχοῦσαι πρᾴων τε καὶ ἡμέρων, εὔχοντʼ οὖν αἱ γυναῖκες σώζεσθαι μέν σοι τὴν τοῦ γενναίου βασιλέως εὔνοιαν, σώζεσθαι δὲ βασιλεῖ τοὺς σοὺς ὑπὲρ αὐτοῦ πόνους ἐλθεῖν τε αὖθις ὡς ἡμᾶς τὸν τῶν πόλεων ἰατρὸν ἀναβῆναί τε πάλιν εἰς Δάφνην δευτέρων ἀκριβεστέρων, —ὡς νῦν γε ἱέραξ ἡμῖν ἦσθα τάχος τε πτεροῦ τοῦ ʼκείνου μιμούμενος καὶ τῷ πᾶσαν ἐθέλειν εἰδέναι ἐν βραχεῖ τὸ μὴ πᾶσαν ἰδεῖν κεκωλυμένος— ταῦτʼ οὖν τὰ διαφυγόντα τῶν σῶν ὀφθαλμῶν τυχεῖν καὶ μὴ τῶν ὀφθέντων ἔλαττον ἔχειν· εἰ δὲ καὶ μετὰ τῶν ἀρίστων βασιλέων, ὧν πολὺς ἔρως τῇ πόλει—καὶ θαυμαστὸν οὐδὲν τῶν σεσωκότων ἐρᾶν τὴν σεσωσμένην, —τίς ἡμῖν ἴσος εἰς εὐτυχίας λόγον; εἰ δʼ οὖν τι καὶ μεῖζον τὰς θείας ἐκείνας κεφαλὰς ἔτι πείθοι μένειν, αὐτὸς ἡμῖν ἥκειν μεθʼ ὁμοίου τοῦ δρόμου καὶ δεικνύναι με μάντιν ἀγαθόν. οἶσθα γὰρ ὃ προεῖπον, ὅτι τὸν οὕτω ταχέως ἀπελθόντα καὶ ταχέως ἡμῖν ἐπανήξειν οἴομαι. ὅτι δὲ ἐλθὼν τῶν αὐτῶν μεταδώσεις, οὐδὲν δεῖ πυθέσθαι τῶν μάντεων δεικνυμένων τῶν ἐσομένων τοῖς ἤδη γεγενημένοις. καὶ γὰρ ἕλξεις τῇ σαυτοῦ χειρὶ τὸν θρόνον ἐγγύς τέ μου καθίσαι ἐθελήσεις ἡσθήσῃ τε ἐγγύθεν ὁρῶν τὰς πολιὰς θήξεις τέ μοι τὸν νοῦν τοῖς σαυτοῦ νοήμασιν ἐγώ τέ σε θηράσω πάλιν κεκτημένον μὲν τὴν ἡμετέραν φωνήν, φάσκοντα δὲ οὐκ ἔχειν. ὃ δὲ ᾔτησα μὲν ἐν τῇ πόλει πολλάκις, ᾔτησα δὲ κἀν τῷ ποταμῷ τῷ πολλῷ μὲν τοῦ χειμῶνος, ὀλίγῳ δὲ νῦν, τοῦτο καὶ νῦν δέομαι δοθῆναί μοι, τίνων τε ἐγένου γονέων καὶ τἀν τοῖς διδασκαλείοις ἔργα διʼ ὅσων πεπόρευσαι. καὶ γὰρ εἰ πολλὰ τὰ βεβοημένα καὶ διδάσκειν οὐκ ὀλίγα δύναιτʼ ἂν ὁ φίλος Θεόφιλος, ἀλλʼ οὐδεὶς οἷος σὺ περὶ τῶν σῶν γένοιτʼ ἂν ἡμῖν διδάσκαλος. ἐμὲ δὲ θεάτρων μὲν ἀπέστησε τὸ γῆρας, τὸ δὲ τῆς χειρὸς ἔργον οὐ προσαφείλετο. μὴ νομίσῃς δὲ ἀδικήσειν λέγων τι περὶ σαυτοῦ καλόν· πολλοὺς γὰρ δὴ θαυμασομένους ἄνδρας τούτῳ ποιήσεις.

Ἰασίῳ.

Πολλοὺς ἀδικουμένους ἔσωσεν ἡ σὴ δικαιοσύνη. βούλομαι δὴ προστεθῆναι τοῖς πολλοῖς ἐκείνοις καὶ τοῦτον Ἀσκληπιὸν καὶ πέμψαι γε τὸν Ἀσκληπιὸν πρὸς ἡμᾶς ἐπιστολὴν μηνύουσαν ὡς οὐ μάτην ᾔτησε τὴν ἐμὴν ἐπιστολήν.

Γεμέλλῳ.

Δόμνος ὁ χρηστὸς ἐκ παλαιῶν χρόνων μοι φίλος ἔγημε πολῖτιν ἡμετέραν λαμπροῦ γένους καὶ συμβαίνει δὴ τὴν τηθίδα τῆς γυναικὸς παρʼ ἡμῖν διάγειν ὄντων πραγμάτων τῶν τοῦτο πειθόντων. εἰδὼς οὖν, ὅσος εἰμὶ παρὰ σοί, Δόμνος καὶ ὡς οὐκ ἂν φύγοις δοῦναι χάριν αἰτοῦντος ἐμοῦ, παρὰ τῶν ἐμῶν χειρῶν ἐλθεῖν εἰς τὰς σὰς ἠβουλήθη γράμματα, καὶ ὑπεσχόμην καὶ οὐκ ἠμέλησα. δεῖ γὰρ δὴ σοῦ δυναμένου καὶ δυναμένου γε δικαίως Βερονίκῃ τε τὸν σὸν οἶκον γενέσθαι καταφυγὴν καὶ Δόμνῳ τῷ καλῷ τε κἀγαθῷ διὰ τῆσδε τῆς ἐπιστολῆς ἡδονήν.

Ὀπτάτῳ.

Καὶ σὺ παῖς ἐμὸς πολλαχόθεν καὶ Πρισκιανὸς κατὰ τοὺς λόγους. ἀνάγκη δὴ τὸν πατέρα ἐμὲ φιλίας μὲν οὔσης ὑμῖν χαίρειν, τούτου δὲ οὐκ ὄντος ἀνιᾶσθαι. σὺ δέ με χαίρειν ἂν μᾶλλον ἢ λυπεῖσθαι βούλοιο. καὶ γὰρ τῷ πατρί σου πολλὰ τοιαῦτα καὶ τῇ μητρὶ πέπρακται. τύχης μὲν οὖν ἦν βελτίονος διʼ ὁμονοίας ὑμᾶς πάντα ἐληλυθέναι τὸν χρόνον· ἐπεὶ δὲ ὁ τοῖς ἐναντίοις χαίρων δαίμων ἴσχυσε ποιῆσαι τοὐναντίον, τὰ χείρω μὲν λελύσθω, τὰ βελτίω δὲ κρατείτω. σὺ δέ, εἰ μηδὲν ἄλλο, τὸ γῆρας τοὐμὸν τιμῶν ποίησον τοιαύτην Πρισκιανῷ τὴν ἐπιδημίαν, ὡς αὐτὸν καὶ πρὸς τοὺς παῖδας τοὺς ἑαυτοῦ τοῦτο διηγεῖσθαι τὸ καλόν. μὴ θαυμάσῃς δὲ εἰ πολλοὺς ὑπερβὰς ἐπʼ ἐμὴν ἧκεν ἐπιστολήν· οὐ γὰρ ἠγνόει, τίς ποτε ἐγὼ παρὰ σοὶ καὶ ὡς ἔχω τοσοῦτον ὅσον οὐδεὶς ἕτερος.

Ἀρισταινέτῳ.

Ἐξέστω παίζειν ὑπάρχῳ πάντων ὑπάρχων διὰ πάντων κεκρατηκότι καὶ τοῖς αὑτοῦ λόγοις τιθέντι μέν με πρὸ τῶν τῆς Δάφνης πηγῶν, τιθέντι δὲ πρὸ τῶν δένδρων τῶν καλῶν καὶ μεγάλων, τιθέντι δὲ πρὸ τοῦ κάλλους τῶν καταγωγίων. ἀλλʼ ὁ μὲν ᾀδέτω τέ με καὶ ἐγκωμιαζέτω καὶ χαριζέσθω στέφανον τὸν ἀπὸ τῶν ῥημάτων, ἐγὼ δὲ χαίρω μὲν τούτοις τιμώμενος, οὐ μὴν ἀγνοῶ γε ἐμαυτὸν οὐδὲ φυσῶμαι καὶ μετεωρίζομαι, ἀλλὰ φιλόλογος μὲν καὶ φιλόπονος οἶδά τις ὤν, οὔπω γε μὴν τοσοῦτον ὅσον εἶναί φησιν ὁ τῆς Δίκης ἑταῖρος Ῥουφῖνος ὁ τραφεὶς ἐν τοῖς ἐκείνης καὶ τεμένεσι καὶ χερσίν, ὅθεν αὐτῷ καὶ τὸ δύνασθαι σώζειν οἶκόν τε ἕκαστον καὶ πόλεις καὶ ἔθνος καὶ γῆν καὶ θάλατταν. καί μοι δοκεῖ τούτοις με κοσμεῖν τοῖς ἐπαίνοις ἐκεῖνος οὐκ ἄνευ θεῶν τῶν εἰδότων μὲν τὰς τρικυμίας, αἷς πολὺν ἤδη χρόνον ἐλαύνομαι, βουλομένων δʼ εἶναί τι καὶ τὸ πεῖσον τὰ τοιαῦτα φέρειν. εἶδον οὖν ὡς μόνον ἂν ἐνέγκαι τοῦτο παραμυθίαν, εἰ τοιαῦτα ψηφίζοιτο περὶ ἡμῶν ἀνὴρ θεῶν μὲν ἥττων, ἀνθρώπων δὲ ἀμείνων. καὶ χαίρω μὲν αὐτὸν ἀκούων συνεῖναι τῷ βασιλεύειν εἰδότι, εὔχομαι δὲ αὖθίς τε ἰδεῖν καὶ συνουσιῶν ἀπολαῦσαι τῶν ἴσων. καίτοι χαλεπόν γε κρατῆσαι τοσούτων νοσημάτων, ὧν καὶ πολλοστὸν μέρος ῥᾳδίως ἄν με ἀπήνεγκεν, ὃ δὴ καὶ τὴν πυκνότητα τῶν γραμμάτων ἔπαυσε. σοὶ μὲν γὰρ ἥδιστʼ ἂν καὶ καθημέραν ἐπέστελλον, ἰατροὶ δὲ ἐβόων ὡς, εἰ μὴ σιωπῇ διάγοιμι, καὶ πλείω καὶ μείζω ποιήσω τὰ κακά.

Βρασίδᾳ.

Μεγάλα μεγάλοις ὁ μέγας Ῥουφῖνος προσέθηκε, τοῖς ὅτε τὸ πρῶτον εἶδέ με πραχθεῖσιν οὐ προσδοκηθεῖσι τἀπὶ τῆς καταγωγῆς, ὧν τὰ μὲν ἦν πρῶτα, τὰ δὲ δεύτερα, τὰ δὲ τρίτα τῆς αὐτῆς τιμῆς τε καὶ ἰδέας. καὶ δὴ καὶ τὰ νῦν ἐκείνων οὐ λείπεται, μᾶλλον δέ, καὶ νικᾷ καὶ παρέρχεται. οὐ γὰρ ἴσον, οὐκ ἴσον ὁρώμενον φίλον ἐπαινεῖν ἢ διὰ τοσούτου τοῦ μέσου καὶ συνόντα κοσμεῖν ἢ πολὺ διεστηκότα. ἦν μὲν γὰρ ἐλπὶς τοῖς πολλοῖς πολλὴ ὡς γενόμενος ἂν παρὰ τῷ γενναίῳ βασιλεῖ καὶ μεθʼ ὑμῶν οὐ σφόδρα τῆς ἐμῆς ἕξεται μνήμης· ὁ δὲ τοὺς περὶ ἐμοῦ λόγους διὰ πάσης μὲν ἐφύτευσε τῆς ὁδοῦ καὶ πόλεων καὶ σταθμῶν μειζόνων τε καὶ ἐλαττόνων, ταὐτὸν δὲ ποιεῖ καὶ παρʼ ὑμῖν, ὡς αὐτός τε δηλοῖς καὶ πολλοὶ πρὸ σοῦ καὶ μετὰ σοῦ, πάντα ἐλάττω τιθεὶς ὧν εὗρεν, ὥς φησιν, ἐν ἐμοί. ἐμοὶ δὲ πολλαὶ μὲν ἀπὸ πολλῶν τῶν νοσημάτων αἱ προσβολαὶ μετὰ τὴν ἡμέραν, ἐν ᾗ τὸν ἄνδρα προπέμψας ἀνέστρεφον, καὶ ἑκάστη πειρωμένη κατενεγκεῖν· σύμμαχον δὲ πρὸς ταῦτα ἓν μόνον καὶ φάρμακον ἡ παρʼ ἐκείνου τιμή· καὶ τὸ ἀνέχον τοῦτο ἔστιν. ᾧ βούλομαι μὲν ἀμοιβήν τινα ἀντεισενεγκεῖν, κεκώλυμαι δὲ τῷ μὴ τῶν πραγμάτων ὅσα ὑμεῖς ἐπίστασθε εἰδέναι. βοηθήσατʼ οὖν οἱ εἰδότες τῷ οὐκ εἰδότι καὶ γράψαντες ἐπιστείλατε καὶ φεύγοντα τὴν τούτων διδασκαλίαν τὸν ἄνδρα ἐπαναγκάζοντες. δεινὸν γάρ, εἰ πάντων ὄντων καλῶν τε καὶ θαυμαστῶν καὶ τῆς αὐτῆς ψυχῆς τε καὶ φύσεως τὰ μὲν εἰρήσεται, τὰ δὲ οὐκ εἰρήσεται, καὶ τὰ μὲν φαίνοιτο, τὰ δὲ λανθάνοι.

Εὐτροπίῳ.

Ἀμφότεροι παῖδες ἐμοί, ὅ τε ἄρχων καὶ ὁ ...... καί εἰσιν εὐδαίμονες, ὁ μὲν ......., ὁ δʼ εἰς τοῦτο τοιούτῳ χρώμενος. ὑμῖν μὲν οὖν οὖσιν ἀγαθοῖς ὑπάρξει καὶ τὸ τῆς Τύχης, μέλει γὰρ αὐτῇ πολλαχοῦ καὶ τῶν δικαίων· ἐμοὶ δὲ τὸ πλῆθος τῶν κακῶν καὶ μάλιστα δὴ τὸ κεφάλαιον αὐτῶν ἐν εὐχῇ τὸν θάνατον καὶ πεποίηκε καὶ ποιεῖ, καὶ οὕτω συνεχὲς τοῦτο ἔστιν, ὥστε μοι δοκοῦσιν οἱ θεοὶ καὶ ἠνωχλῆσθαι.