Γυμνασίῳ.
Ἐξουσία σοι παρʼ ἡμᾶς ἰέναι. καὶ οὐκ ἀλαζονεύσομαί γε, ὅτι ταῦτα λέγω. ἀλλʼ ὡς ἤκουσε Στρατήγιος ὁ πάντα ἐπαινέτην αὑτοῦ δεικνὺς ἀληθῆ, ὅτι Γυμνάσιος ἐρῴη Συρίας, εὐθὺς μὲν ἐγκώμιον κατέτεινε, σοφιστοῦ πόνον, οὕτως ἦν πολύ τε καὶ καλόν, ἡμῖν δὲ οὐ δέδωκε σπουδάσαι πάντα εὐθὺς ποιῶν. σὺ δʼ ἔοικας τῶν μὲν παρʼ ἡμῖν ἐπιθυμεῖν, ὑπὸ δὲ τῶν ἐκεῖθεν κατέχεσθαι.
Θεμιστίῳ.
Ἐν τοῖς πολίταις ἡμῶν ἀεί τι περὶ σοῦ λέγομεν τό τε ἦθος ὡς χρηστὸν διηγούμενοι καὶ τοὺς λόγους ὡς θαυμαστοί, καὶ τίς μὲν εἴης φίλους ἀμείψασθαι, τίς δὲ ἐχθροὺς ἀμύνασθαι, καὶ ὅτι σοὶ φίλοι μὲν οἳ καὶ τοῖς θεοῖς, ἐχθροὶ δὲ οἳ καὶ τοῖς θεοῖς. ταυτὶ δὲ οὐκ ἔστι μὲν ὅτε οὐκ ἐπιστεύετο, Φιλομήτωρ δὲ ἥκων καὶ τοιαῦτα ἐπέθηκεν, ὥστε μικρά με λέγοντα ἀπέφηνεν. ἐγὼ δὲ ἔχαιρον ἡττώμενος· ὑπὲρ ἐμοῦ γὰρ ὁ νικῶν ἐνίκα. τὸ μὲν οὖν πρῶτον ἡμῖν ἐδόκει πάντα πράττειν, ὅπως ἂν ἔλθοις· ἔπειθʼ ἑκόντες ἐπανήκαμεν τῆς σπουδῆς, τελευτῶντες δὲ πρὸς τοὐναντίον χρώμεθα τῇ σπουδῇ καιρὸν εἶναί σοι νομίζοντες κατὰ χώραν μένειν. τὴν δὲ αἰτίαν τῆς μεταβολῆς ἐγγράψαι μὲν οὐκ εἶχε καλῶς, ἢν δέ τις παρʼ ὑμᾶς ἴῃ τῶν ἐπιτηδείων, ἀπὸ στόματος ἀκούσῃ.
Καλλιοπίῳ.
Ὁ κακῶς ἀπολούμενος Θεόδωρος σοί τε πόνων αἴτιος καὶ ἡμῖν τοῖς ἠδικημένοις ὀργῆς. οὐ μέντοι τοῦτό γέ σοι μεμφόμεθα τὸ τοὺς παρόντας πρὸ τῶν ἀπόντων ποιεῖσθαι καὶ τοὺς μὲν αἰδεῖσθαι, τοὺς δὲ οἴεσθαι τεθνάναι. οὐ γάρ με λανθάνεις εἰς δόξαν ἥκων ἀπὸ τοῦ τῶν φίλων ἐπιμελὴς εἶναι. ἀλλʼ, ὦ δαιμόνιε, τὸ μὲν ἀδικεῖσθαι λυπεῖσθαι ποιεῖ, τῶν λυπουμένων δὲ οὐκ ἀσφαλὴς ἡ γλῶττα. ὥστʼ, εἴ τι καὶ ῥῆμα ἀηδέστερον ἐξέφυγε, τοῦ καιροῦ τοῦτο νομιστέον, οὐ τῆς ἡμετέρας γνώμης. ὁ δὲ Θεόδωρος ἡμῖν ἀποκρινάσθω εἴτε τοῖς αὑτοῦ συνὼν ἐθέλει τὰ δίκαια ποιεῖν εἴθʼ ἥδιστα ἂν παρʼ ἡμῖν λούσαιτο. καὶ οὐ φθονήσομέν γε αὐτῷ τῆς ὁδοῦ.
Ῥητορίῳ.
Πράττομεν, ὡς ἂν εὔξαιο καὶ ὡς οὐκ ἂν ἔνιοι τῶν παρʼ ἡμῖν εὔξαιντο. σοὶ δὲ μείζων ἂν ἦν ἡδονὴ παρόντι ὁρᾶν ἢ ἀπόντι ἀκούειν. τί δὴ μαθὼν οὐ καρποῖ τὴν μείζονα εὐφροσύνην; τί δὲ οὐ δεῦρο βαδίζεις ἡμῶν ὄντων ἐνθάδε; ὃ πολλάκις ἔδρασας ἡμῶν οὐκ ὄντων ἐνθάδε· οἴει καθήμενος ἀπολήψεσθαί με καί που καὶ χρόνον προλέγεις καὶ γελᾷς ὡς ἔχων. ἀλλʼ ἴσθι καὶ ἡμῖν ὑπάρχον ψήφισμα γράψαι καὶ δεηθῆναι, δοῦναι δὲ χάριν ἕτοιμος βασιλεὺς καὶ προσάγειν ἀνάγκην οὐκ οἶδεν.
Ἀρισταινέτῳ.
Καὶ ὅτε ἀσθενεῖν σοι τὴν γυναῖκα ἠκούομεν, συνηλγοῦμεν ἐννοοῦντες ὡς εἰκός σε διακεῖσθαι καμνούσης, καὶ ἐπειδὴ τὴν τελευτὴν ἐπυθόμην, ἀνῴμωξα δεινόν τι ποιούμενος Ἀρισταίνετον εἶναι ἐν πένθει, οὗ τῇ φύσει πανηγύρεις πρέπουσιν. ὁρμήσας δὲ παραμυθεῖσθαι λόγοις ἀνέσχον δείσας μὴ πάνυ σε δοκῶν εἰδέναι ἔπειτα ἁλοίην ἀγνοῶν. οἷς γὰρ ἔμελλόν σε κουφιεῖν, τούτοις δὴ τοῖς Πινδάρου καὶ Σιμωνίδου, καὶ ὅσα ἐκ τραγῳδιῶν εἰώθαμεν φάρμακα λύπῃ προσάγειν, πάντα ἐδόκεις μοι πάλαι τε εἰδέναι κἂν πρὸς ἄλλους εἰπεῖν. ἐλογιζόμην οὖν ὅτι, εἰ μὲν οἷά τε κατακοιμίζειν ἀθυμίαν, αὐτὸς ἰάσῃ σαυτόν, εἰ δʼ οὐχ οἷά τε, καὶ παρʼ ἄλλου μάτην ἂν λέγοιτο. διὰ ταῦτα τοῦ μὲν ἀφίσταμαι, τὴν διήγησιν δέ σοι τῶν πραγμάτων ἀποδίδωμι, ἃ τοῦ χειμῶνος συνέβη. ἠρξάμεθα τῆς συνουσίας μετὰ προλόγου καί τινος ἁμίλλης πρός τι τῶν Δημοσθένους. ἦν δὲ ὁ μὲν Τύχην μονὴν αἰτῶν βεβαίαν, τῇ δὲ ἁμίλλῃ πολλαὶ μορφαί. καὶ προσῆλθον, ἐπειδὴ ἀνέστην, ἑπτακαίδεκα νέοι. Πλάτων δέ, οἶμαι, ἠσθένει Ζηνόβιος ὁ χρηστός. ἔπειτα ἐγὼ μὲν τοῦ διδάσκειν εἰχόμην, τὰ δὲ ἐπέρρεεν ἔθνεα, πολῖται καὶ ξένοι καὶ ταύτῃ ὅστις εἴην εἰδέναι ἐθέλοντες. τὸ μὲν γὰρ εἶναί με μὴ κακῶν λόγων δημιουργὸν συνεκεχώρητο, θάτερον δὲ ἐδοκιμάζετο. καὶ ἔδοξα τοῖς μὲν οὐκ εἶναι ταύτῃ χείρων, τοῖς δὲ καὶ βελτίων, ὥστʼ ἐν οὐ πολλαῖς ἡμέραις πεντήκοντα νέων ἦν ὁ χορός. ἀριστᾶν δὲ οὐκ ἦν, ἀλλʼ ἔδει πονεῖν εἰς ἑσπέραν καὶ ἐθαυμάζετο μετὰ τῶν ἄλλων καὶ τὸ τῆς γαστρὸς κρατεῖν. ἧκεν ὁ Στρατήγιος, καὶ ἐδεξάμην τὸν ἄνδρα λόγῳ, μικρῷ μέν, οὗτος γάρ, οἶμαι, προσφωνοῦντι νόμος, ῥηθέντι δὲ κατὰ νοῦν αὐτῷ τε καὶ τοῖς ἄλλοις. ὁ δὲ ἀντίτεχνος, καλῶ μὲν γὰρ αὐτὸν ὃ καὶ αὐτὸς ἑαυτόν, ἠπείλησεν ἐρεῖν. καὶ τοῦτʼ ἦν ἐπίδειξις ἡ ὑπόσχεσις. ἰδὼν δὲ τοὺς παιδαγωγοὺς ἰσχύοντας ἀπὸ τοῦ πωλεῖν τοὺς νέους καὶ τὸν ἐν μουσείοις κόσμον ἀπολωλότα συμβουλεύω τοῖς ἐμαυτοῦ πολίταις μὴ ταῦτα περιορᾶν, ἀλλʼ ἀγανακτῆσαί τε καὶ κωλύσαι. καὶ ἐγένετό τις ὀργὴ κατὰ τῶν ἀδικούντων οὐ μικρά. ὁ δὲ ἀντίτεχνος ἠπείλει συνερεῖν αὐτοῖς. καὶ τοῦτʼ ἦν ἐπίδειξις ἡ ὑπόσχεσις. τελευτᾷ Ζηνόβιος καὶ ἐμονῴδουν ἀπελθὼν τοῦ τάφου. καὶ μικρὸν ὕστερον ἐγκωμιάζω τὸν διδάσκαλον μακροτέρῳ λόγῳ καὶ ἔδοξεν οὐ φαύλους κεκομίσθαι μισθούς. ὁ δὲ ἀντίτεχνος ὑπέσχετο λέξειν, ἢν ὁ πατὴρ αὐτῷ ἀποθάνῃ. ὁ δʼ ἔτι ζῇ. τούτων γιγνομένων οἱ σφόδρα ἐγνωκότες ἀναισχυντεῖν, ἦσαν δὲ τρεῖς ἀντὶ τραπέζης λαμπρᾶς οἱ τοῦτο ποιοῦντες, ἐνέδοσαν. ἐγὼ μὲν οὖν ἀναπαύλης ἐδεόμην, τῷ θείῳ δὲ οὐδὲν ἄρα ἤρκει. καὶ Κυρῖνος δὲ ἦν τῶν οὐκ ἀνιέντων παρʼ ἡμῖν τε ἔχων τὸν υἱὸν καὶ μιμούμενος σὲ μὲν εἰς τἀμά, ἐμὲ δὲ εἰς τὰ σά. ἀγωνίζομαι δή τινα ἀγῶνα τῶν ἐν τοῖς πλάσμασι τούτοις, οἱ δὲ ὠρχοῦντο ἅτε ἐν αὐτοῖς τεθραμμένοι καὶ ἐδέοντό μου κατὰ μέσον γενομένου τὸν λόγον μετὰ τῆς ἴσης τέχνης καὶ τὴν ἀντιλογίαν γράφειν. καὶ γράψας ἐπῆλθον ὅτι τάχιστα. καὶ ἦν ἀδελφὸς ὁ λόγος τοῦ προτέρου καὶ διεσέσειστο τῶν πολεμίων τὰ πράγματα. δείσας δὲ μὴ γυμνωθείη εἰσῆλθε μὲν ὡς καθέξων τὰς ἀποστάσεις, ἐκίνησε δὲ καὶ τὰς οὐκ ἄν, εἴπερ ἐσίγα, συμβάσας. ἐν γὰρ τοῖς προοιμίοις ἐδεῖτο ἐφεθῆναί οἱ τὸ τέλος εἰπεῖν, Κυρίνου δὲ οὐ διδόντος ὑπερπηδᾶν αὐτὸς αὑτῷ τοῦτο ἔδωκε. καὶ ἀπʼ ἐκείνης τῆς ἡμέρας κάθηται μόνος, ὅρκοι δὲ καὶ ἀνάγκαι πᾶσαι καὶ δεσμοὶ καὶ ὅσα ἐπιστεύετο τηρήσειν τοὺς νέους, ἐπατεῖτο καὶ μετέρρεεν. ἐπὶ τούτοις γράμματα βασιλέως ἀφικνεῖται κελεύοντά με ἀναστρέφειν, πρὸς ἃ ἀπεκρίνατο τό τε τῆς κεφαλῆς καὶ τὸ τῶν νεφρῶν νόσημα, ὡς οὐκ ἂν δυναίμην. τοῦτο δὲ οὕτω θέμενος δείκνυμι λόγον περὶ εὐφυίας, τύπος δὲ τῆς διαλέξεως, τὰ σὰ παιδικά. καὶ δευτέρας ἐδέησεν ἡμέρας, ἧς ἐκοινώνει Κλημάτιος. τὴν μὲν οὖν ἐπʼ αὐτῷ κίνησιν οὐκ ἐμὸν εἰπεῖν· ἐκεῖνο δὲ ἐμόν τε ἦν εἰπεῖν καὶ ἐβοᾶτο, ὅτι τούτων μέντοι διδάσκαλος Ἀρισταίνετος καὶ δὴ καὶ τῶν ἄλλων ὅσα ἂν ἔπαινον δέχηται.
Θεμιστοκλεῖ.
Πάλιν ὁ σοφὸς παρʼ ὑμῖν Ὀλύμπιος, πάλιν ἐκεῖνοι σύλλογοι καὶ διάλογοι καὶ συμπόσια συγγραφῆς ἄξια, σοφιστὴς ὑπὲρ ῥητορικῆς τι λέγων, γραμματιστὴς ὑπὲρ τῶν ποιητῶν, σὺ καὶ Θεμίστιος ἐκ φιλοσοφίας, Ὀλύμπιος περὶ πάντων πολύς τε ῥέων καὶ καθαρὸς καὶ τῷ κάλλει τῶν ὀνομάτων ἀφέλκων τοὺς δαιτυμόνας τῆς θοίνης καὶ ποιῶν ἡδίω τῆς τραπέζης τὴν ἀκρόασιν. ἐμοῦ δὲ ἴσως μεμνήσεσθε καὶ τάχʼ ἴσως ἐπʼ ἀμείνοσιν. ἀπόντα γὰρ ἐπαινέσεσθε καὶ τοὺς παρόντας οὐκ ἀνιάσετε.
Θεμιστίῳ.
Ἀπήγγειλεν ἡμῖν Κλημάτιος τῶν εἰωθότων τι θρασύνεσθαί τινας κατὰ σοῦ καὶ μηδενὸς φείδεσθαι ῥήματος. ἐμὲ δὲ οὐ τὸ τοῦ πράγματος εἰωθὸς παρεμυθεῖτο μᾶλλον ἢ τὸ μηδὲ παύσασθαι ἐθέλειν πρᾶγμα οὕτως ἄδικον. ἐδακνόμην οὖν οὐδὲ ἔχαιρον ἔξω βελῶν ὤν, ἀλλʼ ὅτι μὴ φίλῳ παρῆν, ἤλγουν. ἡγοῦμαι μέντοι τὰ νῦν οὐ σφόδρα ὑμῶν ἀποστατεῖν ἥκοντος ὑμῖν Ὀλυμπίου τοῦ καλοῦ δικάσαι τε ἀγαθοῦ καὶ ἐλευθέρως θέσθαι ψῆφον καὶ νικῆσαι τὸν ἀδικοῦντα καὶ μετὰ τῶν ὑβρισμένων γενέσθαι. τὰ δʼ ἡμέτερα μεγάλα τε ἐποίησε καὶ μηνύσει πρὸς ὑμᾶς ἃ πεποίηκεν.
Φιλίππῳ.
Ὁ μέγα τι λαβὼν παρὰ θεῶν ἀγαθόν, εἶτα μικρὸν εἰληφέναι νομίζων ἀδικεῖ τοὺς δεδωκότας. σὺ δὲ εἶ μὲν ἐκ Μουσῶν μᾶλλον ἢ ᾧ δάφνην ἔδοσαν, τάττεις δὲ σαυτὸν εἰς τοὺς οὐ μέγα λαβόντας. ἀλλʼ ἀντιφθέγγεταί σοι πᾶς ἀνὴρ καὶ πάντα ἔθνη, κἂν εἴπῃς ποιητήν, σέ τις ἀκήκοε, μάχεται δὲ οὐδείς· ἡμῖν δὲ ἀνταγωνισταὶ πλείους ἢ ὅσαι μυῖαι κατὰ σταθμὸν ποιμνήιον ὥρῃ ἐν εἰαρινῇ. ὃν δέ φημι σοφιστήν, ἀγνοεῖν προσποιῇ πάλαι πρῶτον αὐτὸν ἐψηφισμένος σοφιστῶν.
Δατιανῷ.
Ἐπειδὴ πάλαι τῆς βοηθείας ἤρξω, καθʼ ἣν ἐκομισάμην τὴν ἐμαυτοῦ, βραχὺς ἀρκέσει μοι λόγος· πείθοντι μὲν γὰρ μακρῶν ἂν ἔδει, κινοῦντι δὲ τὸν πεπεισμένον οὐδὲν ἂν δέοι πολλῶν. χεῖρα ὄρεξον, ὦ ἄριστε, τήρησον τὴν σαυτοῦ γνώμην, δὸς διὰ τέλους τὴν χάριν, μή με περιίδῃς ἀποσπώμενον ἀτυχοῦντος θείου καὶ πενομένων ἀδελφῶν καὶ μητρὸς ὑπὸ γήρως κειμένης μηδὲ ἐμὲ μὲν ἑλκόμενον εἰς γῆν ξένην, ἐκείνοις δὲ πικρὰν τὴν πατρίδα γινομένην. ποιεῖ δέ σοι τοὺς ὑπὲρ ἡμῶν λόγους εὐσχήμονας τὰ ἐμὰ κακά. ἥ τε γὰρ κεφαλή μοι κατείληπται νοσήματι, διʼ ὃ πλέον οἴνου πίνω φάρμακον, οἵ τε νεφροὶ τῇ κλίνῃ δεδώκασιν ἡμᾶς, ἃ δὲ ἥδιστον ποιεῖ τὸ ζῆν, τούτων ἀποκεκλείσμεθα. μάρτυς δὲ ἡμῖν τῶν παθῶν ὁ παλαίσας τοῖς πάθεσιν Ὀλύμπιος, ὁ σός τε ἑταῖρος καὶ Ἱπποκράτους καὶ Πλάτωνος. οὗ δεδεήμεθα λαβέσθαι σου τῶν γονάτων καὶ ἐπιδακρύσαι καὶ μηδὲν ἱκετείας εἶδος ἀφεῖναι. τούτοις σε παρακαλῶ, πρὸς δὲ ἄλλον οὐδὲν ἂν γράψαιμι τοιοῦτον λογιζόμενος, ὡς ἐθελήσας μὲν ἀρκέσεις καὶ μόνος, οὐ βουληθέντος δὲ σοῦ καὶ τἄλλα μάταια.
Καλλιοπίῳ.
Τὰ μὲν ἄλλα ἡ πατρὶς ἡμῖν ἀμείνων τῆς ἀλλοτρίας, σὺ δὲ αὐτὴν οὐκ ἐᾷς πάντα εἶναι τῆς ἀλλοτρίας ἀμείνω. γραμμάτων γάρ, ἃ πρὸ τοῦ πλεῖστα ἔπεμπες, ἐπειδὴ δεῦρʼ ἥκομεν, ἐφθόνησας δίκαιος ὢν νῦν πέμπειν, εἰ καὶ πρότερον ἐτύγχανες σιγήσας. καὶ τὸ ἔτι σχετλιώτερον, ἄλλοι μὲν εἶχον λαβόντες καὶ ἐδείκνυσαν ἡμῖν, ἐγὼ δὲ ἠναγκαζόμην τοῦ μὴ λαβεῖν αἰτίαν λέγειν. ἣν πάντα κινῶν εὑρεῖν οὐκ εἶχον. σοί τε γὰρ εὐπορίαν εἰς λόγους συνῄδειν ἐμαυτῷ τε εἰς σὲ φαῦλον οὐδέν, πλὴν εἰ τοσοῦτόν σε ἠδίκουν, ὅτι μέλλων δεικνύναι λόγον ἐπεισήνεγκα τὸ σὸν ὄνομα σὺν εὐφημίᾳ. καὶ μὴν κἀκεῖνο φιλοῦντος καθαρῶς. ἀπιστῶ τοῖς ἀγγέλλουσιν, ὡς ἄρα ἡμᾶς ψέγοις, οὐχ ὅτι ἡμεῖς οὐ κακοί, ἀλλʼ ὅτι σὺ γενναῖος καὶ πολιτῶν φαυλότητα κρύψαις ἂν μᾶλλον ἢ διακαλύψαις. ποιοῦ δὲ σημεῖον τῆς περὶ σὲ γνώμης καὶ τὴν ἐπὶ τῷ μὴ λαμβάνειν γράμματα λύπην. ἔρωτα γὰρ ἀνάγκη τῆς λύπης ἡγεῖσθαι. τίς δʼ οὐκ ἂν ἐρασθείη γλώττης ἱκανῆς ἀρθῆναι πρὸς μέγεθος ἔργων; ὡς, εὖ ἴσθι, σώζει μὲν ὁ βασιλεὺς ταῖς νίκαις τὰς πόλεις, σώζεις δὲ σὺ τῷ λόγῳ τὰς νίκας, καὶ οὐ πάντη ἄρα σῶν γραμμάτων ἀπεστερήμεθα, ἀλλʼ ἡ πρὸς τὸ κοινὸν ἐπιστολὴ τὴν ἐν τοῖς ἰδίοις ἀτιμίαν παραμυθεῖται.
Ἰοβιανῷ.
Ἆρʼ αἰσθάνῃ σαυτῷ μαχόμενος καὶ τὸν αὐτὸν εὖ ποιῶν τε ὁμοῦ καὶ κακῶς καὶ μισῶν οὐ μικρῶς ὃν πάνυ φάσκεις φιλεῖν; τὸ μὲν γὰρ πολλούς τε εἰδέναι τῶν ἡμετέρων λόγων καὶ μνήμῃ τηρεῖν καὶ λέγειν ἀπὸ στόματος καὶ ἐπεισάγειν παντὶ συλλόγῳ καὶ βουλομένοις δεικνύειν καὶ μὴ βουλομένοις ἐνοχλεῖν, ταυτὶ μὲν ἴσως φιλοῦντος, τὸ δὲ ἴσως εἴρηταί μοι διὰ τὸ τὰ μὴ καλὰ ποιήματα κέρδος εἶναι τοῖς ποιηταῖς, εἰ κρύπτοιτο, ἀλλʼ ὅμως ἔστω τοῦτο φιλοῦντος· ὅταν δέ με ἐκβάλλῃς τῆς πατρίδος, ἣν πολλοῖς ἀπείληφα πόνοις, καὶ περιτρέχῃς, ὅπως ἐγὼ πάθοιμι, καὶ τοῖς ἀφεικόσιν ἐγκαλῇς ὡς ἐξηπατημένοις καὶ λύῃς τὴν χάριν καὶ τὸ σαυτοῦ θεραπεύῃς ἡδὺ καὶ τοὐμὸν διαφθείρῃς συμφέρον, ταῦτα δὲ οὐ δέχεται τὸ τοῦ φιλοῦντος πρόσρημα. καὶ δέδοικα δὴ μή σοι διαβάλλῃ τὸν τρόπον, καίτοι Κλημάτιος ἐν ἐπαίνῳ τῷ περὶ σοῦ ταύτην ἀπήγγειλε τὴν σπουδήν, κατήγορος δὲ ὢν οὐκ ἠπίστατο. δεικνύντος δέ μου ὅτι τὰ ἀδικήματα θαυμάζοι, κάλει φησίν, ὅ τι ταῦτα ἐθέλεις· ὡς ἡμῖν γε ἀρέσκει καὶ πεπράξεται. καὶ ἐμοὶ τοίνυν ἔφην ἐξέστω μὴ νομίζειν ἡμᾶς φίλους μηδὲ εἰς ταὐτὸν ἰέναι. ταῦτα ἀκούσας ἔφη λήξειν. παῦσαι δὴ καὶ σὺ τῆς φιλονεικίας καὶ φρόνησον Ἑλληνικόν τι. πρέποι δʼ ἂν ἥκοντος Ὀλυμπίου τοῦ φέροντος ὑμῖν ἐπὶ τῆς ψυχῆς πάντα τὰ Ἑλλήνων καλά.
Λεωνᾷ.
Τό τε πολὺν σιγῆσαι χρόνον καὶ τὸ νῦν ἐπιστεῖλαι λόγον ἐστὶν ἔχον ἀμφότερα· τὸ μὲν γὰρ ὑπʼ ἀθυμίας ἐγίνετο, ἣν τὸ μὴ λαβεῖν σου γράμματα ἐποίει, τὴν σιγὴν δὲ ἔλυε τὸ λίαν ἐπιθυμεῖν εἰ μὴ ἄλλην, ταύτην γέ σοι συγγενέσθαι τὴν συνουσίαν· πρὸς δὲ καὶ ἀνδρὸς ὡς ὑμᾶς ἰόντος ἐπισταμένου λέγειν μὴ καὶ αὐτὸν εἰπεῖν τι διʼ αὐτοῦ τῶν ἀτόπων ἐδόκει. λέγω τοίνυν ὅτι πρῶτον μὲν καλῶς ποιεῖς ἀγαθὸς ὤν, ἔπειθʼ ὡς ὧν ἐπιτηδεύεις καλῶν ἐπαινέτην ἔχεις Ὀλύμπιον, ἄνδρα καὶ ῥήτορα δεινὸν καὶ φιλόσοφον ἄκρον βοηθοῦντα ψυχαῖς οὐ μεῖον ἢ σώμασιν ἀπὸ τῶν φαρμάκων. ἀνὴρ δὲ τοιοῦτος ἐπαινέτης ἀνδρὶ σώφρονι τιμιώτερον τῶν Γύγου χρημάτων. ἐπεὶ καὶ αὐτῷ μοι χρήματα μὲν οὐκ ἔστιν, ἡ δὲ παρὰ τοῦδε ψῆφος, καὶ οἶμαι κατὰ τοῦτο τῶν πολυχρύσων εὐδαιμονέστερος εἶναι. ἢν οὖν τι φροντίζῃς περὶ ἡμῶν, σύγγνωθί τε ἐραστῇ καὶ συλλαβοῦ. καὶ ὅ τι ἂν εὖ ποιήσῃς, δήλωσον γράμμασι τὸ ἔργον· ὡς οὐχ ἥττων ἡ χάρις ἐν τῷ δευτέρῳ.
Ἰταλικιανῷ.
Οἶδʼ ὅτι σε εὐφραίνει γράμμα ἐμόν. σὺ γὰρ ἐκεῖνος ὁ πετόμενος μέν, ὅπως ἂν ἡμῶν ἀκούσαις, πετόμενος δὲ αὖθις ὑπὸ τῶν λόγων ἐν τῷ συλλόγῳ, καὶ σπεύδων τε ἐπʼ ἀκρόασιν καὶ ἐν αὐτῇ πάντα δρῶν. ἦν οὖν δῆλον ὡς οὐκ ἀτιμάσεις ἐπιστολὴν οὗ τιμᾷς τοὺς λόγους. ἀμείβομαι δέ σε τῷ μέγα φρονεῖν, ὅτι δοκεῖς εἶναι καλὸς Ὀλυμπίῳ τῷ σοφῷ, ὃς βαδίζει μὲν ἐπὶ τοὺς ἀρρωστοῦντας καὶ ἀνίστησι, δέχεται δὲ τοὺς παρʼ αὑτὸν ἰόντας ἐπὶ παιδείᾳ καὶ ἐμπίμπλησι. φίλος γε μὴν οὕτω σαφὴς ὥστε κἂν ἐπὶ τὰς Γοργόνας φίλῳ συστρατεύσαι. ὄψει δὲ αὐτὸν θαυμαστὰ ἐργαζόμενον ἐν τοῖς ὑπὲρ ἡμῶν ἄθλοις, ὧν κοινωνήσεις δήπου, κἂν μηδεὶς ἐπεγείρῃ.
Ἀρισταινέτῳ.
Ἀκούω σου κεκρατηκέναι τὴν λύπην καὶ εἶναί σοι περὶ τὸ μνῆμα τὴν διατριβήν. ἐγὼ δὲ ὥσπερ μὴ λυπούμενον ᾐτιώμην ἄν, οὕτω σφόδρα λυπούμενον οὐκ ἐπαινῶ. τὸ μὲν γὰρ οὐ τῆς σῆς φύσεως, τὸ δὲ οὐ τῆς σῆς παιδεύσεως. εἰ δʼ οὖν δεῖ τινος καὶ παρʼ ἄλλου παραμυθίας, πληρώσει ταύτην Ὀλύμπιος ἀμφότερα ὢν ἀγαθός, ψυχάς τε καὶ σώματα νοσημάτων ἐλευθεροῦν.
Σιλανῷ.
Τὰ μὲν δοκοῦντα παρὰ τοῖς ἀνθρώποις μεγάλα δοῦναί σοι βουληθεὶς οὐκ ἠδυνήθην, τὰ δὲ ὄντα μᾶλλον ἢ δοκοῦντα— ταυτὶ γὰρ δοῦναι δεδύνημαι—δέχου, φίλον ἄνδρα πάσης ἀρετῆς γέμοντα, τὸν θαυμαστὸν Ὀλύμπιον.
Ἀνδρονίκῳ.
Οὐ δήπου καὶ νῦν με μακρὰν ἀπαιτήσεις ἐπιστολήν· ἐγγὺς γὰρ ὁ τά τε ἐμὰ διδάξων καὶ σοὶ συμβουλεύσων ἃ ποιῶν ἀμείνων ἔσῃ.
Εὐσεβίῳ.
Καὶ πρότερον ἐπέσταλκά σοι καὶ νῦν προσαγορεύω. καὶ γράφων γε οὐ παύσομαι πρὶν ἂν πρὸς ἀμοιβὰς ἐκκαλέσωμαι τὴν ἱερὰν κεφαλήν. πάντως δὲ οὐκ ἐπὶ μικροῖς ἄθλοις ἡ σπουδή.
Παλλαδίῳ.
Γράμματά σου ποθοῦμεν, σὺ δʼ ἡμῖν ἐπιστείλαις ὡς ἔρρωσαί τε καὶ τἄλλα πράττεις κατὰ νοῦν.
Εὐπάτορι.
Οἱ παῖδές σου τοὺς πόνους οὓς ὁρίζει τὸ θέρος ἐν τῇ Δάφνῃ διαντλοῦσιν ἡμῶν τοῦτο ἐφιέντων, ὅπως ᾖ τῷ πονεῖν παραμύθιον δένδρα καὶ ὕδατα καὶ αὖραι. ἢν οὖν τις αὐτοὺς διαβάλλῃ τῷ τόπῳ, συκοφάντης δοκείτω τῷ ἔργῳ. τὴν δʼ ἐφʼ ἑκατέρῳ γνώμην ἐμὴν ὁ φέρων σοι τὴν ἐπιστολὴν ἐρεῖ, διʼ ὃν εὐδαίμονα σέ τε ἡγοῦμαι καὶ τοὺς υἱεῖς. τῷ γὰρ ἀρίστῳ τῶν ἐπὶ γῆς Ὀλυμπίῳ τῆς σῆς οἰκίας μέλει.
Συγκλητίῳ.
Ζηνόβιος ἡμῖν διδάσκαλος καὶ πάντα ἦν. τούτῳ συγγενής ἐστι Βοηθός. τῷ δʼ αὖ Βοηθῷ τούτῳ παῖς ὁμώνυμος, ὃς τὸν διδάσκαλον ἡμῖν ἀγαπώμενος ὡς υἱὸς ἐθεράπευσεν ὡς οἰκέτης. ὅστις δὲ ἐκείνῳ τι καὶ μικρὸν ἐχαρίζετο, τοῦτον ἡμεῖς τίθεμεν εἰς τοὺς τὰ μέγιστα κεχαρισμένους ἡμῖν. τὸν μὲν οὖν νεώτερον Βοηθὸν ἐνθάδε οἰκοῦντα ὅ τι ἔχομεν εὖ ποιοῦμεν, τὸν δὲ πρεσβύτερον παρʼ ὑμῖν τε ὄντα καὶ διὰ τὴν τοῦ παιδὸς χρηστότητα δίκαιον εὖ παθεῖν ὄντα σύ τι ποίησον ἀγαθόν· ὡς τῆς ἐπὶ τῶν δικῶν ἀκριβείας οὐ χεῖρον τὸ τοὺς φιλοῦντας ἐκ τῶν δικαίων εὐφραίνειν.
Ἐλπιδίῳ.
Ἐγώ σε ᾤμην εὐθὺς ἀκούσαντα παρʼ ἡμῖν εἶναι τὸν ἄρχοντα καὶ αὐτὸν ἔσεσθαι παρʼ ἡμῖν· οἷς τε γὰρ ἤχθου μεγάλα ἦν καὶ ταῦτα ἔδει λυθῆναι καὶ ἄλλως οὐκ ἦν. σὺ δὲ οὔτε ἀφῖξαι τοῦ τε μὴ ἥκειν τὴν αἰτίαν οὐκ ἐδήλωσας. εἰ μὲν οὖν τι καλὸν τίθῃ μένειν, οὗ μένοντα ἀπολαύειν ἔνι, μένε ἀγαθῇ τύχῃ καὶ ἐμφοροῦ, πάντως τῷ γε εὐφραίνεσθαι πλέον ἡμᾶς εὐφραίνεις ἢ τῷ μὴ παρεῖναι λυπεῖς· εἰ δὲ ὄκνῳ τῆς πορείας κάθησαι, ὅρα μὴ τὸ ἡδύ σοι τοῦτο ἀηδίαν τέκῃ.
Ἀπριγγίῳ.
Σὺ μὲν ἐν ἀγροῖς ἔτι καὶ βιβλίοις, ἡ Τύχη δέ σε καλεῖ πρὸς τὸ βῆμα καὶ δίκας. ἧκε δὴ τοῦτο δράσων, ἐφʼ ᾧπερ ἐπόνεις, καὶ πορεύου τὴν πατρῴαν ὁδὸν τέτταρα ἔχων εἰς τὸ θαρρεῖν, τοὺς λόγους, εὔνοιαν ἄρχοντος, τοκέα διδάσκαλον, ἡμετέρας εὐχάς.
Ἀνατολίῳ.
Πολλὰ κακὰ περὶ τὸ σῶμα παθὼν καὶ τῶν μὲν μόλις ἀπαλλαγείς, τὰ δὲ ἔτι φέρων ἓν ἔχω παραμύθιον τὰς ἐλπίδας τὰς περὶ σέ. μὴ γὰρ οἴου τοὺς ἀνθρώπους ἄλλο τι ᾄδειν ἢ ὡς αὐτίκα μάλα ἔσται σοὶ μὲν σχῆμα πάλαι προσῆκον, τοῖς δὲ πράγμασι σωτηρία. ταύτην δὲ τεκμαίρονται δυοῖν, ἀρετῇ τε σῇ καὶ τῷ τὸν βασιλέα διʼ ὧν ἔστι σώζειν τὰς πόλεις ὁρᾶν. ἀλλʼ ὅπως μὴ πάλιν φύγῃς προσιοῦσαν ἀρχήν· οὐ γὰρ καλόν τινα τοῦτον δρασμὸν μελετᾷς. εἰ γὰρ καὶ χρῆν γενέσθαι δραπέτην, ἤδη γέγονας ἀπὸ τῆς Ῥώμης δραπετεύσας.
Βακχίῳ.
Σὺ τῶν ἐμῶν κύριος βραδέως τε ἀποδοῦναι καὶ κατασχεῖν, εἰ βούλοιο. ὃ δὲ καὶ πρὸς παρόντα ἔφην, οἴεσθαι μέν σε κάλλος ἐνεῖναι τοῖς ἐμοῖς πιστεύω· δέδοικα μέντοι μή σοι τοῦτο τὴν χείρω δόξαν ἐνέγκῃ. ἐγὼ μὲν γὰρ οὐδὲν ἱερόν, οἱ δὲ πίθηκοι πιθηκίζοντες τὰ αὑτῶν ποιοῦσι. μὴ τοίνυν αὐτοὺς μεμφώμεθα.
Ἀσκληπιῷ.
Ἐφρόντιζον, ἐπειδὴ ἐνθένδε ἀπῆρας, ὅπως ἡμῖν περιέσῃ τῶν πραγμάτων, οὐ σοῦ τινα ἀσθένειαν καταγνούς, ἀλλʼ ἐκείνοις ἐνορῶν μοχθηρίαν. ἀτεχνῶς γὰρ εἰς χειμῶνα τὸ σκάφος ἀφῆκας. ἀλλά τοι τοῦτό σε αὐτὸ καὶ ποιείτω ἄρχοντα ἀγαθὸν τὸ μείζω σοι λόγον ἀπὸ τῆς δυσκολίας ἔσεσθαι. καὶ δῆτά μοι δοκεῖς ἤδη τοῦ μεγίστου τυγχάνειν. ὃς γὰρ ἄριστός ἐστι τῶν παρʼ ὑμῖν, οὗτός ἐστί σοι φίλος ἀπὸ τοῦ θαυμάζειν εἰς τὸ φιλεῖν ἐλθών. Εὐτόλμιος γὰρ ἐλθὼν εἰς τὴν πόλιν εὐθὺς εἰσῆλθεν ὡς ἐμὲ παλαιὸν ἑταῖρον διώκων. καὶ οὔτʼ ἐγώ τι πρότερον ἠρόμην ἢ ὅστις εἴης ἐπὶ τῆς ἀρχῆς αὐτός τε οἷς ἀπεκρίνατο δῆλος ἦν οὐκ ἂν ἡδέως ἕτερα πρὸ τούτων ἐρωτηθείς. καὶ ἐπῄνει τε τὴν πρᾳότητα καὶ ἐδεδοίκει τοῦθʼ ὅπερ ἡμεῖς, τὴν ἀπορίαν, καὶ συνεύχετο ῥᾳστώνην καὶ ὅλως ἐῴκει κατὰ τὴν γνώμην πατρὶ τρέφοντι φροντίδας ὑπὲρ υἱέος. παραινῶ δή σοι τὸν ἄνδρα προσιόντα τε ὡς ἀσμενέστατα δέχεσθαι καὶ μὴ τοῦτο ποιοῦντα μεταπέμπεσθαι σύμβουλόν τε ποιεῖσθαι καὶ τἄλλα πιστεύειν· ὡς ἀμφοτέρους γε ἐπαινέσῃ τὸν μὲν τοῦ συμπροθυμηθῆναί σοι, τοῦ προξενῆσαι δὲ ἐμέ, καὶ τρίτον γε τοῦ πεισθῆναι σαυτόν. νῦν μὲν οὖν μαθητής τε ἡμέτερος εἶναι φῂς καὶ λόγων ὀφείλειν χάριτας, Εὐτολμίῳ δὲ χρησάμενος ἔργα φήσεις πρὸς τοῖς λόγοις ὀφείλειν. εἴη δέ σε τῆς μὲν φρονήσεως αὐτοῦ πεῖραν ἐν τοῖς σοῖς λαμβάνειν, τῆς διατριβῆς δὲ ἐν ἄλλων σώμασιν.
......
Ἆρʼ οἶσθα ὅτι καὶ τοῦτό σοι πολλὴν εὐφημίαν ἔχει τοὺς ἐν λόγοις ἡμᾶς τῷ περὶ τὰ ὅπλα σοὶ θαρρεῖν ἐπιστέλλειν; σημεῖον γὰρ οἶμαι τοῦτο τοῦ χαλεπὸν μὲν τοῖς πολεμίοις, ἥμερον δὲ πρὸς τοὺς οἰκείους εἶναι, τοῦτο δὴ τὸ πάλαι ὑμνούμενον, ὅτι χρὴ τὸν ἅπερ σὺ μέτει, καὶ ταῦτα κἀκεῖνα ἀγαθὸν εἶναι. τοὺς μὲν γὰρ ἄλλους στρατηγοὺς πόρρωθέν τε ὁρῶμεν κἂν εἰς ἡμᾶς βλέψωσι, φεύγομεν· σοὶ δὲ ἥδιον ἢ τοῖς γονεῦσι πρόσιμεν κἂν ἀπίῃς, ἀλγοῦμεν. αἴτιον δὲ ὅτι πεπαίδευσαι μετὰ τῶν τακτικῶν τὰ Μουσῶν, ὧν τὸ μὲν νικᾶν ἐν πολέμοις παρέχει, τὸ δὲ νικᾶν τε ἐκεῖ καὶ πρᾷον εἶναι τούτοις ὑπὲρ ὧν πολεμεῖς. εἴη ἂν οὖν ἐν τρόπῳ σοι καὶ τὸ Διονυσίῳ τούτῳ χεῖρα ὀρέξαι, ὃς ὀρφανὸς μὲν ἐγένετο λῃστῶν αὐτῷ τὸν πατέρα ἀποκτεινάντων, διὰ δὲ τὴν συμφορὰν φυγὼν πολλὰ μὲν ἀπώλεσεν οἴκοι διαρπασθείσης αὐτῷ τῆς οὐσίας, λόγοις δὲ ἐπέθετο καὶ ταῦτα ἐν ἀπορίᾳ. καιρὸς δὲ αὐτῷ νῦν κομίσασθαί τι τῶν πατρῴων, ἐπειδὴ σὺ τῶν πραγμάτων κύριος. τήν τε οὖν δυστυχίαν ἐλεήσας τοῦ νέου καὶ τὴν ἐπιθυμίαν θαυμάσας λῦσον αὐτῷ τὴν πενίαν τῇ βοηθείᾳ.
Ἀρισταινέτῳ.
Οἷον πρᾶγμα νῦν λήψεται τὴν ἀρχὴν δίκαιον ὂν ἀρχαῖον εἶναι· νῦν Σπεκτάτος Ἀρισταινέτῳ ξένος ἔσται. πρὸ τοῦδε οὐ σφόδρα, ταχὺ δὲ ὑμῖν ἐκ τοῦ κέρδους ἡ ζημία φαίνεται καὶ θαυμάζοντες ἀλλήλους τὸν προειμένον αἰτιάσεσθε χρόνον. ἃ μὲν οὖν οὗτος ἤκουσε περὶ σοῦ, τοιαῦτά ἐστιν, ὥστε ἐρῶν ἔρχεται· ἃ δὲ εὑρήσεις ἐν τούτῳ σύ, τοιαῦτά ἐστιν, ὥστʼ ἀπιόντος οὐκ οἴσεις. ἄξιον δὲ τὴν ἀρχὴν τῆς πρὸς τὸν ἄνδρα φιλίας πέρας σοι γενέσθαι τῆς λύπης, ἣν ἐπὶ τῇ γυναικὶ τρέφεις. τὸ μὲν γὰρ Ἡρακλέους οὐ ποιήσει—οἶμαι δέ, οὐδʼ Ἡρακλῆς ἐποίησεν, ἀλλʼ ἡ Ἄλκηστις ἀνιοῦσα μῦθός ἐστιν—ὅση δὲ ἀνθρώπῳ δύναμις, εἰς παραμυθίαν οὐδὲν ἐλλείψει.
Ἑορτίῳ.
Περιεργάζομαι μὲν ἴσως πατέρα παρακαλῶν ἐπιμελεῖσθαι παιδὸς ἀμελεῖν ἐγνωκότα, δακρύοντα δὲ ἰδὼν Θεμίστιον μᾶλλον ἐδεξάμην ἐκεῖνο δόξαι ἢ τοῦτο παριδεῖν. ἔλεγε τοίνυν τραχὺ μὲν οὐδέν, ὡς δὲ λήθη σέ τις αὑτοῦ λάβοι, ἐγὼ δέ, εἰ μὲν ἠπόρεις, ἠξίουν ἄν σε παρὰ τῶν φίλων ἀγείροντα τῷ παιδὶ βοηθεῖν· ἐπεὶ δὲ εὖ ποιῶν ἐν πρώτοις εἶ τῶν εὐπόρων, παραινῶ τι τῶν ὄντων εἰς τὸ τῶν ὄντων σοι τιμιώτατον ἀναλῶσαι. ἴσως μὲν γὰρ οὐδὲ πεῖνα σφόδρα νέῳ χρήσιμον, ἔστι δὲ νῦν οὐ περὶ τῆς γαστρὸς ὁ λόγος, ἀλλʼ ὅπως ᾖ τῷ νεανίσκῳ βιβλία· ὧν ἀπόντων ὅμοιος ἔσται τῷ πειρωμένῳ τοξεύειν ἄνευ τόξου μανθάνειν.
Φιλίππῳ.
Φίλου μὲν τὸ τὰ τοιαῦτα ἀκούσαντα ἀλγῆσαι καὶ ἐπιστεῖλαι, ἀγαθοῦ δὲ καὶ κατὰ σὲ τὸ μετὰ Μουσῶν ἐπιστεῖλαι. ὁ δὲ σοὶ ταῦτα ἀγγείλας ἢ ῥᾳδίως περὶ ὧν οἶδεν οὐδὲν ὡς εἰδὼς τολμᾷ λέγειν ἢ τοῦτο μὲν οὐχί, σοὶ δὲ ἐχθρός ἐστι καὶ ἐμοί. καὶ ταῦτα ἔπλαττεν ἐπὶ ψόγῳ μὲν ἐμῷ, σῇ δὲ λύπῃ. μᾶλλον δέ, ἐχθροῦ μὲν ἡ γνώμη, τὸ δὲ ἔργον φίλου. τὸ γὰρ σοὶ μὲν δοῦναι τοιαύτην ἐπιστολὴν συνθεῖναι, καλὴν δὲ οὕτως ἐλθεῖν ἐπιστολὴν ἐμοὶ σφόδρα ἀμφοῖν κηδομένου. τὰ δὲ ἡμέτερα ὧδε ἕστηκεν· οἱ πρὶν ἡμᾶς ἥκειν ἀνθοῦντες ἀπηνθήκασιν, φθόνος δʼ ἀνέφυ οὐδείς. τὸ δὲ μὴ πρὸς κέντρα καὶ μάλα ἴσασι. Κύκλωψ δὲ ἐκεῖνος καὶ Σκύλλα μέχρι τοῦ πορθμοῦ Σικελίας. χαῖρε τοίνυν καὶ τὴν παροιμίαν ἀφεὶς συνήδου.
Ἀρισταινέτῳ.
Ἡ μὲν λέξις τῶν ἐπιστολῶν ἔπειθεν ἡμᾶς ὡς σύνει τῷ Πλάτωνι, τὸ δὲ ἀκμάζειν ἐν σοὶ τὴν ἀθυμίαν ἔτι καὶ τὴν τρίχα πρὸς πένθος ἀνεῖσθαι καὶ τὴν οἰκίαν ὡς ἐπὶ χθὲς τῇ τελευτῇ συμβάσῃ διακεῖσθαι, ταῦτα οὐκέτι πάνυ προσκειμένου τῷ Πλάτωνι. καίτοι πολὺ βέλτιον ἂν ἦν, εἰ τὴν γνώμην μᾶλλον ἢ τὴν γλῶτταν ὤνησο. σὺ μὲν οὖν οἴει σύμφωνα ταῦτα ποιεῖν οἷς περὶ ζῶσαν ἔπραττες, εὐφραίνειν γὰρ δὴ καὶ νῦν ὥσπερ καὶ τότε· δοκεῖς δέ μοι ζῶσαν οὐδὲν λυπήσας πάνυ τοῦτο δρᾶν εἰς ἀπελθοῦσαν. εἰ γὰρ ὅπως σαυτὸν διαφθείρεις, αἴσθοιτο, μέγα ἂν στενάξαι τοσούτῳ κακῷ διδοῦσα ἀφορμήν. ἀλλʼ ὑπὲρ μὲν τούτων εἰ μὴ σαυτῷ διαλέξῃ, τά γε παρʼ ἄλλου μάταια· ἐγὼ δὲ ἃ νοσεῖν πλασάμενος ἔφυγον ἥνπερ ἔφυγον πόλιν, ταῦτα ἐνθάδε νοσῶ. καὶ οὕτως ἄρα ἡδὺ πατρίς, ὥστε ἄμεινόν μοι τῇδε πονεῖσθαι ἢ παρʼ ἐκείνοις ὑγιέστερον εἶναι Κρότωνος. τὸ κακὸν δὲ πάλαι μὲν ἐπέκειτο τῇ κεφαλῇ, νῦν δὲ εἰς τοὺς νεφροὺς κατέβη, μᾶλλον δέ, τούτους μὲν ἰσχυρῶς πιέζει, τὴν δὲ οὐ τελέως ἠλευθέρωσεν, ἀλλʼ ἐκεῖ τε μένει καὶ τούτους ἐπείληφεν. ἦρι μὲν οὖν ἄνωθεν ἐρρύη, παντὶ δὲ ἐνέβαλε σθένει· φάρμακα δὲ πάντα ἠλέγχετο καὶ ἰατροὶ τὴν μὲν ὑπερβολὴν ἐθαύμαζον, κωλύειν δὲ οὐκ εἶχον. καὶ διετελέσαμεν ἐνναίοντες αὐτῶν ταῖς χερσὶ καὶ οὐδὲν ὅ τι οὐκ ἀνεχόμενοι. θεῶν δὲ ἄρα τις ἡμῖν εὔνους, ὅστις, ἐπειδὴ χρῆν με καμεῖν, ἔδωκε παραμύθιον τὴν Κληματίου παρουσίαν. ἐλθὼν μὲν γὰρ εὐθὺς ἀκροάσεως μετέσχεν, ὃ ἦν ἐκείνῳ τε πάμμεγα ἐμοί τε οἷον οὐκ ἄλλο. ἔπειθʼ ὁ μὲν ὑπὲρ τὸν Εὐφράτην ἐλθὼν τὰ Περσῶν σκεψόμενος, ἐπειδὴ ἐπῄεσαν, ἀναστρέψας ὀξέως παρεσκεύασε Στρατήγιον πρᾶξαι ταῦτα ἀφʼ ὧν ἐκεῖνοι ταχέως ἀπῆλθον· ἐμοὶ δὲ ἐνέβαλον ἀλγηδόνες, αἳ τῆς κλίνης ἐξανιστᾶσαι περιτρέχειν ἠνάγκαζον. ταυτὶ μέν, ὁπότε οἴκοι μένοι Κλημάτιος, παρακαθημένου δὲ καὶ τούτων ἐδυνάμην κρατεῖν· οὕτως ἰσχυρότερος ἦν φαρμάκων πείθων φέρειν, συναχθόμενος, παίζων, σπουδάζων, ἀναμιμνήσκων τῶν ἀρχαίων, χρηστόν τι προλέγων. τὸ πολὺ δὲ τῶν λόγων Ἀρισταίνετος ἦν καὶ μετʼ ἐκεῖνον Ἄλκιμος, καὶ παντὶ τῷ παραπίπτοντι τὸ σὸν ὄνομα ἐπεισήγετο. εἴτε γάρ τις εἰς ἡμᾶς ἐφάνη ῥᾴθυμος, ἀλλʼ οὐκ Ἀρισταίνετός γε τοιοῦτος ἐλέγετʼ ἄν, εἴτε ὄντως φίλον ἐπῄνει, ἀλλʼ οὐκ Ἀρισταινέτῳ γε παραπλήσιος οὗτος προσετίθετο ἄν. ὡς δὲ ἐγένετό μοι καὶ θυρῶν ἔξω φανῆναι, παρά τε τὸν Στρατήγιον ᾖμεν καὶ ἐπὶ λουτρὸν ἐκεῖθεν, ὁ μὲν λουσόμενος, ἐγὼ δὲ αὐτὸν τῶν Ὁμήρου τι περιέμενον ᾄδων. διὰ δὲ τὸ σφόδρα ἀλλήλοις συνεῖναι θαῦμα ἦν ἅτερος ἐπʼ ἀγορᾶς ὁρώμενος, καί τινα σκώμματα ὑπεμένομεν ὡς ἂν ἐξ ἀλλήλων ἠρτημένω. τὸν θεῖον δέ μου φιλῶν τε ὥσπερ ἐμὲ καὶ νομίζων περὶ σὲ γνώμης ἔχειν ὥσπερ ἐγὼ δίκαια ἂν ποιοίης. ὃς εἰς τοῦτο ἥκει τοῦ πεπεῖσθαι κρατεῖν σε πάντων ἀρετῇ, ὥστε πρὸ τοῦ μὲν ταῦτα ἀκούων ἥδετο, νῦν δὲ ἐν τοῖς φάσκουσιν ἀριθμεῖται. Κλημάτιος δὲ αὐτὸν ὡς μὲν νοῦν ἔχοντα πάλαι ἐθαύμασεν, νῦν δὲ καὶ φιλεῖ, διότι σὲ ἐκεῖνος. καὶ δὴ καὶ αὐτὸν ἐκ Ῥώμης ἥκοντα ἤρου φάσκοντα ἀνδράσιν ἐντυχεῖν ἀγαθοῖς αὐτόθι, διηγήσατο πολλάκις· ἔλεγε δὲ ὡς αὐτὸς μὲν ἥκων ἐπαινοῖ τὴν ἐν Ῥώμῃ βουλὴν ἐπὶ φρονήσει, σὺ δʼ εἰ Φασγανίῳ τις προσόμοιος, πύθοιο. τοῦτο δὲ ἡμῖν ἐντιμότερον ἢ εἰ Πινδάρῳ πολλὰ εἰς τὴν ἡμετέραν οἰκίαν ἐγέγραπτο. Κλημάτιον δὲ τὸ μὲν ἐρώτημα ἀπαγγείλαντα καὶ ὡς ἠπόρησεν ἀποκρίσεως ἐπαινῶ, μέμφομαι δὲ ὅτι με βουλόμενος ὑγιαίνειν ἔσθʼ ὅτε καὶ ἀρρωστοῦντος ἥδετο. εἰδὼς γὰρ ὡς μὴ νοσοῦντος μὲν ἀπεκλείετʼ ἂν ὑπὸ τῶν βιβλίων, ἀσθενοῦντι δὲ ἔχει λαλεῖν, ὁπότε ἐθέλοι, λαβών με ῥᾴω ποτὲ τοῦτο ἐξελάλησεν, ὡς ἄρα τι αὑτῷ καὶ χαρίσαιτο ἡ νόσος. σὺ δʼ αὐτὸν ἢ ἐν Νικαίᾳ κατέχειν, ἕως ἂν πάντα ἀκούσῃς—ὡς πολλήν γε κομίζει διήγησιν—ἢ συνοδοιπορεῖν εἰς Νικομήδειαν ὑπὲρ τῆς ἀκοῆς.
Ἀκακίῳ.
Τῷ Δάφνῳ πᾶσα ἀνάγκη καὶ πεῖρα προσενήνεκται πάντα μὲν Κληματίου πεποιηκότος, οὐκ ὀλίγα δὲ Ἀποδημίου, τάχα δέ τι καὶ ἡμῶν. καὶ μὴν καὶ Στρατήγιος ἀκούσας εἶναί σοι δίκην εὐθύς τε ἐπίστευσεν ὡς ἀδικεῖ, καὶ οἷος ἦν μηδὲν ἐλλείπειν. ἀλλʼ ὁ Δάφνος καὶ ἡμῶν καὶ νόμων καὶ ἀρχόντων καταγελᾷ· τοιοῦτον ἔχει συνήγορον τὴν πενίαν, ὑφʼ ἧς ἂν μὴ πεινῶν κοιμηθῇ, πλουτεῖν οἴεται, ὅμως δὲ οὐδʼ οὕτω λέλυται. καταστήσας δὲ ἐγγυητὴν σὲ περιμένει. τουτὶ γὰρ ἡμῖν σκοπουμένοις ἐφάνη λοιπόν.
Ἀνδρονίκῳ.
Ὤιμην σε πεπαυκέναι τῆς κατηγορίας, ἣν ὅτι σοι βραχέα γράφω κατηγόρεις, σὺ δὲ ἔχῃ τῆς γραφῆς καὶ κατὰ τοὺς ἄγαν συκοφάντας οὐκ αὐτὸ μόνον ἐγκαλεῖς, τὴν βραχυλογίαν, ἀλλʼ ἐποίησας αὐτὴν καὶ ἕτερον ἔγκλημα τεκεῖν σημεῖον εἶναι ταύτην λέγων τοῦ καὶ τὴν φιλίαν μοι τὴν πρὸς σὲ κεκινῆσθαι. φέρε δή, πρὸς Διός, εἴ τῳ τῶν πάνυ σοι δυσμενῶν ἐπέλθοι πέμψαι σοι μακρὰν ἐπιστολήν, τὸ μῆκος τοῦτο λύσιν τῆς δυσμενείας θήσῃ, κἂν τἄλλα πάσχῃς κακῶς, ἢ τοῖς ἔργοις αὐτοῦ κρινεῖς τὸν τρόπον, τὰ γράμματα δὲ χλευασίαν οἰήσῃ; ὥσπερ γάρ, ὦ ʼγαθέ, μῆκος ἐπιστολῆς οὐ φιλίας ἔργον, οὕτως οὐδὲ βραχύτης σημεῖον ἔχθρας. σὺ δὲ καὶ τοῦ μήπω σοι τὸν ἄνδρα ἐκεῖνον διηλλάχθαι προθύμως ἡμᾶς αἰτιᾷ κἀνταῦθα συκοφαντῶν. οὔτε γὰρ ἐγὼ λέγων οὔτʼ ἐκεῖνος πέπαυται τῆς ὀργῆς. αἴτιος δὲ σὺ οὐκ ἀδικήσας μὲν αὐτὸν ἅπερ ἐνομίσθης πρότερον, ὀλιγωρήσας δὲ τοῦ τὴν ὑποψίαν ἀνελεῖν. ὁ δὲ τότε μὲν ὑπεριδών, νῦν δὲ ἀπολογούμενος τότε μὲν αὑτοῦ κατεγνωκέναι δοκεῖ, νῦν δὲ τὴν ἀρχὴν κολακεύειν. ὁ δὲ Ἀγαμέμνων τά τε ἄλλα ἦν, ὡς ἔοικεν, ἀγαθὸς καὶ ὅτι τὸν Ὀδυσσέα παρʼ Ἀχιλλέως ἥκοντα οὐ πεπεικότα καὶ τοῦτο ὁμολογοῦντα οὐδαμοῦ μέμφεται τῶν ἐπῶν, ὡς οὐ βουληθείη σύμμαχον αὑτῷ τὸν ἀχθόμενον ἀγαγεῖν. ὑμεῖς δέ, ὅ τι ἂν μὴ οὗτος ἐνδῷ, μέμφεσθε τὸν πρεσβευτήν. ὃν οὐκ ἐᾷ πιθανὸν εἶναι Κλεομένης ὑπὸ σοῦ θεραπευόμενος. σὺ δʼ οἴει μετὰ τοῦ δακτυλίου τοῦ Γύγου πάντα δρῶν λανθάνειν, τὰ δὲ ἐν μέσῳ τε τῆς οἰκουμένης καὶ μέσῃ τῇ πόλει καὶ ταύτῃ μεγάλῃ γίνεται καὶ ὅθεν ἕτοιμον ἀρθῆναι φήμην. εἰ δὲ οὐκέτι ταῦτα ποιεῖς, ἀλλʼ ἐποίεις γε. καὶ δοκεῖς αὐτὸς μὲν ἔτι τούτων ἐπιθυμεῖν, ὕβρει δὲ Κλεομένους ἐκβεβλῆσθαι καὶ δεῖν ἐκεῖνον σοὶ δοῦναι δίκην, οὐ σὲ παρʼ αὐτῷ εὐδοκιμεῖν. ἀλλὰ τὴν μὲν δυσκολίαν ἐφέρομεν εἴτε ὡς ἁμαρτόντες εἴτε ὡς ἀτυχοῦντες, τὰ νῦν δέ σου γράμματα ἀκριβῶς φιλοῦντες καὶ τοὐμόν, οὐ τὸ σαυτοῦ σκοποῦντες. καὶ δὴ καὶ οὕτω ποιήσομεν. ἀρχέτω μὲν ὁ βουλόμενος παρʼ ὑμῖν, ἡμῖν δὲ τῇδε καὶ ἄρχεσθαι τῶν ἡδέων, εἰ καὶ πάντες ἡμῖν ἀφίστανται τῆς ἀρχῆς. ὁ βασιλεὺς δὲ γράφων τιμᾷ μέν, ἀναστήσει δὲ ἥκιστα· κίνδυνος γὰρ ἡμῖν καὶ εἰς ἀγορὰν ἐμβαλεῖν. οὕτω μία σωτηρία τῷ σώματι τὸ ἡσυχάζειν. Κλημάτιος δέ, ὅσπερ κάμνοντι παρῆν, καὶ ἀπαγγεῖλαι δύναιτʼ ἂν αὐτό τε τοῦτο καὶ τἄλλα πολλά τε καὶ ποικίλα.
Σιλανῷ.
Πρότερον μέν σοι γράφων ὡς οὐ πολλή μοι παρὰ τῷ Διονυσίῳ δύναμις, ἴσως ἂν ἠπιστούμην καὶ διὰ τοῦτο οὐκ ἔγραφον, νῦν δὲ καιρὸς ἂν εἴη τὴν ἀσθένειαν ὁμολογεῖν. Κλημάτιος γὰρ ὡς οὐ ψεύδομαι πείσει. ἴσθι τοίνυν ὡς οὔτε τὰ ἐμαυτοῦ βελτίω πεποίηκα τῶν τε φίλων ὅσοι διʼ ἡμῶν ἐβουλήθησάν του τυχεῖν, ἔγνωσαν οὐχ ἣν ἐχρῆν, ἐλθόντες δὲ ἑτέραν· ὡς ἑνὸς μετέχω μόνου τοῦ προσειπεῖν. εἰ μὲν οὖν οὔσης μοι δυνάμεως οὐκ ἀπέλαυες, ἠδίκουν ἄν· ἀδυνατοῦντι δὲ συγγνώμην ἔχειν. ὧν δʼ ἐγὼ κύριος, καὶ σύ. καὶ τὴν μὲν ἐν λαμπροτέρῳ σχήματι πορείαν ἄφες, οὐ γὰρ τῆς σῆς ψυχῆς ἄξιον τὰ τοιαῦτα θηρεύειν, ἐλθὼν δὲ ὅπως ἂν ἐξῇ, δοκίμαζέ μου τὴν γνώμην, εἴγε μέμνηται τῶν πτερῶν. πτερὰ δὲ ἐνταῦθα πλείω καὶ οἱ τὰ σὰ θαυμασόμενοι πλῆθος. δεῖ δὲ καὶ νόμων διδασκάλου τοῖς νέοις. σὲ δὲ τοῦτο ἀναμένει κεκωλυκότων ἡμῶν ἕτερον ἐπιστῆναι τῷ πράγματι.
Θεμιστίῳ.
Συνήσθην φιλοσοφίᾳ τε καὶ τῷ βασιλεῖ· τῷ μέν, ὅτι τὸ κάλλιστον ὧν ἔδοσαν ἀνθρώπῳ θεοὶ τιμᾶν ἐπίσταται· τῇ δʼ, ὅτι καὶ παρὰ τῶν ἐν ἐξουσίαις θαυμάζεται. σοὶ δʼ ἂν ἔχοι χάριν αὐτή τε καὶ ἐκεῖνος· σὺ γὰρ ἀμφοῖν αἴτιος τούτων τυχεῖν. ἐγὼ δὲ καὶ πρὶν ἐπιστεῖλαί σε πρὸς ἐμὲ ταῦτα ᾔδειν ἐκ τῶν πρὸς τὸν ἄριστον ἡκόντων Στρατήγιον γραμμάτων. ἔδωκε γὰρ ἅ τε σὺ πρὸς αὐτὸν καὶ ἃ περὶ σοῦ πρὸς τὴν βουλὴν ὁ πάντα ἀγαθὸς ἔγραψε βασιλεύς. ἃ δὴ διʼ ἑρμηνέως ὅ τι εἴη μαθόντες ὑπερεχαίρομεν. ἐγένετο δὲ καὶ τούτων τῶν γραμμάτων πρεσβυτέρα φήμη καὶ οὐκ ἠπιστήθη, ταχὺ δὲ προσετέθη καὶ τὰ γράμματα. κάλλιστον δὲ τῶν πεπραγμένων τὸ διʼ ὧν μὲν ἦν μετασχεῖν τῆς βουλῆς μὴ ἀτιμάσαι, τὰ δὲ τὸ κέρδος φέροντα ἐμμελῶς διώσασθαι. τοῦτο γὰρ ἦν αὐτόν τε τιμῆσαι καὶ τὸ δικαίως ὑπʼ ἐκείνου τετιμῆσθαι δεῖξαι. τὸ δʼ ἐμὸν οὕτως ἔχει· τὰ τοῦ σώματος ἀρρωστήματα παραινεῖ μοι μένειν. εὖ δὲ ἴσθι, κἂν εἰ σφόδρα ἦν ὑγιής, ἐμαυτῷ σύμβουλος ἂν ἐγενόμην μένειν. τῇδε μὲν γὰρ ἀγέλαις νέων εὐωρία, τὸ δὲ παρʼ ὑμῖν διδάσκειν λόγους ἀρχὴ Σκυρία.
Ἰοβιανῷ.
Ἔτι μέμνησαι ἡμῶν εἰς Ῥώμην ἀπηρκὼς καὶ θεώμενος οἷα οὐ πρότερον πείθων τε σαυτὸν ὡς οὐκ ἔστι γῆ αὕτη, ἀλλʼ οὐρανοῦ μοῖρά τις; ἡμᾶς μὲν γὰρ σοῦ μεμνῆσθαι θαυμαστὸν οὐδέν· ἐν γὰρ τοῖς ἀρχαίοις ἡμεῖς καὶ οὐδενὶ καινῷ καταφρονοῖμεν ἂν τῶν φίλων. ἀλλʼ ἴσως οὐκ ὀρθῶς ἠρόμην. σὺ γὰρ οὐδʼ εἰ τοῦ Ὀλύμπου κοινωνήσαις τοῖς θεοῖς, οὐκ ἔσθʼ ὅπως ἐπιλήσῃ τοῦ ἐρωμένου. μὴ θαυμάσῃς δὲ εἰ σὸν ἔφην ἐρώμενον ἐμαυτόν, νέου πρεσβύτερον. ἐρᾷς γάρ, καὶ τὸ πραττόμενον εἴρηται, καὶ ἅμα παλαιὸν τοῦτό γε καὶ περὶ Σωκράτη συμβάν. ἤρα γὰρ τὰ μειράκια τοῦ γέροντος. ἔχεις δὲ καὶ κοινωνὸν τοῦ πάθους Κλημάτιον τουτονὶ δεινῶς ὑπὸ τοῦ θεοῦ κεκρατημένον καὶ οὐδὲν οὔτε λέγειν οὔτʼ ἀκούειν ἀνεχόμενον πλὴν ὅ τι εἰς ἐμὲ φέροι. τοῦτον ἥκοντα μὲν εὐθὺς εἰς τὸ βουλευτήριον εἰσήγομεν ἐπʼ ἀκρόασιν, καὶ ἦν τοῦτο Κληματίῳ μεῖζον ἢ στρατοπέδων ἄρξαι, μικρὸν δὲ ὕστερον ἀρρωστήσας μόνην εἶχον τὸν ἄνδρα παραψυχήν, καὶ διὰ τοῦτον οὐκ ἐπέκλυσε τὴν ψυχὴν λύπη, παρών τε γὰρ ἐκούφιζε καὶ ἀπόντος ἡ τῆς παρουσίας ἐλπὶς ἤρκει βοηθεῖν. ἐπεὶ δὲ ἀνέστην, ἵππος μὲν ἦν ἑκατέρῳ, ἐφερόμεθα δέ, εἴ ποι δεήσειεν, ἀλλήλων ἐχόμενοι, παρὰ τοὺς ἄρχοντας, ἐπὶ λουτρὰ τά τε ἐν τῇ πόλει καὶ τὸ πρὸ τῆς πόλεως, ἀκούεις ἐκεῖνο τὸ μέγα καὶ καλόν, ᾧ Δατιανὸς τὴν ἡμετέραν ἐκόσμησε. τῶν δὲ ὁρώντων ἐνίους ἤδη καὶ φθόνος εἰσῄει· ὦ Ἡράκλεις, οὗτοι τὸν Ἡρακλέα καὶ τὸν Θησέα τῇ πρὸς ἀλλήλους φιλίᾳ παρελθεῖν ἀξιοῦσι. τούτους ὅρκος ἰδίᾳ κωλύει λαλεῖν. ἤδη δέ ποτε ὁ μὲν ὡς Στρατήγιον εἰσῆλθεν, ἐγὼ δὲ οὔ. καὶ ὃς ἐξεπλάγη τε καὶ ἤρετο ποῦ δέ σου τὸ ἥμισυ; καὶ πάλιν ἔφθην ἐγὼ τοῦτον, καὶ ταὐτὸ θαῦμα καὶ ταὐτὸ ἐρώτημα. τῶν Κληματίου δὲ κάλλιστον τὸ πάντας μὲν εὖ πεποιηκέναι τοὺς τῇδε, χάριν δὲ ἀπαιτῆσαι μηδένα. οἶσθα γὰρ ὡς, ἡνίκα ἦν τῷ χρηστῷ Παλλαδίῳ συνεργός, πᾶν λυπηρὸν τοῖς ἐμοῖς πολίταις ἐκ τῆς τοῦδε γνώμης ἐκωλύετο, ὧν οἱ μὲν ἠξίουν μεμνῆσθαι, τῷ δὲ ἐδόκει πρέπειν ἐπιλελῆσθαι. καὶ διὰ τοῦτʼ ἄρα τοὺς τόπους ἔφευγεν, ἐν οἷς ἐπιεικῶς οἱ σύλλογοι, τοῦ μὴ ἐρυθριᾶν ἐπαινούμενος. τούτου δὲ ἐκεῖνο σεμνότερον τὸ μηδὲ παρὰ τῶν ἀρχόντων οἴκαδε κέρδος ἐνέγκασθαι, καίτοι οὐκ ἐνοχλήσαντα ἔχειν ἔδει, ἀλλὰ καὶ δοῦναι δεομένων μὴ ἀτιμάσαι. ὁ δʼ ἔοικε μᾶλλον δύνασθαι λιμὸν ἐνεγκεῖν ἢ λαβεῖν ὅθεν οὐ πάνυ καλόν. καὶ μάλιστα ὧν ἴσμεν τὸ μὴ κερδαίνειν κέρδος ἡγεῖται. τοιοῦτος δὲ ὢν αὑτοῦ σὲ βελτίω τίθησι καὶ παῖδας αὑτῷ σοὶ γενέσθαι προσομοίους εὔχεται. καὶ τοσοῦτόν ἐστι τὸ φίλτρον, ὥστʼ, εἴ τις αὐτὸν ἔροιτο θεῶν· ὦ Κλημάτιε, δέδοκται ἡμῖν ἀθανασίας σοι μεταδοῦναι, ἀλλʼ ὑφορώμεθά γε μὴ τυχὼν εἶτα καὶ ἄλλῳ δοῦναι δεηθῇς· εἰ οὖν ἀπόχρη σοι μόνῳ λαβεῖν, ἀποκρίνου, δοκεῖ οὖν μοι ταῦτʼ ἂν ἀκούσας, εἰ μὴ μετὰ σοῦ τοῦτο ἐξείη λαβεῖν, μηδʼ ἂν αὐτὸς ἐθελῆσαι λαβεῖν. οὕτως ἡμῖν ἀνήρτησαι τὸν καλὸν Κλημάτιον, καὶ ὁμολογῶν ὅτι σοι δέδωκεν αὑτόν, ἀγάλλεται. συνελθόντες δὲ ὅπως μὴ κινήσετε τὸν βασιλέα τὰ συνήθη ταῦτα· ὁ σοφιστὴς ἐπανίτω, μὴ μελλέτω, ἐκεῖ μὴ ἔστω, ἐν Θρᾴκῃ ἔστω. γελᾶτε, ὦ βίαιοι, πρὸς τὰ ῥήματα, ἀλλʼ ἐγὼ κλαίω, εἴ με δεήσει διὰ φίλων φιλονεικίαν φεύγοντα ψῦχος εἰς βόρβορον ἐμπεσεῖν. ὅ τι δὲ ὁ βόρβορός μοι νοεῖ, Κλημάτιός σε διδάξει.
Βαρβατίωνι.
Ἐγώ σε καὶ πάλαι μὲν ἄνδρα ἀγαθὸν ἡγούμην ἀπὸ τῆς Θεμιστοκλέους πρὸς σὲ φιλίας, ὁ γὰρ ἀνὴρ ἐκεῖνος οὐκ ἂν φιλήσαι μὴ λίαν ἀγαθόν· ἐπὶ δὲ τῆς προτέρας ἐνθάδε μοι γενομένης ἐπιδημίας μικρά σοι συμμίξας οὐ προῆλθον εἰς ὅσον ἔδει τοῦ τε σώματός μοι κάμνοντος καὶ σοὶ πολλῆς ἀσχολίας οὔσης, τῶν γὰρ μεγίστων ἐπεστάτεις. Γεσσίου δέ σοι φοιτῶντος τοὐμοῦ καὶ πιστευομένου παρὰ τοῖς σοῖς οἰκείοις εἰς τοὺς συνήθεις σοι καὶ ἐμαυτὸν ἐγγράφων οὐκ ἀδικεῖν οἶμαι ἄλλως τε καὶ Κληματίου κελεύοντος καὶ ὑπισχνουμένου μὴ μεταμελήσειν μοι τῶν γραμμάτων. σέ τε γὰρ εὖ μάλα εἰδὼς ἐμέ τε οὐκ ἀγνοῶν ἔφασκεν ἕξειν ἡμᾶς οὐκ ἀγεννῆ τινα πρὸς ἀλλήλους ἁρμονίαν. τὰ τρόπαια δὲ ὅσα ἀπὸ βαρβάρων ἔστησας ἄγων μὲν αὐτὸς τὰς δυνάμεις, ἑπόμενος δὲ τῇ βασιλέως τύχῃ, πανταχοῦ μὲν ἔγνωσται, πανταχοῦ δὲ τεθαύμασται, ἐλπίδες δέ εἰσιν ὡς αὐτίκα πλείω τε αὐτὰ ποιήσεις καὶ προϊὼν οὐδὲν δεήσῃ τροπαίων, οὐδὲ γὰρ μάχης. ἡμᾶς δὲ οὓς δεῖ κοσμεῖν ὅσα ὑμεῖς ἐργάζεσθε παρʼ αὐτῶν τῶν ποιούντων ἃ ποιοῦσιν ἀκούειν καλόν.
Εὐσεβίῳ.
Ἀκούω σε ἐπαινεῖν με καὶ μὴ λήγειν τοῦτο ποιοῦντα, καί μοι φαίνῃ δίκαιά τε δρᾶν καὶ σαυτῷ συμφέροντα. ὁ γὰρ ὡς παρὰ ἄριστον ἐφοίτησε λέγων τῷ διδασκάλῳ τε τὸ εἰκὸς ἀποδίδωσι καὶ ἅμα αὑτὸν ἐσέμνυνε δεικνύς, οἵων ἀπολέλαυκε τῶν πηγῶν. χρῆν μέντοι προσεῖναι τοῖς ἐπαίνοις καὶ τὸ ἐπιστέλλειν, ὅπως μηδὲν μέρος ἀργὸν εἴη σοι τῶν πρὸς ἐμέ. ἀλλά μοι δοκεῖν, δεδιὼς μή σε χάριτας ἀπαιτῶμεν καὶ λαβόντες πρώτας ἐπαγγέλλωμεν δευτέρας, σιγᾷς ἀποκλείων ἡμῖν τὴν ὁδὸν τοῦ χρῆσθαί σοι τὰ εἰκότα. εἰ δὲ ψεύδεσθαί με φῄς, ἔλεγξον· ἐλέγξεις δέ, εἰ γράψαις. εἰ δὲ οὐ γράψεις, ὑπὸ Κληματίου εἴην ἂν ἠπατημένος, ὃς ἐκεῖνά τε ἀπήγγειλε καὶ τοῦτο ἔπεισεν ἐπιστεῖλαί σοι.
Ἀνατολίῳ.
Ἀεὶ μὲν ἔγωγε τὴν σὴν εὔνοιαν ἠγάσθην τὴν εἰς ἐμὲ καὶ οὐκ εἶχον πεισθῆναι ὅτι σὺ τοῦτο ποιεῖς οὐχὶ θεῶν του κινοῦντος, οὕτως ὑπεραίρειν ἐφαίνου πάντας ὅσοι φάσκουσι φιλεῖν· νῦν δὲ ὑπὲρ τὰ ἐσκαμμένα, φασίν, ἐπεδείξω τὴν κηδεμονίαν ἐν οἷς ἐμοὶ μὲν ἔγραψας, ὡς δεῖ τι παρὰ Μάγνου μαθεῖν, ἐκείνῳ δὲ ἔφρασας ἃ δεῖ πρὸς ἡμᾶς εἰπεῖν. ἄλλῳ μὲν οὖν ἀσαφὴς ἂν ἔδοξεν ἄγγελος εἶναι, καὶ γὰρ τοσοῦτον ἤγγειλε μόνον, ὡς οὐ δεῖ κινεῖσθαι μάτην, ἐμὲ δὲ ἔννοιά τις ἔλαβε Δωδώνης, καὶ σκοτεινὸν ἦν οὐδέν. πολλῶν οὖν ᾤμην σοι δεῖν χάριν εἰδέναι, εἰ δὴ δεῖ τοὺς ἐρωμένους τοῖς ἐρασταῖς εἰδέναι χάριν, τοῦ τε φέρειν με ἐπὶ τῆς ψυχῆς καὶ τοῦ συμβούλεσθαί μοι τὸ μὴ τῶν οἰκείων στέρεσθαι καὶ τοῦ ζητῆσαι τοῦτο, εἰ δυνατόν, καὶ τοῦ γνῶναι μηνύσαι, ὡς δυνατόν. νῦν μὲν οὖν ἐν ἡμῖν αὐτοῖς θύρας ἐπιθέντες ὁμολογοῦμεν τὴν χάριν, ἐξουσίας δὲ εἰς τὸν λόγον δοθείσης ἐμπλήσομεν γῆν καὶ θάλατταν. πῶς οὖν αὐτὸς ἀντεπιμελοῦμαί σου; εἰ τὸ σὸν ἑώρων πρὸ τοῦ κοινοῦ, συνευξάμην ἄν σοι οἴκοι καθημένῳ κτήμασι τέρπεσθαι καὶ Βηρυτῷ τῇ παγκάλῃ· νῦν δέ, βουλοίμην γὰρ ἂν εὖ πρᾶξαι τὰς πόλεις ἢ σοὶ γενέσθαι καθεύδειν ἐλευθέρῳ φροντίδων, τοῦτο μὲν οὐκ αἰτῶ, νίκην δὲ σοὶ κατὰ παντὸς τοῦ χρόνου πάλιν ἀρχῆς εἰς χεῖρας ἐλθούσης. αἰτῶ δὲ δή σοι τοῦτο ὃ πάντως δράσεις, καὶ δὴ καὶ πέπρακταί γε ἤδη. τὴν δὲ ἐκ βασιλέως ἀνάγκην πεμπομένην ἐν ἐπιστολαῖς εἰς τὸ ἀναστῆναί με ἐνθένδε πρέποι ἂν λαβεῖν τινα ἀνάπαυλαν σοῦ γε ἐλθόντος ἐκεῖσε. τῶν γὰρ τὰ τοιαῦτα δυνατῶν διοικῆσαι οὐκ ἔστιν ὅστις οὐχ ἕρμαιον ἡγήσεται τῶν σοὶ κατὰ νοῦν ὑπηρετῶν τι φανῆναι· ὡς νῦν γράμματά γε ἐπὶ γράμμασιν ἥκοντα μικροῦ με ἐξέβαλεν, εἰ μή μοι τὸ σῶμα εὖ ποιοῦν ἔκαμνε. καίτοι σκόπει, πόσην τινὰ κρίνω συμφορὰν ἐκείνην τὴν ὁδόν, διʼ ἣν ἤδη μοι καὶ τὸ νοσεῖν οὐκ ἐχθρόν. αὐτὸ δὴ οὖν τοῦτο λέγων, ὡς τὸ σῶμά μοι διερρύηκε τῶν νεφρῶν πυκναῖς προσβολαῖς τί οὐ παθόντων, πεῖθε μὴ πέμπειν με ἐπὶ ψύχους ὑπερβολάς, ὃ μέγιστον κακὸν ἠσθενηκόσι νεφροῖς, ἐπεὶ καὶ ὅσα τῇδε νενοσήκαμεν, Θρᾳκίους ἰατροί φασιν εἰληφέναι τὰς πληγάς· ὥστε ὁ πέμπων ὡς νέοις συνεσόμενον ἴστω πέμπων ὡς τεθνηξόμενον.
Ὀλυμπίῳ.
Κεχήναμεν προσδοκῶντες οὐ τὸν Αἰσχύλον, ἀλλὰ γράμματα τὰ σά τε καὶ χρηστοῦ βασιλέως, τὰ μὲν ἄφεσιν διδόντα, τὰ σὰ δὲ ὅτι σοῦ ταῦτα πονοῦντος ἐδόθη δηλοῦντα. ἴσθι δὲ καὶ δευτέραν ἥκειν ἐκεῖθεν ἐπιστολὴν ταὐτὰ μὲν ἐπιτάττουσαν, μαθεῖν δὲ οὐ παρέχουσαν οὔθʼ ὡς νεωτέρα τοῦ ψηφίσματος οὔθʼ ὡς προτέρα γένοιτο. ἀλλὰ σοὶ καὶ ταύτας προσήκει τὰς ἀνάγκας ὥσπερ τὰ νοσήματα λύειν. τὰς μὲν γὰρ συνθήκας ἐγὼ τηρῶ πάντων αὐταῖς ἐπιστρατευσάντων πλὴν δυοῖν, διαστῆναι γὰρ ἃ συνήγαγες οὐ θέμις, σὺ δʼ ὅπως ἡμῖν μὴ τηρήσῃς τοὺς φόρους. ἆθλος γὰρ ἐμοὶ μὲν ἔστω τοῦτο φυλάξαι, σοὶ δὲ ἐκεῖνο κινῆσαι. τὸν δʼ ἀγωνοθέτην τῶν Ὀλυμπίων γινώσκεις μεγάλα οὐκ ἐκ μικρῶν οἷον ὄντα λειτουργεῖν, συμμαχία δὲ ἐν τοῖς τοιούτοις φιλόδωρος βασιλεύς. ὅν, πρὸς τοῦ Διός, δεῖξον τοιοῦτον ἐξορμήσας τὴν Δατιανοῦ ψυχὴν εἰς ἐπικουρίαν. ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
Παλλαδίῳ.
Τῶν ἐκεῖθεν ἀνιόντων ἕκαστον ἐρωτῶμεν, ὅπως ἔχει σοι τὸ σῶμα. περὶ γάρ τοι τῆς ψυχῆς οὐκ ἂν ἐροίμεθα εἰ χρηστή. τοῦτο γὰρ κἂν πρὸς ἄλλους εἴποιμεν. ἀκούοντες δὲ ὡς ἔρρωσαι χαίρομέν τε καὶ προσέτι θαυμάζομεν εἰ εἰδὼς ἡλίκον τι κακὸν τὸ ἀρρωστεῖν καὶ ὡς μάλιστα πρᾶγμα τῆς ἡσυχίας δεόμενον, ἐμέ γε ταύτης ἀφαιρῇ τῆς ἡσυχίας κεκυκλωμένον νοσήμασιν. ὁ γὰρ ἔχων μὲν κωλῦσαι μὴ τοιαῦτα περὶ ἐμοῦ γράφεσθαι, γράφεσθαι δὲ ἐπιτρέπων αὐτός ἐστιν ὁ τὰς ἀνάγκας προσάγων. ἀλλʼ, ὦ πρᾳότατε, μήτʼ ἐμὲ περιίδῃς ἐκ τῆς κλίνης ἀποσπώμενον τῷ τε ἀρίστῳ βασιλεῖ χάρισαι τὸ μηδὲν ἀνάξιον τῆς αὑτοῦ γνώμης εἰς ἄνδρα πράττεσθαι πολλὰ εἰς ἐκεῖνον ᾄσαντα. τῷ πολίτῃ δὲ ἡμῶν Ἀντιόχῳ στέφανον φέροντι τοῦ ἀγῶνος ἐπώνυμον τῷ Διὶ πάντα γενοῦ νομίζων ἐν τούτῳ τήν τε πόλιν εὖ ποιεῖν καὶ τοῦ Διὸς τὴν φρένα τέρπειν μᾶλλον ἢ τῶν Ἑλλήνων οἱ περὶ Τροίαν μέλποντες τὸν Ἀπόλλω.
Δατιανῷ.
Ἴσως μὲν ἐμοὶ καὶ πρὸς τὰ παρόντα βοηθεῖν ἐθελήσεις ἐμέ τε σώζων διὰ τέλους καὶ τὰς ἔμπροσθεν εὐεργεσίας· εἰ δέ με δεῖ καὶ τοῦτο ἀτυχῆσαι τὸ τὴν σὴν γνώμην ἑτέραν γεγονέναι, τάς γε πρὸ τοῦ βοηθείας οὔποτε ἐκβαλοῦμεν τῆς ψυχῆς, ἀλλʼ ἐκείνας μὲν τῇ σῇ φύσει λογιούμεθα, τὴν δʼ αὖ μεταβολὴν δαίμονι δυσκόλῳ. καίτοι πρὸς τῶν πόνων, οὓς ἐπόνησας ὑπὲρ Ἑλλήνων τε καὶ φίλων, θὲς μὲν ἐρρῶσθαί μοι τὸ σῶμα, βελτίω δὲ τήνδε ἐκείνης ἡγούμενόν με φεύγειν ἐκείνην, τὸ βελτίω δὲ ὅπως ἀκούσῃ πρὸς τὰς τῶν νέων συνουσίας. ἔπειτα ἐροῦ τὸν βασιλέα, δύνασαι δὲ σωφροσύνῃ τε καὶ εὐνοίᾳ διηνεκεῖ τὴν δύναμιν κεκτημένος· ὦ βασιλεῦ, ἀνὴρ ἐκεῖνος, ὃν κελεύεις εἰς Θρᾴκην ἐλθεῖν, ἐλθὼν μὲν ἐκεῖσε προσόμοιος ἔσται γεωργῷ πλέοντι καὶ ἐν νηὶ ζῶντι συνεχῶς. οὔτε γὰρ ἐκείνῳ τὴν θάλατταν ἔστιν ἀροῦν οὔτε τούτῳ σπείρειν εἰς νέους τῶν πολιτῶν μὲν πρὸς ἕτερα τετραμμένων, τῶν ξένων δὲ ὑφορωμένων τὸ χωρίον καὶ νομιζόντων διδασκαλεῖον εἶναι τρυφῆς. ἡ Συρία δὲ Μουσῶν ἐργαστήριον πολὺν ἤδη χρόνον δημιουργοῦσα ῥήτορας, ὧν εἷς οὗτος Καλλιόπιος, ᾧ χαίρεις, καὶ πολλὴ πολλαχόθεν νεότης θήγουσά τε παιδευτὴν καὶ αὐτὴ λαμβάνουσα ἐφʼ ὅπερ ἥκει. πότερον οὖν βούλει σοι τὸν βουκόλον ἀπορεῖν βοῶν ἢ περὶ συχνὴν ἀγέλην χρῆσθαι τῇ τέχνῃ; ταῦτʼ ἀκούων ἀποκρινεῖται σοῦ μειδιῶντος καὶ ἐν τῷ βλέμματι πρὸς τὸ δεύτερον ἐνάγοντος· βόες ἔστωσαν τῷ βουκόλῳ. εἰ δέ με οἰήσῃ ῥαψῳδεῖν καὶ μύθους ταῦτα ἡγησάμενος ἀμελήσεις, ἀλλʼ ἔγωγε ἀποσπώμενος βοήσομαι ὅτι με τῆς Ἀντιοχείας ἀνέπεισεν ἔχεσθαι Δατιανὸς καὶ τὸ κάλλος, ᾧ Δατιανὸς τὴν πόλιν ἐλάμπρυνε, λουτρὰ τὰ μὲν τετελεσμένα, τὰ δὲ ἀνιόντα, στοὰ τεταμένη τε εἰς μῆκος καὶ εἰς ὥραν ἀνθοῦσα τοσοῦτον ἔχουσα ἐν τῇ πόλει, ὅσον ὁ τοῦ Πέλοπος ὦμος ἐν τῷ σώματι τοῦ Πέλοπος. ὅρα οὖν εἴ σοι λίαν ἀδεὲς ἕλκεσθαί με. ταύτην μὲν οὖν τὴν παιδιὰν ἵλεως οἶδʼ ὅτι δέξῃ, κοινὴν δὲ ἡμῖν ἴσθι πεποιηκὼς ἑορτήν, ἃς Πομπηιανῷ παρέστησας ἐλπίδας. ὁ γὰρ ἀνὴρ οἷος εὖ πράττων πολίτας εὐφραίνειν. ἦν μὲν γὰρ καὶ ἐκ νέου μέτριος καὶ τὸ ἄλυπος εἶναι μελετῶν, ἐπήσκησε δὲ τὸν τρόπον εἰς σέ τε βλέπων καὶ πειρώμενος αὑτὸν ἄξιον τῆς σῆς διανοίας δεικνύναι. διὸ δὴ καὶ νῦν ὑπὸ κοινῶν εὐχῶν στέλλεται πάντων ἐπιθυμούντων ἔγκαρπον αὐτῷ καταστῆναι τὴν ὁδόν. εἰ δὲ γένοιτο τῷ μὲν τὰ πατρῷα, ἡ μονὴ δὲ ἐμοί, παιᾶνα εἰς τοὺς αἰτίους ᾀσόμεθα.
Καλλιοπίῳ.
Ἧκεν εἰς ἡμᾶς τὰ εἰωθότα· νενίκηκεν ὁ βασιλεὺς καὶ βαρβάρων ἔθνος ἐκκέκοπται. ταύτην δὲ καρπούμενοι τὴν ἡδονὴν τὴν ἑτέραν ἐλπίζομεν. αὕτη δέ ἐστι σὴν ἐπιστολὴν ἐλθεῖν διδαχήν τε ἔχουσαν τῆς μάχης καὶ τοῦ κεκρατηκότος ἐγκώμιον. ὡς οὖν μετέωρον ἔχων τὸ θέατρον κήρυττε, ὦ κηρύκων ἄριστε καὶ εὐδαιμονέστατε, γενναίῳ συζῶν ἀθλητῇ. δότω δὲ σοὶ χάριν ἀντὶ τῆς φωνῆς ὁ παλαιστὴς τὸ μένειν ἀτρέμας ἐν δεμνίοις ἐμὲ τὸν οὐδὲν ἔτι δυνάμενον πλὴν τὰ ἑτέρων θαυμάζειν· οὕτω πανταχῶς ἀσθενῶ. καὶ σὺ δὲ δὸς ἡμῖν χάριν τὸ πρὸς τῷ τι πράττειν ὑπὲρ ἡμῶν καὶ ἐπιστέλλειν. νῦν δὲ πῶς, οἴει, διετέθην, ἡνίκα πρὸς μὲν τὸν θεῖον ἔγραφες ὑπὲρ ἡμῶν, αὐτὸς δὲ ἡμῖν ἐπέστελλες οὐδέν;
Εὐσεβίῳ.
Εἰ μὲν μικροῦ του ἐπεθύμουν σῶν γραμμάτων, ἐγχειρήσας ἄν, εἶτα οὐ τυχὼν εὐθὺς ἐπεπαύμην· νῦν δὲ ἀεὶ τὰ δεύτερα τῶν προτέρων ἀμείνω διὰ τῆς φήμης σπείρεται καὶ τὸν πόθον ἡμῖν τοῦτο ἐγείρει. ἔστω οὖν καὶ τοῦτο τῶν σῶν καλῶν τὸ μὴ φθονεῖν γραμμάτων. καὶ γὰρ ἄτοπον ἔργῳ μὲν ὠφελεῖν, λόγῳ δὲ εὐφραίνειν ὀκνεῖν.
Ἀγησιλάῳ.
Οἱ πρέσβεις οἵδε τῆς πόλεως ἡμῖν τὰ πρῶτα γένους τε ἕνεκα καὶ τρόπων, εἰσὶ δὲ καὶ τῶν εἰδότων ὡς ὁ σὸς υἱὸς οὐ κατὰ τοὺς πολλοὺς ἐν λόγοις. ὥστʼ ἔξεστί σοι καὶ περὶ ἐκείνου τι πυθέσθαι καὶ περὶ ἡμῶν ἀκοῦσαι.
Ἀρισταινέτῳ.
Οὐδέν σε διδάσκειν δεῖ περὶ τῶν πρέσβεων· ἄμφω γὰρ οἶσθα, τὸν μέν, ἡνίκα διὰ τῆς ὑμετέρας ἤλαυνε, τὸν δέ, ὅτε ἄχρι τῆς ὑμετέρας ἦλθεν. ἀλλʼ ὅμως ἐκεῖνο προσθείην ἄν· οὐ μικρόν σοι δίκαιον πρὸς αὐτούς· παῖς ἐστιν ἑκατέρῳ παρʼ ἡμῖν ἑκάτερος εὐφραίνων ἐλπίσιν.
Ἀνδρονίκῳ.
Ἂν εἴπῃ τις ἥκειν Ἀνδρονίκου γράμματα, δῆλον ἡμῖν ὡς ἐγκλήματα ἥκει, καὶ συμβαίνει δὴ μὴ ἧττον ἀλγεῖν ἢ χαίρειν, ὅταν ἐπιστέλλῃς. καί μοι δοκεῖς οὐκ ἔχων σαυτὸν ἐξαλλάττειν μίαν ἀεὶ στείχειν καὶ ἢ τῷ μὴ λαβεῖν ἢ τῷ μικρὰν λαβεῖν ἐγκαλεῖν. εἰ δʼ οὖν καὶ λίαν ἀληθῆ μέμφῃ, ἀποδέδοταί σοι πάντα διὰ τῶν πρέσβεων· πολλῶν γὰρ ἐπιστολῶν ἀμείνους αἱ τῶνδε γλῶτται. Κλεομένην δὲ ὧν οὐκ ἄρχει κακῶς ποιεῖν οὐδὲν θαυμαστόν· καὶ γὰρ ὧν ἄρχει κακῶς ποιεῖ. σοῦ δὲ ἐθαύμασα λέγοντος ὡς ἀφῄρημαι τῶν παρʼ ὑμῖν τιμῶν καὶ ὡς ἀναγκαζοίμην παρʼ ὑμᾶς ἐλθεῖν, πλὴν εἰ τοῦτο λέγοις, ὡς τοῖς ἐκεῖσε ἰοῦσιν ἀτιμία πρέπει. τοῦτο δὲ ὀρθῶς ἂν λέγοις.
Θεμιστίῳ.
Ὑπῆρξέ σοι καὶ μένοντι τὴν ἡμετέραν ὁρᾶν. διʼ οὓς γὰρ ἦν σοι παρʼ ἡμᾶς ἄξιον ἐλθεῖν, οἵδε ἥκουσι παρὰ σέ, ὁ μὲν πάλαι σοι φίλος, ὁ δὲ νῦν ἐσόμενος. τοῖν δὲ ἀνδροῖν τούτοιν ἀμείνων μὲν παρʼ ἡμῖν οὐδείς, ἴσοι δὲ οὐ πολλοί· φαίην δʼ ἂν ὡς οὐδὲ ἄλλοθι. περὶ δὲ ἡμῶν οὐδὲν ἐρήσῃ τοιοῦτον ὃ φήσουσιν ἀγνοεῖν.
Ἐλπιδίῳ.
Ἥκεις εἰς τοῦτο τάξεως, οἷ σε ἔμελλον ἄξειν αἱ φρένες ἀγαθαί τε οὖσαι καὶ τὸν τοῦ βασιλέως οὐ λανθάνουσαι νοῦν. ἐμοὶ δὲ καὶ πρόσθεν εὐνοϊκῶς εἶχες, νῦν δʼ ἂν καὶ προσθείης τὸ φιλεῖν εἰκότως διὰ τὸ κῆδος. περὶ δὲ τῶν πρέσβεων ἥδιστα μὲν ἂν ἐπέστελλον, τολμῶ δὲ οὔπω τὰ τοιαῦτα πρὶν παρὰ σοῦ μοι γράμματα ἐλθεῖν.
Σπεκτάτῳ.
Κέντρον ἡμῖν ἐναπέθου κινοῦν εἰς τὸ μεμνῆσθαί σου τὸν τρόπον. ἐμοὶ δὲ καὶ Κληματίῳ δάκρυα κατὰ τῶν παρειῶν ἄχρι τῶν πυλῶν ἔρρει. ἔπειτα τὸν μὲν ἔπαυσε τῆς λύπης ὁ τοῦ αὐτίκα σε ὄψεσθαι λογισμός, ἐμὲ δὲ τὸ μετὰ χρηστῆς σε τῆς ἐλπίδος πορεύεσθαι. τοὺς φόβους δὲ ἡμῖν ὅτι μὲν ἀναιρήσεις οἶδα, προσέστω δὲ καὶ τάχος τῇ χάριτι. δώσει δέ σοι πρὸς τὰς δεήσεις ὁδὸν ἡ τῶν πρέσβεων παρουσία, καὶ συλλήψῃ διὰ μὲν τούτους ἡμῖν, τούτοις δὲ διὰ τὴν πόλιν.
Παλλαδίῳ.
Κλημάτιον ὡς εἶδον, ἥσθην τε καὶ οὐκ ἀπῆν ἀνία τῆς ἡδονῆς. ἡδὺ μὲν γὰρ τὸ φίλον ὁρᾶν, τὸ δὲ μὴ σοὶ συνεῖναι τὸν ἄνδρα λυπηρόν. τοὺς γὰρ ταξιάρχους τῆς τῶν στρατηγῶν ἄξιον ἀπολαύειν τύχης. εἰ μὲν οὖν οὗτος ἠδίκηκέ τι, φράσον, ὅπως αὐτὸν τιμωροίμεθα· εἰ δʼ ὁ δεῖνα τὸν ὀπαδὸν ὑπερεῖδεν, ἰασάσθω τὴν ῥᾳθυμίαν εὐεργεσίᾳ.
Δατιανῷ.
Πολὺ καλλίων ἡμῖν ἐφάνη Κλημάτιος οὐχὶ ῥητορικὴν ἀπὸ τῆς Ῥώμης, ὥσπερ οἴεται, προσλαβών, ἀλλʼ ὅτι τἄλλα πάρεργον ἡγησάμενος ἔργον ἔθετο τῆς σῆς διανοίας ἐπʼ ἀμείνοσι μεμνῆσθαι. τὸ γὰρ οὓς προσῆκεν ἐπαινεῖν διʼ εὐφημίας ἔχειν τῶν ἐπαινούντων ἀγαθόν, ὥσπερ, οἶμαι, τὸ ψέγειν τοῖς τοῦτο ποιοῦσι κακόν. ἡγοῦμαι δὲ καὶ πρὸς τὸ μέλλον ἀσφάλειάν τε αὐτῷ τὸ πρᾶγμα καὶ ἐπίδοσιν ἔσεσθαι τῆς σῆς αὐτῷ χειρὸς πανταχοῦ παρούσης καὶ τά τε δυσχερῆ παυούσης καὶ τὰ βελτίω παρεχούσης.
Ἐλπιδίῳ.
Κλημάτιος παρʼ ὧν μὲν ἤλπισε μέγα τι φησὶ μικρὸν ἔχειν, οὓς δὲ ἐνόμιζεν ἀμελήσειν αὑτοῦ, τούτους εὑρηκέναι συμμάχους. σὺ δὲ ἡμῖν τούτων εἶ τῶν δευτέρων. τοιγαροῦν ὃ ποθεῖς ἔχεις, ἐπαίνους παρὰ τῶν Κληματίῳ συνήθων. πολλοὶ δὲ οὗτοι, σὺ δʼ, εἰ βούλει, προστίθει καὶ ἀγαθοί.
Ἡρακλειανῷ.
Εἶδον ἐν τοῖς λόγοις σου τὰ βέλη καὶ οὐκ ἂν φαίην· βάλλʼ οὕτως, ἀλλὰ μᾶλλον· πέπαυσο βάλλων. οἶσθα γὰρ ὡς ὁπποῖόν κʼ εἴπῃσθα. ἐμὲ δὲ εἴ τις λέγοι κακῶς, μὴ τοῦτό σοι ποιείτω πόλεμον, ὃ μηδὲ ἡμᾶς ἀλγύνει.
Φασγανίῳ.
Ἐρωτᾷς, ὅπως ἔχει μοι τὰ πράγματα, τὸ σὸν δὲ ὅπως σοι σῶμα πέπραγεν, οὐ μηνύεις ὥσπερ οὐ πλείονος οὔσης ἡμῖν ὑπὲρ ἐκείνου φροντίδος ἢ σοὶ περὶ τούτων. ἄκουε δὴ οὖν. γράμμα οὐδὲν ἥκει μοι φοβερόν, Σπεκτάτος δὲ καὶ χρηστὸν ἐπαγγέλλεται. ὁ δὲ μάργος ἐκεῖνος καὶ τὴν Μεγάλην φθείρων πόλιν ἥν τε ἐκαρπούμην ἐκ τῆς πόλεως τροφὴν εἰς ἑτέρους μετέθηκε γνώμῃ βασιλέως χρησάμενος καὶ χρυσὸν εἰσπράττει δή με πρὸς τὸν ἄρχοντα ἐπιστείλας. ἐφʼ οἷς οὕτως ἠγανάκτησε Στρατήγιος, ὥστʼ οὐ πώποτε τηλικοῦτον ἀνεβόησε. καὶ δὴ καὶ ταῦτα ἡμῖν εὔνουν τὸν ἄνδρα ποιεῖ· τὸν γὰρ ὑπʼ ἐκείνου μισούμενον οἴεται προσήκειν εὖ πάσχειν ὑφʼ ἑαυτοῦ. τὰ δὲ περὶ τοὺς νέους τὰ μὲν ἄλλα ᾗ πρὸ τοῦ, Ἰούλιος δὲ ὁ γραμματιστὴς ὑπὸ λύπης οἴχεται, καὶ γνοὺς Εὐδαίμων ὡς οὔπω πάντα αὑτῷ ῥᾴδια, Σεβαστιανὸν πείθει δεηθῆναί μου νεῖμαί τι προνοίας αὑτῷ. τῷ δὲ Εὐβούλῳ δῆλός τε ἐγενόμην ἡδέως ἂν ἰδὼν Ἀκάκιον ἐνθάδε καὶ ἐποιήσατο περὶ τούτου πρὸς τὸν ἄρχοντα λόγον προσθείς, ὡς ἄρα ἀρέσκοντά μοι ποιοῖ. ὁ δὲ οὐ μάλα προσέσχεν οὐκ οἰόμενος δεῖν ἄκοντα ἕλκειν τὸν ἄνθρωπον, ἐκ δὲ Παλαιστίνης ἀφιγμένοι τῶν γνωρίμων τινὲς λέγουσί τε ὡς αὐτοῦ μενεῖ καί τινα ἐπίδειξιν ἀπαγγέλλουσιν οὐκ εὐτυχῆ. ὁ δὲ Ἡρωδιανὸς προσιὼν ἐμέ τε αὑτοῦ ποιεῖται κύριον καὶ ἐφʼ οἷς Οὐράνιος ζῆν ἀξιοῖ. καὶ πολλὰ τὰ σοῦ χρῄζοντα, τὰ μὲν ἐμά, τὰ δὲ κοινά.
Βακχίῳ.
Ἄμφω πείθομαι, καὶ ὡς ἐξεγράψω καὶ ὡς οἴει κτῆμα τοὺς ἡμετέρους εἶναί σοι φληνάφους. σὺ μὲν οὖν χάριν φῂς ἔχειν ἐμοὶ τοῦ ταῦτα λαβεῖν, ἐγὼ δὲ οὐ λίαν ἔχω σοι χάριν τοῦ ταῦτα δεικνύειν, οἶδα γὰρ ὅτι δεικνύεις. ἡ Τύχη δὲ τὸ μέν τί μοι δέδωκεν ἀγαθόν, τὴν σὴν φιλίαν, θάτερον δὲ οὐ δέδωκε, τὸ συζῆν τῇ φίλῃ κεφαλῇ. χρῆν δὲ τὴν θεὸν μὴ φθονῆσαι τοῦ δευτέρου.
Καικιλίῳ.
Καλόν γε ἐξεῦρες τῷ παιδὶ κηδεμόνα τὸν χρηστὸν Τατιανὸν δεινόν γε διδασκάλους τε ἐπεγεῖραι καὶ νέων σπουδὴν μὲν ἐπαινέσαι, ῥᾳθυμίαν δὲ καὶ ἰδεῖν καὶ παῦσαι. καὶ δή σε κελεύω θαρρεῖν, ὡς οὐδὲ μικρὸν Ἀλέξανδρος παραναλώσει τοῦ χρόνου τούτου τείνοντος εἰς ἐκεῖνον τό τε ὄμμα καὶ τὴν γνώμην. θαυμάζω δὲ ὅτι τὸν μὲν ἐπιμελητὴν ἐπορίσω τῷ νέῳ γενναῖον, αὐτὸν δὲ τὸν νέον πρὸς τοῖς ληνοῖς δήσας ἔχεις.
Ἀμβροσίῳ.
Πολύν σοι χρόνον οὐκ ἐπιστείλας εἶτα ἀπολογίαν ζητῶν εὗρον οὐ τουτὶ μόνον ἱκανὸν λῦσαι τὸ ἔγκλημα, ἀλλʼ, οἶμαι, κἂν εἴ τί σε δυσχερέστερον ἐτύγχανον εἰργασμένος, ἐκράτησεν ἂν τουτὶ τὸ καλὸν ἐκείνου τοῦ χαλεποῦ. γράμματα γὰρ δή σοι πέμπομεν διὰ τοῦ κρατίστου μὲν ῥητόρων, πρᾳοτάτου δὲ ἀνθρώπων, ἀκριβεστάτου δὲ ἀρχόντων. ταυτὶ γὰρ καὶ ἔτι πλείω τούτων εἶδον μὲν οἱ τὸν Ἑλλήσποντον οἰκοῦντες ἐν Εὐσεβίῳ, γνώσεσθε δὲ ὑμεῖς. δὸς δέ μοι προειπεῖν ὡς παρʼ ὑμῶν δεῦρο βαδιεῖται τὸ κέρδος. σὸν δὴ δεικνύναι σαυτόν, ὡς εἰς καθαρά γε ὦτα τοὺς λόγους ἀφήσεις καὶ ψυχὴ φανεῖται ἀξία σπουδῆς ἐπισταμένη γε διορᾶν καὶ οἷς οὐ προσεκτέον.
Ἀλκίμῳ.
Ἤδη τινὸς ἤκουσα λέγοντος ὡς εὐδαίμων Εὐσέβιος βασιλεῖ γε ὢν οἰκεῖος. ἐγὼ δὲ φαῦλον μὲν οὐδὲ τοῦτο ἡγοῦμαι, διὰ δὲ τὴν ἀρετὴν ᾗ συζῇ τὸν ἄνδρα εὐδαίμονα καλῶ. πῶς γὰρ οὐκ ἀρετὴ τὸ ἐν ἐξουσίᾳ τοῦ γενέσθαι κακὸν ἀγαθὸν ἐθέλειν εἶναι; τὸν μὲν οὖν Ἑλλήσποντον οἷον εὑρὼν οἷον ἔδειξεν, ἠκούετε· τὰ δʼ ὑμέτερα ταχέως τις ἄλλος ᾄσεται. ἐμὲ δὲ διὰ πάντων τετιμηκὼς μεγίστῳ τούτῳ κεκόσμηκε δοὺς ἐπιστεῖλαι διʼ αὐτοῦ τοῖς γνωρίμοις. λαβὼν δὲ τὴν ἐπιστολὴν φίλει μὲν ὥσπερ ἐμὲ τὸν ἄνδρα, θαύμαζε δὲ ὡς οὐκ ἄλλον.
Ἀρισταινέτῳ.
Ἠρόμην τὸν γενναῖον Εὐσέβιον, εἴ σε τιθείη τῶν φίλων. ὁ δὲ καὶ πάνυ φησὶ μέγα βοῶν. ἡ βοὴ δὲ ἦν δηλοῦντος ὡς ἐν κέρδει ποιοῖτο τὴν φιλίαν. σὺ τοίνυν ἀφείς ποτε τὸ τὴν γυναῖκα θρηνεῖν συνεῖναι τῷ γνωρίμῳ. δεῖ δέ σε παραινεῖν μὲν οὐδὲν εἰς τὴν ἀρχήν, ἤσκηται γὰρ ἄρχειν καὶ μάλιστά γε ὧν ἴσμεν, ἐμπειρίᾳ δὲ λόγων εἰς σωτηρίαν πόλεων κέχρηται· σὺ δʼ ὅπως τὰς ὁδοὺς αἷς ὀρθοῖ τὰς πόλεις ὁρῶν ἐπαινέσῃς καὶ ποιήσῃς ἅπασαν Βιθυνίαν ἕνα χορὸν ᾀδόντων ἃ πεπόνθασιν.
Λιβανίῳ.
Καλῶς ἐποίησας καὶ σιγήσας ὅτε ἄμεινον καὶ φθεγγόμενος ἡνίκα βέλτιον καὶ τὰ τοῦ Πυθαγόρου καλὰ πάλιν εἰς τὸν βίον εἰσάγων. ἐγὼ δέ σε πρότερόν τε ἠγάμην καὶ νῦν φιλῶ κἂν ἴδω ποτέ, τὴν ὄψιν εἰς μεγίστην εὐτυχίαν θήσομαι.
Ἑλλησποντίῳ.
Τοῦ λέγοντος ἦν τὸ μὴ τοιοῦτον λαβεῖν ἀκροατὴν ἡ ζημία. σὺ μὲν γὰρ οὐκ ἀπορήσεις δεξιωτέρου ῥήτορος, ἡμεῖς δὲ κριτὴν οὐχ εὑρήσομεν εὐνούστερον. τὸν υἱὸν δὲ πάλαι προσδοκῶντες ὁρῶμεν οὔπω, καίτοι νεανίσκος μὲν ἐκεῖνος, ἡμεῖς δὲ αὐτῷ πατρικοὶ φίλοι. τόπος δὲ αὐτόν, ὃς καὶ τὸν τοκέα, δέξαιτο.
Εὐσεβίῳ.
Αὐτὸς μὲν ἠρρώστησα τοῦ θέρους, Ἀλβάνιος δὲ τοῦ φθινοπώρου. τοῦ καμεῖν δὲ ἀμφοῖν αἴτιος ὁ περὶ τοὺς λόγους πόνος. σὺ δʼ εἴ τις ἡμᾶς οἰόμενος ἐνθένδε ἀναστήσεσθαι μέλλει, πεῖθε τοῦτον ὅτι μενοῦμεν τῶν τε κρατούντων ἐφιέντων καί τινος ἡμῖν ἐξευρημένης ὁδοῦ, διʼ ἧς καὶ ἀκόντων μένειν ὑπάρξει.
Θεμιστίῳ.
Οἶμαι μέν σοι τὸν χρηστὸν Μακεδόνιον μηνυτὴν γεγονέναι τῶν τε ἡμετέρων πόνων καὶ τῶν ἀποκρίσεων ἐκείνου. περὶ γὰρ σοῦ φροντίζων διετέλει καὶ τῶν ἡμετέρων οὐδὲν ἀγνοῶν. εἰ δὲ δεῖ σε καὶ παρʼ ἡμῶν ἀκοῦσαι τὰ ῥήματα αὐτά, γράψομεν. ὧν λεγομένων παρῆν μὲν Εὐστάθιος, οὐκ ἀπῆν δὲ Ἑρέννιος. ἐγώ φησιν ἐγκαλῶ μὲν οὐδέν, ὁ δὲ εἰ πέπεικεν αὑτὸν ὡς ἠδίκηκεν, ἐπειδὰν συνέλθωμεν, ὁμολογήσεται. ταυτὶ μὲν ἐκεῖνος, σὺ δʼ ἡμῖν τὸν Ἀγροίκιον τουτονὶ δέξασθαί τε εὐμενῶς, ἥκει δὲ ἐπὶ τὸ χρυσίον, καὶ μὴ περιιδεῖν ἄπρακτον ἀπελθόντα.
Φωτίῳ.
Ἥδιστον μέν σε καὶ ἄρχοντα ὁρᾶν, οὐ πολλῷ δὲ ἧττον τὸ τὴν ἀρετὴν μεθʼ ἧς ἄρχεις ἀκούειν. καὶ θαυμαστόν γε οὐδὲν μαθητὴν ὄντα τοῦ καλοῦ Στρατηγίου καλὸν ἐν ἀρχαῖς εἶναι. εἰ μὲν οὖν ἦν παρʼ ὑμῖν, ᾠκοδόμησα ἄν μοι, νῦν δέ, οὗ πολὺν χρόνον ἀπεστέρημαι χρυσίου, τοῦτο εἰσπράξας ἀπόστελλε. νομιοῦμεν δὲ οὐκ ὄφλημα κεκομίσθαι μᾶλλον ἢ δωρεὰν εἰληφέναι.
Ἱερακίῳ.
Τῷ δʼ ἕτερον μὲν ἔδωκε θεός, ἕτερον δʼ ἀνένευσεν, ἔφη τις περί τινος εὐξαμένου δύο. καὶ δὴ καὶ σοὶ τὸ μέν τι δέδοται, τὸ δὲ οὔ. τῷ μὲν γὰρ Διοφάντῳ καὶ τοῦ σωφρονεῖν μέλει καὶ λόγων καὶ ἔστιν ἐν ἑκατέρῳ τοιοῦτος οἷος εὐφρᾶναι πατέρα, τὸν δʼ ἕτερον ἔδει μηδὲ γενέσθαι. μὴ οὖν ἔστω τι βλάβος ἡ ʼκείνου κακία τῇ τοῦδε ἀρετῇ μηδʼ ἀμφοῖν ἡγοῦ τὰ μὴ ἀμφοῖν, ἀλλʼ ἴσθι τὸν μὲν ἀγαθὸν εἶναι, τὸν δʼ οὐκ ἐθέλειν.
Ἱεροκλεῖ.
Σὺ πατρῴων μὲν πάνυ μικρῶν ἐκληρονόμησας χρημάτων, ἃ δὲ δίκας λέγων εἰργάσω, δικάζων ἀνήλωκας καί σοι σύνεστιν ἀντὶ χρυσίου δόξα. πόθεν οὖν μοι πέπομφας τὸ χρυσίον; εἰ μὲν ἐντυχὼν θησαυρῷ, φράζε καὶ δεξόμεθα· εἰ δʼ οὐκ ἐντυχών, ἐπειδὰν ἐντύχῃς, δεξόμεθα.
Βάσσῳ.
Τούς τε σοὺς ὑπὲρ ἡμῶν οὐκ ἀγνοοῦμεν ἄθλους παρʼ ἡμῶν τε σοὶ μισθὸς οὗ μείζονα οὐκ ἂν ζητήσαις. τὸν γὰρ υἱόν σοι ποιεῖν πειρώμεθα τοιοῦτον, οἷος ὢν τῷ πάππῳ προσόμοιος εἶναι δόξει καὶ τῷ θείῳ καὶ τὸν πατέρα κοσμήσει. τῶν αὐτῶν τοίνυν ἐχώμεθα ἀμφότεροι καὶ τὰ τιμιώτατα παρέχωμεν διὰ τέλους ἀλλήλοις.
Μαρκιανῷ.
Ἥ τε πρὸς τὸν υἱόν σου γενομένη μοι φιλία πάντων ἥδιστον ἐμοί, πρὸς γὰρ τῷ δεινὸς εἶναι λέγειν καὶ χρηστὸς ἀνήρ, τό τε σὰ περὶ τούτων ἐλθεῖν γράμματα τῆς πρὸς ἐκεῖνόν μου φιλίας οὐχ ἧττον· καλὰ γὰρ ὑπὲρ καλοῦ πράγματος ἀφῖκτο καὶ παρὰ γλώττης ἀεὶ κινουμένης καὶ πλείω μὲν ἢ πάντες εἰργασμένης, καλλίω δὲ ἢ πλείω. εἰ δὲ σὺ μὲν πάλαι, νῦν δὲ ἐγὼ γράφω μὴ θαυμάσῃς. καὶ γὰρ σοὶ θαρρεῖν ἔπρεπε καὶ ἡμῖν ὀκνεῖν. αὐτὸς δὲ ὁ φέρων τὰ γράμματα μακρῷ τῶν γραμμάτων ἀμείνων, Σαβῖνος ὁ μανικὸς εἰς λόγους, τὸ ταμιεῖον τῶν λόγων. ἥκει δέ σοι καὶ σύμπας ὁ τῶν ῥητόρων χορός, πάντες ἄκροι, ἐν οἷς οἶδα ὅτι σὺ τὴν νόσον ἐκδὺς τὰ τοῦ Πανὸς σκιρτήσεις ὁρῶν, ὃ πάλαι ἐπόθεις, ἐν Φοινίκῃ νῦν Στρατήγιον ἐπὶ τοῦδε τοῦ σχήματος. ὁ δέ σοι Πρισκιανὸς παρεστήξει πατρὶ βοηθῶν τε καὶ συγχαίρων. ὄψει δὲ καὶ σὺ τοῦτον ὁπόσα λέγοι νικῶντα. πρέπουσά γε ἡ πανήγυρις τῇ Βηρυτῷ.
Γοργονίῳ.
Ἥκει σοι καιρὸς παρέχων εὖ ποιῆσαι ἅπαν τὸ Ἑλληνικόν. Ἱμερίῳ γὰρ βίος μέν ἐστι παιδεύειν, τόπος δὲ τῆς συνουσίας Ἀθῆναι, κτήματα δὲ ἐν Ἀρμενίᾳ. τιμῆς δὲ τῆς μὲν ἄκρας ἄξιος ἁνήρ, τυγχάνει δὲ οὐδὲ μικρᾶς, ἀλλʼ ἐπιθέμενοι Λυκοῦργοί τινες ἐλαύνουσι τὸν Διόνυσον καὶ γέγονεν αὐτῷ τἀκεῖ Μυσῶν λεία. καίτοι τῷ μὲν εἰς χρήματα ἡ βλάβη, οἱ δὲ εἰς τὸν θεὸν ὃς ἔδωκε λόγους ἀσεβοῦντες οὐκ αἰσθάνονται. σοὶ τοίνυν πρέπει τῶν ταῦτα κωλυόντων, οὐ τῶν ποιούντων ἕνα γενέσθαι. ῥᾴδιον δέ σοι παρεδρεύοντι καὶ κοινωνοῦντι τῆς ἀρχῆς. δεῖξον δὴ τοῖς ἐχθροῖς τῶν Μουσῶν ὅτι εἰσί τινες καὶ φίλοι ταῖς Μούσαις τῶν ἐχθρῶν δυνατώτεροι, καὶ πράξει μιᾷ χάρισαι μὲν θεοῖς Ἑλληνίοις, χάρισαι δὲ τῷ τε ἐπιστέλλοντι καὶ περὶ οὗ τὰ γράμματα, δίδαξον δὲ τὸν υἱὸν Ἀκύλαν ὡς οὐκ ἄτιμον οἱ λόγοι.
Ἠλίᾳ.
Ἣν μὲν καλεῖς φήμην, Τραϊανὸς εἶναί μοι δοκεῖ, ἐκεῖνος γάρ ἐστιν ὁ πείσας τε αὑτὸν ὡς εἴην ἐγώ τι, καὶ πολλοὺς ἕλκων εἰς κοινωνίαν τῆς δόξης, χάρις δέ σοι τοῦ μὴ ποιήσασθαι πρόφασιν εἰς τὸ μὴ γράψαι τὸ μὴ λαβεῖν τὴν ἐπιστολήν, ἀλλὰ χωρὶς θεῖναι τό τε ἐμὸν καὶ τὴν τῶν οἰκετῶν κακίαν. εἰ δὲ μὴ τῶν νέων, οὓς τῇ μουσικῇ τρέφεις, ἐκηδόμην, ἁρπασθεὶς ἂν ἦσθα παρʼ ἡμῖν. νῦν δὲ ἔδοξέ μοι τοῖς μὲν μὴ φθονῆσαι τοῦ χειμῶνος, τὸ δὲ τῷ θέρει τηρῆσαι. τὸν νεφρὸν δὲ ἡμῖν ἢν ἀπαλλάξῃς τοῦ πάθους, ζῆν ἡμᾶς πέπεικας· ὡς νῦν γε ἡμῖν ἐν συμφορᾷ τὸ μὴ τεθνάναι.
Ἱεροκλεῖ.
Ἕως ἡσυχάζειν ἔστι σοι, γῆς φρόντιζε καὶ οἰκοδόμου, ὅπως, ἐπειδὰν αὖθις εἰς τὸ δοκιμάζειν ἀφίκῃ, παρὰ τῶν ἀγρῶν εὐπορῇς. τὸν δὲ ἀνδρῶνα δεῖ μὲν κοσμῆσαι τῷ Λακωνικῷ λίθῳ, δεῖ δὲ ζητεῖν τὸν ἄλλοθεν κόσμον.
Μητερίῳ.
Οἶμαί σοι πρὸς τὸν υἱὸν εἶναί τινα ὀργήν. ἀλλʼ εἰ μὲν ὅτι αὐτὸν οὐκ εἶδες πολλοῦ χρόνου χαλεπαίνεις, χαίρειν ἡμῖν δίδως· εἰ δὲ μή σοι τοῦτο ἦν λυπηρόν, ἡμῖν ἂν ἦν λυπηρὸν τὸ σοὶ τοῦτʼ εἶναι κοῦφον. ἐν μὲν οὖν τῇ διὰ τὴν ἀπουσίαν ὀργῇ τὸν πατέρα δεικνύων εὐφραίνεις, ἄλλο δέ τι μεμφόμενος ἐξηπάτησαι. σημεῖον δέ σοι γενέσθω τῆς τοῦδε εὐταξίας ταυτὶ τὰ γράμματα· οὔτε γὰρ ἀμελεῖν ἐνῆν μοι τοῦ σοῦ παιδὸς οὔτε φροντίζοντι μὴ τὰ ὄντα μαθεῖν, ἐπαινέσαι δὲ ὃν οὐ χρηστὸν εὕρισκον οὐκ ἐμόν. εἰ μὲν οὖν ὅστις παρʼ ἡμῖν φίλους κέκτηται τοὺς δοκιμωτάτους, οὗτος ὀφείλει δίκην πατρί, δότω δίκην Μητέριος, κέκτηται γάρ· εἰ δὲ κἂν αὐτὸς εὔξαιο πᾶσαν αὐτῷ πόλιν μὴ χείρω τῆς ἐνεγκούσης εἶναι, μετάστησον εἰς τὸ συνήδεσθαι τὰς αἰτίας.
Ἀρισταινέτῳ.
Μὴ λαβεῖν μέν σε τὰ γράμματα ἃ Κλημάτιος ἐκόμιζεν οὐκ ἂν πεισθείην· τοῦ δὲ μηδὲν ἡμῖν ἀντεπιστεῖλαι τὴν αἰτίαν ζητῶν οὐχ ὁρῶ, πλὴν εἰ τὸ τῷ μνήματι προσκεῖσθαι πάντων σε τῶν ἄλλων ἀφίστησι. καίτοι καὶ κατʼ αὐτό γε τοῦτο χρῆν σε ἐπιστεῖλαι διδάσκοντά με τὴν τῆς γυναικὸς ἀρετὴν νομίζοντα μέρος εἶναι τῆς εἰς ἐκείνην τιμῆς τὸν λόγον. τῇ δὲ ἦν ἂν μείζων ὁ κόσμος οὗτος ὧν νῦν ποιεῖς. περὶ μὲν οὖν τούτου πράξεις ὅ τι ἄν σοι φαίνηται βέλτιον, ἡμεῖς δὲ ἃ πλασάμενοι νοσεῖν ἀνέστημεν ἐκεῖθεν, τῇδε νοσοῦμεν. ὥστε πρὸ τοῦ μὲν ἐδυσχεραίνομεν τόπον τινά, νῦν δὲ αὐτὸ τὸ ζῆν. πρὸς γὰρ τῷ περὶ τὴν κεφαλὴν κακῷ νεφρῖτις ἡμᾶς πολιορκεῖ νῦν μὲν σφοδρότερον ἐμβάλλουσα, νῦν δὲ ἡσυχαίτερον, πάντως δέ τι λυποῦσα. καὶ πάντα μὲν πανταχόθεν εἰς τὴν ἴασιν ἀγείρεται, κρατεῖ δὲ τὸ κακόν, καὶ ὁ νεφρὸς ἡμῖν ὅλμος, φασίν, ὑπὲρ κεφαλῆς. ἀλλʼ ὅμως πειρώμεθα μὴ σιγᾶν. μηνυτὴς δέ σοι καὶ τούτων κἀκείνων ἔσται Μητέριος, ὃς τῇ πατρίδι μὲν ἔχων ἀντιθεῖναι τὴν ἡμετέραν, τοῖς πολίταις δὲ τοὺς ἐνταῦθα φίλους ὑπὸ σοῦ πάλιν εἰς Βιθυνίαν ἕλκεται θαυμαστὸν αὑτοῦ πόθον ἐγκαταλιπὼν Σύροις. ἃ μήτʼ ἀγνοεῖν ἔα τὸν πρεσβύτην μήτʼ εἰδότα ὀργίλον εἶναι.
Ἀλκίμῳ.
Μόλις λαθὼν τὴν ἡμετέραν πόλιν Μητέριος διέδυ. πολλοὺς γὰρ ἔχων τοὺς ἐρῶντας ὑπὲρ τὸν Ἀριστόδημον ἐτηρεῖτο. ἦν δὲ καὶ αὐτὸς ἐγὼ τῶν βουλομένων αὐτὸν ἐνθάδε εἶναι, καὶ γὰρ ὑπὲρ ἡμῶν ἦν ἐνθάδε. σὲ δὲ πρὸς αὐτὸν εὔνουν πολλὰ ἂν ποιοῖ, τά τε τῆς πατρίδος δίκαια καὶ ἡ πρὸς τὸ γένος οἰκειότης καὶ τὸ τοὺς ἐν τούτῳ λόγους σὴν εἶναι δόσιν. πρόσθες, εἰ βούλει, καὶ τὴν εἰς ἡμᾶς τοῦ νεανίσκου σπουδήν. ἃ πάντα ἐνθυμηθεὶς πεῖθε τὸν πατέρα μὴ νομίζειν ἀδίκημα τοῦ παιδὸς τὸ παρʼ ἡμῖν εὐδοκιμηκέναι. πάνυ γὰρ ἂν ἀχθοίμην, εἰ τὰ ἄλλα ὢν Μητέριος ἄμεμπτος πονηρὸς εἶναι δόξει, διότι Σύρους θαυμάσας ταὐτὸν ἔσχε παρʼ ἐκείνων. οὗτος μὲν οὖν ἢν τύχῃ σοῦ συμμάχου, μέμψεται μᾶλλον ἢ ἐν αἰτίαις ἔσται· ἡμεῖς δέ σοι τὰ μὲν ἄλλα πράττομεν οὐ κακῶς, τὸ σῶμα δὲ οὐδὲ ἔστιν εἰπεῖν ὅπως ἡμῖν ἔχει κακῶς.
Λαμπετίῳ.
Ἔδει μέν σοι μηδεμίαν γενέσθαι περὶ τὸν οἶκον πληγήν· ἐπεὶ δὲ ταῦτα ἔδοξε τοῖς ἄγουσι τὰ ἀνθρώπεια, καλῶς ποιεῖς σωφρόνως τὸ κακὸν φέρων. Μητερίῳ δὲ τῷδε παρʼ ἡμῖν ὑπῆρξε μέν τι καὶ ἡσθῆναι, τὰ πλείω δὲ σπουδάσαι, τῶν μὲν μεθʼ ἡμῶν εὐωχουμένῳ, τῶν δὲ σὺν τοῖς τὰ πολιτικὰ πράττουσιν ἀπολαύοντι, οἳ δὴ καὶ τὴν ἐπάνοδον αὐτῷ πολλάκις ἀνέκοψαν. προσῆκεν οὖν αὐτὸν τῶν μὲν ἐπαινεῖσθαι, διὰ δὲ ταῦτα μὴ φθονεῖσθαι. πάντως καὶ παρʼ ὑμῖν οἱ πρεσβύτεροι τὰς τῶν ἵππων ἁμίλλας οὐκ ἀτιμάζουσιν· οὕτω γάρ μοι κάλλιον εἰπεῖν ἢ ὅσον ἔξεστιν. εἰ μὲν οὖν οὕτως ὁ πατὴρ ἔχει γνώμης ὡς μηδὲ ἓν ἐγκαλεῖν, ἐπαίνει τὴν κρίσιν· εἰ δὲ οἴεται δεῖν ἐπιτιμᾶν, μετάβαλλε τὴν γνώμην.
Θεμιστίῳ.
Ὁμολογῶ μὴ πυκνὰ γράφειν. ἡ δὲ αἰτία παρʼ ὑμῖν. ὥστε καὶ νῦν ὅτι γέγραφα θαυμάζω. τί οὖν ἀδικοῦντες ἠναγκάσατέ με σιγᾶν; ἣν ἂν ἐπιστολὴν λάβητε, τοῖς ἐνταῦθα εὐθὺς ἔγνωσται. καὶ προδιδόντες τὸν Φίλιον ἐν τῷ Καρὶ κινδυνεύειν οἴεσθε. εἶθʼ ὑμεῖς μὲν ἐπʼ ἀγορᾶς δείκνυτε τὰ γράμματα, πνεῦμα δὲ ἐκεῖθεν ἀρθὲν καὶ δεῦρο ἐμπεσὸν κύματα ἡμῖν ἐγείρει καὶ ποιεῖ ταῦτα ἃ Μακεδόνιος εἰδώς, εἴ τις ἔροιτο, διδάξει. τὴν μὲν οὖν πληγὴν ἐκείνην οὐκ ἂν ἰάσαιτό τις, δέομαι δὲ ὑμῶν μὴ προσθεῖναι δευτέραν. ὅταν δέ μοι παραινῇς μὴ τῷ πράττειν εὖ τῶν φίλων ἀμνημονεῖν, αὐτὸς ἐπιλελῆσθαι φαίνῃ τῶν φίλων. ἐμὲ γὰρ ὅτι τούτων δὴ τῶν τοῖς πολλοῖς δοκούντων ἀγαθῶν οὐδὲν οὐδεπώποτε ἐπῆρε, πάλαι μὲν ᾔδεις, νῦν δὲ οὐ βούλει καίτοι μοι πολλάκις ἐπιτιμῶν ὅτι τὰς τῶν ἀρχόντων δυνάμεις οὐκ ἠξίουν θεραπεύειν, ὃ τοσούτῳ νῦν πλέον φυλάττεται, ὅσῳ προστίθησιν εἰς τὸ θαρρεῖν ἡ πατρίς. καὶ μὴν εἰ καὶ σφόδρα οὕτως εἶχον ὡς τοῦτο εὐτυχίαν ἄγειν, ἑτέρων γε νῦν τὸ δύνασθαι τῶν καὶ ἡμᾶς ἀφῃρημένων τὸ δύνασθαι. ζήτει οὖν, ὅστις σοι πράξει τὰς διαλλαγάς· ὡς ἔγωγε δέδοικα μὴ τοῦ πράγματος ἁπτόμενος Ἀκεσίας γένωμαι.
Ἀνδρονίκῳ.
Οἷον ἔδρασας, Ἀνδρόνικε; σοὶ μὲν ἐγὼ γέγραφα, σὺ δὲ ἑτέροις ἔδειξας, οἱ δὲ εἰς τοὺς ἐνθάδε ἐξήνεγκαν, καὶ γέγονας ἡμῖν ἀρχὴ πολέμου. εἶτα τοιαῦτα ἁμαρτὼν ἀφεὶς παραιτεῖσθαι ἐγκαλεῖς. καὶ πονηρὸν ἴσως καλεῖς, ὅτι σοι τὴν διʼ Ἅρματος γράφω δέον θαυμάζειν ὅτι σοι γράφειν ἐτόλμησα. εἰ μὲν οὖν ἀλλὰ νῦν Ἀττικοὶ τὰ Ἐλευσίνια, πάλιν ἐπιστελοῦμεν· εἰ δὲ προθήσεις πρόσθε τῶν Ἐπωνύμων τῷ βουλομένῳ μαθεῖν, ὁμολογήσεις τῆς σιωπῆς ἡμῶν ἐρᾶν.
Σιλανῷ.
Εἰ μὲν συνέμιξας Κληματίῳ, εἰκὸς δή σε κληθέντα ἐπὶ τοὺς γάμους πάντα ἔχειν λόγον· εἰ δʼ οὔπω τοῦτο γέγονεν, ἐπειδὰν γένηται, πάντα ἀκούσῃ λόγον καὶ τάχα οὐκ ἐλάττω με φήσεις, ἀλλʼ ὑπὲρ τὸ μέτριον σπουδάσαι. ὅσοι δὲ ἡμῖν οἴονται δύναμιν μὲν εἶναι, τὸ δὲ βούλεσθαι μὴ παρεῖναι, πάσχουσι μὲν εἰκός τι νομίζοντες ἡμᾶς ἀπολαύειν ὧν εἰκὸς ἦν· εἰσίτω δὲ αὐτοὺς ἃ περὶ προσδοκιῶν Εὐριπίδης φιλοσοφεῖ, καὶ γνώσονται ὡς οὐ πάντως παρʼ ἡμῖν ἡ μέμψις. ὃ δὲ πολλάκις ἔφην, ἐγὼ μὲν ἐκείνου κύριος ἥκιστα, σὺ δὲ τῶν ἐμῶν μάλιστα. συνεύχου δή τι χρηστὸν ἡμῖν, ὡς ἐν οἷς ἡμᾶς εὑρήσεις, τούτων κοινωνήσεις.
Ὑγίνῳ.
Ἐμὲ δέ, εἴπερ ἔδει νοσῆσαι τοὺς νεφρούς, ἔδει παρʼ ὑμῖν τοῦτο παθεῖν, οὐχ ὅτι μοι τὸ πάλαι νοσεῖν ἔχει τινὰ ἡδονήν, ἀλλʼ ὅτι τῆς ἐν σοὶ τέχνης ἐγγύθεν βοηθούσης ἐλέλυτο ἂν ἡ νόσος. νῦν δὲ ἐν χεροῖν μὲν ἔχων τὸν ἄριστον ἰατρὸν οὐκ ἔχρῃζον ἰατροῦ, ἐν δὲ ἀπορίᾳ τῶν τοῦτο καλουμένων νοσῶ. σοὶ δὲ ἔνεστι καὶ ἀπόντι διʼ ἐπιστολῆς ἀμῦναι. μέγα οὖν ἕν τι δηλώσας ῥῦσαι τὸν ἑταῖρον τοῦ κακοῦ.
Ἀραξίῳ.
Ἐπανήκει τῇ καλῇ πόλει τὸ τῆς προσηγορίας ἔργον, καὶ ἔστιν ὄντως αὖθις εὐδαίμων τῆς βουλῆς μὲν τὰ γινόμενα τιμωμένης, τοῦ δήμου δὲ οὐκ ἐλαυνομένου, νόμων δὲ καὶ φρενῶν ἀγαθῶν καὶ ἡσυχίας καὶ ἡμερότητος, ἃ πάντα ἐν σοί, πάντα εἰς ἐξέτασιν ἀγόντων. ἐγὼ δέ, εἰ μὲν οὐκ εὖ ᾔδειν ὡς ἐκεῖθεν ἐπὶ τοῖς μείζοσι δεῦρο ἀφίξῃ, πάνυ ἂν ἡγησάμην ἐμαυτὸν ἐζημιωκέναι τῇ μεταστάσει· νῦν δʼ, ὁρῶ γὰρ τὴν τοῦ πράγματος ὁδὸν καὶ ποῖ προβήσῃ, μέμφομαι οὐδὲν ἐμαυτῷ· μεθέξεις γὰρ τῶν λαμπροτέρων. μέλλοντες δέ σου δεῖσθαι μή με ἀποστερῆσαι τῶν οἰκείων, ὧν ἐν ταῖς χερσὶν ἐνιαυτὸν ἤδη νοσῶ, γράμματα λαμβάνομεν παρὰ τῶν φίλων καὶ γνωρίμων δεδόχθαι τῷ βασιλεῖ τὸν μὲν ἀσθενοῦντα ἐᾶν, ἑτέρου δὲ τὸν πόνον εἶναι. καὶ οὕτω δὴ τοῦ μὲν ἐπῃνέσαμεν τὸ πρᾷον, σοὶ δʼ ὑπὲρ ἄλλων ἐπιστελοῦμεν ὡς τούτου γε καλῶς ἡμῖν κειμένου.
Δημητρίῳ.
Πρὸς ἕτερον Τάνταλον τὰ τοιαῦτα ἐπιστέλλεις, ἐπεὶ καὶ αὐτῷ μοι πόθος μὲν τῶν σῶν πηγῶν, πλησίον δὲ αἱ πηγαί, πιεῖν δὲ οὐ δίδως, καίτοι τῶν ἡμετέρων αὐτὸς ἀξιοῖς λαμβάνειν. καὶ διδοίης ἂν εἰκότως τῶν σαυτοῦ· φιλοῦντι γὰρ πέμψεις, ὃς ἐθέλεις λαμβάνειν. ὁ δʼ ἀνὴρ ἐκεῖνος, ὃν φῂς ἀναγνῶναι βιβλίον σου δεδωκότος, εἰ μετʼ εὐνοίας τοῦτο ἔδρα θαυμαστὸν οὐδέν· ἃ γὰρ ἔγνω πάλαι, ταῦτα ἐτήρει. πάλαι γὰρ ἡμᾶς ἀντὶ τοῦ βασανίζειν ἐπῄνει καίτοι δεινὸς μὲν ὢν εἰπεῖν, ἀμείνων δὲ δοκιμάζειν. ἀλλʼ ὅμως ἐπειδὰν ἅψηταί του τῶν ἐμῶν, εὐθὺς ὁ γενναῖος κριτὴς λευκὴ στάθμη γίνεται. τοῦτο δὲ ὁπόθεν αὐτῷ τὸ πάθος, ἐγώ σε διδάξω. Ἀρισταίνετος, ἀνὴρ Βιθυνός, Ἀθήνησιν αὐτῷ συμφοιτᾷ καὶ φιλίαν ἐκτησάσθην ταῖς ὑμετέραις ὑμνουμέναις ἴσην. καὶ δὴ καὶ ὅ τι ἂν τὸν ἕτερον ἀρέσῃ, τὴν ἀμφοῖν ἔχει ψῆφον. ἕπεται γὰρ τούτῳ μὲν ἐκεῖνος, ἐκείνῳ δὲ οὗτος. ἐπεὶ οὖν ἐπῆλθεν Ἀρισταινέτῳ νομίσαι με μὴ φαῦλον, οὐκέτʼ ἐνῆν Ἀκακίῳ μὴ νομίζειν με δεξιόν, ὥσθʼ ὅσα συνηγωνίζετο τῷ λόγῳ καὶ τόνῳ φωνῆς καὶ χειρὸς σχήματι καὶ τοῖς ἄλλοις, ἃ καὶ τὰ μὴ καλὰ πολλάκις ἐποίησε δόξαι καλά, τῶν πρὸς ἐκεῖνον ἦν συνθηκῶν. εἰ δὲ οὐκ ἐπῆν ἀνάγκη, πάντως ἂν εἶδες καταγελῶντα. ἀλλʼ οὗτος μέν, εἴτε δίκαιον εἴτε μή, μή με ἐπαινῶν παύσαιτο· σὺ δὲ τὸν μὲν ἀναιδῆ τοῦτον καθελὼν καὶ διδάξας ὡς ἄρα οὐ χρὴ πρὸς χαλινοὺς ἀντιτείνειν, εὖ ποιεῖς· τοὺς μέντοι Μεγαρεῖς εἰς ἴσον ἄγων τοῖς παρʼ ὑμῖν οὐ καλῶς ποιεῖς· οἱ μέν γε οὐκ ἐκάλουν ὡς αὑτοὺς τὸν φαρμακόν, τὰ δὲ τῶν παρʼ ὑμῖν οἶσθα.
Ἀραξίῳ.
Τὴν μὲν πρὸ ταύτης ἐπιστολὴν Βάσσου παῖδες ἐκόμιζον, οἷς λαμπρὸς ὁ πατήρ· Μάλχῳ δὲ τούτῳ τοιοῦτον μὲν οὐδέν, τὰ δὲ ὄντως ἀγαθὰ πάνυ πολλά, σωφροσύνη τε καὶ ἐπιείκεια καὶ λόγων ἐπιθυμία καὶ λόγων ἐργασία. οὗτος ἐνοχλήσας μὲν οὐκ ἂν εὖ παθεῖν ἀξιώσαι, παθὼν δὲ εὖ πρότερον ἂν τοῦ ὀνόματος ᾧ καλεῖται ἢ τῆς χάριτος ἐπιλάθοιτο. οὕτω δέ ἐστι βέλτιστος ὥστʼ, ἐπειδὴ δεομένῳ γράμματα λαβεῖν πρὸς τοὺς ἐκεῖ μοι γνωρίμους ἔφην, ὅτι καὶ πρὸς σὲ δώσω, κύψας εἰς γῆν ἠρυθρίασε σιγῇ δῆλον ποιῶν ὡς ἐπιθυμοῖ μὲν λαβεῖν, μεῖζον δὲ αὑτοῦ τὸ λαβεῖν ἄγοι. κατʼ αὐτὸ δὴ τοῦτο μᾶλλον ἐδόκει μοι δίκαιος εἶναι λαβεῖν, ὅτι τὸ κέρδος οὐκ ἠγνόει. τὸν μὲν οὖν τρόπον τοιοῦτος ἡμῖν ὁ Μάλχος· ὅτι δὲ καὶ εὐτυχής, δηλοῖ τὸ παρόν. τὴν γὰρ δὴ καλὴν πόλιν ἔτι καλλίω ὄψεται τῆς θείας ἀρχούσης κεφαλῆς, ἣ πάντα μὲν εἰσάγει τὰ χρηστά, πάντα δὲ ἐξελαύνει τὰ χείρω.
Θεμιστίῳ.
Διʼ ὃ μὲν ὀκνηρῶς πρὸς τὸ ἐπιστέλλειν ἔσχον, παρὰ τῶν γραμμάτων ἔμαθες, εἴπερ ἔλαβες, ἃ διὰ τῶν Βάσσου παίδων ἔπεμπον. Μάλχον δὲ τουτονὶ πρὸς ὑμᾶς ἀφικνούμενον μὴ διʼ ἐμοῦ σοι γενέσθαι φίλον τῶν ἀτόπων ἐφαίνετό μοι. ὅτι μὲν γὰρ καὶ χωρὶς ἐμῶν γραμμάτων οὗτός τε τῆς νεὼς ἐκβὰς σὲ πρὸ τῶν ἄλλων εὐθὺς ἔμελλε ζητήσειν σύ τε προσιόντα τοῦτον ὡς ἡμερώτατα δέξεσθαι, δῆλον, μακρῷ δὲ ἥδιον ἀμφοῖν ἐμὲ τὸν συνάγοντα εἶναι. Μάλχος μὲν οὖν πλήρης ὢν τῶν περὶ σοῦ λόγων ἔρχεται τοὺς μὲν παρʼ ἐμοῦ δεξάμενος, τοὺς δὲ παρʼ ἄλλων, οἳ παρʼ ἐμοῦ μαθόντες ἄλλους διδάσκουσι· περὶ δὲ τοῦδε γράφω τοσοῦτον, ὅτι χρηστὸς μὲν ὡς οὐκ ἄλλος, ῥητορικὸς δὲ οὐχ ἧττον ἢ χρηστός. ποίει δὲ τὴν πόλιν αὐτῷ τοιαύτην ὥστε αὐτὸν ἐπαινεῖν τῆς ὁδοῦ, μᾶλλον δέ, οὐδέν σε δεῖ τὰ ἄλλα πονεῖν, ἀλλʼ ἢν ἓν τοῦτο χαρίσῃ τὸ νομίσαι τὸν ἄνδρα οἷός ἐστι καὶ γράψασθαι ἐν ἐπιτηδείοις, τὰ μέγιστα ἀπολέλαυκε τῆς ὁδοῦ.
Ἀνδρονίκῳ.
Μάλχος ἡμᾶς ἐθαύμασε καὶ Μάλχον ἡμεῖς ἐφιλήσαμεν. ἐπεὶ οὖν τὸ πρότερον ἐκεῖνος ποιεῖ μετὰ σοῦ, ποίει σὺ μεθʼ ἡμῶν τὸ δεύτερον καὶ χρηστόν τε ἡγοῦ καὶ θάρρει τῷ τρόπῳ καὶ συλλαμβάνου πράξεων καὶ ὅ τι ἔχεις, ὠφέλει διά τε σαυτοῦ καὶ τῆς πόλεως ὅλης. ἀκούω γὰρ ὡς εὖ ποιῶν ἐν τῇ πόλει δύνασαι.
Ὑγίνῳ.
Τὰ κάλλιστα τῶν παρʼ ὑμῖν Μάλχῳ προξενεῖν ἐθέλων πῶς ἔμελλον σὲ παρήσειν, ὃς τὰ μὲν ἄλλα τοῖς φίλοις ᾗπερ οἱ ἄλλοι βοηθεῖς, πλέον δέ τι παρὰ τοὺς ἄλλους εἰσφέρεις ἀνέχων τῇ τέχνῃ τὰ σώματα; τὸν οὖν ἑταῖρον ἡμῖν τήρει τε ἐν ὑγείᾳ καὶ ὅπως ὧν ἐπιθυμεῖ τεύξεται συμπόνει. πάντως δὲ ὁ μὲν ὢν ἀγαθὸς καλῶν τε ἐπιθυμεῖ καὶ οὐ χαλεπῶν, σοὶ δὲ τοσαύτη δύναμις ὥστε κἂν ἐκείνοις ἀρκέσαι.
Σιλανῷ.
Ἀπαγγελεῖ σοι Μάλχος, ὅπως ἡμῖν ἔχει τό τε σῶμα καὶ τὰ πράγματα. σὺ δὲ πρὸς ταῦτα περὶ τῶν σαυτοῦ βουλεύσῃ. καίτοι γε ἃ πάλαι δοκεῖ, τί δεῖ περὶ τούτων ἔτι σκοπεῖν; ἀλλʼ ὅμως σοι δίδωμι βουλεύσασθαι πάλιν. οἶδα γὰρ ὅτι ταὐτὸ φανεῖται καὶ καλὸν καὶ συμφέρον ἐν Συρίᾳ Σιλανοῦ χρῆσθαι τῇ τέχνῃ.
Θεοδώρῳ.
Ὥρα σοι τὸν Νεῖλον μικρὸν καλεῖν ποταμόν, ὅπου γε καὶ σαυτὸν μικρὸν εἶναι φῂς ἐν λόγοις. ἡμεῖς δὲ τὰ μὲν ἄλλα σοι πιστεύσομεν, τουτὶ δὲ μόνον ἀπιστήσομεν. σοὶ μὲν γὰρ ἴσως καλὸν μὴ σαυτὸν ἐγκωμιάζειν, ἡμῖν δὲ μὴ πᾶν ὅσον ἐν σοὶ δοκεῖν εἰδέναι πῶς καλόν; ἢ γὰρ οὐ σὺ Θεόδωρος ἐκεῖνος ὁ πολλῶν μὲν πόνων πολλοὺς λόγους ἐωνημένος Ἀθήνησι, πρὸς δὲ τοὺς ἔξω λαμπρὸς ἀφʼ ὧν ἐκεῖθεν ἐκόμιζες, ἡμῖν δὲ ἀντὶ κέντρου ποιήσας ὃν ἀνέγνως ἀγῶνα; θαυμάζω δὲ ὅπως οὐκ εἶδες ὅτι λέγων μὲν μὴ μεγάλα εἰδέναι, τοιαῦτα δὲ ἐπιστέλλων ψευδόμενος ἁλώσῃ τοῖς γεγραμμένοις αὐτοῖς ἐλέγχων τὰ γεγραμμένα. οὑτωσὶ μὲν οὐδʼ εἰ πάνυ βούλοιο, δύναιο ἂν εἰπεῖν τι μὴ καλόν, τοὺς δὲ νέους ὑπὲρ ὧν ἡμᾶς παρακαλεῖς φιλοῦμεν, ὅτι καὶ αὐτοὶ παρακαλοῦσιν ἡμᾶς οἷς ἐπιθυμοῦσιν.
Ἀδαμαντίῳ.
Εἰ δὲ μὴ οὗτος ἥκων ἐκ Κύπρου κώλυμά σοι κατέστη, πάντως ἂν ἕτερος ἧκεν ἐξ Εὐβοίας ἢ Σκύρου. λέγω δὴ οὐχ ὡς ἐψεύσω τοῦτο δὴ τὸ νῦν, ἀλλʼ ὡς, εἰ καὶ μὴ τοῦτο ἦν, οὐκ ἂν ἠπόρεις ὅ τι ἂν ᾐτιῶ. καίτοι φιλεῖς μὲν ἐμὲ πλέον ἢ τὴν Ἰθάκην ὁ τοῦ Τηλεμάχου πατήρ. ἔστω γάρ, καὶ οὐ μαχοῦμαί σοι περὶ τοῦ φίλτρου, τὸ δὲ τῆς ἀργίας, ἣν ἐν σοὶ πολλὴν ἐνεῖδον, οὐκ ἐᾷ σε μὴ ὅτι πλεῖν ἐπὶ σχεδίας, ἀλλʼ οὐδὲ προελθεῖν τῶν πυλῶν. πολλοὶ δὲ ἱδρῶτες ἐκεῖνοι καὶ λόγοι καὶ γλῶττα μετέχουσα δρόμου, πάντα ταῦτα μέλλει σε ὀνήσειν· οὕτω γὰρ εἰπεῖν βέλτιον. εἶτα νομίζεις ὡς ἀρκεῖ σοι πρὸς τὸν βίον τὸ φιλεῖν με, ὅτι δὲ πολλῆς ἀτοπίας ἄλλον μὲν φιλεῖν, αὑτὸν δὲ μή, τοῦτο δὴ οὐχ ὁρᾷς. ἀλλʼ, ὦ λέγειν εἰδὼς μέν, οὐκ ἐθέλων δέ, βουλήθητι λέγειν. πάντως δὲ πολλὰ πολλαχοῦ δικαστήρια, τὰ μὲν μείζω, τὰ δὲ ἐλάττω. σὺ δʼ, εἰ τῶν μειζόνων ἔρως, ἥκειν ἐνθάδε καὶ σαυτὸν ποιεῖν μέγαν καὶ ἡμᾶς εὐφραίνειν. οὕτως δὲ καὶ τοὺς συγγενεῖς ἐγγύθεν παροξυνεῖς καὶ ἔργῳ καὶ λόγῳ.
Ὀλυμπίῳ.
Ὅτι σιγῶ, μέμφῃ καὶ ταῦτα τῶν ὀρνίθων εἰς ᾠδὴν ὑπὸ τοῦ ἦρος κεκινημένων. ἰδοὺ δή, φθέγγομαι καὶ αὐτός, ἐπειδή μοι τὰ γράμματα ἔαρ ὑπὸ σοῦ γεγένηται. δώσεις γάρ μοι τὸν μὲν περὶ τῆς μεταστάσεως φόβον χειμῶνα καλεῖν, τοῦ φόβου δὲ τὴν ἀπαλλαγὴν ἦρος χάριν. ἣν διὰ πολλῶν μὲν ἀκούω μοι πεπρᾶχθαι, καὶ πολλά γε ἀγαθὰ γένοιτο πᾶσιν ὁπόσοι τι συνεισήνεγκαν. εἰ δʼ οἱ τῶν ποταμῶν ἀπολαύοντες εἰς καλὸν ταῖς πηγαῖς ἂν εἰκότως εἰδεῖεν τὴν χάριν, καὶ τὰ τούτων ἁπάντων σὰ θετέον. ἀπὸ γὰρ τῆς σῆς, οἶμαι, γνώμης ἅπαντα ἐρρύη. ταυτὶ μὲν οὖν ἱκανῶς ἐκπεπλήρωταί σοι, τοῖς κακοῖς δὲ ἐκείνοις ἃ περὶ τὴν κεφαλὴν ᾔδεις ὄντα μοι προσετέθη κακὸν ἕτερον πικρόν τε καὶ συνεχές, ὃ παῦσαι τῆς σῆς ἂν εἴη χειρός, ὡς αἵ γε τῶν ἄλλων ἥττηνται. καὶ κεῖμαι νῦν ὑπὸ τῶν νεφρῶν εἰς ἐλπίδα μίαν τὴν σὴν ἄφιξιν ὁρῶν. μᾶλλον δέ, καὶ διʼ ἐπιστολῆς, ὦ δαιμόνιε, βοήθει καὶ ποίησον τὴν βοήθειαν βιβλίον, ὅπως ἐμοί τε ᾖ σωθῆναι καὶ τοῖς ἰατροῖς μαθεῖν, ὅτῳ τρόπῳ τὸ πάθος ἐξοριστέον.
Δατιανῷ.
Εἰ καὶ μηδὲν ἡμῖν τοῖς ἔργοις βεβοηθηκὼς γράμματα ἐπεπόμφεις, ἐν τοῖς τὰ μέγιστα κεχαρισμένοις ἐτέταξο ἄν· νῦν δὲ καὶ βοηθῶν ἔσωζες καὶ σώσας ἐπέστελλες, τῷ μὲν ὠφελῶν, τῷ δὲ κοσμῶν καὶ καλὰ καλοῖς προστιθείς. αὐλοί φασι μετὰ λύραν. οἱ μὲν οὖν ἄλλοι περιστάντες ἐθαύμαζον, ἐκρότουν, ἐμέμνηντο συνεχῶς τῆς θείας κεφαλῆς· ἐγὼ δὲ ἁβρυνόμενος οὐδὲ γὰρ βουλομένῳ ῥᾳθυμεῖν αὐτῷ περὶ τὴν ἐμὴν ἀσφάλειαν ἔστιν ἔφην. ἀπορούντων δέ, ὅ τι μοι νοοῖ τὸ ῥηθέν, κατέλεγον εὐεργεσίαν πρώτην, δευτέραν, τρίτην, τετάρτην, τὰς ἄλλας, ἃς ὁ λαβὼν μὲν οἶδεν, ὁ δοὺς δὲ ἐπιλέλησται. ἔπειτα ἠρώτων εἰ ἣν διὰ μακρῶν πελαγῶν ἔσωσεν ὁλκάδα ὁ Ποσειδῶν, ταύτην ἂν περιίδοι πρὸς τῷ λιμένι ῥηγνυμένην. ἀλλʼ οὔτε ἐκεῖνος ἔφην οὗτός τε ἐμὲ διὰ τέλους ἐξαιρήσεται κακῶν αὐτὸς τὰ αὑτοῦ ζηλῶν. ἐμοὶ μὲν οὖν ἐπʼ ἀμφότερα καθεύδειν δέδωκάς τε καὶ δίδως καὶ δώσεις· Ἀντίοχον δὲ τῶν ἐπαίνων, οὓς ἐπιστέλλων αὐτὸς ἐπῄνεις, εὐδαιμονίζω καὶ ὅτι σε δῆλος ἦν εἰδώς. οἶδε δέ σε καλῶς ὅστις ἂν ἡγῆταί σε τῶν ὄντων ἄριστον, ὃ δὴ καὶ Ἀντίοχος ἡγεῖται. τοῦτʼ οὖν εὐτύχημα τοῦ ταύτῃ δοξάζοντος τίθεμαι. καὶ γὰρ ὅστις ἃ χρὴ πέπεισται περὶ τῶν θεῶν, αὐτοῦ τὸ κέρδος. τά τε οὖν ἄλλα μέγας ἡμῖν ὁ βασιλεὺς καὶ τῇ τοῦ κοινωνοῦ τῶν φροντίδων ἀρετῇ.
Βαρβατίωνι.
Περὶ τὰς ἀρχὰς τοῦ χειμῶνος ἐπέστειλά σοι, Κλημάτιος δὲ ἦν ὁ λαβὼν κομίζειν, ἀνὴρ ἅπαν μὲν τὸ θέρος διατρίψας ἐνθάδε, πάντα δὲ τὸν χρόνον ἐν τοῖς ὑπὲρ σοῦ λόγοις διεξελθὼν καὶ οὐκ ἀγνοοῦντας μὲν ἐδίδασκεν, εἰ μὴ καὶ ὁ Κρὴς τὴν θάλατταν· ἦν δὲ αὐτοῦ χάριεν τὸ σὺν βοῇ καὶ παντὶ θυμῷ καὶ μετὰ πηδημάτων μεμνῆσθαι τῶν σῶν καλῶν. ἃ ἐγὼ καθορῶν ἡγησάμην πρέπον τὰ πρῶτα τῶν γραμμάτων διʼ ἀνδρὸς ἐλθεῖν σοι φιλοῦντος μὲν ἐμέ, σὲ δὲ τοῦτό τε αὐτὸ καὶ θαυμάζοντος. ἀλλʼ ἔοικας οὐ λαβεῖν τὴν ἐπιστολήν· οὐ γὰρ ἂν τῷ θείῳ γράφων ὑπὲρ ἡμῶν αὐτῷ μοι γραμμάτων οὐ μετέδωκας, ᾧ τὸ μένειν ἐνταῦθα δέδωκας. ἀλλʼ ἐκεῖνος μὲν ἢ δώσει ποτὲ τὴν πρόσρησιν ἢ μέμψιν οἴσεται, σοὶ δὲ ἀντὶ τῆς εἰς ἡμᾶς σπουδῆς τρόπαιά τε ἀπὸ βαρβάρων εἴη καὶ τὸ διὰ τέλους ἀρέσκειν τῷ βασιλεῖ, παρʼ ἡμῶν δὲ μισθὸς ἔπαινος, τὰ γὰρ ἡμέτερα ἐν λόγοις, καὶ προσέτι τοὺς υἱεῖς σοι πρὸ τῶν ἄλλων ἐν μουσείοις τετάχθαι.
Ἀνατολίῳ.
Τοὺς μὲν ἄλλους ἐπιστέλλων ἐπῄνουν τῆς εἰς ἐμὲ προθυμίας, σὺ δʼ ὅτι μὲν κἀκείνους ἐπήγειρας προσλαβὼν τὸν καλὸν Ὀλύμπιον, ἐπεπείσμην τε πρίν τινα ἀγγεῖλαι καὶ δὴ σαφῶς ἤγγειλεν Ἀντίοχος. οὐ μέντοι τῶν γε ἐπαίνων κοινωνήσεις. ἃ γάρ, ὅπως σαυτὸν εὐφράναις, ἐποίεις, τούτων ἕτερον οὐ δεῖ σοι χάριν εἰδέναι. σὺ γὰρ δὴ Φοίνιξ ὢν καὶ διατρίβων τὰ μὲν ἐκεῖ, τὰ δὲ παρʼ ἡμῖν, ὃν οὐχ ὁρῶν μὲν ἀλγεῖς, ὁρῶν δὲ ὑπερχαίρεις, ἔπραττες εἶναι οὗ θεάσῃ πολλάκις. ὥσπερ οὖν, εἰ χρυσὸν ζητῶν ἅπαντα ἐκίνεις λίθον, οὐκ ἂν ὡς τὸν χρυσὸν εὖ ποιῶν ἐπῃνοῦ, τοῦτο γὰρ ἦν ἐθέλειν αὐτὸν κερδαίνειν, οὕτω διʼ ὅσων μοι τὸ τῇδε μένειν ἐμηχανῶ, πάντα ἦν ἐρῶντος καὶ τὰ αὑτοῦ θεραπεύοντος. ταυτὶ μὲν οὖν μοι παίζειν ἔπεισιν, ὅπως εἴη σοι βοᾶν καὶ γελᾶν, οἷάπερ εἴωθας, ἴσθι δέ μοι τὸ σῶμα τῇ περὶ τοὺς νεφροὺς νόσῳ πρὸς τοῦτο ἀσθενείας ἥκειν ὥστʼ, εἰ καὶ μηδὲν ἡμῖν ἐκεῖθεν ἤνυστο, πάντως ἂν ἐκ τῆς συμφορᾶς γενέσθαι τὴν ἀπαλλαγήν. ἐνιαυτὸν γὰρ ἤδη καὶ μῆνας τρεῖς ὁ λαβύρινθος οὗτος ἡμᾶς ἔχει τοῦ κακοῦ, καὶ δέδοικα δή, δέδοικα μὴ μετὰ τοῦ σώματος μαρανθῶσιν οἱ λόγοι καί σοι φανῶ διʼ ἀμφοτέρων ἄμορφος. ἐκάλουν δʼ ἄν σε παρʼ ἡμᾶς καὶ τὴν ἀπουσίαν ἐμεμφόμην, εἰ μή σε ᾔδειν ἐν Ἰταλίᾳ καρπούμενον, ὃ μὴ παρʼ ἄλλοις ἔνι, τὸν κράτιστον Δατιανὸν καὶ τὴν ἐκείνου φωνὴν καὶ γνώμην, ᾧ συνόντα πᾶσα ἀνάγκη πρὸς τὸ φρονεῖν ἐπιδιδόναι, ἐπεὶ καὶ ἡμᾶς ἡ περὶ αὐτοῦ μνήμη βελτίους τε ποιεῖ καὶ πρὸς νοῦν ἄγει.
Ἰουλιανῷ.
Τῇ τε ἄλλῃ τὸν Ἀβλάβιον εἶδον ἡδέως καὶ ὅτι μοι παρὰ σοῦ γράμματα ἦγεν. ἡμεῖς δὲ πρότερον ἡμᾶς αὐτοὺς μισήσομεν ἢ σοί τι μεμψόμεθα· οὕτω μελέτην πεποίησαι τὸ τὰ ἡμέτερα μείζω ποιεῖν, ὃς ἤδη καὶ πόλεμον πολεμεῖς οὕτω μακρὸν ἀπὸ τοῦ μὴ φέρειν, ἢν ἐμοῦ τις ἐπὶ τὰ χείρω μνησθῇ. καίτοι σε δεῖ καὶ γελᾶν εἰδέναι καὶ συγγνώμην ἔχειν τοῖς ἵνα κολακεύωσιν ἕτερον βλασφημοῦσιν ἕτερον. ζῶσι γὰρ ἀπὸ τοῦ κολακεύειν καὶ τοῦτο αὐτοῖς βίος ὥσπερ τοῖς ναύταις τὸ ἐρέττειν. ὁ δὲ σοφὸς ἐκεῖνος, οὗ τὸν μὲν τρόπον ἡμῖν ἤγγειλεν Ἀβλάβιος, τοὔνομα δὲ εἰπεῖν οὐκ εἶχε, τὰ μὲν ἄλλα ἡμᾶς οὐκ ἐλύπει, τουτὶ δὲ μόνον, ὅτι μου μεμνημένος ἐσολοίκιζε καὶ μέσος ἐγινόμην οὐδὲν ἀδικῶν βαρβαρίας. πεῖσον οὖν αὐτὸν μαθόντα μὴ τὰ τοιαῦτα ἁμαρτάνειν, εἶτα οὕτω με λέγειν κακῶς. ἢ τότε γε ἴσως οὐκ ἐρεῖ κακῶς, νῦν δὲ στάδιον ἁνήρ. εἰ δὲ σὲ λοιδορῶν ἀνιᾷ καὶ λάβοις ἂν ἡδέως δίκην, ῥᾷστον λαβεῖν· κλεῖε τὰς θύρας, ἐπειδὰν ἐσθίῃς, αὐτῷ καὶ κέλευε δειπνεῖν αὐτὸν οἴκοι. καὶ μείζω μὴ ζήτει δίκην, ὡς νῦν γε ὑβρίζει τῷ κόρῳ καὶ πίνει τὸν σὸν οἶνον κατὰ σοῦ. τούτῳ τε οὖν τὴν ἀκόλαστον γλῶτταν ἀμύνου καὶ ὅ τι ποτὲ καλεῖται δήλωσον, ἵνʼ, ὅταν εἰς αὐτὸν ἐγκώμια γράφωμεν, μὴ ἀνώνυμος ἐπαινῆται.
Καλλιοπίῳ.
Τὴν ἐπιστολήν σου λήψεσθαι μὲν ἐλπίζω, λαβεῖν δὲ οὐ δεδύνημαι· μέχρι γὰρ Κιλίκων ἐλθοῦσα μέλλει πρὸς ἡμᾶς ἥξειν. ἐπειδὰν γνῶμεν, ὅ τι γέγραφας, ἀντεπιστελοῦμεν μακρότερα.
Ἀρισταινέτῳ.
Οὐδὲ πρότερον μὲν ἐν τοῖς πολίταις ἠπιστούμην περὶ σοῦ λέγων ἃ περὶ σοῦ λέγειν ἄξιον ἦν· οἱ δὲ συγγενόμενοι τῶν ἐμῶν πολιτῶν μάρτυρές μοι γενόμενοι πρὸς ἅπασαν τὴν πόλιν πλείω τὴν πίστιν ἐνέθηκαν, Ἀντίοχος ἐκεῖνος ὁ χρηστός, Ἀπελλίων ὁ βέλτιστος, πάντες ὅσοι διʼ ὑμῶν ἰόντες ἔλαβον παρὰ τῆς Τύχης τὸ γνῶναι τὴν σὴν ψυχήν. ὥστʼ ἐν τοῖς ἐπʼ ἀγορᾶς συλλόγοις τὸ πολὺ τῶν λόγων σὺ ποιεῖς καί τινες ἤδη τῶν οὐκ εἰωθότων κινεῖσθαι σπεύδουσιν ἰδεῖν τὸν ὑμέτερον τόπον, οὐχ ὅπως ἐκεῖνον ἴδοιεν, ἀλλʼ ὅπως ἐν ἐκείνῳ σὲ τὸν γόητα. τουτὶ γὰρ ἐκόμισεν Ἀντίοχος τοὔνομα μάλα δὴ κατασχεθεὶς ὑπὸ σοῦ. σὺ δʼ ὅτι μὲν ἀπηλλάγης ποτὲ τοῦ τάφου τῆς γυναικός, ἐπαινῶ· φασὶ δέ σε μηδὲν γεγονέναι φαιδρότερον ἢ ὅτε παρεκάθου τῷ τάφῳ, ἀλλὰ τὸν μὲν τόπον ἀφεῖναι, τῆς δὲ ἀθυμίας ἔχεσθαι καὶ τὸ πρόσωπον πάνυ δεικνύναι γέροντος. σοὶ μὲν οὖν ἐκ λύπης, ἐμοὶ δὲ τοῦτο παρὰ τοῦ νοσεῖν. νοσῶ δέ, ἐξ οὗπερ ἧκον, καὶ οὐδὲ παύσεταί γε τὸ κακόν, πρὶν ἂν παύσωμαι τῆς πατρίδος ἐρῶν. θαυμάζω δὲ ὅπως ἠχθέσθης τὰ γράμματα ἀπαιτούμενος εἰδὼς τὸν ἡμέτερον τρόπον, ὡς οὐκ οἶδεν ἀντὶ τῆς Πηνελόπης τὴν Ἑλένην ἐπαινεῖν. νῦν δέ, ἐπειδὴ διδάσκεις, μικρὰ μὲν καὶ νῦν γέγραφας ἐνὸν πλείω, τοῦ δὲ μηδενὸς τοῦτο πλέον. πειρασόμεθα δὲ μὴ γενέσθαι κακοὶ τοῦ θέρους ἡμᾶς ἀπὸ τῶν μειρακίων ἐλευθεροῦντος, ἐν ᾧ τι καὶ βέλτιον ἄν τις φθέγξαιτο.
Ἠλίᾳ.
Θαυμάζεις ὅτι σὺ μὲν ἡμῖν ἐπεκούρεις ἔργῳ καὶ ὅ τι εἶχες ἐβοήθεις, ἡμεῖς δὲ οὐδὲ ὅ τι ἡμῖν ἐκ τῆς βοηθείας ὑπῆρξεν ἐγράψαμεν. τοῦτο δὲ ἐποίουν βασανίζων ἐν χρόνῳ τὴν συμμαχίαν, ᾧ μόνῳ τὴν δύναμιν αὐτῆς ἦν ἰδεῖν. οὐ γὰρ ὀφθαλμῷ γε ἐκρίνετο ἄν, ἀλλὰ τῷ κωλῦσαι τὸ νόσημα μὴ ὡς πρότερον ἐπελθεῖν. ὅ τι δʼ οὖν ἤνεγκεν ὃ πέπομφας, ἄκουσον· ἐρῶ δὲ οὔτε μεῖζον οὐδὲν οὔτʼ ἔλαττον. τὰς μὲν προσβολὰς ὅλως οὐκ ἀνῄρηκεν, βραχυτέρας δὲ κατὰ τὸν χρόνον ἐποίησεν· ἀντὶ γὰρ ἡμερῶν ἑπτὰ καὶ ἔτι πλειόνων εἰς δύο συνέστειλε τὸ πάθος, ὅσα γε ἐκ τῶν πεπραγμένων. τὸ μέλλον δὲ ἀφείσθω τῷ θεῷ. τοῖς μὲν οὖν ἰατροῖς, —ἀεὶ δὲ οὗτοι διασύρουσιν ὅ τι ἂν αὐτῶν ἔξω τῆς τέχνης ὂν μεῖζον ἰσχύῃ τῆς τέχνης—, οὐκ ἐνθένδε φαίνεταί τι γεγονέναι χρηστόν, ἀλλʼ ἀπὸ τοῦ κεκολάσθαι τὰ περὶ τὴν τράπεζαν· ἐμοῦ δὲ τοῦτο οὐδεὶς ἐξαιρήσεται, ὡς οὐκ ἐκεῖθεν, ἀλλὰ παρὰ σοῦ γέγονα ῥᾴων. ὃ πεπεισμένον ἀνάγκη πλέον ἢ πρὸ τοῦ φιλεῖν, ἀμοιβῶν δὲ παραπλησίων μή σοι δεηθείη τὸ σῶμα.
Στρατηγίῳ.
Ἠλγήσαμέν τε ὡς οὔπω πρότερον καὶ ἥσθημεν ὡς οὐκ ἄλλοτε· τὸ μέν, ὅτι σοι ἔκαμνεν ἡ γυνή, γυνὴ τὰς ὑμνουμένας ἀρετῇ νικῶσα, τὴν δὲ εὐθυμίαν ἐποίει τὸ τὴν νόσον εἶξαι τοῖς ἰατροῖς. εὖ δὲ ἴσθι, καὶ μὴ παρόντων ἰατρῶν ἐσώζετʼ ἂν ὀφειλόντων σοι τῶν θεῶν χάριν ἀντὶ τῆς περὶ πάντα δικαιοσύνης. ἡ πόλις δὲ ἡμῖν ἐν χορείαις τὸ νῦν καὶ πρόφασις μὲν οἱ γάμοι, τὸ δὲ ἀληθές, ὑπὸ τοῦ πεπαῦσθαι τὸν φόβον εἰς τοῦτο κεκίνηνται. εἰ δέ, ὃ μάλιστα ποθοῦμεν, προσθείης καὶ φανείης ἄγων μετὰ τῆς μητρὸς τὰ παιδία, διπλῆν ἑορτὴν ἐργάσῃ. καὶ οὐκ ἀγνοῶ μὲν ὅτι με παρόντα χρῆν τῶν τε ἐλπίδων κεκοινωνηκέναι καὶ τῶν νῦν ἀπολαύειν καὶ ταῦτα ἀντὶ τοῦ γράφειν ἀπὸ στόματος λέγειν· ἀλλʼ, ὦ ἄριστε, τῆς μὲν παροιμίας ἀκούω στείχειν ἀξιούσης παρὰ τοὺς φίλους τοὺς τηλοῦ φίλους· τὸ κακὸν δὲ ᾧ μοι τὸ σῶμα πιέζεται, πείθεσθαι τῇ παροιμίᾳ κωλύει. μία γάρ μοι σωτηρία τὰ πολλὰ διάγειν ἐπὶ τῆς εὐνῆς, κίνδυνος δὲ ἤδη καὶ τὸ ἀγοράζειν, καὶ πολλάκις ἐκεῖ δεξάμενος προσβολὴν ἐλαυνόμενος ἀπῆλθον. ἀλλʼ οἷς ἔξεστιν ὁρᾷς ὡς θέουσιν ἄλλοι τε πολλοὶ καὶ Κλημάτιος, ᾧ πάντα γέγονάς τε καὶ ἔσῃ, ὃς τοσοῦτόν ἐστι παρʼ ἡμῖν, ὅσον ἐρέσθαι καὶ μαθεῖν, ὅπως ἔχοι σοι τὰ πράγματα. γνοὺς δὲ ὡς ἄμεινον οὐδʼ αὐτὸς ἡγεῖται τοῖς αὑτοῦ πράττειν ἔτι κακῶς. καίτοι τῶν χειμῶνι κεχρημένων ἁνήρ, ἀλλʼ ὅμως ἐκ τῶν σῶν εἰς τὰ αὑτοῦ κουφίζεται· οὕτως ἅπασι καταφυγὴ μία Στρατηγίῳ τῷ χρηστῷ σῶν εἶναι τὸν οἶκον.
Ἀτακτίῳ.
Οὐκ ἐπιλελησμένους τῆς ξενίας ἀναμιμνήσκεις, ἀλλὰ καὶ πρὸς ἄλλους εἰπόντας, ὅστις εἰς ἡμᾶς γένοιο. τῶν ξενίων δὲ ἐκείνων οὐ χείρω ταυτὶ τὰ γράμματα. καίτοι γε γραμμάτων ἑτέρων ἐπιθυμεῖν ἴσον εἰς τιμὴν τῷ γράφειν αὐτόν. ὥστε τοῖς μεγίστοις εὐφραίνεις τρισίν, οἷς τε κατελύομεν παρὰ σοὶ καὶ οἷς ἐπιστέλλεις καὶ ὅτι τὸ λαβεῖν παρʼ ἡμῶν ἐπιστολὴν ἐν μεγάλῳ ποιῇ. ἐγὼ δὲ οὐ κατὰ τοὺς κακοὺς ἐμέλλησα αὐλητάς, ἀλλʼ οἱ διδόντες, ὅπως λάβοιεν, οὐκ ἔπραττον. καὶ οἱ μὲν ἠδίκουν, ἐγὼ δὲ ἐν αἰτίαις, ὅς, εἰ καὶ λίαν ἀργῶς εἶχον, οὐκ ἂν εἴς γε ἐπιστολήν, πρᾶγμα οὕτω κοῦφον, τοῦτο ἔπαθον καὶ ταῦτα πρὸς φίλον. ἀλλʼ, οἶμαι, ἐκείνων τὸ ἔγκλημα. σοῦ δὲ ἡμεῖς τὸν οἶκον γραμμάτων, εἰ γραμμάτων ἐπιθυμεῖς, ἐμπλήσομεν.
Σελεύκῳ.
Ὁμολογῶν ἀδικεῖν τῷ μὴ γράψαι σαυτὸν ἀφῄρησαι τὸ κατηγορεῖν ἔχειν. ἐγὼ γὰρ ἤδη γίνομαι τῶν ἀμυνομένων, οὐ τῶν ἠδικηκότων, εἴ γε τὸ ἀμύνεσθαι νόμῳ δέδοται. πρὸς δὲ καὶ οὕτω σε κινήσειν ἔμελλον εἰς τὰ γράμματα σιγήσας. εἰ γὰρ ἔγραφον οὐκ ἐπιστέλλοντι, σὺ μὲν ἐτρύφας ἄν, ἐγὼ δὲ ὧν ἐπεθύμουν ἠπόρουν· νῦν δέ σε τῷ μὴ γράψαι κακῶν τῇ ἐμαυτοῦ σιγῇ τὴν σὴν ἔπαυσα. βεβαρβαρῶσθαι δὲ ὅταν λέγῃς, εἰρωνεύῃ σαφῶς καὶ καταψεύδῃ τῆς Ἀθηνᾶς, ἣν δή σοι παρεῖναι πείθομαι. ὥσπερ οὖν τῶν τεττίγων οὐκ ἂν ἠνεσχόμην λεγόντων ὅτι ἄρα γένοιντο βάρβαροι, οὓς αὐτὸ τοῦτό γε τέττιγας ἐποίησε τὸ θαυμάσαι μουσικήν, οὕτως οὐδὲ Σέλευκος πείσει με φάσκων αὑτῷ χείρω γεγονέναι τὴν φωνήν. σὺ γὰρ δὴ καὶ πονῶν εἰς λόγους καὶ μὴ πονῶν ἐπτέρωσαι τοῖς λόγοις δῶρον, οἶμαι, τοῦτο παρὰ τῆς φύσεως ἔχων ῥεῖν ἀεὶ καὶ μετὰ κάλλους γε τοῦτο ποιεῖν. μαρτύριον δὲ τὰ γράμματα αὐτὰ πάσῃ γεγραμμένα τέχνῃ.
Μητερίῳ.
Ἐγὼ τοῦ φιλεῖν μέν σε καὶ προσέτι γε θαυμάζειν οὔτε ἐπαυσάμην οὔτʼ ἂν παυσαίμην· ἐγένετο δέ τις ὄκνος μοι τάχʼ ἴσως οὐκ ἄλογος, διʼ ὃν ᾤμην γράφων ἐνοχλήσειν· ὅθεν οὐκ ἠξίουν γράφειν. Κληματίου δὲ ἐξελθόντος αὐτῷ τῷ φιλεῖν καὶ τὸ γράφειν προστίθημι μεμνημένος μὲν τῆς ὑμετέρας, μεμνημένος δὲ σοῦ καὶ τοῦ σοῦ τρόπου καὶ τῆς σῆς εἰς τὸ θεῖον σπουδῆς, ἀφʼ ἧς ἅπασιν ἡμῖν ὑπῆρχε θαρρεῖν. σὺ γὰρ καὶ νόσων καὶ ταραχῆς καὶ πραγμάτων καὶ λύπης καὶ κινδύνων ἱκανὸν φάρμακον, καὶ δρόμος ἐπὶ σὲ τῶν πιεζομένων καὶ ὁ χειμὼν ἔληγεν· ἐπεὶ καὶ νῦν ἐν τῷ νοσεῖν μένω παρὰ τὸ μὴ συνεῖναί σοι, συγγενέσθαι δὲ ὡς εὔχομαι, Κλημάτιος οἶδεν. ἄγε δὴ καὶ αὐτὸς ἐπίστελλε καὶ τὰς ὑποψίας ἀφεὶς ἔχου τῶν ἀρχαίων.
Βασιλείῳ.
Ὢ χρόνων ἐκείνων, ἐν οἷς πάντα ἦμεν ἀλλήλοις. νῦν δὲ διῳκίσμεθα πικρῶς, ὑμεῖς μὲν ἔχοντες ἀλλήλους, ἐγὼ δὲ ἀνθʼ ὑμῶν οἷοί περ ὑμεῖς οὐδένα. τὸν δὲ Ἄλκιμον ἀκούω τὰ νέων ἐν γήρᾳ τολμᾶν καὶ πρὸς τὴν Ῥώμην πέτεσθαι περιθέντα σοι τὸν τοῦ συνεῖναι τοῖς παιδαρίοις πόνον. σὺ δὲ τά τε ἄλλα πρᾷός τις καὶ τοῦτο οἴσεις οὐ χαλεπῶς, ἐπεὶ καὶ ἡμῖν τοῦ μὴ γράψαι πρότερον οὐκ ἔσχες χαλεπῶς.
Ὀλυμπίῳ.
Ἔοικα διακόνοις οὐ δικαίοις χρῆσθαι περὶ τὰ γράμματα, εἰ πολλὰ ἐπὶ πολλοῖς ἐπιστείλας ὡς οὐδʼ ὁτιοῦν ἐπιστείλας ἐγκέκλημαι. σὺ δʼ ἀλγῶν μὲν τῷ μὴ λαβεῖν ὀρθῶς δοκεῖς ἀλγεῖν, τὸ δʼ ἀφέντα ἐγκαλεῖν ἐμοὶ παρὰ τῷ θείῳ με διώκειν, τουτὶ δὴ πικρῶς ἀμυνομένου. οἶσθα γὰρ ὡς ἐμοί τε ἐκεῖνος αἰδέσιμος ἐμέ τε ἐκεῖνος οὐκ ἂν ἀδίκως ἐγκαλεῖσθαι ἐθέλοι. σὺ δʼ ἴσως ἐπενεγκών μοι τὴν Γοργόνα μικρὸν οἴει πεποιηκέναι. πρᾶττε οὖν, ὅπως καὶ τοῦτο εἴσεται, ὅτι σοι ἐπέστειλα, καὶ μὴ τὰ φαυλότερα μηνύων ἀργὸς γένῃ περὶ τὰ βελτίω. καὶ μὴν κἀκεῖνο ἴσθι, ὡς ἡ μὲν πυκνότης τῶν γραμμάτων πολλοῖς ἂν κωλυθείη, καὶ νόσῳ καὶ ἀσχολίᾳ καὶ τῷ τοὺς ὡς ὑμᾶς ἰόντας φάσκειν ἐθέλειν γράμματα φέρειν μᾶλλον ἢ θέλειν· τὸ δὲ μεμνῆσθαί σου καὶ θαυμάζειν ἐν ἡμῖν αὐτοῖς τοῦτο οὐκ ἔστιν ὅτε οὐ τετηρήκαμεν. ὃ δὴ καὶ περὶ τῶν φίλων ἐγὼ πέπεισμαι, ὅτι κἂν μὴ γράφωσι, τὸ φιλεῖν γε οὐκ ἀφῃρήκασιν.
Ἀραξίῳ.
Λουππίων εἰπὼν ὅτι μοι φέρει γράμματα παρὰ σοῦ δέδωκε μὲν οὔπω, δώσει δέ. νῦν μὲν οὖν ὡς ληψόμενοι χαίρομεν, τότε δὲ αὐτῇ τῇ λήψει. τὴν Τύχην δὲ οἷς περὶ σοῦ βεβούλευται θαυμάσας τὸν σὸν οὐχ ἧττον τρόπον ἢ ʼκείνην ἔχω θαυμάσαι. ἡ μὲν γὰρ ἀεὶ τὰ σὰ πρὸς τὰ βελτίω κινεῖ, σὺ δὲ τὰ πρὸς τοὺς φίλους ἐν βεβαίῳ τηρεῖς καὶ οὕς, ὅτε οὔπω τοσοῦτος ἦσθα, τούτους ηὐξημένος ἀγαπᾷς. οἱ πολλοὶ δὲ ἐν τῷ γενέσθαι μεγάλοι τοὺς πάλαι γνωρίμους ἀπορρίπτουσιν ὥσπερ τῶν ἱματίων τὰ σαπρά. Γυμνάσιος δὲ μεθʼ ἡμῶν σε ἐπαινέσας τῷ λόγῳ καὶ ἔργῳ τὸ θαυμάζειν δεικνύει. ἔχων γάρ, εἴπερ ἐβούλετο, παρʼ ἡμῖν τὴν αὑτοῦ καρποῦσθαι τέχνην, οὗ δὴ γλῶτται νιφάδεσσιν ἐοικυῖαι χειμερίῃσιν, ὑπὸ σοὶ μικρὰ κερδαίνειν ἢ τὸν Κινύραν ἑτέρωθι βούλοιτʼ ἂν παρελθεῖν. καὶ νῦν αὐτὸν ὑμῖν ἐπανάγει μὲν καὶ τὸ τὴν πόλιν ποθεῖν καλήν τε, νὴ τοὺς θεούς, καὶ μεγάλην καὶ καθαρὰν πραγμάτων καὶ δακρύων, ὃ παρʼ ἑτέροις πολύ. κέκληται δὲ ὑπὸ τῆς σῆς ἀρχῆς πλέον, ἐπεὶ τήν γε πόλιν αὐτὴν ἤδη τις ἀφεὶς ἐν ἄλλων ἀρχαῖς ᾤχετο ἀποδράς, ὥσπερ, οἶμαι, τὰς Ἀθήνας ἐπὶ τῶν τριάκοντα. σημεῖον δὲ μέγιστον ἀρχῆς ἐννόμου μὲν τὸ συρρεῖν ἐκεῖσε πολλούς, τῆς δὲ ἐναντίας αἱ φυγαί. μέγιστον οὖν ἐγκώμιον κατὰ σοῦ Γυμνάσιος ἐκ Συρίας παρὰ Ἀράξιον τρέχων. ἐγὼ δὲ ταὐτὰ μὲν ἐκείνῳ βούλομαι, δύναμαι δὲ οὐκ ἴσα. τὰς γὰρ ἀνάγκας οἶσθα τῶν ἐν τῷ διδάσκειν δεθέντων.
Ἀρισταινέτῳ.
Λεόντιος ἑσπέρας ἰδών μου τὸν ἀδελφὸν καὶ φήσας σε ἐπεσταλκέναι μοι διʼ αὐτοῦ τῆς ὑστεραίας θεατὴς ἦν ἁρμάτων ἁμιλλητηρίων, ἐμοῦ δὲ ἐπελέληστο. Γυμνασίου δὲ ἐπειγομένου καὶ μὴ λαβόντα ἐκεῖνα γράφειν ἔδει. τίς γὰρ ἂν ἦν ἐκείνῳ λόγος ἢ ἐμοὶ διʼ ἐκείνου; τούτῳ τοίνυν πρὸς τοῖς ἔμπροσθεν ἐκείνοις ἐγὼ μὲν οἶδα καὶ τῶν νῦν χάριν, αὐτὸς γὰρ ἦν ὅσπερ ἔμπροσθεν, δεῖ δὲ καὶ ὑμᾶς εἰδέναι δημοσίᾳ. τὴν γὰρ πόλιν ὑμῖν ἀπέφηνε θαυμαστὴν ἐκ τῶν αὑτοῦ τρόπων τῷ κοινῷ δόξαν περιθείς. ἔφυγέ τε γὰρ οὓς ἔδει φυγεῖν ἐχρήσατό τε οἷς μὴ χρώμενος ἂν ἠδίκει. δυνάμεως δὲ ἧς ἤλπιζέ τε καὶ δικαίων παρὰ τῆς Τύχης ἐγέλασεν, οὐκ ἐταράχθη. κομίζει δέ σοι καὶ οὗτος διήγησιν πραγμάτων, ὥσπερ ἐκεῖνος Κλημάτιος. ἐφʼ οἷς δέομαί σου μηδὲν ἀλγῆσαι, ἵνα μὴ πάνυ μοι φίλος ὢν ἀνόμοιος ᾖς τῷ φίλῳ· ὡς ἔμοιγε πάσης ἐφάνη γαλήνης πρᾳότερα τὰ παραστήσαντά μοι δόξαν ὅτι λυπήσει. τὰ μὲν οὖν τῶν πολιτῶν πλὴν τοῦ Κοκκυλίωνος ἡμέτερα, καὶ νέοι καὶ γέροντες καὶ τῶν γε ξένων ὅσοι γαστρὸς ἐγκρατεῖς· τῶν δὲ τὰς δίκας λέγειν μὲν οὐ δυναμένων, εἰς δὲ τοὺς λέγοντας εἰσβιαζομένων, οὓς τὸ τοὺς ἀμείνους λοιδορεῖν, ἄλλο δὲ οὐδὲν ἂν ποιήσαι γνωρίμους, οὗτοι μισθὸν τοῦ δειπνεῖν τοῖς ἑστιῶσι παρέχουσι τὴν ἐπὶ τοῖς φληνάφοις βοήν. ὁ δὲ σὸς ἐκεῖνος ἑταῖρος ὁ παλαιὸς τὰ μὲν ἄλλα ἴσως οὐ κακός, Ἰσοκράτους δὲ οὐκ ἀκούει· κολακεύεσθαι γὰρ ἐθέλει. τούτου δὲ ἡμεῖς οἶσθα ὡς ἀμαθεῖς. εἶτά φησι λόγους μὲν ἐπαινεῖν τοὺς ἡμετέρους, τρόποις δὲ ἐν οἷς θωπεῖαι καί τινα ὧν οὐκ ἂν ἐπαινέσαις ποιεῖ. χάριεν δὲ καὶ τούτου καὶ τῶν ἄλλων τὸ οἷς ποιοῦσιν αἰσχύνεσθαι· ποιοῦντες γὰρ ἐξαρνοῦνται. ταυτὶ μέν σοι παρʼ ἡμῶν· εἰ δʼ ἄχρι τῶν σμικροτάτων ἡδέως ἂν εἰδείης, τὸν οὐδὲν ἀγνοοῦντα Γυμνάσιον ἐγγὺς ἔχεις.
Κληματίῳ.
Ὑπέσχου μοι δηλώσειν οὗ τύχης σοι τὸν οἶκον εὑρήσεις ὄντα, γράφεις δὲ οὐδέν. καίτοι χρῆν, εἴτʼ ἐπὶ τῶν προτέρων ἕστηκεν εἴτʼ ἐπʼ ἀμείνω μεθέστηκε, μηδʼ ἡμᾶς ἀγνοεῖν. ἢ γὰρ συνήσθημεν ἢ συνηυξάμεθα ἄν. ἀλλʼ, οἶμαι, γράμματα πέμψαι μὲν εἶ ῥᾴθυμος, ἀπαιτῆσαι δὲ σφοδρός. καίτοι δῶρα δοῦναι μὲν ἕτοιμος εἶ, λαβεῖν δὲ ἀργότατος. ἀλλʼ ἐπίστειλόν τε καὶ τὸν Σπεκτάτον ἡγοῦ τάχιστα ὄψεσθαι. μεθʼ οὗ βάδιζε, πρὸς θεῶν, εἰς Ἰταλίαν, ὡς σοί τε βελτίω τὰ πράγματα γένοιτο καὶ ἡμῖν ἐκ τῶν αὐτῶν.
Ἀνδρονίκῳ.
Βουλῆς σοι δεῖ πρὸς τὴν ἐπιβουλὴν τὴν παρὰ τοῦ θείου, καλείσθω γὰρ κἀν ταῖς ἐπιστολαῖς θεῖος, ὅπως φαίνηται, τίς ὢν τίνα ἔργα ἐργάζεται. δεῖ δεῖσαι τῆς ἐκείνου δυνάμεως τὸν τρόπον, οὐ γὰρ αὐτῇ χρῆται δικαίως. ἀλλʼ ἐπὶ σοὶ καὶ ἐμοὶ φυγεῖν· εἰ μέν σοι γνώμη Ῥώμην ἰδεῖν, εἰς Ῥώμην, εἰ δὲ τὴν Ἑλλάδα ἥδιον, εἰς Ἑλλάδα. καὶ μὴ αἰσχύνου φεύγων, τὸ γὰρ αἰσχρὸν εἰς τὸν φοβήσαντα ἔρχεται. ἐγὼ δὲ οἴσω βαλλόμενος, κἂν ἔλθῃ ποτὲ καιρός, ὑπὲρ ἀμφοῖν λήψομαι δίκας, τὸν δὲ τρόπον ᾧ δίκας εἴωθα λαμβάνειν, οὐκ ἀγνοεῖς. καίτοι καὶ νῦν ὀρθῶς κρίνοντι δίδωσι δίκας. ἄνευ γὰρ τοῦ μίσους ὃ μισεῖται παρὰ τῶν ἀγαθῶν περὶ τὸν οὐκ ἔστιν ὅτε οὐ σολοικίσαντα ποιεῖται σπουδήν. εἴποι ἂν οὖν ὁ Δημοσθένης ὅτι ἃ καταράσαιτʼ ἄν τις αὐτῷ, ταῦτα ἐκ προαιρέσεως ποιεῖ. ἐχθρὸς μέν ἐστιν ἀδελφοῦ παιδὶ καὶ τῷ τούτου διδασκάλῳ, φίλος δὲ Παυσανίᾳ τῷ πόρνῳ, καὶ φρονεῖ μὲν μεῖζον Ἀλκιβιάδου, ποιεῖ δὲ τὰ Σίκωνος. ὅ τι δὲ οὗτος ἔδρα, τὸν Ἀριστοφάνην ἐροῦ. πρὸς ταῦτα ἐφʼ ὅ τι ὁρμήσεις, ἐπίστειλον, καὶ δὴ καὶ εἴ τις ἐλπὶς ὑποφαίνοιτο μηδὲν ἔσεσθαι μένοντι κακόν, μένε· τουτὶ γὰρ ἐκείνου κάλλιον.
Σιλανῷ.
Οἶμαι μέν σοι συμβούλους εἶναι πολὺ πάντων ἀνθρώπων ἀμείνους, οἷς πειθόμενος οὐδὲν οὐδέποτε σαυτὸν ἐμέμψω· εἰ δέ σοι δεῖ καὶ ἀνθρώπων φωνῆς, τὰ μὲν πολλὰ Γυμνασίου πεύσῃ λέγοντος, παρʼ ἡμῶν δὲ τοσοῦτον εἰρήσεται, ὅτι Γυμνασίῳ συνήσθημεν ἐπανιόντι.
Θεμιστίῳ.
Θαυμάζω τὸ μήτε διὰ Κλεάρχου σε γράψαι τι μήθʼ ἡνίκα παρʼ ὑμῶν Ἰφικλῆς ὡς ἡμᾶς ἤρχετο. εἰ μὲν οὖν ῥᾳθυμίᾳ τοῦτʼ ἐγένετο, καὶ γράμματα ἐλπίζειν ἀεὶ ἔστι, προθυμήσῃ γάρ ποτε· εἰ δʼ ἀπʼ ἄλλης αἰτίας ἐχούσης τι δυσχερές, δήλωσον, ὡς μή σε ἐνοχλοίην τῷ γράφειν. ὁ γὰρ οὐκ ἂν ἡδέως ἐπιστείλας οὐδʼ ἂν ἡδέως λάβοι.
Ἀνατολίῳ.
Παρεκαθήμην τῷ θείῳ καὶ διελεγόμην, καί τις ἐπιστὰς ἔδωκεν ἐπιστολὴν ἐκείνῳ, καὶ τὸ δοθὲν ἕλκει μου τὼ ὀφθαλμὼ πρὸς αὑτό, καὶ τὸ σὸν ὄνομα ἐφαίνετο. ἠρόμην οὖν αὐτόν· ποῦ δὲ τὰ πρὸς ἐμὲ γράμματα; νομίζων οὐκ ἄν σε ἑτέροις γράφοντα μνήμην ἡμῶν μὴ λαβεῖν. ὁ δὲ ποῖα ἔφη γράμματα; σοὶ γὰρ ἔρχεται διʼ ἡμῶν οὐδέν. ἐνεθυμούμην οὖν ὅτι πλάσμα ἦν ἅπαν ἐκεῖνο καὶ ὁ σὸς ἔρως λόγος ἦν, οὐκ ἔρως. εἰ γὰρ δὴ φῂς ὅτι αὐτὸν οὐκ ἐπιστείλας ἔπαυσα ἐγώ, τούτῳ δεικνύεις αὐτῷ τὸ μὴ πολὺν ἐν σοὶ γενέσθαι τὸν θεόν. εἰ γὰρ ἦν, ὃ πολλάκις ἔλεγες, πολύς τε καὶ ἰσχυρός, οὐκ ἄν ποτε ἐκινήθη φαύλῃ προφάσει. νῦν οὖν ἄνω ποταμῶν· σὺ μὲν ὑπερορᾷς, ἐγὼ δὲ ἐρῶ. καὶ μεταπεσόντος ὀστράκου φεύγεις, ἐγὼ δὲ ὁ διώκων εἰμί. παραμυθεῖται δέ με τὸ μετὰ πολλῶν μὲν ἐθνῶν, πολλῶν δὲ πόλεων, πλείστων δὲ ἀνθρώπων ὑβρίζεσθαι. εἰ γὰρ οἱ μὲν εὔχονταί σε λαβεῖν ἡνίοχον, σὺ δʼ ἐξὸν ἄρχειν οὐκ ἐθέλεις. ἀλλὰ μᾶλλον τρυφᾶν ἢ πονεῖν, καὶ καθεύδειν ἢ εὖ ποιεῖν, πῶς οὐ πάντα μικρά σοι νενόμισται; ἀλλὰ γὰρ οὐ καλῶς ἔοικα ῥητορεύειν, εἰ δυσχεραίνων σου τὴν ὑπεροψίαν ἀφʼ ὧν ἔσται μείζων λέγω· τοιοῦτον γὰρ τὸ φάσκειν εἰς σὲ κεχηνέναι τοσούτους. ἵνʼ οὖν μὴ τοῦτο ᾖ, μάνθανε ὡς οὐ πᾶσιν ἀρέσκεις. οἷς γὰρ αἱ τῶν ἄλλων συμφοραὶ πρόσοδοι, κἂν ἀποτεμόντες σε φάγοιεν ἂν ἡδέως, θαυμαστὸν δὲ ἴσως οὐδέν. καὶ γὰρ οἱ λύκοι μισοῦσι τοὺς κύνας.
Φλωρεντίῳ.
Ἐγώ σοι μικρὰ συγγενόμενος διὰ τὴν ἐν λόγοις ἀσχολίαν, ὅτι γε μὴ πάλαι σοι τῶν πάνυ συνήθων γέγονα, βεβλάφθαι φημὶ καὶ νῦν ἀπὸ γραμμάτων τὴν φιλίαν θηρεύω, οὐχ ὅπως σου καρπωσαίμην τὴν δύναμιν, ἐμπόρου γὰρ τοῦτό γε καὶ οὐ φιλίας ἐπιθυμοῦντος, ἀλλʼ ἵνα μή με καλὸς κἀγαθὸς ἀνὴρ διαφύγῃ κἀν τοῖς ἐπαίνοις τοῖς περὶ σοῦ καταδύωμαι μὴ ἔχων λέγειν ὅτι οὗτος ὁ τοιοῦτος ἐμοὶ φίλος. εὖ γὰρ ἴσθι, τοῖς μὲν πολλοῖς ἀπὸ τῶν ἄλλων εὐδαίμων εἶναι δοκεῖς, γένους δὴ λέγω καὶ πλούτου καὶ τάξεως, ἐφʼ ἧς σὺ βέβηκας· ἐγὼ δὲ οὐδὲ ταῦτα μὲν ἀτιμάζω, μακαρίζω δὲ τὸ καὶ ἐν τούτοις εἰδέναι σωφρονεῖν καὶ πολλῆς εὐφημίας τυγχάνειν. χαλεπὸν γὰρ οὗπερ σὺ τεταγμένον πάντας ἐπαινέτας λαβεῖν. ἀνάγκη γὰρ τὸν ἐν δυνάμει καὶ λυπεῖν τινας. ἀλλʼ ἐγὼ μέχρι τῆσδε τῆς ἡμέρας ἐπαίνων μὲν σῶν ἀκροατὴς γέγονα, τῶν δὲ ἑτέρων οὔτε ἐγενόμην μήτε γενοίμην. εὐχόμενος δέ σε μένειν ἀγαθὸν καὶ τῷ καλῷ Σπεκτάτῳ συνεύχομαι. πρὸς γὰρ ἀλλήλους ἡμεῖς ὅπερ Ἡρακλῆς καὶ Θησεὺς πρὸς ἀλλήλους, ὥσθʼ ὅτι ἂν θατέρῳ καλὸν ᾖ, τοῦτʼ ἀμφοῖν ἐστι. γενέσθω δή σου τῆς καλοκἀγαθίας τὸ καὶ τῶν γραμμάτων ἀντιδοῦναι γράμματα. εἰ δὲ τοῦτο ἐπίπονον, ἀλλὰ τό γε φιλεῖν ἐθέλειν πόνον οὐκ ἔχει, ὥστʼ ἂν φιλῶν μὴ γράφῃς, ἀρκέσει.
Ὀλυμπίῳ.
Ἔχω τὴν πατρίδα διὰ σέ, προσθήσω δʼ ἴσως ποτὲ τὸ ὅτι καὶ ὑγιαίνων ἔχω διὰ σέ, ὡς νῦν ἡμῖν ἐπεστράτευσε πάλιν ἐκεῖνο τὸ δεινὸν τὸ σεῖον τὴν κεφαλὴν καὶ φάρμακα πολλὰ μὲν ἀνήλωται πίνοντος ἐμοῦ, τῆς δὲ πόσεως τὸ ἔργον οὐ λαμπρόν, ἀλλὰ μέλλουσα μὲν εὔφρανεν ἐλπίδι, γενομένη δὲ ἤνεγκε μικρόν. ὥστʼ ἂν μὴ τάχιστα ἡμῖν ἀφικόμενος ἐκβάλῃς τὸ κακὸν τῇ τέχνῃ, τῆς γε πατρίδος ἡμᾶς ἐκβαλεῖ τὸ κακόν. οἶσθα γὰρ ὡς οἱ νοσοῦντες, ἐπειδὰν μηδεὶς ὠφελῇ, τοῦ τόπου κατηγοροῦντες ὑπὸ τῆς ἀπορίας ἀποπηδῶσιν ἐπʼ ἄλλο χωρίον. σὸν οὖν ἂν εἴη πρὸς τῷ τὴν οἰκείαν ἀποδοῦναι τὸ καὶ τὴν κεφαλὴν ἐρρῶσθαί μοι δοῦναι.
Ἀνατολίῳ.
Οὕτω με Σπεκτάτος ὁ γενναῖος ἀνηρτήσατο καὶ προσέχειν ἔπεισεν αὑτῷ καὶ πάντα ἄγειν αὑτόν, ὥσθʼ ὅστις ἰδεῖν με ἐθέλοι δύντος ἡλίου, παρὰ τοῦτον ἔτρεχε καὶ εἶχεν εὐθύς. καὶ γὰρ τὰ πάντων ἥδιστά μοι βιβλία πολλάκις τοῦδε ἐκρίθη δεύτερα καὶ εἱλκόμην εἰς τοῦτον ἀπʼ ἐκείνων τῶν παιδικῶν. αἴτιον δὲ οὐχ οὕτω τὸ τῆς συγγενείας, πολλοὶ γάρ μοι συγγενεῖς, ὧν οὐδείς με τοιαῦτα ἐργάζεται, ἀλλʼ ὁ τρόπος πάντων γέμων φαρμάκων ἐπισπᾶσθαι δεινῶν. ὃ δέ με μάλιστα ἐξέμηνεν, ἐκεῖνό ἐστι. θαυμάζει τῆς σῆς γνώμης τὸ μέγεθος κἂν μνησθῇ σου, πολλάκις δὲ τοῦτο δρᾷ, μόλις ἀφίσταται τοῦ περὶ σοῦ τι λέγειν. ἐγὼ δὲ βλέπων εἰς τοὺς παρόντας σεμνύνομαι καὶ χαίρω τῷ τοὺς ἀκροωμένους χαίρειν τε καὶ βοᾶν ὡς οὕτως ἔχοι τὰ σά. ὁ δὲ καὶ μάντις ἤδη γίνεται κατεχόμενος ὑπὸ σοῦ καὶ προλέγει ταῦτα, ὧν ἡμεῖς μὲν αὐτῷ μισθὸν ὀφείλομεν, οὗτος δὲ σοὶ δίκην. τὸ γὰρ ὡς ἄρξεις ἡμῖν μὲν εἰδόσιν ἃ ποιήσεις ἐν εὐχαῖς, σοὶ δέ, οὐ γὰρ οἶσθα κερδαίνειν ἄρχων, οὐκ ἐν ἡδονῇ. ἀλλʼ εἰ καὶ βαρύ σοι τὸ ἔργον, μὴ τῷ γε ῥήματι παροξύνου· οὐ γὰρ παρὰ τὸ ῥῆμα ἔσται τὸ ἔργον, ἀλλʼ ἡ τοῦ μάντεως φωνὴ φθάνει τὸ ἔργον.
Ἀρισταινέτῳ.
Οὔθʼ ὁ Λεόντιος ἔδωκε τὴν ἐπιστολήν, ἀλλʼ ἢ οὐ λαβὼν ἔφησε λαβεῖν ἢ λαβὼν ἀπολώλεκε, Θεμίστιός τε φήσας φέρειν τῆς ὑστεραίας οὐ φέρειν ἔφη· γράψαντα γάρ σε οὐκ ἐπιθεῖναι. ταῦτα δὴ τί βούλεται, δίδαξον, ὡς ἐγὼ τῶν αἰνιγμάτων οὐχ ὁρῶ λύσιν. Σπεκτάτος δὲ παρʼ ἡμῶν ἀνέστη μὲν βραδέως, εὖ δὲ τὰ τῇδε θεὶς ἀνέστη καὶ μιμησάμενος τοῦ Νικίου τοῦ ἡμετέρου προγόνου τὸν τρόπον. Βαβυλῶνα γὰρ ἔξεστιν ὁρᾶν, εἰ καὶ μὴ πολέμῳ ληφθεῖσαν, ἀλλʼ εἰρήνης γε ἀνεῳγμένην νόμῳ.
Κληματίῳ.
Ἔχεις ὑπὸ χεῖρα Σπεκτάτον, ὃν ηὔξω λαβεῖν. μὴ τοίνυν πρὸς τὴν ὄψιν μαλακισθῇς, ἀλλʼ ὅσα ἠπείλεις ἐπιτέλει βοῶν, ἕλκων, ἄγχων, καταφιλῶν μετὰ θυμοῦ· τοιάσδε γὰρ οἶσθα παρὰ τοῦδε δίκας λαμβάνειν. σεμνότερος δὲ ἥκει σοι τὸν πόλεμον καταλύσας καὶ καθίσας ἡμῖν ἐν τῷ θεάτρῳ τοὺς δεινοὺς ἐκείνους τοξότας, ὥστʼ εἰκὸς αὐτὸν ἔσεσθαι μείζω παρὰ τῷ βασιλεῖ δυνηθέντα τῇ γνώμῃ πλέον τῶν ὄντων. εἰ δὲ σὲ μὲν λέγων φιλεῖν οὐ ψεύδεται, παρʼ ἐκείνου δὲ οὐδενὸς ἀτυχήσει, κώλυμα οὐδὲν ὧν ἐπιθυμεῖς ἔσται σοι. εἰ δὲ δεῖ σε καιρῶν ἀπολαῦσαι, τὸν ὕπνον ἀποθέμενος ἀνίστω.
Ἀνδρονίκῳ.
Ἢ παίζειν ἔοικας ἐν τοῖς γράμμασιν ἢ τὸ πᾶν ἀγνοεῖν, πρῶτον μέν, εἰ νομίζεις τὸν σαυτοῦ θεῖον θείου τι πρὸς σὲ ποιήσειν· ἔπειτα, εἰ διʼ ἡμᾶς. ἐμοὶ γὰρ οὑτοσὶ χαλεπώτερος γέγονε τῶν παρʼ ἡμῖν χαλεπῶν καὶ κακῶς ὅσα δύναται ποιεῖ· δύναται δὲ πολλὰ καὶ πλουτεῖ· τὸ δʼ ὅθεν, ἴστε. ἔσχε δὲ πρὸς ἐμὲ δυσκόλως ἀπὸ τοῦ μὴ παρὰ σοῦ τυχεῖν ὧν ἐπέταττεν. ἐγὼ μὲν γὰρ οὐδʼ οὕτως ἐπαυόμην φιλῶν, ὁ δʼ ὅτι σε μὴ μεταβαλὼν ἐμίσουν, μισεῖν ᾠήθη με δεῖν. σὺ δʼ εὖ τι παθεῖν παρʼ ἐκείνου ζητῶν λύκου πτερὰ ζητεῖς· ἐπεὶ καὶ νῦν ὁ Θεμίστιος, ᾧ τί παραπλήσιον εἴποις ἄν; οὗ φθεγγομένου κἂν Σκύθαι γένοιντο ἥμεροι, τί μὲν οὐκ εἶπε, τί δὲ οὐκ ἔδρασε; ποίαν δὲ οὐκ ἦλθε πειθοῦς ὁδόν; τῷ δʼ ἄλληκτόν τε κακόν τε θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης. δοκεῖ γάρ μοι πρὸς τὸ θυγάτριον βλέπων καὶ τὰ Κινύρου μικρὰ νομίζειν, ὥστε πανταχόθεν ἁρπάζειν, κἂν αἰτήσας μὴ λάβῃ, ἐχθρὸς εὐθέως ὁ μὴ δοὺς καὶ κακῶς οὐκ ἀκήκοεν, ἀλλὰ πέπονθεν. ἢ οὖν ἀποστὰς ὧν αἰτεῖ λῦσον τὸν πόλεμον ἢ τῶν σαυτοῦ κρατῶν ἀνέχου τοῦ πολέμου.
Ἀραξίῳ.
Πάλαι σου τὴν περὶ τὸ ἄρχειν ἐπιστήμην εἰδώς, ὅτι καὶ τὴν παροῦσαν μετὰ παντὸς ἄρχεις τοῦ προσήκοντος, οἶδα. εἰ δὲ μὴ καὶ πάλαι σε ἐτύγχανον εἰδώς, εὗρον ἄν σου τὴν ἀρετὴν ἀπὸ τοῦ φίλου. ὅστις γὰρ ὁμιλῶν ἥδεται Θεμιστίῳ, οὐ πώποτʼ ἠρώτησα γινώσκων, ὅτι τοῦ ζῆν ὡς ἄριστα ποιεῖται λόγον. διὸ δὴ καὶ αὐτὸς ἐκεῖ τε συνέζων αὐτῷ καθάπερ συμπεφυκὼς καὶ τῇδε ταὐτὸν ἐποίησα. συνὼν οὐκ ἐπαυσάμην, ὅπως τε ἀκούοιμί τι χρηστὸν καὶ δοκοίην τοῖς πολίταις εἶναι μὴ κακὸς ἀπὸ τοῦ χαίρειν τῷ καλῷ. γράμματα δέ μοι σὰ κομίζων διπλῆν ἐποίει τὴν ἡδονήν, αὐτοῖς τε τοῖς δοθεῖσι καὶ ὅτι τοιοῦτος ἦν ὁ φέρων. καὶ δή με καὶ μετεωρίσας τοῖς περὶ σοῦ λόγοις ὥρμησε πρὸς τὴν ὁδόν. καὶ νῦν ἄν σοι διελεγόμην, εἰ μή με τὸ γῆρας τῆς μητρὸς ἔκαμψε πάνυ χρῇζον ἐπικουρίας. εἰ δὲ μὴ τοῦτο μένειν ἔπειθεν, οὐδὲν ἄν με τῶν ἄλλων μᾶλλον ἔπειθεν ἢ σοὶ βαδίζειν. ἴσως μὲν οὖν καὶ μένων ὄψομαί σε, τὴν γὰρ Τύχην ὁρῶ σε κομίζουσαν οἷ δεῖ σε ἐλθεῖν· ἴσως δὲ καὶ τῆσδέ σοι τῆς ἀρχῆς μηκυνομένης ἐμέ τις ὄψεται παρὰ σοί. τῆς δὲ ὕβρεως ἣν ὕβρισμαι, πρὸς θεῶν, ἀπαίτησον δίκας καὶ μὴ τὸ γνῶναι πολλοὺς τὴν συκοφαντίαν μᾶλλον ἡγήσῃ φοβερὸν ἢ τὸ μὴ λαβεῖν με δίκην τοιούτων ὑβρισμάτων. ὅπως δὲ ταῦτα ἔσται, καλῶς εἴσῃ τά τε ἄλλα ἐπιστάμενος καὶ δικῶν ὁδούς. οὐ γὰρ ἔγωγε οἴσω τὰ τῶν κακῶς πεπλουτηκότων ἀκούων ἐν πενίᾳ.
Ἱεροκλεῖ.
Εἰ δὲ τοῦτο ἐγεγόνει καὶ σὲ εἶχεν ὁ χορὸς ὃν νικῶν συνέστησε Θεμίστιος, ἀπῆν ἂν ἡμῖν εὐδαιμονίας οὐδέν. νῦν δὲ οὐ πάντα θεοὶ δόσαν, ἀλλὰ τὸν μὲν ἑωρῶμεν, τοῖς δὲ ὡμιλοῦμεν γράμμασι. μακαρίους δὲ καὶ σὺ τότε ἡμᾶς ὀρθῶς ἐκάλεις καὶ νῦν ἡμεῖς σέ· τότε μὲν γὰρ ὡς ἡμᾶς ᾔει τἀγαθόν, νῦν δὲ ἀναστρέφει παρὰ σέ. ἀπόλαυε δὴ καὶ πάρεχε τὰ ὦτα διηγήσει μακρᾷ καὶ χρῶ διδασκάλῳ νέων πραγμάτων, ὃν ἐδίδασκες τὰ ἀρχαῖα.
Ἀρισταινέτῳ.
Ἐξέμηνε τὴν πόλιν ἡμῖν εἰς σοφίας ἔρωτα Θεμίστιος σιγῶν μὲν οὐδαμοῦ, πανταχοῦ δὲ λέγων, καὶ λέγων οἷα τοῦτον ἦν εἰκὸς λέγειν, ὥστʼ εἰ μὴ τάχιστα ἀπῆρε, κἂν μετέστησε τὴν βουλὴν ἀπὸ τούτων ἐν οἷς νῦν ἐστιν ἐπὶ τὸν αὑτοῦ βίον. ἐμὲ δὲ ἀναμνήσας τῶν παλαιῶν ἐκείνων πραγμάτων εἰς δάκρυα κατέστησεν, ὃ ἐγὼ τὴν πατρίδα ποθῶν ἔτʼ ὢν παρʼ ὑμῖν οὐδεπώποτε οἶδα παθών. ἔχει δέ μοι καὶ τὸ σῶμα οὕτως ὥστε ἐλεοῦμαι μὲν ὑπὸ τῶν ἄλλων, ζημία δέ μοι τὸ μὴ τεθνάναι. καὶ πολλὰ μὲν ᾄδεται τῶν νοσημάτων αἴτια, δεῖ δὲ φέρειν ἀφέντα ζητεῖν, ὅθεν ἐστίν. οὐδὲ γὰρ ἐζητοῦμέν τι ῥᾷστον εὑρεῖν. σὺ δὲ οὐ γράψας προσέθηκας τοῖς κακοῖς. εἰ δὲ τοῦτο λέγοις, ὡς ἀντὶ γραμμάτων ἥκει Θεμίστιος, ἀκούσῃ· τί δʼ ἂν ἦν μᾶλλον πρέπον γράμμασι Θεμιστίου;
Εὐτοκίῳ.
Λητόιος ἡμῖν φίλος ἐστὶν ἀπὸ τοῦ χρηστὸς εἶναι καὶ κρείττων τοῦ σχήματος ἐν ᾧ ζῇ. ζῇ μὲν γὰρ ἐν στρατιώτου μοίρᾳ, τῇ γνώμῃ δὲ μετὰ τῶν περὶ τοὺς λόγους ἐστίν. οὗτος ἐντυχών μοι τό τε μέλλειν ὡς ὑμᾶς ἰέναι φράζει καὶ κελεύει πρὸς Εὐτόκιον ἐπιστεῖλαι. ἐγὼ δέ, ὅστις μὲν οὗτος Εὐτόκιος, οὐκ ἔμελλον ἐρήσεσθαι, πάντας γὰρ ἐμπέπληκας τοῦ περὶ σαυτοῦ λόγου, τὸ δὲ μήπω σοι συμμίξαντα γράφειν ὄκνον παρεῖχε καὶ ἐδεδοίκειν μὴ δόξω τούτων εἶναι τῶν ἐνοχλούντων. Λητοίου δὲ δεομένου μὴ ἄλλως ποιεῖν καὶ φήσαντος οὐ πρὶν ἀποστήσεσθαι καὶ ἅμα ὑποσχομένου σοὶ μὲν ἡδονήν, ἐμοὶ δὲ οἴσειν τὴν σὴν φιλίαν τὰ γράμματα τὸ μὲν ὑπήκουσα, τὸ δὲ εὔχομαι.
Σεβαστιανῷ.
Οὐ λέληθεν ἡμᾶς οὔθʼ ὅπως σὺ τὴν Αἴγυπτον ὠφελεῖς οὔθʼ ὅπως Αἰγύπτιοι σὲ φιλοῦσι. καὶ χωροίη γε ταῦτα ἄμφω διὰ τέλους. πρόσθες δὴ τοῖς εὖ πεπονθόσιν ὑπὸ σοῦ καὶ τουτονὶ Δουλκίτιον, ὃς ἄλλως οὐκ ἂν ἐλθὼν εἰς Αἴγυπτον, ἐπειδὴ σὺ τἀκεῖ φυλάττεις, ἥκει νομίζων ἴσως μέν τι καὶ ἄλλο κερδανεῖν, μέγιστον δὲ καὶ πρὸ τῶν ἄλλων εὐθὺς τὸ σὲ προσιδεῖν. ὡς οὖν ἡμῖν τε ἐπιτήδειον καὶ σὸν ἐραστὴν ποίει τῶν ἄλλων εὐδαιμονέστερον.
Καταφρονίῳ.
Δουλκίτιός ἐστι μὲν ἀπὸ τῆς ἰσχυούσης ὅσον οἶσθα συμμορίας, βούλοιτο δʼ ἂν ἐπιεικείᾳ μᾶλλον ἢ τῷ δύνασθαι δόξαι τῆς παρὰ σοῦ τιμῆς τυγχάνειν. γινέσθω δέ σοι σημεῖον τὸ τοῖς παρʼ ἡμῶν αὐτὸν μᾶλλον πιστεῦσαι γράμμασιν ἢ ὅσα τῆς ἀρχῆς ἔρχεται φέρων. τὸ δὲ αὐτὸ τούτῳ τε ἰσχυρὸν καὶ σοί τις ἔπαινος, εἰ φαίνοιο τοὺς σοφιστὰς μᾶλλον αἰδούμενος ἢ τοὺς ἄρχοντας φοβούμενος. ἐγὼ μὲν οὖν οἶδα τούτῳ χάριν, ὅτι μοι προσειπεῖν ἔδωκέ σε· σὺ δʼ εἰ τοῦ λαβεῖν ἔχεις, δεῖξον ἔργῳ. πάντως δὲ ἀρκέσει Δουλκιτίῳ γνῶναι τοὺς Αἰγυπτίους, ὡς ἄρα αὐτὸν ἐπίστασαι.
Ἀνατολίῳ.
Ἐγὼ σοὶ πολλάκις ἐπιστέλλων βουλοίμην ἂν σὲ μὴ γράφειν ἐμοί. τοῦτο γάρ μοι δώσει σοῦ κατηγορεῖν, ὃ περὶ παντὸς ἐμοί, τὸ σὲ διώκειν ἔχειν. οὐ μὴν ἔτʼ ἂν βουλοίμην σε μὴ ποιεῖν ἃ ἂν κελεύω σε ποιεῖν, ἀλλὰ καὶ πάνυ ποιεῖν. τί οὖν κελεύω; φησὶ Δημοσθένης. παρʼ οὗ τὰ γράμματα δέχῃ, τοῦτον ποιεῖν ὅ τι ἔχεις ἀγαθόν. καὶ γὰρ εἰς ἡμέτερον φίλον εὐεργέτης ἔσῃ καὶ κτήσῃ φίλον ἐπαινεῖν εἰδότα. τοῦτο δὲ σοὶ δήπου μέλει ἢ τὸ κερδαίνειν ἑτέροις.
Ὀλυμπίῳ.
Σὺ τοῖς Σύροις λιμήν, κἂν ἀμοιρῶσι παιδείας, καὶ τοῖς γε παιδείας μετειληφόσι πάλιν λιμήν, κἂν μὴ Σύρους εἶναι συμβαίνῃ. χαίρεις δέ που καὶ τοῖς ἡμετέροις φίλοις, κἂν ἑτέρωθεν ὦσι, κἂν μὴ λόγους εἰδῶσιν. εὑρίσκω δὴ πάντα παρὰ τῷ τὰ γράμματα φέροντι· καὶ γὰρ πολίτης ἡμῖν καὶ συνήθης Ἡλιόδωρος καὶ δεινὸς εἰπεῖν. χρῶ δὴ τῷ σαυτοῦ περὶ τὸν ἄνδρα τρόπῳ.
Ἀραξίῳ.
Ἔρχεται μὲν εἰς Ἰταλίαν Ἡλιόδωρος, τῆς αὑτοῦ δὲ ὁδοῦ τῶν ἐν τῇ γῇ τὸ κάλλιστον ὄψεται τὴν ὑμετέραν πόλιν. ζητῶν δὲ τῶν ἐν αὐτῇ τῇ πόλει τὸ κάλλιστον ἄγεται παρὰ σὲ διὰ τῆς ἐπιστολῆς, ὃς καὶ τῇ πόλει δίδως τῶν ἄλλων κρατεῖν. τὸν δὲ ἄνδρα, κἂν ἐπείγηται, δίδαξον, ὅστις εἶ, δίκαιον ὄντα μὴ τὸν σὸν ἀγνοεῖν τρόπον. πάντως δέ, ὅ τι ἂν φθέγξῃ πρὸς αὐτόν, θαυμάζοντα ἀποπέμψεις.
Σπεκτάτῳ.
Οὗ μάλιστα ἐπεθύμεις, ἐπεθύμεις δέ, οἶμαι, γραμμάτων ἐμῶν, τοῦτο ἥκει σοι. κομίζει δὲ Σευῆρος, ἀνὴρ ᾧ ποιεῖ σε προστάτην δικαιώματα δύο, τό τε πρὸς ἡμᾶς αὐτὸν ἔχειν οἰκείως καὶ τὸ πολίτην ἀμφοῖν εἶναι τὸν ἄνδρα. τοῦ μὲν οὖν μαθεῖν σε ταῦτα ἐμέλησεν ἐμοί, τῆς δὲ εἰς τὸ βοηθεῖν προθυμίας σοὶ δήπου μελήσει· ὡς ἑκάτερόν γε ἄτοπον, καὶ τὸ ὑπὲρ ὧν ἥκει μὴ πρᾶξαι καὶ τὸ σοῦ παρόντος μὴ διὰ σοῦ τινος ἀγαθοῦ τυχεῖν.
Ἀνατολίῳ.
Ἄλλοις μὲν ἄλλος φιλοτιμεῖται, Σευῆρος δὲ τῷ φίλος ἐμὸς εἶναι. καὶ δῆλον ὡς εὐθὺς ἥκων πρὸς ὑμᾶς τοῦτο κηρύξει. ἔδεισα δὴ μὴ τὸ μὲν ἀκούων, γράμματα δὲ ἐμὰ διὰ τοῦ ταῦτα λέγοντος οὐ λαβὼν ἢ ψεύστην ἐκεῖνον ἢ κακὸν ἐμὲ περὶ τὸν φίλον ἡγήσῃ. τί γὰρ ἂν αὐτὸν ἠδίκησα μεῖζον ἢ τῆς σῆς ῥοπῆς ἀποστερῶν; τὸ γὰρ μὴ δοῦναι παρὸν εἰς τὸ ἀποστερεῖν ἔγωγε ἂν θείην. ὧν μὲν οὖν δεῖται, τῶν πάνυ ῥᾴστων ἐστί· φοβοῦμαι δὲ μὴ τοῦτό σε κωλύσῃ συμμαχεῖν, ὡς πρέπον σοι τὴν ῥώμην ἐν μεγάλοις δεικνύειν. ἀλλʼ, ὦ δαιμόνιε, χάριν ἐμὴν ἅψαι καὶ τῶν μικρῶν.
Ἱέρακι.
Φιλῶ γὰρ ἐμαυτὸν καὶ διὰ τοῦτο σὲ φιλῶ καὶ φιλεῖν ὁμολογῶ, ὡς ὅστις σε εἰδὼς οὐ φιλεῖ, δοκεῖ μοι μισεῖν αὑτόν. Κυζικηνῶν δὲ τὴν ὁρμὴν ἐπαινέσας μέμφομαι τὴν μεταβολήν. τὸ μὲν γὰρ εἰς τὸν κύκνον ἰδεῖν καλόν, τὸ δὲ τῷ κολοιῷ δοῦναι χώραν οὐ καλόν, ἀλλʼ ἀτεχνῶς τὸ Ἀριστοφάνους· ὁ Θέογνις ἀντʼ Αἰσχύλου. γράμματα δὲ πρὸς ἡμᾶς οἷα φῂς οὐχ ἧκεν, εἰ δʼ ἔλθοι, τὸν φίλον ὄψει, τῇ γυναικὶ δέ, ἥν, ὅτι αὐτῆς ἐπιμελῇ, μακαρίζω. πέπρακται γὰρ ὧν ἔχρῃζε τοῦ παιδὸς εὑρόντος ἕτερον σύμμαχον.
Δημητρίῳ.
Πολλὰ ἀγαθὰ γένοιτο Βακχίῳ καλῷ τε ὄντι καὶ καλῶν ἐρῶντι. λέγω δὲ οὐκ ἐμαυτὸν σεμνύνων, ἐρᾷ μὲν γὰρ καὶ ἐμοῦ, καλοῦ δὲ οὐ πάνυ, σοῦ δὲ πάνυ τε ἐρᾷ καὶ πάνυ καλοῦ, ὃς τοιαύτην ἡμῖν φέρων ἐνέθηκας εἰς τὴν ἐπιστολὴν τὴν ἠχώ, ὥστε κατειχόμην μὲν ὑπʼ αὐτῆς καὶ πρὸς τὸ κάλλος ἐπήδων θαυμάζων τῶν ὀνομάτων τὴν ὥραν οὐχ ἧττον ἢ αὐτὴν ὁ Πὰν τὴν θεόν. συνέβη δέ τι δυσχερὲς ἐμοί τε καὶ Βακχίῳ. μεσούσης μὲν γὰρ τῆς ἡμέρας λέγων ἐπεπαύμην ἐγώ, ληγούσης δὲ οὗτος ἐπῆλθε καὶ βλέποντες εἰς ἀλλήλους ἠλγοῦμεν, ὁ μὲν ὡς ὑστερήσας τῶν λόγων, ὁ δʼ εἰπὼν οὐ τυχὼν τῆς τοῦ φίλου ῥοπῆς. ἀλλʼ ἐκεῖνό γε ἐτερπόμην ἀκούων, ὅτι τὴν ἀπάτην οἱ τοῦτο παθόντες παρʼ ὑμῖν ἀποτίθενται καὶ ἐπανίασιν ὅθεν οὐ καλῶς ἐξέβησαν. λόγους δὲ μὴ αἴτει μᾶλλον ἢ πέμπε μηδʼ οἴου λαμβάνειν σοι μᾶλλον ἢ διδόναι προσήκειν μηδὲ σφόδρα δίκαιος ὢν ἓν τοῦτο ἄδικον ποίει. πῶς γὰρ οὐ δεινὸν Ἀλέξανδρον σοὶ μὲν ἡμετέρους κομίζειν λόγους, ἡμῖν δὲ ἐπαίνους τῶν σῶν λόγων ἀντὶ τῶν λόγων αὐτῶν; ἀλλʼ, ὦ δαιμόνιε, δεῖξον ἡμῖν πρὸ τοῦ σώματος τὸν ῥήτορα· δηλοῦται μὲν γὰρ ἡ τέχνη καὶ διὰ τῶν γραμμάτων, τὸ δὲ μηδὲν τῶν σῶν ἀγνοεῖν ἄμεινόν τε καὶ χαριέστερον.
Εὐφημίῳ.
Ἐγὼ τὸν σὸν ἡγούμην συγγενῆ κακοῦ μὲν οὐδενός, ἀγαθῶν δὲ πολλῶν αἴτιον ἔσεσθαί μοι· ὁ δὲ ἀφʼ οὗ μάλιστα ἂν ἐβλάβην, τοῦτο διετέλεσε ποιῶν. οὔτε γὰρ μεθʼ ἡμῶν ὢν τὰ παρʼ ἡμῶν ἔπεμψέ σοι γράμματα πολλὰ λαβὼν ἅ τε ἐπέθηκα ἀπιόντι, ταῦτα οὐ φαίνῃ λαβών. εἰπάτω, τίνος τοσαύτην ἀπῄτησε δίκην· ὡς τό γε μὴ εἶναι τοῦτο δίκην οὐκ ἀρνήσεται. τὰ δʼ ἡμέτερα οὕτως ἔχει· πόνος πολύς, ὁ μὲν ἀπὸ τῶν νέων, ὁ δʼ ἀπὸ τοῦ πολλάκις εἰς ἀγῶνας ἐμβαίνειν. καὶ πρόσεστι τὸ νοσεῖν ἀεί. πάντα γὰρ δὴ τὸν χρόνον τοῦτον ἐνναίοντες ταῖς τῶν ἰατρῶν χερσὶν οὔπω τελέως ἔξω τοῦ νοσεῖν ἐσμεν. τῶν πολιτῶν δὲ ἡμῖν πλὴν ἑνὸς ἐχόντων οἰκείως τῶν ἐν ταῖς δίκαις οἱ μὲν ὄντες ὡς ἀληθῶς ῥήτορες μεθʼ ἡμῶν εἰσιν, οἱ δὲ βλάψαντες ἄν, εἰ μεθʼ ἡμῶν ἦσαν, ἑτέρων εὖ ποιοῦντές εἰσιν ἐσθίοντες κρέα πολλά, πίνοντες κρατῆρας τοῦ θαυμασίου σοφιστοῦ. παρʼ ᾧ δὲ δικαίως ἂν ἴσχυον, ὅσον οὐκ ἄλλος, ἀσθενέστερος ἁπάντων εἰμί. καὶ οἶδα μὲν ὡς δοκῶ δύνασθαι, δύναμαι δὲ οὐδὲ μικρόν. καὶ ταῦτά σοι, κἂν μὴ νῦν φαίνηται πιστά, φανεῖται μικρὸν ὕστερον.
Δημοφίλῳ.
Ἤιδειν ὅτι μου μέμνησαι καὶ πρὶν ἐπιστείλῃς, τὸν γὰρ ἀδελφὸν ᾔδεις καὶ διὰ τούτου τιμήσων· γράμματα δὲ προσθεὶς ἐχαρίσω καὶ ταύτῃ. ὁ δὲ ἥκων παρʼ ὑμῶν ἔγνω τε εὐθὺς ὡς εἴην συκίνη βοήθεια, καὶ πέρας αὐτῷ τῶν πραγμάτων διʼ ἑτέρου λαβόντων τοῦτο ἔφρασεν αὐτὸ καὶ δοὺς τὰς ἐπιστολὰς ἀντέλαβεν. ἐγὼ μὲν οὗπέρ εἰμι κύριος ποιῶ, γράφω, τὰ ἔργα δὲ ὑμῖν παρὰ τῶν ἰσχυόντων.
Ἀρισταινέτῳ.
Ὑπῆρξεν ἡδύ τι Ῥουφίνῳ παρʼ ἡμῖν, ἤκουσέ μου. καὶ δὴ καὶ αὐτὸς ἡδόμην Ῥουφῖνον ὁρῶν ἀκούοντά μου. ἔσῃ δὲ καὶ σὺ τῶν ἡδομένων ταῦτα ἀπαγγέλλοντος ἀκούων. ἔνι γὰρ αὐτῷ περί τε ἡμῶν εἰπεῖν τι καλὸν καὶ περὶ τῶν Βοιωτῶν, ὅτι εἶεν Βοιωτοί.
Φιρμίνῳ.
Τῷ μὲν ἐπιστέλλειν τιμᾷς, ὧν δὲ ἐδεήθημεν τυχεῖν, ταῦτα οὔτε ποιῶν οὔτε δηλῶν, διʼ ὅ τι μὴ ποιεῖν ἔδει, λυπεῖς. ἐγὼ δὲ αὖ Πυθῶδε· πάλιν γάρ σοι περὶ Βοηθοῦ διαλέξομαι. ὁ δὲ Βοηθὸς οὗτος πόλεως μὲν Ἐλούσης, Ζηνοβίου δὲ ἀνεψιός, ὃν τεθνεῶτα πλέον ἢ ζῶντα αἰδούμεθα. τοῦτον εὑρὼν τῆς εἰρήνης φύλακα τὸν μὲν ἔπαυσας, ἑτέρῳ δὲ τὸ πρᾶγμα ἐπέτρεψας. καὶ οὐ μέμφομαι, χάριν δὲ ἐπαγγέλλω τὸ τὸν Βοηθὸν πάλιν ἐν οἷς ἦν πρὸ τοῦ φανῆναι. εἰ δὲ ἐμοὶ μὲν τοῦτο ἐν σπουδῇ, σοὶ δὲ οὐκ ἔργον, αἰσχύνη δὲ ἄπεστι τῆς χάριτος, τί οὐ δίδως;
Δομνίνῳ.
Ἀρτέμων οὗτος πολίτης μέν ἐστιν ἐμός, μαθητὴς δὲ ἑτέρων. τοῦτο δὲ τὸ ἑτέρων οὐκ ἔστιν ὅτε οὐκ ἐμέμψατο. συνέβη δὲ αὐτῷ συνεῖναι μὲν ἄλλοις, ἡμῶν δὲ ἐρᾶν, τὰ μὲν καιροῦ, τὰ δὲ τύχης, τὰ δὲ τοῦ μέλλειν ἀπαίρειν οὐ δόντων ὧν ἐπεθύμει τυχεῖν. τάττεται οὖν ὑφʼ ἡμῶν ἐν τοῖς ἀκηκοόσιν ἡμῶν, ἐπειδὴ γνώμην ἔσχεν εἰς ἡμᾶς ἣν οἱ μεθʼ ἡμῶν. ὡς οὖν προσελθὼν εἶπεν, οἷ βαδιεῖται καὶ ἐφʼ ὅ τι, καὶ ἐπῄνεσα καὶ συνευξάμην καὶ ἐμήνυσα τὸν ὅρμον. ἐγὼ μὲν οὖν τὸν νεανίσκον ἠμειψάμην τῷ πέμψαι παρʼ ὃν ἐχρῆν, σὺ δʼ αὐτὸν παίδευε μὲν ἃ καὶ τοὺς ἄλλους, ὅρα δὲ ἥδιον ἢ τοὺς ἄλλους, ὅπως εἰδέναι πᾶσιν ᾖ, πόσον τι τοὐμὸν παρὰ σοί.
Ὀλυμπίῳ.
Εὐθὺς ἀκούσας σε τῆς Ῥώμης εἰλῆφθαι τούτου σε εὐδαιμόνιζον, γνοὺς δὲ ὅτι σοι καὶ δόξα βελτίων εἴη καὶ δύναμις αὐτόθι, μᾶλλον ἐκάλουν εὐδαίμονα. δέδοικα μέντοι μὴ τοῦτο τὴν ἡμετέραν ἀποστερήσῃ τῶν ἑαυτῆς τὸ τοῖς ἐγγόνοις εἶναι παρʼ ἄλλοις εὐδοκιμεῖν. ἐγὼ δέ σε πανταχοῦ μὲν ἐπαίνων βουλοίμην ἂν τυγχάνειν, οὐ μέντοι τούτῳ τὴν ἐνεγκοῦσαν ἀδικεῖν, ἣ δεῖται μέν σου διʼ ἡμῶν ἥκειν αὑτῇ χαίρουσα μὲν ἐφʼ οἷς ἐκτήσω λόγοις, ἐρῶσα δὲ τῆς ἀπολαύσεως ὧν ἐκτήσω λόγων. μέμφεται δὲ ἐμοὶ πρὸ σοῦ· σὲ γὰρ οἴονται τοῖς ἐμοῖς ἕπεσθαι νεύμασι καὶ τοῦ μήπω σε ἥκειν ἐμὲ τὸν οὐ λέγοντα αἰτιῶνται. Ῥώμη μὲν οὖν ἔστω τὸ κεφάλαιον τῶν ἐν τῇ γῇ, σὲ δὲ μὴ τοῦτο ποιείτω καὶ φίλων ἐπιλήσμονα καὶ γένους, ἀλλʼ ἐφʼ ὁμοίοις ἡμῖν ἐπάνιθι καὶ συνεπιμελοῦ ποιμνίων ἥδιον τὸ μετʼ ἐμοῦ τούτων ἄρχειν ἢ τὸ πόλεων ἡγούμενος. εἰ δʼ ἥττων ἀκοὴ τῆς σῆς φωνῆς, σύ τοι ποιήσεις αὐτὴν κρείττω τῇ σῇ φωνῇ. βιβλίοις δὲ οἷς τε ἔπεμψας ἥσθην οἷς τε συλλέγειν ἔφης. ἥξει δέ σοι καὶ παρʼ ἡμῶν τοῦ θέρους ἃ κελεύεις.
Ἀνατολίῳ.
Νῦν ἡμῖν τε ὑπὲρ τῶν μεγίστων ἡ σπουδὴ καὶ σὺ βουληθεὶς τὰ μέγιστα ἔσῃ δεδωκώς. τῷ δὲ αὐτῷ καὶ ἡμᾶς ὀνήσεις καὶ σαυτὸν κοσμήσεις· τὸ γὰρ ἀδικουμένοις βοηθεῖν τοὺς μὲν ἀπαλλάττει τῶν κακῶν, τῷ δὲ ἀπαλλάξαντι τὴν ἀμείνω δόξαν φέρει. σκόπει δὲ ὅσα σε παρακαλεῖ πρὸς τὸ συμμαχεῖν. ἕλκεται παρʼ ἀνδρῶν Ἀπολινάριος εἰς Ἰταλίαν πολλὰς πόλεις ἐδηδοκότων, ὅπως καὶ τοῦτον καταπίοιεν. τοῦτό σε πρῶτον κινείτω· χρηστὸς ἁνὴρ καὶ τῶν γένει σεμνυνομένων καὶ τῶν ἐν λόγοις ὄντων. τρία ταῦτά σε ἐπʼ ἐκείνῳ προτρεπέτω. φίλος ἡμῖν πάλαι μὲν ἀρξάμενος, ἀεὶ δὲ τῷ φιλεῖν προστεθεικώς. τοῦτʼ ἐκείνων παρὰ σοὶ κριτῇ μεῖζον. ἄκουε δὴ καὶ τὸ μέγιστον· Κυρίνου γὰρ ἀδελφός, ὃς ἐν ταῖς ἀρχαῖς τὰς σὰς ἐμιμήσατο χεῖρας εἴσω μὲν αὐτὰς ἔχων, προτείνας δὲ οὐδαμοῦ. οὗτος ὁ Κυρῖνος δύο μὲν ἐν τῇ ψυχῇ φυλάττει συνεχεῖς φροντίδας, ἐμέ τε καὶ τὸν υἱόν, μέλει γὰρ αὐτῷ τοῦ μέν, ὅπως λήψεται λόγους, ἐμοῦ δέ, ὅπως δόξω κρατεῖν ἐν λόγοις. ὁρῶν δὲ τὸν ἀδελφὸν ἐλαυνόμενον τὴν μόνην μὲν οὐκ ἠγνόησεν ἐλπίδα, τὴν σὴν ἀνδρίαν, γράμματα δὲ πέμψαι μὲν ἐκέλευσεν ἐμέ, πέμψαι δὲ ὤκνησεν αὐτὸς ἓν τοῦτο μόνον ἁμαρτάνων, ὅτι ῥήτωρ ἐστὶν ἄτολμος. σὺ δὲ καὶ τοῦτο αἰδεσθεὶς αὐτοῦ καὶ τἄλλα ἐνθυμηθεὶς ζήλωσον πρὸς τὸν ἀδελφὸν τούτου τὴν τούτου πρὸς ἐμὲ σπουδήν.
Καλλιοπίῳ.
Ἣν ἂν ἥσθην ἡδονήν, εἰ Σύρων ἦρχες, ταύτην ἥδομαι νῦν, ἐπειδὴ πόλεων ἄρχεις, ἃς ἐν ἴσῳ ποιοῦμαι τῇ πατρίδι. τὰ μὲν οὖν δίκαια καὶ μηδενός σε παρακαλοῦντος ὑπάρξει τοῖς γε ὑπὸ σοί, κωλύει δὲ οὐδὲν μηνύσαι τοῖς ἡμῖν ἐπιτηδείοις τὸ πᾶσιν εἶναι τῶν δικαίων τυγχάνειν. πρὸς γὰρ τῷ τῶν κοινῶν ἀπολαύειν ἀγαθῶν ἔχει τι μέρος εὐθυμίας τὸ μὴ ἠγνοῆσθαι. πατὴρ ἦν Στρατηγίῳ χρηστὸς εἶναι ἐθέλων καὶ φίλος ἡμῖν. οὗτος ἃ μέγιστα ἀνθρώποις ἐστὶν ἐνεχείρισέ μοι τοὺς υἱεῖς αὑτοῦ. τούτων ὁ μὲν ἔτι παρʼ ἡμῖν ἐπὶ λόγοις, ὁ δὲ μικρὰ μετασχὼν εἰς τὸ λειτουργεῖν εἰσῆλθεν ὡς ἐν ταῖς φροντίσι τοῦ πατρὸς ἐσόμενος λαμπρός. ἀλλὰ τὸν μὲν ἐκ μέσων τῶν πόνων ὁ δαίμων ἥρπασεν, ὁ δὲ ὢν ἔρημος εἰς τὴν σὴν καταφεύγει πρόνοιαν. οὐ γὰρ ἄδηλον ὡς οἷς τε δεῖ πολλῆς ἐπικουρίας εἴσῃ καὶ δώσεις ὁπόσης δεῖ.
Ἀρισταινέτῳ.
Γυμνασίῳ πάντʼ ἂν ὑπῆρξε ῥᾳδίως καὶ μένοντι παρʼ ἡμῖν, θαῦμα δὲ παρέσχε Στρατηγίῳ τὸ μήτε σὲ τοῖς καλοῦσιν ὑπακοῦσαι σέ τε μιμούμενον ἐκεῖνον οὐ πορευθῆναι. καὶ δὴ καὶ ἐμέμφετό σε τοῦ μὴ ἄρχειν ἐθέλειν ἄρχειν ὄντα ἐπιτήδειον, ἐγὼ δέ σε οὐκ ἔφην ἰδιωτεύειν ἄρχοντος ἐκείνου καὶ ἥσθη τῷ λόγῳ. περὶ δὲ τοῦ σώματος οὐ κακῶς ἐμαντεύσω· χωρεῖ γάρ πως ἐπὶ τὰ βελτίω θεοῦ διδόντος, προσκείσθω γάρ· τὴν βουλὴν δὲ λέγων κακῶς εἰς τοὺς φίλους ἡμῖν βλασφημεῖς· πλὴν γὰρ ἑνὸς οἴκου φρενῶν ἐρήμου τὸ πᾶν ἐμόν. σὺ δέ, οὐκ οἶδʼ ὅπως, ὑπερβὰς τὸ τἀμὰ παρὰ τῶν ἐμῶν μανθάνειν ἐπιστολῶν προσέχεις τὸν νοῦν ἀνθρώπῳ λέγοντι οὐχ ἅπερ ἤθελεν εἰρηκέναι. καὶ γὰρ ἃ διελέχθης περὶ τοῦ θυμοῦ, συνῆκα ὅθεν ἦν. ἐγὼ δὲ μηδέποτε ἐπὶ τοὺς ἐχθροὺς γενοίμην ἄθυμος, ἐπεὶ καὶ νῦν δίκας τὰς μὲν δεδώκασι, τὰς δὲ ἴσως δώσουσιν.
Σπεκτάτῳ.
Γεροντίου τὸν τρόπον ἐπαινέσας ἐποιησάμην φίλον καὶ δὴ καὶ ὅντινα ἂν δύνωμαι ποιῶ τῷ Γεροντίῳ. φίλον δὲ σὲ ἐγὼ μὲν μάλιστα ἂν δυναίμην ποιεῖν, οὗτος δʼ ἂν εὔξαιτο λαβεῖν. ἥκει μὲν οὖν παρʼ ὑμᾶς τῶν αὑτοῦ τι δεόμενος, γενέσθαι δὲ αὐτῷ προστάτην ἕτερον σοῦ παρόντος οὐκ εὐπρεπές. ὅπως οὖν καὶ δέξῃ καὶ μετʼ εὐνοίας ὄψει καὶ καταστήσεις εἰς σχῆμα τὸν ἄνδρα βέλτιον.
Ὀλυμπίῳ.
Καὶ πρότερον ἐπέστειλά σοι παρακαλῶν σε μὴ τὴν πατρίδα ἀτιμάσαι καὶ νῦν ταὐτὰ παρακαλῶ Ῥώμην μὲν θαυμάζειν, οἰκεῖν δὲ τὴν σαυτοῦ. τόπος δέ σοι καὶ χοροὶ νέων καὶ ψήφισμα τιμὰς ἔχον, πάντα εὐτρεπῆ. δεῖ δʼ ἐμοῦ τοῖς πράγμασι τῆς σῆς φωνῆς. εἰ γὰρ δεῖ τοὺς ἡμετέρους ἑταίρους ἐν δίκαις ἰσχύσαι, τοῦτο δὲ ἀμήχανον ὑπὸ τῆς ἑτέρας γλώττης, πῶς οὐ χρὴ παρόντα σὲ συνεφάπτεσθαι τοῦ ποιμνίου; ἀλλʼ, ὦ ʼγαθέ, γενοῦ ποτε καὶ διδάσκαλος, ἐπειδὴ μαθητὴς ἐγένου γενναῖος, καὶ αὐτός τε ἐλθεῖν καὶ μετὰ βιβλίων.
Ἀρσενίῳ.
Κἀκεῖνο ἂν εἶχε καλῶς, εἰ παρὼν ἐχρῶ τῷ νόμῳ, καὶ τὸ νῦν οὐ κακῶς, τὸ μηδὲ ἀπόντα τὸν νόμον ἐκλιπεῖν. ἥσθην δὲ τῷ τε μετʼ ἐπιστολῆς ἥκειν τὸ χρυσίον καὶ ὅτι τἀναντία τοῖς πολλοῖς τῶν νέων ποιεῖς. οἱ μὲν γὰρ φεύγουσι τοὺς ἐφεστηκότας, σὺ δὲ καλεῖς τὸν ἐπιστησόμενον δηλῶν ὡς καὶ νῦν ἐν τῷ πονεῖν διάγεις ἀντʼ ἐμοῦ τὸν πατέρα τιθέμενος· ᾧ γένοιο παραπλήσιος· ὡς τό γε νικῆσαι τῶν ἀμηχάνων.
Ἀντιόχῳ.
Οὕτως ἐγνώκειμεν ἐγώ τε καὶ ὁ σὸς ἀδελφὸς παραδοῦναι τὸν ἄνδρα τοῖς σοῖς ἄγειν πρὸς σέ· ἔπειθʼ οἱ μὲν ἐξῆλθον οὐ μάλα τοι δείξαντες ὡς ἐκείνου δέοιντο· τὸν δὲ ἔδει μένειν. νῦν οὖν, ἐπειδὴ μεταπέμπῃ, παρέσται σοι πρὸ τοῦ μὲν οὐκ ἀξιώσας ἐνοχλῆσαι, νῦν δὲ οὐ τολμήσας ἀντειπεῖν.
Εὐμαθίῳ.
Ἆρά μου φεύξῃ καὶ τὴν ἐπιστολὴν καὶ τοὔνομα τοῦ πέμψαντος εὑρὼν ἀπορρίψεις, ὡς ἡμᾶς γε τὴν πρώτην ἰδὼν ἡδέως ἔφυγες προϊών; τὴν δὲ αἰτίαν, ὑφʼ ἧς τοῦτο ἐποίησας, οὐκ ἂν εἴποιμι πρὸς ἄλλον, ἐπειδή σε φιλῶ, καίτοι τινὰ ἀκκισμὸν ἂν ἐμοὶ φέροι. κατηγορεῖς δέ, ὡς ἀκούω, τὸ συνόντα με τοῖς νέοις πρὸς τοὺς νέους ὡς μάλιστα τετάσθαι, τῶν δὲ ἄλλων ἀμελεῖν. ἐγὼ δέ σε ἠξίουν, εἰ μὴ τοῦτο οὕτως ἐπράττετο, πονηρὸν ἐμὲ καλεῖν. ὁ γάρ τοι παιδευτὴς ἐν τῷ θρόνῳ καθήμενος, εἰ περιστησάμενος τὸν χορὸν ἐπʼ ἄλλο τρέποιτο, δίκην ὀφείλων ἴστω. σὺ δὲ ὃν στρυφνὸν εὗρες ἐν τῷ διδασκαλείῳ, τοῦτον εὗρες ἂν ἑτέρωθι καὶ γελᾶν εἰδότα. ἀλλʼ, οἶμαι, καλῶν ἄγριον ἐμὲ καὶ χαλεπὸν αὐτὸς οὐχ ἡμέρου τοῦτο ἐποίησας τὸ κακίσαι τε ἐφʼ οἷς οὐκ ἄξιον καὶ πρὶν ἀσπάσασθαι ἀπελθεῖν. ἀλλὰ καὶ παῖδές εἰσί σοι καὶ τὸν πατέρα μιμούμενοι λόγων ἔχονται καὶ τάχα δὴ βαδιοῦνται παρʼ ἡμᾶς. ἐνθυμοῦ δή, πότερόν σοι λυσιτελεῖ τὸ τοιαῦτα ἐγκαλεῖσθαι τὸν ἐκείνων διδάσκαλον ἢ τὸ παίζειν ἀντὶ τοῦ φροντίζειν.
Ἀνδρονίκῳ.
Γαυδέντιος ἡμῖν κοινωνεῖ τῶν περὶ τοὺς νέους πόνων. Ἀράβιος δὲ οὑτοσὶ καὶ ἔστιν αὐτῷ γένος ἐκεῖ, πενόμενοι παρὰ τὴν ἀξίαν. γνοὺς οὖν ὡς εἴης μοι φίλος καὶ τῶν μὲν οἰκείων φροντίζων, ἐμοὶ δὲ ἐπιτάττειν ἔχων, κινεῖ σε διʼ ἐμοῦ βοηθεῖν Ἀντιόχῳ τε καὶ Ἀλεξάνδρῳ. τούτοιν δὲ ὁ μὲν αὐτῷ κηδεστής, ὁ δὲ ἀδελφιδοῦς, ὁ μὲν ἄπορος παντελῶς, ὁ δὲ ἐν ἀπορίᾳ νέος. ἃ μὲν οὖν ἀδικοῦνται, παρʼ αὐτῶν εἴσῃ· λύσας δὲ αὐτοῖς τὸ κακὸν τοὺς νόμους τε βεβαιώσεις, ὧν, οἶμαι, σοὶ μάλιστα μέλει, καὶ ἡμῖν ἐκ τῶν αὐτῶν χαριῇ.
Ἀντιόχῳ.
Τῷ μὲν Ὀλυμπίῳ Διὶ πάλαι τὸν ἀγῶνα τέθεικεν οὑμὸς ἀνεψιός, νῦν δὲ εἰς λειτουργίαν εἰσῆλθεν, ἧς οὐκ ὀλίγα μὲν ᾔδει, τὸ δὲ ἐν πλείστῃ σπουδῇ τὰ τῶν ἀνθρώπων ἀγωνίσματα πρὸς τὰ θηρία. δεῖ δὲ θηρίων ἡμῖν οὐ νυσταζόντων καὶ θαρρεῖν παρεχόντων τοῖς ἀπαντῶσιν, ἀλλʼ ἐφʼ ἃ δεήσει πολλῆς σοφίας τῷ γε οὐχ ἁλωσομένῳ. τοιαύτας δὲ ὑμῖν τὰ ὄρη τρέφει τὰς ἄρκτους δεινὰς ἐπινοῆσαι καὶ ἑλεῖν. τὸ δὲ τὰς δεινὰς ἑλεῖν διαφυγεῖν τὴν χάριν ἔχει τῷ θεάτρῳ. οὔσης δὲ ἡμῖν εὐθήρου τῆς χώρας εἰσί σοι θηραταὶ πολλοὶ καὶ ἐπιστήμονες, οἷς ἡγοῦμαι τέρπεσθαι καὶ τὴν Ἄρτεμιν. ποίησον δὴ ἡμῖν λαμπρὰν τὴν λειτουργίαν ἄρκτων χαλεπότητι καὶ τῷ αὐτῷ τοὺς μὲν παρʼ ὑμῖν γεωργοὺς ἀπάλλαττε φόβου, τοῖς δὲ παρʼ ἡμῖν κυνηγέταις ἔπαγε φόβον καὶ γίγνου πρόθυμος εἰς τοὺς οἰκείους. ἔπρεπε δὲ σοὶ μὲν παρʼ ἐμοῦ περὶ τούτων ἐλθεῖν ἐπιστολήν, πρὸς δὲ τὴν ἀδελφήν σου τὴν ἀγαθὴν παρὰ τῆς ἀρίστης Βασσιανῆς.
Σπεκτάτῳ.
Τρία δεῖ γενέσθαι διὰ σοῦ, τὸ μὲν εἰς συγγενῆ, τὸ δὲ εἰς ῥήτορα, τὸ δὲ εἰς σοφιστήν. τῷ μὲν γὰρ ἀνεψιῷ τὴν λειτουργίαν ἐφʼ ἣν κέκληται δεῖ βασιλέως βεβαιωθῆναι νεύματι, Σαβίνῳ δὲ δέλτον ἐλθεῖν σχῆμα λαμπρότερον φέρουσαν, ὅπως μὴ ὧν κρατεῖ τοῖς λόγοις, τούτῳ λείποιτο. ταύτῃ δὲ μὴ δοκῇ χρῆσθαι φίλοις ἀσθενεστέροις ἑτέρων. οὔτε γὰρ ἡμῖν ἀνεκτὸν οὔτε σοὶ καλὸν ἐκείνῳ τι παρέχειν ἐμοῦ τε καὶ σοῦ κατηγορεῖν. ὁ δὲ δὴ τρίτος λαβέτω τὸν σῖτον, ὅπως τὸ τούτου κέρδος τοὺς ἡμῖν ἐχθροὺς ἀποπνίγῃ.
Ἐλπιδίῳ.
Οὐκ ἔστιν ὅτε οὐ προσιόντες ἐδεήθημεν, ὅπως σοί τι γένοιτο τῶν περὶ τὸν χαλκὸν δικαίων, ὁ δὲ οὐκ ἀΐοντι ἐοικὼς ἐκάθητο. τοῦ δʼ οὕτως ἐσχηκέναι πρὸς ἡμᾶς, ἐπειδὰν ἥκῃς, ἀκούσῃ τὰς αἰτίας. νῦν δὲ τοῦ παιδὸς ἀφιγμένου πάλιν ἐποιησάμην πεῖραν· ὁ δὲ ἀμείνων ἦν ἢ πρόσθεν καὶ παρεῖχεν αὑτὸν εἰς τὸ μανθάνειν καὶ ἤκουε περὶ τῆς σῆς φύσεως καὶ πόσα ἔτη γεγονὼς ἔλθοις Ἀθήναζε καὶ δόξαν ἣν αὐτόθι κτήσαιο καὶ λόγους οὓς δείξαις. καὶ προϊὼν ἔλεγον τὰς πρὸς τὸν ἐπίτροπον δίκας, τὴν ἔφεσιν, τοὺς δευτέρους ἀγῶνας ὅσα τε ἐκακουργήθης ἁπτόμενος θρόνου καὶ τὴν τοῦ δόξαντος κρατεῖν ἐν τοῖς γάμοις τελευτὴν καὶ ὡς ταῦτά σοι προηγόρευε Κάλχας. ὁ δὲ ἐθαύμασέ τε καὶ καλεῖν ἐκέλευσε καὶ ἔπεμψεν ὅσα ἐξῆν, ὡς τά γε μείζω βασιλεὺς ἐκώλυσε γράφων. φάνηθι δὴ μετὰ λόγων πολλῶν. δῆλον δὲ ὡς, ὅσους ἂν κομίζῃ, οἴσεις καλούς, καὶ μετʼ ἐλπίδων ἀγαθῶν ἰών, τεκμαίρομαι γάρ, ὧν ἂν εὔξαιο μείζω λαβὼν ἄπει.
Ἑορτίῳ.
Ἂν γράψω τι χρηστὸν περὶ τοῦ Θεμιστίου, σὺ μὲν πολλοῖς τὰ γράμματα δείξεις, ἐκείνῳ δὲ οὐκ ὀλίγοι φήσουσι σὲ ἐξαπατᾶσθαι· ταυτὶ γὰρ εἶναι τῶν διδασκάλων ἐπαινεῖν τοὺς ὁμιλητάς, κἂν ὦσι φαῦλοι. ἐγὼ οὖν ἃ σύνοιδα τῷ νεανίσκῳ γράφειν ἀφεὶς αὐτόν σε ἥκειν ἀξιῶ τοὺς ἐν αὐτῷ λόγους ὀψόμενον.
Εὐιππίῳ.
Ἤκουον εἶναί σε καλὸν κἀγαθὸν καὶ ἐπεθύμουν ἰδεῖν. ἰδὼν εὗρον βελτίω τοῦ λόγου καὶ ταχέως ἐζήτουν τὸ κέρδος, ἐπειδήπερ ἀπῆλθες ὀξέως. ἐντυχὼν δή σου τῷ κηδεστῇ καὶ συγγενεῖ τούτῳ τῷ φέροντί σοι τὴν ἐπιστολὴν λόγον ἐποιησάμην πρὸς αὐτοὺς τὰ σὰ καὶ ἐπῄνεσα καὶ ἐπαινούντων ἤκουσα. τὸ δὲ μὴ παρεῖναί σε δεικνύντι μοι λόγους τοῖς μὲν εἶναι ἐδόκει σὸν βλάβος, ἐμοὶ δὲ ἐμόν. ἥσθην δὲ ὅτι παῖς ἐν μουσείοις ἐστί σοι λόγων ἀθλητὴς καὶ ποιῶν σε μετὰ τῆς ἀδελφῆς εὔπαιδα κεκλῆσθαι.
Ἀνατολίῳ.
Καὶ τὰ δοκηθέντα ἐτελέσθη· μεταθέντα γὰρ εἰπεῖν ἀληθὲς ὡς οὐκ ἔσθʼ ὅστις οὐκ ἤλπισε τὴν παροῦσαν ἀρχήν· οὕτως οὐκ ἀλλοτρίων ἅπτῃ τῶν νῦν, ἀλλʼ ἀκριβῶς ἐδέξω τὰ σαυτοῦ, καὶ μέγα πάντες ἐβόησαν ἄνθρωποι μακαρίζοντες μὲν ὧν ἐπιστατεῖς, ἐπαινοῦντες δὲ τὸν ἐπιστήσαντα, συγχαίροντες δὲ σοὶ τοῦ λαβεῖν ἀφορμὴν πρὸς ἐπίδειξιν τῆς ἀρετῆς. χάριεν δὲ ἐκεῖνο τῶν πολλῶν· ὄντος γὰρ ἔτι σοῦ τῆς ἀρχῆς ἐν προοιμίοις οὐχ ὡς ποιήσοντος πολλὰ ἀγαθὰ τὰς πόλεις, ἀλλʼ ὡς ἤδη πάντα πεποιηκότος χρῶνται τοῖς λόγοις καὶ περὶ τῶν ἐσομένων ὡς ἤδη τετελεσμένων διηγοῦνται· τοιαύτη δόξα τὴν οἰκουμένην ἐπέρχεται. τῶν δὲ ἡδομένων μάλιστα ὢν αὐτὸς οὐκ ἐγενόμην τῶν λαβόντων ἐπιστολήν, ἀλλʼ εἷς ἦν τῶν λεγόντων· ἥκει τῷ δεῖνι γράμματα καὶ τὸν δεῖνα ἐτίμησε γράμμασι. καὶ ἴσως εἰκότως τόδε ἐπράττετο· τῷ γὰρ ἀξιώματι προσήκει τὸ φρόνημα ἀντίπαλον εἶναι. τὸ δʼ ὂν πρότερόν τί σε τιμᾶν ἐν ταῖς ἐξουσίαις ταπεινόν, ὥστʼ ἐγὼ δέδοικα μὴ καὶ τὸ γράμματά σοι παρʼ ἡμῶν ἐλθεῖν εἰς ἔγκλημα ἀφίκηταί μοι. γνῶθι δʼ ὡς ἀληθῶς φοβοῦμαι. τὸν δὲ πάντα ἄριστον Σαραπόδωρον ἔχων ἐπαινεῖν πανταχόθεν σιωπῶ, μὴ τοῦτο τῷ πρώτῳ τῶν Αἰγυπτίων ἐλάττωμα γένηται.
Ἀρισταινέτῳ.
Εἶπόν ποτε πρὸς σὲ γράφων ὅτι πλὴν ἑνὸς ἡ βουλὴ μεθʼ ἡμῶν. τούτων δὴ τῶν μεθʼ ἡμῶν ἐν πρώτοις ἐστὶ Λητόιος οὐδενὸς οὔτε ῥήματος οὔτε ἔργου φειδόμενος, προσθείην δʼ ἂν ὡς οὐδὲ χρημάτων. τῶν γὰρ νέων οἷς ἐν πενίᾳ συμβαίνει λόγων ἐρᾶν οὐκ ἐᾷ τὸ πρόθυμον ὑπὸ τῆς πενίας βλαβῆναι. ποιεῖται δὲ καὶ τὴν πρεσβείαν αὐτὸς τὸν θεῖον τὸν ἐμὸν ἀφεὶς τῆς ὁδοῦ. καμόντος γὰρ ἐκείνῳ τοῦ σώματος, τοῦ δὲ ἄρχοντος ἐγκειμένου καὶ κελεύοντος ἢ βαδίζειν ἢ πείθειν ἕτερον αὐτοῦ μὴ χείρω τὸν μὲν ἐκεῖνος ἔδειξεν, ὁ δὲ ὑπέστη. καὶ νῦν γενοῦ περὶ τοῦτον οἷος ἂν ἦσθα πρὸς ἐκεῖνον.
Θεμιστίῳ.
Εἶτʼ οὐκ οἴει με τοῦ παντὸς ἂν πρίασθαι τὸ σοῦ καθημένου δεῖξαι τὸν λόγον; ἀλλʼ, οἶμαι, σέ τε κωλύειν οὐκ ἦν καλὸν ἐμοί τε λέγειν οὐκ ἦν πω δυνατόν. τοῦ δὲ ὅπως κείσεται παρὰ σοὶ καὶ ταῦτα καὶ τῶν ἄλλων οὐκ ὀλίγα φροντιῶ. τοῖς τε γὰρ ἡμαρτημένοις οὐκ ἂν ἄλλος ἄμεινον βοηθοῖ τά τε μὴ κακῶς εἰρημένα δεξιώτερον ἐπαινέτην οὐκ ἂν λάβοι. Λητόιον δὲ καὶ πρότερον ἔγνως, ἡνίκα παρʼ ὑμῖν μὲν ἦν ἐγώ, παρὰ δὲ τὸν βασιλέα διʼ ὑμῶν οὗτος ἐχώρει, καὶ δεῦρο ἥκων εὗρες ἐν δόξῃ. καὶ νῦν ἐντυχών, εἰ πάνυ ποιήσαιο φίλον, οὐ φήσεις βεβουλεῦσθαι κακῶς. πρὸς γὰρ τῷ φιλεῖν εἰδέναι καὶ μένειν οἶδεν ἐν τῷ φιλεῖν, ὃ δὴ καὶ σὺ μάλιστα ποιεῖς τε καὶ τιμᾷς. ἡμῖν δὲ ἀντὶ πολλῶν κατέστη λέγων, οὗ λέγειν ἔδει, πράττων, οὗ πράττειν ἔδει, διδούς, ἐν ᾧ χρῆν ἀναλώσαντα δεῖξαι τὴν εὔνοιαν. ἔστω δὴ παρὰ σοὶ τίμιος καὶ φύσεως εἵνεκα καὶ τῶν πρὸς ἡμᾶς.
Ἀνατολίῳ.
Ἧκεν ἡμῖν ἐξ Ἰταλίας γράμματα δηλοῦντα σοφιστοῦ τινος ὑποξύλου φληνάφους καὶ σὸν γέλωτα μὲν εἰς ἐκεῖνον, ἔπαινον δὲ εἰς ἐμέ. καὶ παρῄνει δὴ τὰ γράμματα γράφειν σοι καὶ νομίζειν ἀνδρῶν σε εἰς ἐμὲ βέλτιστον εἶναι. ἐγὼ δέ σε ἀνδρῶν μὲν ὅλως εἶναι βέλτιστον πάλαι δὴ ψῆφον ἐθέμην, θαυμάζω δέ σου τὸ ἐπειδὴ ἦρξας, τοῖς μὲν ἄλλοις, ᾗ πρόσθεν, ἐπιστεῖλαι, πρὸς δὲ ἐμὲ τοῦτο δὴ τὸ εἰωθὸς μὴ τηρῆσαι. ἀπορῶν δὴ τὸ πρῶτον νῦν ἀπορῶν ἐπαυσάμην· εὑρηκέναι γὰρ οἶμαι, πόθεν ἡ σιγή. ὁρᾷς τῶν σοφιστῶν τοὺς πολλούς, ὅταν τις τῶν αὐτοῖς ἐπιτηδείων εἰς ἀρχὴν εἰσέλθῃ τοιαύτην, οἵαν καὶ σὺ νῦν, τρέχοντας παρὰ τὸν ἄρχοντα μετὰ λόγου καὶ βαλαντίου καὶ τὸν μὲν δεικνύντας, τὸ δὲ διδόντας καὶ διʼ ἐκείνου πληροῦντας. ἔδεισας δὴ μὴ γένωμαι καὶ αὐτὸς τῶν ἐπὶ τοῦτο τρεχόντων, καὶ διὰ τοῦτο δὴ τοῦ γράφειν ἀπέστης ἀφαιρούμενός με τὸ θαρρεῖν. πρὸς δὲ καὶ ᾔδεις ὀφείλων μοι χιτωνίσκον, ὃν ὑπέσχου μὲν ἐν Θρᾴκῃ, δέδωκας δὲ οὐδαμοῦ. τοῦτο δεύτερον ἔδεισας μή σε ἥκων εἰσπράττοιμι. καὶ πρὸς τὸ μένειν με μίαν εὗρες ἀνάγκην τὴν σιωπήν. ἀλλʼ ἐγώ σου καὶ ταύτην ἐλέγξω τὴν τέχνην· ἥξω γάρ. ταυτὶ μὲν οὖν ἐν παιδιᾶς δέξῃ μέρει· πάνυ δὲ ἥσθην ἀκούσας ἃ προσεδόκων. ἤκουσα δὲ ἐν Στρατηγίου λέγοντος αὐτοῦ. ἑσπέρα μὲν ἦν, προσειστήκειμεν δὲ τῇ δεξαμενῇ. καὶ λόγος ἦν τις ὑπὲρ ἀρχόντων ἀρετῆς, ἐν ᾧ μὴ τὸ σὸν εἶναι ὄνομα οὐκ ἐνῆν. εἰπόντος δέ του τῶν παρόντων μηδὲν μὲν εἶναι τῶν σῶν μικρόν, ἓν δὲ καὶ δὴ πάνυ μέγα ποῖον ἔφην τοῦτο τὸ μέγα; Στρατήγιος οὖν εὐθὺς μέλλων ἔφη παρὰ τοῦ βασιλέως ἀπιέναι μετὰ πολλὰ καὶ καλὰ προσέθηκεν ὅτι, ὦ βασιλεῦ, τῶν ἀδικούντων οὐδένα οὐδὲν ἀξίωμα ῥύσεται, ἀλλὰ κἂν τῶν δικαζόντων τις, κἂν τῶν ἐπὶ ταῖς δυνάμεσι παραβαίνῃ τοὺς νόμους, οὐκ ἀνέξομαι ἀμελεῖσθαι. ταῦτα σὲ μὲν ἔλεγεν ἀπειλεῖν, τὸν δὲ ἐπαινεῖν τε καὶ ἐπιτρέπειν καὶ σοὶ τὸν λόγον εὐθὺς εἰς ἔργον ἐλθεῖν. τῶν γάρ τινα στρατηγῶν δειλὸν γενόμενον πρὸς τοὺς βαρβάρους δεδέσθαι. παρʼ ἐκείνου μὲν ἐγὼ ταῦτα ἤκουσα πέντε παρόντων, παρʼ ἐμοῦ δὲ οὐδεὶς ὅστις οὐκ ἀκήκοε, καὶ κρότος ἦν καὶ οὐδεὶς εἶχεν ἀπιστεῖν. τῆς γὰρ σῆς φύσεως ἐφαίνετο τὸ ἔργον. ἐγὼ δὲ οὕτως ἔχαιρον, οὐχ ὡς λέγων περὶ ὧν σὺ ποιεῖς, ἀλλʼ ὡς αὐτὸς ὢν ὁ ποιῶν, ἐπεὶ καὶ σὺ περὶ τοὺς ἐμοὺς λόγους ἴσον τι πέπονθας· σαυτοῦ τοὺς ἐμοὺς ἡγῇ. οὐκοῦν καὶ τοὺς ἐμοὺς φίλους σαυτοῦ νομίζειν εἰκός. εἰ δὴ τοῦτο οὕτως ἔχει, φίλος σοι Λητόιος οὗτος τῶν οἰκείων οὐδὲν λειπόμενος εἰς ἐμέ, τινὰς δὲ καὶ παρελθών, ἐπεὶ καὶ τὸ τὰ κοινὰ πράττειν ἀφεὶς ἡσυχίας ἐπιθυμίᾳ πάλιν αὐτῶν ἐμὴν χάριν ἀνθήψατο τοῦ τοῖς ἐμοῖς πράγμασιν ἀπὸ μείζονος τῆς δυνάμεως συμμαχεῖν. οὗτος, ἂν μὲν ἐμοί τι χρηστὸν ᾖ, καὶ φαιδρός, ἐν δὲ τοῖς ἑτέροις τῷ λυπεῖσθαί με νικᾷ. καὶ τὰ ὄντα κοινά μοι κέκτηται, κἂν μὴ παρʼ ἡμέραν τι πέμψας λάβω, δεινὰ πεπονθέναι φησί. νέων δὲ ὅσοι πένητες, διὰ τοῦτον οὐ πένητες· τὰς γὰρ ἐνδείας τῶν περὶ τοὺς λόγους ὅπως τε μὴ ἀγνοήσει ποιεῖ καὶ ὅπως λύσει φροντίζει. πρεσβεύειν δὲ οὐκ ἐγνωκώς, ἤδη γὰρ ἐντετυχήκει τῷ βασιλεῖ μέλλων θήσειν τὰ Ὀλύμπια, τὸν θεῖον τὸν ἐμὸν ἀπαλλάττων τοῦ πόνου τὸν πόνον ὑπέστη. οἷς ἂν οὖν ἐχρήσω πράγμασιν ὑπὲρ ἐκείνου ποιῶν αὐτῷ συμμάχους τοὺς ἐν τέλει, ταῦτα τούτῳ δὸς ἄγειν· ὡς, ἂν οὗτος ἐκεῖ πράξῃ κατὰ νοῦν, ἡμῖν ἐνθάδε μέγα φρονεῖν ὑπάρξει.
Ἀνδρονίκῳ.
Εἰ λέγοιμί σοι, τίς τὸ γένος ὁ Λητόιος καὶ τίς τοὺς τρόπους καὶ τίς πρὸς ἐμέ, διδάξω σέ ποτε καὶ περὶ σαυτοῦ· τοῦτον γὰρ οὐ χεῖρον ἢ σαυτὸν οἶσθα σύ. διὸ δὴ λέγε μὲν αὐτὸς ὑπὲρ αὐτοῦ πρὸς ἄλλους, πυνθάνου δὲ αὐτοῦ περί τε ἐμοῦ καὶ τοῦ θείου· πάνυ γὰρ οἶδε τά τε ἐμὰ πράγματα καὶ τὴν εὐπραξίαν ἐκείνου.
Ὀλυμπίῳ καὶ Ἰοβίνῳ.
Σὺ μέν, Ὀλύμπιε, τὸν ἀγῶνα λαῷ, τὸν μισθὸν ἀπόδος· ἔστι δὲ ὁ μισθὸς τὸν ἑταῖρον ἡμῖν Στρατήγιον ἐπί τινος φανῆναι σχήματος. πάντως δὲ δύναμίς ἐστί σοι παρὰ τοῖς δυνατοῖς. τῷ δὲ ἀδελφῷ σου τὴν μὲν ἐμὴν εἰς αὐτὸν ὀργὴν οὐκ ἦν ἀγνοῆσαι, Κλημάτιος γὰρ οὐκ οἶδε σιγᾶν· ἀπολογεῖσθαι δὲ βουλομένῳ θαυμάζω πῶς ποτε ἐπῆλθεν ἃ πρὸς τοὺς σοφιστὰς ποιῆσαι. νέον γὰρ ἡμῖν ἐγχειρίζων οἴεται τὸ πᾶν λελύσθαι· τοσοῦτον εἶναι νομίζει παρʼ ἐμοὶ μαθητήν. ἐγὼ δὲ τὸν μὲν νέον οὐκ ἀηδῶς εἶδον, τὰ δὲ ἐγκλήματα μένει, μέχρις ἄν μοι παραδοὺς αὑτὸν ἐκεῖνος ὅ τι βούλομαι χρῆσθαι τούτῳ με αὐτῷ πείσῃ μὴ λαβεῖν δίκην τῷ δίκην ἐθέλειν ὑποσχεῖν. ἀλλʼ ἐκεῖνα μὲν ἔσται ποτέ· τὸν δὲ Λητόιον ἡμῖν ποιεῖτε μέγαν συγγενῆ μὲν ὄντα τῶν ἀδελφιδῶν ὑμῖν, ἐμοὶ δὲ ἐν τάξει συγγενῶν. οἱ μὲν γὰρ ἄλλοι χρήμασι πιστεύοντες ὡς ὑμᾶς ἴασιν, ὁ δὲ τῷ πρεσβεύειν ἄξιος εἶναι καὶ ὑμῖν. οὐ γὰρ ἀγνοοῦμεν ὡς ἀπὸ τοῦ χρηστοὶ φαίνεσθαι πρὸς τὸ δύνασθαι προήλθετε. δείξατε δὴ τὸν ἄνδρα κρείττω τῶν οἰομένων αὐτοῦ κρειττόνων ἔσεσθαι.
Ὀλυμπίῳ.
Λέγων οὐκ ἔχειν ποιεῖν μοι περὶ τοῦ νεφροῦ βιβλίον διὰ τὸ μὴ πάντα ἀκριβῶς ἀκοῦσαι τὰ περὶ τὴν νόσον ἕτερον ἐποίησας τὴν ἐπιστολὴν βιβλίον περὶ τοῦ δεῖν ἐπʼ ἀκριβεῖ τῶν τοιούτων ἀκοῇ τὰ βιβλία ποιεῖν. ἐμὲ δὲ καὶ αὐτὸ τοῦτο ὤνησε τὸ προσαγγεῖλαί σοι περὶ τοῦ πάθους. οὐ γὰρ ἔφθην ἐπιστείλας σοι καὶ διηλλάγη πρὸς ἐμὲ τὸ λυποῦν, οἷα πολλὰ γέγονεν Ἀσκληπιοῦ. ὁ δὲ σοφὸς ἐκεῖνος ἀνεπυρίασε σοφιστὴς οὐδὲ τὸν πράξαντα τὴν εἰρήνην αἰδεσθείς. καὶ εἰ μὲν τὰ Κύρου ζητῶν ὁ Λυδὸς ἀποβαλεῖ τὰ ὄντα, οὐκ οἶδα· τὰς δὲ συνθήκας ὅπως ἀνεῖλεν, ἐρῶ. πορευθεὶς εἰς Φοινίκην ἐβούλετο μένειν, ἐγὼ δὲ αὐτὸν ἕλκων ἐπανῆγον καὶ ἐβουλόμην εἶναι χρηστόν. ἐλθὼν δὲ μετὰ Φοινίκων ὑβρίζειν εἰδότων ἐπαρῴνει διʼ ἐκείνων. ὡς δʼ οὐκ ἠνέγκαμεν, ἰδὼν νέον τῶν ἐμῶν ἄξιον πληγῶν ἀπὸ πληγῶν εἰς ὀργὴν πεσόντα τὸν καιρὸν ἁρπάσας καὶ πείσας αὑτὸν ἢ πεισθείς γε ὑπʼ ἐκείνου μοῖραν ἕξειν τῆς ἀγέλης οὐ μικρὰν ἐρρῶσθαι φράσας Ὀλυμπίῳ τῷ καλῷ καὶ δεξιαῖς ἠξίου κερδαίνειν. πέμψας οὖν ὡς Εὔβουλον ἠρώτων, τί ταῦτα; ὁ δὲ νοῦν ἔχοντος ἔφασκε ταῦτʼ εἶναι καὶ φιλοῦντος αὑτόν. ἴσασι μὲν οὖν Οἰναῖοι τὴν χαράδραν, καὶ οὐ πάνυ γε κερδανεῖ· σὲ δʼ ἂν εἰκὸς εἴη τὸν παρασπονδήσαντα δυοῖν ἕνεκα μισεῖν, τῆς τε τῶν θεῶν ὑπεροψίας καὶ ὅτι σοῦ τὴν σπουδὴν ἐκείνην ὕβρισε. Λητόιον δὲ πολλάκις πρὸς ἡμᾶς ἐπαινέσας νῦν εὖ ποιῆσαι καιρὸν παρείληφας, οἶμαι δέ, οὐκ αἰσχυνῇ τῆς πόλεως ἡμῖν τὸν πρῶτον εὐεργετῶν γένους τε ἕνεκα καὶ παιδείας καὶ τρόπων.
Βαρβατίωνι.
Αἴνιγμα δοκεῖ τοῖς ἀνθρώποις τὸ τῶν μὲν ἔργων σε τῶν ὑπὲρ ἡμῶν μηδὲ ἓν φεύγειν, γράμματα δέ, πρᾶγμα οὕτω ῥᾷστον, μὴ προστιθέναι τοῖς ἔργοις. ἐγὼ δὲ οὓς μὲν ἔνεστιν ἐξαπατᾶν, πρὸς μὲν τούτους φημὶ καὶ γράμματα λαμβάνειν· ὑφʼ ὧν δʼ ἂν ἐλεγχοίμην, εἰ προσποιοίμην, λέγω σοὶ μὲν προσήκειν πράττειν, ἐμαυτῷ δὲ γράφειν· λέγειν δὲ οὐδὲν ἰσχυρὸν δοκῶ. φέρων δὲ οὐδὲ πρὸ τοῦ ταυτηνὶ τὴν ζημίαν μετρίως, ἀφʼ οὗ Κλημάτιον μὲν ᾐσθόμην ἀφῖχθαι, λαβεῖν δὲ οὐδʼ οὕτως ἐδυνήθην ἐπιστολήν, οὐδʼ ἂν εἴποιμι ῥᾳδίως ὡς ἠνιάθην. ὁ γὰρ ἄνθρωπος ἐκεῖνος εὐθὺς ἰδών σε τοῦτό μοι πράξειν ἔφη καὶ ἐψεύσατο· εἰ μὲν ἐκλαθόμενος, εἰσὶν ἐλπίδες· εἰ δʼ οὐδὲν παρείς, —ἀλλʼ οὐκ ἐρῶ τι δυσχερές. Λητόιος δὲ τῶν ταὐτά μοι περὶ σὲ φρονούντων ἐστί· καὶ γὰρ εὖ πράττειν σε βούλοιτʼ ἂν καὶ ὅστις ἐπαινεῖ σε, τούτῳ φίλος. συνεύχεται δὲ σοὶ μὲν οὗτος, τούτῳ δὲ ἡ πόλις, ἣν οὐδὲν οὐδεπώποτε λυπήσας πολλάκις ἀπὸ τῆς πατρῴας οὐσίας εὔφρανεν. ὡς ἂν οὖν ἐν τούτῳ τὸ κοινὸν ἡμῖν τιμήσων χαίροντα ἀπόπεμπε τὸν ἄνδρα.
Μυγδονίῳ.
Ἴσον τι πεποίηκε Σπεκτάτος ὅτι με φιλεῖς ἐπιστείλας, ὥσπερ εἰ πρὸς ἐμὲ ἔλεγες. σὺ γὰρ Ἀθήνησί γε τὰ γονέων ἐπλήρωσας εἰς ἐμὲ καὶ διὰ τοῦτο μὲν πρῶτον μόνῳ ἐθάρρησα σοί, μάλιστα δέ, ἐπειδή, ὅτε διῆγον ἐν Βιθυνίᾳ τὸν σκηπτὸν ἐκεῖνον ἐκφυγών, σὺ τοῖς ἐκβαλοῦσιν ἐπὶ Θρᾴκης ἐμάχου μόνος ἐν μέσῳ πολλῶν ὑπὲρ τῶν δικαίων βοῶν. ὥστε σε καὶ Νικοκλῆς ἐκ τῆς ὑπὲρ ἡμῶν ἀνδρίας ἐποιήσατο φίλον μισῶν μὲν ἐμέ, τότε δὲ σὲ θαυμάσας, ὅτι με οὐ προὔδωκας, ὅπως ἐκείνῳ χαρίσαιο. καὶ δὴ καὶ ὅτε πρὸς τὸν ἀγρὸν ἐπλεῖτε, κατιδών με ἐπὶ τῆς ἠιόνος οὐ πόρρω Χαλκηδόνος κελεύσας τὸν ναύτην ἔχειν οὗπερ εἱστήκειν, ἐκβὰς ἠσπάζου Νικοκλέους ὁρῶντος ἀπὸ τοῦ πλοίου. τί οὖν θαυμαστὸν εἰ ᾧ πέπρακται ἐκεῖνα, τὸν ἄριστον οὑτοσὶ Μουσώνιον πείθει τι δοξάζειν περὶ ἡμῶν ἄμεινον; μιμῇ γὰρ τῶν δρομέων τοὺς ἀγαθούς, ὧν ἀεὶ τὰ δεύτερα βελτίω. πρόσθες δὴ καὶ τοῖς τότε πόνοις καὶ τοῖς νῦν ἐπαίνοις τὴν εἰς Λητόιον τουτονὶ προθυμίαν, ὃς ἔχων φιλοτιμεῖσθαι καὶ γένους ἐπιφανείᾳ καὶ λειτουργιῶν λαμπρότητι καὶ τῷ δύνασθαι λέγειν βούλοιτʼ ἂν ἀπὸ τρόπων ἢ ὧν εἶπον εἶναί τις δοκεῖν. τοῦτον οὔτε εὐτυχία πώποτε ἐπῆρεν ἐν δυσκολίᾳ τε οὐκ ἔπτηξεν Εὐριπίδου μεμνημένος. φίλος δὲ τοιοῦτος ὁποῖος καὶ σύ, θᾶττον ἂν δεξάμενος τελευτὴν ἢ κακὸς εἰς ἑταῖρον γενέσθαι, τοῦτο δὴ τὸ σόν, ἀλλὰ μὴν ἥ γε πρὸς ἐμὲ σπουδὴ τοσαύτη ὥστε οὐκ ἂν μείζω ζητήσαις. ἔχω δὲ τὸν ἄνδρα ἀντευποιεῖν, εἰ βουληθείης. τούτῳ τε γὰρ ἀντὶ πάντων, εἰ Μουσώνιος αὐτὸν εὐμενῶς ἴδοι, σοί τε ἐκεῖνον καταστῆσαι τοιοῦτον ῥᾷστον ἁπάντων. μαθέτω δὴ ὅτι, παρʼ ὅσων κομίζει γράμματα, ταῦτα μάλιστα αὐτὸν ὤνησεν ἃ παρʼ ἡμῶν τῶν ἐν τῷ τρίβωνι φέρει.
Μουσωνίῳ.
Ἐπῄει μέν μοι καὶ πρότερον ἐπιστεῖλαί σοι, τὰ γὰρ ᾀδόμενα περὶ τῆς σῆς φύσεως καὶ τοῦτο ἀνέπειθε, κατειχόμην δὲ τῷ νομίζειν εἶναι θρασὺ πρὶν ἐντυχεῖν ἐπιστεῖλαι. Σπεκτάτου δὲ γεγραφότος ὡς ἔνι τις παρὰ σοὶ χώρα τῇ περὶ ἐμοῦ μνήμῃ καὶ ὡς, εἰ γράψαιμι, πρὸς ἐπιθυμοῦντα τοῦτο ἔσται, ταχέως ὑπήκουσα κέρδος μὲν ἡγούμενος, εἰ μή μου καταγνοίης προπέτειαν, βλάβος δὲ οὐδέν, εἰ καταγνοίης· Σπεκτάτον γὰρ εἶναι τὸν δώσοντα τὴν δίκην. ἀλλὰ γὰρ ἐλπίζειν χρὴ τὰ βελτίω. σὺ γὰρ δήπουθεν ὁ τήν τε Ἑλλάδα σεσωκὼς καὶ νῦν ἀνοίξας τὰ βασίλεια τοῖς λόγοις. εἰμὶ δέ που καὶ αὐτός, εἰ μὴ τῶν ποιούντων λόγους καλούς, τῶν γε ἐρώντων λόγων καλῶν, ὥστʼ εἰκὸς ἡμέρου σου τεύξεσθαι τήν τε ἐπιστολὴν καὶ τὸν φέροντα τὴν ἐπιστολήν. καίτοι γελοῖον μὲν ὑπὲρ ἄλλου γράφειν πρὶν ὅπως ἐκβήσεταί μοι τὸ γεγραφέναι μαθεῖν, τετολμήσθω δʼ οὖν ὅμως, καὶ γενοῦ Λητοίῳ τὰ πάντα διʼ ἐμὲ τὸν θρασύν.
Εὐγνωμονίῳ.
Ἆρʼ ἔτι μέμνησαι τῆς κυνὸς καὶ τοῦ γραϊδίου καὶ ὡς ἐκάλεις τὸν Σωκράτην καὶ πάντων δὴ τῶν Ἀθήνησιν ἐκείνων, ἢ σεμνὸς ἡμῖν γέγονας καὶ λόγος οὐδεὶς τῶν ἀρχαίων; ἐγὼ δὲ συγχαίρω μέν σοι τῆς γλώττης καὶ πλέον γε τοῦ δευτέρου· τῶν δὲ γραμμάτων, οἷς ὁ βασιλεὺς ἐπὶ τὴν πανήγυριν ἐκάλει τὴν πόλιν, ἡκόντων ἃ παρέστη τοῖς τῇδε περὶ τῶν γραμμάτων, ἄκουσον. ἐξῆλθον ἐκ τοῦ διδασκαλείου περὶ μεσημβρίαν, τῶν δʼ ἀκουσάντων οἷς ἦν αἴσθησις λόγων ἐντυχόντες μοι σῆς ἔφασαν ἀκηκόαμεν ἐπιστολῆς. πῶς ἔφην ἐμῆς; ὅτι, νὴ Δία, τοιαύτας ἔφασαν ἐργάζῃ. καὶ τό τε κάλλος ἐπῄνουν καὶ τὸ μὴ μάταιον μῆκος ἐνοχλεῖν τῷ κάλλει. ἐμοὶ μὲν οὖν τιμήν τινα τοῦτο ἡγούμην ἔχειν, εἰ δὲ μὴ σοί τινα ὕβριν, αὐτὸς σκόπει. καὶ τὸν Λητόιον σύ τε ὅ τι ἔχεις ὠφέλει καὶ τοὺς ἄλλους συμπαρακάλει. καὶ γὰρ εὖ γεγονὼς καὶ μετειληφὼς λόγων καὶ λαμπρὸς ἐκ λειτουργιῶν καὶ νοῦν ἔχων καὶ φρόνημα δίκαιον καὶ χάριν πρὸς τῷ λαβεῖν εἰδὼς ἀποδοῦναι καί, ὃ δὴ μάλιστα σὺ ποθεῖς, ἡμῖν ἀντὶ τείχους καὶ δορυφόρων.
Ἀνδρονίκῳ.
Εἰκὸς μὲν ἥκειν ὡς ὑμᾶς λόγον τῶν ἔργων, οἷς εἰς ἐμὲ κέχρηται Μαιορῖνος οὑτοσί· ὑμῖν τε γὰρ ἐπιμελὲς μηδὲν τῶν ἐμῶν ἀγνοεῖν τά τε τούτου τοιαῦτα περὶ ἡμᾶς, οἷα φήμην ἂν ποιήσαι, κωλύει δὲ οὐδὲν καὶ παρʼ ἐμοῦ λεχθῆναι. οὗτος γενόμενος ἐξ ἐνδόξων, τὴν γὰρ δὴ μεγίστην ἦρξεν ἀρχὴν ὁ πατὴρ αὐτοῦ, καὶ φοιτήσας ἐπὶ λόγοις οὐ παρὰ φαῦλον σοφιστήν, ἐπειδὴ ἥκων ἔδειξα λόγον, εὐθὺς ἑάλω καὶ τὸν μὲν οὐκ ἠτίμασεν, ἐμὲ δὲ ἐθαύμασε καὶ προσιὼν καὶ συνὼν καὶ φιλῶν καὶ ἐπαινῶν καὶ συμπράττων εἰς αὔξησιν τοῦ ποιμνίου, καὶ πάντα μὲν λέγων, πάντα δὲ ποιῶν ὑμῶν τε τῶν τὰ ἡμέτερα ἑλομένων οὐ χείρων τῶν τε ἐνταῦθα πολλῶν ἐφάνη βελτίων. ἐπιτιμώντων δὲ ἐνίων αὐτῷ τὸ τὸν οὐ διδάσκαλον πρὸ τοῦ διδασκάλου ποιεῖσθαι τὸ δὲ τὸν φαυλότερον ἔφη πρὸ τοῦ βελτίονος τίθεσθαι τῶν καλῶν ὑμῖν εἶναι δοκεῖ; τοιούτοις ἀπήντα πρὸς αὐτοὺς λόγοις καὶ ὡς ἀδικοῖεν αὑτὸν σπλάγχνων, φασί, ποιοῦντες μὴ φαγεῖν. ἔστι δὲ καὶ ὅλως ὁ νεανίσκος ἀγαθός, οὐχ ἕτοιμος εἰς ὀργήν, βέβαιος εἰς φιλίαν, εἰδὼς ποιῆσαι τὰ ὄντα ἐλάττω τοῦ βοηθῆσαι γνωρίμοις. οὐ γὰρ ὅσον φύλλον ἀπʼ ἐλαίας, φασίν, ἀλλʼ ὅσοις ἄν τις γένοιτο πλούσιος, τοσούτων ἀφίσταται λύων ἀκαιρίαν ἑταίρων· φροντίζων δὲ ἐν οἷς δεῖ φροντίδος οὐ φεύγει τὰ φέροντα τῇ γνώμῃ τέρψιν. ὅστις δὲ αὐτῷ συγγένοιτο καὶ μικρά, κατέχεται τῇ τε πρᾳότητι καὶ χάριτι τῶν τρόπων. μαθέτω δὴ διὰ σοῦ τῶν παρʼ ὑμῖν τοὺς σπουδαίους καὶ πρὸς τῷ μαθεῖν κτησάσθω διὰ σοῦ τοὺς σπουδαίους συνήθεις. τὴν δὲ τῆς πορείας κοινωνίαν, ἣν ποιεῖται μετὰ τῶν ἡμῖν οὐκ ἐπιτηδείων, μὴ λάβῃς διʼ ὑποψίας. ἀνάγκῃ τε γὰρ συμβέβηκε καὶ τοῦ μὲν ὀχήματος κοινωνεῖ, τῆς δὲ γνώμης ἀποστατεῖ. πειρώμενος δὲ καὶ εἰς λόγους ἰὼν φήσεις οὐκ ἠπατῆσθαί με.
Ἀρισταινέτῳ.
Ἐγένετο καὶ Ἀρισταίνετος ἡμῖν εἷς τῶν πολλῶν ὁ πρότερον τῶν σοφῶν καὶ τὰς ἐπιστολὰς πήχεσι καὶ σπιθαμῇ μετρεῖ, κἂν μακρὰς μὴ λάβῃ, δεινὰ πέπονθε καὶ ἠδίκηται. ἐγὼ δέ σε ᾔδειν εἰδότα μέτρα τῶν λόγων εἶναι τὰ πράγματα· πάντως δὲ ὁ τῶν λόγων νόμος καὶ τὸ τῶν ἐπιστολῶν περιλαμβάνει μέρος. τότε οὖν συνέστελλέ μοι τὴν ἐπιστολὴν ὁ φέρων τὴν ἐπιστολὴν ἔχων ἀγγεῖλαί σοι τὰ ἡμέτερα ἀκριβῶς· εἰ δὲ ἐγὼ διηγούμην, ὑβρίζετο ἂν ὁ φέρων. ἀλλʼ οὐδὲ ἀγνὼς ἦν ὁ Γυμνάσιός σοι καὶ διδάσκειν σε δέον, ὅστις ἐκεῖνος, ἔφυγον ὑπʼ ἀργίας τῆς περὶ τὰ γράμματα. τίς οὖν ὁ τοῦ βεβήλου καιρὸς καὶ τοῦ τὰς θύρας ἀποκλείειν; ὁρᾷς, ὅπως ἐπέστελλες Στρατηγίῳ μακρὰ καὶ καλά, μήκους γὰρ ἐδεῖτο περὶ ὧν ἐπέστελλες. μικρά σοι παρʼ ἡμῶν ἧκε καὶ γάρτοι μακρά ποτε ἧκε· τότε μὲν περὶ πολλῶν, ὕστερον δὲ οὐ τοσούτων· οὐ γὰρ ἔδει. ὅπως δὲ ἡμῖν εἰς χεῖρας ἦλθεν ἃ πρὸς ἐκεῖνον ἔγραψας, ἄκουσον. ἀνέστρεψε μὲν ἐκ Χαλκηδόνος, ἐγὼ δέ, τοῦτο δὴ τὸ εἰωθός, πρὸ τῆς πόλεως ἠσπαζόμην. ὁ δὲ ἅμα τε ἐφίλησε καὶ γράμματα ἃ ἧκεν αὐτῷ παρὰ σοῦ, δώσειν μοι ταῦτα ἔφη. καὶ ταῦτα ἐλέγετο σὺν φαιδρότητι σοί τε καὶ ἐμοὶ τιμὴν ἔχοντα, Νεβρίδιος δὲ ἠκροᾶτο σὺν ἐκείνῳ φερόμενος. ὡς οὖν οἴκαδε ἦλθον, αὐτοῦ δόντος ἀνέγνων οὐ πλείω μᾶλλον ἢ καλλίω. ἐγὼ μὲν οὖν ἐπῄνουν, ὁ δὲ ἥδετο. Ὀλυμπίῳ δὲ πολλῶν εἰδὼς χάριν, ὅτι σοι τὰ ὄντα ἀπήγγελκε καὶ τὴν μεθʼ ἡμῶν μοῖραν καὶ τοὺς ῥηγνυμένους δύο καὶ τοὺς πηδῶντας καὶ τοὺς κλάοντας οὐδὲ ἔστιν εἰπεῖν ὅσην ἡδονὴν ἔχω. καὶ σὺ δʼ ἂν ἔχοις εἰκότως, εἴ σοι κέρδος τὸ μὴ περὶ τῶν ἐμῶν ἐξηπατῆσθαι πραγμάτων. τῶν δὲ ἐμῶν λόγων ἐρᾶν μὲν ἐγνωκώς, τιμὴν δὲ οὐ διδοὺς ἀδικεῖς. αἰτοῦμεν δὲ οὐ χρυσίον, ἀλλὰ βιβλία τῶν παλαιῶν, ἃ πάλαι μὲν ὑπέσχου δωρεάν, νῦν δὲ οὐδὲ ἀντιδίδως.
Τῷ αὐτῷ.
Πρέποντά γε εἰς τὸν καλὸν Σπεκτάτον ᾄδεις, καὶ τοῖς γε εἰς ἐκεῖνον ἐπαίνοις τὸ γένος ἡμῶν ἴσθι κοσμῶν. τὴν τιμὴν δέ, ᾗ σε τιμᾷ βασιλεύς, σὺ μὲν ἐσίγησας, ὁ δὲ ἐμήνυσεν. ἔφη γὰρ τῷ διδόντι μᾶλλον ἢ τῷ λαβόντι συνησθῆναι. οὕτως ὅ τι ἄν τις περὶ σὲ σπουδάσῃ, τούτῳ πρῶτον εὖ πεποίηκεν αὑτόν. τὸ δὲ ὀκνεῖν τε καὶ μένειν καὶ μὴ κινεῖσθαι ἐθέλειν ἥκιστα μὲν καλόν, τοῦ δὲ σοῦ τρόπου· ὥστʼ οὐκ ἐδεήθην ὅ τι ποιεῖν ἔγνωκας ἐρωτᾶν, ἀλλʼ εἶπον φθάσας ὃ ποιήσεις. δεῖ δέ σε τὴν ἀργίαν ἐκδύντα μικροῖς πόνοις μεγάλην κτήσασθαι ῥᾳστώνην, ἄλλως θʼ ὅτε πορεύσῃ παρʼ ἄνδρα τὰ πάντα πρῶτον καὶ ᾧ κοινωνῆσαι πραγμάτων ἔχει τι δόξης. ἀλλʼ ὑπὲρ τούτου μὲν σαυτῷ διαλέξῃ· Πελάγιον δὲ τουτονὶ γνοὺς ἐγνωκὼς ἔσῃ τὸν ἡμερώτατον Σύροις. ἐπαινῶ δὲ ἐντεῦθεν αὐτόν, οὐχ ὡς οὐκ ἔχοντα καὶ γένος, ἐπεὶ καὶ λόγους καὶ δύναμιν ἐν πόλει καὶ τἄλλα οἷς ἄν τις εἴη λαμπρός, ἀλλʼ ὅτι τῇ τῶν τρόπων ἡμερότητι πλέον ἢ διʼ ἐκείνων ἧκεν εἰς ὄνομα καὶ διὰ τοῦτο ζῇ τε ἐν πλούτῳ πολλῷ καὶ φίλτρῳ πλέον. δεήσῃ δὲ οὐ πολλῶν μηνῶν εἰς τὸ ταὐτὰ ψηφίσασθαι περὶ τοῦ ἀνδρός, ἀλλʼ ἢν συμμίξας ἀκούσῃς τε φθεγγομένου καὶ αἰδούμενον ἴδῃς, ἀεὶ γὰρ τοῦτο ποιεῖ, τὸν μὲν ὅτι τοιοῦτός ἐστι θαυμάσῃ, τοὺς δὲ ἔχοντας αὐτὸν εὐδαίμονας ἡγήσῃ.
Ἀνατολίῳ.
Εἰ καὶ μή, ὅτε ἐβουλόμην, ἔτυχον ὧν ἐπεθύμουν, ἀλλʼ ὧν γε ἐπεθύμουν ἔτυχον. γράμματα γὰρ σὰ πάλαι μὲν εἶχον ἂν εἰκότως, ὀψὲ δὲ ἔχω. καί με ἔπαυσας λυπούμενον, ὃν μὴ λυπηθῆναι τὴν ἀρχὴν σὺ ἦσθα κύριος. ἐξεῦρες δέ πως καὶ τούτου παραμυθίαν. ὁ γὰρ ταχέως οὐ δεδωκὼς ἔδωκας τῇ βραδυτῆτι τὴν ἀπὸ τοῦ φέροντος χάριν. Σπεκτάτος γὰρ ἦν, οὗ μεῖζον ἐμοὶ μὲν οὐδὲν ἢ σύ, σοὶ δὲ ἴσως οὐδέν. ἴσθι δέ με τῆς Παλαιστίνης ἄρχοντα πεποιηκὼς πέμψας ἐκεῖσε Κλημάτιον, καὶ οἷς Ἀρισταίνετος ἐκοσμήθη, ταῦτα εἰς ἡμᾶς γεγενῆσθαι. πρόσθες δὴ ταῖς εἰς αὐτὸν τιμαῖς, καίτοι δέδοικα μὴ δόξῃ λέγειν μᾶλλον ἢ πράττειν ἀμείνων εἶναι. περὶ δὲ τῆς ἰσχύος τῶν νόμων, ἣν ἀπέδωκας αὐτοῖς, καὶ τῶν φόβων, οἷς ἀδικεῖν κωλύεις, οἱ μὲν ἄλλοι φρονοῦσιν οὕτως, ὡς τὸ λίαν ἀκριβὲς ταχύ σε τὸ ἄρχειν ἀφαιρήσεται, ἐμοὶ δὲ μάλιστα μὲν τοῦτο φαίνεται μακροτέραν ποιεῖν σοι τὴν ἀρχὴν οὐ λανθανούσης τῆς ὠφελείας. εἰ δʼ οὖν καὶ ἄλλως ἐκβαίνοι, σοί γε οὐκ ἀποστατέον τοῦ καλοῦ. μὴ γὰρ ὅπως ἄρξαις πλείω χρόνον ὧν ἄρχεις, γένοιο κακός. ἀλλʼ εἰς μὲν τοῦτο συμβούλων οὐδέν σοι δεῖ, Πελάγιον δὲ τοῦτον οἶσθά που· Σύρων γὰρ τοὺς ἀγαθοὺς οὐκ ἀγνοεῖς. εἰδὼς δὲ ἀγαθὸν ὄψει τε ἡδέως καὶ παραπέμψεις εὐμενῶς ἄνδρα ὑπὸ τῶν πολιτῶν ἐπαινούμενον, ὅσοι τε καταδεεῖς καὶ οἷς ἐστι περιουσία διὰ τὴν ἐπιείκειαν. οὕτω καίτοι πράττων ἑτέρων ἄμεινον ἐξέφυγε τοῦ Φθόνου τὸ βέλος. ἐμοὶ δὲ πάλαι μὲν συμφοιτητής, ἀεὶ δὲ φίλος. τοῦτο δὲ ὅσον ἐστὶ παρὰ σοί, μαθέτω.
Κρήσκεντι.
Θαῦμά σοί που τῶν πάνυ θαυμάτων τὸ τοῖς μὲν ἄλλοις παρʼ ἡμῶν τὸν Λητόιον φέρειν ἐπιστολάς, σοὶ δὲ μόνῳ μὴ φέρειν. τοῦτο δὲ τῷ παιδὶ μὲν ἡμάρτηται, ἐμοὶ δὲ οὐκ ἐλλέλειπται. μετὰ μὲν γὰρ τῶν ἄλλων ἣν ἐγεγράφειν πρὸς σὲ ἐπιστολήν, ἡτοίμαστο, πορευόμενος δὲ παρὰ τὸν Λητόιον ἐκέλευσα τὸν οἰκέτην κομίζειν τὰ γράμματα, πολλῶν δὲ πραγμάτων ὄντων ἐπʼ αὐτῆς τῆς ἐξόδου τῷ πρεσβευτῇ δίδωσιν οὑμὸς παῖς τῷ ʼκείνου. καὶ πάντα ᾠόμην δεδόσθαι. κειμένην δὲ ὁρῶ τὴν ἐπιστολὴν καὶ ἀνέκραγον καὶ κολάζω τὸν οἰκέτην. εἶτʼ εὐθὺς ἡ Τύχη με παραμυθεῖται πρεσβευτὴν ἕτερον δοῦσα καὶ χρηστὸν ὥσπερ ἐκεῖνον καὶ φίλον ἀμφοῖν. μόλις ἂν οἷς ἐνῆν εἰπεῖν ἤρκουν, σὺ δὲ κἂν ἄλλον ὑπὲρ αὐτοῦ διδάξαις, ὥστʼ οὐδὲν ἂν δέοι πρὸς σὲ μηκύνειν.
Φουρτουνατιανῷ.
Ἐμὸν τὸ γράμμα καὶ παλαιὸν καὶ πρὸς παιδιὰν γραφέν. ἔτυχον μὲν γάρ σοι πέμψας ἐπιστολὴν ἀπὸ τῶν τόπων ὧν ἄσμενος ἀπηλλάγην, ἡ δὲ εἰς ἄλλων ἐλθοῦσα χεῖρας ἐκείνους πρὸς σὲ περὶ τῶν πρὸς σὲ γραφέντων ἐποίει λέγειν. σοὶ δʼ ἄτοπόν τι τοῦτο ἐφαίνετο καὶ γράφων ἐθαύμαζες, ὅ τι τὸ πρᾶγμα εἴη. καί σε προσπαίζων ἔγραψα ταῦτα ἃ νυνὶ φῂς εὑρεῖν. ἃ σπουδῇ νομίσας εἰρῆσθαι δόξης μὲν ἥμαρτες, ἐμοὶ δὲ λυσιτελούντως. διὰ γάρ τοι πολλῶν καὶ καλῶν ἠγωνίσω τῶν λόγων, οὓς εἰρῆσθαί σοι μᾶλλον εἶχέ μοι καλῶς ἢ σεσιγῆσθαι. τὸν δὲ Κύριλλον πάλαι παῖδα νομίζων ἐμαυτοῦ νῦν ἤδη καὶ μειζόνως. παρὰ σοῦ γὰρ ἥκει μοι νῦν τοῦ πάππου τιμιώτερος.
Ὀλυμπίῳ.
Ἀλλʼ εἰ καὶ βραδέως, ὑπηρέτηκά γέ σοι, καὶ λαβὼν τὰ Κέλσου δοκίμαζε. δοκεῖς γὰρ ἐπὶ βασάνῳ μοι μᾶλλον ἢ τοῦ τι μαθεῖν ἐκεῖθεν ἐθελῆσαι λαβεῖν. οὐχ οὕτω σοι μικρὸν τὸ περὶ τὴν γλῶτταν ἐκείνην. βραχὺ δʼ ἐφρόντισας τῆς ἀποκρίσεως, ἣν ἡ κλῆσις ἥν γε ἐκάλουν ἀπῄτει· χρῆν γὰρ ὡς ἥξεις εἰπόντα δοῦναι χάριν ἢ μένειν ἐγνωκότα, διʼ ὅ τι μένειν ἐπῆλθεν, εἰπεῖν. σὺ δʼ οὐδέτερον πεποίηκας. ἀλλά μοι φαίνῃ μετεωριζόμενος ὑπὸ τοῦ τῆς Ῥώμης μεγέθους τῶν τε ἄλλων πόλεων καὶ τῶν ἐν αὐταῖς φίλων καταφρονεῖν, ἄλλως θʼ ὅτε καὶ λαμπροτέρα νῦν δὴ γεγένηται τῷ βασιλέως ἔρωτι. τοῦτον γὰρ εὐδαιμονίσαι τις ἂν τῆς θέας, ἐκείνῃ δὲ τοῦτο οὐ μικρὸν ἡ ʼκείνου ἐπιθυμία. τοῦ δʼ οὖν σε καλεῖν οὐ παύσομαι νομίζων ἐμοί τε καλῶς ἕξειν, εἰ παρείης, σοί τε οὐ χεῖρον. περὶ δὲ τῶν ἀγώνων, οὓς εἰκὸς πεποιῆσθαι τοὺς σοφιστάς, ὅσοι τε ἐπῆλθον καὶ οἳ πάλαι τὴν πόλιν οἰκοῦσι, πολλοὶ μὲν ἀγγελοῦσι, σοῦ δʼ ἀμείνων οὐκ ἄν μοι γένοιτο μηνυτής. τό τε γὰρ ἀκριβὲς διασώσεις καὶ χάρις ἡ σοὶ συνήθης ἐπέσται τοῖς γράμμασιν.
Μελινιανῷ.
Ὤιμην σε νῦν μᾶλλον ἔσεσθαι σὺν ἡμῖν, ἐπειδὴ σαυτοῦ κατέστης κύριος· σὺ δʼ ἔοικας μᾶλλον αὐτόθι μένειν, ἐπειδὴ πολλῶν ἐγένου κύριος. καίτοι σοι καὶ πλῆθος οἰκετῶν κἀν τοῖς πολλοῖς εἰσί τινες, οἷς καὶ βουλομένῳ τοὺς φίλους ἰδεῖν ἦν περὶ τῶν ὄντων θαρρεῖν. ἀλλʼ, οἶμαι, τοῦ φιλεῖν μὲν εἶναι ἐπιστήμων ἔλεγες, ἦσθα δὲ οὐ πάνυ, ὃς καὶ τὸν ἄνθρωπον, ὃς ὑμέτερος ὢν ἡμετέρᾳ συνῴκησε δούλῃ, παρὼν μὲν οὐκ ἀπέσπασας, ἐλθόντα δὲ κατέχεις, μᾶλλον δέ, εἴτʼ ἄκοντα κατέχεις, ἀδικεῖς, εἴθʼ ἑκόντα καθήμενον οὐκ ἐξελαύνεις, ἀδικεῖς. ἀλλʼ ἐκεῖνος ἡμῖν μὴ γένοιτο δυσχεροῦς τινος ἀρχή. τοὺς δὲ παῖδας ἥκοντας, ὅπως ἐκεῖθεν ἄγοιεν ξύλα, ποίησον μαθεῖν, ὅσον σὺ τοῦ πατρὸς ἀμείνων τῇ δυνάμει μὲν ἐκείνου, τῷ σαυτοῦ δὲ χρησάμενος τρόπῳ.
Γαΐῳ.
Ἐπέμψαμεν τοὺς οἰκέτας ὡς ὑμᾶς ὠνησομένους ξύλα. δεῖ δὲ αὐτοῖς ἐν γῇ ξένῃ βοηθὸν γενέσθαι τινὰ τῶν αὐτόθι δυνατῶν, ὅπως εἰδῶσιν οἱ πωλοῦντες ὡς, ἢν ἀδικῶσιν, ὁ κωλύσων ἔσται. σοὶ δὴ καὶ δύναμις δικαία καὶ φιλία πρὸς ἡμᾶς. καὶ ὡς ἐμνήσθην ὅτι Γαΐῳ χρηστέον συμμάχῳ, ἥσθη τε ὁ παῖς καὶ ἐβόησεν ὡς ὃν ἐχρῆν εὗρον. ἐφαίνετο οὖν καὶ πάλαι σου τετυχηκέναι, καὶ ὡς ἠρόμην ὡμολόγησεν. εἰ οὖν ἀπαράκλητος πρότερον ὠφέλεις, τί νῦν ἐπὶ τοῖς γράμμασιν οὐ δράσεις;
Ἱεροκλεῖ.
Ἐφʼ οἷς ἐξῆλθεν Ἰάμβλιχος, αὐτὸς ἐρεῖ σοι. σὺ δὲ δοκιμάσας τὴν γνώμην ἢ χρηστὴν εὑρὼν ἐπικούρησον ἢ μὴ τοιαύτην κίνησον· ὡς ὅ τι ἂν γνῷς, τοῦτο ἔσται κύριον παρὰ τὰ νῦν δεδογμένα. δύο γὰρ ὁ νεανίσκος πέπεισται, φρένας τε ἀγαθὰς εἶναί σοι καὶ πρὸς αὑτὸν εὔνοιαν. ἐξ ὧν ἀμφοτέρων ἰσχυρὸν ἔσται τοῦθʼ ὅ τι ἂν ἡγῇ συμφέρειν. Καλύκιος δὲ τὸ μὲν ὧν ἐκέλευες ποιεῖ, τὸ δʼ οὐκ ἔσχε ποιῆσαι. τῶν μὲν γὰρ Πλάτωνος ἧπται, τῶν δʼ ἡμετέρων οὐκ ἔπεμψε λόγων, ὡς μὲν αὐτὸς ἔφη, τοῦ γράψοντος ἀπορῶν, ὡς δὲ ἐγὼ νομίζω, δείσας μή τί σοι τῶν οὐχ ἡδέως ἡμῖν ἐχόντων εἰς χεῖρας ἔλθοι.
Μαξίμῳ
Σοί τε ἔπρεπεν Ἱμερίῳ φίλον εἶναι καὶ οἱ παῖδες ὑμῶν εὖ ποιοῦντες τὰ ὑμέτερα μιμοῦνται. αἰδεῖται μὲν τοῦτον ὁ σὸς υἱός, οὗτος δὲ ἐκεῖνον ἐπαινεῖ καὶ συγχαίρει δόξαν τε ἀγαθὴν ὁρῶν ἔχοντα καὶ παρʼ ἡμῶν πρόνοιαν, ἓν δὲ αἰτιᾶται μόνον, ὅτι πολλὰ τοῦδε διδόντος μικρὰ λαμβάνειν ἐθέλει. σὺ τοίνυν ἐπαίνει τοῦ μὲν τὴν φιλοτιμίαν, τοῦ δὲ τὸ αἰδεῖσθαι.
Ἀρισταινέτῳ.
Τὸν Ἱμερίου μὲν υἱόν, Σωπάτρου δὲ ἀδελφιδοῦν, Ἰαμβλίχῳ δὲ ὁμώνυμον, ἐμὸν δὲ καὶ συγγενῆ καὶ φίλον ἔχων εὐθὺς ἡγοῦ καὶ σαυτοῦ φίλον καὶ μὴ κατὰ βραχὺ συγκεράννυ τῷ νεανίσκῳ σαυτόν, ἀλλʼ ἐπὶ τοῖς γράμμασιν ἀναπέτασον αὐτῷ πάντα τὰ πράγματα μὴ τῇ ἡλικίᾳ κρίνων τὸν τρόπον, ἀπὸ δὲ τοῦ τρόπου τὸν νέον τιθεὶς εἰς γέροντας. οὗτος ἐμὲ φιλεῖ μὲν ὥσπερ ἡ μήτηρ, αἰσχύνεται δὲ ὥσπερ υἱός, φοβεῖται δὲ ὡς ἂν οἰκέτης. τὸ δὲ μέγιστον τῶν ἐν αὐτῷ, νομίζων τὴν μεγίστην ἀνάγκην εἰς ἀρετῆς ἄσκησιν εἶναι θεοὺς τιμῶν δέξαιτʼ ἂν Ἶρος γενέσθαι μᾶλλον ἢ μὴ τιμῶν Κινύρας. κληρονομήσας δὲ πατρῴας οὐσίας καὶ φίλων τὸ μὲν τῶν φίλων ηὔξησε μέρος, τὸ δὲ ἐκείνης οὐκ ἠξίωσεν, ἀλλʼ ἐπαινῶν Εὐριπίδην λέγοντα νοῦν ἔχοντος εἶναι φίλον πρίασθαι χρημάτων πολλῶν σαφῆ, τοῦτο τὸ κτῆμα κτώμενος ἀναλίσκει τῶν ὄντων. ἀκούσας δέ, τίς μὲν αὐτὸν ὁ καλῶν, ἐφʼ ὃ δὲ καλούμενος τίνι γνώμῃ πορεύεται, θαυμάσῃ μὲν αὐτοῦ τὸ μὴ θαυμάσαι πλοῦτον, ἐπαινέσῃ δὲ τὴν σοφίαν, ᾗ πειρᾶται διαφεύγειν ἃ μὴ νομίζει καλά, μακάριον δὲ ἡγήσῃ τῆς περὶ τὰ θεῖα κρίσεως. ξενίσας οὖν τὴν γενναίαν φύσιν καὶ συνευξάμενος αὐτῷ λυθῆναι πέμπε ἐπʼ Ἰταλίας, μᾶλλον δὲ ἐπὶ Συρίας.
Γυμνασίῳ.
Οὐκ ἠχθέσθην τῆς ἐκ βασιλέως τροφῆς ἐπʼ ἄλλους μεταστάσης. ἔδει γάρ με τελέως ἐκεῖθεν λελύσθαι· τοῦτο δὲ ὑπῆρξε τῇ τῆς τροφῆς μεταστάσει. τὸν μὲν οὖν ἀφελόμενον εὐεργέτην ἡγοῦμαι, περὶ δὲ τῶν χρημάτων, ἃ τὸν πρὸ τοῦ χρόνον οἱ λαβόντες οὐκ ἀπέδωκαν, εἶπον πρὸς τὸν ἄρχοντα καὶ προσθεὶς ὡς τῷ καταφρονεῖσθαι πλέον ἀλγοίην ἢ τῇ ζημίᾳ, μάτην ἔλεγον· ἀπεκρίνατο μὲν γὰρ οὐδέν, δῆλος δὲ ἦν τοὺς μὲν ἀποστεροῦντας οὐκ αἰτιώμενος, τοῖς δὲ ἀπαιτοῦσι μεμφόμενος. ἀλλʼ ἐκεῖνος μὲν ἔστω τῶν ἀδικούντων, Ἰάμβλιχον δέ, ὃν ἐθαύμαζες παρʼ ἡμῖν, ἡδέως ὄψει παρʼ ὑμῖν καὶ διδάξεις γε τὴν Μεγάλην πόλιν, τίς τε καὶ ἐκ τίνων ἁνὴρ καὶ ὡς ἄξιος τιμῆς Ἑλλήνων παισίν. ἀμφοτέροις γὰρ τοῦτο κόσμος, τῷ μὲν ὑπὸ τῆς σῆς ἐπαινεῖσθαι φωνῆς, σοὶ δὲ τὸν τοιοῦτον ἐπαινεῖν.
Σιλανῷ.
Ἐπῄνεσα Σπεκτάτον τῶν εἰς σέ, μᾶλλον δὲ τῶν εἰς ἐμέ· τὰ γὰρ εἰς σὲ ταῦτʼ εἰς ἐμαυτὸν ἡγούμην τε καὶ ἔλεγον πεπρᾶχθαι. συνήσθην δὲ αὐτῷ μικρὰ μὲν πεποιηκέναι λέγοντι, μείζω δὲ ὑπισχνουμένῳ. δῆλον δὲ ὅτι καὶ τὰ μείζω ποιήσας μικρὰ κἀκεῖνα πρὸς τὰ μέλλοντα φήσει. Ἰαμβλίχου δὲ τὸν πατέρα μὲν ᾔδεις οὐκ ἀπὸ πλήθους μᾶλλον ἀρχῶν ἢ τῆς ἐν ταῖς ἀρχαῖς ἀρετῆς, τοῦτον δὲ ἠγνόεις, νέος γὰρ ὢν ἠγνοεῖτο· νῦν δὲ εἴσῃ παῖδα βελτίω πατρός, ᾧ χρημάτων μὲν οὐ πολὺς λόγος, πολὺς δὲ λόγος τοῦ τι ποιῆσαι καλόν. οὐχ οὕτως ἀθλητὴς ἐρᾷ στεφάνων ὡς οὗτος φίλῳ καὶ λῦσαι κακὸν καὶ παρασχεῖν ἀγαθόν. λέγειν δὲ εἰδώς, ἔστι γὰρ ῥήτωρ, οἶδε καὶ σιγᾶν, οὗ σιγὴ βελτίων. οὗτος ἂν μὴ μαθών σε διαδράμῃ τὴν πόλιν, ἀμφοτέροις αὕτη ζημία, τῷ μὲν οὐ μετασχόντι τῆς σῆς σοφίας, σοὶ δὲ οὐ μεταδόντι τῆς αὑτοῦ σοφίας, ᾧ μάλιστα χρῆν. ἀλλʼ ἀγαθῇ τῇ τύχῃ χρήσασθε τοῖς ἀλλήλων ἀγαθοῖς.
Ἀνατολίῳ.
Μετὰ δακρύων Ἰάμβλιχος ἐξῄει παρʼ ἡμῶν ἆρά ποτε τὴν ἑῴαν ὄψομαι; λέγων. καὶ πάνυ γε ἔφην· ἐν Ἰλλυριοῖς αὐτίκα μάλα τῶν τῆς ἑῴας ὄψει τὸ κάλλιστον. ὁ δὲ ἅτε ὢν ὀξὺς καὶ τῆς οἰκίας ἐκείνης, ἣ διήνεγκε τῷ φρονεῖν, εἶδεν ὃ λέγω καὶ τῶν δακρύων ἐπαύσατο ταῖς ἐνταῦθα πόλεσιν ἀντιτιθεὶς ἕνα, διʼ ὃν αἱ τῇδε πόλεις ἐν δόξῃ. εὐθὺς μὲν οὖν αὐτὸν τιμήσεις πατρός τε εἵνεκα καὶ θείου καὶ πάππου, πεῖραν δὲ λαμβάνων τῆς γνώμης, καὶ γὰρ ἐπέδωκεν εἰς τὸ βέλτιστος εἶναι, τούτῳ θαυμάσῃ τὸν ἄνδρα. λόγον δὲ περὶ ἡμῶν ἀπαιτῶν ὄψει μὲν αὐτὸν ἐν τῇ διηγήσει τὰ σὰ μιμούμενον εἰς ἐμέ, τοῦτο δὲ αἰσθόμενος παῖδα σαυτοῦ νομιεῖς· τοιοῦτον γὰρ δὴ τὸ σὸν περὶ τὸν πρόθυμον εἰς ἐμέ. τὰ μὲν οὖν ἄλλα οὗτος ἐρεῖ, λόγων πλῆθος, ἴσως δέ τι καὶ κάλλος, νέων πλῆθος καὶ περὶ τοὺς νέους πόνους, νέους πόνων ἐραστάς, φίλους πολλούς τε καὶ φαιδρούς, ἐχθροὺς οὐ πολλοὺς καὶ ταπεινούς. ὃ δὲ οὗτος μὲν οὐκ ἐρεῖ, σεσιγῆσθαι δὲ οὐ καλόν, δεσπότην με τῶν αὑτοῦ μεθʼ αὑτοῦ πεποίηται τὴν συγγένειαν αἰδούμενος. ταὐτὸ δʼ ἂν οἶμαι ποιῆσαι καὶ πρὸς ἄλλον οὐ συγγενῆ μέν, ἀγαθὸν δέ.
Θεμιστίῳ.
Ὁ μὲν δαίμων οὐ καλῶς ὑπὲρ τῶν σῶν ἐβουλεύσατο, σὺ δέ, οἶμαι, καλῶς. ὁ μὲν γὰρ ἀφῄρηταί σε Θεμίστιον, ὃν ἐγώ ποτε ταῖς Ἰσοκράτους παραινέσεσιν ἔθρεψα· σὲ δὲ οὐ κατέκλυσεν ἡ συμφορά, μένεις δὲ ἐν τοῖς φιλοσοφίας νόμοις ἀνδρίᾳ χρώμενος πρὸς τὴν Τύχην. ἔστι δέ, οἶμαι, τοῦ μέχρι νῦν ἐνηνοχότος τὸ κακὸν τὸ μὴ γενέσθαι μετὰ ταῦτα πρὸς τὸ πάθος μαλακόν. αἰσχρὸν γὰρ εὐθὺς οὐ προαχθέντα προϊόντος ἐνδοῦναι τοῦ χρόνου. τὸν δʼ Ἰάμβλιχον ἔγνως μὲν ἐλθὼν ὡς ἡμᾶς ἀγαθόν, εὖ ποίει δὲ νῦν ὡς ἄνδρα ἀγαθόν. μεγίστη δὲ εὐεργεσία φίλον τε σαυτοῦ νομίσαι καὶ δεῖξαι τοῖς ἄλλοις, ὅτι αὐτὸν ἡγοῖο φίλον. πάντως δὲ τὸν ἐξ ἐκείνων παρὰ σοὶ δεῖ κεκρίσθαι τίμιον, τὸν ἐκ τῶν φιλοσόφων παρὰ τῷ φιλοσοφοῦντι. αὐτὸς μὲν οὖν ταῖς τῶν πατέρων ἀρεταῖς σεμνύνεται, μεῖζον δέ ἐστιν αὐτῷ τοῦ φῦναι ἐκ τοιούτων τὸ γενέσθαι τούτων ἄξιον. καὶ γὰρ εἰ μὴ λόγων ὅσων ἐπεθύμει μετέσχεν ὀρφανίᾳ κωλυθείς, ἥ γε φύσις καὶ τὸ τῶν ἠθῶν γενναῖον φιλοσοφίᾳ πρέποντα.
Βαρβατίωνι.
Ἅπαν ἡμῶν τὸ γένος διὰ σοῦ καὶ κτᾶταί τι χρηστὸν καὶ διαφεύγει κακόν. Ἰάμβλιχος δὲ ἡμῶν ἐν τῷ γένει κατὰ Πίνδαρον ἀστὴρ ἀρίζηλος, σώφρων, ἐπιεικής, εἰδὼς αἰδεῖσθαι, λόγων ἐπιθυμητής, χρημάτων κρείττων, οὐκ εἰδώς, ἢν εὖ πάθῃ, τῆς μνήμης ἐκβαλεῖν τὴν χάριν· ὥστε, εἰ πάντα αὐτῷ γένοιο, περὶ τὸν ἄριστον ἡμῶν ἔσῃ πρόθυμος. καὶ ταῦτα ἐγὼ γράφω νῦν, οὐχ ὅπως ἄρξῃ τὸν νεανίσκον ὠφελεῖν, πάλαι γὰρ δὴ τοῦτο ποιεῖς, ἀλλʼ ὅπως ὧν τε ἤρξω πάλαι, τούτοις ἐμμείνῃς καὶ ἐμοὶ συνησθῇς, ὅτι μοι τούτου φροντίς, οὗ μὴ φροντίζων ἠδίκουν ἄν.
Ὀλυμπίῳ καὶ Ἰοβίνῳ.
Ταύτην τὴν ἐπιστολὴν οὐκ αὐτὸς ἐδεήθην Ἰαμβλίχου κομίζειν ὑμῖν, ἀλλʼ αὐτὸς ἐδεήθη μου πέμπειν ὑμῖν. ὡς γὰρ ἀπαίρειν μέλλων κελεύσας ἐπιστεῖλαι τοῖς φίλοις εἶχε πειθόμενον. τῶν μὲν οὖν ἄλλων οὐδενὸς ὀνομαστὶ πρὸς ἡμᾶς ἐμνήσθη, τὸν Ὀλύμπιον δὲ καὶ τὸν ἀδελφὸν εἰπὼν τοὺς φιλομούσους, εἰ τούτοις ἔφη φέροιμι γράμματα, πάντα ἕξει μοι καλῶς. τρεῖς οὖν εἶχον εἰς ἡδονὴν ἀφορμάς, τὸ ὑμᾶς ἐν τούτῳ δόξης εἶναι τό τε ἐμοὶ φίλους μὲν ὑμᾶς εἶναι τοὺς ἀγαθούς, συγγενῆ δὲ τοῦτον καὶ φίλον τὸν οὐκ ἀγνοοῦντα τοὺς ἀγαθούς.
Ἀνατολίῳ.
Σή τοι σαφῶς ἡ ἐπιστολή, ὥστε, εἰ καὶ τοὔνομα τοῦ πέμψαντος μὴ ἐνεγέγραπτο, πάντως ἂν εὗρον ἐκ τῶν ἐπεσταλμένων τὸν γεγραφότα. σύ τε γὰρ ὑβριστὴς ἥ τε ἐπιστολὴ πολὺ τοῦτο εἶχεν, ᾧ καὶ θαυμάζω τὸ μηδʼ ὑπὸ τοῦ πλήθους τῶν πραγμάτων ἀποστῆναί σε τῶν εἰωθότων. ὡς δὲ οὐδὲν ὑγιὲς ἐπέσταλκας, ἐπιδείξω. πρῶτον μὲν γὰρ ἔφης διὰ τοῦτό μοι μόνῳ τῶν πάντων οὐ γράψαι τὸ θυμωθέντα με πλῆξαί σε λόγοις. τοῦτο δὲ οὐκ ἦν εὐθὺς ἀναγκαῖον τῷ μὴ λαβόντι ποιεῖν, ἀλλʼ εἶχε λόγον καὶ οὐκ ἦν ἔξω τῶν εἰκότων τὸ τῷ μὴ λαβεῖν ἀλγήσαντα σιγῆσαι. μὴ γάρ, εἰ ἐπέστειλα πρᾴως ἐνεγκὼν τὸ παρεωρᾶσθαι, σκόπει, ἀλλʼ ὅτι τῷ μὲν ἠμελημένῳ τὸ λυπηθῆναι, τῇ λύπῃ δὲ ἠκολούθησεν ἂν οὐκ ἀλόγως ἡ σιγή. τούτῳ μὲν οὖν ἐξηλέγχθης τῷ λόγῳ καὶ μάλα λαμπρῶς· κόλακα δέ με προσειπὼν σαυτὸν ἀποφαίνεις κόλακος ἐραστήν. εἰ γὰρ τὸ κολακεύειν κακόν, τοῦτο δὲ ἐν ἐμοί, σὺ δὲ ἐμὲ πρὸ τῶν πολλῶν ποιῇ, πονηροῦ τινος ἐρᾶν ὁμολογεῖς. καὶ εἰ τοῦτό γε ἀληθές, ὅτι πονηρὸς ὅστις χαίρει τούτοις οἷς οὐκ ἔοικε, πονηρὸς ἡμῖν ὁ σεμνὸς ὕπαρχος ἀναφαίνεται. θαυμάζω δὲ εἰ σὺ μέν, ὅπως λάβοις τὴν ἀρχήν, οὐκ ἐκολάκευσας, ἐγὼ δὲ οὐδὲν δεόμενος οὔτʼ ἄρχειν οὔτε παρʼ ὑμῶν πλουτεῖν ἐμαυτὸν κατῄσχυνον, ὅς, ὅπως μὴ γενοίμην κόλαξ, πένης ἐδεξάμην εἶναι· ὡς κολακεύειν γε ἐπισταμένῳ πολὺς ἂν εἴργαστο πλοῦτος. νῦν δʼ ἴσον ἀπέχομεν εὐπορίας καὶ κολακείας καὶ οὐκ ἄχθομαι τῷ μὴ πλουτεῖν, ἀλλὰ φιλοτιμοῦμαι τῷ μὴ δουλεύειν. ἐγὼ μὲν οὖν ταῦτα λέγω φεύγειν, ἃ δὴ καὶ φεύγω τοῖς ἔργοις, καὶ οὔκ εἰμι μὲν κόλαξ, ἀγανακτῶ δὲ ἀκούων, ὅπερ οὔκ εἰμι, κατὰ τὸν Λασθένην· σὺ δὲ ἐπαίνων μὲν ἐπιθυμεῖς καὶ καλῶς ποιεῖς, μεγάλη γὰρ εἰς ἄσκησιν ἀρετῆς ἀνάγκη, προσποιούμενος δὲ καταφρονεῖν οὐ καλῶς ποιεῖς ἐξαπατῶν. ἀλλʼ οὐδὲ ἐκεῖνο καλῶς δρᾷς ἀπατᾶν ἐπιχειρῶν ὃν οὐκ ἔχεις ἁρπάσαι. εἰ γὰρ ἐγὼ Φαῖδρον ἀγνοῶ, καὶ τὴν μητέρα ἀγνοῶ. εἶτά μοι παρακελεύῃ τὸ ἐπαινεῖν ἀφέντα ἔχεσθαι τοῦ ἐγκαλεῖν. εἰ μὲν οὖν οὐδὲν ἀδικοῦντι πείθεις ἐγκαλεῖν, οὐδὲν ἕτερον ποιεῖς ἢ συκοφαντεῖν· εἰ δʼ ὡς ἀληθῶς ἀδικοῦντι, σαυτὸν πεῖσον μὴ ἀδικεῖν μᾶλλον ἢ ἡμᾶς ἐγκαλεῖν. πολὺ γὰρ βέλτιον καθαρεύειν ὑποψίας ἢ ταύτῃ χρώμενον ζητεῖν, ὅστις κατηγορήσει τοῦ πράγματος. ἀλλʼ ἐπαινῶ τοὺς οὐκ ἀγαθοὺς ἐν ἴσῳ τοῖς ἀγαθοῖς καὶ διὰ τοῦτο φεύγεις τοὺς παρʼ ἡμῶν ἐπαίνους. ἀλλὰ μάλιστα μὲν ἐκεῖνος ἐπῃνέθη, πολλοὶ δὲ παντελῆ μὲν οὐκ ἔσχον τὴν ἀρετήν, ἓν δέ τι μόριον, ὃ μὴ τιμᾶν ἐπαίνοις ἄδικον. εἰ δʼ οὖν τις καὶ τῶν φαυλοτέρων ἐπῃνέθη, τέχνῃ πρὸς ἀρετὴν ἐκλήθη. θαυμαζόμενος γὰρ ἀπὸ τῶν οὐκ ὄντων ὡς ὄντων αὐτῷ καὶ γενέσθαι τοιοῦτος ἐπεθύμησεν ἄν. σὺ δὲ χαλεπός τις εἶ καὶ τοὺς καθεύδοντας καὶ τοὺς ἐγρηγορότας κακίζων. καίτοι εἰ μὲν Δάρδανος ἠδίκει κοιμώμενος, ὁ μὴ κοιμώμενος ἔξω μέμψεως· εἰ δὲ τὴν ἀγρυπνίαν τούτου ψέγεις, τί μὴ τὸν ὕπνον ἐπαινεῖς ἐκείνου; ἀλλʼ οὔτʼ ἐκεῖνος ἠδίκει κοιμώμενος μεθʼ ἡμέραν ἀπὸ τῶν ἐν νυκτὶ φροντισμάτων οὗτός τε κρατῶν ὕπνου στεφάνων, οὐκ αἰτίας ἄξιος. ὁρᾷς ὡς οὐκ ἐμὲ τὸ πλουτεῖν, ἔστω γάρ, ἀπέφηνε χείρω, σὺ δʼ ὑπὸ τῆς ἐξουσίας ἐπήρθης συκοφαντεῖν. παραινῶ δή σοι τούτου μὲν ἀποστῆναι, τοῦ δʼ ἀκριβῶς ἐπιμελεῖσθαι, τῆς ἀρχῆς ἔχεσθαι. καίτοι τινὲς κατηγοροῦσί σου τὴν τοῦ Φοίνικος τραγῳδοῦντες πρᾶσιν καὶ ὅσοι περὶ τὰς δίκας οἴχονται φεύγοντες ὑπὸ τῶν ὑβρισμάτων. ἀλλʼ ἐγὼ τοὺς μὲν οὐδὲν λέγοντας δεικνύω, σοῦ δέ, ἢν μὴ παύσῃ τοιαῦτα ποιῶν, φανοῦμαι κατήγορος.
Ἑορτίῳ.
Ἔτι σοι γράφομεν ἀπόντι, χρῆν δέ σε εἶναι παρʼ ἡμῖν καὶ μὴ ταῖς ἐπιστολαῖς ὁρᾶν μόνον τοῦ παιδὸς τοὺς λόγους, ἀλλὰ πᾶσιν εἴδεσιν ὁπόσα λόγων. πολλῶν δʼ ἂν ἐπριάμην εἰδέναι σε τὸν παρʼ ἡμᾶς ἥκοντα Θεμίστιον· οὕτω γὰρ ἂν ἐθαύμασας ἐμέ τε τὸν μεταβαλόντα κἀκεῖνον τὸν μεταστάντα.
Ἀρισταινέτῳ.
Εἶχον μέν σε ἐλέγχειν ἐκείνως ἐπεσταλκότα καὶ οὐ τὸ μὴ πολλάκις λαβεῖν, ἀλλὰ τὸ μὴ μακρὰς αἰτιώμενον· ἵνα δὲ μὴ πόλεμος ἐκ μικροῦ σπινθῆρος ἁφθῇ καὶ βάλλωμεν ἀλλήλους γράμμασιν ἀντὶ τοῦ τέρπειν ἐπιστολαῖς, δεδόσθω σὲ μὲν τιμᾶν τὰ τῆς Λακεδαίμονος, ἐμὲ δὲ οὐκ ὀρθῶς ἐγκαλεῖν. καὶ νίκα τὴν νίκην ταύτην ἡττημένων ἡμῶν ἑκόντων. βιβλία δὲ ὅτι μὲν ὑπέσχου μοι, ἐμὸν ἀναμνῆσαι, ὅτι δὲ οὐκ ἔδωκας, σὸν εἰπεῖν. ὅτε γὰρ ἐν τῇ Μεγάλῃ πόλει τὴν νόσον τὴν μεγάλην διαφυγὼν ἀνεγίνωσκόν σοι λόγον, ἔπαινον τῆς Στρατηγίου θυγατρός, βιβλίον τι παλαιὸν εἰς κάλλος γεγραμμένον ἐθαυμάσαμεν ἰδόντες καὶ διελέχθημεν, ὡς ἦν ποτε κάλλος γραμμάτων, νῦν δὲ οὐκ ἔστιν. ἐνιδὼν δή μοι σὺ τῶν τοιούτων ἐπιθυμίαν ἔχειν ἔφης πολλὰ καὶ κτῆμα παππῷον καὶ πέμψειν ἀπὸ τῆς Νικαίας. εἶτα ἐγένου Φίλιππος ὑπισχνούμενος Ἀθηναίοις. καὶ ἀγροὺς μὲν ὑπὲρ ἡμῶν ἄλλοις οἶσθα δοῦναι, βιβλία δὲ ἡμῖν οὐκ οἶσθα. διὰ τί δή; λέγοις ἄν. ἢ κἀνταῦθα τὸν Φίλιππόν μοι καιρὸς εἰπεῖν· οὐ δίδωσιν Ἀρισταίνετος βιβλία τοῖς φίλοις, ἵνα μὴ διαβληθῇ πρὸς τοὺς Ἕλληνας; πάλιν δή σοι λέγω ταῦτα, ὡς, ἂν μὴ πέμψῃς ἐκείνων, οὐ λήψῃ τούτων, ἐν οἷς καὶ αὐτοῖς εὑρήσεις πολιάν. οὐ γὰρ κατὰ τὸν Ἰόλεων ἐκ γέροντος ἐγὼ νέος· οὐχ οὕτω μοι φαῦλον οἱ νόμοι.
Ὀλυμπίῳ.
Τὸ μὲν προσπεσεῖν σοι πολλὰ λυπηρὰ μετὰ τὴν ἀρχὴν λέγων, αὐτὰ δὲ οἷς ἐλυπήθης οὐκ εἰπὼν πᾶν εἶδός με κακῶν ἠνάγκασας ἐννοεῖν, ὥστʼ οὐκ ἔστιν ἐφʼ ὅ τι δυσχερὲς τὴν ψυχὴν οὐκ ἄγων ἀπεύχομαι μὲν μηδὲν εἶναι τούτων, φοβοῦμαι δὲ μὴ τούτων ἐνῇ τι. εἰ μὲν οὖν ᾔδειν, καθʼ ὃ μέμφῃ τὸν δαίμονα, πρὸς τοῦτʼ ἂν ἐποιούμην τὸν λόγον· ἐπεὶ δὲ ἁπλῶς ὡς εἴης ἐν χαλεποῖς ἀκήκοα, παραινῶ σοι παντὸς ἀνδρειότερον εἶναι κακοῦ τὸ πανταχοῦ λεγόμενον ἡγούμενος εὖ ἔχειν, ὡς οὐκ ἔστιν ἴασις συμφοραῖς ἡ λύπη. καλῶς δέ μοι δοκεῖς καὶ τοῦτο βεβουλεῦσθαι, καταφυγεῖν εἰς Νίκαιαν· παραμύθιον γὰρ οἷον οὐκ ἄλλο ζῆν σὺν Ἀρισταινέτῳ καὶ μορφὴν ἐκείνην ὁρᾶν καὶ λόγων ἀκούειν ἐκείνων καὶ παίζοντος γάννυσθαι καὶ σπουδάζοντος ὠφελεῖσθαι. χρῶ τοίνυν τῷ καλῶς εὑρημένῳ φαρμάκῳ. εἰ δὲ καὶ τὰ ἡμέτερα γράμματα φάρμακον, ἕξεις ἐπὶ τῷ προτέρῳ τὸ δεύτερον.
Ἀρισταινέτῳ.
Καλή γε ἡ συνωρίς, σὺ καὶ Δομέτιος ὁ χρηστός. ζεύγνυσι δὲ ὑμᾶς ἡνίοχος ἀγαθὸς μίαν ψῆφον ὑπὲρ ἀμφοῖν θέμενος. ὁ γὰρ σὲ καλῶν ἐπὶ κοινωνίᾳ τῶν πόνων τοῦτον οὗτος ἐπὶ τοῖς ἴσοις. ἀλλὰ σὺ μὲν οὐδὲ μελετήσας καθῆσθαι μένεις, ὁ δὲ ἔρχεται κουφιῶν τὸν ἄρχοντα, μακάριος μέν, ὑφʼ οἵου κέκληται, ποιήσων δὲ κἀκεῖνον εὐδαίμονα τῇ παρʼ αὑτοῦ φορᾷ. ἔστι δὲ ἡ φορὰ νόμων ἐμπειρία, λόγων δεινότης, δικαιοσύνη τρόπων. σὺ τοίνυν τῷ μὲν συνηδόμενος, οἷον λήψεται, τῷ δὲ παρʼ οἷον ἔρχεται, τὸν ἄνδρα ποιοῦ φίλον, ὥστε καὶ σοὶ συνησθῆναι τοῦ κτήματος.
Ἀνατολίῳ.
Τί χρή με ποιῆσαι; φῂς μὲν γὰρ αἰτιῶν ἐπιθυμεῖν, πράττεις δὲ ἐπαίνων ἄξια. καὶ πρὸς μὲν τὸν ἐπαινοῦντα χαλεπὸς εἶ, ψέγειν δὲ οὐ δίδως. τοῦτο τοίνυν πόσης εὐφημίας οἴει; κέκληται Δομέτιος ἐπὶ τῷ συνεφάψασθαι τῶν φροντίδων ἀνὴρ ἄχρηστος ἄρχοντι πονηρῷ. καὶ πολλὰ μὲν ἔστι μοι λέγειν, εἰ λέγειν ἐθέλοιμι περὶ τῶν τοῦδε καλῶν· φοβοῦμαι δὲ μή σοι γένηται σκώμματος ἀφορμὴ τὸ πρὸς σὲ λέγειν, ἃ καλῶς εἰδὼς κέκληκας· οὐ γὰρ ἀγνοῶν ἐκάλεις. ἀλλʼ ἐκεῖνό γε οὐκ οἶσθα· μάνθανε δή· λόγοις τοῖς μὲν ἄλλων ἐβοήθησε, τοὺς δὲ ἡμετέρους ἐθαύμασε, τὸ μὲν αἰδοῖ φιλίας ποιῶν, τὸ δὲ ἐπιστήμῃ λόγων, ὥσθʼ ἡμῖν αὐτὸν ἀμφοτέροις ἀγαθὸν φανῆναι τὴν μὲν οὐ κινήσαντα, τοὺς δὲ τιμήσαντα.
Εὐσεβίῳ.
Οἱ παῖδές σου φύσεώς τε ἀγαθῆς καὶ προθυμίας ἀμείνονος. ἤδη δέ τι καὶ δεῖγμα ἐξήνεγκαν νέων ἐχόντων ὦτα. ὅτι δὲ τοῦτʼ ἔστιν, ἐμοὶ μὲν ἀκριβῶς εἰπεῖν οὐ καλόν, ἐκείνοις δὲ μὴ τοῦτο ποιεῖν αἰσχρόν. παρεὶς δὲ τὸ παρακαλεῖν ἡμᾶς ὑπὲρ αὐτῶν τιμῶντος ἔργον ἐποίησας τῇ σιγῇ μαρτυρήσας ὡς ἅπαν τὸ προσῆκον ἔχουσιν.
Λαυρικίῳ.
Σὺ μὲν ἐπῄνεις τοὺς ἐμοὺς λόγους, οἱ δʼ ἄλλοι τὴν σὴν εἰς λόγους ἐπιθυμίαν. οὗ τοίνυν ἡδέως ἠκροῶ, τούτῳ δὸς αἰτοῦντι χάριν. ἡ δὲ χάρις οὐκ ἔξω τῶν νόμων, ὥστε οὐκ ἀρνήσῃ. Εὐσέβιος αὐτὸς μὲν ἐμοὶ συνεφοίτησεν, οἱ δὲ τούτου παῖδες φοιτῶσιν εἰς ἐμέ. τούτους μὲν οὖν αὐτὸς εὖ ποιῶ διδοὺς ἃ παρʼ ἐμοῦ λάβοι τις ἄν· τῷ δὲ τούτων πατρὶ παρὰ σοῦ γένοιτʼ ἄν, εἰ βουληθείης, εὖ παθεῖν. ἔστι δὲ εὐεργεσία γνῶναι πάντας ὅτι αὐτὸν ἡμέτερον ἑταῖρον οἶσθα.
Ἀρισταινέτῳ.
Ἠισχύνθην οἷς ἔγραψας περὶ τῶν θηρίων· οὐ γὰρ ἐῴκεις ὅτι σοι μὴ χαρίσασθαι παρῆν ἡμῖν ἀνιωμένῳ, ποιουμένῳ δὲ μᾶλλον τὴν ἀπορίαν παιδιάν. ἤδη δέ τις οὐδʼ ἀπορεῖν σε ἔφη σημείῳ τῇ παιδιᾷ χρώμενος. συνέβη δὲ τὴν ἐπιστολὴν διὰ τῶν τοῦ θείου χειρῶν εἰς ἡμᾶς ἐλθεῖν, ἀνδρὸς αὐτοῦ μὲν ἥκιστα παίζειν εἰδότος, σὲ δὲ νομίζοντος μετὰ τοῦ καιροῦ τοῦτο ποιεῖν. ἀλλὰ νῦν γε οὐ καιρὸς ἐν ἐπειγούσῃ τῇ χρείᾳ. τὸ δὲ τὸν συγγενῆ σοι ταὐτὰ λειτουργεῖν ἐν Βιθυνίᾳ καιρὸς ἦν διδούς σοι δεικνύειν ὅτι τῶν οἰκείων οὐ ποιῇ τὸ τῶν φίλων δεύτερον. ἀλλʼ, οἶμαι, πρόφασιν ἥρπασας εἰς ῥᾳθυμίαν. πεπόμφαμεν δὲ ὑμῖν ὧν ἡμῖν τὸ ὄρος τρέφει. σὺ δʼ, εἰ καὶ μὴ δοῦναι χάριν ἕτοιμος, ἀλλʼ ἀμείψασθαι φάνηθι μὴ κακός.
Ἀλκίμῳ.
Ἔλαβόν σου διὰ Θώρακος ἐπιστολήν, γράμματα δὲ ἐπʼ ἐκείνῃ δώσειν εἰπών, ἀφʼ ὧν ἂν ἦν μοι μαθεῖν, ὅ τι δεῖ σοι πραχθῆναι, μόλις μὲν ἐντυγχάνει, δίδωσι δὲ οὐδὲ τότε. ἐκείνων μὲν οὖν ἢν λάβω, φανοῦμαί σοι τοιοῦτος οἷον ἐλπίζεις· τῶν ἄρκτων δὲ ἡμῖν ἡ πόλις ὑμῶν μεταδότω. σοὶ δὲ διαλεγόμενος περὶ ὧν δεῖ γενέσθαι παρὰ τοῦ κοινοῦ τάχʼ ἴσως οὐχ ἁμαρτάνω· πειθομένην γὰρ ἔχεις καλῶς ποιοῦσαν τὴν πόλιν. ἐνθυμοῦ δὲ ὅτι τὸ αὐτὸ καὶ ἡμῖν καὶ ὑμῖν οἴσει κρότον, ἡμῖν μὲν ὡς σπουδῇ χρησαμένοις εἰς τὸ λαβεῖν, ὑμῖν δὲ ὡς ἄνευ φθόνου δεδωκόσιν. ἡδὺ δέ που τὸ τῆς ἄρκτου θαυμαστὰ ἐργαζομένης τὸν ἐρόμενον, πόθεν δὲ αὕτη; παρὰ Βιθυνῶν ἀκοῦσαι.
Ἰουλιανῷ.
Ὅτι μὲν πρᾴως προσενεχθήσῃ ταῖς πόλεσιν, εὖ ᾔδειν, φύσει γὰρ δὴ σὺ τοιοῦτος· ἥσθην δὲ ἀκούσας ὅτι σοι καὶ κέντρον ἐστὶν ἐπὶ τοὺς κέντρου δεομένους. ἤγγειλε δὲ Κλημάτιος, ᾧ καὶ αὐτῷ κέντρον ὀξύ. χαίρειν οὖν μοι συνέβαινε τῷ τόν τε ἐπαινούμενον εἶναι πολίτην ἐμὸν καὶ τοὺς ὠφελουμένους, —ἂν εἴπω καὶ τούτους πολίτας, ἄρα σοὶ δόξω λέγειν ὀρθῶς, εἴπερ τἀκείνων οἶσθα πρὸς ἐμέ. πάντως δὲ οἶσθα περὶ ὧν ἐπέστειλας ἡμῖν, ὡς γεγένηται, ἃ γέγονεν, οὐ διʼ ἡμῶν, οὐ γὰρ ἀφαιρήσομαι Σπεκτάτον ὧν ἐσπούδασε τὴν δόξαν, ἐπῄνεσα μέντοι τὴν σπουδήν. καὶ τοῦτό σοι παρʼ ἐμοῦ τὸ μαθεῖν ἐκεῖνον ὅτι σοὶ βοηθῶν ἀμφοτέροις χαρίζεται. χάρισαι δὲ καὶ αὐτὸς ἡμῖν τῷ φανῆναι παρʼ ἡμῖν ἄρκτους ἐκεῖθεν, ἐπειδὴ κἀκείνοις ἔδειξας ἐνθένδε παρδάλεις, ὅπως τοὺς μὲν ἀρχομένους διὰ τῶν τῆς πατρίδος εὐφραίνῃς, τὴν δὲ σαυτοῦ διὰ τῶν παρʼ ἐκείνοις.
Δημητρίῳ.
Χρηστός γε ὁ Λεόντιος καὶ τῶν εὐφημιῶν αἷς αὐτὸν ἐκόσμεις οὐκ ἀνάξιος. καίτοι μικρὰ μέν μοι συγγεγένηται διὰ τὸ πλῆθος τῶν πραγμάτων. εὖ γὰρ ἴσθι, τῶν περὶ τοὺς νέους ἀσχολιῶν οὐκ ἐλάττους ἡμῖν αἱ περὶ τοὺς ἄρχοντας, ἃς ἀηδῶς μὲν ὑπομένομεν, φυγεῖν δὲ οὐκ ἔχομεν τοὺς δεομένους αἰδούμενοι. τὸν δʼ οὖν Λεοντίου τρόπον οὐδʼ οὕτως ἠγνοήσαμεν, ἀλλʼ εὕρομεν τὸ τῆς ἐπιστολῆς ἐν τῷ φέροντι. πειθόμενος δὲ οἷς ψηφίζῃ περὶ ἡμῶν πείθεται μὲν ἀγαθῷ, εἰ πείθεται δὲ περὶ τοιούτου, τοῦτο οὐκ οἶδα.
Βακχίῳ.
Οὐ παύσῃ ποτὲ τὰ μικρὰ μεγάλα νομίζων καὶ πολλοῦ τινος ἄξια τὰ μηδενός; ἀλλʼ ἂν φθέγξωμαί τι, σεμνὸν εὐθὺς τοῦτο παρὰ σοὶ καὶ ζητεῖς καὶ ποθεῖς καὶ τὸ μήπω λαβεῖν ἐγκαλεῖς. ἀεὶ μὲν οὖν μοι φαύλων ἐρᾶν ἐφαίνου τῶν ἡμετέρων ἐρῶν, νῦν δʼ οὐχ ἥκιστα σπουδάζειν περὶ μικρά. γνώσῃ δέ, ἢν λάβῃς, λήψῃ δὲ οὐκ εἰς μακράν, ὡς οὗ κλέος εἰς ὑμᾶς ἀφῖχθαι λέγεις, σκιὰ λόγου μᾶλλόν ἐστιν ἢ λόγος.
Ἀρισταινέτῳ.
Ἤιδειν μὲν καὶ πρότερον τὸν ἐμαυτοῦ πολίτην Μαριάδην ἤ, εἰ βούλει γε, Ἀριστείδην, οὕτω γὰρ αὐτὸν καλεῖς καὶ καλῶς καλεῖς· νῦν δὲ αὐτῷ πολὺ πλέον συνήδομαι ὅτι ὢν ἀγαθὸς καὶ εἶναι δοκεῖ πανταχοῦ. τόπος γὰρ οὐδεὶς ὃς οὐκ εἶδέ τε αὐτοῦ τὴν πενίαν καὶ ἰδὼν οὐ τεθαύμακεν. οὐκ ἄρα μεγάλη μόνον ἡμῶν ἡ πόλις, ἀλλʼ ἤδη καὶ μήτηρ ἀνδρῶν, ἴσως δὲ καὶ ῥητόρων, πάντως δὲ δικαίων. καὶ σὺ μαρτυρεῖς ὁ τὸν Ἀριστείδην εἰπών.
Σαβίνῳ.
Λέλυταί σοι τὰ δυσχερῆ, λέλυται δὲ τοῖς Μαριάδου πόνοις. καὶ τὴν ἐπιστολὴν ἤδη τῶν δεινῶν πεπαυμένων ἐλάμβανον, ὥστʼ ἐγὼ μὲν αὐτὸν ἠρώτων· πῶς οὖν χρὴ βοηθεῖν; ὁ δὲ ἀπεκρίνατο δεῖν μὲν οὐδὲν βοηθείας, εἶναι δὲ τὸν καιρὸν ἡδονῆς. ἔχαιρόν τε οὖν καὶ ἐπέστελλον.
Ἰαμβλίχῳ.
Οὕτως ἐξῆρας τῷ λόγῳ τόν τε λιμὸν καὶ τὸ ψῦχος, ὥστʼ ἀναγινώσκων ἐρρίγωσά τε καὶ ἐπείνησα. σὲ δὲ καὶ ταῦτα καὶ ἔτι χαλεπώτερα δεῖ φέρειν ἀπὸ τῆς φιλοσοφούσης οἰκίας γεγονότα. καὶ τὰ ἆθλα δέ, ὑπὲρ ὧν τὰ δυσχερῆ, μείζω τῶν δυσχερῶν· ὥστʼ εἰς ἐκεῖνα βλέπων μὴ τοῖς παροῦσιν ἀνιῶ. τοῖς δὲ Ἱεροκλέους λόγοις οὐδὲ πρότερον μὲν ἀπειθεῖν ἔδει, νῦν δὲ καὶ ἀνάγκη πείθεσθαι. τύχῃ τʼ οὖν ἀγαθῇ χώρει καὶ δεξάμενος ὅ τι ἂν διδῶσιν οἱ θεοί, χαίρων ἐπάνιθι.
Ἱεροκλεῖ.
Ἀγαθῷ οὐ κακῶς συνεβούλευσας, ὅθεν σὺ μὲν εὗρες τὸ δέον, ὁ δὲ οὐκ ἠτίμασε. μαρτυρεῖ δὲ ὡς ὀρθῶς τὸν νεανίσκον ἔπεμψας ὁ μὴ δυνηθεὶς εἰς τὸ μεῖναι βοηθῆσαι.
Κληματίῳ.
Πορεύεται μὲν ὁ καλὸς Αὐξέντιος ἐπʼ Αἰγύπτου, διὰ δὲ τῆς Παλαιστίνης ἰὼν ἔσται τῶν τῆς σῆς ἀρχῆς προοιμίων θεωρός· δῆλον δὲ ὅτι καλῶν. ἃ γὰρ συνέθου πρὸς ἡμᾶς περὶ τοῦ μετὰ πενίας ἄρξειν, οὐ δήπου κινήσεις. μισθὸς δέ σοι τῆς ἀρετῆς ἡ γλῶττα τοῦ φέροντος τὴν ἐπιστολήν, ὅς, ἐπειδάν τι θαυμάσῃ, καὶ κηρύττειν ἐπίσταται.
Σεβαστιανῷ.
Ἔδειξας μὲν ὡς εἴης ἀγαθὸς καὶ ἐν ταῖς ἀρχαῖς, ἀρκεῖ δὲ καὶ τὸ παρὸν δηλῶσαι τὴν σὴν ἀρετήν. Αὐξέντιος μισῶν ἃ μισεῖν ἄξιον καὶ θαυμάζων ἃ μὴ θαυμάζειν ἀδίκημα παῖδας ἀφεὶς καὶ γυναῖκα καὶ τὴν ἐκ τῶν δικῶν πρόσοδον ἔρχεται τὴν σὴν ὀψόμενος στρατηγίαν. μαρτυρεῖ δὴ διὰ τῆς ὁδοῦ πάντων εἶναί σε διὰ πάντων ἄριστον. ὁ γὰρ οὐδʼ ἂν τύραννον κολακεύσας, εἰδὼς δὲ ὅ τι μέμφοιτο περὶ τούτου καὶ βοῆσαι δῆλον ὡς ὑπὸ τῶν ἐν σοὶ καλῶν ἐπὶ Νεῖλον κέκληται. φιλοτιμησάμενος δὴ πρὸς τοὺς Αἰγυπτίους ἐπὶ τῇ παρουσίᾳ τοῦ ῥήτορος ἀπόδος ἡμῖν ὅτι τάχιστα τὸν ῥήτορα.
Κληματίῳ.
Φίρμου τουτουὶ μέλει μὲν τῇ μητρί μου, μέλει δὲ καὶ ἐμοὶ διὰ τὴν μητέρα. καὶ σοὶ δʼ ἂν εἰκότως ἀμφοῖν εἵνεκα μέλοι. ἔστι δὲ ὁ Φίρμος εὐγενής τε καὶ πένης ὑπὸ τῶν ἐν Παλαιστίνῃ κακῶν εἰς πενίαν ἐλθών. φέρων δὲ τὴν πενίαν καὶ χρημάτων οὐκ ἐπιθυμῶν ἐπιθυμεῖ γνῶναί σε τοῦθʼ, ὅτι ἡμῖν αὐτοῦ μέλει.
Ἀλκίμῳ.
Ἕως ἂν ᾖς καὶ σώζῃ τῇ Βιθυνίᾳ, καὶ διʼ ἀνδρῶν ἔστι τῷ ἔθνει νικᾶν· οὐ γὰρ ἂν ἄλλοι γε δείξειαν ἕτερον Ἄλκιμον. τοῖς δὲ περὶ τῶν ἄρκτων γράμμασιν ἑορτὴν ἐποίησας τῇ πόλει. μεγάλα γὰρ ἀκούοντες ἀπιστεῖν οὐκ εἶχον σοῦ λέγοντος, ἀλλʼ ἐγγύς τι καθειστήκεσαν τοῦ ὁρᾶν. ἡγοῦμαι δὲ σοὶ τὰς παρδάλεις ἥκειν, ἡνίκα πρὸς ἡμᾶς τὰ περὶ ἐκείνων γράμματα. πάλαι γὰρ δὴ πλέουσι καί, ὡς εἰκάζειν ἔστιν, ἐχρήσαντο πλῷ. τερπόμενος δὴ τοῖς ἐνθένδε τέρπε τοῖς ἐκεῖθεν ἡμᾶς μεμνημένος ὅτι τῶν προτέρων αἱ νῦν κυνηγέταις, ὡς ὁ σὸς λόγος, χαλεπώτεραι.
Ἰουλιανῷ.
Ὧν ἐδεήθης ἔχων ἃ δώσειν ἔφης ἀπόστελλε καὶ χαρίζου τῇ πατρίδι τοῖς ἐρχομένοις ἐκ τῆς πατρίδος κεχαρισμένα. λόγος δὲ παρʼ ἡμᾶς ἀφῖκται θαυμαστὰ παρʼ ὑμῖν τὰς ἄρκτους ἐργάζεσθαι καὶ εἶναι τοσαύτας ὥστε καὶ ἐκπέμπειν ἔχειν. καίτοι μίαν οὖσαν πάντως ἂν σύ γε τῶν σῶν πολιτῶν τὴν μίαν ταύτην ἐποίησας συγγνώμην ἔχων καὶ παρʼ αὐτῶν ἐκείνων οὓς ἀφῃροῦ, μᾶλλον δὲ ἔπαινον, οὐ συγγνώμην, εἰ τιμῶν ἐφαίνου τὴν σαυτοῦ. λογίζου δὲ τὴν ἡμέραν ἐκείνην, ἐν ᾗ πᾶσα μὲν ἤθροισται πόλις ἐπὶ τὴν θέαν, ἄρκτος δὲ βοὴν ἐκκαλεῖται, ζητεῖ δὲ ὁ θεωρός, παρʼ ὅτου τὸ θηρίον, σὲ δὲ ἀκούει καὶ πρὸς ἕτερον λέγει καὶ γίγνῃ τῷ λειτουργοῦντι τῶν ἐπαίνων κοινωνός.
Διομήδει.
Ὥσπερ, εἴ τι φαῦλον ἐνεώρων Διοφάντῳ, πάντως ἄν σε ἐδίδασκον, ὅπως αὐτῷ προσάγῃς ἐπανόρθωσιν καὶ ποιῇς βελτίω τοὺς τρόπους, οὕτως, ἐπειδὴ βέλτιστος μέν ἐστι τοὺς τρόπους, ἐρρωμένος δὲ εἰς τοὺς λόγους, αὐτός σε διδάσκω τοῦτο, ὡς ἔστιν ἀμφότερα ἀγαθός, ὅπως αὐτὸς ἐπαινῇς, διʼ ὃν εἰς εὐδαιμόνων πατέρων τελεῖς χορόν.
Ἱερακίῳ.
Ὁ τῆς παιδός σου παῖς τοιοῦτός ἐστιν, οἷον εὔξαιτο ἂν ὁ πάππος, λόγων ἐραστής, σωμάτων οὐκ ἐραστής, θράσους ἀφεστηκώς, ἐπιεικείᾳ φίλος, ἀρέσκων ἐμοί, τοὺς ἑταίρους ἐξημμένος. ταῦτα αὐτῷ συνειδὼς σιγᾶν οὐκ εἶχον. ἐγὼ γὰρ οἶδα μὲν κατηγορῆσαι νέων ἔξω κόσμου φερομένων, οἶδα δὲ ἐπαινέσαι μένοντας ἐν τῷ τεταγμένῳ. τὸν οὖν Διόφαντον τοῦτον ἕνα τῶν ἃ χρὴ ποιούντων εὑρὼν ἡγησάμην ἄδικον μὴ καὶ τῷ πάππῳ τὴν ἀκοὴν εὐφρᾶναι.
Κληματίῳ.
Ἐπέμψαμεν οὐκ αἰτήσοντες χάριν, ἀλλʼ ἀπαιτήσοντες ὑπόσχεσιν. σὺ γὰρ ἐκεῖνος ὁ φήσας μείζω τῶν δυνατῶν εἰς τὴν λειτουργίαν εἰσοίσειν. Κλημάτιος δὲ πολλὰ μὲν ὧν οὐκ ἐπαγγέλλεται ποιεῖ, πάντως δὲ ἐπαγγελίαν ἐπιτελεῖ. δύο τοίνυν βοήθει τοῖς ἀνδράσι· τὸ μέν, ὅπως ταχέως τἀργύριον λάβοιεν, τὸ δέ, ὅπως μὴ πολλοῦ τὴν ἐσθῆτα πρίαιντο. ὅστις δέ ἐστιν Ὀλύμπιος, ἀπʼ αὐτοῦ γνῶθι τοῦ διʼ αὐτοῦ σέ με προσειπεῖν, ὃς οὐκ ἂν τοσοῦτον προὐξένουν ἀγαθὸν μὴ καλῷ κἀγαθῷ καί τινος ἀξίῳ σπουδῆς. ἔστι δὲ πολίτης μὲν ἐμός, πολλῶν δὲ βελτίων εἰς ἐμὲ πολιτῶν, καὶ βουλοίμην ἂν αὐτῷ τόπον πάντα εὐφροσύνην φέρειν. σὺ τοίνυν ἡδέως αὐτὸν ἰδὼν καὶ μετὰ γραμμάτων ἐπʼ Ἰταλίας πέμψας δεῖξον ὅτι τοῖς ἡμᾶς φιλοῦσιν ἔνι τις τοῦ φίλτρου καρπός.
Μυγδονίῳ.
Ὀλυμπίου τουτουὶ πολλαχόθεν κήδομαι. καὶ γὰρ ὡς πολίτην φιλῶ καὶ ὡς φίλον ἀντιφιλῶ. καὶ νοῦν ἔχει καὶ χάριν, καὶ λόγων κριτὴς οὐκ ἄκρος μέν, οὐ φαῦλος δέ. γέγονε δὲ στρατιώτης ἀντὶ ῥήτορος πενίᾳ βιασθείς. ἀλλʼ οὐδὲ ἐν τούτῳ μέντοι πλούσιος ἀντὶ πένητος γεγένηται κολακεῦσαι μὲν οὐ δυνηθείς, ἐραστὴν δὲ τῶν αὑτοῦ τρόπων οὐχ εὑρών. ἀλλʼ οὗτος αὐτῷ σὺ γενοῦ. καὶ πρῶτον μὲν αὐτῷ χάρισαι τὸ μὴ τὸ μῆκος τῆς ἀπουσίας ἔγκλημα αὐτῷ καταστῆναι. ἔπειτα τῶν σοὶ μὲν ῥᾴστων, τούτῳ δὲ χρησίμων γενέσθω τι. τῆς τε γὰρ παρὰ Μουσωνίῳ δυνάμεως δίκαιον ἀπολαύειν ἐμὲ τοῦτόν τε τῆς ἐμῆς παρὰ σοί.
Μουσωνίῳ.
Καὶ σοὶ δεδόσθαι νομίζω τὴν ἐμὴν ἐπιστολὴν καὶ σὴν ἀφίξεσθαί μοι, καὶ πρὶν λαβεῖν ὅτι λήψομαι πιστεύων ἥδομαι. μὴ οὖν θαυμαστὸν ποιοῦ εἰ μήπω μαθὼν ἣν ἔσχες ἐπὶ τῇ πρώτῃ γνώμην, ἐπέθηκα δευτέραν. πέπεικα γὰρ ἐμαυτὸν ἃ μάλιστα βούλομαι, καὶ ἴσως γε οὐ κακῶς μαντεύομαι. λογίζομαι γὰρ ὡς εἴης μὲν ἥμερος, εἴης δὲ λόγων ἐραστής τε καὶ ποιητής. πολλὰ δή σοι πεπόνηται βοηθοῦντι πολλοῖς ἄλλοις τε καὶ μάλιστά γε δὴ τοῖς περὶ τοὺς λόγους· ὧν τοὺς μὲν ἀγαθοὺς εὑρὼν ἐτίμησας, τοὺς δʼ οὐ τοιούτους ἠλέησας, τὸ μὲν κρίσει ποιήσας ὀρθῇ, τὸ δὲ φύσεως χρηστότητι. τὸν οὖν πρᾷόν τε καὶ λέγειν ἕτοιμον καὶ πράττειν ἄοκνον τίνα εἶχε λόγον ἀνδρὶ θαρρήσαντι μὴ μεταδοῦναι γραμμάτων, ἄλλως τε καὶ Μυγδονίου τοῦ καλοῦ παρακαλοῦντος ἐγγύθεν, μᾶλλον δέ, οὐ κινοῦντος, ἀλλʼ ἐπαινοῦντος ὡρμημένον; ταῦτά με πεποίηκε μαντικὸν εἰς τὴν ἐκεῖθεν ἐπιστολήν. καὶ ἃ λαβὼν ἔπραττον ἂν εἰκότως, ἐλπίζων ἀξιῶ ποιεῖν. ἄλλοις ἤδη προξενεῖν ἐπιχειρῶ τὴν σὴν ῥοπήν· ἧς πρῶτος Ὀλύμπιος ἀπολαύσεται, λέγειν γὰρ οὕτω βέλτιον. ὁ δʼ Ὀλύμπιος οὗτος μετὰ μὲν πολλῶν πολίτης ἐμός, πρὸ πολλῶν δὲ φίλος. καὶ ἐδέξατο ταὐτὸ διδασκαλεῖον ἡμᾶς παῖδας ὄντας. ἔπειτα τύχῃ τινὶ τῶν λόγων ἐξωσθεὶς γίγνεται στρατιώτης οὐδὲ οὕτως εὐτυχής. οὔκουν εἰς τήνδε τὴν ἡμέραν γέγευται κέρδους τούτων δὴ τῶν ὀξέως ποιούντων τὸν στρατιώτην εὐδαίμονα· ὥστʼ, εἰ μὴ ἠπίστατο πενίαν φέρειν, κἂν ἴσως ἐχρήσατο τῷ παρʼ ἡμῖν ποταμῷ. διατρίψας δὲ τῇδε καὶ χρόνον ἀνηλωκὼς φοβούμενος προσετίθει τῇ μελλήσει. ἐγὼ δὲ αὐτὸν ἀνέστησα θαρρύνας τε καὶ βοήσας ἐν μέσῳ ὡς δίκην μὲν οὐ δώσει, λήψεται δέ τι καλόν. σὺ τοίνυν κύριος ἐμὲ τελεῖν εἰς συμμορίαν μάντεων.
Βακχίῳ.
Οὐ γὰρ οἶσθʼ ὅτι καὶ ἑτέραν πεποιήμεθα μελέτην, ἢ πάντως ἂν ᾔτεις ἐπὶ τῇ προτέρᾳ τὴν δευτέραν. τοιοῦτος γὰρ δὴ σὺ πρὸς ἡμᾶς· ἂν ὅτι εἶπον ἀκούσῃς, πρὶν ὅπως εἶπον μαθεῖν εὐθὺς ἐρᾷς. ὡς οὖν καὶ ταύτην ᾐτηκότι πέμψομεν ἀμφοτέρας αὐτίκα. τὸ δʼ αὐτίκα παρʼ ἡμῖν δύο μῆνες· τοσαύτη τις ἀφθονία γραφέων, ἵνα μὴ λέγω σπάνις. μὴ λαμβάνων μὲν οὖν ἐγκάλει· βραδέως δὲ εἰ λάβοις, ἀνθʼ ἡμῶν μεθʼ ἡμῶν αἰτιῶ τὸ αἴτιον.
Δημητρίῳ.
Σὺ μὲν ἐπʼ ἐλέγχῳ τὴν ἐπιστολὴν ἔπεμψας, ὡς ἄρα μείζω σοι τῶν ὄντων ἔδωκα πρῶτον Ἑλλήνων εἰπών· ἡ δὲ λαμπρὰν ἧκε φέρουσα μαρτυρίαν, ὡς οὐκ ἄλλο τι χρῆν ἢ τοῦθʼ ὅπερ εἶπον εἰπεῖν. εἰ γὰρ δὴ πάνυ πολὺν ἐσκόπει χρόνον ὁ καλὸς Δημήτριος, πῶς ἂν αὑτὸν δείξειεν Ἑλλήνων κεφάλαιον, οὐκ ἂν ἄμεινον ἐξεῦρεν ἢ τοιαῦτα γράφων· οὕτω τά τε ἐνθυμήματα πυκνὰ καὶ λέξις ἣν ἐπιστολὴ ποθεῖ, καὶ οὐκ ἔστιν ὅπου τὸ κάλλος οὐκ ἔστιν· ὥστε νῦν πλέον ἢ πρότερον ὡς εἴης ἄκρος λέγω, κἂν πάλιν ἐπιχειρῇς ἐλέγχειν, εὖ ἴσθι, συναγορεύσεις πάλιν. ὁ δὲ φοιτητὴς καὶ ὁ συνουσιαστής, ταυτὶ γὰρ σαυτὸν ὀνομάζεις τῷ τοῖς ἐμοῖς συνεῖναι λόγοις, χαρίεντα μέν, κατηγορήματα δὲ τοῦ μὴ καὶ ἡμᾶς ἐν ἴσῃ τάξει ποιοῦντος ἀπὸ τοῦ μεταδοῦναι λόγων. ἵνʼ οὖν πρὸς τῷ δεινὸς εἰπεῖν εἴης καὶ δίκαιος, πέμπε τῶν σαυτοῦ καὶ ποίει καὶ ἐμὲ σὸν φοιτητήν.
Ἰαμβλίχῳ.
Οὐ ταῦτα συνῄδειν τοῖς οἰκοῦσι τὴν Ἄγκυραν, ἀλλʼ, εἴπερ τινές, ξένους ἐφίλησαν ἑνὶ λυπήσαντες μόνῳ τῷ κατέχειν ἀπιόντας. ἐπεὶ οὖν σοὶ μὲν ἀπιστεῖν οὐκ ἔχω, τοὺς δὲ ἠπιστάμην ἀγαθούς, οἶμαι τὴν πόλιν ὑπὸ συμφορῶν μεταβεβληκέναι τοὺς τρόπους. ἀλλʼ ἐκεῖνοι μὲν εὖ πράξαντες ἀνακτήσαιντο τοὺς τρόπους, σὺ δʼ ὅτι μὲν ὁδὸν πορεύῃ λυπηράν, οἶδα· δεῖ δέ σε φέρειν τε εἰδέναι, κἂν μὴ τοῦτο ῥᾴδιον ᾖ, σιγᾶν εἰδέναι. μεῖζον μὲν γὰρ ἐκεῖνο, μικρὸν δὲ οὐδὲ τοῦτο. καὶ τό γε πᾶσιν ἐγκαλεῖν, ὅτι μὴ πετόμενα γράμματα λαμβάνεις, ἀφείσθω· μεμφόμενος γὰρ ἃ μὴ προσῆκεν ἐν μέμψει γίνῃ. ἡμεῖς δέ σοι νῦν οὐ τὴν διʼ Ἅρματος ἐπιστέλλομεν, ἀλλʼ ἄρτι δόντες τῷ παιδί σου γράμματα ταῦτʼ εὐθὺς Ὀλυμπίῳ δεδώκαμεν, ὃν οἶσθά τε καὶ εἰδὼς εὖ ποιήσεις, ὅ τι ἂν ἔχῃς.
Φιλαγρίῳ.
Καὶ ὡς ἄνδρα χρηστὸν καὶ ὡς ἔμπειρον λόγων καὶ ὡς ὀξὺν στρατιώτην καὶ ὡς ἡμέτερον φίλον ἡδέως τε ὄψει τὸν Διονύσιον καὶ χαίροντα ἀποπέμψεις. μαντεύομαι γὰρ θαρρῶν.
Ἐλπιδίῳ.
Εὐδαιμόνει τῷ σαυτοῦ βίῳ τὸν σὸν ποιῶν πατέρα εὐδαίμονα.
Βασιλεῖ Ἰουλιανῷ.
Ἔπεμψά σοι τὸν λόγον μικρὸν ὑπὲρ μεγάλων πραγμάτων. τοῦ δὲ καὶ μείζω γενέσθαι λόγον σὺ δήπου κύριος, εἰ δοίης ἀφʼ ὧν ἂν γένοιτο μείζων. δοὺς μὲν οὖν δηλώσεις ὅτι με τεχνίτην ἐγκωμίων ἡγῇ· μὴ δοὺς δὲ δώσεις ἕτερα ὑποπτεύειν.
Δωροθέῳ ἐπισκόπῳ.
Ἀναπέτασον τὰς σαυτοῦ θύρας τῷ νέῳ τούτῳ διδοὺς χάριν ἐμοὶ καὶ τῇ ἡμετέρᾳ πόλει καὶ τῇ Λαοδικέων.
Ἀγαπητῷ.
Τὸν ἑταῖρον ἡμῶν εἰ τὰ εἰκότα τιμήσαις, καὶ ἡμῖν ἂν εἴης κεχαρισμένος.
Ἰουλιανῷ.
Μὴ παύσῃ ὑβρίζων με καὶ τοιαῦτα καὶ ἔτι μείζω.
Εὐθαλίῳ.
Εἴ τις ὑμῖν λόγος τοῦ κηδεστοῦ, ἔλθετε αὐτὸν ὀψόμενοι μέλλοντα ἀπαίρειν, ἀλλʼ ὅτι τάχιστα. δεῖ γάρ, δεῖ τάχους.
Δημητρίῳ.
Ὁ μὲν Ἀσχόλιος τὰ πάντων δεινότατά τε καὶ ἥδιστα πρὸς ἡμᾶς ἀγγείλας—εἰπὼν γὰρ περὶ τοῦ πτώματος, ἐφʼ ᾧ καὶ αὐτὸς πληγεὶς ἔπεσον, εὐθὺς ἐπέθηκεν ὅτι ἀλλὰ θεῶν μέν τις ἀνέσχε τῇ χειρὶ φερομένην τὴν παρθένον, ἕως εἰς τὴν γῆν κατέστησεν ὥσπερ εἰς εὐνήν. ὥσπερ δὲ ἐνταῦθα τῷ μηδὲν συμβῆναι δυσχερὲς ἡδόμην, οὕτω τῷ τὸν οἰκέτην συντριβῆναι καὶ μὴ ἂν σωθῆναι δύνασθαι ...... —τοιαῦτα διαλεχθεὶς Ἀσχόλιος καὶ τοὺς ἀγροὺς ἐπαινέσας καὶ παραινέσας ἔχειν, ἀλλὰ μὴ πωλεῖν ἀπῆλθε. καὶ νῦν ὅπου γῆς ἐστιν, οὐκ οἶδα. σοὶ δὲ καὶ παισὶ τοῖς σοῖς εἴη μὲν ἐκ θεῶν σωτηρία, φέροιεν δὲ αἱ ὧραι τὰ αὑτῶν, πάντα δὲ ἐξ οὐρίων θέοι, πέμποις δὲ ἡμῖν καὶ γράμματα καὶ τὰ παρὰ τῆς χώρας. ἐγὼ δὲ δύο λόγους, ὧν ἐν μὲν τῷ πρὸς Ἡρόδοτον, ἐν δὲ τῷ πρὸς Ἀριστείδην μάχομαι, πέπομφα. τούτους εὐθὺς δεῖ γενέσθαι Παλλαδίου, καὶ γὰρ ᾔτησε παρών, οὐκ ἄδηλον δὲ ὡς τοῦτο ποιήσει καὶ σοὺς εἶναι τοὺς λόγους.
Παλλαδίῳ.
Οὐκ ἄρα τῶν λόγων ἐπεθύμεις, ἀλλὰ τοῦ δοκεῖν ἐπιθυμεῖν τῶν λόγων. οὔκουν ἐτόλμησας οἰκέτην τῇδε καταλιπεῖν ἡμέραν μίαν. ἀλλʼ ἐγὼ καὶ μηδὲν δεομένῳ πέμπω. δῆλον γὰρ ὡς αὖθις ἐντυχὼν ἐρᾶν πλαττόμενος ἐπετίμας ἄν.
Μοδέστῳ.
Εἰ περὶ τὰς τῶν δυνατῶν ἠπιστάμην στρέφεσθαι θύρας, ἦν ἂν καὶ αὐτὸς τῶν δυνατῶν· νῦν δέ εἰμι μὲν ἀσθενής, αἰσχύνομαι δὲ οὐδαμῶς, ἀλλʼ ἀρκεῖ μοι τὸ ᾄδειν, ὥσπερ τῇ ἀηδόνι. γράμματα δέ σοι πέμπειν πολλὰ οὐκ ᾠήθην δεῖν πολλὰ μὲν πράττοντι πράγματα, πολλὰ δὲ δεχομένῳ γράμματα· τοῖς γάρ τοι βαρυνομένοις τῶν πλοίων οὐ δεῖ προστιθέναι φορτία· ἐπεὶ δὲ πλήθους ἐπιθυμεῖς, Λυδὸν εἰς πεδίον ἴσθι προκαλούμενος. τῆς μὲν οὖν ἐπιστολῆς, ἣν πρὸς Ἀκάκιον ἔπεμψας, οἶδά σοι χάριν, ἐδείκνυ γὰρ τὸν ἐσπουδακότα καὶ βουλόμενον ἔργον ἰδεῖν, ἄλλος δʼ ἂν ἀφοσιωσάμενος ἀπηλλάγη· περὶ δὲ τῆς στοᾶς σοι σκεπτέον, ὅπως εὔφημόν τι λέγοιτο περὶ αὐτῆς καὶ μὴ δοκῶν τῷ Διονύσῳ χαρίζεσθαι τὸν πατέρα λυποίης τοῦ Διονύσου τὸν Δία.
Εὐφημίῳ.
Μή με νομίσῃς Εὔριπον· ἐγὼ γάρ τοι τὸν ἄνθρωπον τοῦτον οὔτε μὴ μέμφεσθαι δυναίμην ἂν οὔτε μὴ φιλεῖν. ποιῶ δὲ ἐκεῖνο μὲν ὡς ἀμελούμενος, τοῦτο δὲ ὡς ἀνεψιός, μᾶλλον δέ, εἰ βούλει, πατὴρ καὶ πατὴρ ἤπιος εἰδὼς ἐνεγκεῖν υἱέος σκιρτήματα· καλὸν γὰρ οὕτως εἰπεῖν. ἐννοῶν γὰρ τῶν προγόνων τῶν ἡμετέρων τὴν τάξιν, ἧς οὗτος διάδοχος, πάντα τρόπον οἶμαι δεῖν βοηθεῖν τῷ τῆς οἰκίας σχήματι καὶ βουλοίμην ἂν ἐκλάμπειν ἐν τῇ πόλει τὸν τοῦ θείου μοι παῖδα. νῦν δέ μοι καὶ δύναμις εὖ ποιοῦσα πάρεστιν οὐ μικρά. τὴν γὰρ σὴν ἀρχὴν ἐμαυτοῦ δύναμιν ἡγούμενος ἴσως οὐκ ἀδικῶ. δεῖ δέ σε προσδοκᾶν αἰτίας τε ἀεὶ κατʼ αὐτοῦ καὶ παρακλήσεις ὑπὲρ αὐτοῦ.
Δημητρίῳ.
Οὐχ ἧττον ὑμῶν τῆς ὑμετέρας ἀπολαύομεν διὰ τοὺς πυκνοὺς τουτουσὶ διακόνους. καί μοι δοκεῖς ἄχθεσθαι καὶ πρὸς τὰ δένδρα ταῦτα τὰ ἀγλαόκαρπα, ὅτι σοι μὴ ἐθέλοι δεῦρο κομισθέντα βριθομένων τῶν κλάδων ἐναρμοσθέντα τῇ γῇ ταὐτὸν ποιεῖν. ἀλλʼ ἐκεῖνα μὲν τικτέτω παρʼ ὑμῖν, πάντως καὶ ἡμῶν ὁ τόκος· περὶ δὲ τοῖν λόγοιν νῦν ᾐσθόμην ὡς οὐδὲν ἔγραφον σαφές. διορθοῦμαι δή· κτῆμα μὲν ἔστω Παλλαδίου, σὺ δὲ ἢ δοὺς ἐκγράψῃ λαβὼν ἢ δώσεις, ἐπειδὰν ἐκγράψῃ.
Εὐφημίῳ.
Καὶ περὶ τῆς ἄνωθεν πρὸς ἡμᾶς τοῦ θαυμαστοῦ Θαλασσίου φιλίας καὶ περὶ τῶν πόνων, οὓς ὑπέμεινεν, ὅπως σωθείην, ὅτε ὁ σκηπτὸς ἐκεῖνος κεκίνητο, πολλάκις οἶδα πρὸς σὲ διελθών· ἐφʼ ᾧ μέγα τε ἐβόησας τὸν ἄνδρα θαυμάσας καὶ σαυτοῦ σωτῆρα καὶ εὐεργέτην ἐκάλεις ἐκ τῶν πρὸς ἐμέ. τοῦτον ἰδὼν ἐγὼ σκυθρωπὸν ἐν ἀγορᾷ καθήμενον ἐταράχθην καὶ προσιὼν ἠρώτων, ὅθεν ἡμῖν τοιοῦτός ἐστιν, ὁ δὲ ἐσίγα. τῇ σιγῇ δὲ αὐτὸς ἐταραττόμην πλέον. ἔπειτα τὸν μὲν ἀφείς, ἐπʼ ἄλλον δέ τινα τῶν συνήθων ἐλθὼν πράγματα ἔμαθον, ἃ τὸν μὲν εἰκότως ἐλύπησεν, ὑπὸ σοῦ δὲ δικαίως ἂν κωλυθείη. τιμωρίας γὰρ ἴσως τῆς ἐπὶ τοῖς πεπραγμένοις οὐκ ἔξεστι μνησθῆναι· τοιαῦτα τὰ παρόντα. γράφω δέ σοι τὸν μὲν λαθών, βουλόμενος δέ σοί τε ἔργων καλῶν ἀφορμὰς παρέχειν αὐτός τε φαίνεσθαι μεμνημένος τοῦ χεῖρα ὀρέξαντος ἐν καιροῖς θεοῦ τινος χρῄζουσιν. οἶμαι δὲ καὶ τὸν Ἡρακλέα τῆς Ἀθηνᾶς μεμνημένον διατελεῖν, ὅτι διʼ αὐτὴν ἐξέφυγεν, ὥς φησιν Ὅμηρος, τὴν Στύγα ἥκων ἐπὶ τὸν Κέρβερον. εἰ δὲ μὴ παρῆν ἡ θεὸς καὶ ἐβοήθει, τάχα ἄν—ἀλλʼ ἀφίημι τὸ λοιπὸν Ἡρακλέους τιμῇ. τί οὖν; δεῖ σε καὶ δεινὸν καὶ παράνομον καὶ τῆς σῆς ἀρχῆς ἀνάξιον καὶ νομίσαι καὶ μισῆσαι. ὁ Εὐρύβατος ἐκεῖνος ἢ Φρυνώνδας, μᾶλλον δὲ πάντας τοὺς ἐπὶ πονηρίᾳ διαβεβοημένους Αἰακοὺς ἀποφήνας καὶ τὰς χάριτας ἀμειβόμενος κατηγορίᾳ καὶ γραφῇ οἶδε μὲν ὅτι θανατῶντος ἔργον ἐποίησε πλῆθος μὲν αἰτιῶν ἐπενεγκών, ἔχων δὲ ἐλέγχειν οὐδέν, τό τε σὸν ὀρέξεται ξίφος, ὃ διὰ τῶν συκοφαντῶν ἦλθέ τε ἤδη καὶ πορεύσεται, νομίζων δὲ κερδανεῖν ὅ τι ἂν ἐπὶ προφάσει τῆς δίκης κακώσῃ Θαλασσίου τὸν οἶκον, πάντας μέν φησι δύνασθαι μαρτυρεῖν, πάντας δὲ κελεύει συλλαμβάνειν. καὶ δὴ καὶ τὸ τῆς τέχνης αὐτῷ κεχώρηκεν εἰς ἔργον. ἔρημοι μὲν ἀγροί, καρποὶ δὲ ἀπολώλασιν, ἐπιμεληταὶ δὲ χωρίων εἰς ὄρη φεύγουσιν. οἱ δὲ ἔχοντες φθόνον εἰς τὸν ἄνδρα γυμνοῦσι τὸ πάθος καὶ Μυσῶν λείαν πεποιήκασι τὰ τούτου, διʼ ὃν ἐκ κινδύνων ἐλύθησαν πολλάκις. κἂν δέῃ τέκτονας ἤ τι τοιοῦτον εἰς τὴν κοινὴν εἰσενεχθῆναι χρείαν, ἐκ τῶν Θαλασσίου τῆς φορᾶς ὑπερήμισυ γίνεται, νομίζουσι γὰρ κεῖσθαι τὸν ἄνθρωπον. τῷ δὲ τά τε πρῶτα τῆς δίκης δόξαν ἤνεγκε τὴν ἀμείνω καὶ τὰ λοιπὰ θεοῦ διδόντος συνέσται τῷ προοιμίῳ, καί τις αὐτὸν ὄψεται τοὺς νῦν ὑβρίζοντας μετιόντα. ἀλλὰ τοῦτο μὲν οὐκ οἶδʼ ὅπως με ἐξέφυγε καὶ ταῦτα εἰδότα φυλάττεσθαι μὴ μεγάλα λέγειν· σὺ δὲ ὡς ἂν ἐμοῦ ταῦτα πάσχοντος ἀλγήσας καὶ προσέτι γε σαυτὸν μετʼ ἐμοῦ ταῦτα πάσχειν νομίσας μέμψαι μὲν τὰ τετολμημένα, δεῖξον δὲ ὡς ὁ μὴ σωφρονῶν δώσει δίκην, κόσμησον δὲ σαυτῷ τὴν ἀρχὴν ταῖς ὑπὲρ Θαλασσίου καὶ τῶν τούτου πραγμάτων ὀργαῖς.
Θεμιστίῳ.
Οἶδα ὡς ἠθύμησας οὐκ ἐντυχὼν Ἀκακίῳ τῶν τε ἄλλων εἵνεκα καὶ ὅτι ἡμῖν οὐκ ἔπραξας ὧν ᾔδεις σφόδρα ἐπιθυμοῦντας· ἀλλὰ οὐδὲ ὁ δεύτερος ἡμῖν φαίνεται πλοῦς, ὁ δὲ ἦν Μαξίμῳ δοθῆναι τὴν ἐπιστολήν. δίδασκε οὖν, ὦ ʼγαθέ, τὴν περὶ τὰ γράμματα τύχην, ὅπως ἢ τὸν λαβόντα μέν, οὐχ ὁμολογοῦντα δὲ μεμφώμεθα ἢ παυσώμεθά σε χάριν αἰτοῦντες ὡς ἀπημελημένοι.
Ἀκακίῳ.
Ἐν μὲν τοῖς πρότερον γράμμασιν, ὅτι τε εἰκότως ἂν παρὰ σοῦ λαμβάνοιμι χάριτας, ἐδείκνυον καὶ παρεκάλουν ἐπὶ τὸ Μάξιμον ἄνδρα βέλτιστόν τε καὶ φίλον ἡμῖν εὖ ποιεῖν καὶ πιστεύω γε πολλῶν αὐτὸν ἤδη τετυχηκέναι· νῦν δέ μοι πρᾶγμα πάλαι μὲν σπουδῆς ἠξιωμένον, τέλος δὲ οὔπω λαβὸν ἐπὶ πέρας ἄγειν. ἔστι δὲ κἀν τούτῳ τὸ τὴν οἰκίαν εὖ πάσχειν τὴν Μαξίμου. εἰ μὲν οὖν μὴ ῥήτωρ ἦν ὁ κομίζων τὴν ἐπιστολήν, αὐτὸς ἂν διηγούμην· ἐπεὶ δὲ τῷ λέγειν δύνασθαι καὶ τὴν ἄλλην δύναμιν Εὐσέβιος προσεκτήσατο, τί ἄν τις μηκύνοι πρεσβευτῇ τοιούτῳ χρώμενος; τοσοῦτο μέντοι προσθείην ἄν, ὡς οὔτε ἔξω τῶν νόμων οὐδὲν ἐπαγγέλλομεν πλείω τε εἰσόμεθα χάριν τῶν τὰ ἄδικα παρὰ τῶν ἀδίκων αἰτούντων.
Δημητρίῳ
Ἤδη καὶ ἡμῖν τὰ τῆς ὡραίας προέρχεται καὶ ἔστιν ὀπώρα. λύωμεν οὖν, εἰ δοκεῖ, τοῖς γεωργοῖς τοὺς δρόμους. τὴν δʼ ὑπὲρ τῶν ἀγρῶν συμβουλὴν καὶ ἐπαινῶ καὶ δέχομαι. καὶ πειρασόμεθα τῶν μὲν μὴ ἀποστῆναι, τὰ δὲ προσλαβεῖν.
Μοδέστῳ.
Ἀκούεις ἅ φησιν ὁ λαβὼν τὴν ἐπιστολήν, ὅτι κατηγορεῖ μὲν τῶν οἰκετῶν ἐρρᾳθυμηκότων, σὲ δʼ ἀξιοῖ τὸ συμβὰν ἐπανορθῶσαι. πονηρὸς δὲ ἄρα δαίμων ἥψατο τοῦ πράγματος καὶ φθονεῖ τῷ νεανίσκῳ τοῦ τέλους. ἀλλʼ, ὦ ʼγαθέ, κατὰ τὸ ἔπος καὶ πρὸς δαίμονά περ καὶ μηδενὶ δυσκόλῳ, πρὸς Διός, εἴξῃς· ὡς ἡμῖν ἄνευ τῆς βλάβης οὐδὲ τὸ τῆς αἰσχύνης οἷον φέρειν, εἰ δόξαιμεν ὕπνῳ τὸ πᾶν διεφθαρκέναι καὶ ταῦτα λόγου πανταχῆ πεφοιτηκότος, ὡς ἔδωκας σαυτὸν τῇ περὶ ταῦτα προνοίᾳ. οἶμαι μὲν οὖν καὶ πόνον ἀπεῖναι τοῦ πράγματος. οὐ γὰρ δευτέραν δεῖ χάριν λαβεῖν, ἀλλὰ μὴ τῆς δοθείσης ἐκπεσεῖν· ὃ γένοιτʼ ἂν ὀλίγοις κομιδῆ γράμμασιν. εἰ δʼ οὖν καὶ τῶν Ὀλυμπιακῶν ἐπιπονώτερον ἄθλων, οὐ νῦν πρῶτον ὑπὲρ ἡμῶν πονήσεις.
Πρισκιανῷ.
Ἄλλων ἄλλα ἐρωτώντων τοὺς ἐκεῖθεν ἀφικνουμένους· τί τὰ τῶν Ἀρκάδων; τί τὰ τῶν Ἀμφικτυόνων; ποῖ πάρεισι Φίλιππος; ἐγώ, τῶν γὰρ σῶν ἀεὶ φροντίζω, τοῦθʼ ἓν ἠξίουν μανθάνειν, εἰ μή σοι τὴν ἀρετὴν ἤλεγξε τὸ μέγεθος τοῦ καιροῦ. πολλῶν δὲ πολλὰ τραγῳδούντων καὶ ὡς ἦσαν οἱ παρὰ σοῦ ζητοῦντες τὰ τῶν Βακχῶν, αἷς ἐκ πετρῶν πάντα ῥεῖ, καὶ μεμνημένων τοῦ Αἴαντος καὶ τῶν πόνων, ἐν οἷς ἦν, οὐδεὶς ἦν ὁ λέγων· Αἴας δʼ οὐκέτʼ ἔμιμνεν, ἀλλʼ ὅτι πάντα Πρισκιανὸς ἤνεγκε θέων, παρακελευόμενος, ὑπακούων, ἐκπορίζων, πείθων, ἀντιλέγων, τοῖς μὲν ἄρχουσι πληρῶν ἐπιθυμίας, τοὺς δʼ ἀρχομένους εἰς ἀνάγκας οὐκ ἄγων. καί σοί φασιν ἐκ τούτων δύο γενέσθαι, πενίαν καὶ δόξαν, ὥσθʼ ἡμῖν ἐλπίδας ἀνθεῖν ἀγαθὰς ὡς τοῦ βασιλέως ἀποδώσοντος χάριν, ἐπειδὰν εὖ ποιῶν τὸν Πέρσην ἑλὼν ἀναστρέφῃ. τουτὶ μὲν οὖν τελοίη θεός, Σέλευκος δὲ οὑτοσὶ κηδεστὴς μέν ἐστι Καλλιοπίου τοῦ τραφέντος μὲν ἐν τοῖς Ζηνοβίου λόγοις, κουφίζοντος δὲ ἐμοὶ τὸ περὶ τοὺς νέους ἄχθος. ἥκει δὲ πέμποντος Ἐλπιδίου συνεισοίσων τι τοῖς ἔργοις. εἰδὼς δὲ ὡς, ἂν μὴ πρὸς αὐτὸν ἡμέρως ἔχῃς, ἀπελθεῖν αὐτῷ κρεῖττον ἢ μένειν, ὅπως ἥμερος ἔσῃ, πράττει διὰ τῶν γραμμάτων. ἐγὼ δὲ βουλοίμην ἂν καὶ Καλλιοπίῳ καὶ τῷ τούτου πατρὶ καταθέσθαι χάριν, ἣν ἐν ταῖς περὶ τὸν νόθον τὸν ἐμὸν ἀπολήψομαι σπουδαῖς· πλάττουσι γὰρ τὸν Ἀρράβιον ἄμφω.
Ἀπολιναρίῳ.
Βασσιανὸς καὶ ἡ τούτου τηθὶς συγγενεῖς τε ἄμφω μοι καὶ τιμῆς ἀξίω καὶ ὅ τι ἂν ὑπουργῶ κελευόντων, κέρδος ἐμόν. γίγνεται δὴ καὶ ταυτὶ τὰ γράμματα βουληθέντων ἐκείνων. Μέγιστον γὰρ τουτονί φασι μὲν αὑτοῖς εἶναι χρήσιμον, ἔσεσθαι δὲ πιστεύουσιν ἐν ἀσφαλείᾳ, τῆς σῆς εὐνοίας εἰ τυγχάνοι. ταύτην δὲ ἔχειν μὲν ἤδη Μέγιστος ἔφη, βούλεται δὲ αὐξηθῆναι διʼ ἐμοῦ. σὺ γάρ που τὸν σὸν ἔρωτα περὶ ἐμὲ λαθεῖν οὐκ ἐᾷς, ἐρῶν δὲ πᾶν ἂν ποιῆσαι δοκεῖς. ἄγε δή, πεῖθε τὸν ἄνθρωπον ὡς οὐ κακῶς ἤλπισεν, ἀλλʼ ὑπὸ τῆς ἐπιστολῆς εἰς τὸ διπλάσιον ἥκει τὸ τῆς βοηθείας.
Σωπάτρῳ.
Ἔστω καὶ τοῦτο ὃ δεόμεθα τῶν πολλῶν, ἃ πράττεις. οὐκ ἀγνοῶ γὰρ ὡς οὐδʼ ἀναπνεῖν ἔστιν ὑμῖν τοῖς ὀλίγοις ἀντὶ τῶν πολλῶν ἠναγκασμένοις εἶναι. νόμιζε δὲ καὶ τὴν ἡμετέραν πόλιν ἐπὶ τὰ αὐτὰ θεῖν. ἀλλʼ, οἶμαι, ταῦτα μὲν οὕτως ἔδει γενέσθαι· τῷ φέροντι δὲ τὴν ἐπιστολὴν ὑπαρξάτω τῆς σῆς προνοίας μεταλαβεῖν, ὅπως με φαίνοιο τιμῶν καὶ ἐν ἀσχολίαις τηλικαύταις.
Φαυστιλλιανῷ.
Οὔπω συγγεγόναμεν ἀλλήλοις, ἀλλʼ ὅμως ἐξ ὧν ἀκούομεν περὶ ἀλλήλων εἰκότως ἂν θαρροίημεν ἀλλήλοις. ἐγὼ δὲ τοῦ φιλεῖν σε σημεῖον ἐκφέρω τὸ καὶ χάριν αἰτεῖν· σὺ δʼ, εἰ πρὸς τῷ δοῦναι τὴν χάριν καὶ ἐπιτάξαις, δύʼ ἔσῃ χάριτας δεδωκώς. τὸν ἄνθρωπον τοῦτον εὖ ποιεῖν ἠρξάμην πάλαι λόγους ὑπὲρ αὐτοῦ καλοὺς ἀκούσας παρὰ Γαυδεντίου τοῦ καλοῦ. νῦν οὖν αὐτὸν ἠρόμην, τί ποιῶν μάλιστʼ ἂν αὐτῷ βοηθοίην, ὁ δʼ ἔφησεν· εἰ σὲ βοηθὸν αὐτῷ ποιοίην. πέμπω δὴ τὴν ἐπιστολὴν πράξουσαν τὴν συμμαχίαν καὶ πιστεύω δυνήσεσθαι.
Πρισκιανῷ.
Οἶσθά που Μαιόνιον τὸν βιβλιογράφον. καὶ ὅτι μοι βιβλιογράφων ἀμελεῖν οὐκ ἔνι, καὶ τοῦτο οἶσθα. τὸν δὴ φέροντα τὴν ἐπιστολὴν ἐγὼ μὲν οὐ γινώσκω, Μαιόνιος δὲ ποιεῖται περὶ πολλοῦ. πονηρὸς δέ τις βλάψας ἄνθρωπος ἀποδρὰς ᾤχετο, καὶ νῦν οὗτος ἀφῖκται τῶν δικαίων ἀξιῶν τυχεῖν. ὡς οὖν ἐν τῇ πρὸς τοῦτον σπουδῇ βοηθήσων τῷ κάλλει τῶν βιβλίων δεῖξον ὀργὴν ἐπὶ τὸν ἠδικηκότα.
Ἰταλικιανῷ.
Ὁ Σπεκτάτος ἀνὴρ ἀγαθὸς εἰς ἡμᾶς γίγνεται καὶ γράφει πρὸς τὴν μητέρα τοιούτους μὲν ἐπαίνους, τοιαύτας δὲ παρακλήσεις, ὥστʼ οὐδέν μοι πλέον ἀφῆκεν, ἀλλʼ οἷς αὐτὸς χρῶμαι παρών, ταῦτʼ ἔπεμπεν ἐν ἐπιστολαῖς. καὶ τὸ ἔτι κάλλιον, οὐ γὰρ ἀμείνω μὲν ἐν ταῖς ὑπὸ τῶν σῶν κομιζομέναις ἔγραφεν, οὐ τοιαῦτα δὲ ἐν ταῖς ὑπὸ τῶν αὑτοῦ, τοῦτο δὴ τὸ τῶν ἐξαπατώντων, ἀλλʼ ἔστιν αὐτὸς διὰ πάσης ἐπιστολῆς. καλῶς οὖν ἡμῖν οἰκονομεῖ τὸ πρᾶγμα. χαίρειν γὰρ ἀνάγκη τὴν τήθην τοιαῦτα ἀκούουσαν, χαίρουσαν δὲ καὶ ζεύξειν εἰκός. σὲ δὲ οἶμαι δεῖν ποιεῖν ἃ παρῄνουν ποιεῖν· ὡς οὐκ ἔσθʼ ὅ τι ἂν εὑρεθείη βέλτιον εἰς τὴν παροῦσαν σπουδήν.
Παλλαδίῳ.
Περὶ δείλην πρωίαν ἦλθεν ὁ παῖς κομίζων τὰ βιβλία μέλλοντί μοι τῆς ὑστεραίας ἐρεῖν, καὶ οἱ δαιτυμόνες ἐκέκληντο. χρηστὸν οὖν μοί τι δηλοῦν ἐδόκει τὸ παρʼ ἀνδρὸς λόγους ἐργαζομένου λόγους ἀφῖχθαι δείξοντι λόγους. καί μέ τις ἀμείνων ἐλπὶς ἔχει, θεὸς δὲ οἶδε τὸ μέλλον. ἢν οὖν ἀπέλθωμεν ἐκ τοῦ ἄθλου, τῶν Ἀριστείδου τε καὶ τῶν σῶν ἑξόμεθα καὶ κρινοῦμεν τὰ παλαίσματα. καίτοι τὸ Ἀριστείδην φέρον σαπρὸν ὑπὸ τοῦ χρόνου καὶ τὰ πρῶτα δοκεῖν, ἐστὶν ἔχειν οὐκ ἔχειν· οὕτως ἡ μέν τις συλλαβὴ φαίνεται, τὴν δὲ ζητῶν οὐκ ὄψει, ἀλλὰ δοκῶν εὑρηκέναι τὸν Θερσίτην ἐγὼ τοῦ ζητεῖν ἔτι τὸν Θερσίτην οὐκ ἀπηλλάγην. Ἀδριανὸς δέ σε οὐ διαπέφευγε μέν, ἀλλʼ ἐκεῖνος ἐν τῇ σῇ κεῖται χειρί. κατέμεινε δέ, ὅπως ἀεί σου δεοίμην καὶ ἔχοις, ὅ τι χαρίζοιο. καίτοι τοῦτο οὐκ ὀρθῶς κεκόμψευται. πολλὰ γὰρ ἐν Ἀντιμάχοιο, κἂν πέμπῃς καθημέραν, οὐδέποτε τὰ δοθέντα τῶν οὐ δοθέντων ἔσται πλείω. περὶ δὲ τοῦ λόγου σου τὰ δίκαια ψηφιοῦμαι καὶ ταῦτα δικάζων ἀνώμοτος.
Γεροντίῳ.
Ὅτι μὲν καὶ φιλεῖς καὶ ποθεῖς καὶ ἡμᾶς καὶ τὴν ἡμετέραν πόλιν, εὖ ποιεῖς· Αἰγύπτου δὲ μὴ καταβόα μηδʼ ὅπως ἀπαλλάξῃ τῆς ἀρχῆς, ζήτει. εἰ γὰρ οἷς ὑπῆρξεν ἐν ἰδιώτου σχήματι Νεῖλόν τε ἰδεῖν καὶ τὰ Νείλου καὶ Αἴγυπτον καὶ τὰ Αἰγύπτου μακαρίους καλοῦμεν, ποῦ τὸν ἄρχοντα τῶν τοιούτων θετέον, ᾧ μετὰ θεραπείας μὲν μεγάλης ἔστιν ἐπιέναι καὶ γῆν καὶ πόλεις καὶ λίμνας καὶ ποταμὸν καὶ διώρυχας καὶ στόματα, πανταχοῦ δὲ τῆς ἀρετῆς αὑτοῦ καὶ προνοίας ἐγκατοικίζειν ἀποδείξεις; ἀλλὰ μὴν ὅ γε δῆμος ὁ τῶν Ἀλεξανδρέων κἂν ἐπὶ τῶν κεφαλῶν ἄρχοντα ἀγαθὸν περιφέροι. σὺ δὲ τοιοῦτος φρενῶν τε ἐπὶ πλεῖστον ἥκων καὶ λόγων καὶ νόμων καὶ τοῦ τῶν καλῶν ἐπιθυμεῖν, ὥστʼ ἔγωγε πιστεύω πάντα τὰ πρὸ τοῦ σμικρὰ φανεῖσθαι πρὸς τὰ παρὰ σοῦ τοῖς Αἰγυπτίοις ἐσόμενα ἀγαθά. εἰ δὲ τῷ μὴ ἡμᾶς ὁρᾶν ἀνιᾷ, νόμιζε μὲν καὶ ἡμᾶς εἰς ταὐτὸν ἥκειν, παραμυθοῦ δὲ καλλίονι φίλῳ τὴν ἀπουσίαν ἡμῶν. καλλίων δὲ φίλος Εὐδαίμων ὁ ποιητὴς οὐχ ἧττον τοῦτο εἰδὼς ἢ κάλλος ποιημάτων. οὗτός σοι καὶ τὰ ἔργα τῆς ἀρχῆς ἀθάνατα καταστήσει.
Εὐδαίμονι.
Ὁ παρὰ σοῦ μὲν ἐμοὶ γράμματα ἐνεγκών, σοὶ δὲ καθʼ ἡμῶν αἰτίας ἀντὶ τῶν παρʼ ἡμῶν γραμμάτων, εἰκάζω, κακὸς διάκονος ἦν καὶ οὐκ ἐχρῆτο γνώμῃ βουλομένου γράμματα λαβεῖν, ἀλλὰ δοκοῦντος ἐθέλειν λαβεῖν. μὴ οὖν ἔστω πιστὸς ἐν ταῖς κατηγορίαις, ἀλλʼ ὁ χρόνος τῆς ἡμετέρας φιλίας μεῖζον ἰσχυέτω τῶν ἐκείνου ῥημάτων. σοῦ δὲ οὐκ ἂν φαίην θαυμάζειν εἰ ποιητὴς ὤν, ἔπειτα Αἰγύπτου λαβόμενος ἐπελάθου τῆς περὶ τὸν Βόσπορον τρυφῆς, ἐπεὶ καὶ Κασάνδραν εἴ τις ἤγαγεν εἰς Δελφοὺς καὶ παρήγαγεν εἰς τὸ μαντικὸν χωρίον, δοκεῖ μοι μηδὲν ἂν ἔτι τῶν ἐν Ἰλίῳ λαμπρῶν πρότερον ποιήσασθαι τῶν ἐν Δελφοῖς καλῶν. νῦν δὲ δή τι καὶ πλέον προσγέγονεν· ἄρχει Γερόντιος Αἰγυπτίων λόγους ἔχων τε καὶ τιμῶν τοὺς ἔχοντας. τοῦτο δʼ ἐστὶ διπλοῦν σοι γεγονέναι τὸν δασμόν. οὐδὲ γάρ, εἰ τὰ Τέλληνος ᾄδοι τις, οἷός τε ἔσται πρὸς αὑτόν σε μεταστῆσαι.
Ἀμφιλοχίῳ.
Εἰ μὴ ταῦτα ἐποίουν, ἠδίκουν ἄν, ποιῶν δὲ οὐκ ἂν εἰκότως ἐπαινοίμην· ἐπεὶ καὶ σὺ τῶν μὲν υἱέων ἀμελῶν εἶχες ἂν κατηγόρους, ἐπιμελούμενος δὲ μὴ ζήτει τὸν θαυμασόμενον. ἐμὲ δὲ τούτοις οὐκ ὀλίγα ποιεῖ πατέρα· ὧν κεφάλαιον τὸ πρὸς λόγους εὖ πεφυκέναι.
Θεμιστίῳ.
Ῥωμανὸς ὀξὺς μέν ἐστι δανείσασθαι, βραδὺς δὲ ἀποδοῦναι. ἀλλὰ τοῦτο μὲν τῆς ἐκείνου φύσεως, οἱ νόμοι δὲ αὐτὸν ἕτερα διδασκέτωσαν, ὧν οὐκ ἂν καταφρονοίη σοῦ βεβαιοῦντος τοὺς νόμους. βιβλίδιον δὲ τουτὶ κομίζει Φαυστιλλιανός, ὥστε μὴ εἶναι ἀναισχυντεῖν ἐκείνῳ. τούτῳ δέ γε εἶναι δεῖ παρὰ σοῦ τινα φροντίδα Σευήρου τε ὄντι συγγενεῖ, περὶ οὗ γράφων οἶσθα ὁπόσα εἶχον γράφειν, καὶ πειρωμένῳ τὸν Σευήρου μιμεῖσθαι τρόπον. οὗτος δέ ἐστιν· ἀδικεῖν μὲν οὐκ ἐπίστανται, πάσχειν δὲ κακῶς οὐκ ἀνέχονται. τούτους καὶ παρόντας καὶ ἀπόντας εὖ ποιεῖν· ὡς ὅστις ἄρχων ἐπαίνων ἐπιθυμεῖ—τὴν τούτων δὲ ἐπιθυμίαν εἶναι πιστεύω παρὰ σοί—μάλιστʼ ἂν τυγχάνοι τῶν ἐπαίνων τοῖς ἀγαθοῖς βοηθῶν. δεῖ δὲ μὴ μόνον ἔργῳ βοηθεῖν, ἀλλὰ καὶ πρὸς ἡμᾶς ἐπιστέλλειν, ἅττα εἰς αὐτοὺς πράττεται. σιγήσονται μὲν γὰρ οὐδὲ ἐκεῖνοι, τῶν δὲ ἡδίστων ἐμοὶ τὸ καὶ παρὰ σοῦ μανθάνειν.
Ἀνατολίῳ.
Οἷα τετόλμηται οὐ περὶ τὸν Ἴστρον ἐγγὺς Σκυθῶν οὐδὲ ἐν τοῖς ἐσχάτοις Λιβύης, ἀλλʼ ἐν Φοινίκῃ, τῷ πάντων ἡμερωτάτῳ χωρίῳ, νόμων ὄντων, ἀρχόντων ἐφεστηκότων, βασιλέως ζῶντος ἐν ὅπλοις, ὅπως ἅπαν ἀπείη βίαιον. Λουκιανός τις, ἄνθρωπος ἐπὶ μικροῦ τινος σχήματος, χρήματα εἰσπράττων γεωργούς τινας, ὥσπερ Διονύσιος ὤν, ὁ Σικελίας δεσπότης, ἢ Γέλων ἐκεῖνος ὁ τὴν μεγάλην δύναμιν ἔχων, ἐκώμασεν εἰς τὸν γάμον Εὐσταθίου τουτουί, πένητος μὲν καὶ πένητι συνοικοῦντος, παρεμυθεῖτο δὲ αὐτὸν ἡ σωφροσύνη τῆς γυναικός, ἣν ἀπολωλυίας αὐτῷ τῆς πόλεως, ἔστι δὲ Νικομηδεύς, ἄγεται, προῖκα δὲ εἰσέφερεν ἡ γυνὴ τὸν τρόπον. ἀλλʼ ὁ μὲν Ἐλπιδίου κελεύοντος ᾤχετο ἄξων ἀνθρώπους ὡς ὑφέξοντας λόγον, Λουκιανὸς δὲ τὴν ἄνθρωπον ἰδὼν ἀδίκοις ὄμμασι πλησίον οἰκοῦσαν προσπέμψαι μὲν καὶ μνησθῆναι πρὸς αὐτὴν ἔρωτος οὐκ ἐτόλμησεν, ᾔδει γὰρ οὐ πείσων, τὴν θυγατέρα δὲ ἐκέλευε χρῆσθαι τῇ γυναικί. καὶ ἦσαν ἐν συνηθείᾳ καὶ πολλάκις ἦλθε παρʼ ἐκείνην ἡ τούτου θυγάτηρ εἰδυῖα, ὅτου χάριν ταῦτα ἐπράττετο, τοιαῦτα γὰρ ἐπαίδευε τὴν θυγατέρα. καλεῖ δή ποτε καὶ ταύτην ἐκείνη παρʼ αὑτὴν ἀξιοῦσα τῶν ἴσων τυχεῖν, ἡ δέ, ὧν γὰρ ἀφειστήκει τοῖς ἔργοις, οὐδὲ ὑποπτεύειν ἠξίου, καὶ ὑπήκουσε καὶ ἦν εἴσω θυρῶν, μᾶλλον δὲ ἐν δικτύῳ. κατακλείσας γὰρ αὐτὴν ὁ ὑβριστὴς ἐκεῖνος ἐν δωματίῳ καὶ φήσας δεῖν προσκυνεῖν τὴν Τύχην, εἰ τὸν βίον ἐκ τῶν χειρῶν ποιουμένη συγκατακλίνοιτο τῷ δοῦναι δυναμένῳ, ἐπειδὴ καλῶς εὕρισκεν ὡπλισμένην τῇ σωφροσύνῃ καὶ οὔτε ὑπισχνούμενος ἔπειθεν οὔτε ἀπειλῶν κατέπληττε, χεῖρας προσῆγε καὶ ἰσχύν. ἡ δὲ ἀπεωθεῖτο καὶ ὁ τρόπος αὐτὴν ἐποίει μείζω τῆς φύσεως δεικνύειν. ξίφος ἐνταῦθα ἐγύμνωσε Λουκιανός, ὦ θεοί. ἡ δὲ τοῦτο ἐπῄνεσε μόνον, εἰ ἀποθανεῖται πρὸ αἰσχροῦ τινος. ὡς δὲ ἔγνω καὶ τῆς ψυχῆς ἀφισταμένην, οἰκέτας καλεῖ καὶ σχοινία κομίζειν ἐκέλευεν, ἡ δὲ ἦν ἐπὶ κλίνης ἐν δεσμοῖς καὶ βοώσης ὑβρίζετο τὸ σῶμα. εἰ μὲν οὖν ταῦτα εἰργασμένος εἰς φρέαρ ἐνέβαλε τὴν ἠδικημένην, ὥσπερ ἐν Λεύκτροις οἱ Λάκωνες ἃς ἐβιάσαντο, πονηρὸς μὲν ἂν ἦν τῇ μοιχείᾳ, πειρώμενος δὲ ἀφανίζειν τὸ πραχθὲν ἐδόκει ἂν φοβεῖσθαι τοὺς νόμους· νῦν δʼ ὥσπερ ἐνδεικνύμενος ὅτι, κἂν σύ, κἂν Μόδεστος, κἂν Ἐλπίδιος, κἂν ἅπαντες γνῶσιν ἄνθρωποι τὸ ἀδίκημα, δέος οὐδέν, ἐκπέμπει τὴν ἄνθρωπον καταγελῶν. ἡ δὲ πρὸς τὸν ἄνδρα, καὶ γὰρ εὐθὺς ἀφῖκτο κατὰ τύχην, εἰποῦσα τὸ πᾶν ἐδεῖτο αὑτὴν ἀποκτεῖναι, μηδὲ γὰρ ἂν ἀτυχησάσῃ τὰ τοιαῦτα ζῆν ἔχειν καλῶς. ὁ δὲ τὴν μὲν παρέδωκεν, οἳ φυλάξουσιν, ὅπως μὴ αὑτὴν ἀποσφάξῃ, δεῦρο δὲ ἥκων εἰδὼς ὅτι Νικομήδειαν καὶ οὖσαν ἐφίλουν καὶ κειμένην δακρύω, ἐδεῖτό μου καὶ διδάξαι καὶ παροξῦναι διὰ γραμμάτων Μόδεστον ὡς ἐκεῖ γραψόμενος τὸν μοιχόν. ἐγὼ δὲ αὐτὸν πέμπω παρὰ σὲ νομίσας τὸ μὲν ἔχειν πολὺν πόνον, τὸ δὲ ἴσην τὴν ἀκρίβειαν ἄνευ πόνων. ἀλλʼ, ὦ σωφρονέστατε καὶ δικαιότατε καὶ γυναικὶ συνοικῶν καὶ παῖδας γνησίους τρέφων, δεῖξον ὡς ἔστιν ὁ κωλύσων ταῦτα τολμᾶσθαι.
Ἀπολιναρίῳ καὶ Γεμέλλῳ.
Ἃ μὲν ἠδικημένος Εὐστάθιος ἥκει δίκην ληψόμενος, ἐκ τῶν πρὸς τὸν πατέρα ὑμῶν εἴσεσθε γραμμάτων· ὑμᾶς δὲ δεῖ φανῆναι καὶ τὸν δεδρακότα μισοῦντας καὶ τὸν πεπονθότα ἐλεοῦντας καὶ τίνες ἂν ἄρχοντες γένοισθε, διʼ ὧν πράττετε συζῶντες ἄρχοντι τῷ πατρί.
Ἀγροικίῳ καὶ Εὐσεβίῳ.
Εἰ ταῦτα οὕτως ἔχει, καὶ θεῶν ἀνάγκη κρείττων, ὡς ὁ τῶν σοφῶν λόγος. ἐγὼ δὲ ἐνθυμούμενος τήν τε ὑμετέραν ἐκεῖ κακοπάθειαν καὶ ὡς τἀνθάδε ὑμῖν ἐπὶ τὰ χείρω φέρεται τῶν βοηθησάντων ἂν ἀπόντων ἠθύμουν καὶ διὰ ταῦτα ᾤμην δεῖν ὑμᾶς ἐλθεῖν, ὅπως τούτων ἔσται πέρας. πραγμάτων δέ τις ἐπιγενόμενος κύκλος ἐδίδαξεν ὅτι ἄρα κρεῖττον ἦν ἔξω τοῦ κυδοιμοῦ μένειν, ἀλλʼ οἶμαι καὶ τοῦτον στήσεσθαι καὶ ὑμῖν ἐπάνοδον ἔσεσθαι.
Εὐσεβίῳ.
Τί ἄν τις αἰτιῷτο φεύγοντα πῦρ; πυρὸς γὰρ οὐδὲν ἡ τῶν ἐνταῦθα διαφέρει φιλονεικία. εἴτε τῆς φύσεως ἐναγούσης εἴτε τῶν πραγμάτων βιαζομένων οἴχεται μὲν αἰδώς, αἰσχύνεται δὲ οὐδείς, δάκνουσι δὲ ἀλλήλους, φθόνον δὲ ἐμοὶ συνάγουσιν. ὁ δὲ ἀδελφός μοι τῶν περὶ ταῦτα κακῶν οὐκ ἔστιν ἐλεύθερος, ἀλλʼ οὔπω μὲν λειτουργεῖ, τὴν μνήμην δὲ οὐ διέφυγεν ἐν τῷ περὶ τούτων λόγῳ. δυσχεραίνω δὲ τὴν πόλιν, βλέπω δὲ ἑτέρωσε καὶ ταῦτα γήρως γεγευμένος. τοιαῦτα τοῦ παρόντος ἀπολαύομεν καιροῦ.
Ἀνατολίῳ.
Ἡρωδιανῷ δέδοται παρʼ ἡμῶν χρόνος βραχύς, ὅπως ἣν ἔχει γῆν βραχεῖαν ἐλθὼν ἴδῃ. δεῖ δὲ αὐτῷ τῶν ἐν Φοινίκῃ μικρῶν, ἐπειδὴ τὰ ἀπὸ τῆς τέχνης ἔτʼ ἐκείνων μικρότερα. τὸ γὰρ οὓς οὐ προσῆκεν εἶναι μεγάλους ἐταπείνωσε τὰ τῶν εἰκότως ἂν ὄντων μεγάλων. γενέσθω δὴ τοῖς Φοίνιξιν αἴσθησις ὅτι σοὶ καὶ τούτου καὶ τῶν τούτου μέλει. καὶ γὰρ ἀπὸ τῶν μικρῶν γένοιτʼ ἂν ἴσως τι κέρδος, ὅταν εὔνοιαν ἄρχοντος λάβῃ.
Τῷ αὐτῷ.
Φλαβιανὸς οὑτοσὶ τὸ μὲν γένος ἐστὶ Βιθυνός, οἶσθα δὲ ὅπως ἔχω πρὸς Βιθυνούς, μουσείων δὲ τῶν Ἀθήνησι μετέσχε. τὸν νοῦν δὲ ὢν ὀξὺς χρηστός ἐστι τὸν τρόπον. μικρὰ δέ μοι συγγενόμενος εἰς τοὺς φίλους ἐγγέγραπται· τοσοῦτον ἴσχυσε τοῖς μικροῖς. ἔρχεται δή σέ τε ὀψόμενος καὶ Φοινίκην, τὴν μὲν εὖ πράττουσαν, σὲ δὲ ὑπὲρ αὐτῆς πονοῦντα. πέμπε οὖν αὐτὸν αὖθις ὡς ἡμᾶς γνόντα σου καὶ τὴν ἡμερότητα καὶ τὴν δικαιότητα.
Ἰταλικιανῷ.
Σὸν τὸ κέρδος, εἴ τι δόξεις εὖ ποιεῖν τὸν οἶκον τῆς πάντα ἐμοὶ τὰ κάλλιστα προσειπεῖν ἀξίας Βασσιανῆς. ὅπως τοίνυν χρήσῃ τῷ καιρῷ καὶ γένῃ βελτίων εἰς Ῥουφῖνον ἢ βούλεται. ἥκει δὲ γῆν τὴν οὖσαν αὐτοῖς ἐπὶ τῆς Ἀσίας ὀψόμενος καὶ καταστήσων, εἴ τι τετάρακται. τὰ τοιαῦτα δὲ τῆς παρὰ τῶν ἀρχόντων δέοιτʼ ἂν εὐνοίας, ἣν ἀεὶ σὺ περὶ τούσδε φυλάξας νῦν οἶδʼ ὅτι λαμπρότερον δείξεις.
Πρισκιανῷ.
Ἀλλʼ εἰ καὶ τῶν χειρῶν σου τὸν Πλάτωνα ἐξέβαλεν ἥ τε ἀρχὴ καὶ τὰ πανταχόθεν ἕλκοντα, τήν γε ψυχὴν ὁ Πλάτων οἰκεῖ τὴν σήν, ὅθεν ἡμῖν μύθους καὶ λόγους τοιούτους φέρεις. ἀλλʼ ἰδού, πάλιν σύ τε καὶ Μίκκαλος εἷς γεγένησθον τοῦ Ἡφαίστου τοῦθʼ ὑμᾶς ἐργασαμένου. καὶ περιστήσεταί γε ὑμᾶς ταῦτα, ὥσπερ εἰκός, ἕνα ὄντας· ἥξουσιν οἱ τίλλοντες. ἀλλὰ σοὶ μὲν οὗτος ὁ φόβος, ὁ Μίκκαλος δὲ ἡμῖν οὐκ ἐν περιουσίᾳ τριχῶν.
Φουρτουνατιανῷ.
Ἡμεῖς ὡς ἀληθῶς ἐν ἐρημίᾳ σοῦ γε ἀπόντος, μᾶλλον δὲ ἐν φαυλοτέροις τῶν ἐν ἐρημίᾳ· οἱ μὲν γὰρ οὔτε χείροσιν οὔτε βελτίοσιν ὁμιλοῦσιν, ἡμεῖς δὲ ὃν μὲν ἐχρῆν ἔχειν ζητοῦμεν, ὧν δὲ κέρδος ἦν ἀπηλλάχθαι, τούτοις περιτυγχάνομεν. ὃς δʼ ἦν μόνος εἰς παραμυθίαν, παραμυθίας δεῖται· Ῥουφῖνος ὁ πολλὰ δὴ παρὰ τοῦ δαιμονίου πεπληγμένος οὗτος νῦν ἐκκρέμαται τῶν ἀγγάρων, καὶ τὸν αὐτὸν ἴδοις ἂν νῦν μὲν γελῶντα, νῦν δὲ κλάοντα, πρὸς τὸν ἀεὶ φοιτῶντα λόγον τὴν γνώμην τρεπόμενον. ἓν δὴ φάρμακον ἰσχυρότερον τῶν κακῶν, εἰ σὺ φανείης καὶ φιλοσοφοίης τὰ εἰωθότα.
Εὐδοξίῳ.
Οὐ τὸ ἐπιστεῖλαι θρασύ, ἀλλὰ τὸ μὴ τοῦτο ποιῆσαι μέμψιν ἔχον. σὺ δέ, κἂν μηδὲν ἄλλο κατεπείγῃ, προσαγόρευε· κἂν κατεπείγῃ, γράφε θαρρῶν· ὡς ἐγὼ σέ τε καὶ τὸν ἀδελφὸν ἄνδρας τε ἡγοῦμαι χρηστοὺς καὶ τῆς παρʼ ἐμαυτοῦ βοηθείας, εἴ τι δυναίμην, οὐκ ἀποστερήσω.
Μαξίμῳ.
Μικρὰ πενθῆσαι λέγεται Εὐδόξιος τὸν πατέρα, τούτου δὲ αἴτιον εἶναι σὲ τὸν τῆς ὀρφανίας αὐτῷ τὴν αἴσθησιν ἀφελόντα πολλοῖς καὶ μεγάλοις ἔργοις, ἃ τῶν παρόντων οὐ χεῖρον ἡμῖν ὑπῆρξε μαθεῖν αὐτοῦ τοῦ σεσωσμένου μηνύοντος ἐν ἐπιστολῇ μακρᾷ. τὰ μὲν οὖν παρʼ ἡμῶν ἤδη κομίζῃ, κρότον καὶ ἐπαίνους καὶ τὸ μηδένα ταῦτα ἀγνοεῖν· εἰκὸς δέ σοι καὶ τοὺς μείζους ἔσεσθαι μισθούς, οὓς εἰώθασι διδόναι τοῖς ἀγαθοῖς οἱ θεοί. παρακαλεῖν δέ σε πρότερον μὲν ᾤμην δεῖν, νῦν δὲ οὐκέτι. καὶ γὰρ τοὺς στρατηγοὺς ὁρῶ πρὸ μὲν τῶν ἔργων λόγῳ κινοῦντας τοὺς μαχομένους, ἔπειτα ἀρκεῖν ἡγουμένους αὐτὰ τὰ εἰργασμένα παρακαλέσαι πρὸς τὰ λοιπά. τουτονὶ δὲ τὸν νεανίσκον πάλαι μὲν εὖ ποιεῖς, νῦν δὲ ὄψει κοινωνοῦντα τῷ μὲν πατρὶ τοῦ ὀνόματος, τῷ δὲ ἀδελφῷ τῶν τρόπων.
Βασιλείῳ.
Καὶ πῶς ἂν ἐπιλαθοίμην ἡμερῶν ἐκείνων καὶ λόγων καὶ κρότων; ὡς ἔμοιγε ἀνάγραπτος ὁ βραχὺς ἐκεῖνος χρόνος καὶ πολλῶν ἐτῶν ἀντάξιος καὶ πάσης ἑορτῆς ἡδίων. ἀλλʼ, οἶμαι, πολλοῖς ἂν ἄνθρωπος ἐκκρουσθείη σπουδῆς ἄλλως τε καὶ ἐν πόλει τοσαύτῃ καὶ κλύδωνι μεγάλῳ τάχα που καὶ ἡμᾶς περικλύζοντι. δεῖ δή σε τέρπεσθαι μέν, εἰ λαμβάνοις γράμματα· μὴ λαβεῖν δὲ εἰ συμβαίη, πάντα μᾶλλον εἰκάζειν ἢ ὡς οὐ σὺ παρʼ ἐμοὶ τίμιος. καὶ τοὺς νεανίσκους, ὑπὲρ ὧν ὡς ἡμᾶς ἦλθες, μὴ μόνον ἐκ τῆς κηδείας, ἀλλὰ καὶ ἐμὴν χάριν φιλεῖν.
Κυρίλλῳ.
Οὐλπιανοῦ καὶ ὡς πολίτου καὶ ὡς ἑταίρου καὶ ὡς χρηστοῦ πάντων εἵνεκα κήδομαι. τούτου δὲ κηδόμενον οὐκ ἔστιν ἀμελῶς ἔχειν περὶ τὸν τούτου κηδεστήν· ὃς εὖ πεπονθέναι μὲν ὑπὸ σοῦ πολλά φησι καὶ οὐκ ἀρνεῖται, δέδοικε δὲ νῦν μὴ κακόν τι λάβῃ πονηρίᾳ μὲν οὐ κεχρημένος, μέμψει δέ πως χώραν δεδωκώς. σὺ δὲ πανταχόθεν μὲν ἐπαινῇ, μάλιστα δὲ τῷ συγγνώμην νέμειν εἰδέναι· πάντως δέ, εἰ καὶ μὴ ὧδε ἐπεφύκεις, ἀλλʼ ᾔδεις καὶ θυμῷ χαρίσασθαι, κρείττων ἂν ἐγένου τῆς φύσεως εἰς ἐμὴν βλέπων ἐπιστολήν.
Παλλαδίῳ.
Ὥσπερ ὑπὲρ ἀδίκου τινὸς ᾐσχυνόμην ἂν ἐπιστεῖλαι πρὸς σὲ τὸν ὑπὲρ τῶν δικαίων ζῶντα, οὕτω νῦν δικαίου μεμνῆσθαι μέλλων αἰσχρὸν ἡγούμην ὀκνῆσαι. Ἀκάκιος ἕνα με νομίζει τῶν εὐκαταφρονήτων καὶ τῷ πρὸς ἄλλους καὶ πρὸς ἐμὲ προσφέρεται τρόπῳ. ξύλα γοῦν λαβὼν φυλάττειν τῆς παρακαταθήκης αὑτὸν ποιεῖ δεσπότην ἔτος τουτὶ τέταρτον ἀεὶ μὲν ὑπισχνούμενος ἀποδώσειν, οὐκ ἔστι δὲ ὅτε οὐ ψευσάμενος. ἐμὲ δὲ δύʼ ἀνθʼ ἑνὸς ἀδικεῖ, τῷ τε ἀποστερεῖν καὶ τῷ χρήσασθαι δικασταῖς ἀναγκάσαι. χρῶμαι δὲ τῷ τε ἐνταῦθα καὶ σοί, τὸν μὲν πείσας πέμψαι στρατιώτην, σοῦ δὲ δεόμενος μὴ τῆς ἀνάγκης αὐτὸν ἐξελέσθαι τῇ τοῦ σοὶ διακονεῖν προφάσει.
Φουρτουνατιανῷ.
Ἐξ ἡμισείας ἔχειν ἔοικας ἀγαθοὺς οἰκέτας, οἳ τὰ μὲν παρὰ σοῦ γράμματα καλῶς ἴσασιν οἷς δοῦναι δεῖ, τὰ δὲ παρʼ ἐκείνων ὥστε σοὶ φέρειν οὐδʼ ἂν ἀναγκαζόμενοι λάβοιεν. ἔγωγέ τοι πρὸς τὴν προτέραν ἐπιστολὴν εὐθὺς ἀντεπιστείλας ἐκέλευον λαμβάνειν, ὁ δὲ μέλλειν ἔφησεν ἔτι καὶ οὐδὲν κατεπείγειν, πάντως δὲ οὐχ οὕτως ἔσεσθαι κακὸς ὡς ἐμὲ μὲν ἀργὸν ἐθελῆσαι δεῖξαι, σὲ δὲ ἀνιᾶσαι. τοιαῦτα ἐκείνου λέγοντος ἧκεν ἐπιστολὴ δευτέρα Κέλσου μέσου τῶν ἐπιστολῶν ἥκοντος· περὶ μὲν γὰρ ἐκείνης ἤκουε παρʼ ἐμοῦ, ταύτην δὲ ἐνεχείριζεν αὐτὸς ἐν βαλανείῳ περὶ μεσημβρίαν· τοιαῦτα γάρ μοι νομοθετεῖ τῆς κεφαλῆς ἡ νόσος. θαυμάζω δὲ εἰ τὸ τῶν νέων ἀποκεκρίσθαι με νῦν ὀνομάζεις σχολὴν ὥσπερ οὐκ ἐννοῶν ὅτι τοῦτʼ αὐτὸ τοὺς ἄλλους ἡμῖν ἐπάγει τὸ τὰ τῶν νέων ἡσυχάζειν. οὐδὲ γὰρ εἰς ἐκείνους ἔστιν ἡμῖν ἀναχωρεῖν, ἀλλʼ ἀνάγκη τρέχειν ἢ πονηρὸν εἶναι δοκεῖν. ὥσπερ οὖν ἅτερος τοῖν σκοπέλοιν ὧν Ὅμηρος ἐμνήσθη καλύπτεται τὴν κορυφὴν διηνεκεῖ νεφέλῃ, οὕτως ἐμοὶ πραγμάτων ὄχλος ἀεί. σοὶ δʼ, εἰ μὲν ἀνθʼ ἡμῶν ἀρκεῖ τὰ δένδρα, σκόπει πρὸς σαυτὸν εἰ καλῶς ἀρκεῖ· εἰ δὲ καὶ ἡ τοῦ Μήδου πλάτανος δευτέρα τῶν φίλων, ἔργῳ δεῖξον.
Ἀκακίῳ.
Εἴ μοι τὰ Κροίσου χρήματα καὶ χρυσὸν τὸν Γύγου καὶ ἔτι τὸν Μίδου τοῦ Φρυγός, οὗ τὴν χώραν νῦν τε εὖ ποιεῖς καὶ πρότερον ἐποίεις—οὐ θαυμάσῃ δέ, οἶμαι, τὸ καὶ νῦν εὖ ποιεῖν Ἀγκύρας τε ἄρχων καὶ εἰδὼς ὅθεν αὐτῇ τοὔνομα— εἰ οὖν μοι πάντα τὸν ἐκείνων λαβών ποθεν ἐπεπόμφεις πλοῦτον, οὐκ ἂν ἦν μείζω τοῦ νῦν δοθέντος τὰ πολλὰ ἐκεῖνα· οὕτως ἐμοὶ πάντα ἐλάττω τῶν εἰς Μάξιμον γιγνομένων. ἀλλʼ ὅπως, ὦ ἄριστε, μὴ χείρων ἔσται τῶν ἤδη πεπραγμένων ὁ μετὰ ταῦτα χρόνος· οὐδὲ γὰρ εἰς ἀχάριστον καταθήσῃ τὴν χάριν, ἀλλʼ εἰς βοῶντα καὶ κηρύττοντα ὃ λάβοι. οὔκουν ἐσίγησε πρὸς ἡμᾶς οὔτε τὴν παρὰ σὲ εἴσοδον οὔθʼ ὧν ἔτυχεν εἰσελθών, ἀλλʼ οὕτως ἐστὶ χρηστός, ὥστε μακρὰν μὲν ἔπεμψεν ἐπιστολήν, διʼ ἑνὸς δὲ ῥήματος πᾶσαν ἦλθεν ὑφαίνων, ὥστε με καὶ πρὸς γέλωτα ὑπενεχθῆναι. διὰ γὰρ τοῦ τετίμημαι καὶ ἐτιμήθην καὶ τιμῆς ἠξίωμαι τὸ μῆκος ἐξειργάσατο καὶ ἦν ὁ Διὸς Κόρινθος ἀτεχνῶς τὰ γράμματα. εἰ οὖν ὅστις ἀχάριστος μισοῖτʼ ἂν εἰκότως, ὅτῳ μέλει τοῦ μεμνῆσθαι χάριτος, πῶς οὐχ ὅτι πλείστας τῷ τοιούτῳ δοτέον, ὥσπερ πιείρᾳ γῇ σπέρματα; ἐπῄνεσα δέ σου τὸ δόντα τὴν χάριν μηδὲν εὐθὺς ἐπιστεῖλαι· τό τε γὰρ μηδὲν ἀποκρίνασθαι περὶ ὧν ἠξίουν ἄλογον εἰπεῖν τε ὃ πεποιήκεις ᾐσχύνου. ἀλλʼ ἐπειδὴ παρʼ ἐμοῦ τὰ σοὶ πεπραγμένα πρὸς ἡμᾶς ἀκήκοας, ἴθι καὶ γράφε καὶ διὰ πάντων εὔφραινε.
Ἀνατολίῳ.
Ἱλαρῖνος οὑτοσὶ τὸ μὲν γένος Ἕλλην ἀπὸ τῆς Εὐβοίας, δικῶν δὲ οὐκ ἄπειρος. ἐμοῦ δὲ ἤρα καὶ πρὶν ἰδεῖν. ἐπὶ δὲ τὴν τῶν νόμων μητέρα ἥκει τὸ Σωκράτους μιμούμενος νομίζων ἁπάσῃ ἡλικίᾳ πρέπειν τῶν καλῶν τι μανθάνειν. τοῦτον ἕνα ποίησαι τῶν περὶ σαυτόν, κἂν προσίῃ, δέχου μεθʼ ἡδονῆς, κἂν ὀκνῇ, μεταπέμπου. εἴς τε γὰρ ἄνδρα χρηστὸν τὰ τοιαῦτα ποιήσεις καὶ τῆς αὐτῆς ὁδοῦ δώσεις ἡμῖν χάριν, οἷς χαριζόμενος οἴει κερδαίνειν.
Δομνίωνι.
Ἰδού, καὶ τὴν Ἑλλάδα πρὸς σαυτὸν κεκίνηκας καὶ μετὰ τῶν νέων σχεδόν τι καὶ γέροντας εἰς Φοινίκην ἀναπέπεικας τρέχειν. Ἱλαρῖνος δὲ οὑτοσὶ πρότερον μὲν ἐπεθύμει τῶν ἐμῶν τι λαβεῖν, κωλυθεὶς δὲ τῇ τύχῃ τῶν σῶν ἔρχεται μετασχήσων. δεῖ δή σε τοιοῦτον περὶ αὐτὸν γενέσθαι, οἷος ἂν ἦν ἐγώ, τῶν ἐμῶν εἰ μετεῖχε διατριβῶν. λέγω δὲ οὐ περὶ τῆς εὐνοίας, ᾗ πανταχοῦ φαίνῃ χρώμενος, ἀλλʼ ὅπως πολλὰ ἐν οὐ πολλῷ μάθοι χρόνῳ. τοῖς γὰρ ὀψὲ πρὸς τὰς μαθήσεις ἐρχομένοις καὶ σκώμματα ὑπομένουσι τοῦτʼ εἶναι προσήκει παρὰ τῶν διδασκάλων γέρας, ἀθρόαν μετάδοσιν καὶ προθυμίαν τάχος ἐμποιοῦσαν τῇ τέχνῃ.
Δημητρίῳ.
Ὁ τὰ μέρη τῶν ἀγρῶν ἀποδόμενος ἐκεῖνος, ὅτε μὲν ἡμεῖς ἠξιοῦμεν ὠνεῖσθαι, Θετταλίαν ἔφασκε καὶ Βοιωτίαν πωλεῖν, καὶ ἦν οὐδὲν ἐν τῇ τιμῇ μέτριον, ὥστε ἐφεύγομεν· ἐπεὶ δὲ τὸν δεῖνα ἔδει πρίασθαι, καὶ τὸ μικρὸν ἡγήσατο μέγα βλάψας μὲν αὐτὸς αὑτόν, θεὶς δὲ ἐφʼ ἡμῖν νόμον· μνησθῆναι γὰρ ἴσως οὐκ ἔνεστι πλείονος ἢ τοῦ παραδείγματος ἀκούειν ἀνάγκη. δοκεῖ οὖν μοι χρῆναι χρήσασθαι μὲν μερισμῷ τὸ νῦν τοῦ μὴ τὸ πᾶν ἀντὶ τοῦ μέρους εἶναι τῷ πριαμένῳ, τιμὴν δὲ τὴν πείθουσαν ὁ διδοὺς εἰ φανείη, πωλεῖν. ὁ γὰρ κοινωνὸς παραινεῖ.
Φλαβιανῷ.
Πᾶν ὅτιπερ ἀπὸ φιλούσης γίγνεται γνώμης, οὐ μικρὸν παρά γε ἐμοί. σοῦ δὲ ἐγὼ τὴν σπουδὴν πρὸ τῶν πεμφθέντων σκοπῶν ταύτῃ κρίνω καὶ τὰ πεμφθέντα μεγάλα. ταῖς μὲν οὖν περιστεραῖς ἥσθην, τὴν δορκάδα δὲ ἐδάκρυσα θαυμαστὰ μὲν ἐλπίσας ἀπὸ τῶν γεγραμμένων, ἰδὼν δὲ τεθυμένην ἤτοι τοῦ καύματος ἡττηθεῖσαν ἢ προδοθεῖσαν ὑπὸ τῶν ἀγόντων, ὥσθʼ ὅτι σοι πέμπειν αὐτὴν ἐπῆλθεν ἐμεμψάμην. τῆς δὲ νίκης, ἣν ἐμήνυες, χάριν ἔχω τῷ ὁμωνύμῳ, καὶ αὐτός γε διδάξειεν ἐλθὼν τήν τε μάχην καὶ ὅπως ἐτρέψατο τοὺς ἐναντίους. εἰ δὲ καὶ αἰχμαλώτους δείξει, μείζων ἔσται παρʼ ἡμῖν τοῦ Κλέωνος.
Μαξίμῳ.
Τῇ πρὸς Καρτέριον ὀργῇ Μούσαις τε καὶ πᾶσι λογίοις θεοῖς ἔπραξας κεχαρισμένα, οὓς ἐκεῖνος ἀφεὶς καὶ ταῦτα αὐτῶν τυχὼν ὅπλα τε ἐώνηται καὶ τὸν Ἄρη θεραπεύει καὶ γέγονεν ἀντὶ ῥήτορος στρατιώτης. ἀλλʼ, ὦ μακάριε, βλέψας πρὸς τὸν παρόντα καιρόν, ὃς τὰ μὲν ἐκείνων ἦρε, τὰ δʼ ἡμέτερα καθεῖλε, —πάντως δὲ ἀπὸ τῶν σῶν εὐθὺς ἡ πίστις, προσθείην δʼ ἂν ὅτι καὶ ἐμῶν, οἳ πολλῷ χείρους ἡμῶν ἐπαινεῖν ἠναγκάσμεθα φοβούμενοι μετὰ τῆς δυνάμεως αὐτῶν τὴν ἄνοιαν—διὰ δὴ ταῦτα νομίσας Καρτέριον εἰκός τι πεπονθέναι πρὸς τὸ λυσιτελοῦν κεχωρηκότα τῷ μὲν παρελθόντι χρόνῳ τὴν εἰς τὸν Ἑρμῆν ὅρισον χάριν, τὰ λοιπὰ δὲ ἔστω φιλανθρωπότερα μᾶλλον ἢ ἀκριβέστερα, ὅπως καὶ αὐτὸς ἀπολυθείην αἰτίας. οὐ γὰρ σὺ δοκεῖς ἀμνημονεῖν τῶν πρὸς ἡμᾶς ὑποσχέσεων, ἀλλʼ ἐγὼ τὴν σὴν κεκινηκέναι γνώμην. ἔπειτα ὑβρίζομαι ταῖς ὑποψίαις. ἀλλὰ σὺ τοῦτο ἄνελε καὶ δεῖξον ἐμέ τε οὐ κακοῦργον σαυτόν τε πόρρω τοῦ ψεύδεσθαι.
Ἀκακίῳ.
Ἆρʼ ἀδίκου τινὸς ἠξιοῦμεν τυχεῖν καὶ διὰ τοῦτο ἀπετυγχάνομεν; ἢ τὸ μὲν πρᾶγμα δίκαιον, οἱ δὲ αἰτοῦντες οὐδενὸς ἄξιοι; ἢ πέπρακται μὲν ἐκεῖνο, γνῶναι δὲ οὔπω δεδύνημαι; λῦσον δὴ τὴν ἀπορίαν καὶ νόμισον καὶ τὸ ὡς μάτην ἠνωχλοῦμεν μαθεῖν κέρδος ἡμῖν ἔσεσθαι. τοῦ τε γὰρ ἐκκρέμασθαι τηνάλλως ἀπαλλαξόμεθα καὶ ἴσως ἐπʼ ἄλλην βουλὴν ἥξομεν. αἰσχυνθεὶς οὖν εἰ μὴ καὶ ἡμᾶς, ἀλλὰ τὸν γενναῖον Εὐμόλπιον ἢ δὸς τὴν χάριν, εἰ μήπω δέδωκας, ἢ δήλωσον ὅτι δέδωκας, ἢ ὅτι ὄντως δώσεις ἐπίστειλον.
Τῷ αὐτῷ.
Ἔπραξας, ὦ γενναῖε, σοφίᾳ χρησάμενος ὑπὲρ τῆς ἀληθείας· τὸ σοφὸν δὲ ἦν ἐν τῷ συντέμνειν καὶ μὴ διατρίβειν, ὡς τά γε ἐν τοῖς τοιούτοις μήκη πολλὰς δύναται τίκτειν λαβάς. δοκεῖς δέ μοι σὺ καὶ τὴν Ἀρκαδίαν αἰτηθεὶς παρʼ ἐμοῦ μὴ ἂν εἰπεῖν· οὔτοι δώσω δοῦναι κύριος ὤν· οὕτω πάντα ἐθέλεις διδόναι καὶ δῆλος εἶ χαίρων ὁ διδοὺς τοῦ λαμβάνοντος οὐχ ἧττον. οὐκοῦν καὶ τὰ λοιπὰ δώσεις ἥκοντι τῷ νεανίσκῳ, τοῖς αὐτοῖς δὲ καὶ ἐμὲ τὸν ἀπόντα εὖ ποιήσεις. ἔστι δὲ τὰ λοιπὰ συνεχὴς εὔνοια καὶ τὸ δεικνύειν ὡς εἰσιόντι μὲν παρὰ σὲ χαίροις, ὀκνοῦντι δὲ μέμφοιο. ποιήσει δὲ αὐτὸν τοῦτό τε καὶ τὰ τούτῳ παραπλήσια μέγαν μὲν ἐν τοῖς πολίταις, μέγαν δὲ παρὰ τοῖς γονεῦσι. βουλοίμην γὰρ ἂν αὐτὸν δοκεῖν τῷ πατρὶ δύνασθαι βοηθεῖν μᾶλλον ἢ ʼκείνου χρῄζειν. ἡδὺ δὲ ἄρα καὶ τοῦτο πατρὶ καὶ ἕν τι τῶν ἐν εὐχαῖς καταφεύγειν ἔχειν εἰς παιδὸς δύναμιν. αὐξήσεις δὲ οὐ φαῦλον ἄνθρωπον, ἀλλʼ ἔχοντα σύνεσιν καὶ χάριτος εἰδότα μεμνῆσθαι. πειρώμενος δὲ φήσεις περὶ αὐτοῦ πρὸς ἄλλους ἃ νῦν ἀκούεις καὶ οὐ φήσεις με τὴν πολλὴν ταύτην σπουδὴν ἄνευ νοῦ πεποιῆσθαι. νομίζω δέ σε βλέψαντα εἰς αὐτὸν γνωριεῖν τὸν νεανίσκον. ἦν γὰρ δὴ περιφανὴς ἐν τοῖς ἀκροωμένοις, ὁπότε ἡμῖν ἐπιδείξεις εἴησαν. ἐκάθου δὲ ἄρα καὶ αὐτὸς σιγῇ θαυμάζων, οὐ γὰρ ἐξῆν σὺν βοῇ, καὶ ἴσως οὐκ ὀλιγάκις Ὑπερέχιον εἶδες σὺν κόσμῳ τοὺς ἐπαίνους πληροῦντα. ἐκείνων τε οὖν μνησθεὶς καὶ ἃ νῦν πεποίηκας ἐνθυμηθεὶς καὶ νομίσας δεῖν ἀκολουθεῖν σαυτῷ γίγνου τοιοῦτος εἰς αὐτόν, οἷος ἂν αὐτὸς ἐγενόμην, εἰ Γαλατῶν ἦρχον.
Ἰταλικιανῷ.
Ἡμεῖς οἱ αὐτοὶ καὶ τῷ φιλεῖν καὶ τῷ θαυμάζειν, σὺ δὲ ἔοικας—ἀλλʼ οὔπω γε ἐρῶ, καίτοι τῶν πραγμάτων καὶ δυσχερέστερόν τι βιαζομένων λέγειν, ἀλλʼ ὅμως ἀναβεβλήσθω τὸ νῦν—τοῦ δʼ ἡμᾶς οὐχ ἑτέρους γεγονέναι σύμβολον ἔστω σοι τὸ χάριτας, ὥσπερ ἔμπροσθεν, αἰτεῖν καὶ χάριτας, αἳ τὴν οὖσάν σοι δόξαν καταστήσουσι μείζω. Σευῆρος ὁ Λύκιος ὁ πονηρὸς μέν, ὡς ἂν οἱ φθονοῦντες φαῖεν, γενναῖος δέ, ὡς οὑμὸς λόγος ἀνδρὸς ἴσως οὐ φαυλοτέρου τῶν διαβάλλειν εἰωθότων, οὗτος δὴ ὁ Σευῆρος, εἰ καὶ τὸν πρὶν ἠλαύνετο χρόνον, νῦν γε εἰκότως ἂν ἐπʼ ἀδείας ἦν εἰς σὲ τῆς ἀρχῆς ἡκούσης, τοῦτο δέ ἐστιν ἰσχυόντων τῶν νόμων. νῦν δʼ οὕτω τὸ πρᾶγμα ἀνέστραπται, ὥσθʼ ἧς ἀπέλαυεν ἀσφαλείας τῶν ἧττον ἀγαθῶν ἀρχόντων, ταύτης ἐκπεσεῖν κινδυνεύει τοῦ δικαιοτάτου τἀκεῖ διοικοῦντος. καίτοι Σευήρου πάσχοντος κακῶς ἀδικεῖται μὲν ἡ τῶν Ἀθηναίων πόλις, ἣ τοῦτον ἐξέθρεψεν, ἀδικεῖται δὲ Μάξιμος, διʼ ὃν οὐκ ἐμαράνθη τὸ χρῆμα τῶν λόγων, ὃς τοῦτον ἀνθʼ υἱέος ἑώρα. κοινωνοῦμεν δὲ καὶ ἡμεῖς τῶν κακῶν συμφοιτηταί τε ὄντες καὶ παρὰ πάντα τὸν χρόνον τὰ τοῦδε θεραπεύσαντες οὐχ ἡμῖν οὔσης δυνάμεως, ἀλλʼ αἰδοῦς παρὰ τοῖς δυνατοῖς. οὔτʼ οὖν λιπεῖν τὴν τάξιν ἦν μοι καλὸν αἰσχύνη τε, εἰ μεῖζον ἐλπίσας ἰσχύσειν, ἡνίκα σὺ κρατεῖς, ἀσθενὴς φανείην. ἐξαιροῦμαι δὲ ἄνθρωπον οὐ Μίδαν οὐδὲ Ῥαμψίνιτον οὐδʼ ὃν τὸ πλῆθος τῶν γεωργιῶν οἴκοι δύναται κατέχειν, ἀλλʼ ὃς πανταχοῦ μὲν εὑρήσει τὴν ἀναγκαίαν τροφήν, τιμῇ δὲ πατρῴων μνημάτων ἔτι τῆς Λυκίας ἔχεται.
Λυσιμάχῳ.
Παῖς ὄντως ἐμὸς ὁ Λυσίμαχος τοιαῦτα καὶ λέγων καὶ γράφων, τοῦτο μὲν ἐν ἐπαίνοις ἀρχόντων, τοῦτο δὲ ἐν τοῖς κατὰ μελέτην ἀγῶσιν· ὥστʼ οὐδὲν θαυμαστὸν εἰ πετόμενος ἧκεν ὡς ἡμᾶς ὁ Ἔρως τοιαύτης αὐτῷ γλώττης κινούσης τὸ πτερόν. ὁ δὲ συκοφάντης ἐκεῖνος, τὸ θηρίον, δίκην τὴν μὲν ἔδωκε, τὴν δὲ δώσει. καὶ ταῦτα ἐγὼ προῄδειν καὶ πρὸς Λυσίμαχον εἶπον, ὡς ἀπολεῖται κακὸς κακῶς. ἐπεὶ δὲ Μούσαις εἶ φίλος καί σου κατέχουσι τὴν ψυχὴν καὶ κάλλος τίκτεις ἐπῶν, τίμησον ἐπιγράμμασιν οἰκίαν λαμπράν τε καὶ μεγάλην ὑπʼ ἀνδρὸς ἡμῖν ἑταίρου πεποιημένην ἐν Δάφνῃ. τὸ μὲν ὄνομα Ὀλύμπιος αὐτῷ, παίδων δὲ οὔτʼ ἐστὶν οὔτʼ ἐγένετο πατήρ, παραμυθεῖται δὲ τὴν περὶ ταῦτα τύχην τῷ τῆς οἰκίας θαύματι. χρῆσαι δὴ ταῖς ἀφορμαῖς καὶ πρόσθες τῇ τῶν στοῶν καὶ κρηνῶν ὥρᾳ τὴν ἀπὸ τῶν ἐπῶν.
Φουρτουνατιανῷ.
Ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν,προστίθημι δέ, εἰ βούλει, καὶ Στύγα καὶ τοὺς ἄλλους θεούς, ἦ μὴν τὴν ἐπιστολὴν ἐκείνην τοῦ προσήκοντος τετυχηκέναι χρόνου καὶ μηδὲν πεπρᾶχθαι τέχνῃ. σοὶ δὲ ἴσως οὐ καλῶς ἔχει φείδεσθαι τῶν οἰκετῶν κατὰ τῶν φίλων καὶ ὅπως ἐκείνους ἐξέλοιο μέμψεως, τούτοις περιάπτειν αἰτίας. ἀλλʼ ὑπὲρ μὲν τούτων ὀλίγον ὕστερον διαδικασόμεθα Κέλσου τὴν ψῆφον τιθεμένου, τῆς Βακχείας δὲ ἡμῖν ἴσθι τὸ πλέον ἀμβλύνας ὑπὸ τῆς ἀπουσίας. οὐ γὰρ ἔστιν ὅτῳ ἂν τἀπὸ καρδίας λέγοιμεν, ἀλλʼ ἢ δεῖ σιγᾶν ἢ εἰπόντα μετεγνωκέναι καὶ ἐπιτιμᾶν τῇ γλώττῃ, ὅτι ἐξελάλησεν ὅπερ τʼ ἄρρητον ἄμεινον. οἶμαι δὲ καὶ σὲ ταὐτὸν περιεστηκέναι, σιγὴν ἢ φόβον. ὅπως οὖν ἡμεῖς τε σοῦ σύ τε ἡμῶν ἀπολαύοις ἑκάτεροί τε διʼ ἀλλήλων ἐλευθερίας, τοῖς στόμασιν ἄνοιγε τὰς θύρας φανείς.
Σαρπηδόνι.
Ἀκούσας ὅτι οἷς ἠνιάθης ἀφορμῇ πρὸς φιλοσοφίαν ἐχρήσω, μικροῦ τὸν λυπήσαντα ἐπῄνεσα· ὡς δὲ εἶδον τὴν ἀρίστην Μαριανὴν καὶ πεῖραν τῆς γνώμης ἔλαβον, ἐθαύμασα ὡς οὐ πάλαι τὴν μετάστασιν ἐποιήσω τοιαύτῃ γυναικὶ συνοικῶν. ἀλλʼ εἵμαρτο, ὡς ἔοικε, βραδέως ἐν εὐδαιμονίᾳ γενέσθαι. ἔχου δὴ τῆς παρούσης τάξεως ἐλπίζων μέν τι καὶ μέγα δράσειν, καὶ τὸ μικρὸν δὲ ἐν τοῖς τοιούτοις ἡγούμενος μέγα. ταῦτά σοι μισθὸς ἀντὶ τῆς σωτηρίας ἥν με ἔσωσας, ὅτε ἐπὶ φαρμάκου πόσει πρὸς βαλανεῖον οὐκ ἐν ὥρᾳ θέων ὑπὸ σοῦ διεκωλύθην.
Σωπάτρῳ.
Ὅστις μὲν στεφανώσεται παρʼ ἡμῖν ἢ παλαίων ἢ παγκρατιάζων ἢ πυγμῇ νικῶν, Ζεύς που τοῦτο οἶδε καὶ Ἡρακλῆς καὶ ὅσοις μέλει τῶν ἄθλων ἐκείνων δαίμοσι· σὺ δʼ ἡμῖν πρὸ τῶν ἀθλητῶν νενίκηκας ἅπαντας οὓς ἐπεῖδεν ἥλιος ἀθλοθέτας ἀρετῇ τε καὶ πλήθει τῶν ἀγωνιστῶν καὶ ἔτι γε μᾶλλον τῷ μεγέθει τῶν δώρων, ἃ ταῖς τραπέζαις ἀνέμιξας οὔτε παραδείγματι βιασθεὶς οὔθʼ ἕξων τὸν μιμησόμενον. ἡ μὲν οὖν δαπάνη σή, τὸ δὲ ἀπʼ αὐτῆς καλὸν κοινὸν τοῦ γένους. ἔγωγέ τοι τῶν λαβόντων ἐπιδεικνύντων τε καὶ διηγουμένων ἡβρυνόμην τε καὶ μεῖζον ἐφρόνουν καθάπερ αὐτὸς ὢν ὁ θεὶς τὰ Ὀλύμπια. ἀλλά τοι τοὺς μὲν ἄλλους κινῶ καὶ πέμπω, κάθημαι δὲ ὑπʼ ἀνάγκης ἐνθάδε τοιαῦτα ἀπολαύων τῆς κεφαλῆς. παραμυθοῦμαι δὲ ὅμως τὸ μὴ θεάσασθαι τῷ τῶν ποιουμένων θαύματι. καί τινα τρόπον ἐσοφισάμην, ὅπως μὴ παντάπασιν ἀπείην. ἀνέστησα γὰρ ἀπὸ λύπης ἰσχυρᾶς Ὀλύμπιον καὶ πανηγυρίζειν ἔπεισα παυσάμενον οἰμωγῶν. καὶ νῦν ἐγὼ πάντα μὲν ὁρᾶν, πάντα δὲ ἀκούειν ὠσί τε ἡγοῦμαι τοῖς τοῦδε καὶ ὄμμασιν.
Θεμιστίῳ.
Ἀκούων σε τούς τε νόμους ἐν ταῖς δίκαις βεβαιοῦν καὶ πρᾳότητι μὲν πρὸς τοὺς ἐπιεικεῖς, θυμῷ δὲ χρῆσθαι πρὸς τοὺς δεομένους δίκης, τοὺς δὲ δήμους ἡδίους ποιεῖν διὰ τῶν ἐν τοῖς θεάτροις χαρίτων χαίρω ὅτι τὸ τῇ φύσει χαλεπὸν ῥᾷστόν ἐστί σοι, τὸ ἄρχειν καλῶς. νόμιζε δὲ τὸ τῷ χρηστῷ Σευήρῳ σεσωκέναι τὸν οἶκον μηδὲν ἥττω σοι κόσμον ὧν κατέλεξα τούτων ἔχειν. τὰς γὰρ πόλεις οὐχ οἱ πλουτοῦντες μόνοι ποιοῦσι λαμπράς, ἀλλὰ καὶ ὅσοι πόνους ὑπὲρ παιδείας ὑπήνεγκαν, ὧν εἷς οὗτος ὃν εὖ ποιεῖς. φαίην δʼ ἂν ὅτι καὶ μεῖζον πόλεσιν εἰς δόξαν οἱ τοῦτο ἔχοντες τῶν ἐκεῖνα κεκτημένων. μὴ οὖν ἄχρηστον οἰέσθων οἱ πολῖται Σευήρου Σευῆρον καὶ ἧττον ἢ τὸ δύνασθαι λειτουργεῖν μηδʼ ὅταν ὑλακτοῦντες ὑπὸ σοῦ κωλύωνται, ζημίαν τὸ κέρδος ἡγείσθων, ὃ τήν τε σὴν σεμνύνει γνώμην καὶ τὸ κοινὸν ἐκείνοις.
Ἰταλικιανῷ.
Εἰ μή σε ᾔδειν φιλεῖν ἐπιστάμενον καὶ πολλὰ πολλάκις καὶ μεριμνήσαντα καὶ πονήσαντα τοῦ τοῖς ἑταίροις ἀγαθόν τι γενέσθαι, πάνυ ἂν ἔδεισα μή σοι προσστῇ τὸ πλῆθος τῶν γραμμάτων· νῦν δέ, τῶν γὰρ ἐπαινούντων εἶ καὶ αὐτὸς τὸν Ἀχιλλέα, πιστεύω δόξειν εἶναι χρηστός, ὅτι βοῶν καὶ δεόμενος οὐ παύομαι. λέγω δὴ πάλιν ὡς Σευῆρος συνεχόρευσεν ἡμῖν τὰ μὲν ἐλάττω μεθʼ ἡμῶν μανθάνων, δυνηθεὶς δὲ ἐπὶ τὰ μείζω προβῆναι. καὶ νῦν, ἂν ζητῇς, ἐν αὐτῷ φιλοσοφίαν εὑρήσεις Μαξίμου φυτευσαμένου τουτὶ τὸ καλὸν ἐν τῇ τοῦδε ψυχῇ. Μάξιμον δὲ ὥσπερ ἂν ἐτίμας ζῶντα, τίμα καὶ μεταστάντα. τιμῴης δʼ ἂν μειζόνως Σευήρῳ βοηθεῖν ἀξιῶν ἢ εἰ προσιὼν ἐστεφάνους αὐτῷ τὸν τάφον. ἀλλʼ ὅπως μή σε ἡ χλαμὺς καὶ ὁ πώγων ἀπὼν εἰς ἀπιστίαν ἐμβάλῃ περὶ τῶν ἐν αὐτῷ λόγων τῶν σεμνοτέρων. οὗτος γὰρ κατʼ Αἰσχύλον εἶναι ἐθέλων μᾶλλον ἢ δοκεῖν τούτοις ἀντʼ ἐκείνων χρῆται. ὥσπερ οὖν οὐ πάντως μετὰ τοῦ τρίβωνος καὶ τῶν τριχῶν ἡ σοφία, οὕτω γένοιτʼ ἂν ἄνευ τούτων εἶναι σπουδαῖον.
Τῷ αὐτῷ.
Καὶ Πισιδῶν ὅτιπερ κεφάλαιον Φαυστῖνος οὑτοσὶ καὶ τῆς περὶ ἡμᾶς νεότητος. τὰ μὲν οὖν οἴκοι ὄντα αὐτῷ καὶ παρʼ ἄλλων ἂν μάθοις, γένους περιφάνειαν, ἐν λειτουργίαις λαμπρότητα, τὸ ἀντὶ τείχους τῇ πόλει τοὺς τούτου γεγονέναι τε καὶ εἶναι προγόνους, τὰ δʼ ἐν τοῖς ἡμετέροις ἱεροῖς ἐγὼ φράσαι δίκαιος. ζῶν γὰρ ἐν καθεύδουσι νέοις καὶ οἰομένοις οὐδὲν εἶναι τοὺς λόγους ὡς τῆς ψυχῆς ἑτέρων οὔσης οὐκ ἐδέξατο τῇ ψυχῇ τήνδε τὴν δόξαν, ἀλλʼ ἡγησάμενος τοὺς παιδείας ἀμοίρους οὐκ ἐν ἀμείνονι τάξει τῶν ἀνδραπόδων εἶναι θέατρα μὲν καὶ μίμους καὶ τὴν περὶ ἵππους μανίαν ἑτέροις ἀφῆκεν, αὐτὸς δὲ τὸ μὲν σῶμα τοῖς πόνοις ἔδωκε, τὴν ψυχὴν δὲ ἀπειργάσατο καλλίω προθύμοις μὲν διδασκάλοις ἕρμαιον ὤν, οὐ τοιούτοις δὲ ἄχθος τῶν πόνων ἀνάπαυλαν αὐτοὺς νομίζων τοὺς πόνους. ἐν δὴ τοῖς εἰρημένοις ἔχεις δήπου καὶ τὴν σωφροσύνην καὶ τοῦ καθʼ ἡμέραν βίου τὸν κόσμον· ὡς ὅστις αὑτὸν ἐξήρτησε βιβλίων, οὗτος αὑτὸν ἀπέστησε κακίας. εἰ μὲν οὖν ἢ ὁ πατὴρ αὐτῷ περιῆν ἢ ὁ πάππος μὴ ἦν ἐλάττων τοῦ γήρως, παρῆλθεν ἂν καὶ τοὺς παιδευτὰς ἐν προϊόντι τῷ χρόνῳ· νῦν δέ, δεῖ γὰρ αὐτὸν τὰ αὑτοῦ σώζειν ἤδη, δακρύων μὲν ἀποστερεῖται τοῦ πλείονος, ἔχει δὲ ῥώμην ἀρκοῦσαν μὲν δίκαις, ἀρκοῦσαν δὲ μείζω ποιῆσαι πατρίδα. προσγέγονε δὲ καὶ τὰ ἀπὸ τοῦ δαίμονος εὖ ποιοῦντα. σοῦ γὰρ ἄρχοντος ἀνάγκη τοὺς ἐμοὺς ἑταίρους ἐξ οὐρίων φέρεσθαι τῆς Ἀθηνᾶς λυσιτελοῦντα πεμπούσης ἄνεμον.
Θεμιστίῳ.
Οὐκ ἂν φαίην ὡς ὁμοίως τῷ τε ἀνίστασθαι παρʼ ἡμῶν ἠθύμει καὶ τῷ παρʼ ὑμᾶς βαδίζειν ἔχαιρεν Ἰουλιανός, ἀλλʼ ἦν μείζων τῆς λύπης ἡ ἡδονή. ὥσπερ γὰρ ἔμπορος ἐκ λιμένος εἰς λιμένα πλέων, ἐκ φαυλοτέρου περὶ τὰ κέρδη πρὸς τὸν μᾶλλον συναγωνιζόμενον ταῖς ἐμπορίαις, οὐ κακίζει μὲν τὸν πρότερον, βλέπει δὲ πόρρωθεν πρὸς τὸν δεύτερον, οὕτως οὗτος οὐκ ἀτιμάζων ἡμᾶς ὑπὸ τοῦ παρὰ σοὶ λιμένος ἕλκεται· σύ τε γὰρ τῶν πάντα εἰδότων οὗτός τε οὐκ ἔστιν ὅτου λόγων εἴδους οὐχ ἧπται. ἀλλʼ ἤν τε ῥητορικὴν δεικνύῃς, βοήσεται Πλάτωνός τε καὶ φιλοσοφίας παριόντων κινήσεται, κἂν ὑπὲρ ἄστρων διαλεχθῇς, οὐκ ἀργὸν ὄψει, κἂν ποιητὰς ἐξετάζῃς, περὶ τὰ τοῦδε παιδικὰ σπουδάσῃ. πιστεύων δὲ τὴν συνουσίαν ὑμῖν καὶ ἐπʼ ἄλλα καλὰ προβήσεσθαι, κοινωνὸν ἐμαυτὸν τῆς ἡδονῆς γράφομαι. μεμνήσεσθε γάρ μου, τοῦτο οἶδα σαφῶς, καὶ σὺ μὲν ἐρεῖς ὅτι ἄρα καὶ τὸν δεῖνα παρεῖναι χρῆν, ὁ δὲ προσθήσει· καὶ μάλα ἐχρῆν παρεῖναι.
Κλεάρχῳ.
Σοὶ κτῆμα πρέπον Ἰουλιανὸς οὑτοσί, πρῶτος μὲν ἐν Ἑλλάδι φωνῇ, πρῶτος δὲ ἐν τῇ τῶν κρατούντων, πλήρης νόμων, δεινὸς εἰπεῖν, φίλος ἄδολος, εἰδὼς καὶ τρωθῆναι φίλῳ βοηθῶν. τοσαύτη δὲ ἐν αὐτῷ τῆς παιδείας ἡ χάρις, ὥστε κύριός ἐστιν ὁπόσους ἂν ἐθέλῃ θηρεῦσαι· ἐφʼ ὅσων γὰρ ἂν φθέγξηται, τοσούτους ᾕρηκεν. ἔξεστι δὲ τῷ βουλομένῳ καὶ διʼ ἑνὸς τοῦδε τὸν ἄνδρα μαθεῖν· ὃν γὰρ ἄριστον τῶν ὑπὸ τὸν ἥλιον ἐγώ τε ἡγοῦμαι καὶ ὅστις οὐ φιλονεικεῖ μετʼ ἀναιδείας, τοῦτον εὕροις ἂν ἐν κέρδει ποιούμενον Ἰουλιανῷ συζῆν. ὥστε καὶ συνοδοιπορεῖν αὐτὸν αὑτῷ Σαλούτιος πεποίηκεν ὡς πᾶν δυσχερὲς λεῖον ἕξων, εἰ τῷδε παρόντι χρῷτο. ἔγραψε δʼ ἄν σοι καὶ Ὀλύμπιος ὑπέρ τε τοῦ ἀνδρὸς ὅμοια τοῖς παρʼ ἐμοῦ καὶ τοὺς πόνους ἐπαινῶν οὓς ὑπὲρ αὐτοῦ πονεῖς, εἰ μὴ ἔτυχεν ἀπὼν ἐν Ἀπαμείᾳ τὰ Ὀλύμπια θεώμενος.
Εὐσεβίῳ.
Εἰ μή μοι φίλος ἦν Ἰουλιανός, κἂν ἐφθόνουν αὐτῷ τῆς τύχης, ὅτι σε καὶ μεθʼ ἡμῶν εἶχεν ἐνθάδε καὶ νῦν ἄνευ ἡμῶν πάλιν ἔχει· νῦν δὲ φθονῶ μὲν ἥκιστα, μακαρίζω δὲ μάλιστα καὶ συνόντα καὶ φιλούμενον. σὺ γὰρ οὐ ῥήμασι καὶ τραπέζῃ τὴν φιλίαν ὁρίζεις, ἀλλʼ ὅντινα τούτου τοῦ προσρήματος ἠξίωσας, περὶ τοῦτον εὐθὺς καὶ ἔργα. καὶ οὔτε κίνδυνον φοβούμενος οὔθʼ ὑπὸ πόνου κρατούμενος γένοιο ἂν εἰς ἑταῖρον κακός, ἀλλʼ ὥσπερ ᾧ θεοὶ συλλαμβάνουσιν οὐκ ἔστιν ἁμαρτεῖν πράξεως, οὕτως ὅστις διὰ σοῦ τὰ αὑτοῦ ποιεῖται, καὶ τυχεῖν τούτων ἀνάγκη. τυχὼν δὴ καὶ κατωρθωκὼς ἐγὼ ταῦτα λέγω πολλοῖς μὲν ἠνωχληκὼς καὶ σχὼν ἐν πολλοῖς ἐλπίδας, κενὰς δὲ πάσας εὑρὼν πλὴν τῶν παρὰ σοῦ. μήτʼ οὖν σὺ παύσαιο δυνάμενος μήθʼ ἡμεῖς ἐκπέσοιμεν τοῦ τιμᾶσθαι παρὰ σοί.
Οὐλπιανῷ.
Ὅπερ οἱ τοὺς ἐν χειμῶνι πλέοντας ἀπὸ γῆς ὁρῶντες πάσχουσι καὶ τὰ κύματα τοῖς αὑτῶν ἡγοῦνται προσπίπτειν σώμασι, τοῦτο καὶ ἡμεῖς λογιζόμενοι τὸν καιρόν, ἐν ᾧ παρείληφας τὴν ἀρχήν, πεπόνθαμεν. μεστοὶ γοῦν ἐσμεν θορύβου καὶ ταραχῆς ὥσπερ αὐτοὶ κυκλούμενοι πανταχόθεν ὑπὸ τῶν πραγμάτων. ἀλλʼ ἡμεῖς μὲν σοὶ συνευχόμεθα, σὺ δὲ τοῦ τε πατρὸς καὶ τῆς σαυτοῦ φύσεως καὶ ὧν ἐκτήσω λόγων ἄξιος εἶναι πειρῶ καὶ δεῖξον ὡς ὑπὸ γνώμης γενναίας καὶ καιροῦ δυσκολία νικᾶται. ταῦτα εἶπον οὐ πείθων τὸν πεπεισμένον, ἀλλʼ ὁρμὴν καλὴν παρακαλῶν, ἐπεὶ καὶ τὸν χρηστὸν Ἀμφιλόχιον οἶδα μὲν ὡς εὖ ποιήσεις, κἂν μηδεὶς ὑπὲρ αὐτοῦ διαλέγηται, δέομαι δὲ ὅμως εὖ τι ποιεῖν. καὶ γὰρ ἐμὸς συμφοιτητὴς καὶ σὸς συστρατιώτης καὶ παιδευτὴς δεξιὸς καὶ παίδων πατὴρ ἀρκούντων εἰς τιμὴν πατρί.
Ἀμφιλοχίῳ.
Ἐδίδαξα τὸν καλὸν Φωσφόρον, ὁποδαπός τε εἴης καὶ τίς τὸν τρόπον καὶ τίς τοὺς λόγους καὶ τίνων πατήρ, ἤδη γὰρ ἔστι σοι τὸ διὰ τοὺς παῖδας τιμᾶσθαι, ὁ δὲ ἐδέξατό τε τοὺς λόγους καὶ πάντα ἔφη ποιήσειν ὥστʼ ἔχειν ἐμοί τε καὶ σοὶ καλῶς. ἀνακτῶ δὴ τὰ διεφθαρμένα τῶν πραγμάτων καὶ τοῖς υἱέσιν ἑτοίμαζε παμφόρους ἀγροὺς καὶ παραμυθοῦ τὸ γῆρας ταῖς ἀπὸ τούτων ἐλπίσιν.
Μενάνδρῳ.
Οἷόν με ἠδίκηκας, ὦ καλὲ Μένανδρε, καὶ ταῦτα μικρὸν ἔμπροσθεν εὐφράνας· φερόμενος ἐφʼ ἵππου καλοῦ τε καὶ μεγάλου καὶ ὑγροσκελοῦς δόξαν μέν μοι παρέσχες, ὡς ἐπὶ θεραπείᾳ τὸ σῶμα κινήσας ὑποστρέψεις αὐτίκα, σὺ δὲ ἄρα ἔκδημον ὁδὸν ἐποιοῦ καὶ οὐκέτʼ ἐτόλμησας τῷ τῶν διαλυομένων ἀσπάσασθαι νόμῳ, ἀλλὰ τῷ τῶν μενόντων χρησάμενος ἤλαυνες. ὡς δʼ εἶδον ἐγὼ ζεῦγος ὀρικὸν ἑπόμενον σπουδῇ, πρὸς τὸν ἑταῖρον, ὅς μοι παρῆν, ἆρʼ ἔφην τοῦτο Μενάνδρου; καὶ ὃς ἤρετο παῖδα τῶν παραθεόντων κἀκεῖνος κατεμήνυσεν. εἶθʼ οὕτως ἔγνων ἠδικημένος ὑπὸ τοῦ καλοῦ Μενάνδρου. καλὸν δὲ δὶς ἤδη κέκληκα τὸν Μένανδρον, ὅπως φαίνηται μειζόνως ἠδικηκώς, εἰ καλὸς ὢν ἔπειτα τοιαῦτα λυπεῖ. ἀλλʼ ἐλθεῖν μὲν οἴκαδε ὡς ἐμὲ καὶ διὰ κλίμακος ἀναβῆναι τραχείας οὐκ ὤκνησας, δυοῖν δὲ ῥημάτων ἐφθόνησας ἀνδρὶ φίλῳ. ποῦ ταῦτα τῆς σῆς ψυχῆς;
Ἰουλιανῷ.
Εἰ μὴ καὶ αὐτὸς ᾔδεις, ἐξ ὅσου χρόνου καὶ διʼ ὅσων ἔργων καὶ συνέστη καὶ ηὐξήθη ἡ πρὸς τὸν χρηστὸν ἡμῖν Μακεδόνιον φιλία, τοῦτο πρῶτον ἐδίδασκον ἄν· εἰδότι δὲ τὰ πεποιηκότα ταύτην οὐκέτʼ ἂν φανείη θαυμαστὸν εἰ βοηθεῖν οἶμαι δεῖν διὰ γραμμάτων, ὃς οὐδὲ κίνδυνον φύγοιμʼ ἂν τὸν ὑπὲρ φίλων. πέπεικε δέ με χάριν αἰτεῖν οὐ τὸ σὲ διδόναι καὶ ῥᾳδίως καὶ πάσας, ἀλλὰ τὸ τὴν μὲν εἶναι καὶ καλὴν καὶ δικαίαν, σὲ δὲ εἰδέναι τὰς τοιαύτας διδόναι· ὡς ὅστις οὐδʼ ἂν τούτων δοίη τοῖς φίλοις, ὧν οὐκ ἂν ἅψαιτο μέμψις, οὗτος ἐπιλαμβάνεται τῆς τοῦ Διὸς θυγατρός, ἣ τὰς Χάριτας ἐν προπυλαίοις ἔχει. ἀλλʼ ὅτι μὲν οὐ φαῦλα αἰτοῦσι χαριῇ, παντί που δῆλον· σκόπει δὲ ὧν χρῄζομεν εἰ δύναται μὴ τῶν αἰσχρῶν εἶναι. γαμεῖ γυναῖκα Μακεδόνιος, ᾗ παιδίον ἦν ἐκ προτέρων γάμων, τὸ δὲ οἴχεται. βουλόμεθα δὴ κληρονόμον ἀντὶ τοῦ πάππου τῶν τοῦ παιδίου γενέσθαι τὴν τοῦ παιδίου μητέρα πειθομένου γε τοῦ πάππου χρήσασθαι φιλοτιμίᾳ καὶ τὸν μὲν νόμον ἀφιέντος, πρὸς δὲ τὸν ἔπαινον βλέποντος. σὸς τοίνυν ὁ ἆθλος πεῖσαι τὸν ἄνθρωπον ὅτι μεῖζον κέρδος μὴ λαβεῖν τὰ τοιαῦτα ἢ λαβεῖν. ἔσῃ δὲ ἀμφοτέρωθεν πιθανός, ἔκ τε τοῦ δύνασθαι λέγειν καὶ τοῦ σχήματος τῆς ἀρχῆς. ἀκούω δὲ καὶ τὸν πρεσβύτην εὐφημίᾳ τε χαίρειν καὶ σκοπεῖν οὐχ ὅ τι κτήσεται μᾶλλον ἢ ὅ τι ἀκούσεται. μὴ τοίνυν ὀκνήσῃς καὶ καλέσαι καὶ διαλεχθῆναι καὶ κατασκευάσαι πρᾶξιν φιλανθρωποτέραν νόμου μηδʼ οἴου πρὸς ἡμᾶς ἀπολογίαν εὑρήσειν ἢ μὴ σαυτοῦ νομίζων τοὺς ὑπὲρ τοιούτων λόγους ἢ καταφεύγων εἰς τὸ μὴ δεδυνῆσθαι πεῖσαι. πόρρω τε γὰρ αἰσχύνης, εἰ τῇ τεκούσῃ μὲν χρημάτων, τῷ πατρὶ δὲ ἐκείνης παραίτιος γένοιο δόξης, καὶ λόγος ἅπας ὁ παρὰ σοῦ μετὰ πάσης ἰσχύος τὸν ἀκούοντα χειροῦται.
Ἀνατολίῳ.
Οὔτε σοὶ μὴ βοηθεῖν ἔνι πανταχοῦ Γαλάταις, ὧν ἦρξας, ἐμοί τε ἀνάγκη πολλῶν εἵνεκα αὐτοῖς συμπράττειν ὅ τι ἂν δύνωμαι. Ἀέτιον δὲ πρὸς τῷ κοινῷ δικαιώματι φιλῶ μὲν αὐτὸς διὰ τοὺς τρόπους, φιλοίης δʼ ἂν καὶ αὐτὸς ἐκ τῶν αὐτῶν εἰκότως. οἶδε μὲν γὰρ οὐδὲν ὑπὲρ κέρδους ἐνοχλῆσαι, πάντα δʼ ἂν ὑπὲρ καλῶν ὑπομείναι πόνον. ἔγνω ταῦτα Ἀνατόλιος καλῶς, ὃς πολλὰ μὲν αὐτὸν ἐθαύμασεν, ἀμείψασθαι δὲ οὐκ ἔσχεν. ὁ δὲ καὶ οὕτως ἐπαινεῖ τὸν ἄνδρα. καίτοι πρὸς τῷ μὴ τυχεῖν ἐλπίδος κἀν τοῖς αὑτοῦ μικροῖς οὖσιν ἐζημίωται κἂν κομίσηται, ποιεῖται μέγα. μὴ τοίνυν αὐτὸν περιίδῃς τρίβοντα χρόνους, ἀλλʼ ὅπως μήτε καταφρονηθήσεται καὶ ταχέως ἀπαλλάξεται σκόπει.
Μάγνῳ.
Τοῦ καλὸν κἀγαθὸν Ἀέτιον εἶναι τουτονὶ μὴ ζήτει καλλίω μάρτυρα τῆς Ἀνατολίου γνώμης. εἰ μὲν οὖν ἐκεῖνος περιῆν, Φοινίκην τʼ ἂν οὗτος ᾤκει καὶ ἦν εὐδαίμων· οἰχομένου δὲ σὺ γενοῦ τοῦ φίλτρου κληρονόμος οὐκ εἰς τὸ πεῖσαι μετοικεῖν οὐδʼ ὥστε πληρῶσαι τὰς μεγάλας ἐλπίδας, ἀλλʼ εἰς τὸ μὴ τὰ αὑτοῦ περιιδεῖν ἀποβαλόντα.
Σαρπηδόνι.
Ἔοικας οὐ σφόδρα εἶναι ἐν χρείᾳ τοῦ πρὸς τὴν τύχην φαρμάκου· τὸ γὰρ οἴεσθαι δεῖσθαι ἐγγύς ἐστι τοῦ μὴ δεῖσθαι. ἐγὼ δὲ σὲ βελτίω μὲν οὐκ ἂν ποιῆσαι δυναίμην, βελτίων δʼ ἂν ὑπὸ σοῦ γενοίμην. καὶ τῷ τόπῳ δὲ ὃν ἀγαπᾷς ἴσθι μοι κεχαρισμένος. ἧς γὰρ ἐρῶ πόλεως, ταύτην ἔχεις, καὶ τῇ σῇ ψήφῳ συμβαίνει μοι εὖ κεῖσθαι τὴν ἐπιθυμίαν. τρέφε τοίνυν αὐτόθι τὴν φιλοσοφίαν, ὅπως τῇ πόλει μετὰ τῶν καλῶν ὑδάτων καὶ τῶν παντοίων δένδρων καὶ τῆς τῶν ὡρῶν κράσεως καὶ τοῦτο εἰς φιλοτιμίαν φέροι τὸ καὶ Μουσῶν μετειληφέναι τὸ χωρίον. Ἡσυχίου δὲ τοῦ καλοῦ, μὴ γὰρ εἶναι καλὸν ὃν ἐπαινεῖς οὐκ ἔνι, γενοῦ μοι σαφὴς διδάσκαλος καὶ μὴ τοὔνομα εἰπών, ὅτι μὴ πάντα ἐπίσταμαι, μέμψιν ποιοῦ.
Μαριανῇ.
Εὖ ᾔδειν ὅτι ταῖς συνθήκαις ἐμμένεις ταῖς περὶ τῆς διφθέρας· ἃ δὲ γενέσθαι σοι κελεύεις ὅπως καὶ ἔσται ταχέως, ἐπιμελησόμεθα· τὸ γὰρ ἀπότευγμα τοῦ μὴ ποιήσοντός ἐστιν. ἡ πόλις δὲ ἡμῖν καὶ ταῦτα ἀπὸ θαλάσσης ᾠκισμένη πολλοῖς πλήττεται τοῖς κύμασι, κἂν ἔρῃ τι περὶ τῶν φίλων, πολλοὶ μὲν οἱ φάσκοντες εἰδέναι, οἶδε δὲ οὐδείς. εὐχώμεθα δὴ μετʼ εὐμενείας Ἀλεξάνδρᾳ παραστῆναι τὰς Εἰλειθυίας, ὅπουπερ ἂν ὁ καιρὸς ἐπείγῃ.
Ἰουλιανῷ.
Ὁ μὲν κακουργότατος οἰκέτης ὅπως δώσει δίκην καὶ ὧν εἶπε καὶ ὧν ἔπραξε, τοῖς τε νόμοις καὶ ἐμοὶ μελήσει· σὺ δέ μοι μετὰ τῆς ἀρχῆς καὶ τὴν εὔνοιαν, ἣν ἔσχεν εἰς Σέλευκον ὁ καλὸς Πρισκιανός, διάδεξαι. τοῦτο γὰρ ποιῶν εὐνουστέρους Ἀρραβίῳ καταστήσεις τοὺς διδασκάλους Καλλιόπιόν τε καὶ τὸν τούτου πατέρα. γαμεῖ γὰρ ὁ Σέλευκος τὴν τοῦδε μὲν ἀδελφήν, ἐκείνου δὲ παῖδα. ὃν οὖν τιμᾷς ἐν ἐπιστολαῖς προσπαραγράφων ὅτι καὶ τὸ παιδίον προσαγορεύοις, τούτῳ σύμπραξον εἰς λόγους.
Βασσιανῷ.
Καλῶς ἐποίησας ὀλίγοις γράμμασι πολλὴν φλυαρίαν σβέσας, ἧς ἐγὼ μὲν καὶ πρὸ τῆς ἐπιστολῆς κατεγέλων, ὡς δὲ ἧκεν ἐκείνη, πάντες. χαίρω δὲ ὅτι δῆλος εἶ χαίρων βασιλεύοντος τοῦ βασιλεύειν εἰδότος. ἐν γὰρ τῷ φάναι τὸ σκῆπτρον αὐτῷ δεδόσθαι παρὰ τοῦ παιδὸς τοῦ Κρόνου τὴν τοῦ λαβόντος ἀρετὴν μηνύεις. ἐπιμελοῦ δὴ σαυτοῦ καὶ ὅπως ἔσται περὶ σοῦ λόγος βελτίων καὶ νύκτα καὶ ἡμέραν σκόπει.
Πολυχρονίῳ.
Ἐξῆν ἀπὸ τοῦ αὐτοῦ μέλανος καὶ διὰ τῆς αὐτῆς χειρὸς καὶ πρὸς ἡμᾶς ἐπιστέλλειν· νῦν δὲ ἐμοὶ μὲν οὐδέν, ὑπὲρ ἐμοῦ δὲ πρὸς Ὀλύμπιον γράφεις. εἶτʼ οἴει με τιμῶν ὀκνεῖν, ἐγὼ δὲ ἀτιμάζεσθαι λέγω. τὴν μὲν οὖν ἐμὴν διαφεύξῃ γλῶτταν, ὁ δʼ υἱὸς ἀπαιτήσει σε δίκας, ὅταν ἐμοὶ βοηθῶν κατηγορῇ τοῦ πατρός. ἀλλʼ ἐκείνην μὲν ἴδοιμεν τὴν ἡμέραν, Μάλχος δὲ πολλαχόθεν ἄξιος ἡμῖν προνοίας. ἤδη δὲ τῷ γενναίῳ Μοδέστῳ παιδίον τρέφων πᾶσι μὲν χαρίζεται τῷ πόνῳ, πᾶσι δὲ ἕτοιμος εἰς ὅ τι βούλεται χρῆσθαι. τὴν δὲ σὴν εἰς ἐμὲ γνώμην εἰδὼς κελεύει γράφειν καὶ οὐκ ἐμέλλησα. σὸν τοίνυν ἂν εἴη τοὐμὸν ζηλῶσαι τάχος καὶ ποιῆσαι Μάλχῳ φαιδρότερον τὸν βίον.
Φιλαγρίῳ.
Ἧκον οἱ παῖδες, εἰ μέν τι κερδάναντες ἀπὸ τῆς οἴκοι διατριβῆς, οὐκ οἶδα· εἰσὶ δʼ οὖν νῦν ἐν τῷ μανθάνειν, ὁ μὲν πρεσβύτερος προθυμίᾳ χρώμενος, περὶ δὲ θατέρου ταὐτά ποτʼ ἴσως ἐπιστελοῦμεν· ὡς ἔγωγε οὐ παύομαι τοῦ πατρὸς αὐτοὺς ἀναμιμνήσκων νομίζων καλλίστην παράκλησιν, εἰ πολλάκις ἀκούοιεν, οὗ παῖδές εἰσίν.
Ἡλιοδώρῳ.
Τῶν Ἑλλαδίου θυγατέρων καὶ ἐμὲ νόμιζε πατέρα. ἔσπειρε μὲν γὰρ ἐκεῖνος, φιλοῦνται δὲ ὑπʼ ἀμφοτέρων ἄλλων τε εἵνεκα πολλῶν καὶ ὧν ἡ μήτηρ αὐτῶν ἔφη πρός με μέλλουσα τελευτᾶν, ἃ οὔτε ἐκβάλλειν τῆς ψυχῆς δυναίμην ἂν οὔτε μὴ ποιεῖν μεμνημένος. ἴθι οὖν, ὦ βέλτιστε, φράσον, εἴτʼ ἄλλος γέγονας εἴτε τῶν ἔμπροσθεν εἶ, μᾶλλον δέ, τοὺς λόγους ἀφεὶς ἔργον τι δεῖξον· ὡς ἡμῖν πολλαχόθεν ἀνάγκη ζευγνύναι τὴν παρθένον.
Ἀνατολίῳ.
Ὁ σώζων Ἑλλαδίῳ τὸν οἶκον τοῖς περὶ ἕκαστα πόνοις Μαρτύριός ἐστιν οὑτοσί. τὸ δὲ δεῖν ἀνδρὸς εἰς ἐκεῖνο πάλιν ἐφʼ ᾧπερ ἥκει πεποίηκεν αὐτὸν τρέχειν. ἥκει γὰρ μνηστῆρα ῥᾴθυμον κινήσων καὶ ἢ πρὸς γάμον ἄξων ἢ μεταβεβλημένον ἀφήσων. ἢν οὖν ἴδῃς Μαρτύριον, ὡς εἰκὸς τὸν ὑφʼ ἡμῶν τε καὶ ὑπὲρ τοιούτων πεμφθέντα, πάνθʼ ἡμῖν ἕξει καλῶς.
Διοδότῳ.
Μέμνημαί σου, φιλῶ γάρ, καὶ γράφω, χαρίζομαι γάρ. σὺ δʼ ὅτι μὲν φιλεῖς, οἶδά τε καὶ χαίρω· ὅτι δὲ σιγᾷς, τοῦτο ἐγκαλῶ· ἵνʼ οὖν καὶ τῇδε συμβαίνωμεν, ἡσθεὶς τῷ λαβεῖν εὔφρανον τῷ δοῦναι.
Ἀκακίῳ.
Πάλιν ἥκει μοι γράμματα παρὰ τοῦ φιλτάτου διπλῆν φέροντα τὴν εὐφροσύνην, τοῦτο μὲν ὡς ἐπιστολή, τοῦτο δʼ ὅτι μεταβολὴν ἐπὶ τὰ κρείττω μηνύει. σιγᾶν δέ με τὸν πρότερον ἠνάγκαζε χρόνον τὸ μήτε ἔχειν λόγον ἐπιστέλλοντα πρὸς σὲ τοῦ πάθους ἀμνημονεῖν μήτε συμφέρειν μνημονεύειν πρὸς σὲ τοῦ πάθους· βλάπτεσθαι γὰρ ἐκ τοῦ τοιοῦδε τὸν ἀρρωστοῦντα. ὡς δʼ ἠρρώστεις παῖδες ἔλεγον ἰατρῶν. οὔτʼ οὖν ὡς ὑγιαίνοντι διαλέγεσθαι ἐνῆν, πάνυ γὰρ ὑβριστικὸν καὶ οὐκ εἰδότος τὴν τοῦ ἑταίρου τύχην, οὔθʼ ὡς νοσοῦντι γράφειν, βλαβερὸν γάρ. ἐλείπετʼ οὖν ἐφʼ ἑαυτοῦ καὶ στένειν καὶ εὔχεσθαι· ἃ ὅτι διετέλουν ποιῶν, ἴσασι καὶ οἱ θεοὶ καὶ οἱ φίλοι. καὶ μὴν καὶ ὑπὲρ ἐμαυτοῦ ταῦτα ἐποίουν ἀμφότερα. καὶ γὰρ αὐτὸς ἦν τῶν ὑφʼ ὁμοίου κακοῦ πιεζομένων, ὃ μέγα πάνυ γενόμενον τοῦ θέρους ἠνάγκασεν ἐλλέβορον ὠνεῖσθαι. νῦν δὲ δὴ τὸ μέν τι πέπαυται, τοῦ παντὸς δὲ οὐκ ἀπήλλαγμαι, χρησταὶ δὲ ἐλπίδες ἱερῶν ἀνεῳγμένων. Τιτιανὸς δὲ ὡς μὲν παῖς ἀγαθὸς δυστυχίαν πατρὶ συνδιήνεγκεν, ὡς δὲ σὸς υἱὸς τοῦ λόγων ἐρᾶν οὐκ ἀπέστη. πειρασόμεθα οὖν ἐγώ τε καὶ αὐτὸς εἰς τὸν παρόντα χρόνον καὶ τὰ τοῦ παρελθόντος ἀγαγεῖν.
Κυρίλλῳ.
Ἐπέταξας ἡδέως ὑπηρετοῦντι· καὶ ὁ Μόδεστος δὲ τῶν ἑτοίμως ἦν πάντα ποιούντων. χαίρω δὲ ὅτι εἰς ἀρχὴν ἐξ ἀρχῆς, εἰς Παλαιστίνην ἐκ Παλαιστίνης. εἰ οὖν πρὸς τοὺς γείτονας ἀεὶ τοῦτο προβήσεται τὸ καλόν, ἥξεις δή που καὶ παρʼ ἡμᾶς διὰ τὴν ἀρχὴν βαδίζων.
Μενάνδρῳ.
Βεβίωκας ὀρθῶς, ἐκτήσω δικαίως, συκοφαντῇ φανερῶς. ὁ κριτὴς ἔννομος. ἡμεῖς μὲν πάλαι θαρροῦμεν, σὺ δʼ ἴσως ἤδη νενίκηκας.
Μαξίμῳ.
Παῦσαι μεγάλα περὶ μικρῶν λέγων, τῶν ἐμῶν ἐπιστολῶν, παῦσαι δὲ καὶ πείθων ἑτέρους ταὐτὰ περὶ αὐτῶν λέγειν δείσας τὸν νόμον ὃς κεῖται περὶ τῶν ἀπατώντων, καὶ μετένεγκε τὸ τῶν ἐγκωμίων μέγεθος ἐπὶ τὸν γενναῖον Φωτεινόν, ᾧ φρένας ὀξείας καὶ λῆμα ὑψηλὸν καὶ χάριν ἐμμελῆ καὶ γλῶτταν ἱκανὴν ὁ θεὸς ἔδωκε. τῆς γλώττης δὲ αὐτοῦ καὶ αὐτὸς εἰς τὰ μέγιστα ἀπολαύεις· διʼ ὅσης γὰρ ἔρχεται, πᾶσαν τῆς περὶ σοῦ δόξης πίμπλησι διηγούμενος, οἵας ἐποίησας Ἀρμενίοις τὰς πόλεις. εὔχου δὴ τὸν ἄνδρα μέχρι τερμάτων ἀφικέσθαι τῆς γῆς· οὕτω γὰρ οὐδεὶς ἀνθρώπων ἀνήκοος ἔσται τῶν Μαξίμου καλῶν.
Ἰουλιανῷ.
Οὐ βούλομαι πιστεῦσαι τοῦθʼ ὅτι σοι τῶν Οὐλπιανοῦ καὶ Παλλαδίου μικρὸν ἐμέλησε πραγμάτων καὶ οὔτε ὡς φίλους ἐτίμησας οὔθʼ ὡς ῥήτορας ᾐδέσθης οὔτε τὸ τοὺς αὐτούς σοι πόνους πονεῖν τοὺς ἑταίρους εἰς λόγον ἔθου. λέγεται μὲν γὰρ ὑπὸ πολλῶν ἃ οὐδὲ εἰπεῖν μοι καλόν, ἐγὼ δὲ μάχομαι μηδὲν τούτων εἶναι σόν. γράψας δὴ πέμψον τὴν μαρτυρίαν καὶ βοήθησον ἐμοί τε καὶ σεαυτῷ.
Κυρίλλῳ.
Μαρκιανός, οὗ κηδόμενος ἐπιστέλλω, καὶ πολίτης ἐμὸς καὶ φίλος ἐκ παλαιοῦ καὶ λόγων οὐκ ἄπειρος, καὶ παῖς αὐτῷ παρʼ ἡμῖν ἐπιθυμητὴς λόγων. οὗτος ὁ Μαρκιανὸς ὅτι μέν σοι καὶ διὰ τῶν πραγμάτων φανεῖται χρηστός, πάνυ πιστεύω· μετεχέτω δέ τινος καὶ διὰ τὴν πρὸς ἡμᾶς οἰκειότητα τιμῆς, ἵνα τοῦ μὲν τοῖς αὑτοῦ τρόποις, τοῦ δὲ τοῖς παρʼ ἐμοῦ γράμμασιν ἔχῃ χάριν.
Πολυχρονίῳ.
Οὔ με ἔλαθες ἐλέγξαι βουληθεὶς τὸν ἔπαινον, ὃς κατʼ ἐμοῦ τε καὶ Ὀλυμπίου παρὰ πάντων ᾄδεται. λέγεται γὰρ ὡς ταὐτὰ μὲν φρονοῦμεν, ταὐτὰ δὲ φθεγγόμεθα, σώμασι δὲ κεχωρίσμεθα μόνον. σὺ τοίνυν ζηλοτυπήσας μάλα ἀφελῶς, ἵνα μὴ κακούργως εἴπω, διορύττεις ἐπιστέλλων τὸ ἐγκώμιον, εἰ περὶ μὲν ἡμῶν μηδεὶς μὴ γένηται δέδοικεν, σὺ δʼ ὡς γεγενημένου γράφεις. ἀλλὰ τοῦτο μὲν οὐ μέγα τεθήρευκας, ἐγὼ δέ σε πεφώρακα καθάπερ παισὶ διαλεγόμενον ἡμῖν. οὐδαμοῦ γὰρ δοὺς θαρρῆσαι περὶ τοῦ μέλλοντος κύκλῳ βαδίζεις ἐπικρεμάσας ἡμῖν τὸν Ταντάλου πέτρον. ἵνʼ οὖν μὴ ὦμεν Τάνταλοι, τὴν κεφαλὴν ἀπάλλαξον τοῦ λίθου ἢ ἤδη λαβὼν ἢ μηδὲ λήψεσθαι φήσας ὡς ἐμοὶ τὸ μὲν ἀποδοῦναι κοῦφον— εἰδότι δʼ ἂν λέγοιμι—, βρόχου δὲ ἄξιον, εἰ ἐν τοῖς ἡρπακόσι τὰ τῶν πόλεων ἀριθμοίμην.
Αὐξεντίῳ.
Καὶ ὅτε τὰ θαυμαστὰ ἐκεῖνα ἐποίεις δόξαν ὠνούμενος χρημάτων, αὐτὸς ἡγούμην ἐν τιμῇ καθίστασθαι μετὰ σαυτοῦ καὶ νῦν χαίρω τε τῇ διὰ τοῦ δέρματος τιμῇ καὶ τῶν τεθεαμένων τὰ ἔργα τῶν θηρίων οὐ πόρρω γεγένημαι τῇ δορᾷ τεκμαιρόμενος, οἷα ἡ πάρδαλις ἔδρα τοὺς κυνηγέτας. εὔχομαι δὴ τῇ Ἀρτέμιδι καὶ τὰ λοιπά σοι θεῖναι λαμπρὰ θηρίων τε χαλεπότητι καὶ τῇ τῶν πρὸς ταῦτα εἰσιόντων σοφίᾳ.
Χρωματίῳ.
Ἐγώ σε ἐξ ἐκείνων καὶ φιλῶ καὶ θαυμάζω τῶν χρόνων, ἐν οἷς ἀπὸ τῆς παρʼ ὑμῖν ἀρχῆς ἥκων Κλημάτιος ἐκεῖνος, ὃς ἐπὶ δικαίῳ βίῳ τελευτὴν οὐ δικαίαν ἐδέξατο, πολλὰ μὲν τὴν Παλαιστίνην ἐπῄνει, κεφάλαιον δὲ τῶν καλῶν τὴν σὴν ὡρίζετο φύσιν. ἐγὼ δὲ ἀκούων ἀνδρὸς ἀρετήν, εἰμὶ δὲ τῶν τοιούτων ἐρωτικός, ἐκινούμην τε καὶ οἷος ἦν ἐπιστέλλειν. ἔπειτʼ οὐκ οἶδʼ ὅπως ἀφῃρέθην τὴν ὁρμήν. ἀλλὰ νῦν ἀποδίδωμι καὶ δῆτα ὡς παλαιὸς φίλος εὐθὺς ἐπαγγέλλω χάριν πείθων ἐμαυτὸν ὡς οὐ μέμψῃ μᾶλλον ἢ δώσεις. Βάσσος οὗτος ἤδη γεγονὼς ὑπὲρ εἴκοσιν ἔτη, πένης πένητος πατρός, ἦλθεν ἐκ Φοινίκης παρʼ ἐμὲ κατὰ λόγων ἐπιθυμίαν, εἰδὼς δὲ πονεῖν καὶ φεύγων ἡδονὰς ἐκτήσατο τοσοῦτον ὅσον ἐγὼ μὲν ἐπαινεῖν ὀκνῶ, σοὶ δὲ ἴσως οὐ μικρὸν δόξει. τῇ μὲν οὖν πατρίδι μικρὸν ἔμπροσθεν ἐφάνη καὶ τοῖς ἄλλοις Φοίνιξι καὶ ῥήτωρ ἐνομίσθη· νῦν δʼ ἐπελθεῖν ἐθέλων τὴν Παλαιστίνην, εἰ παρὰ σοί τε ὁρμίσαιτο καὶ μετὰ σῶν γραμμάτων ἔλθοι παρὰ τοὺς ἄλλους, ὅσονπερ παρʼ ὑμῖν, τοσοῦτον ἕξειν ἡγεῖται πανταχοῦ διὰ σοῦ. γενοῦ δὴ λιμὴν ἀνθρώπῳ καὶ λέγειν εἰδότι καὶ φιλεῖν καὶ μεμνῆσθαι χάριτος· ἡμεῖς δέ σε ἐπαινεσόμεθα. πάντως δὲ ὑπὲρ ἐπαίνου πάντα ποιεῖς, ὅθεν σοι καὶ τοὔνομα λαμπρόν, ἐπεὶ χρημάτων γε μεγέθει πολλοί σε νικῶσιν.
Μαξίμῳ.
Ἃ ἐποίουν ἂν περὶ Σωκράτην, εἰ κατὰ Σωκράτην ἐγεγόνειν, ὅτε αὐτῷ τὰ θηρία ἐπέκειτο, συκοφάνται τρεῖς, ταῦτʼ ᾤμην δεῖν καὶ νῦν ποιεῖν περὶ τὸν τὰ Σωκράτους ἐζηλωκότα. ἔπραττον δʼ ἂν ταῦτά τε κἀκεῖνα ἂν ἐποίουν οὐχ ὑπὲρ τῶν ἐν ταῖς αἰτίαις δεδοικὼς μὴ δεινόν τι πάθωσιν, —οὐδὲν γὰρ δεινὸν φιλοσόφοις ἐκλυθῆναι σώματος, μέγιστον μὲν οὖν ἀγαθόν—ἀλλʼ εἰδὼς ὅτι πάμμεγα κέρδος ἀνθρώποις ἀνὴρ φιλοσοφῶν καὶ οὐ πολὺ τοῦτʼ ἔλαττον τοῦ τοὺς θεοὺς ἀναμεμίχθαι τοῖς ἀνθρώποις καὶ συμβουλεύειν καὶ συμπράττειν, οἷα τῶν ποιητῶν λεγόντων ἀκούομεν. διὰ δὴ ταῦτα μισῶ μὲν τοὺς περὶ Ἄνυτον· ὑπὲρ δὲ σοῦ τοὺς θεοὺς ἐκάλουν, τουτὶ γὰρ ἡ παρʼ ἐμοῦ συμμαχία, καὶ οὐκ ἦρχόν γε χάριτος ἐκείναις ταῖς φροντίσιν, ἀλλʼ ἠμειβόμην. οἶμαι δὲ καὶ πάντας ὀφείλειν σοι χάριν. κοινὸς γὰρ εὐεργέτης σὺ γῆς τε καὶ θαλάττης, ὁπόση μὴ βάρβαρος, θρέψας ἡμῖν καὶ δημιουργήσας βασιλέα πάντα ἄκρον, ὥσθʼ οἱ πρὶν τοὺς τεθνεῶτας μακαρίζοντες νῦν βούλοιντʼ ἂν εἰς τὸ Ἀργανθωνίου γῆρας ἐλθεῖν ἐκείνῳ πρότερον τοῦτο συνευχόμενοι τὸ γῆρας. ᾧ δοκεῖς μοι νῦν παρεῖναι σὺ τερπόμενος, οὐ πονῶν· οὐ γὰρ ἔχεις, ὅ τι ἐπανορθώσεις τῶν πραττομένων, ἀλλʼ ἐφʼ ἑκάστῳ χαίρεις μετὰ πάσης ἀρετῆς γιγνομένῳ. λέγων δὲ ἥξειν παρʼ ἡμᾶς καὶ ὑπισχνούμενος μετέωρον ἡμῖν πεποίηκας τὴν πόλιν ἐνθυμουμένοις, οἷον ἂν εἴη τὸ θέαμα Φοῖνιξ ἑπόμενος Ἀχιλλεῖ. ἔοικα δὲ οὐκ ὀρθῶς εἰκάσαι. ποῦ γὰρ ἴσον πρὸς ταύτην τὴν συζυγίαν ἐκείνη; ἀλλʼ ἐγὼ μὲν εἰκόνα πρέπουσαν ζητήσω κατὰ σχολήν, ὑμεῖς δὲ ἀφίκοισθε καὶ φανείητε ποθοῦσιν· ἐπεὶ καὶ ὁ πρόδρομος πολλοῦ γεγένηται ταῖς πόλεσιν ἄξιος, ὁ καλὸς Πυθιόδωρος. τὴν γάρ τοι περὶ τοὺς θεοὺς θεραπείαν εἰς ἀκμὴν ἤγαγε πάντα βωμὸν αἵματι ῥάνας καὶ δείξας ὅτι δεῖ θαρρούντως θύειν. οἱ δὲ εἵποντο πηδῶντες οἱ τέως ὀκνοῦντες. ἐκεῖνος μὲν οὖν χωρείτω πανταχοῦ ποιήσων ταὐτόν· ἐμοὶ δὲ ἦν μὲν διὰ πολλῶν ἀντεπιστεῖλαι, κρεῖττον δὲ ἔδοξε πέμψαι διʼ ἀνδρὸς ἐοικότος τῷ κομίσαντι τἀκεῖθεν, ὅπως σε ταύτῃ γε μιμοίμην. οἶμαι δὲ οὐκ ἀδικεῖν εἰς φιλοσόφων χορὸν Φουρτουνατιανὸν ἐγγράφων. κωλύσει γὰρ ἴσως οὐδέν, οὔτε ἡ χλαμὺς οὔτε ὁ κείρων.
Ἀκακίῳ.
Οὐχ ὅγʼ ἄνευθε θεοῦ φησὶν Ὅμηρος οὐδὲ σὺ ταῦτα ἄνευ τῆς Ἀσκληπιοῦ ῥοπῆς, ἀλλʼ ἀκριβῶς αὐτὸς συνεφήπτετο τῆς γραφῆς. εἰκὸς δὲ αὐτὸν ὄντα Ἀπόλλωνος ἔχειν τι τῆς τοῦ πατρὸς μουσικῆς καὶ νέμειν οἷς ἂν ἐθέλῃ. σοὶ δὲ πῶς οὐκ ἔμελλεν ἐν τοῖς ὑπὲρ αὑτοῦ συλλήψεσθαι λόγοις; ἐντεῦθεν ἀπὸ τῆς πρώτης μέχρι τῆς ἐσχάτης συλλαβῆς Μουσῶν ἀνθρήνιον ὁ λόγος κάλλεΐ τε στίλβων καὶ πείθων ἐνθυμήμασι καὶ πράττων ὃ σπεύδει, νῦν μὲν τὴν τοῦ θεοῦ δύναμιν δεικνὺς ἐκ τῶν ἐπιγραμμάτων ἃ ἦν τῶν ὑγιανάντων, νῦν δὲ τραγῳδῶν τὸν τῶν ἀθέων κατὰ τοῦ νεὼ πόλεμον, τὴν κατασκαφήν, τὸ πῦρ, τοὺς ὑβριζομένους βωμούς, τοὺς ἀδικουμένους ἱκέτας οὐκ ἐωμένους ἀπαλλαγῆναι κακῶν. ἀλλὰ μὴν ὅ γε βελτίων Ἀδριανοῦ τῇ περὶ τοὺς νεὼς δεικνύμενος γνώμῃ δαιμονίᾳ κεκίνηται τέχνῃ, τούτου δʼ αὖ μείζων ὁ ὁμώνυμος οὐδὲ βουλεύσασθαι τῷ δεχομένῳ τὴν παράκλησιν ἐπιτρέπων, ἁπλῶς δὲ πάντα ταῖς μὲν ἐννοίαις ἀναγκάζει, τοῖς δὲ ὀνόμασι θέλγει. καὶ γέγονε τῷ λόγῳ τὸ μέγεθος κάλλος· ἥκει γὰρ μετὰ τοῦ καιροῦ. καί μοι δοκεῖς ἀμείνων νῦν πεφηνέναι ῥήτωρ ἢ ἦσθα πρὸ τῆς ταραχῆς. ἀπολαβὼν γάρ, οἶμαι, τὸ λογίζεσθαι παρὰ τῶν θεῶν κάλλιον ἀπέλαβες ἢ ἀφῃρέθης παραμυθουμένων τῇ προσθήκῃ τὸ συμβάν· ὃ καὶ περὶ τὸν Πέλοπα πείθομαι γενέσθαι μετὰ τὸν λέβητα· χαριέστερον γὰρ ἀποδοθῆναι τῷ Ταντάλῳ τὸν υἱὸν ἢ οἷος ἦν, ὅτε εἰς δεῖπνον τοῖς θεοῖς κατετέμνετο. ἀλλὰ καὶ τὴν ἐπιστολὴν καλὴν περὶ καλῶν ἔλαβον ἀδελφὴν ἀτεχνῶς ἐκείνων, ὑπὲρ ὧν ἐβούλετο δηλοῦν. καὶ ὅ γε ἔπαθον, ἄκουσον· ἔλαβον μὲν ἄμφω μέσον τῆς συνουσίας, ἐδίδου δὲ Τιτιανὸς μειδιῶν εἰδὼς ἃ ἐδίδου. τὴν ἐπιστολὴν δὲ εὐθὺς ἀναγνοὺς ἔγνων μὲν ἀναβαλέσθαι θάτερον εἰς ἡσυχίαν, οὐ μὴν ἐδυνήθην, ἀλλʼ οὐκ ἔφθην καταθέμενος καὶ ἀνειλόμην. εἶτʼ ἐμέριζον ἐμαυτὸν εἴς τε τοὺς νέους καὶ σέ. καὶ ἦν τοῦτο κέρδος τοῖς νέοις. μείζων γὰρ ἔρρεον περὶ σοῦ. γράφε τοίνυν ὑπὲρ τοῦ θεοῦ καὶ πρᾶττε κἀν ταῖς εὐχαῖς μὴ τῆς ἐμῆς ἀμνημόνει κεφαλῆς.
Κέλσῳ.
Εὐθὺς ἀπὸ γραμμῆς ἡμῖν ἄξιος τῶν ἐλπίδων ἐφάνης ἕνα μὲν ἄνδρα τὴν βουλὴν εὑρὼν Ἀλεξανδρείας καὶ τοῦτον, ὡς ἀκούω, χωλόν, εἰς πεντεκαίδεκα δὲ τὸν ἀριθμὸν ἐκτείνας ἐν ἡμέραις δύο βίᾳ μὲν οὐδεμιᾷ, προσδοκίαις δὲ λαμπραῖς. δείξας γὰρ ὡς οὐκ ἔσονται Μυσῶν λεία τοῖς ἁρπάζουσιν οἱ βουλευταί, τοὺς μὲν ἐκ τῶν ὀρῶν κατήγαγες, τοὺς δὲ ὑπὸ κλίνας κρυπτομένους ἔπεισας ὡς ἐπὶ κέρδος τὸ λειτουργεῖν ἐκπηδᾶν. καὶ ταῦτα ἠγγέλλετο μὲν ὑπὸ τῶν ἑταίρων, οἳ παρῆσαν, ὅτε ἐπράττετο, τοὺς ἀκροωμένους δὲ ἡδομένους εἶχον, καὶ οὐδεὶς ἠπίστει· τὰ γὰρ δὴ καλά τε καὶ μεγάλα συμβαίνειν ἐδόκει τῇ σῇ φύσει. ἐγὼ δέ σε πολλὰ παρακεκληκὼς ἐπὶ τὴν ἀκρίβειαν καὶ τὸ δεῖν πάσας ἀνελόντα χάριτας χεῖρα ὀρέγειν ταῖς πόλεσιν ἔοικα τὸ τοῦ Περικλέους πεπονθέναι τῷ τε ἐμαυτοῦ περιπεπτωκέναι νόμῳ. τί δʼ ἦν ὃ ἐκεῖνος ἔπαθε; γράψας Ἀθηναίοις νόμον τὸν οὐκ ὄντα ἀμφοτέρωθεν Ἀθηναῖον τῶν τοῖς ἀστοῖς ὑπαρχόντων εἴργεσθαι τεθνεώτων αὐτῷ Ξανθίππου καὶ Παράλου τὸν ἐκ τῆς Ἀσπασίας υἱὸν ἐδεῖτο τῶν πολιτῶν πολίτην ἐγγράφειν τὰ αὑτοῦ κινῶν, οἱ δὲ ἐχαρίσαντο. κἀγὼ τοίνυν τὸν ἐμαυτοῦ παραβαίνων νόμον βουλοίμην ἂν τὸν Σελεύκου τινὸς τυγχάνειν ἔξω τῶν ἐμῶν τε καὶ σῶν δογμάτων. Σέλευκον δὲ ἀκούσας οὐκ ἂν Ἀλεξάνδρας ἀμνημονεῖν δύναιο, ταύτης δὲ μνησθεὶς οὐκ ἂν ἀντιτείνειν δύναιο. δεῖ γάρ, ὥσπερ τοὺς θεοὺς πρὸ ταύτης ἄγομεν, οὕτω ταύτην πρὸ τῶν ἄλλων ἀνθρώπων. οἷς οὖν αὐτὸς ἄρχων ἐχρώμην ἄν, τούτοις σὲ δεῖ φανῆναι χρώμενον ἐννοοῦντα σχῆμά τε τὸ τῆς γυναικὸς καὶ γνώμης μέτρον καὶ τὴν ἄλλην ἀρετὴν καὶ ὡς ἐδοκοῦμεν ἐξ ἱεροῦ τινος ἀπιέναι παρʼ αὐτῆς καταβαίνοντες. τῷ μὲν οὖν Περικλεῖ τὴν χάριν ἐκείνην ἀντὶ Εὐβοίας ἔδοσαν Ἀθηναῖοι καὶ Σάμου, ἐγὼ δὲ νήσους μὲν ᾑρημένας εἰπεῖν οὐκ ἔχω, τὸ δὲ μέγιστον τῶν ὑπὸ τὸν ἥλιον Ἀλεξάνδραν εἶδες Σελεύκου μὲν ἐπιτρέποντος, ἐμοῦ δὲ εἰσάγοντος.
Σελεύκῳ.
Ἔοικας ὅπως εἶχον καὶ γνώμης καὶ σώματος ἐπιλελῆσθαι, εἰ δὴ καὶ ἐν πρέσβεων ἀριθμῷ προσεδόκησας ὄψεσθαί με. ἐγὼ δὲ οὔτε τῶν ἐπιθυμούντων ἐπὶ τοιούτοις τρέχειν οὔτʼ ἄν, εἰ καὶ σφόδρα ἐπεθύμουν, οἷός τʼ ἦν, ᾧ γε ἔργον εἰς ἀγορὰν οἴκοθεν ἐλθεῖν. ἃ δὲ διηγήσασθαι τοὺς γνωριμωτάτους ἔφης, οὐδὲν μὲν αὐτῶν ἔλεγον εἰς μισθὸν ὁρῶν, ἀλλʼ ᾤκτειρον γῆν καὶ θάλατταν. εἰ δʼ οὖν ἔδει μοι καὶ γενέσθαι μισθὸν τοῦ μίσους, γέγονεν· οἴχεται γὰρ ὁ πάντα φθείρων οὐδὲν ἡμῶν δεηθέντων ἐπʼ αὐτὸν σιδηρίου. γέγονε δὲ καὶ ἕτερος καὶ γίγνεταί γε καθʼ ἡμέραν. ἃ γὰρ εἰς κοινὴν εὐδαιμονίαν παρὰ τοῦ βασιλέως πράττεται, τούτων ἔχω τὸ μέρος· ἴδιον δέ τι καὶ διδόντος δέξομαι καὶ μὴ διδόντος οὐ μὴ μέμψωμαι. τί γὰρ ἄν τις καὶ ζητοῖ μεῖζον τῶν ἱερῶν λιμένων ἀνθρώποις ἀνεῳγμένων;
Ὀβοδιανῷ.
Ἐμοὶ περὶ μὲν τὸν ὦμον οὐδὲν οἷον σοὶ συνέβη, τὴν ψυχὴν δὲ οὐχ ἧττον ἢ σὺ τετάραγμαι λογιζόμενος, ἐφʼ οἷς ἐξελθὼν οὗ μένεις ἐπὶ μὲν τὸν ἵππον ἀπὸ τοῦ ζεύγους ὁρμήσας ὡς ἀσφαλέστερον, αὐτῷ δὲ τούτῳ βλαβείς. ἀλλὰ γὰρ πανταχοῦ δηλοῦται, πόσῳ κάλλιον μετειληφέναι παιδείας ἢ μή. ἄλλος μὲν γὰρ ὠδύρετʼ ἄν, ὥσπερ αἱ φαῦλαι γυναῖκες, καὶ ταῦτα οὐκ ἀφαιρῶν τοῦ κακοῦ τοῖς θρήνοις· σὺ δʼ ἐπὶ τὸ τοῦ φιλολόγου φάρμακον ἀφῖξαι, τοὺς λόγους, καὶ διαφέρεις ὡς μετριώτατα τὸ συμβάν. φίλων δὲ ἔρημος, οὗ γένος ἀνθρώπων, οὐκ ἔστιν ὅπως ἂν εἴης, ἕως ἂν ᾖς, οἷος εἶ· δεινὸς γὰρ εἶ θηρευτὴς τοῦ πράγματος ἀντὶ δικτύων ἔχων τὸν τρόπον. ὅταν οὖν ἡ χείρ σοι δυνηθῇ τὰ πρὸ τοῦ πάθους, δυνήσεται δὲ τῶν τε θεῶν ἐθελόντων τῶν τε ἰατρῶν προθυμουμένων, οἴκαδε θεῖν καὶ μὴ φιλονεικεῖν. τὴν μὲν γὰρ πόλιν τῷ προελέσθαι τετίμηκας, τῇ τύχῃ δὲ τοῦ τέλους ἀπεκρούσθης.
Κέλσῳ.
Οὐκοῦν αὐτὸν τὸν ἀγκῶνα τοῦτον τὸν γλυκύν, ᾧ παραβάλλειν ἀξιοῖς τὴν Κιλικίας ἀρχήν, οὐκ ὀλίγοι τῶν πλεόντων ὑπομένουσιν; ἀνάσχου δὴ καὶ αὐτὸς τοῦ ἀγκῶνος· οὐ γὰρ ἀεί γε τοῦτον ἀναπλεῖν δεήσει καὶ πονεῖν, ἀλλʼ ἀπολαύσῃ ποτὲ καὶ ῥᾴστου πλοῦ. εἰ δʼ οὖν καὶ πονοῦντα δεήσει διατελεῖν, Αἰσχύλος σε παραμυθείσθω τὰς ἀρετὰς ἐκ πόνων τίκτεσθαι λέγων. ἐννόει δὲ καὶ τοὺς ἐμοὺς πόνους, ὧν οἱ πλείους ἀναλίσκονται μάτην· ὡς οἵ γε σοὶ πάντες οἴσουσι καρπόν. σὺ μὲν οὖν τὴν κριθῶν σπάνιν δέδοικας, ἐμὲ δὲ ἀνιᾷ φίλων σπάνις. καλῶ δὲ νῦν σπάνιν τὴν ἀπουσίαν, ἐπεὶ καὶ τὸν Ὀλύμπιον ἐν τοῖς ἀποῦσι θετέον. πρὶν γὰρ ἢ φανῆναι καθαρῶς πρὸς Ἀρτάβαζον οἴχεται πλέων. ἐγὼ δὲ ἢ τοῖς ἔνδον μαχόμενος ἢ περὶ τοὺς νέους κοπτόμενος μίαν ἔχω καταφυγὴν τὴν νύκτα.
Πολυχρονίῳ.
Δέχου δὴ καὶ ἀμφοῖν ὑπὲρ ἑνὸς ἔργου γράμματα, τὰ μὲν ἀξιοῦντα, τὰ δὲ ἀπαιτοῦντα· δεῖται μὲν γὰρ Ἀκάκιος, εἰσπράττω δὲ ἐγὼ καὶ ταῦτα πρότερον δεηθείς. ἕως μὲν γὰρ ἔδει πείθειν, ἐκεῖνο ἐποίουν· ὑποσχόμενον δὲ ἐν τοῖς ὀφείλουσιν ἔχω. δεῖξον δὴ τὸ ἔργον καὶ παῦσον τοὺς ἐνοχλοῦντας. βουλοίμην γὰρ ἄν σε τὸν Δία μιμεῖσθαι μᾶλλον ἢ τὸν στρατηγὸν Χάρητα.
Ἰουλιανῷ.
Εἴ τι τῶν δικαίων ἐγίγνετο, πάλαι μὲν ἐπʼ ἐκείνης ἂν ἦσθα τῆς ἀρχῆς, νῦν δὲ ἐπὶ μείζονος ἢ κατʼ ἐκείνην ἐξουσίας. ἀλλʼ, οἶμαι, τέρπεται ἡ Τύχη τοῖς μὲν ἀμείνοσιν ἐλάττω διδοῦσα, τοῖς δὲ φαυλοτέροις μείζω καὶ διατελεῖ δὴ τοῦτο ποιοῦσα καθάπερ φοβουμένη μὴ τῆς ἰσχύος αὑτῆς ἐπιλαθώμεθα. ἐγὼ δὲ ὅτι μὲν ὁμοίως ἡδέως καὶ λέγω καὶ τῆς σῆς ἀκοῆς τυγχάνω—καὶ γὰρ οἶσθα πηδᾶν λέγοντος—οὐκ ἀγνοεῖς· πλῆθος δὲ ἐπιστολῶν τὸ τῶν πραγμάτων πλῆθος οὐκ ἀφῆκε γενέσθαι. πολλοὶ μὲν γὰρ οἷς δεῖ βοηθεῖν, οἱ δʼ ὑπερπηδῶντες πολλῶν δυνάμεις ἐπὶ τὴν ἐμὴν καταφεύγουσιν ἀσθένειαν ἀτόπῳ κεχρημένοι πάθει, συκίνην ἀνθʼ Ἑρμιόνος ζητοῦντες ἐπικουρίαν. ἐμοὶ δὲ ἀνάγκη παρέχειν ἐμαυτόν, τί γὰρ ἄν τις καὶ ποιοῖ; ἔπειτα μικρὰ δεομένων μὲν ὠφελῶ, χρόνος δὲ ἀναλίσκεται, γράμματα δὲ ὑμῖν οὐχ ὅσα βούλεσθε γίγνεται.
Ὀβοδιανῷ.
Ἡ μὲν πρὸς τὸν ὦμον καὶ διὰ λόγων καὶ διὰ φαρμάκων ἥκει σοι βοήθεια παρὰ τῶν ἡμετέρων ἰατρῶν, αὐτὸς γὰρ ἄμφω μετεπέμπου· περὶ δὲ τοῦ πότερον ἐπανελθεῖν βέλτιον ἢ προσθεῖναι τὸ μέρος τὰ πράγματα συμβουλεύσει, φωνῆς δὲ οὐδὲν δεῖ. ζεῦγος μὲν γὰρ εἰ γένοιτό σοι παρὰ τοῦ βασιλέως καὶ καλοῖ, δῆλον ὡς ἐκεῖσε δεήσει τρέχειν, εἴπερ ἐξείη κινεῖσθαι· μὴ δοθέντος δὲ πρὸς τὴν πατρίδα βλέπειν ἀνάγκη. τῇ μέντοι Δημοσθένους ἐπῳδῇ μὴ παύσῃ τὴν ψυχὴν ἰώμενος, ἐάν τε εἰς Θρᾴκην ἴῃς ἐάν τε ἐπανίῃς, ἥ φησι δεῖν γενναίως τὰ παρὰ τοῦ θεοῦ φέρειν.
Κέλσῳ.
Οἶσθά που τουτονὶ τὸν νεανίσκον· οὐ γὰρ ἠγνόεις τοὺς παρʼ ἡμῖν ἐπιδεδωκότας εἰς λόγους. ἔδει μὲν οὖν αὐτὸν ἐπὶ βελτίοσιν εἰς Κιλικίαν ἐλθεῖν, νῦν δʼ ἥκει πενθήσων τὴν ἀδελφὴν καὶ δάκρυσι τιμήσων τὸ πάθος. ἵνʼ οὖν μήτʼ ἀπέλθῃ παρʼ ὑμῶν πρὶν ἐντυχεῖν σοι μήτε ζητῇ, διʼ ὅτου ἄν σοι συγγένοιτο, δέδωκα τὴν ἐπιστολήν. σὺ δʼ αὐτὸν μὴ καθʼ Ὅμηρον, ὅταν ἐθέλῃ, πέμπειν, ἀλλὰ πέμπε, κἂν ἐθέλῃ μένειν.
Ὑπερεχίῳ.
Ἰού, ἰού, ποσάκις τὴν κεφαλὴν ἐκίνησας καὶ πρὸς σαυτὸν εἶπες ἐπʼ ἐρημίας ἢ νυκτός· ἠμέλημαι, καταπεφρόνημαι, μεταβέβληται τὰ πάντα. καὶ τούτου σοι πίστις ἦν τὸ πλῆθος μὲν εἶναι τῶν διʼ ὑμῶν ἐπὶ Θρᾴκης δραμόντων, ἐλθεῖν δὲ σοὶ μήτε μικρὰν μήτε μείζω παρʼ ἡμῶν ἐπιστολήν. ἐμὲ δὲ πολλοὶ μὲν ᾔτησαν, ἔδωκα δὲ οὐδενί· διʼ ὃ δέ, φράσω. πάντας ᾔδειν ἐθελήσοντας παρὰ σοὶ καταλύειν καὶ τρυφᾶν· σὺ δʼ οὐ δεχόμενος μὲν ἐδόκεις ἂν ἀδικεῖν· εἰ δὲ καθήμενος ἐξένιζες πλείους τῶν φύλλων, ὀχληρὸν ἂν ἦν, οὐχ οὕτω κατὰ τὴν δαπάνην, ἀλλʼ ὅτι τὰ τῶν ἀγρῶν ἐχρῆν ὀλιγωρεῖσθαι. καὶ ἅμα τοὺς ἀνθρώπους ᾔδειν ἐσθίοντας μὲν ἡδέως, μεμνῆσθαι δὲ ξενίας οὐκ εἰδότας, ἀλλʼ ἡγουμένους ἀνδρεῖον, ἂν εἴπωσι κακῶς τοὺς ὑποδεξαμένους. οὔκουν ἀποστήσας σου τὴν ἐμαυτοῦ ψυχὴν ἐσίγων, ἀλλʼ ὅπως μηδενός σοι γενοίμην μήτʼ ἀηδοῦς αἴτιος μήτε κακοῦ, μέλλειν ἠξίουν. ἐπεὶ δʼ οὖν ἐλαβόμην Μικκάλου, τοῦτο δέ ἐστιν ἐμαυτοῦ, γράφω λύων τε τὴν αἰτίαν καὶ ἀναμιμνήσκων σε τῶν παλαιῶν μαντευμάτων, ἐν οἷς προὔλεγον ὡς ἥξοι χρόνος ἀπαιτῶν λόγους καὶ λύων ζώνας. σοὶ δʼ ἐκείνων τε μὴ διαμαρτεῖν ὑπῆρξε κἀν τοῖς παροῦσιν ἔστι τις χώρα, βουλοίμην δʼ ἂν εἰδέναι, τίς σοι γνώμη καὶ τί σαυτῷ χρήσασθαι διανοῇ.
Ἀπολιναρίῳ.
Οὐδὲν οἶμαι δεῖν προοιμιάζεσθαι χάριν αἰτοῦντα παρὰ φίλου. οὐκοῦν εὐθύς, ὃ δεῖ σε ποιεῖν, ἐρῶ. Μέγιστος οὑτοσὶ πρότερον μὲν ἦν τῶν διακονούντων Χρυσηίδι, νῦν δὲ ταὐτὸ Βασσιανῇ πληροῖ, κἂν ἀφέλῃ τις αὐτόν, τὰ πράγματα ἔβλαψεν. ἔστω τοίνυν ἐπὶ τοῖς πράγμασι· τοῦτο γὰρ ἐγὼ μὲν δέομαι, σὺ δὲ δοῦναι κύριος. πάντως δὲ ἀφθονία βουλευμάτων πάλαι μὲν ποθουμένη, νῦν δὲ ἥκουσα. σὺ δή μοι τὸν Μέγιστον ἐκκλέψας ἄφες· εἰ δʼ Ἀρκαδία τοῦτο καὶ μέγα, μήτοι τὸν δεύτερον φύγῃς πλοῦν, ἀλλʼ ἐν τοῖς κομίζουσιν ἀπʼ Αἰγύπτου σῖτον τετάχθω, καί σοι χάριν εἰσόμεθα καὶ τοῦδε. ὁπότερον δʼ ἂν δοῦναι γνῷς, ἐν γράμμασιν ὁμολόγει, καὶ πίστις τοῦ μέλλοντος ἐπιστολὴ γενέσθω.
Ἑορτίῳ.
Ἔπεμψα τὸν ἀδελφὸν ἱκετεύσοντα τὸν παρʼ ὑμῖν ὑπὲρ ἐμοῦ θεόν. κοινώνησον δὴ τῆς ἱκετείας, εἴ τί σοι μέλει τοῦ ἐρρῶσθαί με.
Σατορνίνῳ.
Ἐν τῇ κεφαλῇ μοι κατοικεῖ πάθος, ὃ ποιεῖ τὸ μὲν ζῆν βαρύ, τὴν δὲ τελευτὴν ἐν εὐχαῖς. τοῦτο τὰ μὲν τῶν ἰατρῶν ἐξήλεγξε φάρμακα, μόνῳ δʼ ἂν εἴξαι τῷ θεῷ. κατὰ τοῦτο δὴ τὸν ἀδελφὸν ἀπεσταλμένον πρόσαγε τῷ ἀγάλματι καὶ τὰ ἄλλα συμπροθυμοῦ.
Παρθενίῳ.
Εἰ μὲν ἦν κινεῖσθαι κύριος, αὐτὸς ἂν ὑμῖν ἧκον εἰς τὴν μεγάλην πόλιν, δίδωσι γὰρ αὐτὴν οὕτω καλεῖν ὁ θεός· ἐπεὶ δὲ ἀνάγκαις, ἃς οἶσθα, κατείλημμαι, μένω μέν, πιστεύω δὲ τεύξεσθαι μαντείας σπένδοντός τε ὑπὲρ ἡμῶν ἀδελφοῦ καὶ σοῦ συνευχομένου.
Δημητρίῳ.
Ἀλλʼ ὅτι καὶ ταῦτα εἰσεπράχθη τεθαύμακα· τάς τε γὰρ ἄλλας ἠπιστάμην δυσχερείας καὶ τὴν περὶ τὸν οἶνον τύχην, ἣ πάντας ἐπῆλθε πίθους. ὅ γέ τοι τῆς ἑσπέρας οἶνος ἅμα ἡμέρᾳ διέφθαρται παρʼ ἡμῖν, ὥσθʼ ὅσον ἂν ἀργύριον γένηται παρʼ ὑμῶν, στέρξομεν καὶ οὐκ ἀποδιδόναι μᾶλλον ἢ δωρεῖσθαί σε νομιοῦμεν. πείσομεν δὲ καὶ τὸν ἐωνημένον μὴ βοηθεῖν τοῖς γεωργοῖς, ἢν ἐθέλωσιν ἀποστερεῖν.
Βακχίῳ.
Οἱ μὲν ἰδόντες εὐδαιμονέστεροι τὰ περὶ τὴν Ἄρτεμιν σοὶ πεφιλοτιμημένα, γεγόναμεν δὲ καὶ αὐτοὶ τοῖς ἠγγελμένοις ἡδίους καὶ οὐκ ἴσον μὲν ἐκείνοις, οὐ πολὺ δὲ ἔλαττον εἴχομεν. ὁ γάρ σοι τὰ γράμματα φέρων οὗτος ἐκόμιζέ μοι τῶν πεποιημένων τὸν λόγον, ὅθεν μὲν σὺ τὴν θεὸν ἦγες καὶ ἐν ὅτῳ σχήματι, ὅπως δὲ ὡπλισμένην, σὸν δὲ εἶναι τὴν σκευὴν ἀνάλωμα. καὶ τῶν ἱερείων ἐμνήσθη τοῦ τε ἀργυροῦ συὸς καὶ τῆς ἐλάφου πομπῆς τε διηγήσατο κόσμον πλῆθός τε δαιτυμόνων καὶ πλῆθος ἡμερῶν ἐν πότῳ καὶ τὸ κάλλιστον· προσθεῖναι γὰρ ἔφησε τὴν ἀπὸ τῶν λόγων τὸν καλὸν Δημήτριον ἑστίασιν, ὥστε με σκιρτήμασιν ἔχεσθαι καὶ συνήδεσθαί σοι τῆς περὶ τὴν Ἄρτεμιν θεραπείας. ἀλλὰ σύ γε παισί τε παραδοίης τὴν ἱερωσύνην τῆς τε τῶν θυσιῶν ἐπανόδου γῆ τε καὶ θάλαττα πάντα ἀπολαύοι τὸν χρόνον.
Πολυχρονίῳ.
Ἀπειρήκαμεν τοὺς ἐκεῖθεν ἀφικνουμένους ἐρωτῶντες, πότε ἀφίξεσθε; καὶ γὰρ ἐξαπατῶντες οἱ πλείους, ἵνʼ ἡμᾶς εὐφραίνοιεν, αὐτίκα φασίν. εἶθʼ ἡμεῖς μὲν προσκείμεθα τοῖς εἰσιοῦσι καὶ γιγνόμεθα τῆς ὁδοῦ χαλεπώτεροι τοῖς κεκομμένοις, ὑμεῖς δὲ ἄρα λαβόμενοι θαλάττης πολλὰ βοσκούσης ἡδίω τὰ κύματα τῆς ἠπείρου κρίνετε. ἢν οὖν ποτε ὑμᾶς ἐνταῦθα λάβωμεν, γραφὴν ἀποίσομεν, ἡ δὲ ἤπειρος δικάσει.
Βακχίῳ.
Ὅνπερ ἐγὼ τρόπον, τοῦτον ὁ ἄρχων μετέσχε τῆς παρʼ ὑμῖν ἑορτῆς· οὐδὲν γὰρ ἠγνόησεν ὧν ᾔδειν ἐγώ. ἀλλὰ καὶ περὶ τῶν ὅπλων καὶ τῶν τεθυμένων καὶ τῆς ἄλλης δαπάνης καὶ τῆς διὰ πάντων ἀκούων λαμπρότητος οὕτως ἥσθη τε καὶ συνήσθη τῷ τε ἱερεῖ καὶ τῇ πόλει, ὥστε ἔφησε τῶν πεπραγμένων πρὸς αὐτὸν μεμνήσεσθαι τὸν βασιλέα. μάλιστα δὲ αὐτὸν εὔφρανεν, ὅτι εἷς ὢν ἤρκεσας εἰς τὴν τοῦ ἀγάλματος κλοπήν. Διομήδει δὲ ἄρα καὶ Ὀδυσσέως ἔδει. καί σε ἐπεγείρει διʼ ἐμοῦ καὶ πρὸς τὸ τὸν νεὼν ὀρθοῦν πάλαι μὲν πᾶσι κηρύξας κομίζεσθαι τὰ αὑτῶν, ἕτοιμος δὲ ὢν ὅ τι ἂν μηνύσῃς ἠδικημένον τὸν τόπον, καὶ βοήσεσθαι καὶ βοηθήσειν.
Λεοντίῳ.
Μένανδρον τὸν χρηστὸν ἥκοντα παρʼ ὑμῶν καὶ βουλόμενον λέγειν, ὅσα ἐξ ἀέρος εἰς τὴν γῆν ἐπράχθη, πρὸς τὸν περὶ σοῦ μετέστησα λόγον καὶ ἡδόμεθα ἀμφότεροι· καλὰ γὰρ ἦν τὰ λεγόμενα καὶ μάλα ἄξια τοῦ γένους καὶ τῆς παιδείας καὶ τῶν ἐλπίδων. οὔκουν ἐπʼ ἀμείνω σε παρακαλεῖν ἔχοιμʼ ἄν, ἀλλʼ, ἂν μείνῃς ὅμοιος, ἀρκέσει. δεῖ δέ σε τῇ περὶ τὰ πρῶτα ἀρετῇ διὰ πολλῶν ἀφικέσθαι τῶν ἀρχῶν, ἐν δὲ ταῖς πολλαῖς ἴσως καὶ ἡμεῖς ἐσόμεθα.
Κέλσῳ.
Οὑτοσὶ μὲν ὁ μὴν γέμει πραγμάτων, γάμος δὲ οὐκ ἀνέχεται τοιούτων δρόμων οὐδὲ φροντίδων· ὁ δὲ ἐπὶ τούτῳ, κἂν ὑπάρχῃ σχολή, νόμῳ τινὶ παλαιῷ τὸν ὑμέναιον οὐ δέχεται. δέξεται τοίνυν ἡμᾶς ὁ τρίτος φόβου μὲν ὢν καθαρός, ἐσόμενος δὲ ἴσως καὶ πόνων.
Τῷ αὐτῷ.
Οὐδὲν θαυμαστὸν εἴ τις ἠράσθη τῆς Ἀττικῆς· φύσει γὰρ φίλτατον τὸ χωρίον τοῖς τε ἰδοῦσι τοῖς τε οὔπω. καὶ νομίζουσιν οἱ πατέρες ἢ λόγους αὑτοῖς ἐκεῖθεν τοὺς υἱεῖς κομιεῖν ἢ δόξαν γε τοῦ λόγους ἔχειν. Ἀκάκιον δέ, διότι μὲν αἰδοῦμαι, κἂν πέμψαντα τὸν υἱὸν ἐπῄνουν· διότι δὲ φιλῶ, βουλοίμην ἂν μὴ πέμψαι τὸν παῖδα. τῶν γὰρ αὐτόθι διδασκάλων οἱ μὲν διὰ γῆρας δέοιντʼ ἂν τοῦ καθεύδειν μαλακῶς ἐπὶ πλησμονῇ, τοῖς δʼ ἴσως δεῖ διδασκάλων, οἳ τοῦτο πρῶτον αὐτοὺς παιδεύσουσι, λόγοις κρίνεσθαι καὶ μὴ ὅπλοις. νῦν δʼ ἡμῖν στρατιώτας ἀντὶ ῥητόρων ἐκκροτοῦσι, καὶ πολλοὺς εἶδον οὐλὰς ἐνηνοχότας ἀπὸ τῶν ἐν Λυκείῳ τραυμάτων. ὧν ἴσως μὲν οὐκ ἂν ἐγένετο Τιτιανός, ἔστι δὲ οὐδὲ συμφοιτητὴν τῶν τὰ τοιαῦτα λογιζομένων δόξαι καλόν. ἀμφοτέροις οὖν ἴσθι βεβοηθηκώς, καὶ ἐμοὶ καὶ ἐκείνοις· ἐμοὶ μὲν οὐκ ἐάσας ἄλλον τοῖς ἐμοῖς κοσμηθῆναι πόνοις· ἐκείνοις δὲ τῷ μὴ πολὺν αὐτοῖς ἀναλωθῆναι χρόνον ἴσως ὑπὲρ μικρῶν· οὕτω γὰρ εἰπεῖν βέλτιον. πρόσθες δὴ τῷ τὴν ὁδὸν ἐκείνην κωλύσαι τὸ τὴν ὡς ἡμᾶς ἐπεῖξαι. ἐρχέσθω δέ, εἰ μὲν βούλεται, προσληψόμενος λόγων· εἰ δὲ ἐθέλει, χρησόμενος οἷς ἔχει. πάντως ὅ γε ἄρχων πάσῃ δέξεται τὸν νεανίσκον εὐνοίᾳ. σωφρονούντων δέ, οἶμαι, καρποῦσθαι καιρόν. τούτων μὲν οὖν οὐκ ἀμελήσεις, τὸν δὲ Ἀλέξανδρον ἡμῖν ἀπάλλαττε δεσμοῦ δευτέρου· πρὶν γὰρ ἀναπνεῦσαι πιέζεται καὶ κῦμα τὸ μὲν διαπέφευγε, τῷ δὲ παλαίει. τὸ γάρτοι προεισφέρειν τὸν τηλικοῦτον οὐ πολὺ κουφότερον τῆς περὶ τὸ κοινὸν βαλανεῖον δαπάνης. ποιοῦ δὴ τὴν βοήθειαν διὰ πάντων καὶ μηδὲν τῶν ἐκεῖθεν ταραττέτω τὸν νέον.
Τῷ αὐτῷ.
Ἔδωκεν ἡ ἀρχή σοι πλεονεκτῆσαι ἡμῶν καὶ προεντυχεῖν τῷ καλῷ Φουρτουνατιανῷ. ἡμῶν γὰρ ἔτʼ ἐν μαντείαις ὄντων καὶ ἄλλην ἄλλου λέγοντος ἡμέραν, εἰς ἣν αὐτὸν εἰκὸς φανεῖσθαι, σὺ τὸν ἄνδρα εἶχές τε καὶ εἱστίας, ἀνθειστία δὲ σὲ κἀκεῖνος, ὡς εἰκός, οἷς εἶχε, καλλίονι θοίνῃ, τοῖς περὶ τοῦ βασιλέως λόγοις, ἐν οἷς ἦν ὅτι καὶ σὲ φιλεῖ καὶ ἡμῶν οὐκ ἀμνημονεῖ. κατηγορούμενος δὲ ἐπὶ τῷ μὴ γράψαι καὶ παρὰ τούτῳ καὶ ἔτι πρότερον παρὰ τοῖς πρέσβεσιν, οἶσθα γὰρ ἃ πρὸς ἑκατέρους εἶπεν, οὔπω δύναμαι καταγνῶναι τῆς ἐμαυτοῦ σιωπῆς οὐδʼ ὡς ἦν μοι κάλλιον ἐπεσταλκότα εἶναι πεισθῆναι. τῆς γὰρ νῦν οὔσης αἰτίας ἡ τότʼ ἂν γενομένη χαλεπωτέρα τʼ ἂν ἦν καὶ οὐκ ἐῶσα τὸν φεύγοντα ἀντιβλέπειν τῷ διώκοντι. πρότερον μὲν οὖν τὸ τῆς βασιλείας μέγεθος ὀκνεῖν ἐποίει γράφειν· νῦν δὲ δὴ καὶ τὸ κάλλος τῶν βασιλέως ἐπιστολῶν διπλοῦν ποιεῖ τὸν φόβον. καὶ γὰρ εἰ τὰ ἄλλα παρʼ ἡμῖν, ἀλλʼ οὐ τό γε φῶς ὅσον ἐν τοῖς ἐκείνου. μάλιστα γὰρ ὧν ἴσμεν ἰσχὺν ἁνὴρ συνεκέρασε σαφηνείᾳ.
Τῷ αὐτῷ.
Εἰ μὲν ἠγνόεις Θεόφιλον, ἐδίδασκον ἄν σε ὅτι οὗτος ἐν καιρῷ παρέχοντι παροινεῖν μέτριος ἦν· ἐπεὶ δὲ καὶ οἶσθα καὶ διὰ τοῦτʼ εὖ ποιεῖς, διδάσκειν μὲν ἢ παρακαλεῖν οὐδὲν ἄν σε δεοίμην, ἐπαινῶ δέ, ὅτι τὸν ἄνδρα τῶν προνοίας ἀξίων ἡγῇ.
Τῷ αὐτῷ.
Τὸν ἱεροφάντην ἡμῖν ἐκ τῆς κλίνης ἀνέστησεν ὁ θεός. καὶ τοσοῦτον ἄρα ἐστὶ θεὸς μένος ἐμπνέων, ὥσθʼ ὁ πρὶν φερόμενος ὁ γέρων ἐβάκχευσεν ἄμεινον τῶν ἐρρωμένων καὶ νέων. ἀπὸ τῆς αὐτῆς δὴ προθυμίας τε καὶ ῥώμης καὶ παρʼ ὑμᾶς τρέχει βίβλους τὰς παρʼ ἡμῖν οὐκ ὀρθῶς ἐχούσας ἐκ τῶν παρʼ ὑμῖν ἐπανορθώσων. ἐγὼ δʼ οὐχ ἵνα οὗτος κερδάνῃ τι παρὰ τῶν γραμμάτων, ἔγραψα, πολλαχόθεν γὰρ αὐτῷ τιμῆς ἀφορμαί, ἀλλʼ ἵνʼ ἐν τοῖς ὑπὲρ τῶν ἱερῶν πονοῦσι καὶ αὐτὸς ἀριθμῶμαι.
Ἀκακίῳ.
Τοὺς μὲν ἀπὸ γλώττης με προσεροῦντας πέμπεις, τὰς δʼ ἐν ἐπιστολαῖς προσρήσεις ἐκλέλοιπας καὶ ταῦτα θέλγειν δυνάμενος ἐξ ἐπιστολῶν. εἰ μὲν οὖν ἕτερος γέγονας, ἀνθʼ ὅτου, φράσον· εἰ δʼ ὁ αὐτὸς μεμένηκας, μὴ φθόνει τοῦ μείζονος. Τιτιανὸς δὲ ὅτι μὲν ἡμῶν ἔσται μᾶλλον ἢ τῶν ἐκ τῆς Καλλιρρόης πινόντων, οἶδα· βουλοίμην δʼ ἂν μαθεῖν, εἴτε σὴ τοῦτο ψῆφος εἴτε ἐκείνου. καὶ γὰρ ἐδάκρυσεν ἐνθένδε ἀπαίρων· εἰκὸς δέ, ὅτι καὶ παρὰ σοὶ μνημονεύσας ἐμοῦ.
Διοφάντῳ.
Δέχου τῶν ἡμετέρων ἑταίρων τὸν ἄριστον· οὗ τὴν φύσιν ἐκ τῆς νῦν ἐπιθυμίας κρῖνε. τῶν γὰρ ὄντων αὐτῷ λόγων ἐπὶ τὸ δίκας λέγειν αὐτὸν ἀγόντων καὶ τῶν οἰκείων ταῦτα συνευχομένων τὸ φιλοσοφίας κάλλος ἄμεινον ἡγήσατο τῆς ἐκεῖθεν ἰσχύος. σκοποῦντι δέ, πόθεν ἂν ὡς ἀληθῶς τὸ πρᾶγμα λάβοι, μηνύομεν ἡμεῖς Αἴγυπτόν τε καὶ Διόφαντον, τὴν μέν, ἐξ οὗπερ ἄνθρωποί τε καὶ Νεῖλος, τὸ καλὸν τοῦτο τρέφουσαν, τὸν δʼ ὅσον οὐκ ἄλλος σοφίας κεκτημένον. συνίστησι μὲν οὖν καὶ αὐτὸς ὁ ἔρως τὸν νεανίσκον, συνίστημι δὲ κἀγὼ πιστεύων τι δύνασθαι παρὰ σοί. σὺ δʼ εὐμενεῖ τε λόγῳ καὶ προσώπῳ φαιδρῷ μετάδος τῆς τελετῆς, ἣ τὸν οὐρανὸν τοῖς μετασχοῦσιν ἀνοίγει.
Ἀμμωνίῳ.
Μενεκράτης οὗτος ἦλθε μὲν οἴκοθεν ὡς μετασχήσων μου συνεχῶς, νοσημάτων δὲ πλῆθος ὀλίγην ἐποίησεν αὐτῷ τὴν συνουσίαν. οὐ μὴν τήν γε παρʼ ἡμῶν εὔνοιαν εἰς αὐτὸν τοῦτο ἤμβλυνεν, ἀλλʼ ὅ τι ἂν ἔξω τῶν λόγων ἐξῇ βοηθεῖν, ἕτοιμον ἐμαυτὸν παρέχω. μέγιστον δὲ ὧν δοίην ἂν ὃ νυνὶ ποιῶ· ταυτὶ γὰρ αὐτῷ τὰ γράμματα πολλῶν ἀγαθῶν ἀρχὴ τὴν σὴν προξενοῦντα ῥοπήν. ὡς οὖν ἐπιθυμήσαντα μὲν ῥητορικῆς, κωλυθέντα δὲ ὅσον ἄξιον λαβεῖν ἄνεχε ταῖς παρὰ σαυτοῦ βοηθείαις.
Κέλσῳ.
Οὐκ ἀγνοεῖς τουτονὶ Διογένη ὄντα πολίτην ἡμέτερον, τῷ δʼ οὐ τοῦτο μόνον πρὸς ἡμᾶς ἐστιν, ἀλλὰ καὶ ἆθλον ὑπέστη ποτὲ προσόμοιον τῷ Ζωπύρου. μὴ καταφρόνει δὲ μήτε τῶν πολέμων, οὓς πολεμοῦσιν οἱ σοφισταί, μήτε τῶν ἐν αὐτοῖς ἀριστευόντων νέων, ὧν ὁ Διογένης οὗτος. ἔδοξε γὰρ ἡμῖν δάκνειν ποτὲ μετὰ παιδιᾶς Ἀκάκιον. ἡ δὲ ἦν ἀπόστασις μαθητοῦ πεπλασμένη ζητοῦσα δὴ τὸν ὡς ἄριστα ὑποκρινόμενον τὸ δρᾶμα, βελτίων δὲ οὐδεὶς ἐδόκει τοῦ Διογένους. ὁ δὲ ἐφάνη καλλίων ἢ προσεδοκήθη. καὶ γὰρ ἐπιστεύθη ταχέως καὶ ῥημάτων ἤκουσε τῶν ἐκ κολακείας καὶ παρέπεμπε μὲν ὡς ἂν μαθητὴς ὀχούμενον, ἀπεπήδα δὲ περὶ τὰς θύρας ὡς τοὺς ἡμετέρους, οἳ ἐκάθηντο θέατρον αὐτῷ. καὶ οὕτως ἀντὶ τῆς Βαβυλῶνος εἴχομεν ἀφορμὴν εἰς γέλωτα καὶ οὐδὲ ὁ θεῖος ἡμῖν ἐνταῦθα ἠδύνατο μὴ γελᾶν. σκόπει οὖν ὅπως αὐτῷ τὸν μισθὸν ἀποδώσεις τῆς τόλμης ἐπὶ τὸν ἀποστεροῦντα χρέους τινὸς βοηθήσας.
Τῷ αὐτῷ.
Ὁ νόμος τοὺς ἰατροὺς μίαν ἀπαιτεῖ λειτουργίαν τὴν ἀπὸ τῆς τέχνης, Φίλων δὲ πρὸς τὸ βουλεύειν ὑπὸ τῶν Ῥωσὸν οἰκούντων ἕλκεται πάλαι πολλοὺς ἐκ νοσημάτων ἀναστήσας. εἰ μὲν οὖν ἀγνοοῦσιν ὡς ἰατρὸς ὁ Φίλων, μαθόντες παυέσθωσαν· εἰ δὲ εἰδότες βιάζονται, Φίλων μὲν ἴσως ἀσθενής, ἰσχυρὸς δὲ ὁ νόμος.
Ἡσυχίῳ.
Ὅτι μὲν οὐχ ἧττον τῶν ἱερέων ὑμῶν ἐπιθυμῶ τοὺς νεὼς κομίσασθαι τὸ κάλλος, οἶσθά που μᾶλλον ἑτέρων· οὐ μέντοι βουλοίμην ἂν οἰκιῶν καθαιρουμένων γενέσθαι τοῦθʼ, ὃ γένοιτʼ ἂν καὶ μενουσῶν ἐκείνων, ὅπως τὰ μὲν ὄντα ἑστήκῃ, τὰ δὲ κείμενα ἀνιστῆται, καὶ μὴ τὰ μὲν κοσμῶμεν, τὰ δὲ λωβώμεθα τὰς πόλεις. τῆς δὲ οἰκίας Θεοδούλου κατηγορῆσαι μὲν πρόχειρον, φείσασθαι δὲ ἄξιον οὔσης καλῆς τε καὶ μεγάλης καὶ ποιούσης ἑτέρων καλλίω τὴν ἡμετέραν, ἄλλως θʼ ὅτε Θεόδουλος οὐχ ὕβρει καὶ παροινίᾳ διέσπα τὸ ἱερόν, ἀλλʼ ὄντων τῶν πωλούντων ἐώνητο τιθεὶς τὰς τιμάς, πρᾶγμα ποιῶν, ὃ πᾶσιν ἐξῆν τοῖς δυναμένοις ὠνεῖσθαι. λέγουσι δὲ οἱ πάντα εἰδότες τὰ Θεοδούλου πολλάκις αὐτὸν ἐωνῆσθαι τοιαῦτα καὶ ᾤοντο δεῖν χρῆσθαι δικαστηρίῳ, γνοὺς δὲ ἐγὼ δικαστὰς ὑμῶν αὐτοῖς οὐκ ἐπέτρεψα ζητεῖν ἀμείνους εἰδὼς ὑμᾶς βουλεύσεσθαί τι τοιοῦτον, ᾧ καὶ τοῦ θεοῦ φροντίζοντες φανεῖσθε καὶ τῆς πόλεως οὐ καταμελοῦντες. ἢν οὖν τι γένηται μέτριον, ἐπιστέλλετε πρὸς ἡμᾶς, ἵνʼ ὑμᾶς ἐπαινῶμεν.
Ἰουλιανῷ.
Ἀλλʼ εἰ καὶ μὴ πρὸς ἡμᾶς ἐπιστέλλεις, ἡμεῖς γε τοῖς σοῖς ἑστιώμεθα γράμμασιν. ὅταν γὰρ ὅτι τις ἔλαβε μάθωμεν, εὐθὺς ἡμεῖς πλησίον καὶ ἢ πείσαντες ἢ κρατήσαντες ἀκόντων ἀνέγνωμεν. τὸ μὲν οὖν κέρδος οὐχ ἧττον ἡμῶν ἢ ʼκείνων, τὸ τετιμῆσθαι δὲ παρʼ ἐκείνοις μόνοις. ἐρῶμεν δὲ καὶ αὐτοὶ τιμῆς, ἐπειδὴ καὶ φίλτρου τοῦ παρὰ σοί. δῆλον γὰρ ὡς, εἴ τι τιμήσεις, οὐκ ἄνευ γε τοῦ φιλεῖν τοῦτο ποιήσεις.
Ῥουφίνῳ.
Τί οὖν οὐκέτι περὶ τὸν Βόσπορον ἐκαθέζου μέλλων γε τοῦτο ποιήσειν ἐν Κιλικίᾳ; Κέλσῳ μὲν γὰρ ἐπανήκεις, ἡμῖν δὲ οὔπω. καίτοι πάντα μὲν ἤλπιζον ἀκούσεσθαι παρὰ τοῦ δοκιμάζειν τε δυναμένου καὶ φενακίζειν οὐκ εἰδότος, πᾶσαν δὲ ἐκείνην ἀπολήψεσθαι τὴν εὐφροσύνην, ἣν εἶχον διὰ σοῦ μετὰ σοῦ τὸν ἵππον ἐλαύνων, ὅτε σοὶ μὲν οὑμὸς ὁ μικρὸς ἐπεβούλευε λακτίσαι θέλων, σὺ δʼ ὁμοῦ τε ἐφυλάττου καὶ διηγοῦ τι τῶν σαυτοῦ τῇ διηγήσει τὸν Ὀδυσσέα μιμούμενος. καὶ γὰρ δὴ καὶ Κύκλωπα διεπεφεύγεις, οἶμαι, τινὰ κτεῖναι βουλόμενον καὶ τοῦτο ἔχοντα τέχνην, ξενίζειν, εἶτα φονεύειν. διαφέρει δὲ τοσοῦτον, ὅτι ἐκεῖνος μὲν ἄκοντος ἐσώθη τοῦ Κύκλωπος τὸν ὀφθαλμὸν ἐκκόψας αὐτῷ, σὺ δὲ ὀρχήσει τὸν τρόπον ἐνίκησας τοῦ λῃστοῦ καὶ φύλακα μέχρι τῶν ὅρων εἶχες τὸν ἀκονῶντα ξίφος ἐπὶ σὲ καὶ τοὺς οἰκέτας. ᾤμην οὖν μοι τὴν κεφαλὴν τῶν αὐτῶν ἀπολαύσεσθαι φαρμάκων· σὺ δὲ φίλῳ μὲν σύνει, φίλου δὲ ἀμελεῖς, καὶ οὐκ ἐμέρισας τὸν χρόνον. ἐβουλόμην μοι τὸν ἵππον τὸν μικρὸν μικρὰ τῆς ἐμῆς συνιέναι φωνῆς κατʼ ἐκεῖνον τὸν Ἀχιλλέως, ὅπως αὐτὸν παροξύναιμι καὶ ποιήσαιμί σοι χαλεπώτερον διδάξας ὅσα ἠδίκημαι. ἀλλʼ εἰ καὶ μὴ τοῦτο ἔστι μοι, τῷ γε εἰωθότι θυμῷ λήψεται παρὰ σοῦ δίκην.
Δημητρίῳ.
Τὸ μὲν ὀφείλημα τί ποτέ ἐστιν, ὃ φῂς οὐκ ἀποδοῦναί με, οὐκ οἶδα· τὸ δὲ τῆς κεφαλῆς κακὸν ἀρχαῖον ὄν, εἴκοσι γὰρ ἔτη γεγονὼς ἐπλήγην, ἔστι δὲ ἐκεῖθεν ὀκτὼ καὶ εἴκοσι, νῦν γέγονε περιβόητον ταῖς παρὰ τῶν θεῶν βοηθείαις. τὰ γὰρ ἐκ τῶν ἱερῶν φοιτῶντα τοῖς σώμασιν ἔχοντά τι καὶ τοῦ παραδόξου πολὺν ἐφʼ ἑαυτοῖς κινεῖ τὸν λόγον. σὺ δὲ μὴ μόνον μοι συναλγεῖν, ἀλλὰ καὶ τὸν προβαλόντα σοι τὸν ἆθλον δαίμονα πείθειν φθέγξασθαί τι καὶ περὶ ἡμῶν. δίκαιος δέ ἐστι μισθὸν δυοῖν δοῦναι λόγοιν, ὧν καὶ Ζηνόβιος ἐμνήσθη μετʼ εὐφημίας. οὕτως ἄρα αὐτῶν ὁ δαίμων συνεφήπτετο. βουλοίμην δʼ ἂν καὶ αὐτὸς τοῖς σοῖς λόγοις τιμῆσαι τὸν θεόν· τοῦτο δʼ ἂν ποιοίην ἀναγιγνώσκων. πέμπε οὖν καὶ δίδασκε γείτονα πόλιν, ὅστις ἐστὶν οὗτος ὁ τὴν ὑμετέραν ἀνέχων.
Ἀρείονι.
Ἡδέως εἶδόν σου τοὺς υἱούς, τὸν μὲν ὑπὲρ λόγων ἥκοντα, τὸν δὲ τὸν ἀδελφὸν ἐπὶ λόγους ἄγοντα· παντὶ μὲν γάρ, οἶμαι, τὸ πρᾶγμα καλόν, ὑμῖν δὲ ἤδη καὶ ἀναγκαῖον, εἰ δὴ τὸ τὴν γενομένην ὑμῖν δόξαν ἐκ τῆς Ἀγαθίου σοφίας φυλάττειν μὲν πρέπον, διαφθείρειν δὲ οὐχ ὅσιον. ἐγὼ μὲν οὖν καὶ διʼ Ἄγκυραν, ᾗ πολλὰς ὀφείλω χάριτας, καὶ διὰ σὲ καὶ διὰ τὸν θεῖον τοῦ νέου πάσῃ μὲν προθυμίᾳ, πάσῃ δὲ παρακλήσει χρήσομαι· δεῖ δὲ καὶ τὸν σὸν υἱὸν τῶν κινούντων με μᾶλλον ἢ τῶν κινεῖσθαι δεομένων γενέσθαι. πείθομαι δὲ ὡς ἔσται τῶν ἐπιθυμούντων· ὅ τε γὰρ οὐκ ἐῶν θαυμάζεσθαι λόγους καιρὸς παρελήλυθε τό τε ὄνομα τῷ παιδὶ παντὸς ἰσχυρότερον προτρεπτικοῦ.
Παγκρατίῳ.
Ἕνεκα μὲν λόγων ἐξ Ἐλευσῖνος εἰς Ἐλευσῖνα πέπομφας τὸν ἑταῖρον, ταὐτὰ γὰρ οἶμαι μυστήρια, καὶ λόγοις οὐ καινοῖς ἐντεύξεται, τὴν δʼ ἀποδημίαν αὐτῷ πεποίηκε δόξα τις περὶ Σύρων, οὐ σοφιστοῦ δύναμις. δοκεῖ γάρ πως ἡ πρὸς τὸ ἔθνος ὁμιλία δύνασθαι ψυχὰς ἀκονᾶν καὶ ποιεῖν ἐπιτηδείους χρῆσθαι πράγμασιν. ἢν οὖν ὀξύτερος ὁ νέος ἐπανέλθῃ, τὴν πόλιν αἰτιάσασθε μᾶλλον ἢ τὸν ὧν ἀπέλαυεν οἴκοι τούτων ἐν ξένῃ μεταδόντα.
Ἀλβανίῳ.
Οὐκ ἐλύπεις με πρός με σιγῶν· ἐκ γὰρ ὧν ἐν ἄλλοις λέγων εὐδοκίμεις εὔφραινες. ἄγγελοι δὲ τούτου πολλοὶ μέν, οὐδεὶς δὲ οἷος ὁ περὶ μὲν χεῖρα ἀτυχήσας πολίτης ἡμέτερος, τὴν δʼ ὑμετέραν οὐ χείρω τῆς οἰκείας εὑρών. οἷα γὰρ ἐν μακρᾷ καθέδρᾳ καὶ προσέτι δεινὸς ὢν ἐξετάσαι πολιτευομένου δύναμιν ὡς ἂν ἐν τοῖς αὐτοῖς ζῶν πάντα μὲν συνέλεξε, πάντα δὲ ἐμήνυσεν. οὐδὲν δὲ ἦν ἐφʼ ᾧ μὴ πάνυ χαίρειν παρῆν· τήν τε γὰρ οὐσίαν ὑμῖν ἔφασκεν ἐπιδεδωκέναι, καὶ τὸ ἔτι κάλλιον, ἐκ δικαίων ἀφορμῶν, τῶν τε ἐκ τοῦ λέγειν εὐδοκιμούντων εἶναι καὶ σὲ καὶ τὸν ἀδελφὸν βλέπειν τε εἰς ὑμᾶς τὴν πόλιν μετὰ τὸν ὑμέτερον θεῖον ἔν τε ταῖς ἐλπίσιν εἶναί τι λαμπρότερον. ἀλλὰ καὶ ὡς ᾤχου δίκης καλούσης εἰς Θρᾴκην καὶ ὡς ἀπήλλαττες κατὰ νοῦν, καὶ ἄλλα πολλὰ καὶ καλὰ διηγεῖτό μοι καὶ οὐδὲ παύσεταί γε διηγούμενος· οὐ γὰρ ἐάσω, ἀλλʼ ὅταν πάντα διεξέλθῃ, πάλιν αὐτὸν ἐπανάξω πρὸς ταὐτά· γλυκεῖα γὰρ ἡ διήγησις. καὶ γὰρ ἐννοεῖν μοι δίδωσιν ὡς οὐδὲ μέμφῃ τὸν πατέρα πέμψαντά σε οἷπερ ἐξέπεμψε. τούτου δὲ καὶ ἑτέρα μοι πίστις· οὐ γὰρ ἂν φίλων παισίν, ὑφʼ ὧν ἡγοῦ βεβλάφθαι προὐξένεις. ἀναγινώσκων δὴ τὴν ἐπιστολὴν ἑώρων μὲν ὡς οὐ μόνον τὰ κοινὰ πράττεις, ἀλλὰ καὶ τῶν βιβλίων ἔχῃ· πλέον δὲ ἡδόμην, ὅτι καὶ προσέθηκας τοῖς πατρῴοις ἀγροῖς.
Ὑπερεχίῳ.
Συνησθεὶς σοί τε καὶ τῷ σῷ πατρί, τῷ μὲν τῆς εἰς σὲ μεγαλοψυχίας, σοὶ δὲ τοῦ τὸν πατέρα ἀρέσκειν, ὥστʼ ἐκείνου ζῶντος πάντων καταστῆναι κύριον, ἐν τοῖς δευτέροις σὲ μὲν ὁμοίως ἐπαινεῖν ἔχω, τὸν δὲ οὐκέτι. σὺ μὲν γὰρ τῶν τε ἡμετέρων μεμνημένος λόγων καὶ τὸ πρᾶγμα ἐξετάζων ὀρθῶς οἷος εἶ τῇ πατρίδι λειτουργεῖν, ἐξ οὗ δόξα τε καὶ δύναμις γένοιτʼ ἂν καὶ πρὸ τούτων γε τὸ τὰ δίκαια πρὸς τὴν οἰκείαν ποιεῖν· ὁ δὲ σὲ πέμπει ῥίψοντα τὰ ὄντα εἰς τὴν θάλατταν. εἰ γὰρ μήτε ἐκεῖ μέγα τι παρὰ τὴν δαπάνην ἕξεις οἴκοι τε οὐκ ἰσχύσεις ἑτέρωθι δαπανώμενος, πῶς οὐκ ἀπολεῖταί σοι τὰ χρήματα τῇ ψήφῳ τοῦ δεδωκότος; πεῖθε οὖν αὐτὸν μὴ τὴν ἐν τῇ παροιμίᾳ μιμεῖσθαι βοῦν μηδʼ ὃ ἠμέλχθη γάλα λακτίσαντα ἐκχέαι. πρὸς γὰρ τῇ περὶ τὰ χρήματα βλάβῃ καὶ εἰς τὴν πόλιν ζημιώσῃ. εἰ μέντοι πολιτεύοιο τοῖς καθʼ ἡμέραν παρὰ τοῖς ἄρχουσιν ἀγῶσιν, ἀμείνων ἔσῃ καὶ τὸ νῦν ἐπαινούμενον ῥεῦμα πλέον ἐργάσῃ· πράξας δὲ ἃ ʼκείνῳ δοκεῖ, τῆς μὲν οὐσίας οὐ μικρὸν ἀφαιρήσεις, ἐν ἀργίᾳ δὲ καὶ ὕπνῳ τὸν λοιπὸν βιώσῃ χρόνον τὰ μὲν τῶν πέλας ὁρῶν αὐξόμενα, σοὶ δὲ πλὴν ὀνόματος κενοῦ γεγενημένον οὐδέν. πρόσαγε δὴ πᾶσαν μὲν πεῖραν, πάσας δὲ δεήσεις τῷ πατρὶ καὶ μὴ Καδμείαν νίκην ἐπίτρεπε νικᾶν ἐκείνῳ. γιγνέσθω δὲ μετὰ σοῦ καὶ ἡ μήτηρ, ἀκούω δὲ αὐτὴν νοῦν ἔχειν, καὶ τὸ μηδὲ ἐμοὶ τὴν βουλὴν ἀρέσκειν τὴν ἐκείνου λεγέσθω. ἴσως γὰρ νουθετούμενος λύσει δόγμα πονηρόν, ὅπερ μοι δοκεῖ πρὸς τὴν ἀπραγμοσύνην τὴν αὑτοῦ κεκυρωκέναι νῦν. ἅτε γὰρ ἐν ὄρεσι καὶ θήρᾳ τὰ πολλὰ διάγων μισεῖ τοὺς ἐκ τῶν ἐπʼ ἀγορᾶς ἄθλων ἱδρῶτας. ἀλλʼ ἐκεῖνος μὲν ταῦτα φευγέτω, σοὶ δὲ ἐπιτρεπέτω παλαίειν. νῦν γὰρ οὐ Μάξιμον οἶμαι πολιτεύεσθαι δεῖν τὸν τῶν ἀγρῶν φίλον, ἀλλʼ Ὑπερέχιον τὸν Μαξίμου τὸν θορύβους ἐπιστάμενον φέρειν. ἐγὼ μὲν ταῦτα παραινῶ καί φημι λυσιτελήσειν ὑμῖν· ληρεῖν δὲ εἰ δόξαιμι νῦν, ἀλλʼ ὕστερόν γε ἐπαινέσεσθε τὴν γνώμην, ὃ τὸν μὲν σύμβουλον κοσμήσει, τὸν οὐκ ἐπαινοῦντα δὲ οὐκ ὀνήσει.
Ἀκακίῳ.
Ἐμοὶ μὲν ἤρκει καὶ τὰ πρῶτα, διʼ ὧν τόν τε οἶκον διεφύλαξας Μαξίμῳ καὶ τὸν υἱὸν αὐτοῦ τιμῶν οὐ μικρῶν ἠξίωσας· σὺ δὲ κατὰ τοὺς ἀγαθοὺς τῶν δρομέων ἀμείνων εἶ προϊών. ὑπὲρ ὧν ἔγραψαν μὲν ἐκεῖνοι, μεμήνυκε δὲ Φιλοκλῆς τήν τε ὅλην σου πρόνοιαν εἰς αὐτοὺς ἀπαγγέλλων καὶ ὡς κοινωνήσειε τῷ νεανίσκῳ παρὰ σοὶ τραπέζης. πυκνὸν δὲ ἔφασκε τοῦτʼ εἶναι, φράσαι δὲ ἐκεῖνον πρὸς αὐτόν. ἐγὼ δὲ ἀκούων τὰ δεῖπνα καὶ μετὰ τὴν τιμὴν καὶ πρὸ τῆς τιμῆς ἐνενόουν ὡς βελτίων τὴν διάνοιαν ὑπὸ τῆς σῆς συνουσίας Ὑπερέχιος ἐγίνετο. ῥεῖ γὰρ ἐκ τῶν σῶν φρενῶν ἐπὶ τοὺς ὁμιλοῦντας σύνεσις ὥσπερ ἀπὸ τῶν χασμωμένων ἐπὶ τοὺς ὁρῶντας ὕπνος. κινδυνεύω δὲ οἷς χαίρω γιγνομένοις, διὰ ταῦτα φοβεῖσθαι. ταῖς μὲν γὰρ εὐεργεσίαις ταύταις οὐκ ἔστιν ἃς ἂν ἄλλας παραβάλλοιμι, καίτοι πολλοὶ καιροὶ πολλούς μοι πεποιήκασιν εὐεργέτας. ἀλλʼ ἕως μὲν ἑώρων, ὡς τάχʼ ἄν σε ἀμειψαίμην, καθαρῶς ἡδόμην· ἐπεὶ δὲ πλείω καὶ μείζω δίδως ἢ ὥστε με ἀντεισενεγκεῖν ἔχειν, ἤδη τι συνεισέρχεται καὶ δέους, εἰ δεήσει με χρήστην ὄντα περινοστεῖν ἀδυνατοῦντα τὸ χρέος ἐκτῖσαι. τὸ δὲ πάντων ἀτοπώτατον, οὐδὲ γὰρ λυθῆναι τοῦτον ἑλοίμην ἄν μοι τὸν φόβον, ἀλλὰ τὸν αὐτὸν καὶ δέδοικα καὶ μείζω γίγνεσθαι βούλομαι. βουλοίμην γὰρ ἂν εὖ πάσχειν τοὺς ἐμοὶ φιλτάτους. ἀλλʼ, εὗρον γὰρ ἐν τοῖς ἀπόροις παραμυθίαν τινά, πρᾷός ἐστιν Ἀκάκιος καὶ χρηστός, κἂν μὲν ἀπολάβῃ, εἰ δὲ μή, τὸν ὀφείλοντά γε οὐκ ἐλέγξει βοῶν ἃ δέδωκεν, ἀποχρήσει δὲ αὐτῷ τὸ μὴ πονηρῷ δεδωκέναι τὴν χάριν.
Ἀετίῳ.
Ἐν ταῖς παραμυθίαις, ἃς ἔσχεν ἐπὶ τῆς ὑμετέρας Ὀβοδιανὸς κάμνων τὸν ὦμον, καὶ τὴν μετὰ σοῦ συνουσίαν ἠρίθμει μέγα μέρος αὐτῇ νέμων. τήν τε γὰρ ἡμερότητα πολλὴν ἔφασκεν εἶναι τούς τε λόγους οὐκ ἐλάττους τῶν φαρμάκων, οἷς τῆς τε λύπης ἀφῄρεις ἐλπίδας τε βελτίους ἐνεποίεις. ἀλλὰ καὶ τὸ τοῖς ἐπαίνοις, οὕς γε ἐκεῖνος ἐποιεῖτο κατʼ ἐμοῦ, χαίρειν σε προστιθέναι τε πλείους αὐτόν, καὶ ταῦτα ἔλεγεν αὑτῷ τὰ παρόντα κουφίσαι. τὸν δὲ Ἀέτιον ὁσάκις εἴποι, τὸν καλὸν προσέθηκεν Ἀγκύρᾳ τε συνηδόμενος καὶ τῇ ἡμετέρᾳ, τῇ μὲν ὡς παιδευσάσῃ, τῇ δὲ ὡς ἐνεγκούσῃ. ἐγὼ δὲ τούτοις τε ἐτερπόμην τὴν ψυχὴν καὶ ἅμα ἐλογιζόμην ὅτι πάλιν νέων ἐκεῖθεν δεῦρο ἰόντων αὐτὸς ἡγῇ τοῖς πᾶσιν ἄμεινον πράττειν γράψας μὲν οὐδὲν διʼ αὐτῶν, οὐκ ὀλίγα δὲ συμβεβλημένος εἰς τὸ ταύτην ἐλθεῖν.
Ἀλεξάνδρᾳ.
Ὥσπερ πᾶσι πράγμασι πλὴν ἑνὸς πέρυσιν ἠχθόμην— σὺ δὲ οἶσθα τοῦτο τὸ ἕν, ὁπότε γὰρ ἔλθοιμι παρὰ σὲ καὶ διαλεγοίμην, ἑορτὴν ἡγούμην—οὕτω νῦν πᾶσι χαίρων ὑφʼ ἑνὸς ἀνιῶμαι τοῦ μὴ πάλιν ὑμᾶς ἀφῖχθαι. καίτοι τὸν γενναῖον Σέλευκον ἀκούων κεκομίσθαι τὴν ζώνην ἤλπιζον τὸν μὲν ἕψεσθαι τῷ βασιλεῖ, σὲ δὲ ἐκείνῳ, καὶ πάλιν αὐτὸς ὄψεσθαι τὴν ταῖς θεαῖς, ὡς Ὅμηρος ἔφησεν, ἐοικυῖαν γυναῖκα. ὡς δὲ ἐκείνων ἁμαρτὼν ἠθύμουν, γέρων τις ἐπιστὰς τὰς συνήθεις μοι ποιουμένῳ διατριβὰς εἶπέ τε παρʼ ὧν ἥκοι καὶ ὅτι ἄγοι ἀνδράποδα δῶρον. ἐμοὶ δὲ τὸ μὲν δῶρον οὐκ ἐφάνη καινόν, πολλὰ γὰρ παρʼ ἡμῖν ὑμέτερα καὶ ὅ γε τὸν νόθον μοι παιδαγωγῶν ἔτι καὶ νῦν ὁ Σελεύκου καλεῖται· ᾤμην δὲ ὅτι δεῖ προσεῖναι τῷ δώρῳ κάλλιον αὐτοῦ τοῦ δώρου, γράμματα σά. ὡς δὲ τὰ μὲν ἀνδράποδα εἰσήγετο, γράμματα δὲ οὐκ ἐφαίνετο, τὸ μὲν δῶρον καὶ οὕτως ἐλάμβανον, ἡδονὴ δὲ οὐκ ἦν, ὅσηπερ ἂν ἦν, εἰ καὶ τὰ γράμματα προσῆν. σὺ δʼ εἰ ῥᾴθυμος ἡμῖν γέγονας ἐπὶ τῷ τόκῳ, τήν γε θυγατέρα κέλευε γράφειν καὶ βοηθεῖν τῇ μητρί. θεοὶ δέ μοι δοῖεν καὶ περὶ σῶν υἱέων τοιαῦτα ἐπιστεῖλαι.
Ἀκακίῳ.
Ἀλλὰ τί με ἐβούλου ποιεῖν, πρὸς αὐτῆς τῆς Ἀθηνᾶς, Τιτιανοῦ μὲν ἑτέρωσε πεμπομένου, τῆς δὲ σῆς ψήφου, διʼ ἣν ἔμπροσθεν ἐπεδώκαμεν, κινουμένης ἢ κινουμένης μὲν οὐδαμῶς, δοκούσης δέ; κροτεῖν ἔδει με καὶ στεφανοῦσθαι καὶ χαριστήρια θεοῖς ἀνάπτειν καὶ ποιεῖν οἷάπερ, ἡνίκα μοι τὸ πρῶτον ἧκεν ὁ νέος; δικαίως μέντʼ ἂν τότε ἠθύμεις καὶ γραφὴν ἀπέφερες ὕβρεως ὡς μικρῶν τῶν σῶν παρʼ ἐμοὶ κεκριμένων, νῦν δʼ εἰκότως ἂν ἐκ τῆς ἐμῆς λύπης ἔχαιρες, ἣν ἐγὼ λυπούμενος ῥῆμα μὲν οὐδὲν ἐξέβαλον πικρόν, ἐννοῶν δʼ ὅτι τῶν Φωκεῦσι πεπονημένων Φίλιππος ἂν εἶχε τὴν δόξαν, οὐ διῆγον ἡδέως. ταύτην δὴ τὴν ἀθυμίαν πρώτου Κέλσου λύει γράμματα μηνύοντα λελύσθαι τὸ δόγμα, καὶ ἐγεγόνειν ῥᾴων. ἔπειτʼ ἄλλος τις ἤγγειλεν ὅμοια καὶ τρίτος καὶ μυρίοι· τὰ γὰρ μεγάλα τῶν ἀγαθῶν πολλοὺς ἔχει τοὺς ἀγγέλους. Ῥουφῖνος δὲ ὁ καλὸς τὸν κολοφῶνα ἐπέθηκε· κεκοσμῆσθαι γὰρ ὑπὸ τοῦ νεανίσκου λόγῳ τὸν ἄρχοντα ἔφησε. τοῦτο δὲ ἦν καὶ ἐμὲ κεκοσμῆσθαι τοῦ μὲν τοῖς ἔργοις, τοῦ δὲ τοῖς λόγοις· ἄμφω γὰρ ἐμὰ θρέμματα, ὅ τε ἐπαινούμενος ὅ τε τὸν ἔπαινον ἐργαζόμενος. τοιαύταις τερπόμενος ἀκοαῖς εἶδόν τε τὸν ῥήτορα καὶ τὰς ἐπιστολὰς δόντος ἀνέγνων καὶ τὴν ἐν ἀμφοτέραις τιμὴν ὑπὲρ τὸν Γύγου χρυσὸν ἦγον. οἵ γε μὴν ἐν τοῖς βαλανείοις Μαραθωνομάχαι πᾶσαν παριόντες κωμῳδίαν οὐδὲ ἔστιν εἰπεῖν ὁπόσον ἤνεγκαν γέλωτος. ἓν μόνον ἐδόκεις μοι ψεύδεσθαι τὸ φάσκειν οὐ γενέσθαι σοι δύναμιν, ἀφʼ ἧς ἂν εἶχες συνεῖναι νέοις. ἐγένετο γάρ, καὶ οὐκ ἐκώλυσαν αἱ γραφαί, ἀλλʼ ἀμφότερα σύγε, ῥήτωρ τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής. ἀλλʼ, οἶμαι, τοῦ θρόνου τοὺς πόνους ἔδεισας. μαρτυρεῖ δὲ ἃ γράφεις καὶ οἱ τὰ τῶν σοφιστῶν κρύψοντες, ἡνίκα ἂν μηκέτι κρύπτωνται, λόγοι, καὶ κρυπτομένων δὲ ἐκείνων τοῖς ἤδη πεμπομένοις τε καὶ φαινομένοις πάντα τὰ πάντων ἐλέγχεις. ἐλπίζω δὲ ὅτι καὶ διὰ τοῦ παιδὸς πολλοὺς ἡμῖν ἐλέγξεις ῥήτορας οὕτως ὀξὺ βλέποντος καὶ ῥέοντος. ὃν ᾠήθην δεῖν εὐθὺς ἀποδύντα παλαίειν, ὅπως μὴ παρελθόντα καιρὸν ζητῶμεν.
Κέλσῳ.
Οὐκ ἔφθη σε ἀφεὶς ὁ βασιλεὺς καὶ συνέμιξεν ἐμοὶ καὶ μικροῦ μὲν σιγῇ παρέδραμεν ἠλλοιωμένου μοι τοῦ προσώπου καὶ χρόνῳ καὶ νόσῳ, φράσαντος δὲ τοῦ θείου τε καὶ ὁμωνύμου πρὸς αὐτόν, ὃς εἴην, κίνησίν τε ἐκινήθη θαυμαστὴν ἐπὶ τοῦ ἵππου καὶ τῆς δεξιᾶς λαβόμενος οὐ μεθίει σκώμμασί τε χαριεστάτοις καὶ ῥόδων ἡδίοσιν ἔπαττέ με καὶ αὐτὸν οὐκ ἀπεχόμενον τοῦ σκώπτειν. ὁ δὲ ἀμφοτέροις ἦν θαυμαστός, οἷς τε ἔλεγεν οἷς τε ἠνείχετο. μικρὰ δὲ αὑτὸν ἀναπαύσας καὶ τὴν πόλιν ἁμίλλαις ἵππων εὐφράνας ἐκέλευέ με λέγειν. καὶ εἶπον παρακληθείς, οὐκ ἐνοχλήσας, ὁ δὲ ἐτέρπετο βεβαιῶν μοι τὸ προοίμιον· ἔφην γὰρ αὐτὸν ἐν προοιμίῳ πάντα τἀμὰ καλὰ νομιεῖν ὑπὸ τοῦ ἐρᾶν. καὶ οὕτως ἐξέβη. σὺ δὲ καὶ αὐτὸς μὲν εἶ τῶν εἰπόντων καὶ ψήφου τετυχηκότων ἐγγύθεν σοι τῶν θεῶν ἀπὸ τοῦ βωμοῦ βοηθούντων καὶ παρεχόντων πρὸς τὸ θάλπος ἀνδρείαν· τοσοῦτον δὲ ἀπέσχες πέμψαι μοι τὸν λόγον, ὥστʼ οὐδʼ ὅτι εἴρηκας ἔγραψας, ἀλλὰ πρὸς μὲν Ὀλύμπιον εἰρωνευόμενος ἔφης ἐμέσαι, πρὸς δὲ ἡμᾶς οὐδὲ τοῦτο.
Πάππῳ.
Χαίρω σου γράμματα λαμβάνων οὐκ αὐτὸ τοῦτο μόνον, ὅτι πρᾶγμα ἥδιστον γράμματα φίλου, ἀλλʼ ὅτι μοι καὶ σημεῖον γίγνεται τοῦ καθαρὰν εἶναι πολεμίων τὴν χώραν· τοσοῦτόν ἐστιν Ἰουλιανὸς ἐλπιζόμενος· οἱ δὲ πρὶν ὁρώμενοι θρασυτέρους ἐποίουν τοὺς ἐναντίους. τῆς παρούσης δὲ ἀσφαλείας ἄξιος ἀπολαύειν Πάππος ὁ καλός, ὅπως αὐτὸν μήποτε ἐπιλείποι τὸ μειδιᾶν εἰωθὸς ἐπανθεῖν τῷ προσώπῳ. Πέρσαι μὲν οὖν οὕτω πράξουσιν, ὡς εἰκὸς ἀνθρώπους θεοῖς πολεμοῦντας, οἳ τὰ αὑτῶν ἕκαστος ὅπλα λαβόντες αὐτίκα αὐτοῖς συνεπιθήσονται καὶ διδάξουσι φεύγειν. ὁ δὲ υἱός σου βούλεται γενέσθαι ῥήτωρ, καὶ τῆς ἐπιθυμίας οὐ χείρων ἡ φύσις· ἐπίσταται δὲ καὶ τὸ αἰδεῖσθαι. τοῦτο δὲ ὅστις οἶδε τῶν νέων, ἐφέλκεταί με καὶ πλέον ἑτέρου λαμβάνει. γράφε δὴ πρὸς ἐκεῖνον ἐμμένειν τοῖς τρόποις, καὶ πρὸς ἡμᾶς οὐδὲν ἄν σοι παρακλήσεως δέοι.
Δημητρίῳ.
Οἷον ἔχων ἐν χεροῖν ἀγαθὸν οὐκ ἐχρώμην. Εὐκαρπίωνα γὰρ τὸν καλὸν πολλαὶ μὲν πολλάκις δεῦρʼ ἤγαγον ἀνάγκαι, τὴν κεφαλὴν δὲ ἐγὼ νοσῶν καὶ δυνάμενος πάλαι διὰ τῆς παρὰ τῷδε ῥαΐσαι τέχνης μικρὰ μὲν αὐτῷ διελέχθην, οὐ μὴν μέχρι τοῦ καὶ ζητῆσαι βοήθειαν προῆλθον. ταυτὶ μὲν τῆς πρὶν εὐηθείας ἤ, εἰ βούλει γε, δυστυχίας· ἀλλὰ νῦν ἤκουσέ τε ἀκριβέστερον περὶ τοῦ πάθους καὶ τήν τε φύσιν ἥτις ἦν ἐξεῦρε καὶ διʼ ὧν ἢ στήσεται τελέως ἢ κουφότερον ἀνιάσει ἔφρασε σκεψάμενος. καὶ πεῖράν γε τῆς ἐπικουρίας εὐθὺς ἐν προοιμίοις ἐλαμβάνομεν οὐκ ἀγεννῆ· ὡς δὲ ἐπῄνουν τε καὶ χάριν ὡμολόγουν, γνώτω τοίνυν ἔφη καὶ Δημήτριος ὁ σοφιστής. τοῦτο δὲ ἦν εἰδότος ὅτι τοσαύτην αὐτῷ χάριν, ὅσηνπερ ὁ κάμνων, εἴσῃ. σὺ δʼ ὁμοῦ τε τὴν χάριν ὁμολογεῖν καὶ κινεῖν ἐπί τι σοφώτερον· οἷα γὰρ ἐν μεγάλῳ πολέμῳ καὶ μῆκος ἔχοντι πολλῶν δεῖ τῶν ἐπιτεχνήσεων. βιβλίον οὖν ποιησάτω σοῦ πείθοντος, ὅπως εἰς ἐκεῖνο βλέποντες οὕτως ἄγωμεν τὸ σῶμα πειθόμενοι τῷ νόμῳ.
Ἀνατολίῳ.
Ὑμῖν μὲν εἴη καλλιερεῖσθαι καὶ τυγχάνειν τῶν θεῶν, τοῦ τε τῶν Μουσῶν ἡγεμόνος καὶ τοῦ τὸ ὄρος λαχόντος, λέγεται γὰρ δὴ βασιλεὺς ἀναβήσεσθαι κἀκεῖσε τὴν χαλεπὴν ὁδὸν ῥᾳδίαν ἡγούμενος, εἰ προξενοίη βωμόν· ἐμὲ δὲ ἔδει μὲν κοινωνεῖν καὶ ὁδοῦ καὶ εὐχῶν καὶ ἱερῶν καὶ βλέπειν εἰς τὸ τοῦ βασιλέως γένειον, ᾧ κοσμεῖ τὴν πορφύραν, τῇ Τύχῃ δὲ οὐ ταῦτα ἔδοξεν, ἀλλά με πληγὴν οἵαν οὐ πρότερον ἔπληξε. καὶ διῆλθον ἂν περὶ αὐτῆς, εἰ μὴ τὸν ἄμεινον τῆς ἐπιστολῆς ἐροῦντα τὸν χρηστὸν εἶχες Ὀλύμπιον, ὃς καὶ παρῆν ἡμῖν καὶ συνεδάκρυε καὶ χεῖρα ὤρεγε καὶ πάντα οἶδεν. οὗτος δέ ἐστιν ἐκεῖνος, ὃν ἐπαινοῦντος ἐμοῦ ἐγγράφειν ἕτοιμος εἰς τοὺς φίλους ἦσθα, καὶ προσάγειν τὸν ἄνδρα ἐκέλευσας. καὶ ταῦτα οἶδε καὶ ἡ ἄμπελος, ὑφʼ ἣν περιπατοῦντες ἐποιούμεθα τοὺς λόγους ἔχοντες παρʼ αὐτῆς ὁπόσον ἄν τις ἐξ ὀροφῆς. ὁ μὲν οὖν Ὀλύμπιος ἐνέκειτό μοι βοῶν εἰσάγειν αὑτόν, ἐγὼ δὲ ὑπὸ κακῶν μυρίων εἰργόμην. ἐπεὶ δὲ οὐ φέρει τὴν ζημίαν ἀκούων, ὡς ὁ μικρά σοι συγγενόμενος ἀπέρχεται φρονιμώτερος, τὸν δεύτερον ἐζήτησε πλοῦν, γράμματα ἐμὰ ἀντʼ ἐμοῦ, καὶ οὐκ ἔμελλον δήπου μὴ δώσειν. σὸν δʼ ἂν εἴη τὸν δεύτερον αὐτῷ τοῦ κρείττονος μὴ χείρω καταστῆσαι πλοῦν, ὅπως οὗτός τε χαίροι καὶ τὰ γράμματά μου τιμῷτο.
Ἰουλιανῷ.
Κατήγαγεν ἡμᾶς εἰς τὴν τιμὴν ὁ χρηστὸς Σαλούτιος, ἧς ἐτύγχανεν ἐξεληλακὼς ὁ σκαιὸς Ἐλπίδιος· ἃ γὰρ ἐκεῖνος ὑβρίζων ἀφείλετο, ταῦθʼ οὗτος παύων τὴν ὕβριν ἀπέδωκε. τὸ μὲν οὖν ἥμισυ τῆς τροφῆς ἐνταῦθα φέρομεν, θάτερον δὲ ἐκ Φοινίκης ἐκέλευσεν ἔχειν ἐνθυμηθείς, οἶμαι, τοῦθʼ ὅτι σοῦ τῆς Φοινίκης ἄρχοντος καλῶς μοι τὸ πρᾶγμα κείσεται. βεβαίωσον τοίνυν τῷ φίλῳ τὰς ἐλπίδας.
Ἀταρβίῳ.
Ἔμελλον αἰτιάσεσθαί σου τὴν πρὸς ἐμὲ σιωπήν. ἔπειτʼ ἐνεθυμήθην ὅτι ταῖς αὐταῖς αἰτίαις καὶ ἐμαυτὸν αἱρήσω. κοινὸν γὰρ ἀμφοῖν οἶμαι τὸ τῆς σιγῆς· ἣν ἐποίησε δήπου μακρὰν τὸ μὴ γράψαι μὲν εὐθύς, αἰσχυνθῆναι δὲ ὕστερον τῷ μὴ πρὶν ἐπεσταλκέναι. πάσχομεν δέ τι τοιοῦτον καὶ ἐπὶ τῶν ἀρρωστούντων· εἰ μὴ κατʼ ἀρχὰς εἰσέλθοιμεν παρʼ αὐτούς, ἑτέρας προστίθεμεν ἡμέρας, εἶτʼ ἄλλας. εἶτʼ ἀναστὰς ὁ κάμνων ἔφθη πρὶν παρʼ ἡμῶν τὸ εἰκὸς γενέσθαι. καὶ νῦν δὴ κακῷ τὸ κακόν φασι, τῷ μὴ γράφειν τὸ μὴ γεγραφέναι. ἀλλʼ εὖ ποιῶν Πατρώινος μῆκος ἀτοπίας ἔστησεν ἀνάγκην μοι περιθεὶς γραμμάτων. ὁ δὲ Πατρώινος οὗτος ὅτι μὲν καὶ γένους ἕνεκα καὶ τῆς ἄλλης τάξεως ἐν πρώτοις ἐστὶ τῶν τῆς σῆς ἀρχῆς ἀπολαυόντων, αὐτὸς ἂν πρὸς ἄλλους εἴποις· ἀλλʼ ἐμός γε ἑταῖρος ἐκ παιδός, ὡς οὐχ ἕτερος, καὶ συμφοιτητὴς ἀδελφῶν ἀμείνων, χαίρων τε, ὁπότε τι τέκοιμι γενναῖον, καὶ πρόθυμον ὄντα ἐπαινῶν καί που καὶ ναρκῶντα ἐπεγείρων. οἶδα δὲ αὐτὸν καὶ σωφροσύνης ἐγκώμια πρός με διεξελθόντα καὶ περὶ τῶν ἡδοναῖς δουλευόντων κατηγορίας ἀποτείναντα. καὶ πολλὴν δὴ γῆν ἐπελθὼν ἐγὼ τὸν ἄνδρα τῆς μνήμης οὐδεπώποτε ἐξέβαλον, ἔχων δὲ τὴν πατρίδα καὶ τοὺς οἰκείους οὔπω πάντα ἔχειν ἡγούμην τὰ ποθούμενα Πατρώινον οὐχ ὁρῶν. καὶ ἐκάλουν δὴ διʼ ἐπιστολῶν, ἐξ οὗπερ ἦλθον. ὁ δὲ καὶ αὐτὸς ἐπεθύμει μὲν ἐλθεῖν, ἐμποδισμάτων δὲ ἄλλοτε ἄλλων εἰργόντων τὸν μὲν ἔμπροσθεν χρόνον οὐχ ἧκε, βιαιοτέρῳ δὲ χρησάμενος τῷ ἔρωτι δρόμον ἔδραμε βραδέως ὀφειλόμενόν μοι πάλαι. τοῦτο δὲ αὐτῷ θορύβους τινὰς ἐνήνοχεν ὡς ἂν ἠμεληκότι μὲν τῶν τῆς πατρίδος κοινῶν, δόντι δὲ αὑτὸν τρυφῇ. προσελθὼν δή μοι περίφοβος ἔλεγέ τε ὡς ὀργίζοιο, καὶ ἐδεῖτο βοηθεῖν. ἐγὼ δὲ ὑπεσχόμην τήν τε σὴν φύσιν εἰδὼς καὶ τὴν πρὸς ἐμαυτὸν φιλίαν. ἐμοί τε γὰρ ἂν χαρίζοιο καὶ συγγνώμην ἂν δοίης ῥᾷον ἢ λάβοις δίκην. ὑφʼ οὗ δὴ καὶ περὶ τὸν Εὐφράτην ὑπὸ τῶν ἀρχομένων ἐδέθης καὶ πρότερον εἰς γῆρας ὄψει τοὺς υἱεῖς ἥκοντας ἢ τῆς ἀρχῆς ἀπαλλάξῃ. τοιούτοις φαρμάκοις ἐγοήτευσας τὰς πόλεις καὶ οὐ τοὺς οἰκήτοράς γε μόνον, ἀλλὰ καὶ στρατηγοὺς καὶ ταξιάρχους καὶ στρατιώτας καὶ τοὺς ἐν ὅτῳ δήποτε σχήματι παρʼ ὑμᾶς πορευομένους. ἐγὼ μὲν οὖν ταῦτα ἐλπίζω καὶ ταῦτα ἐπηγγειλάμην, ὡς πρᾷος ἔσῃ, σὺ δέ μοι μάρτυς γενοῦ καὶ τῷ λῆξαι τῆς ὀργῆς πρόσθες τὸ καὶ προνοίας τὸν ἄνδρα μείζονος ἢ πρότερον ἀξιοῦν.
Κέλσῳ.
Ὅτʼ ἐν Νικομηδείᾳ τῆς εὐδαιμονίας ἐκείνης ἀπηλαύομεν οὐ πλουτοῦντες μᾶλλον ἑτέρων, ἀλλὰ σχολὴν ἄγοντες εἰς λόγους, Βιθυνῶν ἦρχε Πομπηιανὸς ὁ χρηστός, ὁ δίκαιος, ὁ πενίαν οὐδαμοῦ δυσχεράνας, ὁ λόγους τοὺς μὲν γνησίους τιμῶν, τοὺς δʼ οὐ τοιούτους ἐλέγχων· πάντως δὲ οὐκ ἀμνημονεῖς ὡς τὸν Ἀθήνηθεν, τὸν ἐσθήμασι λαμπρὸν ἐκωμῴδησεν ἄκοντα ἐμβαλών, οὗ δείξειν τὴν ἀσθένειαν ἔμελλεν. ἀπὸ δὴ τῶν χρόνων ἐκείνων εὐεργέτην τε τὸν ἄνδρα ἐγραψάμην καὶ οὐδὲν οὕτως ἐπιτάξει χαλεπόν, ὃ μὴ ποιῶν οὐκ ἂν ἡγοίμην ἀδικεῖν. τὸ δὲ δὴ νῦν καὶ μάλα ῥᾷστον· κελεύει γάρ με διʼ ἐπιστολῆς δεηθῆναί σου γυναικῶν τινων ἐπιμεληθῆναι δύο, Φιλοπάτρα ὄνομα θατέρᾳ, τῇ δὲ Ἑρμογένεια. ἐγὼ δὲ οὐκ ἠρόμην, ἐφʼ ὁποῖα δὴ χρῄζουσι τῆς βοηθείας, ὅπως πρὸς τὴν φύσιν τῶν πραγμάτων ἢ γράψω ἢ μή, ἀλλʼ ἓν ἐκεῖνο πεπεικὼς ἐμαυτόν, ὡς οὐκ ἂν Πομπηιανὸς γυναιξὶν ἐπὶ νόμους ἤμυνε, δίδωμι τὴν ἐπιστολὴν εὐθέως. σὺ δʼ οἷς ποιεῖς εὔφραινε τὸν ἄνδρα ἐκεῖνον, ὅς μοι πολλάκις ἠγωνοθέτησεν.
Τῷ αὐτῷ.
Πάνδωρος οὑτοσὶ Κιλίκων ἐστὶν εἰς μὲν χρημάτων λόγον ἔσχατος, εἰς δὲ λόγων ἐπιθυμίαν πρῶτος. οἶδε γὰρ ὀρθῶς ὅτι τοῖς ἐκείνων ἀποροῦσι τούσδε κτητέον, οἳ κἀκεῖνα δύνανται φέρειν. δεινὸς δὲ ὢν ῥητορικῆς θηρατὴς οὐκ ἐσχίσθη τὴν διάνοιαν εἰς ὁδοὺς μυρίας, ἀλλʼ ἀφεὶς ἑτέροις τὰ ποικίλα ταύτην ἐδίωξεν ἱκανῶς καὶ τὰ μὲν αὐτῆς ἔχει, τῶν δέ ἐστιν οὐ πόρρω. νῦν οὖν ἥκει τήν τε πατρίδα ὀψόμενος τὴν μικρὰν καὶ τῷ πατρὶ συνεσόμενος καὶ σοὶ φανησόμενος. δέξαι δὴ τὸν νέον εὐμενῶς καὶ μετάδος ὧν τοῖς τηλικούτοις πρέπει· κἂν ἄρα τι καὶ δεῖξαι τῶν αὑτοῦ βουληθῇ, καὶ ὦτα πάρασχε καὶ χεῖρα ὄρεξον.
Δημητρίῳ.
Ὅτι μὲν τῶν μάλιστα συνηδομένων ἔσῃ, καλῶς ἠπιστάμην, ἐπεὶ κἀκεῖνο ἠπιστάμην, ὅτι μετὰ τῶν μάλιστα φιλούντων τυγχάνεις ὤν. μὴ μέντοι νόμιζε τὴν ἀπὸ τῶν νῦν ἐπαινούντων ἡδονὴν μείζω τῆς ἀπὸ τῶν σῶν ἐπαίνων πάλαι μοι γιγνομένης. ὃν γὰρ ἡγοῦμαι τῶν νῦν λεγόντων ἄριστον, τούτῳ λέγειν ἄριστα δοκῶν εὐφραίνομαι πλέον ἢ εἰ πάντες ἄνθρωποι πάντα ποιοῖεν λέγοντες. ἀλλὰ πᾶσαν ταύτην ἀμβλύνει τὴν εὐθυμίαν τὸ τῆς κεφαλῆς κακόν. πρὸς ὃ τὰ πρῶτα μὲν ἐπολέμησεν Εὐκαρπίων φαρμάκοις καὶ τῆς ὑπερβολῆς ἀφεῖλε, δείσας δὲ μὴ πάλιν εἰς ταὐτὸν ἀφίκηται, μετὰ σιδήρου πεποίηται τὴν μάχην. εἰ μὲν οὖν τι γένοιτο χρηστόν, Εὐκαρπίωνι τοῦτο λογίζου· τὸ δεινὸν δὲ εἰ κρατοίη, παρʼ ἐμοὶ ζητεῖν τὴν αἰτίαν, ὡς οὐκ ἤνεγκα πᾶν ὅσον ἤθελεν ἡ τέχνη. λόγους δὲ εἰ μὲν αὖθις ποιήσομεν, οὐκ οἶδα· τὸν δὲ πρῴην ῥηθέντα πέπομφά σοι, τοὺς γὰρ ἔτι πρότερον εὑρεῖν οὐκ εἶχον. ὁ γάρ τοι τῶν παίδων ἐπὶ ταῦτα τεταγμένος χρυσοχόον ἐδίωκεν ἀποδεδρακότα πολλὰ πολλῶν ἔχοντα.
Ἐκδικίῳ.
Ἀνδρὸς φίλου παῖδες διὰ φίλου παρὰ φίλον ἥκουσιν· οἷς εὐθὺς μὲν ἥσθην διὰ τὸν πατέρα, χρόνου δὲ προϊόντος καὶ διὰ τὰς φύσεις. ἐπαινῶ δὲ τοῦ πρεσβυτέρου τὸ βραδέως τε ἥκειν ἡμῖν καὶ ὅτι σε φιλεῖ μέν, μέμφεται δὲ μὴ πάλαι ταῦτα βεβουλευμένον. ὁ γὰρ ἐν ζημίᾳ τιθέμενος τὸν προϊέμενον χρόνον δῆλός ἐστιν ὡς τῷ γε μέλλοντι χρήσεται. πέπρακται δέ τι κἀν τούτῳ τῷ μικρῷ χρόνῳ τάχα μεῖζον τοῦ χρόνου. καὶ περὶ τούτου πίστευε μὲν ἐμοί, πίστευε δὲ τῷ πρεσβύτῃ. καὶ γὰρ ἐπιμελεῖται τούτων οὐχ ἧττον ἢ τῶν ἐγγόνων καὶ λόγων κριτὴς ἀγαθός, ἐπεὶ καὶ ποιητής, φίλῳ δὲ οὐκ ἂν χαριζόμενος ἐξαπατήσαι φίλον.
Κέλσῳ.
Εἰ συμφοράν τισιν ἤδη λυσιτελῆσαί τις ἔφησε, τί θαυμαστὸν καὶ χάριν εἰς βλάβην τελευτῆσαί τῳ; Θεόφιλος τοίνυν τῶν τυχόντων μέν ἐστι χάριτος, μεμφομένων δὲ τὴν χάριν. ἐκ γὰρ ὧν κατέπραττεν ἃ πρῴην ἠβούλετο κίνδυνος αὐτῷ μείζων ἐξέφυ. καὶ νῦν ἔδραμεν εἰς Κιλικίαν ἱστόν τινα Πηνελόπης ἀναλύσων. δεῖ δὲ αὐτῷ τῶν σῶν πρὸς τὸν ἱστὸν χειρῶν· πολὺ γὰρ οὗτος ἐκείνου χαλεπώτερος ἀναλῦσαι. μιμεῖται δὲ ὁμοῦ μὲν τὴν Πηνελόπην, ὁμοῦ δὲ τῆς Πηνελόπης τὸν ἄνδρα. πικρὰ μὲν γὰρ αὐτῷ καὶ τἀκεῖ καὶ τὰ τῇδε. ἀνάγκης δὲ οὔσης ἀνασχέσθαι θάτερα τῇ Σκύλλῃ συμπλέκεται μᾶλλον ἢ τὸ σκάφος ἐπὶ τὴν Χάρυβδιν ἄγει.
Βηλαίῳ.
Ἤδη λόγος ὡς ἡμᾶς ἀφῖκται τῆς σῆς ἀρχῆς ἄξιος τῶν λόγων ὧν πρὸ τῆς ἀρχῆς εἰργάζου. τοῦτο δʼ ἐστὶ μετὰ τοῦ πράττοντος ἅπαν τὸ τῶν σοφιστῶν γένος εὐδοκιμεῖν, ὡς οὐκ ἄρα ἐν ῥήμασι τὰ ἡμέτερα μόνον, ἀλλὰ κἂν εἰς ἔργα τις ἄγῃ, κἀνταῦθα οὐ κακοὺς εὑρήσει. χώρει δὴ τὴν αὐτὴν ὁδὸν καὶ ποίει τὰς μὲν πόλεις εὐδαίμονας, ἡμᾶς δὲ ἡδίους, καὶ πᾶσι μὲν βεβαίου τοὺς νόμους, τοὺς δὲ τῶν φίλων συγγενεῖς ἡμερώτερον ὅρα. φίλος δὲ σοὶ Γαυδέντιος ὁ ῥήτωρ ὥσπερ ἐμοί, καὶ οὐκ ἂν αἰσχύνοιο κηρύττων ὅτι τοῦτον μέντοι τὸν ἄνδρα τιμᾷς ταῖς εἰς τὸ τούτου γένος εὐεργεσίαις. μάλιστα μὲν γάρ, εἰ καὶ παρὰ τῶν ἔμπροσθεν ἐτύγχανον ἠμελημένοι, νῦν γε δικαίως ἂν βελτίονος ἐγεύοντο τῆς τύχης· ὑπάρχει δὲ αὐτοῖς πάλαι τῶν ἀρχόντων ἀπολελαυκέναι καὶ ὅσοι τὰ ὅπλα καταθέμενοι πρὸς τὸν θρόνον ἧκον. τοσοῦτόν ἐστι Γαυδέντιος καὶ οἱ τούτου τρόποι. δεῖ δὴ νῦν μειζόνων Λεόντιόν τε καὶ Δορυμένην τυχεῖν, ὅπως καὶ ταύτῃ νικῶν τοὺς πρότερον φανείης.
Μάγνῳ.
Ὑβρίσας οὐκ ἔλαθες, ὦ φίλε Μάγνε, καίτοι γε ἤλπισας· ᾤου γὰρ δεινὸς ὢν εἰς ἀνόητον τοῦτο ποιεῖν, ἐγὼ δὲ τὰ μὲν ἄλλα γνώμην βραδύς, τοῦτο δὲ οὐ διέφυγεν. ἀλλʼ ἔκλεισας μὲν τὸ βαλανεῖον εὖ ποιῶν, ἐμὲ δὲ αὐτῷ χρῆσθαι κελεύσας αὐτὸς κατὰ χρείαν τροφῆς ἔφασκες οἴκαδε τρέχειν. σὺ δʼ οὐκ ἄρα ἐδέου τῆς οἰκίας οὐδὲ σιτίων, ἀλλʼ ὅπως μήτʼ ἀνοίξαις παρὼν μήτʼ ἐῶν κεκλεῖσθαι λυποίης, ἐπενόησας τρίτον, ἐν ᾧ πλέον ἐλύπησας, τὴν φυγήν. ἦν γάρ, οἶμαι, μᾶλλον ἐμμελὲς πείσαντα ἀπαγαγεῖν ἢ πέμψαντα πρὸς τὰς θύρας εἰς στρατιωτῶν ἀπαιδευσίαν ἐμβαλεῖν. εἰ γὰρ τοῦτο ἦν ἀστείῳ συμφέρον, οὐκ ἂν ὑπὸ σοῦ μὲν ἐτηρεῖτο, ὑπʼ ἐμοῦ δὲ ἐκινεῖτο. ἀλλʼ ἐπεθύμεις, ὡς ἔοικεν, ὑβρίσαι. ἐγὼ μὲν οὖν λέλουμαι καὶ μικρὸν ἀντὶ μείζονος ἤρκεσέ μοι· σὺ δʼ εἰ χλευάζειν ἐπιθυμεῖς, τοὺς μὲν ἄλλους ἔα, χαλεποὶ γάρ, ἐξ ἐμοῦ δὲ χαρίζου τῷ πάθει τοῦ καὶ πληγὴν ἂν ἐνεγκόντος πρᾴως.
Λεοντίῳ.
Τὰ μὲν πρῶτα γράμματα παράκλησις ἦν γενέσθαι σε δίκαιον εἰς τὸν παῖδα τοῦ διδασκάλου, τὰ δὲ νῦν ἔπαινός τε ὧν ἐποίησας καὶ πάλιν παράκλησις τοῦ τοῖς αὐτοῖς ἐμμένειν. ὁ γάρ τοι Γαυδέντιος ἦλθεν ὡς ἐμὲ μηνύων τῷ προσώπῳ τὴν ἡδονήν. ἡσθεὶς οὖν, ὅτι ἦν φαιδρός, ἠρόμην, ὅθεν εἴη τοιοῦτος· ὁ δὲ μαθητῶν ἔφησεν εἰς ἐμὲ δικαιότατος Λεόντιος, καὶ διῆλθε τὴν εἰς τὸν παῖδα τιμὴν καὶ ὡς διπλῇ κερδαίνοι λέγειν τε μελετῶν καὶ λαμβάνων. ταῦτα εἰπὼν ὁ γέρων καὶ τὴν χεῖρα ἄρας πρὸς τοὺς θεοὺς εὔξατό σοι παρʼ ἐκείνων τά τε ἄλλα καὶ τὴν ἀρχὴν ὀρθοῦσθαι. ἵνʼ οὖν ἐκεῖνος ἀεὶ ταῦτα αἰτῇ, καὶ σὺ βάλλʼ οὕτως καὶ κτῶ δόξαν τῇ περὶ πάντα ἀρετῇ.
Ἀταρβίῳ.
Ἀγροίκιος καὶ Εὐσέβιος τῶν ἐμοὶ πεπλησιακότων ἐστόν· γενομένω δὲ τὼ νεανίσκω ῥήτορε γενναίω τιμῶνται μὲν ὑπʼ ἐμοῦ, τιμῶνται δὲ ὑπὸ τῶν δεξιωτέρων, ὥστε καὶ τοῖς οἰκείοις αὐτοῖν, εἰ ταράττοιντο, συμβαίνει τῶν βοηθησόντων εὐπορεῖν. Ἀλέξανδρος τοίνυν οὗτος οὐκ ἔμελλεν ὑπʼ ἐμοῦ περιοφθήσεσθαι συνοικῶν ἐκείνοιν ἀδελφῇ· δῆλον γὰρ ἦν ὡς τῆς μὲν τούτου συμφορᾶς ἡ γυνὴ κοινωνήσει, τῆς δὲ ἐκείνης οὗτοι, τῆς δὲ τούτων λύπης ἐγώ. σὸν τοίνυν, ὦ ἄριστε, διʼ ἑνὸς τοῦ πρώτου φείσασθαι τοσούτων, τοῦ δὲ τελευταίου καὶ φίλου. καὶ μή με οἴου καθαρὸν αἰτίας ἡγεῖσθαι τὸν Ἀλέξανδρον εἶναι, καίτοι φησὶ καὶ κελεύει τῶν ἐσχάτων αὑτῷ τιμᾶν, εἴ τις ἐξελέγξειεν. ἐγὼ τοίνυν ὁ ἐλέγχων εὑρέθην αὐτὸν τὸν φεύγοντα μάρτυρα καθʼ αὑτοῦ λαβών. ὡς γὰρ ἐν τῷ λόγῳ σῆς ὀργῆς ἐμνήσθη, τοῦτʼ ἔφην ὁμολογίαν εἶναι τῆς ἁμαρτίας ἐκείνου· σοῦ μὲν γὰρ οὐδεπώποτε τοῦτο ἅψασθαι τὸ νόσημα, τὸν δʼ ἴσως τι ῥᾳθυμήσαντα περιστῆσαί σοι τοῦ μέμφεσθαί τι τῶν ἐκείνῳ πεπραγμένων ἀνάγκην. ἤδη τοίνυν Ἀλεξάνδρου κατεψηφισμένος Ἀταρβίου δέομαι τοῦ καλοῦ γνώμην τοιαύτην λαβεῖν, ἣ τῶν παρόντων Ἀλέξανδρον ἀπαλλάξει φόβων, ὥστε καὶ τοῖς ἐμοῖς πολίταις ἐγγενέσθαι μαθεῖν ὡς οὐ μάτην Ἄγκυραν ἐμαυτοῦ πατρίδα καλῶ πάντων ἐφεξῆς παρὰ τῶν ἐκείνης οἰκητόρων τυγχάνων.
Δημητρίῳ.
Ἀπείληφας ὃν ἐζήτεις, ζητῶ δὲ ὃν εἶχον ἐγώ. σὲ μὲν οὖν καὶ μὴ παρὼν Εὐκαρπίων σὸς ὢν παρεμυθεῖτο, παρεῖχε γὰρ ἐλπίζειν· ἐμὲ δὲ ἀπάραντος οὐκ ἔστιν ὃς πείσει θαρρεῖν. ἀλλʼ οὐ πάντα γε ζημιοῦμαι διεστηκότος, ἀλλʼ ὅσον εἰς τοὐμὸν σῶμα βλάπτομαι, τοσοῦτον ἐν τῷ σῷ κερδαίνω.
Ἀκακίῳ.
Ὅταν τῷ Μικκάλῳ συνδειπνῇς, μὴ παραναλώσῃς τὸν τοῦ δείπνου χρόνον εἰς σκώμματα καὶ τὸν ἀπὸ τούτων γέλωτα, ἀλλὰ γενέσθω τοῦ πῶς δεῖ ἄρχειν διδαχή. καὶ σὺ μὲν παίδευε, μανθανέτω δὲ ἐκεῖνος. μισθὸς δὲ ἔσται σοι τὸ τὸν Μίκκαλον εὐδοκιμεῖν. οὗτος μὲν οὖν ἐν Θρᾴκῃ δείξει τὸν διδάσκαλον καλῶς, σὺ δέ μοι γνώμης τῆς αὐτῆς ἔχου κατὰ τὸν Ξανθίππου παῖδα πρὸς τὴν οἰκίαν τοῦ Μαξίμου. καὶ πολλὰ ἂν εἶπον εἰς παράκλησιν, εἰ μὴ βέλτιον ᾔδειν τοῦτο ποιήσοντα Μίκκαλον τοῦ γράφοντος ἐν ἐπιστολῇ.
Ὑπερεχίῳ.
Τό τε μὴ προσειπεῖν σε διὰ τοῦ χρηστοῦ Μικκάλου δεινὸν ἡγούμην τό τʼ αὖ μηκύνειν διὰ τούτου γράφοντα τῶν ἀτόπων· οἶδέ τε γὰρ ἃ φρονῶ καὶ λέγειν ἂν δύναιτο. οὔκουν ἠξίουν μακρὰν ποιεῖν ἐκείνῳ τὴν σιωπὴν ἐν τῷ μήκει τῆς ἐπιστολῆς, ἀλλʼ αὕτη μέν σοι πληρούτω τῆς προσρήσεως τὸν νόμον, παρʼ ἐκείνου δὲ πεύσῃ, τί ποιῶν οὐ μέμψῃ σαυτόν.
Ἀκακίῳ.
Τῶν πολλῶν ἐκείνων καὶ γενναίων λόγων, οὓς τὸ μὲν πρῶτον ἐν Φοινίκῃ, μετὰ ταῦτα δὲ τῇδε, νῦν δὲ πράττεις ἐν Παλαιστίνῃ τῇ καλῇ—πῶς γὰρ οὐ καλὴ τοῦ γε παρὰ σοὶ κάλλους ἐρῶσα; —τούτων δὴ τῶν γενναίων ἐγγόνων οὐχ ἥττω σοι δόξαν ἤνεγκαν οὓς Εὐτρόπιος ἐποίησε. καὶ γὰρ οὗτοι σοὶ τοῦ γε σπείραντος, ὥστʼ ἔδοξεν οὐ μᾶλλον τῇ μορφῇ τὴν συγγένειαν μηνύειν ἢ τῷ τύπῳ τῶν λόγων, ἐν οἷς δεικνύει μετὰ ῥώμης δρόμον, τοῦτο δὴ τὸ ὑμέτερον. οὕτω δὲ ὢν ῥήτωρ ἀγαθὸς οὕτως ἐστὶ χρηστός, ὥστʼ αἰσθόμενος ὅτι με βούλοιο τιμᾶσθαι πᾶσιν οἷς εἰς σέ, καὶ πρὸς ἐμὲ κέχρηται καθάπερ ἐμὸς ὢν ἀδελφιδοῦς τε καὶ μαθητής. τοιγαροῦν καὶ αὐτὸς εἰς τοὺς πάλαι συνήθεις τὸν ἄνδρα ἐνέγραψα καὶ πρὸ πολλῶν γε τῶν πάλαι, παρῄει γὰρ δὴ πολλοὺς ἐν τῷ φιλεῖν. ὅθεν αὐτῷ καὶ τὰ μικρὰ τῶν ἐμῶν—πάντα δὲ οἶμαι μικρὰ τἀμά, τί γὰρ ἄν τις αὑτὸν ἀγνοοίη καὶ ταῦτα βοῶντος ἀνδρὸς σοφοῦ δεῖν γιγνώσκειν αὑτόν; —ἀλλʼ αὐτῶν γε τούτων καὶ τὰ σμικρότατα ἠγάπα καὶ οὐκ ἔστιν ὃ ἐγὼ μὲν εἶπον, ὁ δὲ οὐκ ἀκήκοεν, οὐδʼ αὖ ἤκουσε μέν, οὐ σὺν ἐπαίνῳ δέ. οὗτος τοίνυν ὁ καλὸς κἀγαθὸς καὶ δίκαιος εἶναι βουλόμενος ἔστιν ὅ τι με ἠδίκησε. καὶ σκόπει γε τὴν γραφήν· ἠδίκηκέ με Εὐτρόπιος τὸν λόγον, ὃν εὖ μὲν ποιῶν Ἀκάκιος ἔγραψεν, εὖ δὲ ποιῶν ἔπεμψε, τῷ βασιλεῖ δεδωκὼς πρὶν ἐμοί. καὶ τὴν μὲν αἰτίαν ἐπὶ τὸν πρεσβύτην οἴσει, καὶ γὰρ πρὸς ἐμὲ τοιαῦτα ἐσοφίζετο· σὺ δὲ μὴ πίστευε, οὐδὲ γὰρ ἐγώ. καὶ γὰρ εἰ σφόδρα ἐστὶ δεινός, ἀλλὰ πρότεροι γεγόναμεν ἐγώ τε καὶ σύ. πάντως δὲ οἶδεν ἃ τοῖς πρεσβυτέροις δέδωκεν Ὅμηρος. λεγέτω μὲν οὖν μηδέν, ἔργῳ δὲ ἀπολογείσθω, καὶ μιμείσθω τὸν Ἀχιλλέα κύριος ὤν, ὥσπερ ἐκεῖνος, ἰᾶσθαι τὸ τραῦμα.
Κυρίλλῳ.
Οἶδε μὲν παρὰ φίλον σε καὶ πρόθυμον εἰς αὑτὸν ἐσόμενον ἥξων Εὐτρόπιος εἰδώς, ἡλίκος ἐστὶν ὁ θεῖος αὑτοῦ παρὰ σοί· βουλόμενος δέ σε τὴν χάριν, ἣν μέλλεις ἐκείνῳ δώσειν, δοῦναι ταύτην ἀμφοτέροις, ἐμοί τε κἀκείνῳ, γράμματα λαβὼν ἧκεν ἐμά. δῆλος οὖν ἐστι πάντα τρόπον τῇ σῇ συναγωνιούμενος δόξῃ διʼ ὧν δύʼ ἀνθʼ ἑνὸς ὑπευθύνους σοι καθίστησι χάριτος. ὅταν οὖν τοῦτον ἀμείψῃ πολλοῖς τε καὶ μεγάλοις, δίδασκέ με τὰς εὐεργεσίας γράφων, ἵνʼ οὗτος μὲν ἔργῳ κερδαίνῃ, τὸ δὲ ἥδεσθαι κοινὸν Εὐτροπίου τε ᾖ καὶ ἐμοῦ.
Βοσπορίῳ.
Οὐδὲν θαυμαστὸν εἴ τις ἐν Ἀγκύρᾳ τεχθεὶς ὥρμησεν ἐπὶ τέχνην τῶν σεμνοτέρων· ἀγαθῶν γὰρ φύσεων ἡ πόλις ὑμῖν εὔφορος. ἀπέδωκε δὴ καὶ Ἀχίλλιος οὑτοσὶ τὸ εἰκὸς ἀντὶ τοῦ τρυφᾶν οἴκοι γενέσθαι βουληθεὶς ἰατρός. καλὸν δὲ αὐτοῦ τὸ μηδεμίαν τῶν πόλεων—πολλαὶ δὲ αὗται καὶ ὅσαι μεταξὺ τῆς τε Ἀλεξάνδρου καὶ τῆς ἡμετέρας—τούτων τοίνυν οὐκ ἔστι μὲν ἥτις οὐκ ἠβουλήθη τὸν ἄνδρα κτήσασθαι καὶ τῆς τέχνης ἀπολαύειν, οὐκ ἔστι δὲ ἥτις ἠδυνήθη πειρωμένη πεῖσαι. χρηστοὺς μὲν γὰρ ἐκείνους ἡγεῖτο καὶ ἔχαιρεν ἐπαινούμενος, πάντα δὲ ὑμῶν δεύτερα· καίτοι φόβους μὲν ᾔδει παρὰ τῆς Τύχης ἐγηγερμένους οἴκοι—τοῦ πατρὸς γὰρ αὐτῷ τεθνεῶτος ἐπʼ αὐτὸν οἱ θόρυβοι χωροῦσιν—ἀλλʼ ὅμως τῆς παρʼ ἄλλοις εὐδαιμονίας τὰς παρʼ ὑμῖν φροντίδας ἡδίους ἔθετο. εἴη ἂν οὖν τῆς σῆς φιλοτιμίας τε καὶ ἀνδρίας καὶ ἡμερότητος πρᾶξαι ταῦτα διʼ ὧν ὅτι καλῶς ἐποίει πρὸς ὑμᾶς ἐπειγόμενος εἴσεται. καταφεύξεται μὲν γὰρ εὐθὺς ἐπὶ σέ, τοῦτο γὰρ αὐτός τε ᾖδε καὶ ἐγὼ παρῄνουν, σὺ δʼ εὐθὺς ἐνδείκνυσο τοῖς δυναμένοις λυπεῖν, ὅτι οὐκ ἐπιτρέψεις. οἱ δʼ οὐχ οὕτως ἔσονται θρασεῖς ὥστʼ ἄκοντος Ἡρακλέους ἐπιχειρεῖν ἐλαύνειν Ἀχίλλιον. δῆλον γὰρ ὡς ἐπʼ αὐτοὺς ἥξει τὰ βέλη. αἱρήσονται οὖν μήτʼ ἀδικεῖν μήτε βάλλεσθαι. εἰ δὲ οὕτω ταῦθʼ ἕξει, ὁ μὲν καθʼ ἡσυχίαν χρήσεται τῇ τέχνῃ, σοὶ δὲ ἔσται παρὰ μὲν ἡμῶν ἔπαινος, παρὰ δὲ Ἀσκληπιοῦ τὸ μηδὲν ἰατροῦ δεῖσθαι, τοῖς δὲ νέοις ἔρως τοῦ μανθάνειν τι σπουδαῖον ὁρῶσι τοὺς μεμαθηκότας ἐκ δεινῶν σωζομένους. εἶναι δέ σε τοιούτων αἴτιον ἐν τῇ πόλει μεῖζον τῶν εἰς τὴν πόλιν ἀναλωμάτων. ταύτην ἐγὼ δέδωκα τὴν ἐπιστολὴν πολλὰς ἐκ Παλαιστίνης Ἀχιλλίου πρὸς τὸν ἄρχοντα κομίζοντος. ἐννόει δή, τίνι γνώμῃ προσέθηκα ταῖς πολλαῖς τὴν μίαν· ὀρθῶς μὲν γὰρ ἡγοῦμαι βεβουλεῦσθαι, σιγᾶν δὲ τὴν αἰτίαν κρεῖττον ἢ γράφειν.
Βακχίῳ.
Ἐπιμελοῦ τῶν ἱερῶν, ὦ καλὲ Βάκχιε, καὶ πλήθει θυσιῶν καὶ τελετῶν ἀκριβείᾳ καὶ τῷ τὰ κείμενα ἀνιστάναι. δεῖ γάρ σε καὶ περὶ τοὺς θεοὺς εὐσεβεῖν καὶ τῷ βασιλεῖ χαρίζεσθαι καὶ τὴν πατρίδα καλλίω ποιεῖν. δίδου μέντοι καὶ χάριτας ἐν τῷ φυλάττειν τὴν σπουδήν. θεάς τε γὰρ οὔσας οὕτω τιμήσεις τὰς Χάριτας καὶ ἅμα ἔξεστι μήτʼ ἐκείνων ἀμελεῖν καὶ πρᾷον εἶναι. γενοῦ δή μοι τοιοῦτος ἐν οἷς εἰσπράττεις Βασιλικὸν μερίσας αὐτῷ τὴν καταβολήν, ὥστε τὸ μὲν θεῖναι, τὸ δὲ εὐτρεπίσαι. τῶν γὰρ Αἰμιλιανοῦ τρόπων ἐπελάβετο μὲν οὐδείς, ἐγὼ δὲ καὶ ἐπαινέτης. οὐ γὰρ ἦν τῶν ὑβριζόντων καὶ ταῦτα ἐνόν, εἴπερ ἐβούλετο. δῶμεν δὴ μισθοὺς αὐτῷ τῆς καλοκἀγαθίας ἀφελόντες τῆς εἰσπράξεως οὐ τὸ ἐπείγειν, ἀλλὰ τὸ λίαν.
Ἰουλιανῷ αὐτοκράτορι.
Ἐγὼ μὲν Ἀριστοφάνει τὰς ἀμοιβάς, σὺ δὲ ἀπέδωκας ἐμοὶ τοῦ περὶ σὲ φίλτρου λαμπροῦ τε καὶ σφοδροῦ καὶ οὔτε θεοὺς οὔτε ἀνθρώπους λανθάνοντος· ὡς νῦν γε μικροῦ πέτομαι πρὸς ὕψος ἀρθεὶς ὑπὸ τῆς ἐπιστολῆς ἐλπίδας τε ἐνεγκούσης καὶ τὸν λόγον μοι κοσμούσης. καὶ μικρά μοι πάντα ἤδη φαίνεται, Μίδου πλοῦτος, κάλλος Νιρέως, Κρίσωνος τάχος, Πολυδάμαντος ῥώμη, μάχαιρα Πηλέως. δοκῶ δʼ ἄν μοι μηδʼ ἂν τοῦ νέκταρος μετασχὼν ἡσθῆναι μᾶλλον ἢ νῦν, ὅτε μοι βασιλεύς, ὃν πάλαι Πλάτων ζητῶν ὀψέ ποθʼ εὗρε, τήν τε γνώμην ἐπῄνεσε τόν τε λόγον ἐθαύμασε καὶ τιμῶν τῇ τοῦ δώσειν ὑποσχέσει τῷ μετʼ ἐμοῦ σκοπεῖν ἐθέλειν, ὃ δοῦναι δεῖ, τιμᾷ μειζόνως. οὐκ ἄρα ὁ τὴν αἶγα τὴν οὐρανίαν ἐπιτέλλουσαν παρατηρῶν παντὸς ἂν τύχοι, ὅπου γε ἐμοὶ τοῦτο οὐ σπουδάσαντι τὰ μέγιστα γίγνεται, κἂν δεηθῶ του καλοῦ, βασιλεὺς ἕτοιμος εἰς τὴν χάριν θεὸν τὴν ἐν οὐρανῷ μιμούμενος; ἡ μὲν οὖν ἐπιστολή σου προσκείσεται τῷ λόγῳ μηνύουσα παισὶν Ἑλλήνων ὡς οὐ μάτην ἐξεπέμφθη τὸ βέλος, καὶ φιλοτιμήσεται τοῖς μὲν ὑπʼ ἐμοῦ γεγραμμένοις Ἀριστοφάνης, τοῖς ὑπὸ σοῦ δὲ ἐπεσταλμένοις ἐγώ, μᾶλλον δέ, ἀμφότεροι τοῖς τε ἐπεσταλμένοις τοῖς τε δοθησομένοις· σεμνότεροι γὰρ ἀμφοτέροις ἀμφότεροι. δεῖ δέ σε τὸν φόβον Ἀριστοφάνους μαθεῖν, ὅπως ἂν καὶ γελάσαις. τῶν τις εἰσιέναι παρὰ σὲ δείλης εἰωθότων ἥκων ἐπὶ θύρας, εἶτα κωλυθεὶς ὡς σοῦ τινα ποιοῦντος λόγον ἤγγειλεν ἡμῖν, καὶ φόβος εὐθὺς μὴ παλαῖσαι προελόμενος πρὸς τὸν λόγον καταβάλῃς μὲν τὸν διδάσκαλον, Ἀριστοφάνει δὲ τὸ Νείλου περιστήσῃς κακόν. δρόμος οὖν παρὰ τὸν καλὸν Ἐλπίδιον, ὁ δὲ μαθὼν ἐφʼ ᾧ δεδοίκαμεν ἀνεκάγχασεν. εἶθʼ οὕτως ἀνεπνεύσαμεν καὶ μικρὸν ὕστερον δεχόμεθα τὴν καλὴν ἐπιστολήν.
Ἱερίῳ.
Τὸ μὲν ἡμέτερον ἦν ἐπιθυμία τις οὐ παντάπασιν ἔξω λόγου, τὸ δὲ σὸν συμβουλὴ σωφρονεστέρα. οἷς δʼ ὁ γέρων μετέῃσι, φησὶ τὸ ἔπος, ὅπως μηδὲν ἁμαρτήσονται σκέψεται. καὶ χαλεπανεῖς μὲν ἴσως, εἰ γέροντα ἐγώ σε καλῶ καθάπερ αὐτὸς ὢν ἐν ὑπήνῃ πρώτῃ· ἐγὼ δὲ εἶναι μὲν γέρων ὁμολογῶ, καὶ γάρ, ἢν ἀρνῶμαι, παρὰ τῆς κεφαλῆς ὁ ἔλεγχος· εἶναι μέντοι παρὰ σοὶ γῆρας πλέον φαίην ἂν ἀναμιμνησκόμενος τῆς τε ἐμαυτοῦ καὶ σῆς ἐν διδασκαλείοις ἡλικίας. οὐδὲν οὖν θαυμαστὸν εἰ μετὰ τοῦ σαυτοῦ παιδὸς καὶ τὸν σοῦ νεώτερον παιδεύεις ἐμέ. ὡς οὖν καὶ ταύτην δεξαμένου τὴν παραίνεσιν καὶ τἄλλα πεισομένου λέγε καὶ συμβούλευε ταῦθʼ ἅπερ ἂν ἄριστα νομίσῃς.
Ἰουλιανῷ αὐτοκράτορι.
Εἰ ταῦτα γλώττης ἀργοτέρας, τίς ἂν εἴης αὐτὴν ἀκονῶν; ἀλλὰ σοὶ μὲν ἐν τῷ στόματι λόγων οἰκοῦσι πηγαὶ κρείττους ἢ δεῖσθαι ἐπιρροῆς· ἡμεῖς δὲ ἢν μὴ καθημέραν ἀρδώμεθα, λείπεται σιγᾶν. τὸν λόγον δὲ ζητεῖς μὲν ἔρημον βοηθοῦ λαβεῖν καὶ διὰ τοῦτό σοι Πρίσκος ὁ καλὸς μέλλει, δέχου δὲ ὅμως. πάντως ὅ τι ἂν γνῷς, στέρξομεν.
Μαξίμῳ.
Οὐκ ἀγνοουμένους συνίστημί σοι τοὺς ἰατρούς, ἀλλὰ διʼ ἀνδρῶν ἐγνωσμένων, οἶμαι δὲ καὶ φιλουμένων, γράφω. φιλῶν δέ, οἶμαι, μετὰ μὲν εὐνοίας ἀμφοτέρους ὄψει, θατέρῳ δὲ βοηθήσεις. δεῖ γὰρ τῷ μὲν ἡμέρου βλέμματος, τῷ δὲ καὶ συμμαχίας. ἐν γὰρ ἐλπίσι πόλεμος, ὃν μετὰ μόνης ἂν διαφύγοι τῆς Ἀθηνᾶς, ἣν οἴκαδε ἐλθὼν εὑρήσει.
Βηλαίῳ.
Παλαιᾶς τινος εὐεργεσίας Σωπάτρῳ τούτῳ χάριν ὀφείλω· ἔτυχον μὲν γὰρ Ἀθήνηθέν ποτε πορευόμενος ἐπὶ Θρᾴκης, ὄμβρου δὲ γενομένου πολλοῦ καταφεύγω Πλαταιᾶσιν εἰς οἴκημα φαῦλον, εἰς ὃ καὶ αὐτὸς οὗτος ὑπὸ τοῦ αὐτοῦ καταφεύγει. τὸ μὲν οὖν πρῶτον λόγος ἦν ἡμῖν ὁ σφοδρὸς ὑετὸς καὶ οἵαν ἐργάσεται τὴν ὁδόν· ἔπειτʼ ἀλλήλους ἠρωτῶμεν, οἷ σπεύδομεν. ὡς δὲ ἐγένετο δῆλον ὅτι πρὸς τὸ αὐτὸ χωρίον, καὶ προσέθηκα τὸ βαδίζειν ἐπὶ συνουσίᾳ νέων, ὁ μέν, καὶ γὰρ ἦν τῷ ἄρχοντι φίλος, ἥσθη δύναμιν ἔχων εὖ με ποιεῖν, ἐγὼ δὲ Ἑρμοῦ δῶρον τὸν ἄνθρωπον ἡγούμην. ἥ τε οὖν ὁδὸς οὐ χείρων ἡμῖν ἑορτῆς, καὶ ὡς ἥκομεν ἐπὶ τὸν Βόσπορον, ἐβεβαίου τὰς ὑποσχέσεις. ἐγὼ δὲ τῆς μὲν χάριτος ἐμεμνήμην, ἀποδοῦναι δὲ ἐπεθύμουν, καιρὸν δὲ ἐζήτουν, ὁ δὲ εὖ ποιῶν ἥκει· σοῦ γὰρ ἐφεστηκότος Ἀραβίᾳ γένοιτʼ ἄν τι τῷδε καλὸν ἐμοῦ δεομένου. δέομαι δή σου τὸν πρεσβύτην τοῦτον πρῶτον μὲν ἡδέως ὁρᾶν, ἔπειτα ἀπόντα ζητεῖν καὶ τρίτον ἰσχυρότερον τῶν βιαζομένων ποιεῖν, ὅπως ἂν ὧν ἔλαβον παρʼ αὐτοῦ τὸ μέτρον τοῖς διὰ σοῦ διδομένοις παρέλθω.
Τῷ αὐτῷ.
Ὠρίων γίγνεταί μοι φίλος ἐπὶ τῶν προτέρων χρόνων τῆς τε μητρὸς ἡμᾶς συναγούσης καὶ ἅμα χρηστὸς δοκῶν καὶ τοὺς τῇ δυνάμει κακῶς χρωμένους οὐ μᾶλλον μιμούμενος ἢ μεμφόμενος. ἤκουον δὲ καὶ τῶν τὴν Βόστραν οἰκούντων ὡς οὔτε πολεμοῖ τοῖς ἱεροῖς οὔθʼ ἱερεῖς ἐλαύνοι πολλοῖς τε λύσειε συμφορὰς πρᾳότατα καταστησάμενος τὴν ἀρχήν. τοῦτον νῦν εἶδον κατηφῆ καὶ συνεσταλμένον. καὶ δάκρυα πρὸ τῶν λόγων ἀφεὶς ἐγὼ ἔφη μόλις τὰς τῶν εὖ παθόντων ὑπʼ ἐμοῦ διαπέφευγα χεῖρας λυπήσας μὲν οὐδένα οὐδέν, ἡνίκα ἐξῆν, μικροῦ δὲ διασπασθείς. καὶ προσετίθει φυγὴν ἀδελφοῦ καὶ γένους ὅλου πλάνην καὶ γῆν ἄσπορον καὶ σκευῶν ἁρπαγήν. ὧν οὐδὲν οἶδα τὸν βασιλέα βουλόμενον, ἀλλʼ εἰ μέν τις ἔχει τῶν ἱερῶν χρημάτων, εἰσπραττέσθω φησίν· εἰ δὲ μή, μήτε ἀτιμαζέσθω μήτε κακούσθω. ἀλλʼ, οἶμαι, τῶν οὐδὲν ἐχόντων ἐγκαλεῖν τὸ τῆς χώρας ἐκβαλεῖν ἐστιν, ἐπεὶ οἷς γε ὑπῆρχεν ἐλέγχειν, μᾶλλον ἂν ἐκάλουν φεύγοντας ἢ ὅπως μεταστήσονται ἔπραττον. ἀλλʼ ἐκεῖνοι μὲν οὔκ εἰσιν ἄδηλοι τῶν ἀλλοτρίων ἐπιθυμοῦντες ἐν τῷ τοῖς θεοῖς προσποιεῖσθαι βοηθεῖν· τὸν δʼ αὖ ἄρχοντα καλόν, ἄλλως τε καὶ σέ, τοὺς μὲν κατάγειν κηρύγματι, τοῖς δὲ προειπεῖν μὴ Μυσῶν λείαν οὓς ἐθέλουσι ποιεῖσθαι, ἀλλʼ ἀποδοῦναι μὲν ἃ παρὰ τοὺς νόμους ἔχουσι, χρήσασθαι δὲ τοῦ λοιποῦ τοῖς νόμοις. ἂν ταῦτα, ὦ ἄριστε, τοῖς μὲν ὑπόσχῃ, τοὺς δὲ ἀναγκάσῃς, τοῖς μὲν ἀποδώσεις τὴν αὑτῶν, τοὺς δὲ ποιήσεις βελτίους. Εὐκλαδίου δὲ κατελθόντος ἐπάνεισι μὲν Ὠρίων, ἐπάνεισι δὲ τὸ διεσπαρμένον, δόξω δὲ ἐγὼ μὲν ἀτυχοῦντος οὐκ ἠμεληκέναι φίλου, σὺ δὲ φίλῳ παραινοῦντι πεπεῖσθαι.
Καισαρίῳ.
Ἐγὼ Φρυγίαν μὲν οὐκ εἶδον, τιμῶ δὲ λίαν, οὐ μᾶλλον διὰ τὸ βεβοσκηκέναι τὸν βέλτιστον Αἴσωπον ἢ ὅτι τοῖς γενναίοις ἄρχουσιν ἀθανάτους τηροῦσι τὰς χάριτας. πολλούς γε μετὰ τὸν χρηστὸν Ἰουλιανὸν ἡγεμόνας ἀριθμοῦντες τοῦτον εὐεργέτην καλοῦσι. καὶ τοῦ χρόνου τὸ μῆκος οὐκ ἤμβλυνε τὸ φίλτρον, ἀλλʼ οἴκοι τε αὐτὸν ᾄδουσι κοινῇ καὶ τοῖς δεῦρο ἰοῦσιν ὥσπερ τις θεὸς ὁρᾶται Φρύξ τε ἅπας ὡς ἡμᾶς ἥκων ἡδέως ἂν ἀγείρας εἰς τὸ θέατρον τὴν πόλιν τὰ τοῦδε πρὸς αὐτοὺς διέλθοι. διὸ καὶ τοῦτον πρόθυμον ἔτι καὶ νῦν εἰς αὑτοὺς ἔχουσι βοηθοῦντά σφισιν ὅσα ἔξεστιν ἀπὸ τοῦ παρόντος σχήματος. ἡ τοίνυν παροῦσα βοήθεια γράμματά ἐστι πολλὰ δεόμενα σοῦ Θευδιανὸν τοῦτον ἐπιεικῆ τε νομίζειν καὶ ἄξιον εὖ πράττειν. τούτων δὲ τῶν γραμμάτων τὰ μὲν αὐτοῦ τοῦ φίλου Φρυγῶν τε καὶ σοῦ, τὰ δʼ ἡμῶν αὐτοῦ κελεύοντος, οὐχ ὡς οὐ πείσοντος ἄνευ ἡμῶν, ἀλλʼ ἐρωτικόν τι πέπονθε πάντας συμπνεῖν ἐθέλων ὑπὲρ τῶν αὑτοῦ παιδικῶν. ταυτὶ δέ σοι τὸ κέρδος, εἰ μηδὲν πλέον ὧν τότʼ ἂν ἔδωκας νῦν διδοὺς πολλοῖς ἀνθʼ ἑνὸς καταθήσῃ τὴν χάριν.
Διοφάντῳ.
Ἐπράχθη σοι ὧν ἐδέου, καὶ χρῶ τῇ τε γνώμῃ σαυτοῦ καὶ τοῖς τοῦ πάππου χρήμασιν ἐν τῇ τοῦ πάππου πόλει. ταῦτα δὲ ἐπράττετο πολλῶν ἁρπαζόντων τὴν διακονίαν καὶ ζητοῦντος ἑκάστου τὸ ἔργον αὑτοῦ γενέσθαι. ἐντεῦθεν καὶ αὐτὸς ἐγενόμην τῶν ὅτι τέλος ἔχει μαθόντων πρίν τι συμβαλέσθαι μέρος. ἢν οὖν τις ἐπιγράφῃ με τῷ τροπαίῳ, μέμνησο τοῦ Μαραθῶνι τροπαίου καὶ τῶν μὴ συμμεμαχημένων μὲν Λακεδαιμονίων, ἐγγεγραμμένων δέ. οὕτω γὰρ ἥκιστα παρακρουσθήσῃ.
Ἱερακίῳ.
Τοιοῦτος ἦν ἐκ παιδὸς ὁ Διόφαντος· σώφρων, ἐπιεικής, ἐθελουργός, τοῖς βελτίστοις ἀρέσκων. εἰ οὖν εἰς τὸ αἷμα τῆς ἀρετῆς τὸ πλέον ἔρχεται, σοὶ δεῖ τὴν χάριν ἔχειν κἀμὲ καὶ Διόφαντον, ὃς τὰ σὰ καλὰ διὰ μέσης τῆς μητρὸς ἐδέξατο. εἶναι μὲν οὖν αὐτὸν εἰς ἐμὲ χρηστὸν καὶ ἔσεσθαι πιστεύω· ποιείσθω μέντοι πρὸς ἐμὲ τὰς ἀμοιβὰς ἀπὸ τοῦ πειρᾶσθαι λέγειν, τῶν δʼ ἄλλων ἀφείσθω φροντίδων.
Μαξίμῳ.
Ἀχίλλιος οὑτοσὶ καὶ συνεφοίτησέ μοι καὶ παῖς αὐτῷ τρέφεται παρʼ ἐμοὶ φύσεώς τε ἐγρηγορυίας καὶ πονεῖν εἰδώς. τὸν δὲ Ἀχιλλίου τρόπον ἀρκεῖ δηλῶσαι τὰ περὶ τὴν οὐσίαν, ἣν οὐ μεγάλην ἐκ μικρᾶς ἐποίησε κακῶς, ἀλλʼ ἐκ πάνυ μεγάλης μικρὰν τοῖς περὶ τὴν πόλιν ἀναλώμασι. καὶ νῦν ἥκει λειτουργήσων, δεῦρο δὲ ἀφῖκτο τὸν υἱὸν ὀψόμενος. δύο γὰρ δὴ ταύτας ἔχει φροντίδας, τὸν παῖδα καὶ τὴν πόλιν. ἔστι δέ, οἶμαι, καὶ τὸ τοῦ παιδὸς τῆς περὶ τὴν πόλιν προνοίας· ὡς ὅσοι τῆς τῶν υἱέων ἐπιμελοῦνται διανοίας, πολὺ μεῖζον εὖ ποιοῦσι τὰς αὑτῶν ἢ ὅταν χορηγῶσι λαμπρῶς. σὺ τοίνυν κἀκεῖνο τιμῶν καὶ τοῦτο ἐπαινῶν καὶ τοὐμὸν ἐννοῶν ποίει, ὅπως κούφῳ χρήσεται τῷ φορτίῳ.
Πομπηιανῷ.
Εἴ μοι χρυσὸν ἀποστέλλων πολύν τε καὶ Κολοφώνιον ἢ ἄλλο τι χρυσοῦ τιμιώτερον ἄνευ γραμμάτων ἀπέστελλες τὸ δῶρον, οὐκ ἂν οἴει τὸ πρᾶγμα ἄτοπον εἶναι καὶ φιλοῦντος μέν, οὐ θαρροῦντος δέ; εὖ τοίνυν ἴσθι πρὸς τὴν αὐτὴν ἀτοπίαν ἥκων μετὰ σιγῆς πέμψας τοὺς υἱεῖς. μᾶλλον γὰρ ἂν ἦν εἰκὸς οἴκοι τούσδε κατέχοντα νόμῳ προσρήσεως γράφειν ἢ διδόντα μοι τοὺς παῖδας ἐπιστολὴν μὴ τολμῆσαι προσθεῖναι. ἀλλὰ σὺ μὲν ἀπολογίαν ζήτει, ζητήσεις δέ, οἶμαι, τὸν πάντα χρόνον, οὐ γὰρ εὑρήσεις· ἐμὲ δὲ οὐ ποιήσει πρὸς τούτους ἀργότερον τὸ μὴ γράμματα λαβεῖν οὐ μόνον διὰ τὴν πόλιν ὑμῶν, ἣν οἶμαι δεῖν οὐχ ἧττον ἢ τὴν ἐμαυτοῦ φιλεῖν, ἀλλʼ ὅτι καὶ πρὸς λόγους ἐρρῶσθαί μοι δοκοῦσι καὶ πρὶν ἰδεῖν ἐμὲ τῶν ἐμῶν εἱστιῶντο.
Ἀετίῳ.
Νέοι μὲν οὐκ ὀλίγοι παρʼ ὑμῶν ὡς ἡμᾶς, γράμμα δὲ οὐδὲν παρὰ σοῦ. πότερον δή σε χάρτου φείδεσθαι φῶμεν ἢ μέλανος; οὐ γὰρ δὴ λόγων γε τῶν πρὸς ἐπιστολὴν ἀπορεῖς, ὅς γε ῥεῖς ἐν δικαστηρίοις ὑπὲρ τὰς κρήνας. ἴσως ὅτι τὸν πλοῦτον, ὃν ἔκρυπτες, ἐκδιδοὺς τὸ θυγάτριον ἔδειξας, σεμνὸς ἡμῖν γέγονας. ἐγὼ δέ σε ἠξίουν νῦν μέτριον εἶναι, τότε μὲν γὰρ αὐτὸς πλούσιος ἦσθα, νῦν δὲ κηδεστὴς πλουσίου. τοῦτο δέ ἐστιν ἕτερον ἔχειν τὰ σά. μᾶλλον οὖν σε νῦν εἰκὸς καὶ μεμνῆσθαι τῶν φίλων καὶ τὰ τοῦ μεμνημένου ποιεῖν, ὅπως καὶ συμμάχους ἐπὶ τὸν κηδεστὴν ἔχῃς, ἢν ποιῇ τὰ τῶν πολλῶν κηδεστῶν, οἳ τὰ μὲν ἔχοντες, εἰς δὲ τὰ βλέποντες μάχονται.
Σελεύκῳ.
Μόλις ἥψω τῶν σαυτοῦ καὶ γέγονας ἐπιστάτης τῶν τῇ σῇ πρεπόντων φύσει. πρότερον δὲ ἄρα Ἡρακλῆς ταλασίας ἠναγκάζου φροντίζειν καὶ λύειν στάσεις ἀνθρώπων, οἷς ἡδέως ἂν προσέθηκας πολέμους. ἀλλʼ ἐκεῖνα μὲν εὖ ποιοῦντα οἴχεται, τὰ δὲ νῦν βωμοὶ καὶ νεῲ καὶ τεμένη καὶ ἀγάλματα κοσμούμενα μὲν ὑπὸ σοῦ, κοσμοῦντα δὲ σὲ καὶ γένος. ἔχων δὴ τηλικούτους συμμάχους κωφὰ μὲν ἡγοῦ τὰ τῶν ἀνοσίων βέλη, κάθιζε δὲ κλάοντας τοὺς καταγελάσαντας πολὺν δὴ χρόνον τῶν βελτιόνων. ὀφείλεις δὲ χάριν τοῖς θεοῖς πατὴρ γεγονώς. ἣν ἀποδοῦναί σε χρὴ βοηθοῦντα τῶν ἱερῶν τοῖς κειμένοις. ταυτὶ μὲν οὖν οἶδʼ ὅτι ποιήσεις, ὥστʼ εἶναι πολὺ τὰ διὰ σοῦ τῶν ἑτέρωθι καλλίω· τὰ δʼ ἡμέτερα, μικροῦ με τοῦ θέρους ἡ κεφαλὴ κατηνάγκασεν αὐξηθέντος τοῦ κακοῦ χρησμῷ κιβδήλῳ. νοσῶν δὴ τὸ σῶμα πῶς ἂν δυναίμην οἷος πρὶν εἶναι περὶ τοὺς λόγους, ὃς οὐδὲν οὔτε λέγειν οὔτʼ ἀκούειν βούλομαι πλὴν περὶ τῆς κεφαλῆς; ὕμνηται μὲν οὖν ὁ γενναῖός μοι βασιλεύς, βραχεῖ δέ τινι μάλα λόγῳ· φασὶ δὲ αὐτὸν εἶναι καλόν, ἀλλʼ ἐγὼ οὐ πείθομαι, καὶ διὰ τοῦτο κρύψας ἔχω. ἢν οὖν παρέλθῃ τὸ νέφος καὶ τῆς Αἴτνης ἀπαλλαγῶ καὶ κομίσωμαί τινας δυνάμεις, καὶ γράψω τι τοῦ πέμπειν ἄξιον, ὃ πρὸ ὑμῶν ληψόμενος οὐκ ἔσται.
Ἀλεξάνδρᾳ.
Ἀλλʼ ὅ γε Κέλσος, ἀνήρ, ὡς οἶσθα, ψεύδεσθαι οὐκ εἰδώς, ἰδεῖν τε ἔφησε τὰ βιβλία καὶ λαβεῖν Διοτίμου διδόντος αὐτοῦ λέγοντος εἶναι δεσπότου. ἔοικεν οὖν ὁ Διότιμος ἵππῳ μετʼ ὄνον ἐντυχὼν καταπεφρονηκέναι ἐμοῦ τοῦ ὄνου καὶ νομίζειν ἢ τοῦ μηδενὸς ἄξιον ἢ φόβου μὴ κακὸς ἀποδοῦναι γενοίμην. σὺ οὖν ἐγγύησαί με καὶ παῦε τὸ δέος αὐτῷ καὶ πεῖθε μήτʼ ἐμὲ πονηρὸν ἡγεῖσθαι μήτε σὲ ἐξαπατᾶν. εἰ δʼ ὁ αὐτὸς εἴη, λείπεται παρʼ ἑτέροις ζητεῖν, μᾶλλον δὲ ἀπόστηθι καὶ τούτου τοῦ πόνου καὶ τοῦ περὶ τὸν Ὅμηρον· ὁρῶ γὰρ ὅτι γλαῦκα Ἀθήνησιν οὐκ ἔστιν εὑρεῖν.
Ἀλεξάνδρῳ.
Ἔδει μέν σε καλλίω γνώμην ἐσχηκέναι προσιόντος φίλου καὶ νῦν ἂν ἦσθα τῶν ἀπολαυόντων τοῦ καιροῦ· ἐπεὶ δέ σε φόβος μάταιος ἐξέκρουσε λογισμοῦ, χάριν εἰδέναι δεῖ τοῖς θεοῖς, ὅτι τὴν δίκην ἐν τῷ προσλαβεῖν τι δεδώκαμεν. ἀλλὰ σοί γε ἡμεῖς οὐκ ἂν χάριν εἰδείημεν, ᾧ γυναικὸς καὶ παίδων ἐφάνη τι τιμιώτερον. τερπόμενος γὰρ οἰκοδομίᾳ καὶ θαλάττῃ καὶ τρυφώσῃ πόλει βελτιόνων ἀποστατεῖς, ὡς ἀρκέσον εἰς ἀπολογίαν, εἰ πέμποις ἡμῖν χρυσίον. ἡμεῖς δὲ σοὶ δοίημεν ἂν ἥδιον ἰδόντες ἢ παρʼ ἀπόντος λαμβάνοιμεν.
Ἐντρεχίῳ.
Οὐκ ἄρα τῇ τῶν νόμων φυλακῇ καὶ τῷ κάλλει τῶν ἀρχῶν μόνον ἀκολουθεῖς τῷ γένει, ἀλλʼ ἤδη καὶ τὴν περὶ ἐμὲ τῶν ἀνδρῶν διεδέξω σπουδήν, μᾶλλον δὲ καὶ παρελήλυθας. οἱ μέν γε δικαιώμασιν ἀρχαίοις κατειλημμένοι καὶ συμπεφοιτηκότες μόλις ὑπὸ πολλῶν ἐκινοῦντο παρακλήσεων, καὶ κινηθέντες δὲ ἐχαρίζοντο μικρά· σὺ δʼ ἔοικας καὶ τὸ προοίμιον τῆς ἀρχῆς ἐμὲ πεποιῆσθαι καθάπερ διὰ πάσης τῆς ὁδοῦ σαυτὸν τῶν ἐμῶν ἀναμιμνήσκων ῥημάτων. μεγάλου δὲ ὄντος τοῦ μὴ παραμελῆσαι τῆς τοῦ ἑταίρου μητρὸς μεῖζόν ἐστι τὸ μηδὲ ἰδεῖν ὀκνῆσαι. τούτου δὲ ὄντος λαμπροτέρου πολὺ κάλλιον τὸ φιλοτιμεῖσθαι τῷ ἔργῳ· ὡς ἤδη τινὲς δόντες χάριν αὑτῶν ὅτι ἔδοσαν κατηγόρησαν καὶ ἐμίσησαν ὁμοίως τούς τε πείσαντας καὶ τοὺς πεπεισμένους. ἀλλὰ σύ γε δῆλος εἶ τερπόμενος οἷς ἔπραξας καὶ οὐδὲ παυσόμενος. οὕτω τις ἐκομίζετο διὰ τῶν γραμμάτων τοῦ πεποιηκότος ἡδονή. πῶς οὖν ἔστι τοὺς εὖ παθόντας ἡμᾶς ἢ πρὸς σὲ μὴ γράφειν ἢ πρὸς ἄλλους περὶ σοῦ σιγᾶν, ὧν τοὺς φίλους ἡδέως ὁρᾷς; ζητῶν δὲ ἐμὰς ἐπιστολὰς ὡς ἐν αὐταῖς μνήμην ἀθάνατον ἕξων μικρὰ ζητεῖς ὑπὲρ μεγάλων· σοὶ δὲ κατὰ τὸν Ἰφικράτην ἐκεῖνον ἕστηκε μὲν οὐρανομήκης ἐν Παλαιστίνῃ στήλη καὶ ταῦτα σοῦ πρὸς ἄλλον ἁρπασθέντος πόνον ἀπὸ βαλβῖδος εὐθύς, ἀλλʼ ὅμως ἀπὸ γραμμῆς ἐξέλαμψας ὥσπερ Ἀχιλλεὺς ἅμα τῆς Τροίας ἁψάμενος· ἑστήξει δὲ πολὺ σεμνοτέρα τῆς δευτέρας ἀρχῆς, προσθήσω δὲ ὅτι καὶ μακροτέρα, ἐξ ἧς ὁρμώμενος οὐκέτʼ ἔθνους ἑνός, ἀλλʼ ὁμοῦ πολλῶν ἐπιμελήσῃ ῥᾷον ἤ τις ἑνός. ἔσονται δὲ οἱ ταῦτα ὑμνοῦντες πολλοὶ τῶν ἀκμαζόντων. εἰ δὲ δὴ καὶ γέροντας ὁ ἀγὼν δέχοιτο, τάχα τις ὄψεται καὶ ἐμὲ γυμνούμενον, ἄλλως θʼ ὅτε πάλαι μοι τὴν ψῆφον ἔδωκας, καὶ ταῦτα ὄντων οὓς ταῦτα ποιῶν ἐλύπεις, καί τινα τρόπον Λακωνικοῦ κειμένου παρʼ Ἀθηναίοις νόμου μηδένα τῶν ἔξωθεν ἐπαινεῖν. ἀλλʼ ὅμως ᾤου δεῖν ἅπερ ἐφρόνεις λέγειν. τούτων δὴ τῶν λόγων ἐπαίνους σοι συντιθέντων ἀκούσαις.
Δημητρίῳ.
Εὐθὺς ὡς ἔλαβόν σου τὴν ἐπιστολήν, ἐν ᾗ τὸ μέτρον ἀπῄτεις τῶν παλαιῶν τιμῶν, ἔδραμον πρὸς τὸν χρηστὸν Σαλούτιον καὶ διεξῆλθον τοὺς εἰληφότας, οὓς καὶ σὺ πρὸς ἐμέ. δὸς τοίνυν, ὡς ἔφην, μετὰ πολλοὺς ᾧ δεδωκέναι πρὸ τῶν ἄλλων ἐχρῆν, ποίους ἔφη πολλούς; καὶ τότε ἄρα ἐμάνθανον ὡς σὲ μὲν λόγοις τις ἐξηπάτηκε, σὺ δὲ ἐμέ. καὶ νῦν κάθημαι φυλάττων, εἴ τινι τῶν πάντων ἔσται τι τῶν προτέρων, ὡς ἁρπασόμενος. καὶ στέρξωμεν, ἕως ἄν τις δαιμόνων τὸν δεύτερον λύσῃ νόμον.
Σευήρῳ.
Εἰ καὶ πρὸς Ὀλύμπιον ἃ πρὸς ἐμὲ περὶ τῶν ἐμῶν ἔγραφες ἐπιστολῶν καὶ σοῦ τὸν ἔρωτα τοῦτον ἐκεῖνος ἠπίστατο, πλείους ἂν εἶχες ὧν ἔπεμπες. οὔτε γὰρ ἐγώ τις περὶ ταῦτα βραδὺς οὗτός τε κληρονόμος τῆς Μαξίμου πρὸς ἐμὲ φιλίας, ἵνα μὴ μανίας εἴπω, ἣν οὔτε πρότερον ἠγνόουν νῦν τε μᾶλλον ἔμαθον πολλοὺς ἡμῖν τοῦ καιροῦ κεκομικότος ἀγγέλους. ἀλλʼ, οἶμαι, δοῦναι μὲν οἶδεν Ὀλύμπιος, ἀπαιτεῖν δὲ οὐ βούλεται γράμματα. καὶ τῆς σῆς νεὼς καταιρούσης μὲν αἰσθάνομαι, ἀποπλεούσης δὲ οὐκέτι. καὶ νῦν ταύτην ἔδωκα τὴν ἐπιστολὴν τῶν μὲν σῶν ἀνηγμένων, κεισομένην δὲ παρʼ Ὀλυμπίῳ βουλόμενος λελύσθαι τὴν αἰτίαν ἣν ὡς οὐ γράφων εἶχον. σοῦ δὲ νῦν, εἴπερ ποτέ, ἐβουλόμην λαβέσθαι, σὺν ᾧ τὰ τότε μὲν ἔπτησσον, τὰ νῦν δὲ ἐπόθουν, ὅπως τὸν τοῦ τρόμου κοινωνοῦντα καὶ τῆς ἐλευθερίας ἴδω.
Βηλαίῳ.
Μάγνον φιλῶ μέν, ὡς εἰκὸς συμφοιτητήν τε καὶ ἄνδρα χρηστόν, θαυμάζω δὲ ὡς ῥήτορα δεινόν τε καὶ ἰσχυρόν· βουλοίμην δʼ ἂν αὐτὸν νικᾶν μὲν ἐνταῦθα τοὺς ἀντιπάλους, καρποῦσθαι δὲ τὴν ἐκεῖ γῆν οὐ πολλὴν μέν, πατρῴαν δέ. τὰς μὲν οὖν νίκας αὐτὸς ὁρᾶν μοι παρέχει τρεπόμενος ἄλλους ἐπʼ ἄλλοις· τοῦ δʼ ἐκεῖθεν αὐτῷ τι προσιέναι μελέτω σοί. μέλοι δʼ ἄν, εἰ οὓς ἐπέστησε τοῖς πράγμασι γνωρίζοις τε καὶ δικαστηρίου χρῄζοντας εὐμενῶς δέχοιο. ταῦτά τε οὖν χαρίζου καὶ γράφε, δύο γὰρ οὕτω γε χαριῇ, τά τε ἔργα τόν τε ὑπὲρ αὐτῶν λόγον. εἰ δὲ τὸ μὲν ποιοῖς, τὸ δὲ μὴ προστιθείης, γραψόμεθά σε παρὰ ταῖς Μούσαις, ὅτι δὴ τὸν πρότερον ἀτιμάζεις χορόν.
Ὑπερεχίῳ.
Ἐπῄνεσά σου τὴν γνώμην, καθʼ ἣν νῦν οἴκοι μεμένηκας· καιροῦ γὰρ οὐ μετεῖχεν ἡ ὁδός, μεθʼ οὗ πάντα δεῖν καὶ λέγειν καὶ πράττειν παλαιὸς συμβουλεύει λόγος. σοὶ τοίνυν συνεβούλευεν ὁ λιμός, ᾧ παλαίειν πορευόμενον ἔδει, κρατῆσαι τῆς ἐπιθυμίας μᾶλλον ἢ ὅπως ἴδοις ἐμὲ τοσαύτῃ συμπλέκεσθαι ταλαιπωρίᾳ· ἐγὼ δέ, εἰ μὲν τοὐμὸν ἐσκόπουν, ἐπετίμων ἄν σοι μὴ καὶ διὰ πυρὸς ἑλομένῳ δραμεῖν· νῦν δέ, τὰ σὰ γὰρ οὐχ ὕστερα τῶν ἐμαυτοῦ ποιοῦμαι, καλὴν ἡγοῦμαι τὴν μονὴν καὶ χάριν ἐμοὶ φέρειν οὐχ ἥττω τῆς σῆς θέας, ὅτι σε κακῶν ἐξείλετο μυρίων. τοῦ δὲ ἦρος ὑπολάμποντος ἢν ἴδῃς τὴν γῆν διηλλαγμένην πρὸς ἡμᾶς καὶ τὴν πρὸ τοῦ θέρους ὥραν χρηστόν τι περὶ τοῦ θέρους δηλοῦσαν, εἰς ἔργον ἄγε τὴν ἐπιθυμίαν. ὄψει γὰρ ποθῶν ποθοῦντα. ποθεινὸς δέ μοι γέγονας ἀπὸ τῆς νίκης ἣν ἐνίκησας λέγων, διπλῇ τὸν πατέρα κοσμήσας, τῷ τε κρείττων γενέσθαι τῶν ἑλεῖν πειρωμένων τῷ τε μὴ διὰ φίλων, ἀλλὰ τῇ σαυτοῦ γλώττῃ. τοῦ τροπαίου δὲ ἄγγελοι πολλοὶ μέν, ἐμοὶ δὲ ἀμείνους οἱ σὺν ἡδονῇ μηνύοντες, Σουλπίκιός τε καὶ οὓς ἔπεμψας ἀδελφούς, οἷς τʼ εὐδοκίμησας οἷς τε παρῄνεις, οἳ μισθὸν ὧν ἀπήγγειλαν εἰλήφασι τὸ προθυμοτέρῳ μοι χρῆσθαι περὶ τοὺς λόγους. οὕτως οὐ σὲ μόνον εὖ ποιεῖν οἶμαι δεῖν, ἀλλὰ καὶ οἷς ἐνορῶ πρὸς σέ τι φίλτρον. ἀλλʼ ὅ γε ἔχω θαυμάσας, τί μαθών, ὦ χρηστέ, γράμματα οὐκ ἔδωκας νεανίσκοις οὕτω φίλοις; οὔτε γὰρ ὡς ἀμαθῶς ἔχεις τῆς περὶ ταῦτα τέχνης εἴποις ἂν οὔθʼ ὡς ἡμῖν οὐχ ἡδεῖαν ἔσεσθαι τὴν ἐπιστολὴν οὔθʼ ὡς οὐκ ᾔτησαν οὔθʼ ὡς οὐκ ἦν καλὸν καὶ πρὶν αἰτηθῆναι δοῦναι. βούλει σοι βοηθήσω καὶ τὸν κατήγορον τὴν κατηγορίαν λῦσαι; δεινὸν ἐνόμιζες, εἰ δίκαιος ὢν συνεῖναι τὸν δεύτερον δόξεις ᾑρῆσθαι πλοῦν. εἶτα τοῦτον ἀφῆκας ὡς ἀποδώσων τὸ βέλτιον.
Ἀσκληπιῷ.
Ἠχθόμην, ὅτι σε ἀπαίροντα οὐκ εἶδον· σὺ δὲ τοῦτο καλῶς εἶδες καὶ ὅπως ἂν λυθείη. τὸ γράμμα γοῦν ὡς ἧκεν, εὐθύς τε ἡδόμην καὶ ᾤμην ἐκεῖνό μοι σεσῶσθαι. ποίει τοίνυν βελτίους, οὓς μὲν ὁρᾷς, τῇ συνουσίᾳ, τοὺς ἀπόντας δὲ ἐπιστολαῖς. οὗτος γὰρ δὴ σὸς ἆθλος, ὥσπερ ἐκείνων οἷς ἔπη. ἐγὼ δὲ πάλαι μὲν ἀρρωστῶν σοῦ βοηθοῦντος ἀνέστην καὶ ἦν μοι τῆς ὑγείας ἥδιον τὸ σοῦ φροντίζοντος ἐκείνης τετυχηκέναι· νῦν δὲ ἐπαινούμενος ὑπὸ τῆς σῆς φωνῆς πλέον τοῦτο τίθεμαι ἢ εἴ με πάντες ἄνθρωποι πάντων ἄριστον ἦγον. ἵνʼ οὖν αὐτός τε ἀγαθὸς γίγνωμαι καὶ σὺ περὶ τοιούτου τοὺς ἐπαίνους ποιῇ, πυκνά τε ἔστω τὰ γράμματα καὶ παραινέσεις κομίζοντα.
Μαξίμῳ.
Πάντα σου καλὰ ἀπὸ τῆς μορφῆς αὐτῆς, μᾶλλον δὲ ἀπʼ αὐτῆς ἀρξάμενα τῆς ψυχῆς. νῦν γοῦν ἀκούοντας ἡμᾶς περὶ κάλλους κάλλος γραμμάτων καταλαμβάνει πολὺ λαμπρότερον τοῦ πολλάκις ἐλθόντος ἀπὸ τῆς Ἀρμενίας. ὁ μὲν οὖν κομίζων ἦν, ὃν διεδέξω, γενναῖος γενναίῳ παραδοὺς τὰς πόλεις. ἔδωκε δὲ ἐν τοῖς βασιλείοις ποιητοῦ τινος συνάγοντος τοὺς βοησομένους. ἐγὼ δὲ ἀναγνοὺς καὶ θαυμάσας φθάσας τὸν ποιητὴν ἐχρησάμην εἰς τὰ γράμματα τῷ συλλόγῳ καὶ ἦν οὐδεὶς ὃς ἤνεγκεν ἀκοῦσαι σιγῇ. ὥσπερ οὖν ἐπιστολαῖς δευτέραις προτέρας νενίκηκας, ταῖς πόρρωθεν τὰς ἐγγύθεν, οὕτως ἀρχὴν ἀρχὴ νικησάτω, καὶ ποίησον Ἀρμενίων Γαλάτας εὐδαιμονεστέρους, αὐτῶν δέ μοι Γαλατῶν εὐδαιμονεστάτην ποίει τὴν οἰκίαν Μαξίμου γυναικός τε τιμῶν ἀρετὴν καὶ ἀνδρὸς ἐπιείκειαν παῖδά τε τὸν αὐτῶν πρὸ αὐτῶν πάντων ὄντα ἐμοὶ φίλτατον. καὶ διῆλθον ἂν τὰς αἰτίας, εἰ μὴ παρόντα διδάξας ἦν· νῦν δʼ Ἀκακίῳ μὲν ἔδει πέμπειν ἐν γράμμασι διδαχὴν καὶ μηκύνειν, ἠγνόει γάρ· σὺ δʼ ἀκηκοὼς ἐξῆλθες, καὶ λέγειν ὀχληρὸν εἰδότι. πρὸς μὲν οὖν ἐκεῖνον οὐκ οὖσά μοι πρότερον ἐγένετο φιλία διὰ τὴν εἰς τοῦτον προθυμίαν, καὶ νῦν οὐκ ἔστιν ὅ τι προστάξας Ἀκάκιος οὐ πλείω με ποιοῦντα εὑρήσει, μεγάλα γὰρ ὀφείλειν ἡγοῦμαι· σὺ δʼ, ὦ δαιμόνιε, τῆς οὔσης ἡμῖν ἄξια πρᾶττε φιλίας καὶ μέγαν καὶ λαμπρὸν καὶ ἀπόβλεπτον τὸν Ὑπερέχιον δείκνυ νομίζων ἐμὲ πρὸς ὕψος αἴρειν, ἢν ἐκεῖνον αὐξήσῃς.
Γαϊανῷ.
Φοίνικες μὲν ἀπολαύουσι τῶν ἀγαθῶν, ἐγὼ δὲ ὀνειροπολῶ τὰ Φοινίκων ἀγαθά, βουλευτὰς τιμωμένους, δήμους εὐθυμουμένους, ἐμπόρους οὐκ ἀδικουμένους, γεωργοὺς οὐ καταφρονουμένους, ῥήτορας ῥέοντας ὡς οὔπω πρότερον καὶ τῷ Δημοσθένει συγγινομένους εἰδότας ὅτι παρʼ ἀνδρὶ γέμοντι τοῦ Δημοσθένους αἱ δίκαι. ταῦτα ὁρᾶν καὶ τὰ τοιαῦτα δοκῶν ὁρῶμαι φαιδρότερος καὶ πρὸς τοὺς ἐρωτῶντας, ὅτῳ γέγηθα, Φοίνικες εὖ πράττουσιν ἀποκρίνομαι. καὶ τί τοῦτο πρὸς τὸν οὐ Φοίνικα; φασί. μάλιστά γε φημί. τοῦ μὲν γὰρ εὖ πάσχειν τὸ εὖ ποιεῖν οὐ χεῖρον εἰς ἡδονήν. ἔστι δὲ τρόπον τινὰ ἐκείνοις, ἃ νῦν ἔχουσι, καὶ παρʼ ἐμοῦ· τὰ γὰρ τοῦ ἄρχοντος καὶ ἐμά. ταῦθʼ ὅταν εἴπω, πολλοὺς ἀνίστημί σοι πολλαχόθεν τοὺς κατηγόρους, οἳ οὐκ ἄλλους ἀνθʼ ἑαυτῶν εὐδαιμονεῖν ἤθελον. εἶτα ἀπολογεῖσθαι μὲν ἐπιχειρῶ, κραυγὴ δὲ καὶ θόρυβος ἀντικρούει καὶ κινδυνεύω πληγὰς λαμβάνων ἀπιέναι. καὶ ταύτην τὴν λύπην ἔτεκεν εὐφροσύνη. σωθέντες γὰρ ὑπὸ σοῦ παρεδρεύοντος οἱ περὶ τὸν Ὀρόντην ἐνθυμούμενοι, τίς ἂν ἦσθα τὸ ἅρμα αὐτὸς ἐλαύνων, ὅσην τότε ἥδοντο ἡδονήν, τοσαύτῃ νῦν ἀθυμίᾳ συζῶσι. τοιαῦτά σοι πράγματα πεφύτευται παρʼ ἡμῖν, ὦ μέλιτος γλυκίων τὴν αὐδήν, προσθείην δʼ ἂν καὶ τρόπον, ἃ οὐδὲν ἐκκόψει τῶν πάντων, ἕως ἂν ὕδωρ ᾖ καὶ δένδρα.
Ἀθανασίῳ.
Οἶδα ὃ καλεῖς τὴν περὶ ἐμοῦ φήμην· οὐκ ἀνθρώπους χιλίους ἢ μυρίους ἢ δὶς τοσούτους, ἀλλʼ Ἀκάκιον τὸν ῥήτορα καὶ τὸ Ἀκακίου στόμα πολλῷ μὲν ἐμοὶ κάλλιον δισμυρίων στομάτων, οὐκ ἔξω δὲ ὑποψίας διὰ τὴν ἄγαν φιλίαν. οὐ μὴν ἀλλʼ ὧν ἔχομεν ὁ Γάϊος ἀπολαύσεται καὶ τοσαύτης γε προθυμίας ὅσης ὁ παῖς ἐκείνου τοῦ τὴν φήμην πεποιηκότος. ὑμεῖς τε γὰρ ἄξιοι τιμῆς ἐκεῖνός τε ταῦτα κελεύει παῖδα μὲν αὑτοῦ τὸν ὑμέτερον καλῶν, διηγούμενος δὲ καὶ τἄλλα, ὡς εἴη τε ὑμῖν ἀγαπητὸς καὶ μόλις ἡ μήτηρ ἀπʼ αὐτοῦ διαλυθείη μέχρι τῶν ὅρων εἰλημμένη. ταῦτʼ οὖν ἀεί τε μεμνησόμεθα καὶ φήσεις οὐκ ἂν αὐτῷ γίγνεσθαι παρὰ τοῦ πατρὸς πλέον, εἴπερ ἐτύγχανε ζῶν ἐν ᾗπερ ἐγὼ τέχνῃ.
Γαΐῳ.
Τριῶν ἔοικα πατέρων παῖδα τὸν Γάϊον δεδέχθαι, τοῦ τε γεγεννηκότος καὶ σοῦ τοῦ θείου τε καὶ ὁμωνύμου καὶ ἔτι τοῦ τῶν γενναίων δημιουργοῦ λόγων, Ἀκακίου τοῦ καλοῦ, ὃς ἀφʼ οὗπερ ἧκεν αὐτός, ἕως ἦλθεν ὁ νέος, οὐδὲν ἐπαύσατο λέγων ὡς ἥξει παῖς χρηστὸς ἐξ ἀγαθῶν, φίλος ἐκ φίλων, ἕτερος Τιτιανός. ἐνθυμοῦ οὖν τίς ἂν εἴην μέλλων χαριεῖσθαι τοσούτοις, ὃς οὐδʼ ἂν ἑνὸς ἐπιτάττοντος ἠμέλουν. ὅ τε γὰρ σὸς ἀδελφός, σός τε ὢν ἀδελφὸς καὶ ἐπιεικείας ἑταῖρος, αἰδοῦς ἡμῖν ἄξιος σύ τε ταῖς Μούσαις σύνει καὶ δύνασαι παρʼ αὐταῖς οὓς ἂν ἐθέλῃς ἐπαινεῖν. οὔκουν ἀκίνδυνον μὴ πάντα σοι πείθεσθαι; τὴν δὲ Ἀκακίου ῥώμην, μεθʼ ἧς μεγάλα μὲν ὠφελεῖ, θάτερον δὲ ἄλλος εἰδείη, τίς οὐκ ἂν ἐννοῶν πρὸ τῶν ἄλλων θεῖτο ὃν ἐκεῖνος ἐν τάξει Τιτιανοῦ; ἐγὼ μὲν οὖν, εἴ μοι μεταδίδοτε χώρας ἐν τῷ τῶν πατέρων χορῷ, τέταρτος γίγνομαι τῷ Γαΐῳ πατήρ· μακαρίζω δὲ ἐκεῖνον τῶν ὀλίγων ἡμερῶν ἐν αἷς ἐγεύσατο τῶν Ἀκακίου μυστηρίων. οὐ γὰρ ἄδηλός ἐστι μετασχὼν ἱερῶν.
Κέλσῳ.
Τοιαύτας ἔδει σε παρʼ ἄλλων ἐπιστολὰς ὑπὲρ τοιούτων δέχεσθαι, σὺ δʼ ἀποδρὰς τὴν τῶν παιδευτῶν τάξιν εἰς τὴν τῶν ἀρχόντων εἰσῆλθες. εἶτʼ ἐκεῖνο μὲν σὺν ἐπιστήμῃ πράττεις, ὡς οὐκ ἂν ἡμεῖς, εἴ τις ἐκεῖσε ἦγεν· εἰ δʼ ἐνταῦθα ἐτύγχανες ὤν, κἀνταῦθα ἂν ἐκράτεις. οὕτως εὐτράπελόν τι χρῆμα τὴν σὴν φύσιν ὁ θεὸς ἐτεκτήνατο. καὶ μόνος ὧν ἴσμεν οὐχ ὅτι ῥᾳθυμεῖς, ἀλλʼ ὅτι μὴ δάκνεις, ἐγκαλῇ. σὲ δὲ μηδὲν μεταβαλλέτω μηδὲ λυπείτω μᾶλλον ἀνὴρ μεθύων ἢ Ὅμηρος ἐπαινῶν εὐφραινέτω καὶ μετὰ τοῦ ποιητοῦ πάντες Κίλικες καὶ πρὸ τῶν ἄλλων Κιλίκων Ἀντικλῆς ὁ ῥήτωρ, οὗ τὴν ψῆφον ἰσχυροτέραν νομιστέον ἀμφοτέρων τῶν ἠπείρων. σὲ μὲν οὕτω δεῖ φρονεῖν, ὁ δὲ νέος οὐδὲν ἐλαττόνων ἢ σὺ πρότερον τεύξεται.
Ἀταρβίῳ.
Τύραννος οὑτοσὶ καὶ ἀνὴρ χρηστὸς καὶ ἰατρὸς ἀγαθὸς καὶ ἡμῖν φίλος καὶ τῶν διὰ τὴν τέχνην ἐν βασιλείοις οὐκ ὀλίγον δὴ χρόνον βεβιωκότων. ἠδίκησε δὲ ἄλλον μὲν οὐδένα οὐδεπώποτε ἀνθρώπων, αὑτὸν δὲ νῦν πιστεύσας ἀνθρώπῳ δεινῷ γοητεῦσαι λόγοις καὶ πεῖσαι τὸν ἀκούοντα δοῦναι χάριν ἐκείνῳ μὲν συμφέρουσαν, αὑτῷ δὲ βλαβεράν. νῦν οὖν ἥκει διορθωσόμενος ἃ μὴ καλῶς πέπρακται καὶ λύσων τὸ ἡμαρτημένον. λύσει δὲ οὐκ ἄνευ τῆς Ἀθηνᾶς. ἡ δὲ Ἀθηνᾶ συλλήψεται καὶ τοῦ δικαίου καὶ ἐμὴν χάριν. ἐνθυμοῦ δέ, ὦ ἄριστε, τὴν περιεστηκυῖαν ἀνάγκην εἴς τε τὸ σῶμα τοῦ Τυράννου καὶ τὸν χειμῶνα βλέπων. οὐ γὰρ ἂν νῦν τε καὶ οὕτως ἔχων ἔφερε τὸ μεῖζον φεύγων κακόν. ὅπως οὖν αὐτὸν ἡμῖν ἀποπέμψῃς χαίροντα τὴν λύπην ἀποθέμενον περὶ τὸν Εὐφράτην, ἣν τῆς ἀφελείας ἱκανὴν ἔτισε δίκην· ὡς, εἰ περιοφθείη, τὴν μὲν λύπην ἀποθήσεται, τρόπον δὲ οὔθʼ ἡμῖν οὔτε σοὶ πρέποντα. κείσεται γὰρ αὐτοῦ που κουφοτέραν τοῦ ζῶντα περιέλκεσθαι τὴν τελευτὴν ἡγησάμενος.
Δημητρίῳ.
Δευτέρων φασὶν ἀμεινόνων ἤ, εἰ βούλει γε, εὐτυχεστέρων· ταύτῃ γὰρ κατῆρεν, οἷπερ ἐπέμπετο, καὶ οὐκ ἔλαφος ἀντὶ παρθένου. διάγομεν δὲ τὰ μὲν χαίροντες, τὰ δὲ οὐχ οὕτω διὰ τὴν τῆς ἀγορᾶς πενίαν. λόγος δὲ ὁ μὲν εἰς τὴν πανήγυριν ἔτι μέλλει κρύπτεσθαι μὲν ἐθέλων, ἑλκόμενος δὲ εἰς μέσον παρὰ τοῦ βασιλέως καὶ ἴσως φανεῖται, δεῖ γὰρ ἐκεῖνον κρατεῖν· ἃ δʼ ἐπὶ τῷ πυρὶ καὶ οἷς ἔδρασεν ἅμα δάκρυσιν ἐφθεγξάμην, ἀπέσταλκά σοι. τέχνης δὲ γέμων καὶ τῶν τοῖς πρεσβυτέροις πεποιημένων οὐ δήπου καταγνώσῃ τοῦ τὰ τοιαῦτα θρηνοῦντος.
Βασσιανῷ.
Αὐτὸς ἔφθης εἰπὼν τὴν παραμυθίαν, ἣν εἰκότως ἂν προσείποις καὶ ἑορτήν, γυναῖκα ἀγαθήν τε καὶ καλὴν καὶ μεγάλην· ἄλλος δʼ ἂν καὶ τὸν πλοῦτον προσέθηκε. τῆς δʼ ἐμῆς σιγῆς τὴν αἰτίαν πρόσθεν ἀληθείας ἄγων ὀρθῶς ἂν ποιοῖς. εἰ μὲν γὰρ αἰτηθεὶς ἐπιστολὴν ὤκνουν, αὐτὸς ἂν ἠδίκουν· οὐδενὸς δὲ αἰτοῦντος ἠδίκημαι μετὰ σοῦ τοῦ μὴ λαβόντος ὁ μὴ γράψας ἐγώ. θαυμάζω δὲ ὅτι γεωργήσας καλῶς καὶ σπείρας καὶ προσδοκῶν τὸν στάχυν ἄλλοις μὲν ἐπέστειλας τὰ περὶ τὴν ἄρουραν, ἐμοὶ δὲ οὔ, ὃν δεήσει πλείω τῶν ἄλλων περὶ τὸν ἐσόμενον πονεῖν. ἀλλʼ ἴσως ᾐδέσθης. ἐγὼ δέ σε ἠξίουν, εἰ μὴ ταῦτα ἐπέπρακτό σοι, τοὺς πρεσβυτέρους ἡμᾶς αἰδεῖσθαι. νῦν δέ σοι συγχαίρομεν ἐγγὺς ὄντι τῆς τῶν πατέρων προσηγορίας. φάνηθι τοίνυν ἡμῖν μετὰ τοῦ παιδίου. παρακολουθείτω δὲ καὶ ὁ τῷ γάμῳ τὸ ᾆσμα πεποιηκώς, ἵνʼ ἐπὶ τῷ προτέρῳ μισθῷ καὶ τὸν μείζω λάβῃ, λόγους μετὰ τὸν χιτῶνα. πάντως οὐκ ἀντερεῖ σοι Θεοδώρα χάριν οὕτως αἰτοῦντι δικαίαν τε καὶ αὐτῇ κατὰ νοῦν.
Κέλσῳ.
Ἰδού, καὶ κηδεστής ἐστί μοι, τοῖν Ἰουστινιανοῦ παίδοιν ὁ πρεσβύτερος. ἔστι γάρ μοι καὶ θυγάτηρ, ἐπειδήπερ ἐστὶ Κυνηγίῳ, ὃς τὸν ἀδελφὸν τὸν αὑτοῦ μιμησάμενος οὐ χείρων εἰς ἐμὲ τῶν ἐμῶν ἀδελφῶν ἀνεφάνη. ἵνʼ οὖν κἀκεῖνος καὶ Λητόϊος ἴδωσιν ὡς οὐ ῥᾴθυμον ἄρα φιλοῦσι, τὸν διὰ σοῦ τὴν παῖδα ληψόμενον βουλοίμην ἂν εὖ παθεῖν. ἔστι γὰρ τοῖς νέοις ἐν Κιλικίᾳ καὶ γῆ καὶ τἄλλα ἃ τῶν εὐδαιμόνων ἐστί. περὶ τούτων καὶ ζήτει καὶ ἐρώτα καὶ μάνθανε καὶ ποίει δῆλον ὡς, εἰ βιάζοιτό τις, οὐκ ἐπιτρέψεις. ἀλλὰ τοῦτο μὲν κοινὸν Κιλικίας καὶ τοῦ τῆς ἀρχῆς νόμου· προσέστω δὲ τῷ νόμῳ φροντὶς ἑτέρα συγγενείᾳ πρέπουσα. καὶ ὧν ἂν ἠξίωσας Μάρκον, εἰ παρʼ ὑμῖν ἐτύγχανε γεωργῶν, τούτοις νῦν χρῶ περὶ τὰ τῶνδε κτήματα.
Τῷ αὐτῷ.
Ἀνήρ τις τῶν ἐπιεικῶν ἐδεήθη μου δεηθῆναί σου καὶ χάριν αἰτῆσαι τοῦ πρέποντος οὐκ ἔξω, ταμίαν τινὰ κοινῶν χρημάτων, Παπιριανὸν ὅπως βλέποις ἡδέως· ἐγὼ δὲ ἐκεῖνον μὲν οὐκ εἶδον· εἰ δʼ ἔοικε τούτῳ καὶ ἡ τῶν τρόπων ὁμοιότης εἴργασται τὴν φιλίαν, χρηστὸς ἂν εἴη. εἰ οὖν μὴ φαῦλος ὁ ταμίας, ὅπερ εἰκάζω, τυγχανέτω τινὸς ἀγαθοῦ.
Τῷ αὐτῷ.
Εὐστόχιον οἶσθά που τὸν ἐκ Παλαιστίνης τὸν νόμων τε πλήρη καὶ τῇ τῶν λόγων ῥώμῃ βοηθοῦντα τοῖς νόμοις, ὃς πολλοῦ μὲν ἄξιος Ἀπελλίωνι γεγένηται, πλείονος δὲ Μακεδονίῳ τῷ γέροντι, δραμὼν μὲν ὑπὲρ τοῦδε πρὸς τὴν Μεγάλην πόλιν, πανταχοῦ δὲ ἐκείνῳ συμπονῶν. πεπόνηται δὲ αὐτῷ καὶ ὑπὲρ ἡμῶν πολλά τε καὶ οὐ σμικρά, κἂν κελεύσῃ τι, δεῖ με εὐθὺς ὑπουργεῖν ἢ κακὸν εἶναι δοκεῖν. νῦν τοίνυν βούλεται Γερόντιον τὴν βουλὴν διαφυγεῖν, εἴ τι φαίνοιτο λέγων. φησὶ δὲ αὐτὸν ἐρρῶσθαι πρὸς τὸν ἀγῶνα, καὶ ἐγὼ πείθομαι. σαυτὸν οὖν παρασχὼν εὔνουν ποίησόν με μὴ πάντα ὀφείλειν Εὐστοχίῳ τῷ καλῷ.
Μαξίμῳ.
Ἔγγραφε τῷ καταλόγῳ τῶν ἡμετέρων φίλων καὶ τὸν χρηστὸν Πομπηιανὸν ὄντα μὲν ἐμοὶ πάλαι συνήθη, νῦν δʼ ἔχοντα καὶ νεανίσκους παρʼ ἐμοὶ τά τε ἄλλα καὶ φιλοπάτορας. αὐτῶν νῦν ἔργον γέγονε καὶ ταυτὶ τὰ γράμματα κινούντων τε καὶ παρακαλούντων δεδιότων μὴ ταύτῃ γε αὐτοῖς ὁ πατὴρ ἔλαττον ἑτέρων ἔχῃ. ἀμφοτέρους οὖν ἐπαινέσας, καὶ τοὺς ἐπεγείραντας καὶ τὸν ὑπακούσαντα, μᾶλλον ἢ πρότερον ἐν τιμῇ τὸν ἄνδρα ποιοῦ.
Τῷ αὐτῷ.
Εἴ σε καλοίην τοῦ καλοῦ Μοδέστου μαθητήν, οὐδέτερον ἂν αἰσχύνοιμι· σύ τε γὰρ τῷ κρατίστῳ δόξεις ἀκολουθεῖν ἐκεῖνός τε γενναῖον τὸν μιμησάμενον ἀπειργάσθαι. ἐμοὶ δὲ καὶ ταῦτα μὲν ἡδέα, πολλῷ δὲ ἥδιον τὸ τὸν βασιλέα τῇ τῶν αἱρεθέντων φύσει κοσμεῖσθαι. καίτοι πολλοὶ μὲν οἱ πειρώμενοι πείθειν ὡς εἴη δίκης ὁ Μόδεστος ἄξιος· ὁ δὲ τῶν μὲν ἀκούσας, εἰς δὲ τὰ πράγματα βλέψας, καὶ νομίζων μὲν πρὶν ἥκειν δεῦρο κακόν, εὑρὼν δὲ ἥκων ἀγαθὸν πρὸς ὃν εἶχε χαλεπῶς, τοῦτον ὕπαρχον ἀποφαίνει βραχὺ φροντίσας τῶν ἀθυμησόντων καὶ ἅμα παιδεύων τοὺς αὑτῷ πάλαι συνόντας ἀσκεῖν ἀρετὴν δεικνὺς ὅτι κἂν τούτων τινὰς ἐκβάλοι πονηρευομένους, εἰ δὲ ἴδοι τὸν τῷ πολεμίῳ διακονοῦντα χρηστὸν ὄντα, καὶ νῦν εἰς σχῆμα κατέστησεν. ὁ δὲ Ἀτρέως ἐκεῖνος ὁ μέγας, ὁ τῶν ἡμιθέων ἡγούμενος καὶ τῆς Ὁμήρου τυχὼν φωνῆς, ἀσθενέστερα λόγου ποιήσας ἔργα τὸν Παλαμήδην ἀπέκτεινεν. ἀλλὰ νῦν τῆς ἀληθείας τὸ κράτος καὶ μετὰ τοῦ βασιλέως καὶ αὐτὴ βασιλεύει τὰ μὲν λογισμοῖς, τὰ δὲ μαντείαις εὑρισκομένη. παράπεμπε δὴ τὸν ἄρχοντα χοροὺς ἱστὰς καὶ μακάριζε τὴν δεξομένην πόλιν. ὁ δὲ πορεύσεται τοὺς σοὺς Γαλάτας μακαρίζων πανταχόθεν σοι μακρᾶς ἐγειρομένης εὐφημίας. Διὸς δὲ ὄμμα τούτῳ καὶ τὰ λοιπὰ προσθείη καὶ σὲ διʼ ἀρχῶν ἐπὶ τὸν τοῦδε θρόνον κομίσειεν.
Ὑπερεχίῳ.
Ἕνα σε τίθεμαι τῶν νῦν ἑορταζόντων ἐπὶ τῷ τὸν γενναῖον Μόδεστον ὅστις ἐστὶ καὶ νομίζεσθαι· πρότερόν τε γὰρ αὐτοῦ τῆς δυνάμεως ἀπήλαυσας ἐγγραφεὶς εἰς οὕσπερ ἐβούλου νῦν τε οἶμαί σε τοὺς ἐν τῇ βουλῇ βαρεῖς οὐ φοβήσεσθαι τούτου τοὺς μὲν πείθοντος, τοὺς δὲ ἀναγκάζοντος τοῖς δικαίοις ἐμμένειν. ὥστʼ οὐκ ἂν θαυμάσαιμι εἰ καὶ κοινωνεῖν αὐτῷ τῆς πορείας ἕλοιο καὶ καταστῆσαι σαυτὸν εἰς τὸ γνωρίζεσθαι τοῖς ἐκεῖ. οὓς γὰρ ἂν ἐν ἄλλῳ καιρῷ θεραπεύειν εἶχες ἀνάγκην, τούτοις ἐξέσται σοι νῦν ἐλευθέρως ὁμιλῆσαι. πρᾶγμα δὲ ἀπὸ καλῆς ἀρξάμενον τῆς ἀρχῆς εἴωθεν αὔξεσθαι ῥᾳδίως καθάπερ τὰ τῶν δένδρων ἰσχυρῶς ἐρριζωμένα. ὄντων δὲ οὐδὲ τούτων μικρῶν ἔτι μείζω προσδόκα παρὰ τῆς Μοδέστου καὶ φιλίας καὶ τύχης. ἐπιμελήσεται γὰρ τοῦ καὶ σὲ μείζω γενέσθαι τὰ μὲν αὑτὸν παρακαλῶν, τὰ δὲ ὑπʼ ἐμοῦ κινούμενος. δώσει δέ μοι καὶ τεθνεῶτι χάριν τῷ σοί τι χαρίζεσθαι πολλοῖς μὲν ἔργοις, πολλοῖς δὲ λόγοις, οὐκ ὀλίγοις δὲ ὅρκοις μεμαθηκὼς ὅτι μοι τὰ σὰ τῶν ἐμῶν οὐ δεύτερα.
Θεμιστίῳ.
Οὔτε Σπεκτάτον ὡς ἠδικηκότα με εἶδον, οὐδὲν γὰρ ἂν περὶ σοῦ γράψαιμι τοιοῦτον, ὃ κεκρύφθαι βουλοίμην ἄν, εἴ τέ τι καὶ ἥμαρτον, οὐ τοσαύτην γε ὤφειλον δίκην, ὁπόσην ἔλαβες γράφων. διδάσκεις γάρ με περὶ τῶν σαυτοῦ τρόπων ὡς οὐ δυνηθέντα μαθεῖν ἐν οὕτω πολλῷ χρόνῳ, δώδεκα ἔτεσιν οἶμαι. καίτοι τοῦτό γε μὴ ὅτι τῶν παρὰ σοί τις τραφέντων οἰκετῶν, ἀλλʼ οὐδʼ ἂν Ἴστρος ἐκεῖνος ὁ παρὰ τῶν βαρβάρων ἔπαθεν, ἀλλʼ ἐσπούδασας, ὡς ἔοικε, τὸν εἰ μηδὲν ἄλλο μετὰ σοῦ πολλὰ δὴ λελουμένον Μελιτίδου δεῖξαι φαυλότερον. ἐγὼ δέ σε καὶ νῦν καὶ πάλαι φιλοσοφεῖν ἡγοῦμαι καὶ νῦν μὲν ἴσως πλείω συγγράφειν, τὰ δὲ τῷ βίῳ προσήκοντα καὶ πρόσθεν τετηρηκέναι καὶ γενέσθαι γε μείζω βάσανον τῆς παρούσης ἐκείνην. οὐ γὰρ ἴσον ἔξω πραγμάτων ὄντα τοῖς νόμοις Πλάτωνος ἐμμένειν καὶ πολλῶν ἐνοχλούντων μηδαμοῦ βιασθῆναι. μαθητὰς δὲ πολλοὺς ἀριθμῶν πολλοὺς εὐδαίμονας λέγεις, οἷς ἔστι μὲν τὴν ἀλήθειαν λαβεῖν, ἔστι δὲ μετʼ ἐκείνης εἰς εὐγλωττίαν ἐπιδοῦναι. ἄμφω γὰρ δὴ παρὰ σοὶ τὰ Πλάτωνος, γενναῖά τε διδάξαι καὶ γλώττῃ καλῇ. ταῦτʼ οὔτʼ ἀγνοοῦμεν οὔτε σιγῶμεν, ἀλλʼ ὅσοιπερ ἡμῖν εἰς λόγους ἦλθον, καὶ τοιούτων λόγων ἀκούσαντες ἀπῆλθον. παῦσαι δὴ τοιούτων ἐπιστολῶν καὶ νόμιζέ με γεγηρακέναι μέν, παραφρονεῖν δὲ οὔπω.
Ἀλβανίῳ.
Καὶ τοῖς γράμμασί σου χαίρω καὶ πολὺ πρότερον οἷς ποιεῖς. ἀκούω γάρ σε καὶ τὴν οὐσίαν συνέχειν καὶ λειτουργεῖν ἡδέως καὶ τὴν τοῦ δύνασθαι λέγειν δόξαν συλλέγειν. μὴ τοίνυν ἀποκάμῃς σαυτόν τε ὠφελῶν καὶ ἐμέ· τὸ γὰρ αὐτὸ σὲ μὲν ἐν τοῖς πολίταις καταστήσει δυνατόν, ἄξει δὲ ὡς ἐμὲ τοὺς ἐκείνων υἱεῖς.
Δημητρίῳ.
Οὐ μόνον τῷ πρὸς ἑκάτερον ἕλκεσθαι τῶν κομισθέντων ἔδειξας τὸν ἐραστὴν ἀπορῶν, ὁποτέρῳ δεῖ προτέρῳ δοῦναι τοὺς ὀφθαλμούς, ἀλλὰ καὶ ἡ περὶ τοῦ λόγου ψῆφος πάθος ἦν ἐρωτικόν. τῷ μέν γε κάλλος οὐκ ἔπεστι, σὺ δʼ αὐτὸν τῶν ἀμφὶ Πέλοπα καὶ Γανυμήδην ποιεῖς καὶ γέγονας ἐκείνων δὴ τῶν τοὺς σιμοὺς καὶ γρυποὺς καὶ μέλανας ἐπαινούντων ἐξ αὐτῶν ὧν ἂν ψεχθεῖεν ὑπʼ ἀνδρὸς οὐκ ἐρῶντος. ἀλλʼ ἐκείνοις τε συγγνώμη καὶ σοί, τοιαῦτα γὰρ ὁ θεὸς ἐργάζεται, οὐ μέντοι πείσαις ἂν ὅτι ταῦτα οὕτως ἔχει, πρὶν ἂν ἐρῶν παύσῃ. τοῦτο δὲ οὐδέποτε ποιήσεις, ὥστε οὐδέποτε πείσεις.
Ἱέρακι.
Ἐθαύμασα, ὅπως τὸ μὲν μὴ ἐπιστεῖλαί με πρὸς σὲ κατηγορίας ἄξιον ἡγήσω, τοῦ δʼ ἐλθεῖν σοι τὴν βασιλέως ἐπιστολὴν οὐδὲν ἐφʼ ἡμᾶς ἄγεις. καίτοι δεικνὺς ἐγὼ τὰ πρὸς ἐμέ σοι γεγραμμένα καὶ τοῦτο πεποιηκὼς τετράκις καὶ βοῶν ὡς δεινὰ μὲν ἂν ἡ Τρωάς, δεινὰ δὲ Ἀλέξανδρος πάθοι καὶ μετὰ τούτων γε ὁ θεός, εἰ μὴ τὸν Ἱέρακα τοῖς ἐκ τοῦ νόμου κοσμήσαιμεν, τοιαῦτα νῦν μὲν πρὸς Ἐλπίδιον λέγων, νῦν δὲ πρὸς τὸν πάντα ἄριστον βασιλέα τὰ σοὶ πρέποντα συμπαρεσκεύασα γράμματα ἐλθεῖν. λέγω δὲ οὐχ ὡς ἐμοὶ ταύτην δόντος τοῦ βασιλέως τὴν χάριν, ἀλλὰ σὲ μὲν καὶ εὖ οἶδε καὶ τιμᾷ καὶ ἰδεῖν ἤθελεν· ἐν δʼ αὖ πλήθει πραγμάτων καὶ ἐραστὴς ἀμβλύτερος εἰς ἐρώμενον ἂν εἴη. δεῖ δὴ τοῦ γε κινοῦντος καὶ οὐκ ἐῶντος ἀμνημονεῖν, ὃ καὶ ἐμοὶ πέπρακται. συνέβη δέ πως τὸν σὲ καλοῦντα πρὸς ἡμᾶς ὕστερον ὅτι κέκληκεν εἰπεῖν, ἡνίκα τὸ μὲν ἔργον ἐπῃνοῦμεν, ἐπιστέλλειν δὲ οὐκ εἴχομεν. ἐπιτιμᾶν δὲ οὐκ ἦν, εἴ τις ὑπὲρ γῆς ἁπάσης καὶ θαλάττης βουλευόμενος ὑπερέβη τι σμικρὸν ἄκων. δὸς δὴ καὶ αὐτός μοι συγγνώμην τῷ μὴ παραχρῆμα ἀκούσαντι καὶ μὴ νόμιζε οὕτω σφόδρα παρʼ ἡμῖν τιμᾶσθαι τὰς μελέτας, ὥσθʼ ἕνεκα αὐτῶν αἱρεῖσθαι τοὺς φίλους ἀδικεῖν. εἰ γὰρ ἐλάττους ἦμεν ἢ ἀρκεῖν ἀμφοτέροις, ἀλλʼ οὐκ ἂν ἠμελήσαμεν Ἱέρακος τοῦ καλοῦ περὶ Μιλτιάδην ἢ Θεμιστοκλέα ληροῦντες.
Ἀντιπάτρῳ.
Ἔοικας ἀνδρὸς πονηροῦ γραμμάτων ἐπιθυμεῖν, εἴτε διὰ χρόνου μῆκος ἐπιλέλησμαι φίλου εἴθʼ ὑπό τινος εὐπραξίας αὐτὸ τοῦτο ἔπαθον, καὶ θαυμάζω γε, ὅπως οὐ κέρδος ἡγήσω τοῦ τὰ τοιαῦτα νοσοῦντος ἀπηλλάχθαι. ἐγὼ δὲ τῆς μὲν κοινῆς εὐτυχίας ἔχω τὸ μέρος ἀρχόμενος ὑπὸ βασιλέως ἀρίστου, τοῖς δὲ ἰδίοις οὐδένα παρελήλυθα τῶν γειτόνων. οὔτε γὰρ οἰκοδομῶ λαμπρῶς οὔτε γῆν ἐώνημαι πολλὴν οὔθʼ ὑπὸ ῥαβδούχων παραπέμπομαι παιόντων καὶ φοβούντων οὐδʼ ὑπισχνοῦμαι μεγάλα οὐδʼ ἐχθρὸν ἠμυνάμην. τίνα τοίνυν ὄγκον ἑωρακὼς ὑβρίζεις; τίς μηνυτὴς ἢ τίς μάντεων τοῦτον ἔφρασέ σοι τὸν ὄγκον; εἴσειμι παρὰ τὸν βασιλέα καλούμενος, ἄλλως δὲ οὐδαμῶς, τοῦτο δὲ οὐ συνεχῶς. εἰσελθὼν ἀκούω λέγοντος, καὶ γάρ ἐστι Σειρήν, καὶ ὅ τι φθέγξαιτο, συγγράμματος τοῦτο οὐ χεῖρον. ἀμείνων γενόμενος τὴν γνώμην ἄπειμι παρακληθεὶς εἰς λόγους τοῖς τοῦ βασιλέως λόγοις. οὗτοι τῶν εἰσόδων οἱ καρποί. τὸ δὲ τὸν δεῖνα μέν, ὦ βασιλεῦ, παῦσον ἄρχοντα, ὁ δεῖνα δὲ ἀρξάτω, καὶ τῷ μὲν γενέσθω τιμή, τὸν δὲ ἔκβαλε τῶν ὄντων, ταῦτα δὴ τὰ ἐπὶ τοῦ Πραξίλλης Ἀδώνιδος οἴχεται. καὶ νῦν ὡς ἀληθῶς εἰς ἔργον ἥκει τὸ τοῦ κρατοῦντος ὄνομα. οὐ μὴν ἀλλʼ, εἰ καὶ σφόδρα τις ἦν τῶν γε τοιούτων ἐξουσία, τῶν φευγόντων ἂν ἐγενόμην τὸν ὄγκον ὥσπερ τι φορτίον οὐ φορητόν. πιστεύοις δʼ ἄν μοι δικαίως, εἰ μὴ ὅπερ αἰτιᾷ πέπονθας καὶ ἐπιλέλησαί μου τοῦ τρόπου. καὶ μὴν κἀκεῖνό γε ἄτοπον εὔχεσθαι μὲν ζῆν ἐν τοῖς αὐτοῖς πράγμασι, καινὰ δὲ ποιεῖν καὶ οἷα οὔπω πρότερον. ἀνάμνησον γάρ με, τί σου γράμμα πρὸ τοῦδε πρὸς ἡμᾶς ἧκεν εἰς Συρίαν, ἀλλʼ οὐκ ἂν ἔχοις. οὐκοῦν ἕτερος γέγονας καὶ αἰτῶν παρὰ τῶν θεῶν ὁ αὐτὸς εἶναι τέμνεις ἄλλην ὁδὸν ἑκὼν ἡδίω μὲν ἐμοί, ταῖς δὲ σαῖς εὐχαῖς μαχομένην. ἀλλὰ ταύτην μὲν ἰὼν καὶ γράφων μὴ παύσαιο, βουλοίμην δʼ ἄν σε καὶ περὶ ἡμῶν ἐπιεικεστέραν ζητεῖν αἰτίαν καὶ ὅταν γράμματα μὴ λάβῃς, μᾶλλον τοῖς διακόνοις ὡς ἠμεληκόσιν ἐγκαλεῖν ἢ τὸν φίλον νομίζειν εὐθὺς γεγονέναι κακόν, ὃς ἐβουλήθη μὲν σοὶ τὴν ἱερωσύνην γενέσθαι, τοῦ φθάσαντος δὲ ἡττήθη τοῦτʼ αὐτὸ δίκαιον ἔχοντος τὸ προειληφέναι.
Θεοδώρῳ.
Τῇ μὲν μνήμῃ τετίμηκάς με, τῆς δὲ τῶν ὀφθαλμῶν ἀσθενείας οὐ μάλα ἐστοχάσω. ἔρρωται μὲν γὰρ οὐδέν μοι μέρος τοῦ σώματος, οἱ δὲ πλέον ἢ τἄλλα ἀπειρήκασι, κἂν μὴ μεγάλων λάβωνται γραμμάτων, ζητοῦσι τὸν ἀναγνωσόμενον. σοὶ δʼ ἔστι μὲν βιβλία πολλὰ καὶ καλὰ καὶ οἷα βοηθεῖν τοῖς οὕτω διακειμένοις, ἐγὼ δὲ οὔπω τῶν τοιούτων ἄξιος καὶ οἶδα ἐνοχλήσας καὶ συγγνώμην αἰτῶ· ὡς ὅ γε ἔπεμψας, ἓν μόνον εἶχε καλὸν τὸ παρὰ σοῦ τε καὶ μετὰ σῶν κεκομίσθαι γραμμάτων, ὡς τῇ γε ἄλλῃ τὸ δῶρον οὐ σόν. ἥκει οὖν αὖθις εἰς ταὐτὸ ταμιεῖον μετὰ τῶν καλῶν κεισόμενον, ὅπως βασκανίαν ἀπελαύνῃ τῶν καλῶν.
Γαϊανῷ.
Καὶ γὰρ ἐγὼ κτῆμα σόν· ὥστʼ οὐδὲν θαυμαστὸν εἰ καὶ σὺ κτῆμα ἐμόν. ἐκεῖνο μέντοι οὐκέτι πείθομαι τὴν περὶ τὸ ἄρχειν ἀρετὴν παρʼ ἡμῶν γεγενῆσθαί σοι. κομίζων γὰρ αὐτὴν ἐκ Φοινίκης ἀφῖξο καὶ διὰ τοῦτο ἑτέρῳ παρεδρεύων μεῖζον ἴυγγος ἴσχυσας τῷ τρόπῳ. καὶ νῦν Φοινίκη μισθοὺς ὧν ἐδίδαξε κομίζεται ποιήσασά τε γενναῖον καὶ παρὰ τοῦ μαθητοῦ σωζομένη τε καὶ θεραπευομένη. σωτηρίαν δὲ καλῶ καὶ θεραπείαν οὐ τὸ ἐξεῖναι πάντα ποιεῖν ὡς ἂν ἑταίρου καὶ Φοίνικος ἄρχοντος, ἀλλʼ ὅτι σε ἀκούω καὶ τιμᾶν οὓς δεῖ καὶ κολάζειν οὓς χρή, καὶ τοῦτο πρῶτον ἀπαιτοῦντα τοὺς φίλους τὸ μὴ ἀπειθεῖν τοῖς νόμοις. ὡς ὅστις ἐν ἀρχῇ τοῖς πάλαι συνήθεσι δίδωσι παρανομεῖν, βλαβερὰν ἀμφοτέροις χαρίζεται χάριν καὶ δοκῶν αἰδεῖσθαι φιλίαν αὑτόν τε κἀκείνους μισῶν οὐκ οἶδε. πολλὴν δὲ ἄρα βραδυτῆτα κατέγνως τῆς φήμης, εἰ ἀγνοοῦσι ταῦτα ᾠήθης γράφειν. ἡ δὲ πάλαι σου τὴν ἐπιστολὴν ἔφθη θεοῦ τε πρᾶγμα ποιοῦσα καὶ ὑποπτέρου καὶ οὐ τὴν ἀγοράν γε μόνον ἐνέπλησεν αὑτῆς, ἀλλʼ ἤδη καὶ εἰς τὸ βασίλειον εἰσῆλθεν ἡδονὴν φέρουσα τῷ βασιλεῖ καὶ μάντει. ὁ δὲ χαίρων ἐφθέγξατό τε οἷα τὸν ἡδόμενον εἰκός, καί τί που καὶ ἡμεῖς παρόντες ἠκούσαμεν καὶ συνήσθημέν τε καὶ συνεισηνέγκαμεν κρότον, ὃν ἐκεῖνός τε οἶδε καὶ σὺ δήπου τεκμαίρῃ.
Τῷ αὐτῷ.
Ὤιμην σὲ ὑπὸ τῆς ἀρχῆς καὶ τῶν περικεχυμένων πραγμάτων οὐκέθʼ ὁμοίως ἀγαθὸν ἐπιστέλλειν εἶναι· σὺ δὲ ἄρα καὶ τοῦτο πράττεις κἀκεῖνο ἐφύλαξας. ἐμὲ γοῦν τὸν οὐδὲν ἄλλο ἢ γράφοντα νενίκηκας τῷ πλήθει. τὸ δέ γε κάλλος ἴσον, καὶ μικρός μοι σῖτος ἅπας καὶ χρυσὸς πρὸς τὴν ὥραν τῶν γραμμάτων, ἐν οἷς ἡμᾶς ἀναγκάζεις μὴ σιγᾶν ὡς δόξοντας χρημάτων ἕνεκα ἐπεσταλκέναι, εἰ ἅμα τῷ τὰ χρήματα ἔχειν ἀποστησόμεθα τοῦ γράφειν. αἰσθάνομαι δὲ ὅτι γελᾷς ὑπὸ σαυτῷ με λαβὼν καὶ γεγονὼς κύριος παίζειν τε καὶ τιμὰς τάττειν πυρῶν καὶ κριθῶν. ἀλλʼ, εὖ ἴσθι, μᾶλλον ἔσῃ μου κύριος αὐτίκα καὶ δώσεις τι μεῖζον ὁ τὰ παρόντα θαυμάσας. τότε σύ τε ἐμοῦ λέγοντος ἀκούσῃ καθήμενος, οὗ σοι πρέπει, καὶ ἐγὼ σοῦ τὰς ἔριδας τῶν ἐν ταῖς δίκαις ῥεούσῃ φωνῇ διαλύοντος, καὶ ἐπαινεσόμεθα, σὺ μὲν εὐνοίᾳ τἀμά, ἐγὼ δὲ ἀληθείᾳ τὰ σά.
Ἰαμβλίχῳ.
Ὁ παῖς ᾔτει με γράμματα προσελθών, ἐγὼ δὲ ὤκνησα μέν, ἔδωκα δέ. ἐποίει δὲ τὸν μὲν ὄκνον, ὅτι σὺ τῶν Ἐρεχθειδῶν εἰλημμένος καὶ ἀκροπόλεως ἐκείνης καὶ ἀνδρῶν καὶ τόπων καὶ θεῶν ἐδόκεις μοι τῶν προτέρων παιδικῶν ὑπὸ τῶν δευτέρων καταφρονεῖν· δοῦναι δὲ ἔπειθε, μᾶλλον δὲ ἠνάγκαζε τὸ ἐρᾶν. κωλύει γὰρ οὐδὲν ἐρᾶν τοῦ πρὸς ἕτερον ὡρμηκότος. ἐγὼ δὲ κἂν ὑβριζόμενος ἤλεγξα τὴν παροιμίαν οὐδʼ οὕτω λύων τὸν ἔρωτα. δεόμεθα δή σου τὸ σὸν γένος ἀναμεῖναι τὸν Βοηδρομιῶνα καὶ μετασχεῖν τοῖν θεοῖν, ἀλλὰ κἂν ἄλλη τις τελετὴ καλῇ, τρέχειν καὶ γίνεσθαι τοῖς δαίμοσι διὰ μυστηρίων ἑταῖρον, νομίσαι δὲ καὶ τοῦτο ἱερόν, τὸ τὸν πατρῷον οἶκον ἐπανελθόντα συνέχειν καὶ συνεῖναι μὲν τοῖς ζῶσι τῶν οἰκείων, τιμᾶν δὲ τοὺς οἰχομένους. εἰ δὲ δεινὴ κατέχειν ἡ τῆς Παλλάδος γῆ, πάλιν δεόμεθά σου σπεῖραι παῖδας Ἀθήνησι καὶ τὸ γένος ἡμῖν ἐκτεῖναι. πάντως δὲ ἡ πόλις γέμει τῶν ἀπὸ Κόδρου, τὸ δὲ αὐτό σοι καὶ υἱεῖς οἴσει καὶ βάσανον φίλων· οἱ μὲν γὰρ ὄντως ἀγαπῶντες μενοῦσι φιλοῦντες, τοὺς δὲ ἀποπετομένους ὄψει. ἀλλʼ, ὦ γενναῖε καὶ ἐκ τοιούτων, μάλιστα μὲν τὰ πρότερον ποίει, δίκαιον γάρ· εἰ δὲ θάτερα νενίκηκε, κἀνταῦθά τι προσέστω τάχους.
Ἰουλιανῷ αὐτοκράτορι.
Ὅσα κατηγόρησα τῆς ὁδοῦ, καὶ γὰρ ἦν χαλεπή, τοσαῦτα ἐμαυτοῦ καὶ ἔτι πλείω ταχέως ἀναστρέψας, ἀλλʼ οὐκ ἐπʼ αὐτὸν ἐλθὼν τὸν σταθμὸν καὶ δοὺς ἐμαυτῷ τὸ καὶ τῆς ὑστεραίας ἅμα τῷ ἡλίῳ τὴν θείαν ἰδεῖν κεφαλήν. καὶ γὰρ οὐδʼ ἡ πόλις με εἶχε παραμυθεῖσθαι πράττουσα κακῶς. λέγω δὲ κακοπραγίαν οὐ τὴν τῶν ὠνίων σπάνιν, ἀλλʼ ὅτι πονηρὰ καὶ κακὴ καὶ ἀχάριστος κέκριται καὶ δοκεῖ τῷ τηλικαύτην μὲν ἀρχήν, πλείω δὲ φρόνησιν κεκτημένῳ. ἕως μὲν οὖν Ἄλκιμός μοι παρῆν, εἶχον τὸν δεχόμενον τοὺς λόγους, ἐν οἷς ἐμαυτόν τε ᾐτιώμην καὶ περὶ τῆς εἰς ἐμαυτὸν παρὰ σοῦ διεξῄειν τιμῆς· ὡς δὲ ἐκεῖνος ἀπῆρε, τὴν ὀροφὴν ἐποιούμην ἀντὶ τοῦ φίλου. πρὸς ἣν ἀναβλέπων κείμενος ἐπὶ τῆς κλίνης νῦν, ἔλεγον, ὁ βασιλεὺς ἐκάλει· νῦν εἰσιὼν ἐκαθήμην, καὶ γὰρ τοῦτο ἐδίδου, νῦν ὑπὲρ τῆς πόλεως ἠγωνιζόμην, καὶ γὰρ τοῦτο ἐξῆν ὑπὲρ τῶν βασιλέα λελυπηκότων πρὸς βασιλέα λέγειν· ὁ δὲ ἐκράτει μὲν δίκαιά τε ἐγκαλῶν καὶ δυνάμενος εἰπεῖν, ἐγὼ δὲ φιλονεικῶν οὔτε ἐμισούμην οὔτε ἐξεβαλλόμην. τοιούτοις ἐμαυτὸν εὐωχῶ καὶ αἰτῶ παρὰ τῶν θεῶν πρῶτον μὲν σὲ ποιῆσαι κρείττω τῶν πολεμίων· ἔπειθʼ ἡμῖν ἐνταῦθα δεῖξαι καθάπερ ἔμπροσθεν. ἔστι τι καὶ τρίτον ἐν ταῖς εὐχαῖς, ὃ ἐκεῖνοι μὲν ἀκηκόασι, πρὸς σὲ δὲ οὐκ ἐρῶ· ἔδει δὲ ἄρα μηδʼ αὐτὸ τοῦτʼ εἰπεῖν, τὸ ὡς οὐκ ἐρῶ. δεινὸς γὰρ σύ γε τὸ τρίτον τοῦθʼ εὑρεῖν ἀπὸ τοῦ τὸν εὐχόμενον ἐμὲ κρύπτειν ὅπερ ηὐξάμην, καὶ δέδοικα δὴ μὴ τοὐναντίον αἰτήσῃς. ἀλλὰ νῦν μὲν διάβαινε τοὺς ποταμοὺς καὶ ποταμοῦ φοβερώτερος ἔμπιπτε τοῖς τοξόταις, μετὰ ταῦτα δὲ βουλεύσῃ περὶ ὧν βεβουλεύσεσθαι φῄς. ἐμὲ δὲ εὐφραίνων μὴ κάμῃς οἷς ἔξεστι τὸν ἀπόντα· ὡς ἔγωγε ἐπιστελῶ προκαλούμενος γράμματα τὰ σὰ ἀπὸ μέσης μάχης πιστεύων ὅτι καὶ ταῦτʼ ἂν εἴη τῆς σῆς φύσεως τάττειν τε ὁμοῦ στρατὸν καὶ τιτρώσκειν καὶ ἐπιστέλλειν. οὕτως ὑπὸ τοῦ σώματος ἀδικοῦμαι μέλλων ἀκούειν ἃ χρῆν ὁρᾶν· Σέλευκος δὲ ὁ μακάριος ὄψεται καλῶς προθεὶς καὶ γυναικὸς ἀγαθῆς καὶ παιδὸς ἀγαπητῆς τὴν ἀπὸ τοῦ τοιούτῳ βασιλεῖ διακονεῖν εὔκλειαν.
Κωνσταντίῳ.
Σὺ μὲν ἀγαθὸς ἐπιστείλας, ἐγὼ δὲ ἀτυχὴς οὐ λαβών, προδόται δὲ ἀμφοῖν οἱ κακοὶ περὶ τὸ δῶρον. ἀλλʼ ἔμοιγε οὐ μικρὸν εἰς εὐθυμίαν τὸ πλῆθος τῶν γενομένων γραμμάτων, εἰ καὶ μὴ μέχρι τῶν ἐμῶν προῆλθε χειρῶν. πράττεις δὲ οὐδὲν καινόν, εἰ ᾧ παρὼν ἔχαιρες, τούτῳ γράφεις ἀπών. ἀναμιμνήσκου γάρ, ὅπως ἑσπέρας ἡδίων ἐγίγνου προσιόντος ἐμοῦ καὶ προῆγες τοὺς λόγους εἰς μέσας νύκτας, ἐν οἷς ἐθαύμαζον οὐχ ἧττον τῶν φρενῶν τὴν εὐγλωττίαν ἓν αἰτιώμενος μόνον, ὅτι δὴ φύσιν Ἑρμῇ προσήκουσαν ἐνεβίβασας εἰς στρατιώτου βίον. καλῶν δὲ ὄντων καὶ τούτων καὶ ὧν ἐφρόντισας, ἐν οἷς προὔκειτο βουλή, πῶς ἂν Ὑπερέχιος διαφύγοι τὸ δίκτυον, ἔτι μεῖζον ἦν τὸ φερόμενον ἀγνοίᾳ με πρὸς ὄρυγμα χαλεπώτατον μονονοὺ τὴν χεῖρα ἐρείσαντα πρὸς τὸ στῆθος ἀνασχεῖν. ἦν δὲ τὸ ὄρυγμα, γόητας ἡγεῖτο τοὺς ἐν τοῖς τρίβωσιν ἐκεῖνος ὃς καὶ τοὺς θεοὺς ἡγεῖτο εἶναι φλήναφον. εἶδες οὖν ὡς, εἴ με ἴδοι, χαλεπὸς εὐθὺς ἔσται, καὶ ἔδεισας μὴ γένηταί τι τῶν ἀπʼ ὀργῆς. καὶ τοῦτο μὲν οὐ θαυμαστόν, εἰ τὸν ἄνθρωπον εἰδὼς ταῦτα οὐκ ἠγνόησας· ἐκεῖνο δὲ τὸ κελεῦσαί με ἀπελθεῖν καὶ πιστεῦσαί τι τῶν ἀπορρήτων. ὃ διατελῶ μεμνημένος καὶ διʼ ὃ σωτῆρά σε γράφομαι τούς τε ἄλλους διδάσκων οἷα εὐεργέτημαι καὶ οὐδὲ τὸν βασιλέα τῆς χάριτος ταύτης ἀφιεὶς ἀνήκοον.
Μοδέστῳ.
Ἥσθην ὅτι με παρακαλεῖς ἐφʼ ἅπερ ἐγὼ σέ· δῆλον γὰρ ὅτι σὲ πέπεικα βοηθεῖν, εἰ τὴν ἐμὴν τάξιν λαβὼν ἐμὲ προτρέπεις Ὑπερεχίῳ βοηθεῖν. ἐγὼ μὲν οὖν οὔτε τῶν δυνατῶν τι παρήσω τοῖς τʼ ἀδυνάτοις ἐπιχειρήσω. καὶ γὰρ εἰ μάταιον, ἀλλὰ τῷ φιλοῦντι πρέπον, καὶ ἤδη γʼ ἂν ἐπέπρακτό τι περὶ τὸν νεανίσκον, εἰ μὴ τὸ βραδέως ἐλθεῖν ἐκώλυσε τὸ ἔργον. οὐ μὴν τάς γε ἐλπίδας ἀνεῖλεν, ἀλλʼ εἰσὶ καὶ λαμπραί. πτύω δὲ εἰς κόλπον τῇ παροιμίᾳ πειθόμενος. ἔοικε δέ τις δαίμων τὸ πρᾶγμα καλῶς διῳκηκέναι βουλόμενος αὐτὸν ἀμφοτέρων τυχεῖν, ὧν τε σὺ δοῦναι κύριος ὧν τε ὁ πάντων, ὡς ἐκείνων γε προτέρων τυχών, τῶν δʼ ἂν ἐστέρητο. νῦν δὲ σὺ μὲν αὐτὸν παιδεύσεις καὶ ποιήσεις ῥήτορά τε καὶ τἄλλα μέγαν γάμῳ τε καὶ δόξῃ καὶ τοῖς ἐν τῷ συνεδρίῳ δρωμένοις, ἥξει δὲ τὰ δεύτερα διδόμενα δέξασθαι δυναμένῳ. ἀλλά, πρὸς τῶν θεῶν, οὓς πάλαι θαυμάζων νῦν ὡμολόγησας, πάρελθε μὲν τὴν τοῦ πατρὸς εἰς Ὑπερέχιον εὔνοιαν, μίμησαι δὲ τὴν ἐμήν· ὃ ποιήσας τὴν τοῦ πατρὸς νικήσεις.
Μαξίμῳ.
Ἀρκῶν ἐμοὶ μισθὸς Ὑπερέχιος τοιοῦτος ὤν, ὥσθʼ ὑμῶν ἔτι ζώντων ἀποδειχθῆναι δεσπότης οὗπερ ἦν δίκαιον τῶν ὄντων μέρους. ἔστι γὰρ ὑμῖν τε κόσμος τοῖς τε ἀδελφοῖς καταφυγὴ φέρων μὲν τὴν θρασύτητα πρᾴως, τιμῇ δὲ τῆς φύσεως βοηθῶν. τὸν γοῦν νεώτατον στρατείας καὶ πόνων ἐξελόμενος ἐπανήκει. δεῖ γὰρ αὐτὸν πρὸς τὴν Μεγάλην πόλιν δραμεῖν καὶ πρὸς μέγεθος ἀπολαῦσαι τοῦ καιροῦ. τὰ δὲ ἐντεῦθεν εἶχε μὲν ἄν, εἰ θᾶττον ἀφῖκτο· ἕξει δὲ μετὰ τὴν νίκην. δοῦναι δὲ ἄμφω θεοῦ. γάμον δὲ εἰ μὲν αὐτὸς φεύγει, πειθέσθω παρʼ ὑμῶν μὴ φεύγειν· εἰ δʼ ὁ μὲν διώκει, τὸ δʼ ὑμέτερον οὐ συμπνεῖ, μετάθεσθε.
Ἀπολιναρίῳ καὶ Γεμέλλῳ.
Οὐδὲν θαυμαστὸν μαθητὰς ὑπὸ διδασκάλων φιλεῖσθαι ὥσπερ οὐδʼ υἱεῖς ὑπὸ πατέρων, ἄλλως θʼ ὅταν οἱ μαθηταὶ μὴ κακοὶ περὶ τὸν παιδεύσαντα γένωνται. γίγνονται γὰρ δὴ καὶ κακοὶ καὶ γεγένηνταί γε. καὶ τοῦτο μᾶλλον ἑτέρων οἶδα πολλὰ μὲν περὶ πολλοὺς καμών, πολλὰ δὲ ὑπὸ πολλῶν παθών. ἀλλʼ ὑμεῖς γε χρηστοὶ καὶ τὸ τῶν πελαργῶν μᾶλλον ἢ τὸ τῶν κριῶν ἐπαινοῦντες. διόπερ ὑμῖν καὶ συμβούλομαι καὶ συνεύχομαι τὰ βελτίω. βέλτιστον δὲ ἐν τοῖς παροῦσιν ἃ διανενόησθε πρᾶξαι. τοῦτο δὲ εἶπον εἰδὼς τὸν ὄκνον πολλάκις ἐμποδίζοντα τὸ συμφέρον. ὑμῖν δὲ ἥ τε πατρὶς μεγάλη ὅ τε οἶκος τοιοῦτος. δέος οὖν μὴ τούτοις κατασχεθῆτε τοῖς φαρμάκοις.
Μοδέστῳ.
Ἐπὶ τὰς ὑποσχέσεις ἥκουσιν οἱ νέοι, σὺ δὲ τῇ τε ἄλλῃ γενναῖος καὶ ψεύδεσθαι οὐκ εἰδώς. ἀλλὰ καὶ αὐτὸς ἀπὼν ἀπαιτῶ τὰς ὑποσχέσεις. πάντως δὲ τὸ αἰδὼς ἐν ὀφθαλμοῖς οὐ παρὰ σοὶ κρατεῖ, ἀλλʼ ὁμοίως αἰδέσιμος ὁρώμενός τε καὶ ἐπιστέλλων φίλοις. ἄγε οὖν, ποίει τούτω δικῶν ἐπιστήμονε, κἂν ἐπʼ ἄλλο τι προβῇς, ἄγε καὶ τούτω ταὐτὸ δράσοντε πάλιν. ἴσως δέ τις ὄψεται τοὺς ἀγωνιστὰς ἀθλοθέτας σοῦ προξενοῦντος καὶ ἐπαινοῦντος.
Μαξίμῳ.
Ὑπὲρ ἀδελφοῦ τὴν ὁδὸν Ὑπερέχιος ἔφη ταυτηνὶ πεποιῆσθαι, ἐφωράθη δὲ ὑπὲρ σοῦ μᾶλλον ἢ ὃν ἔφη πεποιημένος· εἰς μὲν γὰρ ἐκεῖνον μικρά τις ἦν ἡ σπουδή, περιέτρεχε δὲ σβεννύων φήμην ἀκμάζουσαν οὐκ ἀληθῆ μέν, ὡς ἔγωγε ἐπεπείσμην, ἦσαν δὲ οἱ βουλόμενοι τὰ χείρω κρατεῖν, οἳ τιμῆς μὲν οὐκ ἂν τύχοιεν διὰ τὸ μὴ ἀσκεῖν ἀρετήν, τοῖς δὲ ἀπʼ ἀρετῆς τιμωμένοις φθονοῦντες, ἂν ἐκεῖνοί τι δόξωσιν ἀδικεῖν, ἀναπνέουσι. πρὸς οὓς ἐγὼ μὲν ἐμαχόμην τῷ εἰκότι συμμάχῳ χρώμενος, ἔδει δέ τινος ἐγγύθεν μάρτυρος, ὃς ἔμελλε ποιήσειν μοι τὸ εἰκὸς ἰσχυρόν. τῶν μὲν οὖν ἄλλων οἱ μὲν ἐσίγων μετὰ τῶν κατηγόρων τῇ σιγῇ γιγνόμενοι, οἱ δʼ ἀκοῦσαι μὲν ταῦτα ἔφασκον, τἀκριβὲς δὲ ἀγνοεῖν, οὐδὲν ἢ μικρὸν ἐκείνων οἵδε διαφέροντες· ἀλλʼ ὁ χρηστὸς οὑτοσὶ καὶ σοί τε καὶ ἐμοὶ καὶ Ἀληθείᾳ φίλος ἀνθʼ ὅπλων ὑπὲρ σοῦ τὴν γλῶτταν ἔθετο καταβοῶν μὲν τῶν λεγόντων ὡς ψευδομένων, καταβοῶν δὲ τῶν πειθομένων ὡς ἐξαπατωμένων. καὶ τοσοῦτον ἴσχυσε τῇ συνεχείᾳ τῶν ἀγώνων, ὥστε καθήρας ἡμῖν τὴν πόλιν τῆς ἀπάτης ἔρχεται· καὶ νῦν οὔτε βουλευτὴς εἰς τὰς πλευρὰς ὕβρισται κέρδος τε οὐδὲν κεκράτηκε τῆς ψυχῆς δοκεῖ τε ὁ γενναῖος Μάξιμος εἶναι τοιοῦτος οἷός ἐστιν. ἐγὼ οὖν ἀμφοτέροις συνήσθην τῶν ἐπαίνων, εἰ σὺ μὲν ἐν ἀρχῇ δίκαιος, ὁ δὲ ἐν ἀρχομένοις, καὶ ἅμα ἐδόκεις μοι μηδὲν εἰς αὐτὸν εὐνοίας ἐλλελοιπέναι. τοῦτο δὲ οὐκ ἠρόμην· ὑπὸ γὰρ ὧν ἔπραττεν εὐθὺς ἐδιδασκόμην. τοσαύτη τις ἦν ἡ περὶ τὴν ἀπολογίαν προθυμία δεικνῦσα μὲν τὸν ἀληθεύοντα, δεικνῦσα δὲ τὸν ἀμειβόμενον χάριτας. τοιούτους ἐγὼ τρέφω τε καὶ συνίστημι τοῖς φίλοις.
Εὐαγόρᾳ.
Ἐγὼ σοῦ πρεσβύτερος μέν εἰμι, τὴν φύσιν δὲ οὐκ οἶμαι εἶναι βελτίων· διὰ δὲ πόνων ἐγὼ μὲν ἦλθον, σὺ δὲ ἔρχῃ. τοῦ δὴ εἰκότος νικῶντος ποιήσεις οἷα ποιῶ. σοφὸς οὖν ὢν ἤδη σαυτὸν ἐπαινεῖς ἐν οἷς ἐμέ. ἀλλʼ, εὖ ἴσθι, καὶ ὧν ποιῶ καὶ ὧν ποιήσω μείζω τὸν ἔπαινον ᾄδεις. κείσθω μὲν γάρ, εἰ δοκεῖ, τἀμὰ μετὰ τῶν Δημοσθένους, νεμεσήσει γὰρ οὐδεὶς εἰδὼς ὅτι καὶ ῥάκια καὶ τὴν καλλίστην ἐσθῆτα πολλάκις ἓν δέχεται κιβώτιον· τίμα δὲ μήθʼ ὁμοίως ἐκείνοις μήτʼ εὐθὺς μετʼ ἐκεῖνα, μὴ τὸ τοῦ Δημοσθένους αὐτό τις λαβών—ἀλλʼ ἐκεῖνο μὲν οὐκ ἐρῶ—, δέδοικα μέντοι μὴ τῷ ἄγαν ἐμὲ θαυμάζειν τὰ σὰ χεῖρον διάθῃ.
Νικοκλεῖ.
Οὐκ ἄδηλον ὅτι διʼ ὅσων ἦλθες πόλεων, πάσας ἐνέπλησας τῶν ὑπὲρ ἡμῶν λόγων. καὶ γὰρ ἐνταῦθα, ὡς ἤρξω τοῦτο ποιεῖν, πάντα ὦτα ἐνέπλησας τῶν τε βουλομένων τῶν τε οὐκ ἐθελόντων, τοῖς μὲν χαριζόμενος, τοὺς δὲ ἀνιῶν· ὥστε θαυμάσαιμʼ ἂν εἰ μὴ παραπλήσια καὶ πρὸς τοὺς γεωργοὺς ἐβόας, ὅσοι μέχρι τῆς λεωφόρου τὰς αὔλακας ἔτεμνον. ἐμοὶ δὲ μείζω μὲν ταῦτα τῆς Συρακουσίων δεκάτης, μικρῷ δὲ ἐλάττω τῶν εἰς τὸν ὑμέτερον νομοθέτην ὑπὸ τοῦ θεοῦ λεχθέντων. ὃς γὰρ οὔτʼ ἂν κολακεύσαις, οὐδὲ γὰρ βασιλέως σύ γε τύχην, μὴ ὅτι γε σοφιστήν, οὔτʼ ἂν ἀγνοήσαις λόγου κάλλος ἢ αἶσχος, πῶς οὐκ ἐπαινῶν τόν γε ἐπαινούμενον μέγαν ποιεῖς καὶ λαμπρὸν ἐν Ἑλλήνων χοροῖς; ἡμεῖς δὲ σὲ ἐπαινοῦντες μὲν οὐ παυόμεθα, ποιοῦμεν δὲ παραπλήσιον ὥσπερ ἂν εἴ τις πυροὺς χρησάμενος ἀποδοίη κριθὰς αὐτῷ τῷ μέτρῳ. τὸ μὲν γὰρ μέτρον οὗτος ἐτήρησεν, ἀπέδωκε δὲ οὐκ εἰς ἅπαν. οὐδὲ γὰρ ἐκεῖνος, οὗ νῦν ἐμνήσθην, ὁ Λακωνικὸς τιμηθεὶς ὑπὸ τοῦ χρησμοῦ εἰ τὸν Πύθιον αὐτὸς ἀντεκόσμησεν ἔπεσιν, ἴσον ἂν ἦν, οὐδʼ εἰ πάνυ πολλὰ ἦν τὰ ἔπη. ἐνταῦθα μὲν οὖν λειπόμεθα, φιλοῦντες δὲ ἢ νικῶμεν ἢ πάντως γε οὐ νικώμεθα. πρὸς τοσοῦτον δὲ ἥκω τοῦ θαρρεῖν σοι καὶ οἴεσθαι παντὸς ἂν τυχεῖν, ὥστε καὶ τῶν ἡμετέρων φίλων τοὺς ἐκεῖσε ἰόντας καὶ δεομένους φίλων ἐπὶ τὰς σὰς πέμπω θύρας ὡς σοῦ γνώμην μὲν τὴν ἐμὴν εἰς αὐτοὺς μιμησομένου, ῥώμῃ δὲ μείζονι χρησομένου. διʼ οὗ δὲ ταύτην λαμβάνεις τὴν ἐπιστολήν, μὴ ἕνα νόμιζε τῶν πολλῶν, ἀλλʼ υἱέος μοι διαφέρειν οὐδέν. αἴτιον δὲ ἡ ἐπιείκεια καὶ τὸ αἰδεῖσθαί τε καὶ δόξης ἐπιθυμεῖν καὶ λαβεῖν ἐπαινέτας τοὺς γέροντας, ὧν καὶ πρῶτον καὶ μάλιστα τὸν θεῖον τὸν ἐμόν, ὃν εἰδὼς εἰδείης ἂν καὶ τοῦτον· οὐ γὰρ ἂν ἐκεῖνος τὸν οὐκ ἀγαθὸν ἐθαύμασε. μέλει δὲ καὶ Μοδέστῳ τοῦ νεανίσκου τὸ μὲν πρῶτον ὑπʼ ἐμοῦ παρακληθέντι, μετὰ δὲ τὴν πεῖραν ὑφʼ ἑαυτοῦ. ὄψει δὲ αὐτὸν τὰ πατρὸς εἰς Ὑπερέχιον τουτονὶ σπουδάζοντα, ἀλλʼ οὐδὲν οἷον εἰς προστασίαν ὁ δαιμόνιος Νικοκλῆς· οὕτω γὰρ κἀκεῖνος αὐτὸν ἐπαινέσεται σπουδάζων, εἰ ὅτι καὶ σοὶ χαριεῖται γνοίη. μαθέτω τοίνυν οὗτος ἀκούσας διαρρήδην ἐκ τοῦ σοῦ στόματος ὡς προσιὼν οὐκ ἐνοχλήσει, μᾶλλον δὲ ὡς, εἰ διʼ ἄλλου τῶν αὑτοῦ τι θήσεται, σύ γε ἠδίκησαι καὶ λήψῃ παρὰ τοῦδε δίκην.
Ἰουλιανῷ αὐτοκράτορι.
Ἐγὼ τὴν ἀρχὴν τὴν Ἀλεξάνδρου τὸ πρῶτον ἐδυσχέραινον, ὁμολογῶ, καὶ τὸ τοὺς ἀτιμοτάτους τῶν παρʼ ἡμῖν ἐπιμελεῖσθαι τούτων δὴ τὸ πρὶν οὐ τῶν ἐνδόξων ὕβριν ἡγούμην καὶ οὐκ ἄρχοντος ἔργον, ἀλλὰ καὶ τὴν εἰς χρήματα ζημίαν πυκνήν τινα οὖσαν ἀσθενεστέραν ᾤμην ποιήσειν τὴν πόλιν, πλέον δὲ οὐδέν. νῦν δὲ ὁ καρπός τε ἀνεδόθη τῆς τραχύτητος καὶ ᾄδω παλινῳδίαν. οἱ γὰρ δὴ πρὸ μεσημβρίας ἐκεῖνοι λελουμένοι καὶ κοιμώμενοι Λακωνικοί τινες γεγένηνται τοὺς τρόπους καὶ καρτερικοί, καὶ πρὸς τῇ ἡμέρᾳ τῆς νυκτὸς οὐκ ὀλίγον πονοῦσιν ὥσπερ προσηλωμένοι ταῖς Ἀλεξάνδρου θύραις. ὁ δʼ εἰ βοήσειεν ἔνδοθεν, σείεται πάντα, ὥστʼ οὐδὲ σιδήρου μοι δεήσεσθαι δοκεῖν τοῦ ἀπειλεῖν ἀποχρῶντος ἐνεργούς τε ὁμοῦ καὶ σώφρονας ποιεῖν τοὺς ἀργούς τε καὶ θρασεῖς. τεθεράπευται δὲ καὶ ἡ Καλλιόπη τῆς σῆς γνώμης ἀξίως οὐ μόνον ἱπποδρομίαις, ἀλλὰ καὶ ταῖς ἐπὶ σκηνῆς χάρισι καὶ τέθυται ἐν θεάτρῳ τῇ θεῷ καὶ μετετάξατο παρʼ ἡμᾶς οὐ μικρὸν μέρος, ὥσθʼ ἥ τε βοὴ λαμπρὰ θεοί τε ἐν τῇ βοῇ καλοῦνται. δηλῶν δὲ ὁ ἄρχων ὡς χαίρει τῇ τοιαύτῃ βοῇ μείζω ταύτην ἀπὸ πλειόνων προκαλεῖται. τοσοῦτόν ἐστιν, ὦ βασιλεῦ, μαντικὴ τοῖς ἀνθρώποις διδάσκουσα, τί ποιῶν ἄν τις ἄριστα διοικοίη καὶ οἶκον καὶ πόλιν καὶ ἔθνος καὶ βασιλείαν.
Κλεάρχῳ.
Ἀλλʼ ἔδει μέν σε ἐκ τῶν ἐμῶν χειρῶν δεδέχθαι τὸν ἑταῖρον· ἐπεὶ δὲ σὺ μὲν ἠπείγου πρὸς τὰς πύλας, ὁ δʼ οὐ παρῆν, ἃ μὲν ὑπὲρ αὐτοῦ διείλεγμαι, μέμνησο· τίμησον δέ μοι τὴν ἐπιστολὴν δείξας ὡς ἠδυνήθη τοσοῦτον ὅσον ἂν ἐγὼ τὸν χρηστὸν Ὑπερέχιον εἰς τὴν σὴν φιλίαν εἰσάγων τῇ δεξιᾷ.
Δημητρίῳ.
Ταυτὶ γὰρ ἀγαθῶν γειτόνων ἐπικουρεῖν ἐν ταῖς ἀτυχίαις τοῖς πλησίον οἰκοῦσι. σὺ δʼ ἀμφότερα τὴν παροιμίαν πεπλήρωκας εὐφημίαις ἔργα προστιθείς. ἡμῖν δὲ ὁ λιμὸς διπλοῦν γέγονε κακόν, αὐτός τε καὶ ἡ διʼ αὐτὸν κατὰ τῆς πόλεως ὀργή· ἣν εἰ μή τις λύσει θεῶν, δέδοικα μὴ τὸν λιμὸν διαφυγόντες ἐν ἀφθονίᾳ τῶν ὠνίων πληγῶμεν. ἀλλὰ σύ τε εὔχου καὶ τῶν ἄλλων οὓς οἶσθα θεοῖς φίλους, πεῖθε τὸ αὐτὸ ποιεῖν.
Μαξίμῳ.
Ἀρκαδίην σε αἰτῶ, μέγα αἰτῶ. τὸ δὲ ἀκροτελεύτιον μεταθεὶς ἐρῶ ὅτι δώσεις. πολλὰ γὰρ δὴ καὶ ἕτερα δέδωκας μείζω τῆς Ἀρκαδίας, ἡνίκα Ἀρμενίων τόσους καὶ τόσους ἀγομένους ὑπὸ ζυγὸν χρόνον οὐκ ὀλίγον ἀφῆκας ἐλευθέρους. καὶ νῦν τοίνυν ὅπως οὑτοσὶ Λεόντιος μὴ λάβῃ πεῖραν ζυγοῦ, σπουδαστέον τε ἐμοὶ καὶ σοὶ συμβουλευτέον. γέγονε δέ μοι πάλαι συνήθης ὁ Λεόντιος οὗτος. καὶ θαυμαστὸν οὐδὲν εἶναί τινα Γαλατῶν ἐμοὶ φίλον. οὔτʼ οὖν μὴ προθυμεῖσθαι βοηθεῖν εἶχε καλῶς κἂν μὴ τύχω δεηθείς, δόξαν οἴσομαι κουφότητος, εἰ καὶ τοιούτων ἤλπισα τεύξεσθαι παρὰ σοῦ μήπω τηλικοῦτος ὤν. ἵνʼ οὖν τὸ μέγεθος τῆς ἡμετέρας γνῶσι φιλίας καὶ ὧν ἄρχεις καὶ παρʼ οἷς οἰκεῖς, τήρησον ἡμῖν τὸν ἄνθρωπον ἐφʼ οὗπερ νῦν ἐστι σχήματος. τοῦτο δὲ ποιῶν οὐ τῶν αὑτῆς στερήσεις τὴν ὑπὸ σοὶ στρατείαν, ἀλλὰ κωλύσεις ἀδικοῦσαν προσλαβεῖν. ἐγὼ δὲ αὐτὴν γίγνεσθαι μὲν ὑπὸ σοῦ μεγάλην βουλοίμην ἄν, ὁρῶ δὲ ὅτι πᾶν, ὃ μὴ δίκαιον, οὔτε καλὸν οὔτε μόνιμον. ἀκούω δὲ τοὺς ἕλκοντας αὐτὸν εἰς ἐκεῖνον τὸν πόνον οὐδὲν ἔχειν εἰπεῖν, διʼ ὃ δεῖ τοῦτο ποιεῖν, ἢ ὅτι βούλονται. ἀλλὰ σύ γε αὐτοὺς δίδασκε μὴ πάντων ἅπτεσθαι, καὶ μὴ πείθων ἀνάγκαζε. γένοιτο δʼ ἂν ἀπαλλαγὴ τῷ Λεοντίῳ βεβαίως, εἰ λέγοντος ἀκούσας γνοίης αὐτὸν μηδαμόθεν τοῖς ἕλκουσι προσήκειν· ὡς μὴ τοῦτο ποιήσας οὐ λύσιν τῶν φόβων, ἀλλʼ ἀναβολὰς εἰργάσω, τοῦτο δέ ἐστιν ὁ Τάνταλος δεδοικὼς τὸν λίθον.
Ἀκακίῳ.
Ἡ πόλις ἐκείνη ἡ λαμπρὰ καὶ μεγάλη, ᾗ καὶ σαυτὸν ἔδειξας καὶ παρʼ ᾗ τετίμησαι, πολλοῖς κακοῖς διασέσεισται λιμῷ τε μεμαχημένη καὶ βασιλεῖ δόξασα εἶναι κακοῦργος, καὶ διετελέσαμεν ἱκετεύοντες μέν, ἐκφυγεῖν δὲ τὴν δόξαν οὐ δυνηθέντες. σὺ δὲ ἄρα εὐδαίμων εὖ πραττούσης μὲν ἀπολαύσας, τῶν ἑτέρων δὲ οὐ κοινωνήσας, πλὴν εἰ ταύτῃ σέ τις κεκοινωνηκέναι φαίη, ὅτι ἃ φερομένης καλῶς ἐπέπρακτο ἄν σοι, ταῦτα τῇ τοῦ καιροῦ χαλεπότητι διεκωλύθη. ὅπῃ γὰρ ἔλθοιμεν, ἀθυμία πανταχοῦ, καὶ οἱ λόγοι μάτην ἀναλοῦντο· προσιόντων δὲ οἱ δοῦναι κύριοι τὰς θύρας ἀπέκλειον, ὅπως ἡμῶν μὴ ἀκούοιεν τῆς φωνῆς· εἰς τοσοῦτον δυνάμεως ἥκομεν. ἀλλʼ ἢν θεῶν τις λύσῃ τὸν ζόφον, ἔργου τε αὖθις ἑξόμεθα καὶ ἴσως οὐκ ἀτυχήσομεν.
Νικοκλεῖ.
Ποιητὴν δὲ ἄνδρα καὶ Μουσῶν ἑταῖρον παρὰ τίνα πέμψειν ἔμελλον ἢ παρὰ τὸν ταῖς Μούσαις φίλον; τὰ μὲν οὖν ποιήματα αὐτὸς κρινεῖς καὶ οἶμαι ὅτι θαυμάσῃ· σκόπει δὲ ὅπως καὶ οὗτος ὑμῶν τὸ εἰδέναι διδόναι θαυμάσῃ. δοκεῖ γάρ μοι σόφισμά τι τοῦτο εἶναι τῶν Μουσῶν τὸ μὴ πλουτεῖν τοὺς δυναμένους εἰπεῖν, ὅπως ἀγείροντες ἀργύριον λέγωσι. σὺ οὖν αὐτός τε δίδου μεμνημένος, ὡς ἡδέως μοι διηγοῦ προτέρας δόσεις, καὶ τοὺς ἄλλους ἐργάζου φιλοτιμοτέρους.
Μοδέστῳ.
Τοὺς ποιητὰς εὖ ποίει· καλὸς γὰρ θησαυρὸς παρʼ ἀνδρὶ ποιητῇ χάρις ὀφειλομένη. μᾶλλον δέ, οὗτος μὲν ἄρξει χάριτος ἐκ λόγων· σὺ δὲ μὴ ἀνάσχῃ γενέσθαι τῶν ὀφειλόντων, ἀλλʼ εὐθὺς ἀπόδος τὴν χάριν, χρυσίον ἀντὶ χρυσῶν ἐπῶν. ἀλλʼ ὅπως ὧν παρʼ ἡμῶν λήψεται μετὰ τὸ ὑμέτερον μὴ ἔλαττον γένηται τὸ ὑμέτερον. δεῖ γὰρ εἶναι μείζω τὰ δῶρα τῶν μειζόνων.
Θεμιστίῳ.
Ὤιμην ἀφεῖσθαι πάσης αἰτίας μετʼ ἐκείνην τὴν ἐπιστολὴν καὶ γνώμην εἶναι σοὶ πρὸς ἐμὲ τὴν πρὸ τῶν ἐγκλημάτων. σὺ δʼ ἄρα ἐχθρόν τέ με ἡγοῦ καὶ δίκην ἐπιθήσειν ἔμελλες. καίτοι ὅ γε θαυμαστὸς Ἁρποκρατίων μένειν ἔφασκε τὴν παλαιὰν φιλίαν θαρρεῖν τε ἐκέλευεν ὡς σοῦ γε οὐ μεταβεβλημένου. ἐξηπατώμεθα δέ, ὡς ἔοικεν, ἐγώ τε κἀκεῖνος οὐ μικρόν τινα χρόνον, καὶ ἴσως ἐκέρδαινον ἀπατώμενος, εἰ τὸ μὴ λυπεῖσθαι κέρδος ἦν. ὡς δὲ ἦλθεν ὁ λόγος καὶ διεδόθη μετὰ τῶν γραμμάτων καὶ ἤκουον τοῦ δεῖνος ἐμοὶ πέπομφε βιβλίον Θεμίστιος λέγοντος καὶ τοῦ δεῖνος ταὐτὸ καὶ τρίτου καὶ τετάρτου καὶ μόνος ἦν Ἀργείων ἀγέραστος, τότʼ ἔφην πρὸς ἐμαυτὸν ὡς οὔπω διαλλαγαί, κρατεῖ δὲ ὁ θυμὸς ἔτι καὶ παρόν μοι λαβεῖν τὸν λόγον οὐκ ἔλαβον, ὅπως μὴ γνοίην ἃ μὴ ἐθέλεις, καὶ ὠδυνώμην μὲν ἀπεχόμενος θοίνης οὕτω καλῆς, ἠνειχόμην δέ, ὅπως μὴ γένηταί τι ὧν οὐκ ἐβούλου. εἰ μὲν οὖν ἔτι χαλεπαίνειν οἴει δεῖν, μὴ ἐπίστελλε μηδʼ εἰρωνεύου· τῆς ὀργῆς δὲ εἰ πέπαυσαι, πρόσθες ἐπιστολῇ τὸν λόγον. ἥδιον γὰρ ἀναγνώσομαι πέμποντος αὐτοῦ τοῦ δημιουργοῦ τὸ τέχνημα.
Βηλαίῳ.
Ἐγένετό μοι φίλος Ὠρίων, ὅτε εὐτύχει· νῦν δὲ πράττει μὲν ἐκεῖνος κακῶς, τηρῶ δὲ ἐγὼ τὴν γνώμην· αἰσχύνομαι γὰρ εἰ καὶ αὐτὸς ὑπὸ τῇ παροιμίᾳ γενήσομαι καὶ δόξω φεύγειν ἠτυχηκότα φίλον. ταῦτα δὲ τρὶς ἤδη πρὸς σὲ βοῶ· τὸ μὲν πρῶτον ἐν γράμμασιν, ἔπειτα πρὸς παρόντα, νῦν δὲ ὥσπερ τὸ πρῶτον. καὶ γὰρ εἰ διέστηκεν ἡμῶν τῇ περὶ τὸ θεῖον δόξῃ, βλάπτοι μὲν ἂν αὑτόν, εἴπερ ἐξηπάτηται, παρὰ δὲ τῶν συνήθων οὐκ ἂν εἰκότως πολεμοῖτο. ἠξίουν δὲ ἔγωγε καὶ τοὺς νῦν ἐγκειμένους αὐτῷ μεμνῆσθαι ὧν αὐτοῖς ἐβοήθησε πολλάκις καὶ μᾶλλον ἀποδοῦναι χάριν ἢ ζητεῖν κατορύξαι ζῶντα τὸν εὐεργέτην· οὗ τὴν συγγένειαν ἐλαύνοντες πάλαι καὶ Μυσῶν λείαν πεποιημένοι τἀκείνων τελευτῶντες ἥκουσιν ἐπὶ τὸ τοῦδε σῶμα ὡς ταύτῃ γε χαριούμενοι τοῖς θεοῖς, πλεῖστον ἀπέχοντες τοῦ περὶ τὰς τῶν θεῶν τιμὰς νόμου. ἀλλὰ τοὺς μὲν πολλοὺς οὐδὲν θαυμαστὸν ἄνευ λογισμοῦ φέρεσθαι καὶ ποιεῖν ἀντὶ τῶν καλῶν τὰ ἡδέα· σὲ δὲ τὸν ἀπὸ τοῦ παιδεύοντος θρόνου πρὸς τὸν ψήφου κύριον ἥκοντα κατέχειν τοὺς τοιούτους εἰκὸς καὶ πείθειν ἢ ἔργῳ κωλύειν. εἰ μὲν οὖν ἔχει χρήματα τῶν ἱερῶν Ὠρίων καὶ δύναιτʼ ἂν ἐκτῖσαι, παιέσθω, κεντείσθω, τὰ τοῦ Μαρσύου πασχέτω, δίκαιος γάρ, εἰ παρὸν ἀποδόντα ἀπηλλάχθαι χρημάτων ἐστὶν ἥττων καὶ πάντʼ ἂν ὑπομείνειεν, ὅπως ἔχοι χρυσίον· εἰ δʼ ἐστὶν Ἶρος καὶ πεινῶν ἐκοιμήθη πολλάκις, οὐκ οἶδα, τί ἂν κερδαίνοιμεν ἀπὸ τῆς αἰκίας, διʼ ἣν εὐδοκιμήσει παρὰ τοῖς ἡμῖν ἐναντίοις. εἰ δὲ δὴ καὶ ἀποθανεῖν αὐτῷ δεδεμένῳ συμβαίη, σκόπει ποῖ τὸ πρᾶγμα ἥξει, καὶ ὅρα μὴ πολλοὺς Μάρκους ἀποφήνῃς. Μάρκος ἐκεῖνος κρεμάμενος καὶ μαστιγούμενος καὶ τοῦ πώγωνος αὐτῷ τιλλομένου πάντα ἐνεγκὼν ἀνδρείως νῦν ἰσόθεός ἐστι ταῖς τιμαῖς, κἂν φανῇ που, περιμάχητος εὐθύς. καὶ ταῦτα εἰδὼς βασιλεὺς ἀλγεῖ μὲν ὑπὲρ τοῦ νεώ, τὸν δὲ ἄνδρα οὐκ ἀπέκτεινε. νόμισον δὴ νόμον τὴν Μάρκου σωτηρίαν καὶ τὸν Ὠρίωνα σώσας ἔκπεμπε μὴ θαυμαζόμενον. φησὶ μὲν γὰρ οὐδὲν ἡρπακέναι, κείσθω δὲ εἰληφώς. τί οὖν; εἰ πάντα ἀνήλωται, μέταλλα χρυσίου προσδοκᾷς εὑρήσειν ἐν τῷ δέρματι; μή, πρὸς Διός, ἑταῖρε καὶ δικαστά, μὴ σύ τι πάθῃς ἀβέλτερον, ἀλλʼ, εἰ δεῖ δίκην αὐτὸν ὑποσχεῖν, ἄτρωτος περινοστείτω μηδεμίαν ἔχων εἰς φιλοτιμίαν ἀφορμήν.
Ἀταρβίῳ.
Τῶν Μουσῶν νόμισον ταύτην εἶναι τὴν πρεσβείαν βουλομένων αὑταῖς Ἀστεῖον, ἕνα τῶν χορευτῶν, ἔτι πλείω προσδιατρίψαι χρόνον. ὁ δὲ Ἀστεῖος οὗτος ἧκε μὲν ὡς οὐχ ἁψόμενος λόγων, ὁρῶν δὲ ἄλλους κτωμένους ἐπεθύμησε τοῦ κτήματος καὶ μέρος λαβὼν πένθος ποιεῖται τὸ μὴ καὶ ἄλλα λαβεῖν. ἀλλʼ ἢν μὲν ὁ πατὴρ αὐτῷ Μαρκιανὸς ἀπηλλαγμένος ᾖ πραγμάτων, ὑπάρξει τούτῳ μένειν ἐφʼ ὧν ἐστι καὶ νῦν· ἢν δὲ ἐκεῖνόν τις ἕλκῃ, καὶ τοῦτον ἐκεῖνος εὐθέως οὐκ ἀγνοῶν μὲν τὴν βλάβην, τοῦ γήρως δὲ ἀναγκάζοντος. σὸν οὖν, ὦ γενναῖε, γενέσθω τὸν μὲν ἐν ἡσυχίᾳ διατηρῆσαι, τῷ δὲ συναγωνίσασθαι πρὸς τὴν τέχνην· ὡς ὧν νῦν εὖ ποιεῖς τοὺς ἀρχομένους οὐχ ἧττον, εἰ διὰ σὲ ῥήτωρ ἔσται τις αὐτῶν. εἴσονται δὲ πάντες, ὃ δώσεις, ἐμοῦ τε οὐ σιγῶντος καὶ τούτου περὶ τῆς χάριτος γράφοντος.
Μοδέστῳ.
Τῆς στρατείας εἷς ἐστιν ἐκείνης Βραχῖνος, διʼ ἧς τὰ πολλὰ καὶ μεγάλα πέπρακταί σοι παρʼ ἡμῖν, ἐμοὶ δὲ γέγονε συνήθης ὕστερον, καὶ τὸν ἄνδρα ἐπαινῶ. βουλοίμην ἂν οὖν Βασιλείδην, ἔστι δὲ αὐτῷ γυναικὸς ἀδελφός, ἀγγεῖλαι ἡμῖν ὡς ἡδέως αὐτὸν ἴδοις. ἀφῖκται δὲ οἰκίας τε ἃς ἔχουσιν ὀψόμενος καὶ τἄλλα εὖ θησόμενος. ἢν οὖν τι καὶ τοῦ δικαστηρίου δεηθῇ, μετὰ τῆς σῆς εὐνοίας ἀγωνιζέσθω.
Παρνασίῳ.
Καὶ ἡνίκα τοῖς πολλοῖς ἐκείνοις Ἀβυδηνοῖς περιεπεπτώκεις, ἤλγουν καὶ νῦν εἰλημμένου σου τῆς Κορίνθου καὶ τῶν πατρῴων ἀγαθῶν χαίρω. χαίρω δὲ καὶ τῷ χρηστῷ Πρόκλῳ κεχωρηκότων τῶν πολλῶν κατὰ νοῦν, ἐφʼ ἃ τοσαῦτα αὐτῷ συμβεβλήμεθα ὁπόσα σύ. σύ τε γὰρ εὔχου δήπου τοῖς θεοῖς ῥέξαντα αὐτὸν ἐπανελθεῖν ἐγώ τε ὁ παρὼν οὐδὲν πλέον εἶχον ποιεῖν. οὕτως οὐδὲ τὴν ἐμὴν διαφεύγει δύναμιν.
Πρόκλῳ.
Ἥσθην καὶ τῷ γραμματείῳ καὶ τοῖς ἐγγεγραμμένοις καὶ ὡς ὑπʼ ἀνάγκης ἁρπασθεὶς ἐπὶ τὸν δεύτερον ἦλθες πλοῦν τὸν διʼ ἐπιστολῆς. Ἀριστοφάνης δέ σε ἠδίκηκεν οὐδέν, εἰ γνώμης ἐστὶ τὸ ἀδικεῖν· ἀλλʼ ὁ μὲν ἔλεγεν ἃ ἦν ὑπεσχημένος, ἐγὼ δὲ αὐτὸν ἐβιαζόμην εἰδὼς ὅτι σοὶ μὲν ἀντʼ ἐκείνου Δωρίων ἔσται ἤ τις ἕτερος—ὃ δὴ γέγονε—, τῷ νέῳ δέ, ὃν εἰς Ἄγκυραν ἐβουλόμην ἐλθεῖν, μία ἐστʼ ἐλπὶς Ἀριστοφάνης καὶ τὸ Ἀριστοφάνους σχῆμα. εἰ μὲν οὖν ἐμοῦ κατηγορεῖς, ἕτοιμος ὅ τι ἂν κελεύῃς παθεῖν· ἐκεῖνον δὲ αἰτιώμενος ὅρα μὴ δόξῃς ἀσυγγνώμων εἶναι καὶ ταῦτα Ἕλλην τε ὢν καὶ Ἑλλήνων ὅτιπερ κεφάλαιον.
Δημητρίῳ.
Ὁ μὲν βασιλεὺς τοῦ βασιλέως οὐ χείρων, φαίην δʼ ἂν ὅτι καὶ βελτίων, εἴ τις τὴν ὅλην ἀρετὴν πρὸ τῆς ἀλογίστου τόλμης ἄγοι· τὸν σύμβουλον δὲ τῷ συμβούλῳ παραβάλλων ὅρα μὴ δόξῃς ἀγνοεῖν, ὅσον ὄνου καὶ ἵππου τὸ μέσον. ἐγὼ δὲ λιμοῦ μὲν τὴν πόλιν ἱκετεύων ἐξειλόμην, ὃ καὶ μηδενὸς ἱκετεύοντος ἴσως ἂν ὑπῆρξεν ἀπὸ τῆς ἐκείνου γνώμης· πεῖσαι δὲ ὡς οὐκ ἠδίκηται παρʼ ἡμῶν ἐπεχείρησα μέν, ἀπῆλθον δὲ οὐ δυνηθείς· τοιούτῳ ῥήτορι προσεπάλαισα. λείπεται δὴ πρὸς διαλλαγάς, ἐφʼ ὃ ἡμεῖς τετράμμεθα, καὶ σὲ παρακαλοῦμεν.
Ῥουφίνῳ.
Ἀμφότερα εὖ ᾔδειν, καὶ ὅτι μεμνήσῃ κοινῆς δεήσεως καὶ ὅτι ἔργου ἅψῃ γενναῖός τε ὢν καὶ ἐκ τοιούτων καὶ ὅθεν ἥκεις ἐννοῶν. τιμῇ δὲ ἄρα τιμὴν προσέθηκας, τοῖς ἐκεῖ διʼ ἡμᾶς πεπραγμένοις τὰ πρὸς ἡμᾶς ἐπεσταλμένα. φημὶ δή σε πολλὰ τοιαῦτα ποιήσειν τῇ τῶν ῥητόρων μαντικῇ χρώμενος. αὕτη δέ ἐστιν οὐκ εἰς οἰωνοὺς ἰδεῖν ἢ ἄρνας θῦσαι ἢ φήμαις προσσχεῖν, ἀλλὰ τὸ εἰκάζειν καλῶς ἐγγὺς αὐτοὺς Ἀμφιαράου καθίστησιν. ἐγὼ τοίνυν ἐνθυμούμενος, ὡς ἡδέως μοι διηγοῦ περὶ τῆς εἰκόνος ἥ σε ἐδίδαξεν ὡς ὁ σὸς πρόγονος ἄρξειεν ἡμῶν—θύειν γὰρ ἔφησθα τὸν ἄνδρα ἐκεῖνον τῇ ἡμᾶς ἐχούσῃ Καλλιόπῃ—ἀπὸ δὴ τῶν λόγων ἐκείνων καὶ τῆς ἡδονῆς πιστεύω σε πολλὰ μὲν ἐρεῖν, πολλὰ δὲ πράξειν τὰ μὲν σώζοντα, τὰ δὲ αὔξοντα τὴν πόλιν. ἔχων δὲ ἀντὶ τούτων ἄπει τοῦτο ὃ Ῥωμαίοις ἤρκεσε, δόξαν ἀγαθήν, πολλοὺς ἐπαίνους, τὸ τοὺς μετὰ ταῦτα ἄρχοντας εὔχεσθαι μὴ λειφθῆναι τῶν σῶν.
Γαΐῳ.
Τὸ ποίημά ἐστιν ἔπαινος δεξιοῦ ῥήτορος, ἐγὼ δὲ τῶν πολλῶν ἐκείνων καὶ μεγάλων ἐν ἐμαυτῷ ζητῶν εὗρον οὐδέν. ἀλλʼ ὤνημαι μὲν μαθών, ἃ ποιῶν ἄν τις ἀγαθὸς εἴη συγγραφεύς, εἰμὶ δὲ τῶν τὰ φαῦλα γεννώντων. εἰ δὲ σοὶ μὴ δοκῶ, θαυμαστὸν οὐδέν· τὸ γὰρ φιλεῖν ἐξαπατᾶν πέφυκε. διὸ καὶ σφόδρα ἠγάσθην τῶν ἀνδρῶν, οἷς ἔδειξα τὸ ἐγκώμιον· ἀπῆλθον γὰρ πολὺ φήσαντες ἑωρακέναι τοῦ ποιητοῦ τὸ φίλτρον εἰς τὸν ῥήτορα. καὶ ἔγωγε οὐκ ἔχω ὅ τι ποιῶ. εἰ μὲν γὰρ κρύψαιμι οὕτω καλὰ ἔπη, τὸν ποιήσαντα ἀδικήσω· δεικνὺς δὲ γέλωτα ὀφλήσω οἰόμενος αὐτὸς ἐν τοῖς ἔπεσιν εἶναι. ἀλλʼ ὅπως μὲν μήτε σὲ μήτε ἐμαυτὸν ἀδικήσω, σκέψομαι· τὸν στέφανον δὲ Εὐδαίμονι προτέρῳ περιθεὶς πρᾶγμα ἐποίησας, ὃ κἂν αὐτὸς ἐγώ, ποιητὴς εἴπερ ἦν. ὁ γὰρ ἀνὴρ ἔμελλεν αὐτῷ τῷ εἴδει τὴν ἀμοιβὴν ἀποδώσειν, ποίημα ἀντὶ ποιήματος. καὶ ὅλως τοὺς μᾶλλον ὁμοίους πρὸ τῶν ἧττον αὑτοῖς ἐοικότων εἰώθασιν ἄνθρωποι ποιεῖσθαι. τοῦ οὖν τετιμῆσθαι μᾶλλον οἶδα χάριν ἢ λογίζομαι πότερος πρότερος.
Μοδέστῳ.
Ἐλπίδιος οὑτοσὶ παῖς μέν ἐστι Ξιφιδίου τοῦ πάνυ, τοῦ πατρὸς δὲ οὐ λειπόμενος κατὰ τὴν τέχνην πάντων ἀνθρώπων ἐστὶ πρᾳότατος καὶ τὸ αἰδεῖσθαι μελετήσας ἐκ νέου μέχρι γήρως αὐτὸ τετήρηκε πολλοὺς ἐντεῦθεν κτησάμενος φίλους, ὧν εἷς ἐγώ. τοῦτον ὅτι μὲν ἔμελλες ἡδέως ὄψεσθαι βοηθὸν ἥκοντα τῇ πόλει οἰκεῖον ἦν, ἐπεὶ καὶ δημοσίᾳ τιμήσαιτʼ ἂν εἰκόνι τὸν ἄνδρα, εἰ τοῦ Ποσειδῶνος διδόντος ποιήσειεν ὑμᾶς καταρρύτους. ἀλλʼ ἤλπισέ τι πλέον ἕξειν ἀπὸ τοῦ μὴ τὴν οὖσάν μοι πρὸς σαυτὸν ἀγνοεῖσθαι φιλίαν, καὶ ἴσως εἰκότως. κεκήρυκται γάρ, ὅστις σὺ πρὸς ἐμὲ καὶ ὡς ὅστις ἐπιτήδειος ἐμοί, παρὰ σοὶ τίμιος. ἄγε οὖν, βεβαίου τὰς ἐλπίδας καὶ περὶ πολλοῦ τὸν ἄνδρα ποιοῦ τὰ μὲν ὑπὲρ ὧν ἥκει τιμῶν, τὰ δὲ ὡς ἑταῖρον ἡμέτερον.
Γαϊανῷ.
Ἅπασι μὲν τοῖς τῶν ἐμῶν μετεσχηκόσι διατριβῶν ὅσα οἷός τε ἦν συνεπηνώρθωσα τῶν πραγμάτων· Ἑρκουλιανὸν δὲ τὸν Ἑρμογένους οὕτω δὴ βέλτιστον ἡγησάμην, ὥστε αὐτῷ καὶ ᾆσμα ἐποίησα γαμοῦντι φυγὼν ἀεὶ δήποτε τὸ τὰ τοιαῦτα ᾄδειν. πῶς οὖν ἔμελλον τὸν τοιοῦτον ἀπώσεσθαι δεόμενον βοηθεῖν αὑτῷ, καὶ ταῦτα ἐν τούτοις, ἃ σὺ κύριος θεῖναι καλῶς; λέγει τοίνυν οὗτος ὁ Ἑρμογένους ὑπὸ τῆς τῶν Τυρίων ἀδικεῖσθαι πόλεως οἰκίαν αὐτὸν ἀφαιρουμένων, ἣν ὁ πατὴρ αὐτῷ κατέλιπεν ἆθλον τῶν κινδύνων λαβὼν βασιλέως οὖσαν, οὐ Τύρου. κελεύει δέ, ὡς ἴσμεν, ὁ βασιλεὺς τὰς μὲν πόλεις τὰ αὑτῶν κομίζεσθαι, τὰ δʼ ἐκείνῳ δοθέντα μένειν. ταῦτα δέ φησιν οὐκ ἀγνοεῖν μὲν τοὺς Τυρίους, ἐπιθέσθαι δὲ αὑτῷ συκοφαντουμένῳ πιστεύοντας οὐ τοῖς δικαίοις, ἀλλὰ τῷ καιρῷ. ἐγὼ δὲ πόλιν οὕτω λαμπρὰν οὐκ ἂν ἀξιοίην κερδαίνειν κακῶς, οὔτε γὰρ καλὸν οὔτʼ ἀσφαλές. ἔτι δὲ σοῦ δικαίως πρὸς αὐτοὺς προσφερομένου πῶς οὐκ ἄτοπον μὴ νῦν, εἴπερ ποτέ, καὶ αὐτοὺς δικαιοσύνην ἀσκεῖν καὶ τὸν ἐφεστηκότα μιμεῖσθαι; εἰ δὲ ταῦτα μὲν ὕθλον ἡγοῦνται, δεινὸν δέ, εἰ μὴ τῆς τοῦ νεανίσκου ταραχῆς εἰς πλεονεξίαν ἀπολαύσουσι, παυσάσθων βιαζόμενοι· καὶ γὰρ τούτῳ πέπαυται τὰ φοβερὰ κρίσει καὶ ψήφῳ.
Λεοντίῳ.
Εὐτόκιον εἰ μὲν οἶσθα, καὶ ὅτι χρηστός ἐστιν οἶσθα· εἰ δʼ ἀγνοεῖς, ἀλλʼ ἐμοῦ μαρτυροῦντος οὕτω περὶ αὐτοῦ φρόνει. χρηστὸν δὲ ἄνθρωπον ἄρχων δίκαιος ὡς εὖ ποιήσει δῆλον. ἔστι δὲ αὐτῷ καὶ φιλία πρὸς ἡμᾶς οὐκ ἀπὸ σμικρῶν οὐδʼ ὀλίγων. οὐκοῦν αὕτη σοι δευτέρα τοῦ τὸν Εὐτόκιον εὖ ποιεῖν ἀνάγκη, ἐπεὶ καὶ τοῖν νέοιν τὸν μὲν ἡμῖν ἀπέπεμψας ῥήτορα, τὸν δὲ ἔχεις καὶ αὐτὸν ἔμπειρον καταστήσας δικῶν.
Μαξίμῳ.
Οὐ τῶν ῥητορικῶν οὐδὲ τῶν εὐπόρων οὐδὲ τῶν ἄλλην ἐχόντων δύναμίν ἐστιν Αἰνείας οὗτος, πλὴν εἴ τις λέγοι δύναμιν τὴν ἐπιείκειαν καὶ τὸ εἶναι χρηστόν· ὡς ταῦτά γε αὐτῷ πρὸς ὑπερβολὴν μεμελέτηται. μαρτυρῶ δὲ αὐτὸς πειθόμενος τοῖς μαρτυροῦσιν αὐτῷ φίλοις γε οὖσιν ἐμοί τε καὶ Ἀληθείᾳ. καὶ πιστεύω γε τὸν Αἰνείαν τεύξεσθαι βοηθείας παρὰ τῷ τὰ πράγματα πρὸ τῆς τῶν ἀγωνιζομένων ὁρῶντι τύχης.
Μοδέστῳ.
Θεόδωρος οὗτος ἔφυ μὲν παρʼ ἡμῖν, ἐγγέγραπται δὲ παρʼ ὑμῖν πολιτείας πατρικῆς κληρονομήσας. γενόμενος δὲ φοιτητὴς ἐμός, ὅτε ἄρτι τοῦ πράγματος ἡπτόμην, τοὺς μὲν ἐμοὺς περὶ λόγους ἐμιμήσατο πόνους, τὴν δὲ τῶν ἀδελφῶν εὔνοιαν εἰς ἐμέ. αἱ μὲν οὖν διατριβαὶ παρεῖχον ἡμῖν ἐλπίδας, ὡς μέγα ἐν δικαστηρίοις ἰσχύσει καὶ πλοῦτον ἀπὸ τῆς φωνῆς ἐργάσεται· προϊὼν δὲ χρυσᾶ ἀντὶ χαλκῶν ἐθαύμασε καὶ ἐγένετο καλλίων τοῦ τὴν ἐκεῖ δύναμιν ἡγεῖσθαι μέγα σωφροσύνῃ τε διενεγκὼν καὶ δικαιοσύνην ἀσκῶν καὶ φεύγων ὄχλους καὶ ἡσυχίας ἐρῶν. νῦν δὲ ἥκει παρʼ ὑμᾶς ὑπʼ ἀνάγκης, ἧς ἡττᾶσθαι καὶ θεοὺς λόγος. δέχου δὴ τὸν ἄνδρα ἡμέρως καὶ ὡς εἰκὸς ἐμὸν πολίτην καὶ μαθητήν, καὶ ταχείας αὐτῷ ποίει τὰς ἐν τοῖς πράγμασιν ἀπαλλαγάς, κἂν ἐπιχειρῇ τις ἀδικεῖν, ἀπάντα μετὰ τῶν νόμων· ὡς ἔσται τῶν ἀτοπωτάτων, εἰ μηδὲν αὐτὸν ὀνήσομεν μήθʼ ὁ πατὴρ μήτʼ ἐγώ, καὶ ταῦτα ἄμφω παρὰ σοὶ πάλαι δὴ τιμωμένω.
Νικοκλεῖ.
Οὐ συνίστημί σοι Θεόδωρον, ὃν αὐτὸς ἐξέθρεψας, οὐδʼ ἀξιῶ φιλεῖν, πάλαι γὰρ φιλεῖς τὸν ἑταῖρον, ἀλλʼ ἵνʼ ὅτι καὶ ἐμοὶ χαριῇ ταῖς εἰς αὐτὸν σπουδαῖς εἰδείης, ἐπέσταλκα. ἂν μὲν οὖν ἐπηρεάζῃ μηδείς, τοῖς ἄλλοις αὐτὸν εὐφρανεῖς· ἂν δʼ ὦσιν οἱ τοῦτο ποιοῦντες, διδάξεις αὐτοὺς ὡς οὗ Νικοκλῆς ὁ γενναῖος, ἐντεῦθεν ἀδικία φεύγει.
Ἀλβανίῳ.
Τί τοῦτο; χρήματα ἡμῖν ἔπεμψας οὐ λειτουργοῦσι λειτουργῶν αὐτός, ὥσπερ οὐ πολλὰ μὲν τετελεκὼς ἔτι ζῶντος τοῦ πατρός, οὐκ ὀλίγα δὲ μεθεστηκότος ἤδη, ξενίσας δὲ ἡμᾶς ἄνω καὶ κάτω θέοντας οὐκ εἴκοσιν ἡμέρας, ὥσπερ Οἰνεὺς Βελλεροφόντην, ἀλλὰ νῦν μὲν μῆνα ὅλον, νῦν δὲ τρεῖς· ὑπὲρ ὧν καὶ μάλα σοι εἰκότως ἂν ὑπῆρχε προῖκα τῶν ἐμῶν λαμβάνειν. πρὸς τί δὴ βλέπων ἐπέσταλκας; εἴτε γὰρ ὅτι λέγων κρατεῖς, ἐγώ σοι τούτου μισθὸν ὀφείλω, εἴθʼ ὅτι σου Μάξιμος ὁ δίκαιος ὑπερέσχε χεῖρα, Μαξίμῳ μὲν ἐγὼ πάλιν ὀφείλω μισθόν, σὺ δὲ οὐδʼ οὕτως ἐμοὶ τὰ ὀφειλόμενά σοι κεκομισμένος. οἶσθα δέ, ὅστις ἐμοὶ πρὸς τοὺς ἑταίρους ὁ νόμος· τὰ πατέρων εἰς αὐτοὺς μιμεῖσθαι. σοφὸν δέ σου τὸ μὴ ἐγγράψαι τῇ ἐπιστολῇ τὰ χρήματα· εὖ γὰρ ᾔδεις ὅτι βοήσομαι καὶ διώσομαι. νῦν δʼ ὁ συνεργὸς τοῦ μηχανήματος Οὐλπιανὸς τὰ μὲν ἔδωκε τοῖς ἐμοῖς πρὶν ὡς ἐμὲ εἰσελθεῖν, τὰ γράμματα δὲ ἐμοί· εἶθʼ ὁ μὲν διηγησάμενος, ἐν οἷς εἴης, πάντα δὲ ἦν λαμπρὰ καὶ ἄξια τῶν ἐλπίδων, ἀπῆλθεν· ἐγὼ δὲ ἅμα τῷ βιβλίῳ πανταχῆ τῆς οἰκίας ἰὼν εὑρίσκω τὴν τέχνην καὶ διενοήθην μὲν ἀποπέμψαι πάλιν, γνοὺς δὲ ὅτι σε ἀνιάσω καὶ δείσας μὴ ἀγροικότερον ᾖ, τὰ μὲν εἴασα κεῖσθαι, βουλεύομαι δέ, ὅπως ἂν ἡ ἀπόδοσις γένοιτο τερπνή τε καὶ ἐν καλῷ τῷ σχήματι καὶ δυναμένη λαθεῖν, ὡς ἔστιν ἀπόδοσις.
Μαξίμῳ.
Ἐλπίσιν ἔργα προστίθης, ὦ γενναῖε Μάξιμε, μᾶλλον δὲ παρῆλθες τοῖς ἔργοις τὰς ἐλπίδας, ὃς πρὸς τῷ τὰ ὄντα τοῖς ἑταίροις σεσωκέναι τῇ περὶ ταῦτα φρουρᾷ καὶ τὴν ἐκ λόγων αὐτοῖς δόξαν εἰργάσω. τὸν γοῦν Ἀλβάνιον ὁμοῦ ῥήτορά τε καὶ πλούσιον ἔδειξας οὔτε σιγᾶν ἀφιεὶς καὶ λέγοντι βοηθῶν καὶ πανταχῆ κοσμῶν· ὥστε μοι δύʼ ἥδιστοι λόγοι κομίζονται διὰ τῶν ἀφικνουμένων, ὁ μὲν τῆς σῆς ἀρχῆς τὴν ἀκρίβειαν μηνύων, ὁ δὲ τὴν ἐκείνου δύναμιν, τὴν μὲν οὖσαν, τὴν δὲ προσδοκωμένην, καὶ ταῦτα οὐκ ἄλλοθεν ἢ παρὰ τῆς σῆς εἰς τὸ ἄρχειν ἀρετῆς. ταῦτά μοι μείζω τῶν Ταντάλου ταλάντων καὶ οὐδʼ ἂν τὸ μέσον πρὸς τοῖς ταλάντοις Κορίνθου καὶ Σικυῶνος ἐδεξάμην πρὸ τοῦ τὰ τοιαῦτα ἀκούειν ἔχειν. γίγνου δή μοι παραπλήσιος κἀν τοῖς ἄλλοις πρᾴως προσφερόμενος Ἀλβανίῳ· περὶ δὲ λόγους εἰ ῥᾳθυμοῦντα λάβοις, χαλεπὸς ἴσθι καὶ δίκην ἀπαίτει· κἂν δήσῃς ἐπὶ τούτῳ, τὸν δεσμὸν ἐπαινέσομαι. δέομαι δέ σου καὶ τοὺς ἄλλους ἐπὶ τὰ αὐτὰ προτρέπειν, ὡς ἂν μή τις ἡμᾶς τῇ ἀπὸ τῆς μιᾶς χελιδόνος παροιμίᾳ βάλλῃ. πολλοὺς δὲ ἔχεις δυναμένους, εἰ δέξαιντο μάστιγα, δραμεῖν· οὓς εἰ κινήσεις, πυργώσεις ἡμῖν τὴν τέχνην ἀφελὼν οἷς νῦν ἡμᾶς ἐπιχειροῦσι δάκνειν αἱ μυῖαι.
Ἐντρεχίῳ.
Ἐπʼ ἄλλοις ἐχρῆν ἐπανιέναι τὸν φίλτατόν μοι Ἰουλιανὸν ὀψόμενόν τε τὴν μητέρα καὶ ποιήσοντα αὐτῇ γῆρας ἥδιστον τῇ τοῦ παιδὸς ἀρετῇ. νῦν δὲ ἔρχεται δάκρυά τε ἐπαφήσων τῷ τάφῳ καὶ διπλῇ τὴν τεκοῦσαν πενθήσων, ὅτι τε ἀπῆλθε καὶ ὅτι οὕτως. καὶ τρίτον κακὸν τὸ ἠναγκάσθαι αὐτὸν πρὸς οὓς ἥκιστα ἐβούλετο περὶ τοιούτων ἀγωνίζεσθαι, ἐν ᾧ πᾶσα ἀνάγκη καὶ παλαιάν τινα τραγῳδίαν ἀποκαλυφθῆναι. πρὸς δὴ ταῦτα πάντα παραμυθία μία, ἡ σὴ γνώμη τε καὶ ἀρχὴ καὶ φιλία. διʼ ἃ πάντα θαρρεῖν αὐτῷ παρεκελευσάμην ὡς οὐ μόνον τῆς μητρός, ἀλλὰ καὶ τοῦ πατρὸς αὐτῷ περιόντος. τὰ μὲν γὰρ περὶ τὸν φόνον κρινεῖς, ᾗ ἂν ὁ ἔλεγχος ἄγῃ· ἐπειδὰν δὲ ταῦτα πέρας ἔχῃ, ποίει μοι μέγαν τὸν Ἰουλιανὸν ἔν τε τῇ πόλει καὶ τῷ ἔθνει καὶ μιμοῦ τὴν τῆς Ἀθηνᾶς εἰς τὸν Ὀδυσσέα πρόνοιαν. πάντως δὲ οὐκ αἰσχυνῇ νεανίσκον εἰς δύναμιν εἰσάγων νοῦν τε ἔχοντα καὶ σώφρονα καὶ δεινὸν εἰπεῖν καὶ οἷον εὔξαιτο ἄν τις αὑτῷ γενέσθαι παῖδα. λέγω δὲ ταῦτα οὐχ ἡγούμενος σὲ δεῖσθαι παρακλήσεως, ὅς γε καὶ ἀπόντος αὐτοῦ τὸν οἶκον συνέχεις, ἀλλʼ οὐκ ἂν δυναίμην Ἰουλιανοῦ μεμνημένος ἢ μικρὰ εἰπεῖν ἢ ταχέως σιγῆσαι μεγάλα αὐτῷ καὶ πολλὰ συνειδώς· διʼ ὃ καὶ κορυφαῖον οὐκ ἂν ὀκνήσαιμι τοῦ παρʼ ἡμῖν προσειπεῖν χοροῦ. μὴ τοίνυν εἰ μηκύνοιμι, θαύμαζε, κἂν πυκνά σοι γράμματα ἔρχηται, καὶ τούτου συγγνώμην δίδου. περὶ μὲν γὰρ τῆς παρὰ σοῦ βοηθείας κἂν μαντευσαίμην, τὸ δὲ ἄγαν φιλεῖν οὐκ ἐᾷ με μὴ φροντίζειν. εἰ οὖν σοι μέλει τοῦ ὡς ἥδιστά με διάγειν, ἐπὶ τοῖς πρώτοις εὐθὺς ἐπίστελλε, καὶ πάλιν ἐπὶ τοῖς δευτέροις. καὶ προσέστω τῶν πραττομένων ἑκάστῳ γράμμα μηνύον τὰς βοηθείας, ὥστε τὸν μὲν ἐκεῖ μακαρίζεσθαι, κοινωνεῖν δὲ καὶ ἐμὲ τῆς εὐθυμίας.
Μεμορίῳ.
Ἐγὼ φιλίας ἀρχὴν ἡμῖν τὴν ἡμέραν ἐκείνην γεγενῆσθαι νομίζω, ἐν ᾗ σε ἐκάλουν ἐπὶ φαύλην θοίνην, σοὶ δὲ ἐδόκει καὶ τὰ μικρὰ μεγάλα καὶ ἀπῄεις ἡδίων γενόμενος. πράττω δὴ τὸ τῇ φιλίᾳ πρέπον καὶ ἐπιστέλλω πιστεύων ὅτι με μιμούμενος ἀντεπιστελεῖς. παρʼ οὗ δὲ λήψῃ τὰ γράμματα, τῶν ἡμῖν ἐστιν ὡμιληκότων μετὰ κόσμου τε καὶ προθυμίας. ᾧ κεχάρισμαι τὸ ἐντυχεῖν σοι, σὺ δὲ ἐμοὶ χαριῇ τὸ τοῦτον ἡμέρως ἰδεῖν.
Διονυσίῳ.
Καὶ τῶν Τρωὸς καὶ τῶν Ἀχιλλέως ἵππων καὶ αὐτοῦ γε τοῦ τὰ πτερὰ ἔχοντος Πηγάσου μεῖζον ἐμοί, Διονύσιε, τὸ σὲ κάλλους οὕτω γέμουσαν ἐπιστολὴν ἐπεσταλκέναι. φασὶ δέ σε καὶ τὸν ἄρχοντα ἐγκεκωμιακέναι μετὰ τέχνης ἁπάσης καὶ ἐγὼ πείθομαι, μαρτυρεῖ γὰρ ἡ ἐπιστολή. καὶ μὴν καὶ κρατῆσαί σε τῶν ἀντιδίκων λόγος οἷς ἐκτήσω λόγοις ἐν ᾧ σε ἠδίκουν χρόνῳ. σὺ μὲν οὖν γῆν τε ἐκομίσω καὶ ὅσα ἄλλα ἡρπάκεσαν· ἐμοὶ δὲ δόξα γεγένηται τῷ σὲ τὰ σαυτοῦ διὰ σαυτοῦ πάλιν ἔχειν. εἴτʼ οὖν ἔχειν ἐθέλοις τὸν ἵππον, ἀναβαίνων ἔλαυνε, εἴτʼ οὐκ ἂν δύναιο μὴ πέμψαι μοι τὸν ἵππον, λήψομαι χαίρων, ὅτι νικῶν πέπομφας.
Ἀλεξάνδρῳ.
Εἰ δὲ Μίδας ἦν νῦν καὶ ἦρχε Φρυγῶν καὶ ἦν τῷ Μίδᾳ τούτῳ χρυσὸς ὅσον φησὶν ὁ μῦθος, ἆρʼ ἄν με δοκεῖς ἐκεῖνον ἑλέσθαι μᾶλλον ἢ τὰς παρὰ σοῦ τιμὰς οὕτω μὲν οὔσας πολλάς, οὕτω δὲ μείζους ἢ πλείους, ἡδονὴν δὲ τῷ τιμῶντι μᾶλλον ἢ τῷ τιμωμένῳ φερούσας; οἶσθα γὰρ ὡς ἐγὼ μὲν πολλάκις ὤκνησα ἐπαγγεῖλαι χάριν ἐνθυμούμενος, ὁπόσας λάβοιμι, σὺ δὲ τῷ προσώπῳ μου τὸ τῆς ψυχῆς πάθος εὑρὼν ἐπετίμησας, εἴ σε ἡγοίμην ἀπερεῖν ποτε χαριζόμενον ἐμοί. καὶ τούτων ὁ λόγος ἤδη πρὸς τὰ τῆς οἰκουμένης ἔσχατα ἐρρύηκε, καὶ πάντες ᾄδουσιν ὡς οὔτʼ ἂν εἰς πατέρα παῖς οὔτʼ ἂν εἰς παῖδα πατὴρ οὕτως ἐγένετο πρόθυμος. φόβους μὲν δὴ καὶ κινδύνους ὁπόσους διʼ ἐμοῦ τοῖς ἐμοῖς πολίταις ἔλυσας ἐνδειξάμενος ὡς, εἰ διʼ ἄλλου του δεήσονταί σου, ληροῦσι, καὶ ὡς εἰς τοῦτο τὴν βουλὴν ἡμῖν κατέστησας ὥστε ταῖς αὐταῖς εὐφημίαις ἐμέ τε καὶ σὲ κοσμεῖν, μακρὸν ἂν εἴη λέγειν καὶ αὐλητοῦ φασιν Ἀραβίου. ἀλλʼ εἰδὼς ὅτι καὶ σοφιστὴν οὐδὲν ἂν οὕτω λαμπρύνειεν ὡς εἰ πολλοῖς περιρρέοιτο φοιτηταῖς, οὐδὲν ὅ τι οὐ κινεῖς, διʼ οὗ νομίζεις γυμνώσειν μὲν τοὺς ἑτέρωθι καθημένους, δεῦρο δὲ ἄξειν τοὺς ἐν Συρίᾳ πάσῃ διεσπαρμένους. ἐγὼ δή σοι πῶς ἂν τοῦτο γένοιτο, ῥᾳδίως ὑποθήσομαι· τοὺς μὲν πολλοὺς ἔα κύκλους καὶ μήτε σοφιστὰς ψέγε μήτε πατέρων κατηγόρει, τοὺς νεανίσκους δὲ τούτους, οὓς ἄρτι τοῖς συνηγόροις ἐνέγραψας, ζήτει καὶ κάλει καὶ δείκνυε λέγοντας. μέγα γὰρ τοῖς τοιούτοις τὸ ποῦ δὲ ὁ δεῖνα; τὸν δικαστὴν εἰπεῖν, καὶ τὰ μικρὰ ταῦτα ῥήματα πλῆθος ποιεῖ τῶν καταφευγόντων ἐπὶ τὸν τούτων ἠξιωμένον. ὅτου δὲ οἱ μαθηταὶ δοκοῦσι δύνασθαι βοηθεῖν, πάντες παρὰ τοῦτον θέουσι τῇ τῆς δυνάμεως ἐπιθυμίᾳ. ἀκούομεν δὲ πολλοὺς ἄρχοντας πολλοὺς τῶν οὐκ ἐνδόξων ἐν δόξῃ καταστῆσαι σφίσιν αὐτοῖς ὄνομα κτωμένους. καὶ νῦν τοὺς ἀγαθοὺς ῥήτορας δεικνύντες ἅμα λέγουσι· τοῦτον Ῥουφῖνος, τοῦτον Ἱμέριος, ἐκεῖνον ἄλλος. ἂν γὰρ ὁ λέγειν ἐπιστάμενος ἀφορμῆς ἀπορῇ λόγων, πῶς ὅτι λέγειν ἐπίσταται φανεῖται; ἀφορμαὶ δὲ τοῖς μὲν πρεσβυτέροις παρὰ τοῦ χρόνου, τοῖς δʼ ἄρτι γεγευμένοις βήματος παρʼ ὑμῶν. ταύτην ἐλθὲ τὴν ὁδόν, ὦ πάντων ὑψηλότατε, καὶ πλείους ὧν ἐπιθυμεῖς ὄψει περὶ τὸν σὸν Ὀρφέα.
Δεκεντίῳ.
Καὶ Ἡρακλείδης τυχέτω τῆς παρὰ σοῦ συμμαχίας, ἀνὴρ Μεμφίτης, Ἀσκληπιῷ φίλος, ἐπιεικὴς τὸν τρόπον, πατρῷα ταῦτα διαδεξάμενος. καὶ γὰρ ἐκεῖνος ἦν ἑταῖρός τε τῷ θεῷ καὶ τἄλλα χρηστὸς καὶ διʼ αὐτό γε τοῦτο τῷ θεῷ φίλος, ὅτι χρηστός. ᾧ πολλὰ μὲν εἰς τὴν πόλιν χρήματα, πλείω δὲ εἰς ξένους ἀνάλωται. βλέψας δὲ εἰς τὸν Ἡρακλείδην ὄψει διὰ τῆς μορφῆς τὴν γνώμην· οὕτω μηνύει τὴν καλοκἀγαθίαν τοῖς ὄμμασιν. εἰ δέ σοι σχολὴ καὶ ἐπῶν ἀκούειν, ᾄσεται καλὰ καὶ γενναῖα καὶ ἃ φήσαις ἂν ὄζειν Ὁμήρου. τοῦτον ἡμῖν, πρὸς Ἀσκληπιοῦ, χαίροντα ἀπόπεμψον, ὅπως σε τῇδε μὲν παρʼ ἡμῖν, οἴκοι δὲ ἐπαινέσῃ παρὰ τῷ θεῷ. ἔρρωσό μοι πανοικεσίᾳ, δικαιότατε.