Καισαρίῳ.
Παρὰ Κέλσῳ τῷ τῆς Συρίας ἄρχοντι καθήμενος διελεγόμην ἑσπέρας. εἰσδραμὼν δέ τις τῶν παίδων Δῖος ἔφη κάτω καὶ γράμματα ἀπαιτεῖ. Κέλσου δὴ κελεύοντος ἀναβαίνει Δῖος καὶ γνοὺς ἐγώ, τίς τε ὁ ἄνθρωπος καὶ ὡς ἥκοι παρὰ σοῦ καὶ ὅτι πάλιν ὡς σὲ τρέχοι, πάνυ ἔφασκον ὑπʼ ἀμφοῖν ἠδικῆσθαι ταῦτα ἀγνοήσας. γράψαι γὰρ ἄν, εἰ ἠπιστάμην. ἀλλʼ οὐκ ἀφῄρησαι φησὶ τὸν εἰς γράμματα χρόνον ὁ Δῖος. ἐγὼ γάρ τοι πρὸ μέσων μὲν τῶν νυκτῶν ἐγνώκειν ἐπὶ τὸν ἵππον ἀναβαίνειν, σὴν δὲ χάριν ἀναμενῶ τὴν ἡμέραν. οὕτω δὴ γράφω δειπνήσας καὶ συγγινώσκω μὴ γράφοντί σοι, μᾶλλον δέ, ὅτι μέν τισιν ἐδυνήθης γράψαι, θαυμάζω, τὸ δʼ ὅτι μὴ καὶ ἡμῖν, οὐχ ἡγοῦμαι θαῦμα. πολλὰ γὰρ δή σε περιρρεῖ πραγμάτων εἴδη φυομένων ἐκ πολλῆς μὲν ἠπείρου, πολλῶν δὲ νήσων, ὥστε σέ ποτε καὶ πιεζόμενον εἶδον οἷς ἐλάμβανες γράμμασιν· οὕτω τοῦ δύνασθαι τοῖς φίλοις ἐπιστέλλειν πλεῖστον ἀπέχεις. ἀλλʼ ἴσως ἄλλος μέν τις κἂν αἰτιάσαιτο τῶν οὐδὲν ὧν προσῆκεν ἐξεταζόντων· ἡμεῖς δὲ οὔτʼ ἀγνοοῦμεν τὰ αἴτια κἂν φιλώμεθα, ἀρκεῖν ἡγούμεθα. τοῦτʼ οὖν ἔστω, γράμματα δὲ ἡμεῖς πέμψομεν οἷς ἐν τῷ γράφειν τὰ πράγματα.
Τῷ αὐτῷ.
Ὥσπερ σε τοῦ γράφειν ἀφίεμεν διὰ τὸ πλῆθος τῶν πραγμάτων, οὕτω σου τὴν πρὸς ἡμᾶς εὔνοιαν ἐπὶ τῶν πραγμάτων ἀξιοῦμεν ὁρᾶν. τὸ οὖν μήπω τοὺς φίλους ἡμῖν δεδωκέναι γνῶναι μηδὲν ὧν εἰκὸς ἦν τοὺς ἀγαθοῦ τετυχηκότας τινός, πῶς, οἴει, θράττει μου τὴν ψυχήν; καὶ γάρ, εἰ μὴ πολὺς ὁ χρόνος, —τὰ γὰρ ἔργα ἴσως δέοιτʼ ἂν χρόνου μακροῦ—τήν γʼ ἐκ λόγου φιλανθρωπίαν κἂν ἡ πρώτη γε ἐπέδειξεν ἡμέρα. νῦν οὖν, εἰ καὶ μὴ πρόσθεν, γενέσθω τι τοιοῦτον, ὃ πείσει Γαλάτας ὅτι με οὐκ ἀγνοεῖς. γνοῖεν δʼ ἂν καλῶς, εἰ ὃν μάλιστα βουλοίμην ἂν ἐν τάξει τινὶ φανῆναι καὶ σχήματι, τοῦτον ἴδοιεν ἐν ἄθλοις. οἶσθα, ὃν λέγω, εἰ δὴ μέμνησαι τῶν τε ἐνταῦθα λόγων τῶν τε πεμφθέντων γραμμάτων. εἰ δʼ οὐκ ἂν ἀηδῶς αὖθις ἀκούσαις, Μαξίμῳ παῖς Ὑπερέχιός ἐστι, νοῦν ἔχων ἄνθρωπος καὶ γλῶτταν τῆς διανοίας οὐ χείρω, καὶ ζῶντος τοῦ πατρὸς οὗτος ἔδοξεν εἶναι χρηστός. ἐκεῖνος μὲν οὖν ἡδέως ἂν ἐν τῷ τοὺς ἀγροὺς θεραπεύειν διάγοι, ζημία δὲ ἐμοὶ τὸ λαθεῖν τὴν τοῦ νεανίσκου φύσιν. εἰ μὲν οὖν ἐστερήμην δυνάμεως, εὐξάμην ἂν ἔχειν· κεκτημένος δὲ τὴν σὴν οἶμαι αὐτὴν εἰς πόνους πρέποντας τῷ τηλικούτῳ καταστήσειν. ἐνθυμοῦ δὲ ὅτι τῶν περὶ τὸν παῖδα τὸν ἐμὸν ἐχόντων μοι σφαλερῶς τοῦ ζητεῖν ἀσφάλειαν ἐκείνου προτίθημι τὴν τοῦδε δόξαν. δεῖ γάρ με φαίνεσθαι τῶν φίλων μᾶλλον ἢ τῶν ἐμαυτοῦ κηδόμενον.
Δατιανῷ.
Ὅταν παρʼ ὑμῶν ἀφίκηταί τις, πρῶτον ἡμῖν ἐρώτημα, πῶς ἔχει τὰ σά, κἂν ἀκούσωμέν τι χρηστόν, χαίρομεν. χαίρομεν δὲ σέ τε ὁμοῦ καὶ ἡμᾶς αὐτοὺς φιλοῦντες· ὡς σοῦ γε ζῶντός τε καὶ τὰ εἰκότα τιμωμένου θάλλει τε τὰ τῶν εἰς σὲ καταπεφευγότων καὶ ἐπʼ ἐλπίδος ἐστὶ βελτίονος. φαίην δʼ ἂν ὅτι καὶ πᾶσιν ἀνθρώποις τοῦτό γέ ἐστι σωτήριον. σὺ γὰρ δὴ μόνος τοὺς μὲν ὡς φίλους εὖ ποιεῖς, τοὺς δὲ ὡς ἀνθρώπους αἰδούμενος τὴν φύσιν. καὶ οὐκ ἂν εἴποις πόλιν, ἣ τοὺς ὑπὸ σοῦ κεκοσμημένους ἢ σεσωσμένους γε οὐκ ἔχει, ἀλλʼ ἔνθα ἀνθρώπων γένος, πάντως εὐεργεσίαι τοῦ πάντα ἀρίστου Δατιανοῦ. εἰκὸς μὲν ὅτι καὶ σοί τις περὶ ἡμῶν γίνεται λόγος ἄλλως τε καὶ ἐν Ἀγκύρᾳ· ἡμῖν δὲ οὐδʼ ἄλλος ἐστὶν ἐν φίλτρῳ ἢ ὅστις τῶν σῶν μνημονεύει καλῶν. καὶ τοῦτʼ ἐμέ τε καὶ τὸν μέλιτος γλυκίω τὴν αὐδὴν εἰς μέσας νύκτας πολλάκις προήγαγε τῷ μὲν ἐπαινεῖν ὁμογνωμονοῦντε, τῷ δʼ ἑκάτερον μείζω λέγειν ἐθέλειν ἐρίζοντε. τὸ δὲ ἥδιστον ταύτης τῆς ἔριδος, ὅτι καὶ τὸν νικώμενον ἡσθέντα ἀποπέμπει ἃ ἐβούλετο ἐν οἷς ἥττηται ἀκηκοότα· οὕτως οὐ παντάπασιν ἀφέσταμέν σου τῇ συνεχεῖ μνήμῃ σοφιζόμενοι συνουσίαν. τὰ μὲν οὖν εἰς ἐμὲ πάλαι σοι καὶ πεπόνηται καὶ πέπρακται καὶ τἄλλα ἔχω καὶ τὴν ἐμαυτοῦ κεκόμισμαι· νῦν δέ μοι τὸν Ὑπερέχιον εἰς μέσον ἄγειν καὶ ποιεῖν ἕνα τῶν ἀπὸ τοῦ πόλεις ὠφελεῖν εὐδοκιμούντων. ἔστι δὲ ὁ μὲν οὐκ ἀργός, σὺ δʼ ἐν τῷ τὰ τοιαῦτα δύνασθαι πληροῦν ἀπὸ νεύματος. δὸς δὴ σαυτὸν καὶ λάμπρυνον οἰκίαν ἣν διέσωσας. εἰ δʼ οὐδὲν δεῖ Μαξίμῳ συνηγόρων, ἀλλʼ ἔμοιγε οὐκ ἦν καλὸν σιγῇ παρελθεῖν ἑταῖρον ἐπιμελείας ἄξιον.
Ὑπερεχίῳ.
Οἶμαί σε καὶ εἰληφέναι καὶ δεδωκέναι τὰς ἐπιστολὰς πρὸς οὓς ἦσαν ἐπεσταλμέναι καὶ εἶναι νῦν ἢ ἐν τῷ τετυχηκέναι τινὸς ἢ ἐν ἐλπίσιν ἔργου. εἰ δʼ οὖν ἔτι καθεύδουσιν οἱ φίλοι, πρόσαγε κέντρον αὐτοῖς ταυτὶ τὰ γράμματα, καὶ ἴσως ἀνεγερθήσονται.
Τευτομήρῃ.
Οὐκ ἔμελλον ἐμαυτὸν ἀποστερήσειν κέρδους μείζονος ἢ κατὰ πολὺ χρυσίον. τί δὴ τοῦτο τὸ κέρδος; ἡνίκα προὔπεμπον τὸν σὺν θεῷ λαβόντα τὴν βασιλείαν, μικρὸν σαυτοῦ τὸν ἵππον ἀπάγων ἄλλα τʼ ἐμοὶ διελέχθης ἔχοντα τιμὴν καὶ ἐκέλευες ἐπιστέλλειν τοῦ φιλεῖν πίστιν παρέχων τὸ καὶ λαβεῖν ἂν ἡδέως ἐπιστολήν. ἐγὼ δὲ εὐθύς τε ἥσθην καὶ τὸ ἔργον προστίθημι καὶ πάλιν ἐλπίζων ἥδομαι. δῆλον γὰρ ὅτι τῷ κελεῦσαι γράφειν κεχαρισμένος χαριῇ καὶ τῷ μείζονι, τοῖς παρὰ σοῦ γράμμασι.
Πρισκιανῷ.
Εἰκὸς μέν τι πέπονθας ἀθυμῶν ἀγνώμονι ψήφῳ περιπεσών· οὐ μὴν ὧν ὁ δεῖνα ἠδίκηκε παρʼ ἡμῶν προσῆκε δίκην λαμβάνειν, οἳ συνοργιζόμεθά σοι. πικρὸν δὲ ἡ δίκη καὶ μεγάλη γράμματα φίλου μὴ λαμβάνειν, εἰ δὴ καὶ τὸ λαμβάνειν εὐφροσύνη θαυμαστή. σὺ δὲ καὶ τοὺς σαυτοῦ τούτων ἀπεστέρηκας· οὐδὲ γὰρ ἐκείνοις ἐπέσταλκας, ὡς παρʼ ἐκείνων ἀκούειν ἦν. ἀλλʼ ἡμεῖς τε ἐπιστέλλομεν καὶ λύομέν σοι τὴν σιωπήν· τούτου γὰρ οὐκ ἔτʼ ἂν εἴης κύριος τοῦ τὰ ὀφειλόμενα μὴ ἀποδοῦναι· γράμματα δʼ ἂν ὀφείλοις ἀντὶ γραμμάτων. ἡμεῖς δέ σε μετὰ τῶν γραμμάτων καὶ τὸ φιλεῖν τε καὶ εὖ ποιεῖν Ὀλύμπιον τουτονὶ προσαπαιτοῦμεν Ἀλεξάνδρου τε ὄντα ἀνεψιὸν καὶ διʼ ἐκεῖνον ὑφʼ ἡμῶν τιμώμενον. ὁ δὲ Ἀλέξανδρος Εὐβούλου μὲν ἀδελφιδοῦς, πλεῖστον δὲ ἀφέστηκε τῶν τοῦ θείου τρόπων. καὶ γὰρ θεοὺς φοβεῖται καὶ φίλους αἰσχύνεται καὶ φιλίαν τηρεῖ καὶ δίκαιος εἶναι βούλεται. δὸς δὴ χάριν ἐμοί τε καὶ Ἀλεξάνδρῳ τὸν Ὀλύμπιον ἡδέως ἰδών, ὃς ἄνευ τοῦ τι ποιεῖν αἰσχρὸν δύναιτʼ ἂν εὐπορώτερος ἐπανελθεῖν.
Νικοκλεῖ.
Καὶ τὰ λοιπὰ τοῦ πολέμου ὡς ἐπολεμήθη καὶ ὡς ὁ μὲν ἐπὶ πᾶν μανίας ἀφίκετο, κρείττω δὲ ἦν τὰ ἡμέτερα διὰ τοὺς ὑπὸ σοῦ κληθέντας θεούς, καὶ ὅτι κρύψας αὑτὸν οἴκοι μένει περιῃρημένος τὸ θράσος ὁ τὰ τῶν γιγάντων μιμούμενος, πάντα ἀναγγελεῖ σοι διʼ ἀκριβείας ὁ γενναῖος Ἑρκουλιανός. καλῶ δὲ αὐτὸν γενναῖον, ὅτι πόσον τέ ἐστιν ὁ διδάσκαλος, οἶδε καὶ τὰς τιμὰς αἳ τούτοις ὀφείλονται καὶ οὐκ ὀφείλειν αἱρεῖται μᾶλλον ἢ ἐκτίνειν· ἀνθʼ ὧν αὐτὸν ἐλπίζω σὺν εὐδαιμονίᾳ περάσειν τὸν βίον τά τε ἄλλα καὶ παῖδας ὁρῶντα ἀγαθοὺς ἐν ταῖς σαῖς χερσί. ταῦτα μὲν οὖν τελοίη θεός· σὺ δέ μοι μὴ πάσης τῆς ἡμετέρας κατηγορεῖν μηδὲ τὴν ἑνὸς μοχθηρίαν πόλεως ὅλης ἔγκλημα ποιεῖσθαι, ἀλλʼ εἰδέναι διαιρεῖν ἀπὸ τῶν δυσσεβῶν τοὺς οὐ τοιούτους· ὡς οἱ πολλοί γε καὶ κατεβόησαν καὶ ἐστέναξαν καὶ κατηράσαντο τῷ τὴν σὴν ἀγνοήσαντι φιλοσοφίαν. πεντεκαίδεκα δὲ μυριάδας ἀνθρώπων πάντας εἶναι χρηστοὺς οὐκ οἶδα εἰ τῶν δυνατῶν· οὐδὲ γὰρ ἐν τῇ σῇ Σπάρτῃ, καίτοι τῇ Σπάρτῃ Λυκοῦργος διδάσκαλος, πάντες ἄμεμπτοι καὶ κατὰ τοὺς νόμους ζῶντες, ἀλλʼ ἤδη τις καὶ δειλὸς ἔδοξεν, οὗ τοὐναντίον ἐκ παιδὸς ἐδιδάσκετο.
Ἐλπιδίῳ.
Χαίρω ὅτι τῆς τοῦ βασιλέως εὐνοίας ἀπολαύεις. τεκμαίρομαι δὲ τοῦτο τῷ μένειν σε ἐπὶ τῆς ἀρχῆς· εἰ γὰρ μὴ ʼκεῖνο ἦν, οὐδὲ τοῦτο ἂν ἦν. ὁ δὲ πρὸς Σέλευκον πόλεμος εἰ μὲν καταλέλυται, —εἰ δὲ μή, ἀλλὰ λυθήτω γε, πρὸς Διός. εἴτε γὰρ πρότερος ἐλύπεις, εἰκός τοι σὲ καὶ ἄρξαι τῆς εἰρήνης, εἴτε παρʼ ἐκείνῳ τὸ ἔγκλημα, μεῖζον σοὶ ταύτῃ τὸ θαῦμα· οὐ γὰρ οὕτω τὸ ἀμύνασθαι ὡς τὸ παρὸν ἀμύνασθαι μὴ βουληθῆναι θαυμάζεται· τὸ μὲν γὰρ καὶ τῶν βαρβάρων καὶ τῶν θηρίων, τὸ δὲ Ἑλληνικὸν καὶ Ἀθηναίων καὶ θεοῖς ἐοικότων. ἀναμιμνήσκου δὲ ἐκείνου τοῦ παρέχοντός σοι δακρύων ἀφορμὴν ἑαυτὸν ἀποθανόντα καὶ τάχα γε εὑρήσεις αὐτὸν ἀφέντα πολλοῖς αἰτίας οὐ μικρὰς οὐδʼ οἷαι ὑμᾶς συνέκρουσαν. ἀλλʼ οἶσθα δὴ τοὺς ὀκτὼ καὶ τὰ ἐκείνων ξίφη· ὃ μεθʼ ἡμῶν ἐπαινῶν τότε πῶς ἂν δύναιο μὴ μιμεῖσθαι νῦν; εἰ δέ τοι Ἀτρείδης μὲν ἀπήχθετο καὶ δέδοκται τηρεῖν τὴν ὀργήν, σὺ δʼ ἀλλὰ τὴν γυναῖκα τῶν ἔμπροσθεν ἀξίου καὶ τὸ αἰδεῖσθαι φύλαττε, ἣ οὔτε Ἀσσυρίους εἶδεν οὔτε Εὐφράτην οὔτε ἐκοινώνησε τῆς ἐκεῖ παιδιᾶς· οὕτω γάρ μοι καλεῖν ἥδιον.
Ἀκακίῳ.
Πολλοῖς Τιτιανοῦ διδόντος ἐπιστολὰς οὔτε ἤλπισα λήψεσθαι οὔτε μὴ λαβὼν ἐθαύμασα· δῆλον γὰρ ἦν ὡς τοῦ μὴ ἀντεπιστεῖλαι πρότερον ταύτην ὑφέξω τὴν δίκην. καίτοι οὐκ αὐτὸς ἠδίκουν μὴ γράφων, ἀλλʼ ὁ μὴ φράσας ὡς ἔξεισι Τιτιανός· ὃν ἰδὼν ἐπὶ τοῦ ζεύγους ἀνέκραγον ὡς ἂν βλαβεὶς καὶ προεῖπον ὅτι σε τὸ πρᾶγμα χαλεπόν μοι ποιήσει, παραμυθούμενος δέ με πᾶσαν ὑπέσχετο τὴν ἀλήθειαν ἐρεῖν, οὐδὲν δὲ δυσχερὲς ἐάσειν ἐγγενέσθαι. ἀλλʼ ἔοικεν ἢ ὅλως με προδεδωκέναι ἢ μαλακῶς ἀπολελογῆσθαι· οὐ γὰρ ἄν ποτε σὺ ἔγκλημα ἐποιήσω τὸ ἀκούσιον οὐδʼ ἂν πονηρὰν ἡγήσω γνώμην καθαρεύουσαν αἰτίας. νῦν οὖν αὐτὴν εὑρὼν δικαίαν, οὐ γὰρ ἀπιστήσεις γέ μοι, παῦσαι κολάζων, ἄλλως θʼ ὅτε καὶ συνήγορον ἔχω τὸν χρηστὸν Ὀλύμπιον, πρὸς ὃν ὀμώμοκα περὶ ὧν ἐπέσταλκά σοι.
Ἱερίῳ.
Πάντα εὗρον ἀγαθὸν τὸν ὑμέτερον Δημήτριον· καὶ γὰρ ἡσυχάζειν ἕτοιμος ἦν καὶ βίαιον προσῆγεν οὐδὲν μικρά τε ἀντὶ πολλῶν ἠξίου κομισάμενος ἀπηλλάχθαι. φαίην δʼ ἂν οὐδὲ Ῥουφῖνον αἴτιον γεγονέναι τῆς γραφῆς· τὸν γὰρ φύσει χρηστὸν οὐκ ἔχει λόγον σπέρμα διδόναι κακοῖς. καλὸν οὖν ἐν τοῖς τοιούτοις ἀκολουθεῖν Ὁμήρῳ καὶ ταῦτα οἴεσθαι τίκτεσθαι παρὰ Διὸς καὶ Μοιρῶν καὶ Ἐρινύος· ὧν δυνηθείη ἄν τις στῆσαι ἐνταῦθά που τὴν ἔριν. καὶ γὰρ εἰ μὴ ἀμύνεται Δημήτριος, ἀλλὰ φίλων γε ἡμῖν ταραττομένων ἥξει τι καὶ ἐφʼ ἡμᾶς τῆς λύπης. ἴθι οὖν, ὦ γενναῖε, κώλυσον καὶ κάτασχε καὶ σβέσον πείσας τὸν κατήγορον ὡς, εἰ καὶ ῥᾷστον ἑλεῖν, ἀλλʼ ἔστι καὶ Καδμεία νίκη.
Τῷ αὐτῷ.
Οὐκέτʼ ἀφῆκε τὸ βέλος ὁ γενναῖος Δημήτριος, ἀλλὰ κατεκόσμησε μὲν ἐπὶ νευρῇ πικρὸν ὀϊστόν, ἡμᾶς δὲ τοὺς Κορινθίους αἰδεσθεὶς κατηλλάγη καὶ οἷς ἐγκαλεῖν εἶχε, τούτοις ἐστὶ νῦν φίλος τοῦ λαβεῖν δίκην τὸ παρʼ ἀνδρῶν γερόντων ἐπαινεθῆναι νομίσας ἥδιον. οἱ μὲν οὖν ἐν ταῖς αἰτίαις ἡμῖν ἔχουσι χάριν, Δημητρίῳ δὲ ἡμεῖς. ἔχοιτε δʼ ἂν καὶ ὑμεῖς εἰκότως εὐδοκιμήσαντες ἐν τῷ τοῦδε τρόπῳ δημοσίᾳ. ὅταν γὰρ ὁ τῶν κοινῶν προεστὼς χρηστὸς φαίνηται, καὶ τὴν ὅλην συμβαίνει πόλιν ταύτης ἀπολαύειν τῆς δόξης. ἐχέτω τοίνυν παρʼ ὑμῖν, ὃ δὴ καὶ παρʼ ἡμῖν. ἔστω δὲ τοῦτο θαῦμα καὶ κρότος, καὶ ἄριστος ἀναγεγράφθω Ταρσέων χρηστότητός τε εἵνεκα καὶ τοῦ σπονδὰς ἄμεινον ἡγεῖσθαι τῆς μέχρι παντὸς ὀργῆς.
Μαρίῳ.
Καὶ πολλά σου καὶ καλὰ τὰ γράμματα, τὸ μὲν ἄξιον τῶν ἐκ παιδὸς ἐν τῇ σῇ διανοίᾳ τεθέντων λόγων, τὸ δὲ δεικνύον ἀκμάζον παρὰ σοὶ τὸ περὶ ἐμὲ φίλτρον. ἡμεῖς δέ, εἰ μὴ καὶ τοσαῦτα γράφομεν, ἀλλʼ ἐν τῷ φιλεῖν γε τὸ ἴσον δρῶμεν. ὅτε δὲ ταῦτα ἐγράφομεν, ἐκέκλητο ἡμῖν ἡ πόλις ἐπʼ ἀκρόασιν λόγου τινός, ὅς, εἰ χρηστῆς ἀπολαύσει τῆς τύχης, δέξεται καὶ σὲ κριτήν. τὸν μὲν γὰρ ἄριστον Ῥουφῖνον φεύγοντα τοὺς τοιούτους συλλόγους οὐκ ἐδόκει νῦν ἐνοχλεῖν· ἐνοχλούμενος δὲ αὐτὸς ὑπὸ τῶν φιληκόων τὴν τοῦ χειμῶνος εἰσπραττόμενος φορὰν οὔτε τούτους οἷός τʼ ἦν παύειν οὔθʼ ὑπερπηδᾶν Ῥουφῖνον. οὕτω δὴ καλῶ καὶ ὑπήκουσε. τοῦ δὲ πλοῦ μελήσει τοῖν Διοσκόροιν.
Θεοδώρῳ.
Ἐλπίζω σε τὴν Ῥαδαμάνθυος δόξαν ἐν τῷ δικάζειν ἕξειν ὥσπερ τὴν τοῦ νικῶντος ἐν τῷ συναγορεύειν· ἐκεῖ μὲν γὰρ τὸ τέχνῃ κρατῆσαι τοῦ δικαίου λαμπρόν, ἐνταῦθα δὲ τὸ μηδὲν ἐᾶσαι κρεῖττον τοῦ δικαίου γενέσθαι. κἀκεῖ μὲν ὅσῳ μείζων ὁ μισθός, τοσούτῳ καὶ τὸ κλέος, ἐντεῦθεν δὲ τὸ πενέστερον ἀπελθεῖν ἀρετή. ἴθι οὖν ἡμῖν ἀμφοτέρους κτήσασθαι τοὺς στεφάνους, ὅπως ...... καὶ τοὺς ἐλπίζοντάς τι χεῖρον ἀποπνίξωμεν τῷ φανέντι καλῷ.
......
Λητόϊον προσειπὼν μὲν εὖ ἐποίησας, ἀναμνήσας δέ τινος δυσχεροῦς ἠνίασας. εἰ δʼ ἐπὶ τῆς προσρήσεως ἔστης, σὺ μὲν ἂν ἦσθα βελτίων, ὁ δὲ αὐτὸς ἂν ἑαυτὸν ἔδακνεν.
Οὐλπιανῷ.
Τοιαῦτα καὶ τὰ τοῦ Ἡρακλέους, ὃν ἀγαθὸς ἂν ἄρχων ἐν τῇ διανοίᾳ περιενέγκαι. οὐ γὰρ τὰ ῥᾷστα πράττων, ἀλλʼ οἷα οὐκ ἂν ἄλλος, εὐθὺς μὲν ἐθαυμάζετο, μετὰ ταῦτα δὲ καὶ θεὸς ἦν. σὺ δʼ εἰ μὲν ἡνίοχος ἡμῖν ἦσθα καί σοι παρεδίδομεν ἵππους ἐπὶ παιδείᾳ κακῶς ἠγμένους, οὐκ ἂν ἔφυγες τὸ ἅρμα κατηγορῶν τοῦ κακοὺς ἀποφήναντος, ἀλλʼ ᾔδεις ἂν ὅτι διʼ αὐτὸ τοῦτο ὑπὸ σοὶ τὸ ζεῦγος ἐποιοῦμεν, ὅπως εὐήνιον ἐκ τεταραγμένου γένοιτο· πόλεις δὲ μαθούσας ὑβρίζειν εἰ δεήσει σώφρονας ἀποδεῖξαι, δεινὸν ποιῇ καὶ οὐδὲ ἐξ ὧν κατηγορεῖς τοῦ διαφθείραντος ἐνθυμῇ τῶν ἐπαίνων, οὓς ἕξεις ἐπανορθώσας. τοῖς μὲν οὖν ἀρχομένοις πρόσαγε τὰ πικρὰ μέν, σώζοντα δὲ φάρμακα· τῶν δὲ ἀρχόντων τοῦ μὲν τὸ θράσος, τοῦ δὲ τὴν βαρύτητα εἰ μὲν ἔνεστιν ἄνευ ταραχῆς καὶ κακῶν παῦσαι, ὧδʼ ἔστω· εἰ δʼ εἰς πόλεμον ἐμπίπτειν βλαβερὸν τοῖς ἄστεσι, μίμησαί μοι τοὺς Ἀθηναίους, ὧν οὐ μᾶλλον ἐπαινοῦμεν τὸ Σαλαμῖνι τρόπαιον ἢ ὅτι εἶξαν τοῖς τὰς ὀλίγας ναῦς παρεχομένοις ἔχοντες ὁπόσας οἶσθα. οἶμαι δὲ αὐτοὺς νῦν μὲν ἀσπαίρειν ὑπὸ τοῦ ζητεῖν ἃ τέως εἶχον· εἰ δʼ ἀρετὴν ἡγεμόνος ἴδοιεν, ἔσεσθαι ταπεινούς, μᾶλλον δέ, τὰ αὑτῶν ἀγαπήσειν. χειμὼν δὲ καὶ λῃσταὶ προσδοκηθέντες καὶ ὁδὸς ἀλγεινοτέρα κυμάτων παρελήλυθε καὶ νῦν οὐδὲν ἂν λυποῖ· σὺ δʼ ὥσπερ οἱ δεινοὶ τῶν σοφιστῶν πάντα ὁμοῦ συνάγεις, ὅπως σε μᾶλλον θαυμάζοιμεν ὥσπερ ἀδαμάντινον. ἀλλὰ τοῦτο μὲν ἔσται καὶ σὲ ἡγησόμεθα ἀδαμάντινον καὶ χρυσοῦν καί σου μηδὲν ἅψαιτο τῶν ἀπὸ σεισμοῦ γινομένων· ἀλλʼ ἐκεῖνον στήσειε τὸ ἔαρ χειμῶνα πραγμάτων. χρησμολόγοι μὲν γὰρ παντοῖα ᾄδουσι, πολλὰ δʼ ἀέλπτως κραίνουσι θεοί.
Δημητρίῳ.
Οἶδα οὐ πρὸς πολλὰς ἀποκρινάμενος ἐπιστολάς. αἴτιον δὲ ἡ λύπη, ἣν ἐπʼ ἐκείνῳ τῷ πεπτωκότι λυπούμενος οὐκ αἰσχύνομαι, ἐπεὶ καὶ τὰς ἐπιδείξεις τῶν λόγων πολὺν δὴ παύσας χρόνον νῦν μόλις ἀνενεωσάμην. δοκεῖς δέ μοι καὶ αὐτὸς ἐπαινεῖν μου τὴν ἀθυμίαν. οὐδαμοῦ γὰρ ἐνεκάλεσας τὴν πολλαχοῦ σιωπὴν ὡς ἂν ἔχουσαν τὸ εὔλογον. ἡ βραδυτὴς δέ σοι τῶν ξενίων μακρὰν ἡμῖν πεποίηκε τὴν ἑορτήν. ἄρτι γὰρ εἰσιόντας εἰς τὸ πονεῖν ἥκοντα πάλιν ἡμᾶς εἰς τὸ ποιεῖν ἃ τῶν ἑορταζόντων ἐστὶ κατέστησε καὶ συνηγωνίσατο τοῖς πολλοῖς, οἳ πάντα φασὶ τὸν μῆνα δεῖν ποιεῖν ἑορτήν· ὥστʼ οὐκ αἰτιάσομαι τὸν χειμῶνα μᾶλλον κλείσαντα τότε τὴν ὁδὸν ἢ φίλον ἡγήσομαι τὴν εὐφροσύνην ἐκτείναντα.
Πρισκιανῷ.
Ἔτι σιγᾷς; ἔτι φυλάττεις τὴν ὀργήν; ἔτι παρʼ ἡμῶν τῶν μετὰ σοῦ μεμφομένων οὓς ἄξιον ἀπαιτεῖς δίκην; καὶ μὴν οὐ τοιαῦτα ποιεῖς ἐν τῷ δικαστηρίῳ, ἀλλʼ ὁ κλέπτων καὶ τἄλλα ἀδικῶν κολάζεται. καὶ νῦν ἢ δεῖξον ἡμᾶς κοινωνοὺς τῶν ἐγκλημάτων καὶ σίγα ἢ τοῦτο οὐκ ἔχων ποιεῖν ἐπίστελλε.
Ἰουλιανῷ.
Ταῦτα ἐγὼ μαντευόμενος ἐκίνουν σε πρὸς τὴν σεαυτοῦ. σὺ δʼ ἄρʼ ἦσθα δεινὸς μὲν ῥήτωρ, δειλὸς δʼ ἀνήρ. ἀλλὰ νῦν σε ἡ πεῖρα περὶ τοῦ μάντεως πέπεικεν ὡς οὐκ ἄνευ θεοῦ προὔλεγεν, ἃ δὴ τετέλεσται. σὲ μὲν οὖν ἐπαινῶ, καὶ ὅτι τεθήρευκας καὶ ὅτι οὐκ ἀπέκτονας, τῷ μὲν γὰρ διέφυγες θάνατον, τῷ δʼ ἐκτήσω δόξαν· ἡ πόλις δέ σου χρηστοί μοι δοκοῦσιν ἄνδρες εἶναι τιμῶντές σε ὁπόσα θεόν. καίτοι πολλαὶ πόλεις, αἱ μὲν οὐκ αἰσθάνονται τῆς τῶν πολιτῶν ἀρετῆς, αἱ δὲ φθονοῦσιν αἰσθανόμεναι· ἡ δὲ καὶ ἔγνω τὰ ἐν σοὶ καλὰ καὶ ἥσθη καὶ ἐχόρευσε καὶ διὰ τῶν ἐν θεάτρῳ δρωμένων ἐκόσμησε. σὺ δὲ καὶ τὸ τοῦ φιλοδώρου πεποίηκας καὶ τοῦ κρείττονος τῶν ἡδονῶν πέμψας μὲν ἐκεῖσε χρήματα, μείνας δὲ εἴσω θυρῶν. ὅσην δὲ ὑμῖν ἡδονὴν τὰ πραχθέντα ἤνεγκε, τοσαύτην ἐμοὶ τὰ γραφέντα. πρὸς γὰρ αὖ τοῖς ἔργοις τό τε μῆκος τῆς ἐπιστολῆς ἥ τε διὰ πάσης χάρις ἐδείκνυεν ὡς ἀγαθοῦ παιδὸς εἴην πατήρ. καί μοι μεῖζον τὰ γράμματά σου δῶρον ἢ εἰ τὸ πλέον τῶν ἀγρῶν ἐξαργυρίσας ἐπεπόμφεις. ποίει δὴ πολλὰ τὰ γενναῖα καὶ ποιῶν ἐπίστελλε· μισθὸς γάρ μοι μέγιστος, ἢν ᾖς τε ἄριστος καὶ δοκῇς.
Δομνίωνι.
Ἕτερον τουτονὶ δέχου μαθητὴν ἀπὸ τοῦ περὶ ἡμᾶς χοροῦ χρηστόν, εὐγενῆ, λόγων τεχνίτην, πατρὸς πάλαι μὲν πλουσίου, νῦν δὲ οὐ πολλὰ κεκτημένου, ἀεὶ δὲ ἐπαινουμένου παῖδα τουτονὶ τρέφοντος μόνον. διὸ δὴ καὶ μάλιστα ἄν σοι μέλοι τοῦ ὡς τάχιστα τὸν νέον ἐμπλῆσαι νόμων, ἵνα μὴ γέροντα πατέρα λυπῇ τοῦ χρόνου τὸ μῆκος οὐκ ἔχοντα βλέψαι πρὸς ἕτερον βοηθόν.
Εὐαγόρᾳ.
Ἐμαυτὸν εὗρον ἐν τοῖς γράμμασιν· οὕτως ἀκριβῶς ἐπορεύου τὴν αὐτήν. τουτὶ δὲ δεῖγμα μὲν εὐφυίας, οὔπω δὲ κρίσις ὀρθή. τῶν γὰρ σοφῶν, οἷς ἀρέσκειν φῄς, δέδοικα μή τινες ἀναφανέντες σοφώτεροι καὶ σὲ τὸν μιμούμενον καὶ πρὸς ὃν βλέπεις κακοὺς ἀμφοτέρους δείξωσι. νίκας μέντοι σαυτοῦ μηνύων εὐφραίνεις. καί σε μή ποτε ἐπιλίποι τουτὶ τὸ ἥδιστον τὸ κρατεῖν.
Παλλαδίῳ.
Καὶ τὸ ἐπιστέλλειν ἡμῖν τοῦ μεμνῆσθαι ἡμῶν ἀπόδειξις καὶ τὸ μεμνῆσθαι τοῦ φιλεῖν καὶ τὸ σὺν κάλλει γράφειν τοῦ μὴ τῶν λόγων ὀλιγωρεῖν. οὐ μὴν τὴν περὶ τοὺς λόγους σπουδὴν βλάβην ἂν φαίην εἶναι τοῖς πράγμασιν, ἀλλʼ ἀρκεῖν σοι τὴν γνώμην κἀκείνους συγκροτεῖν καὶ ταῦτα θεραπεύειν. ὧν ἐχόντων καλῶς οὐκ ἔτʼ ἂν εἴη δεινὸν τὸ ἐν Ἰσαύροις εἶναι. εὖ δέ μοι ποθεῖν ἔοικας τοὺς ἐν τῷ παρʼ ἡμῖν βαλανείῳ λαμπτῆρας, ἔνθα ἦν πολλὰ μὲν εἰπεῖν, πολλὰ δὲ ἀκοῦσαι. ὅτι δὲ κρεῖττον ἐπαινεῖσθαι μᾶλλον ὑπὸ τῶν ἐκεῖσε συνιόντων ἢ αὐτὸν ἐκεῖ καθήμενον τὰ ἑτέρων ᾄδειν, τοῦτο οὐ θέλεις λογίσασθαι. ἔγραφε δὲ καὶ ὁ σὸς ἀδελφὸς δυσχεραίνων τὴν Ἀραβίαν, ἐγὼ δὲ πρὸς αὐτὸν ὡς οὐ φευκτέον τοὺς πόνους, ἀφʼ ὧν ἂν ἔπαινοι γένοιντο. καὶ ταῦτα οὐκ αὐτός γε καθεύδων ἑτέροις ἀξιῶ παραινεῖν, ἀλλʼ οἶσθα δὴ τὸν ἐμὸν βίον.
Θεοδώρῳ.
Οἱ φῶρες προσεγκαλοῦσιν ἡ παροιμία φησί. καὶ νῦν ὑμεῖς ἡμᾶς ἐρήμους καταλιπόντες καὶ δραμόντες ἐπὶ τὰ δῶρα τῆς θαλάττης προσκατηγορεῖν ἀξιοῦτε δικαίως ἂν ἀγαπῶντες, εἰ μηδεὶς ὑμᾶς ἐγράφετο. ἐγὼ δὲ ἐξιόντας μὲν οὐκ εἶδον δοῦλος ὢν τῆς ἀνάγκης, ἣν οἶσθα, γράψαι δὲ βουληθεὶς τοῦ κομιοῦντος ἠπόρουν. ζῶ δὲ ἐν τῷ κοινῷ φόβῳ τοῦ χρόνου τῆς μαντείας καὶ δὴ πλησίον ὄντος. ὃν εἰ μὲν διαφύγοιμεν, ἔσται γέλωτος ἀφορμὴ τὸ πεπαυμένον δέος· εἰ δʼ ὁ Ποσειδῶν ὀργῇ τι ποιήσαι, σὺ ἡμῶν μεμνῆσθαι καὶ τιμᾶν δάκρυσι προστιθείς τι καὶ μέμψεως ὡς ὑπὸ τοῦ σφόδρα φιλοχωρεῖν ἀπολώλαμεν.
Μαρίῳ.
Καὶ εἶπον εἰσελθὼν καὶ κατὰ πρύμναν τὸ πνεῦμα καὶ ὁ ἀθλοθέτης ἀγαθὸς ἦν κρίνειν ἅτε ἐξ ὁμοίων ἀφιγμένος τῶν ἔργων. σὺ δʼ εἰ μὴ μείζονα ἔπραττες, εἶπον ἂν ὡς ἐλύπεις ἀπών. νῦν δὲ καὶ αὐτὸς ἐν τοῖς μεγίστοις ἄθλοις στεφανούμενος εὐφραίνεις. ἥξει δέ σοι καὶ τὸ βιβλίον νῦν μὲν καλούμενον εὐτυχές, εἰ δὲ τὴν σὴν προσλάβοι ψῆφον, καὶ καλόν.
Πρισκιανῷ.
Πολλῶν, φησίν, ἀγαθῶν ἀπολέλαυκε διὰ σὲ Γερόντιος ὁ χρηστός. ταῦτα δὲ τίθει καὶ εἰς ἐμὲ γεγονέναι καὶ πειρῶ τὸν μετὰ ταῦτα χρόνον μὴ χείρω δεῖξαι τοῦ προτέρου.
Εὐστολίῳ.
Οὐδὲν ἄρα μάτην ἔρριψα ῥῆμα παρακαλῶν σε βοηθεῖν Γεροντίῳ τῷ καλῷ. μεῖζον μὲν οὖν ὧν ἐβουλόμην δέδωκας, ὡς αὐτὸς γράφων ὡμολόγει· σὺ δέ μοι μὴ τῷ τὸν ἄνδρα αὐξῆσαι τὴν προθυμίαν ὁρίσῃς, ἀλλʼ ἔστω σπουδὴ καὶ περὶ τὴν τῶν πεπραγμένων φυλακήν.
Μαρκελλίνῳ.
Ἀγαθὸν θεραπεύεις σοφιστήν, τὸν πολίτην σου Γερόντιον, καί σε ἐκεῖνός τε ἐπαινεῖ πρὸς ἐμὲ καὶ πρὸς ἅπαντας ἐγώ. εἰ δή σοι τοῦ ἐπαινεῖσθαι λόγος, τήρει τὴν πρὸς ἐκεῖνον εὔνοιαν καὶ τῶν θαυμασομένων οὐκ ἀπορήσεις.
Γεροντίῳ.
Οὔτις ἐμεῦ ζῶντος τὰ κεκριμένα λύσει. τὸ μὲν γὰρ τολμᾶν καὶ τῶν θρασυτέρων, ἀλλʼ ὁρᾷς τοὺς Ἀλωέως πρὸ τῆς εἰς τὸν οὐρανὸν ὁδοῦ τοξευομένους. χρῶ δὴ τῷ τόξῳ καὶ αὐτός. ὄψει δὲ οὐδὲ ἡμᾶς ἀργοῦντας. εἰ δʼ ἄλλως ἐρᾷς τῆς ἡμετέρας, φθόνος οὐδείς, ἀλλʼ ἐλθὼν ἀπόλαυε τῶν παιδικῶν.
Σωπάτρῳ.
Τὸν ἄνθρωπον τοῦτον εὖ πάσχειν Ἀμφιλόχιος ἠξίωσεν ὑπʼ ἐμοῦ. ἐγὼ δὲ ὑπεσχόμην τε καὶ οὐκ ἂν δυναίμην ἐξαπατᾶν, ἄλλως θʼ ὅτε καὶ τὸν Ἀμφιλόχιον οἶδα τὰ τῶν φυλαττόντων ἂν δρῶντα καλῶς, ὁπότε Ἰουλιανὸς καθεύδοι. βοήθεια δὲ ἡ μὲν παρʼ ἐμοῦ γράμματα, μείζω δὲ σά. προστίθει δὴ τὰ ἔργα καὶ ποίει τι τῶν γραμμάτων ὄφελος.
Μάγνῳ.
Καὶ ταύτῃ τὸ διδάσκαλον εἶναι πικρόν, ὅτι πολλῶν ἀνάγκη νέων εἶναι πατέρα, τὸν δὲ πολλῶν πατέρα χαλεπὸν μὴ καὶ πενθῆσαι. Καλλιόπιος μὲν οὖν οἷς οὐκ ἂν ἐβουλόμην τετίμηται· σοὶ δὲ ἐπιτρέψειαν αἱ Μοῖραι πρὸς γῆρας ἐλθεῖν μιμουμένῳ τήν τε ἐπιείκειαν ἐκείνου καὶ τοὺς ἀγῶνας.
Μαρίῳ.
Διονύσιος οὑτοσὶ πολίτης ἐμός τε καὶ σός. φίλος δέ ἐστι μὲν ἐμός, γενέσθω δὲ καὶ σός. μέγα μὲν οὖν αὐτῷ καὶ τὸ βλέμματος ἡμέρου τυχεῖν· εἰ δὲ καὶ τούτῳ προσγένοιτό τι τῶν παραμυθουμένων πόνους μακρούς, σκιρτῶντα αὐτὸν ὀψόμεθα. σκόπει οὖν ὅπως τὸν πολίτην φαιδρὸν μᾶλλον ἢ σκυθρωπὸν ἀποπέμψεις.
Θεοδώρῳ.
Ἡμεῖς δέ γε ὑμᾶς ἀντιπαρακαλοῦμεν ἐπανελθεῖν τε δεῦρο καὶ πόρρω γενέσθαι θαλάσσης. βέλτιον γὰρ ὑμᾶς μεθʼ ἡμῶν σωφρονεῖν ἢ ἡμᾶς μεθʼ ὑμῶν τρυφᾶν.
Φουρτουνατιανῷ.
Αἰ γὰρ δὴ οὕτως εἴη, φίλος ὦ Μενέλαε, καὶ οἱ μὲν ληροῦντες ἐξελεγχθεῖεν, ἡμεῖς δὲ κενοὺς δείσαντες φόβους, εἴη δὲ καὶ τῶν ἄλλων ἡμᾶς ἀπαλλαγῆναι φόβων ἀπορραγέντος τοῦ ζάλου. καὶ μὴν κἀκεῖνο τοὺς θεοὺς αἰτοῦμεν δοῦναί σε μετὰ τοῦ ἦρος ἡμῖν, ὅπως ἦρος ὡς ἀληθῶς ἀπολαύσαιμεν· ὡς ἄνευ γε σοῦ καὶ τὰ φαιδρότερα σκυθρωπά τε καὶ χειμών. εἰ δέ γε φανείης ἡμῖν μετὰ τῶν Διονυσίων, διπλοῖς ἡμῖν ὑπάρξει λειμῶσιν εὐφραίνεσθαι, τοῖς μὲν παρὰ τῆς γῆς, τοῖς δʼ αὖ ἐν τῇ σῇ δεικνυμένοις ψυχῇ.
Δομνίωνι.
Ἀνὴρ Ἑρμοῦ φίλος, ὁ σοφιστὴς Στρατήγιος, ἐν τῇ σῇ ἀρχῇ πάσχει κακῶς οὐ σοῦ γε κελεύοντος οὐδὲ εἰδότος. αὐτὸ μὲν οὖν τοῦτο αὐτὸν ἀπόλλυσιν, ὅτι σὺ τούτων οἶσθα οὐδέν· εἰ γὰρ ᾔδεις, ἐκώλυσας ἂν τούς τε νόμους βεβαιῶν καὶ τῆς ὑμετέρας ἄξια δρῶν οἰκίας, ἐξ ἧς ἅπαντα εἴδη λόγων, ἐπεὶ καὶ σὲ λόγοι πρὸς τοῦτο σχήματος προήγαγον. νῦν οὖν ἀκούσας καὶ μαθὼν βοήθησον ἀνδρὶ χρηστῷ καὶ δικαστηρίων ἀπείρῳ πολλὰς δεξαμένῳ προσβολὰς ὑπὸ Φρυνώνδου τινός, ὃς ἀφέλκει τῶν νέων τὸν διδάσκαλον ζημιῶν μὲν αὐτὸν ἐν τοῖς ἐκεῖ χοροῖς, ζημιῶν δὲ ἐν τῷ παρʼ ἡμῖν χορῷ. ἀλλὰ σὺ ῥῦσαι, φησί τις παρʼ Ὁμήρῳ, ποίησον δʼ αἴθρην, καὶ μέλιτταν ἐλευθέρωσον ἀδικουμένην ὑπʼ ἀναισχύντου κροκοδείλου.
Θεοδότῳ.
Πολλάκις ἔφασκες ἀδικεῖσθαι μηδὲν αἰτούμενος παρʼ ἐμοῦ· πεφυκὼς γὰρ διδόναι χάριτας ἐχθροὺς ἡγῇ τοὺς οὐ θέλοντας λαμβάνειν. ἀλλʼ, ἰδού, νῦν αἰτῶ σε καὶ δέομαι· δός μοι οὐχ ἵππον οὐδὲ ἀργύριον οὐδὲ χρυσίον, ἃ πολλὰ δέδοται πολλοῖς πολλάκις κέρδους ἡττωμένοις, οὐ τὸ παρὰ σοῦ κερδαίνοντας ἀνθρώπους ἀποπέμπειν, ἀλλʼ ἄνθρωπον συκοφάντην καὶ θρασὺν Ἀριστογείτονος μιαρώτερον ἐπιτιθέμενον Στρατηγίῳ τῷ σοφιστῇ παῦσον ἢ πείθων ἢ ἀναγκάζων. ἰσχύεις δὲ ἀμφότερα· καὶ γὰρ λέγειν σὺ δεινὸς καὶ πράττειν ἱκανός, καὶ πεισθῆναί σοι βέλτιον καὶ τὸ μὴ πεισθῆναι βλάβη. παρακαλοῦμεν δὲ καὶ τὸν γενναῖον υἱὸν ἐπίκουρον ἡμῖν γενέσθαι· δεῖ γὰρ αὐτὸν ἤδη διδάσκεσθαι τοῖς Μουσῶν ἑταίροις συμμαχεῖν.
Καισαρίῳ.
Παροφθήτω καὶ ταυτὶ μετὰ τῶν ἄλλων τὰ γράμματα· τὸ γὰρ ὑβρίζειν τῶν τοῦτο ποιούντων, οὐχὶ τῶν ὑβριζομένων ἔγκλημα. ἐγὼ δὲ ἄλλως μὲν οὐκ ἂν ἠνώχλουν πεισθεὶς οὓς οὐκ ἔπεισα, μηκέτʼ αὖθις πείθειν ἐπιχειρεῖν· Κέλσου δὲ κελεύοντος γράφειν καὶ φάσκοντος ὡς δεινὰ ἂν πάθοι μὴ γράφοντος, οὐχ οἷός τε ἦν διαφεύγειν. σὺ δʼ ἔργῳ μὲν ἔδειξας τὰς ἀποκρίσεις ὡς οὐ δεῖ λήψεσθαι προσδοκᾶν· δεινὸν δὲ ἴσως οὐδὲν λυθῆναι νόμον χαριζόμενον ὄχλῳ. καλὸν δὲ καὶ προσθεῖναι τῷ ἔργῳ λόγον καὶ παῦσαι Κέλσον κεναῖς ἀναρτώμενον προσδοκίαις. ἔσῃ δὲ καὶ ἐμοὶ κεχαρισμένος τῷ μὴ ψυχρὰς ἀναγκάζεσθαι πέμπειν ἐπιστολάς.
Ἰοβίνῳ.
Ἡδύς ἐστι Κέλσος ὁ θηρία νῦν ἀναζητῶν οἰόμενος ἔτι τὰς ἐμὰς ἐπιστολὰς εἶναί τι. αἱ δέ, ὡς ἐγὼ φαίην ἄν, εἰδώλων τε ἀσθενέστεραι καὶ τοῖς δεχομένοις ὄχλος. ὅμως δέ, ἐπειδὴ τοῦτʼ ἐκεῖνος αὑτὸν οὐκ ἠδυνήθη πεῖσαι, δεῖ με ὑπηρετεῖν ἠπατημένῳ φίλῳ, ὃς νόμου μὲν ἐχόμενος παλαιοῦ καινὸν ᾔτησεν οὐδέν, ἔλαβε δὲ οὔτε μικρὸν οὔτε μεῖζον εἰς τήνδε τὴν ἡμέραν οὐδέν. ὁ μὲν οὖν βασιλεὺς τά τε ἄλλα ἀγαθὸς καὶ φιλόδωρος καὶ τῶν εἰωθότων οὐδενὸς ἀποστερεῖ, τῶν φίλων δὲ ἡ προθυμία τἀκείνου μάταια ποιεῖ. ἀλλὰ σὺ τὴν ἐκείνων ἀφεὶς τῇ σαυτοῦ χρῆσαι, καὶ πάντα ἕξει καλῶς. ὀφείλεις δὲ Κέλσῳ τε βοηθεῖν πολλῶν ἕνεκα καὶ πάσῃ τῇ πόλει συμμαχεῖν, ἴσως μὲν καὶ ταύτῃ πολλῶν ἕνεκα, μεγίστου δέ, ὅτι σοι τὸν ὑμέναιον ᾖσε καὶ τοὺς εὐδαίμονας ὑπεδέξατο γάμους.
Μαξίμῳ.
Ῥωμύλον τουτονὶ πρότερον μὲν ὡς ἄνδρα χρηστὸν ἐφίλουν μόνον, νῦν δὲ καὶ ὡς Γαλάτην καὶ ἐξ Ἀγκύρας. νῦν γὰρ ταῦτα ἐπυθόμην, ἡνίκα τὴν ἐπιστολὴν ᾐτούμην, πρότερον δὲ οὐκ ᾔδειν. ἐπεὶ οὖν δῆλός ἐστι τὴν ἐμήν τε καὶ σὴν οὐκ ἀγνοῶν φιλίαν ἐκ τῶν ἐλπίδων, ἃς ἐν τοῖς γράμμασιν ἔχει, μαθέτω τὰ ὄντα ἡγούμενος καὶ καλῶς ἐλπίζων, ἐπειδὰν δῷ τὴν ἐπιστολήν.
Δατιανῷ.
Ἡμεῖς τὰ ἡμέτερα πάντα τῆς σῆς ἐξηρτήσαμεν καὶ γνώμης καὶ προνοίας ὧν τε εὖ πεπόνθαμεν μεμνημένοι καὶ πρὸς τὸ μέλλον ἡγούμενοι μίαν ἡμῖν ταύτην ἀσφάλειαν ἔσεσθαι. εἰκότως ἂν οὖν καὶ περὶ τῶν μικρῶν ἀνακοινούμενοί σοι περὶ τῶν μεγίστων μαινοίμεθα ἄν, εἰ μὴ τοῦτο ποιοῖμεν. οἶσθα Ἀρίστωνα τὸν ἐκ Κύρου, τὸν ἐπιεικῆ καὶ πρᾷον καὶ φρόνιμον καὶ πάντα ἐπαινούμενον, μέμψει δὲ χώραν οὐ δεδωκότα. οὗτος παίδων πατὴρ ἐπιθυμῶν γενέσθαι προσελθὼν αἰτεῖ τὴν θυγατέρα τοῦ θαυμασίου Θαλασσίου τὴν ἡμῖν συγγενῆ τοὺς τρόπους τῆς γυναικὸς ἀγασθείς, οὐ τῶν χρημάτων ἐπιθυμῶν, ἐπεὶ πλοῦτός γε αὐτῷ μέγας, ἅπας ἐκ τοῦ δικαίου· τὰ μὲν γὰρ πατρῷα, τὰ δὲ ἐκ γεωργίας. ἡμεῖς μὲν οὖν οὐκ εἴχομεν, ὅ τι ἂν ἐγκαλοῦντες ἀπελαύνοιμεν τὸν ἄνδρα· τῶν πραγμάτων δὲ ἁπάντων παραινούντων δέχεσθαι τουτὶ μόνον ἀναβολὴν ἐποίει τὸ μήπω τὴν σὴν ἱερὰν ἐπινεῦσαι κεφαλήν. διόπερ ἥκει ταυτὶ τὰ γράμματα πευσόμενα, τί ποιοῦντες ἀρέσκοιμεν ἄν.
Παλλαδίῳ.
Καὶ γράφων εὐφραίνεις καὶ ἄρχων ὡς ἄρχεις· τὰ μὲν γὰρ ἔργα ἐκεῖ, πανταχοῦ δὲ ὁ περὶ αὐτῶν λόγος. ἔστω δὲ ἐν ταῖς ἐπιστολαῖς καὶ ὧν Μάτερνος ἐργάζεται μνήμη. οἶμαι δὲ καὶ ταῦτα εἶναι καλὰ πραττόμενά γε ὑπὸ σοὶ διδασκάλῳ. καὶ μὴν καὶ τὸν Ὀλύμπιον ἡμῖν ὅλαις ἐπιστολαῖς τίμα καὶ μὴ παραγράμμασιν, ὃ νῦν ποιεῖς· ἡδὺ μὲν γὰρ αὐτῷ καὶ τὸ μικρόν, ἐπιθυμεῖ δὲ τοῦ πλείονος.
Τῷ αὐτῷ.
Ῥουφίνου παῖς οὑτοσὶ τοῦ πᾶσιν ἡμῖν διὰ πᾶσαν ἀρετὴν αἰδεσίμου. φιλοῦμεν δὲ τοῦτον, οὐχ ὅτι παῖς ἐκείνου μόνον, ἀλλʼ ὅτι καὶ χρηστὸς ὥσπερ ἐκεῖνος. δεῖξον τοίνυν αὐτῷ τὴν πατρίδα ἡδίω ταῖς παρὰ σαυτοῦ τιμαῖς καὶ τυγχανέτω προνοίας καὶ ὡς βέλτιστος καὶ ὡς τοιούτου πατρὸς καὶ ὡς ἡμῖν ἐπιτήδειος.
Τῷ αὐτῷ.
Ἀρνῇ τὸ μὴ σὺν ὥρᾳ ἐπιστέλλειν, ὅπως ἐξείη σοι καὶ ἄνευ κάλλους ἐπιστέλλειν. ἀλλʼ εὖ ἴσθι πάνυ γε ὢν καλὸς ἐν τοῖς γράμμασι καὶ οὐκ ἀφεθησόμενος ταύτης τῆς φορᾶς. ἀναμιμνήσκου δὲ ὧν ἠπείλεις ἐξιών, ὅτι τῷ μικρῷ τῆς ἀρχῆς εἰς ἄσκησιν καταχρήσῃ λόγων. καὶ νῦν ἢ μεγάλην ὁμολόγει τὴν ἀρχὴν ἢ κάλλος ἐπιδείκνυσο λόγων. ὧν πρῶτος ἀρχέτω Μάτερνος, ἵνα καὶ σώζῃς τὴν παροιμίαν ἀφʼ Ἑστίας ἀρχόμενος.
Ἰουλιανῷ.
Καλὰ παρὰ καλοῦ γράμματα βραδέως ἥκει. τύχην δʼ ἥντινα λέγεις μεταπεσεῖν μοι, διʼ ἣν οὐκέτʼ ἔχω τοὺς θεραπεύοντας, μόλις ἠδυνήθην μαθεῖν ὅτιπερ τὴν τελευτὴν τοῦ βασιλέως λέγεις. ἐγὼ δὲ ἐφίλουν μὲν ἐκεῖνον οὐχ ἧττον ἢ τὴν ἐμαυτοῦ μητέρα καὶ ἐφιλούμην γε μᾶλλον ἢ οἱ πάνυ δοκοῦντες· οὐ μὴν ταῖς γε ὡς αὐτὸν εἰσόδοις εἰς τὸ τοὺς μὲν μείζους ἢ προσῆκε ποιεῖν, τοὺς δὲ ταπεινοῦν κατεχρησάμην. ἀλλʼ οὐδʼ ἐμπορίαν τὸ πρᾶγμα ἐποιησάμην. οὐδʼ ἔστιν εἰπεῖν ὡς δραχμῇ πλουσιώτερος ἐκ τῶν βασιλείων ἐγενόμην, ὅς γε οὐδʼ ὅσα ἦν ἐκεῖ τῶν παππῴων μοι οὔτʼ αὐτὸς ἠξίουν ἀπολαβεῖν οὔτε ἀναγκάζοντος ἐδεξάμην. Ἀριστοφάνει δὲ καὶ τὸ δοθὲν ἐκεῖνο τὸ μικρὸν ἔργον ἦν λόγου τινός, οὐκ ἐμὴ δέησις. ἀτυχὴς μὲν οὖν εἶναι φίλου τοιούτου στερηθεὶς ὁμολογῶ, κόλακας δὲ οὐκ ἀπολώλεκα, ὅς γε οὐδὲ ἐκτησάμην. φίλοι δὲ οἱ πρὸ τοῦ καὶ νῦν, καὶ ἡδίους γε νῦν ἐπαινοῦντές μου τὸν τρόπον, ὃν οὐκ ἐπῆρε καιρὸς ὑβρίσαι. σὺ δὲ καὶ νῦν ἐπιστέλλων χαρίζῃ καὶ τότε. εἰ δὲ τοῖς αὐτοῖς ἐβούλου τιμᾶν, τιμᾶν ἔδοξας ἂν ἄνδρα ἑταῖρον, ἀλλʼ οὐ κολακεύειν τύχην.
Οὐλπιανῷ.
Καλῶς ἠπιστάμην ὅτι ταχέως οἱ μὲν ἀποστήσονται τοῦ τι πλέον ζητεῖν, σὺ δʼ ἐπὶ τοῦ προσήκοντος ἔσῃ σχήματος. νενικηκὼς δὴ ταύτην τὴν νίκην πρόσθες ἑτέραν, μᾶλλον δέ, ἤδη προσέθηκας κοινὸς εἶναι δοκῶν Ἀραβίας οἰκιστής, ὃ οὐκ ἂν ἐκαλοῦ μὴ τῆς φθορᾶς ἐξελόμενος τὰς πόλεις, ἣν κακὸς δαίμων ἐπήνεγκεν. ἔχου δὴ τῆς ἰάσεως καὶ κτῶ πόνοις ἐπαίνους καὶ τοῦ καπνοῦ τῆς Ἰθάκης μηδὲν ἀτιμότερον ἡγοῦ τὸν γῆς ἐκείνης, ἐν ᾗ τοιαῦτα ἐργάζῃ, ἀλλʼ ἐνθυμοῦ, ποῦ ποτʼ ἂν ἦν ἐκεῖνος ὁ πάντα ποιῶν, ὅπως ἴδοι τὸν τῆς Ἰθάκης καπνόν, εἰ τῷ σφόδρα ἔχεσθαι τοῦ καπνοῦ μηδὲ τὴν ἀρχὴν ἐστράτευσε μηδὲ τὰς ναῦς ἦγε τὰς μιλτοπαρῄους. οὐδὲ γὰρ αὐτὸ τοῦτο τὸ ἔπος ᾔδειμεν ἂν τὸ περὶ τοῦ καπνοῦ οὐδʼ ἂν ἦν τὸ παράπαν τὸ ἔπος, εἰ οἴκοι καθῆστο Ὀδυσσεὺς εἰς τὸν κύνα βλέπων καὶ εἰς τὸν ἀγρόν. σὺ δʼ εἰ μὲν οὐκ ἐπιθυμεῖς ἐπαίνων, οὐ καλῶς ποιεῖς· εἰ δʼ ἐπιθυμῶν οἴει τοῦτο καθεύδων ἕξειν, οὐκ ὀρθῶς ὑπολαμβάνεις. πόνος τὸ θεραπεύειν πόλεις, οἶδα, ἀλλʼ ἡδὺ τὸ διηγεῖσθαι μετὰ ταῦτα τὴν θεραπείαν. οἶσθα ταύτην τὴν ἡδονήν, καὶ γὰρ ἥσθης ταύτην ἐκ τῆς Καππαδοκῶν ἥκων, ὅθʼ ἡμῖν διηγοῦ, τίς μὲν σὺ πρὸς ἐκείνους, τίνα δὲ τἀκείνων εἰς σέ. τούτων οἶμαι καὶ σὲ διηγήσεσθαι καὶ ἡμᾶς ἀκούσεσθαι καλλίω καὶ ταύτης σοι τῆς ἀρχῆς μετὰ νοῦ πρὸς τὸ πέρας ἐλθούσης.
Ἐλπιδίῳ.
Ἔγνων τὴν ἀρίστην Ἀρισταινέτην καὶ γνοὺς ἠγάσθην τῆς γυναικός, ἰδὼν δὲ τὴν θυγατέρα καὶ μακαρίους ἡγησάμην ὑμᾶς τε καὶ τὸν γήμαντα. τρίτου δὴ δέομαί τε καὶ ἐπιθυμῶ τὸν τούτοιν υἱὸν ἰδεῖν. ἴσως δὲ καὶ σὺ τῶν ἴσων ἐπιθυμήσεις, ἢν ἕτερος Ἐλπίδιος παρʼ ἡμῖν γένηταί τε καὶ τρέφηται. κἂν μεταπέμπῃ τοῦτον, ἀκούσῃ τὸν πρεσβύτερον ἀπαιτούντων.
Φουρτουνατιανῷ.
Ἐγὼ τοῦ Ποσειδῶνος ἐδεήθην, ὅπως ὑμῖν ἐπαγάγοι κύματα οὔρεσιν ἶσα καὶ διὰ τοῦ παρὰ τῆς θαλάττης φόβου μνησθῆναι τῆς μεσογείας ἀναγκάσαι. εἰ μὲν γὰρ ἦσαν ὑμῖν ἄνδρες οἷοι παύειν ἐπῳδαῖς μαινομένην θάλατταν, διʼ οἵων αὑτῷ Ξέρξην φασὶ διαλλάξαι τὴν θάλατταν, ἔδεισα ἂν μὴ κρείττους γένησθε τοῦ χειμῶνος· νῦν δʼ ὑμῖν ἐπικείσεται, μέχρις ἂν ἀπαντήσῃ καὶ λύσῃ χειμῶνι τὸν παρʼ ἡμῖν χειμῶνα. λέγω δὲ οὐ τὴν ὥραν, ἀλλὰ τὴν λύπην, ἣν οὐχ ὁρῶντες ὑμᾶς ἐν ταῖς ψυχαῖς φέρομεν οὐδὲ τὴν ἀπὸ τῶν λογοποιούντων ἔτι παραμυθίαν ἔχοντες. ἥ τε γὰρ ναῦς ὀρθὴ πλεῖ τοῖς ἀλιτηρίοις ἡδονή τε ἡμῖν οὐδαμόθεν οὐδʼ ἀπὸ ψεύδους.
Πρισκιανῷ.
Ἀπήλλαξάς με δέους, ὃ εἶχον ὥς σέ τι λελυπηκὼς ἄκων, οὐ γὰρ δὴ ἑκών γε· μήποτε οὕτως ἀτυχήσαιμι. καί μοι λαμπρὸν ὁ Πολύβιος προεισήνεγκε μισθὸν γράμματα σά, ἃ Σωκράτη τινὰ μηνύει παρὰ σοὶ διατρίβοντα. καὶ τῷ ὄντι βλέπων εἰς Σωκράτην ἐπέστελλες· οὕτως ἦν ἐκεῖθεν τὰ ῥήματα. τοῦτο δέ ἐστι κατηγορία τοῦ σεσιγηκότος τὸν παρελθόντα χρόνον. εἰ γὰρ ὡς οὐκ οὔσης σοι δυνάμεως ἐσίγας, φαίνῃ δὲ μείζω τῆς πρόσθεν ἔχων, ἠδίκεις οὐκ ἐπιστέλλων. ἔδει οὖν ἑκόντα φανῆναι φαῦλον ὑπὲρ τῆς ἀπολογίας. νῦν δʼ, οὐ γὰρ ἦν οἷόν τε λόγον ἄμορφον γενέσθαι παρὰ σοῦ, καλὴ μὲν ἡ ἐπιστολή, τὸ δὲ ἔγκλημα βεβαιοῦσα.
Οὐλπιανῷ.
Ἁρμόνιος οὑτοσὶ χρηστὸς ὢν τὰ τῶν πεπονηρευμένων πάσχει. χρηστὸν δὲ αὐτὸν ἔγνωμεν, ἡνίκα παρʼ ἡμῖν δύναμιν ἔχων, ἀφʼ ἧς ὑπῆρχεν, εἴπερ ἐβούλετο, ἁρπάζειν, οὔτε φόβον οὐδένα περιέστησεν ἄδικον οὔτʼ ἐκέρδανεν ἐξ ὧν ἄλλους ἐκάθισε κλάοντας. ἐφίσταται δὴ καὶ Ἀραβίοις ἀπὸ τοῦ αὐτοῦ σχήματος, οἶμαι δὲ καὶ σὺν τῷ αὐτῷ τρόπῳ. κακοῦ δὲ ἑτέρου πεφηνότος τῶν ἴσα δυνηθέντων μέν, οὐ βουληθέντων δὲ περιέλαβε καὶ τοῦτον οὐκ οἶδʼ ὅπως ἡ αἰτία. καὶ νῦν ἀπέσταλταί σοι δειχθησόμενος Ἀραβίοις καὶ δεξόμενος τὸν βουλόμενον ἐγκαλεῖν. εἰ μὲν οὖν πάντες ἦσαν βέλτιστοι, δεινὸν οὐδὲν ἂν ἦν, ἀλλʼ ἐλπίδες εὐφημιῶν, τοιαῦτα γὰρ αὐτῷ τὰ πεπραγμένα· τρεφομένου δὲ πανταχοῦ τοῦ τῶν συκοφαντῶν γένους μία γένοιτʼ ἂν Ἁρμονίῳ καταφυγὴ τὸ σὲ τοὺς μὲν ἐκεῖνο ποιοῦντας μισῆσαι, τηρῆσαι δὲ καθαρὸν τραυμάτων ἄνθρωπον ἐπιεικῆ καὶ πολλοὺς εἰς ἀρετὴν παρακαλέσαι κηρύξαντα τῇ ψήφῳ τὸ μήποτʼ ἂν γενέσθαι συκοφαντίαν κρείττονα βίου τοῖς νόμοις ἀκολουθοῦντος.
Σωπάτρῳ καὶ Εὐστολίῳ.
Ὁ ὑμέτερος μὲν πολίτης, φίλος δὲ ἐμοῦ τε καὶ ὑμῶν τέθνηκεν, ὁ χρηστὸς Οὐρβίκιος, πολλοῖς ὀφείλων χρήματα διὰ τὸ πολλῶν ὀφειλόντων αὐτῷ φείδεσθαι· εἰ δὲ πικρῶς εἰσέπραττεν ἑτέρους, οὐκ ἔσθʼ ὅστις ἂν ἐκεῖνον εἰσέπραττεν. ἐπεὶ δὲ ὁ μὲν οἴχεται, προσβολαὶ δὲ αὐτίκα ἔσονται κατασεῖσαι τὴν οἰκίαν ἱκαναί, πρὸς θεῶν, ὦ ἑταῖροι, μὴ περιίδωμεν, ἀλλʼ ἀμύνωμεν καὶ συνδιασώσωμεν, εἰ καὶ μὴ πάντα οἷόν τε, ἀλλʼ ὅσα γε ἔξεστι. τὸ μὲν οὖν ἐμόν ἐστιν ὑμᾶς τε ἐπεγεῖραι καὶ τοῖς ἄρχουσι διαλεχθῆναι, παρʼ ὑμῶν δὲ πολύτροπος ἡ βοήθεια· καὶ γὰρ ἐλέγξαι ψευδομένους καὶ τοῖς ὀφείλουσιν ἀνάγκας περιθεῖναι καὶ τὰ μὲν διαλῦσαι, τὰ δὲ ἀναβαλέσθαι. πολλὰ δʼ ἂν δύναιντο δύο τοιοῦτοι πύργοι πρὸς σωτηρίαν τῶν πραγμάτων. δεῖ δὲ ὑμᾶς οὐ μόνον συμπνεῖν ζῶσι τοῖς φίλοις, ἀλλὰ καὶ τοῖς ἐκείνων συμπονεῖν υἱέσιν· ὡς οὐδὲν ἂν τοσαύτην ἐνέγκαι δόξαν ὅσην τὸ νέοις ὀρφανοῖς ἀφανίσαι τὴν τύχην. ὥσπερ γὰρ οἱ τοὺς τοιούτους ἀδικοῦντες μᾶλλον ἢ οἱ τοὺς ἄλλους μισοῦνται, οὕτως οἱ πρόνοιαν ἐνταῦθα ἐπιδεικνύμενοι πλείω φέρονται τὸν ἔπαινον τῶν ἐπʼ ἄλλοις εὐδοκιμούντων. καὶ οὐ τοσοῦτό γε πράξομεν μόνον, ὅσον φίλου διατηρῆσαι παῖδας, ἀλλὰ καὶ φύσεις δεξιῶς ἐχούσας εἰς λόγους οὐ περιοψόμεθα διολλυμένας. ἄμφω γὰρ ἐγρηγόρασι κἂν ἐπιτρέπῃ τις, ὀνήσουσι τὰ κοινά ποτε τῆς αὑτῶν πόλεως τῇ τέχνῃ.
Μαρκελλίνῳ.
Ἐπῄνεσα τὸ μὴ τὸν μυροπώλην Εὐγένιον ἠνωχλῆσθαι καὶ τῶν ἴσων αὐτὸν βούλομαι διὰ τέλους τυγχάνειν. σὺ δὲ τὸ μὲν δέδωκας, τὸ δὲ δώσεις· ὑπὸ γὰρ τῆς ἄγαν ἡμῶν φιλίας καὶ μάντις γεγένημαι.
Σωπάτρῳ.
Τοῖς παρʼ ἐμοῦ πρὸς τὸν ἄριστον Μαρκελλῖνον γράμμασι πρόσθες τι παρὰ σαυτοῦ καὶ ποίησον ἡμῖν ἰσχυρὰν τὴν ἐπιστολήν. εἰ γὰρ ὅτι τὴν χάριν ἀμφοτέροις δώσει μάθοι, προθυμότερόν τε δώσει καὶ βεβαίαν τηρήσει.
Μαρκελλίνῳ.
Ἤδη μέν που καὶ δεδάκρυκας, ὡς εἰκός, Οὐρβίκιον καὶ πῶς ἂν μὴ προσδιαφθαρεῖεν οἵ τε παῖδες αὐτοῦ καὶ ἡ γυνή, πολλάκις ἐφρόντισας· κωλύει δὲ οὐδὲν καὶ παρʼ ἡμῶν τινα γενέσθαι παράκλησιν, ὑφʼ ἧς ἴσως μὲν ἔσῃ βελτίων, πάντως δὲ οὐ χείρων. πᾶσιν ἀνθρώποις δοκεῖ χρηστὸς Οὐρβίκιος γεγονέναι, καὶ τὰ μεγάλα δὴ ταῦτα χρέα οὐ κυβεύων οὐδὲ μεθύων οὐδὲ λαγνεύων ὀφείλει, ἀλλὰ καιροῦ τινι χαλεπότητι καὶ τῇ τινων ἀναισχυντίᾳ, αὑτοῦ δὲ ἀπραγμοσύνῃ. τοῦτο δὲ εἰδότες οὐδὲ ἐκεῖνο ἀγνοοῦσιν, ὅτι σοι διὰ τῆς μητρὸς συγγενεῖς εἰσιν οὗτοι. βούλοιντʼ ἂν οὖν τοὺς μὲν βοηθείας τυχεῖν, σὲ δὲ εἶναι τὸν πρὸ τῶν ἄλλων βοηθοῦντα. σκόπει τοίνυν, ὡς κατʼ ἄμφω σοι πονητέον, εἴθʼ ἕξουσιν ἄλλοθεν ἐπικουρίαν εἴτε μή. τό τε γὰρ μόνον ἐν τοῖς τοιούτοις ἀργεῖν οὐ καλὸν εἴ τʼ ἔρημοι παντελῶς καταλειφθήσονται, πρᾶγμα ἔσται πάνδεινον. δίδου δὴ σαυτὸν εἰς τοὺς ἐσομένους ἀγῶνας καὶ ἀρίστευε καλὰς ἀριστείας ἐπαίνου τευξομένας καὶ παρʼ ἀνθρώπων καὶ θεῶν. ἔστι δὲ τῆς ἐπικουρίας μέγιστον ἀποκριθῆναι τὴν τῆς γυναικὸς οὐσίαν τῆς τοῦ συνῳκηκότος, ὅπως, εἴ τι δυσχερὲς ἐκείνῃ, ἐπὶ τήνδε καταφεύγειν ὑπάρχοι. ποίει τοίνυν ἔξω θορύβων τὰ τῆς μητρὸς καὶ ὁ κίνδυνος ἐν τοῖς πατρῴοις ἱστάσθω.
Δᾳδουχίῳ.
Τὸ πικρὸν ἡδὺ γέγονε Δᾳδουχίῳ, καὶ ὁ φεύγων τοὺς πόνους πόνων ἐρᾷ, ἴσως μὲν καὶ θεοῦ κεκινηκότος, ὁ δʼ οὖν ἐν τῷ φανερῷ Φλωρέντιος ἦν ὁ γενναῖος, ὃς πάντα ἀκριβῶς ἐξετάσας ἐπὶ μὲν τοῖς ἐρρᾳθυμημένοις ὠργίσθη, γενέσθαι δὲ βελτίω πρὸς τὰ πράγματα παρῄνεσε φήσας ἀφήσειν τὰς αἰτίας, εἰ γένοιτο ἀγαθὸς ἀντὶ κακοῦ. ὁ δὲ ὑπέσχετό τε καὶ οὐκ ἐψεύσατο, ἀλλʼ ἔστι νῦν τῶν ὅταν ἀργῶμεν ἀνάγκῃ δυσχεραινόντων. εὔχου δὴ τὸν υἱὸν διατηρῆσαι τὴν προθυμίαν καὶ γίνου πρὸς αὐτὸν ἥμερος· δίκαιον γὰρ εἰς μεταβεβλημένον μεταβάλλεσθαί σε.
Ἀρείονι.
Ἵνα μὴ ἀγνοῇς ἐπιτυχών, ἴσθι σοι τὸν υἱὸν περί τε τοὺς λόγους ἐρρῶσθαι καὶ τοὺς τρόπους εἶναι τοιοῦτον, οἵους δέκα μοι δοῖεν οἱ θεοί, οὐχ ἵνα πόλιν πολεμίαν ἕλωμεν, ἀλλʼ ὅπως ἡμῖν ὁ χορὸς κοσμῆται χρηστῶν νεανίσκων ἐν αὐτῷ τρεφομένων. Ἀγάθιος γὰρ ἀηδίας μὲν οὐδεμιᾶς οὔθʼ ἡγεμόσιν οὔτε συμφοιτηταῖς αἴτιος εἰς τήνδε γέγονε τὴν ἡμέραν, εὐφροσύνης δὲ πολλοῖς πολλάκις, ὥσθʼ οἱ μὲν αὐτὸν ὡς υἱόν, οἱ δὲ ὡς ἀδελφὸν ὁρῶσιν ἔργῳ κτώμενον δόξαν ἀγαθήν, οὐ μαχόμενον, εἰ μή τις αὐτὸν ἐπαινοῖ. καίτοι καὶ ἰσχύος μετέχει καὶ δύναιτʼ ἄν, εἰ βούλοιτο, ταύτῃ φοβεῖν, ἀλλʼ ὅμως πλέον τῶν ἀσθενεστέρων τὸ μεθʼ ἡσυχίας ζῆν ἀγαπᾷ. διὰ δὴ ταῦτα χαίρω μὲν εἰσιόντος, τέρπομαι δὲ λέγοντος. ἔνιοι δὲ λέγειν μέν εἰσιν οὐ κακοί, δύστροποι δὲ οὕτω καὶ μέγα φρονοῦντες ἐπὶ τῷ λυπεῖν, ὥσθʼ ὅταν φανῶσι, καταρῶμαι τῇ τέχνῃ.
Φλώρῳ.
Καλόν μοι δῶρον ἐξ Αἰγαίου μέσου πέπομφας τῆς σῆς οἰκίας ἐπιμελεῖσθαι κελεύων· ὡς ἔμοιγε κέρδος οὐ μικρόν, ὅ τι ἂν τὰ σὰ διʼ ἐμοῦ κερδάνῃ. κέλευε δὴ καὶ τοῖς σοῖς εἰς ἡμᾶς βλέπειν καὶ ὅτου δέοιντο φράζειν. εἰ δὲ σοῦ ταῦτα ἐπιστέλλοντος ἐπʼ ἄλλους ἐκεῖνοι δραμοῦνται, τῆς παρὰ σοῦ τιμῆς ὑπʼ ἐκείνων ἀναιρουμένης ἀκούσῃ.
Κέλσῳ.
Ἐγὼ τὸν Γοργονίου παῖδα Ἀλέξανδρον οὐκ οἶδα, ἀλλʼ οὐδὲ Γοργόνιον ᾔδειν τὸν Ἀλεξάνδρου πατέρα. βοηθῶ δʼ ὅμως αὐτῷ φίλῳ χαριζόμενος Εὐστοχίῳ τῷ χρηστῷ· καὶ γὰρ ὀφείλω χάριν Εὐστοχίῳ κρότου πολλοῦ τε καὶ σφοδροῦ καὶ ὅτι οὐκ ἦν τῶν ὑπὸ τοῦ πρῴην λόγου τιτρωσκομένων. φησὶ δὲ δεῖν τὸν Ἀλέξανδρον μέλλειν μὲν θήσειν τὸν ἀγῶνα τῷ Διί, δεῖν δὲ αὐτῷ γενέσθαι χρήματα παρὰ τῶν κεκοινωνηκότων τοῦ Γοργονίου κλήρου· τοῦ δὲ ἢ πλείω ἢ ἐλάττω ταῦτα γενέσθαι τὴν σὴν ψῆφον εἶναι κυρίαν. πεῖθε τοίνυν οἷς ἀνάγκη δοῦναι δεῖξαί τινα φιλοτιμίαν σαυτοῦ καλῶν κέρδος τὴν ἐνταῦθα ἐπικουρίαν, οἵοις δὴ φαρμάκοις καὶ τοὺς παρʼ ἡμῖν ἀνέπεισας τὴν τῶν λαμβανόντων ἡδονὴν ἐν τῷ διδόναι τοῖς ἀσθενεστέροις ἥδεσθαι.
Παλλαδίῳ.
Οὐκ εὔκριτόν μοι δίαιταν ἐπέτρεψας· οὔτε γὰρ ἐπαινεῖν ἔχω τὰ πεπραγμένα ψῆφόν τε οὐκ ἂν δυναίμην θέσθαι κατὰ τοῦ νεανίσκου μεμνημένος τῶν πολλῶν τε ἐτῶν καὶ μακρῶν διατριβῶν. Διονύσιον δὲ κακοδαίμονα ἡγησάμην ἀπʼ ἐκείνης τῆς ἡμέρας, ἐν ᾗ παρὰ σοῦ καλούμενος τὰ δένδρα καὶ τοὺς ἐπʼ αὐτοῖς ὄρνιθας τοῦ παρὰ σοὶ δύνασθαι προτέρους ἔθετο. εἰ δʼ ἦν ὑπακούσας καὶ δεξάμενος προσιοῦσαν τὴν Τύχην, λέγων ἂν ηὐδοκίμει καὶ ηὐπόρει, σχολὴν δὲ οὐκ ἂν εἶχεν εἰς ἁρπαγήν. τὸν οὖν οὕτως ἄθλιον μέμφομαι μέν, οὐκ ἂν δὲ ἡδέως ἴδοιμι ζημιούμενον, οὐδʼ εἰ σφόδρα οἱ νόμοι βούλοιντο. διὰ τοῦτο πρὸς μὲν τὸν δικαστὴν οὐδὲν γράφω περὶ φιλανθρωπίας, τοῖς θεοῖς δὲ εὔχομαι τὸν ἑταῖρον ἡμῖν ἐκσῶσαι.
Ἐντρεχίῳ.
Ἃ περὶ Διονυσίου πρὸς τὸν γενναῖον Παλλάδιον ἔγραψας, πέμψας ἐκεῖνος πρὸς ἐμὲ ἤρετο, τί δεῖ ποιεῖν, ἐνδεικνύμενος ὡς οὐδʼ εἰ σφόδρα βούλοιτό μοι χαρίζεσθαι, δύναιτʼ ἂν διὰ τοὺς νόμους. ἐγὼ δὲ ὑμῶν δέομαι μηδὲν ἐμοῦ πυνθανομένους γνῶναι ὅ τι ἂν ἐθέλητε. ὑμῖν μὲν γὰρ ἴσως ἀνάγκη τιμωρεῖσθαι, τὸν δὲ ἀφειμένον ταύτης ἐμὲ ἴσως οὐ καλὸν ἀτυχοῦντι συνεπιθέσθαι φίλῳ. πάλαι δὲ ἀτυχεῖν ἤρξατο Διονύσιος, ἀφʼ οὗ τοῦ πατρὸς στερηθεὶς ἐν πτωχείᾳ διῆγε τῆς μητρὸς αὐτῷ καὶ τοῦ ταύτην ἐπιγήμαντος τρυφώντων. οἶδε ταῦτα Ἰουλιανὸς καὶ σὲ διδάσκειν δίκαιος ἦν· καὶ γὰρ ὑπεδέξατο τὸν νέον καὶ μετέδωκε τῶν ὄντων καὶ δοξάζειν ἔδωκε τοῖς πολλοῖς ὡς εἴησαν ἀδελφοί. οὕτως εὐπόρει μὲν ἅτερος, ἀπέλαυον δὲ ἀμφότεροι. ἕως μὲν οὖν ἐνταῦθα διέτριβε, κοσμίως τε καὶ σωφρόνως ἔζη, καὶ μᾶλλον ἄν τις τοῖς ἀνδριᾶσιν αἰτίαν ἐπήνεγκεν ἐρωτικὴν ἢ τούτῳ· ὁ δὲ ἀνὴρ γενόμενος ἥμαρτεν ἃ ἐν παισὶν ἔφευγεν. ὁ μὲν οὖν κατήγορός φησιν· ἀδικεῖ Διονύσιος, ὁ δὲ ἐμὸς λόγος· ἀδικεῖ Διονύσιον ἡ Τύχη. ὅταν γὰρ μὴ προσήκῃ τὸ ἔργον τῷ τοῦ δεδρακότος ἤθει, κακοδαίμονας ἀντὶ πονηρῶν τοὺς ἡμαρτηκότας κλητέον.
Μαρίῳ.
Ἀπρίγγιος κατὰ τὴν παροιμίαν αὖθις Πυθώδε πάλιν εἰς νέων διατριβάς. ἡγεῖται γὰρ καὶ νόμων δεῖν τῷ γε μέλλοντι συναγορεύσειν καλῶς. καίτοι πρὸ τοῦ τὸν νόμων ἔμπειρον ὁ ῥήτωρ προσλαμβάνων διʼ ἀλλήλων ἴσχυον· ἀλλὰ νῦν ὁ μὴ ʼκείνων μετέχων Αἰγιεὺς ἀτεχνῶς οὔτʼ ἐν λόγῳ οὔτʼ ἐν ἀριθμῷ. καὶ ἐπαινῶ τοίνυν τὸν Ἀπρίγγιον καὶ μακαρίζω· ἐπαινῶ μὲν οἷ χρὴ δραμόντα, μακαρίζω δὲ νῦν ἐπιβαίνοντα Φοινίκης, ἣν καλὴν οὖσαν καλλίω πεποίηκας. ἃ γὰρ εἶχεν ἄν, εἰ ὁ πατὴρ αὐτῷ τὸ ἔθνος ἦγε, τούτων ἀπολαύσεται νῦν σοῦ Φοινίκην ὀρθοῦντος, μᾶλλον δέ, καὶ μειζόνων· τοῦ μὲν γὰρ πατρὸς ἐπειρᾶτο ἂν ἔστιν ὅπου καὶ τραχυτέρου, τὰ δὲ σὰ πάντα ἥμερα καὶ γαλήνης γέμοντα. δῆλον οὖν ὡς διδασκάλοις τε τὸν νεανίσκον ἐγχειριεῖς καθαρόν τε τηρήσεις ὧν εἴωθεν ἡ νεότης ἀγροικίζεσθαι δώσεις τε εἰσόδους παρὰ σὲ καὶ τἄλλα φιλανθρωπεύσῃ.
Δομνίνῳ.
Ἰδού, καὶ ἄνδρας ἀναπέπεικας τὰ νέων ποιεῖν. ὁ γοῦν ἑταῖρος Ἀπρίγγιος μετὰ συχνοὺς περὶ τὸ βῆμα δρόμους ἥκει νόμους κτησόμενος, ἐπειδὴ παρὰ σοῦ κτήσασθαι τοὺς νόμους ἔστιν· ἄλλως δὲ οὐκ ἄν μοι δοκεῖ τῆς ἐμπορίας ἅψασθαι. πρὸς μὲν οὖν τοὺς σκώπτειν αὐτὸν ἐπιχειροῦντας ἕξει Σωκράτην σύμμαχον τὸν ἐν γήρᾳ βαδίζοντα παρὰ τὸν διδάσκαλον τῆς μουσικῆς· σὺ δέ μοι συντεμεῖν, ὡς οἷόν τε, τὴν παίδευσιν, ὅπως οἷς λαμβάνει πλείω χρήσηται χρόνον. ἠξίουν δʼ ἄν τι καὶ περὶ μισθοῦ λέγειν, ὡς ἁνὴρ ἀγαθὸς μέν, πένης δέ, εἰ καὶ δοῦναι οὐχ οἷός τε, χάριτός γε οἶδε μνημονεῦσαι, εἰ μὴ πάλαι τοῦτον ᾔδειν παρὰ σοὶ κείμενον ὑπὲρ τῶν νέων τὸν νόμον.
Σωπάτρῳ.
Ἴσθι νίκην ἀνῃρημένος λαμπρὰν καὶ ἐστεφανωμένος οὐ φύλλοις δάφνης, ἀλλʼ οἵοις ἐστεφάνωσας αὐτὸς τοὺς ὅτε ἐτίθεις τὰ Ὀλύμπια νικῶντας, ἀλλʼ εὐφημίᾳ κοινῇ πάντων δεξαμένων τὸν λόγον. λέγουσι γὰρ οἱ παῖδες Οὐρβικίου τῶν ἐνθένδε παρʼ ὑμᾶς ἡκόντων γραμμάτων τὰ πρὸς σὲ μάλιστα αὑτοὺς ὠφεληκέναι καὶ νῦν ἐλπίδας εἶναι μὴ παντελῶς οἰχήσεσθαι τὸν οἶκον διὰ τὸ δῆλον γενέσθαι τοῖς ἀνθρώποις ὅτι οὐκ ἐπιτρέψεις, ἤν τις ἐπάγῃ χεῖρας. ταῦτα δὲ ἐποίεις σὺ τῷ γράφοντι χαριζόμενος. δεήσει μὲν οὖν σε καὶ καθημέραν βοηθεῖν, δεῖ γὰρ συνεχοῦς δὴ ἐν τοῖς τοιούτοις ἄκεσι θεραπείας, μέγιστον δὲ φάρμακον φανῆναί τινα δεχόμενον καὶ τοὔνομα καὶ τάξιν ἐπιτρόπου. τοῦτο δὲ γένοιτʼ ἄν, εἰ βουληθείης ἐπὶ σαυτὸν ἀγαγεῖν τοῦ φορτίου τὸ πλέον. ἡ γυνὴ δέ σε μὴ ταραττέτω τὰ αὑτῆς θέλουσα διεστάναι. τοῦτο γάρ ἐστιν οὐ πένητας τοὺς υἱεῖς ποιούσης, ἀλλὰ μὴ πεινήσωσι φοβουμένης. τήν τε οὖν φυγὴν τῶν τὴν ἐπιμέλειαν δεδοικότων στῆσον καὶ τὸ ταχέως τοῖς πραττομένοις προσέστω. πᾶσι μὲν γὰρ λόγων ἴσως φροντιστέον, μάλιστα δὲ τοῖς ἐν ὀρφανίᾳ καὶ ἀπορίᾳ τῷ τὰς ἄλλας ἐπικουρίας ἀπεῖναι. μήτʼ οὖν ἄκοντα κάτεχε τὸν νέον μήτε θέλοντι διατρίβειν ἐπίτρεπε· μεγάλη γὰρ καὶ τοῦ βραχέος ἡ βλάβη.
Δατιανῷ.
Ὀλίγους ἐξέφυγέ σου τὰ γράμματα, οἱ πολλοὶ δὲ καὶ ἔγνωσαν αὐτὰ καὶ ἀνέγνωσαν πολλάκις, οἱ μὲν ἐπʼ αὐτά, ὡς ᾔσθοντο, δραμόντες, τοὺς δὲ καὶ αὐτὸς ἐκάλουν οὐδένα ἀγνοεῖν βουλόμενος, οἷ παρὰ σοῦ τέταγμαι. ποιεῖν δὲ τοῦτο εἰώθαμεν ἐπιεικῶς ἐπὶ τῶν καλλίστων ἡμῖν κτημάτων κερδαίνειν νομίζοντες, ἢν πολλοὺς ἔχωμεν τοὺς συνειδότας. διʼ ὅσων τοίνυν ἦλθεν ἡ ἐπιστολή, σὲ μὲν ἕκαστος ἐπῄνεσεν, ἐμὲ δὲ εὐδαιμόνισε· σὲ μέν, ὅτι τοσοῦτον ποιῇ λόγον τῶν περὶ λόγους διατριβόντων, ἐμὲ δέ, ὅτι τοσούτῳ συμμάχῳ κέχρημαι δεινῷ λῦσαί τε συμφορὰς καὶ τὰ τῆς βελτίονος δοῦναι μοίρας. ἵνʼ οὖν μὴ παύσωνται τοῦτο ποιοῦντες ἡ πόλις, ᾗ δικαίως μὲν ἐγκαλεῖς, βοηθήσεις δὲ πάλιν, ἤν τι λυπῇ—τοιοῦτος γὰρ ὁ σὸς τρόπος, —πέμπε μοι πολλὰς ἐπιστολὰς παραμυθίαν τῶν τῆς κεφαλῆς κακῶν.
Ἀκακίῳ.
Ἐπιλελῆσθαί μοι δοκεῖς Ὁμήρου καὶ Εὐριπίδου καὶ διὰ τοῦτο ἀγανακτεῖν ἵππων ἐπιστατῶν· εἰ δὲ ἐμέμνησο τούτων τε καὶ ὧν Ἀπόλλων διηκόνησεν ἀνθρώποις, οὐκ ἂν ὑβρίσθαι ἔφης. νῦν οὖν ἴθι πρὸς τὸν κατάλογον τῶν Ἀχαιῶν καὶ τἄλλα, καὶ τὴν παραμυθίαν εὑρήσεις. καίτοι σύ γε οὐδʼ ἵππων καθαρῶς ἄρχεις, ἀλλʼ ἐκείνων οἳ τῶν ἵππων ἄρχουσιν. ὥστʼ εἰ σφόδρα τῷ μὲν αἰσχύνῃ, τὸ δʼ ἡγῇ σαυτῷ προσήκειν, ἔχεις ὃ ποιεῖν μεμάθηκας· ἀνθρώπους ἔλαβες εἰς ἐπανόρθωσιν τρόπων. κακίας γὰρ ὡς πλείστης τοῖς ἱπποφορβοῖς ἐγγενομένης καὶ πώλων τῶν μὲν κακῶν διʼ ὀλιγωρίαν γενομένων, τῶν δὲ κλεπτομένων, τῶν δὲ ἄλλως ἀπολλυμένων ἐπέμφθης τὸ πρᾶγμα μεταθήσων. ἐδόκεις γὰρ μόνος οὐχ ἅψεσθαι κέρδους οὐδʼ ὅσον αἰτίας ἔξω. μεῖζον δή μοι δοκεῖ μεγίστης ἀρχῆς τὸ τὴν παροῦσάν σοι γενέσθαι διὰ καλὴν οὕτως αἰτίαν. ὅτι δὲ ἥξεις ἐπʼ ἐκεῖνα, ὧν πλησίον ἐλθὼν ἐξεκρούσθης φθόνῳ, σαφῶς οἶδα φθόνου μὲν καὶ τότε πολεμήσοντος, κρατεῖν δὲ ὁμοίως οὐχ ἕξοντος. ἀλλὰ ταῦτα μὲν τελέσει θεός, Μάρκος δὲ παρὼν μὲν ταῦτα ἔσχεν, ἃ πυθόμενος ἥσθης· πετόμενον δὲ αὐτὸν μετὰ τοῦ θείου καὶ ταῦτα οὐ προειπόντος ὃ δράσει κωλύειν οὐκ εἶχον. διαδότω δὴ τὰς εὐθύνας ὁ θεῖος τῶν δευτέρων, τῶν δέ γε πρὸ τῆς ὁδοῦ παρʼ ἐμοῦ ζήτει τὸν λόγον.
Λητοΐῳ.
Ποταμὸς καὶ λίμνη καὶ κῦρος καὶ τράπεζα Συβαριτικὴ καὶ θήρα παντοδαπὴ πολλάκις ἴσως σὲ πρὸς τοὺς συνόντας ἔπεισεν ᾄδειν ὡς ταυτὶ μὲν Σαμίων ἄνθη, ἀφʼ ὧν δὲ ἥκοιμεν, Λήμνια κακά. ἐγὼ δὲ τῶν ἀνθέων μὲν ἐκείνων ἄπειρος, τὰ Λήμνια δὲ ταῦτα φέρω πλὴν ἑνὸς τοῦ σὲ μὴ παρεῖναι. τοῦτο γὰρ ὄντως Λήμνιον πῦρ, καὶ βελτίων ἂν ἦσθα μὴ σφόδρα φιλῶν ἢ τοῦτο μὲν αὐξήσας, ἀφεὶς δὲ ὃν φιλεῖς καὶ προσέτι τὴν ἀγαθὴν γυναῖκα ἕλκων, δεικνὺς τοῖς συνεῖναι δυναμένοις ὅτι σε μόλις ὁ χειμὼν ἐπανάξει. πρότερον μὲν οὖν σε δάκνειν εἶχον ὡς δειλὸν καὶ λελοιπότα τὴν τάξιν, νῦν δέ σοι πολλῶν τῶν τροπαίων ἑστώτων οὐκ ἔχω, τί λέγων κινήσαιμʼ ἄν. ἀλλὰ περὶ μὲν τούτων εὔχεσθαι λείπεται· σὺ δὲ ἴσθι λύπην οὐ μικρὰν διαφυγών, ἣ κατέσχεν ἡμᾶς τῆς Καλλιόπης οὐκέθʼ ὁμοίως τιμωμένης. ἦν γὰρ ὁ κωλύων τῆς ἑορτῆς κρατεῖν τὸν νόμον.
Κέλσῳ.
Εἰκότα μοι δεῖσθαι δοκοῦσιν ἡ δευτέρα συμμορία τὸν Ἀρίστωνα μὲν ἐφʼ ὧν ἐστι μένειν, ἔστι δὲ ἐπί τινος εἰσπράξεως οὐ μικρᾶς, τὸν δʼ ἐπιστατήσοντα τῶν τεμνόντων τοὺς λίθους ἀπὸ τῆς συμμορίας ἧς ὁ Κόνων ἡγεῖται γενέσθαι. ταύτης γὰρ εἶναι τὸν νόμον τοῦ τὰ τοιαῦτα ὑπηρετεῖν τό γε νῦν. διαλέξονται μὲν οὖν σοι κἀκεῖνοι διὰ ψηφίσματος ἐν χάριτος αἰτοῦντες μέρει περὶ ὧν ἔστιν ἰσχυρίζεσθαι τῷ νόμῳ. γέγραφα δὲ καὶ αὐτὸς οὐκ ἔχων τὸ ἐπιστεῖλαι φυγεῖν οὔθʼ ὡς ἐπίπονον οὔθʼ ὡς οὐκ οὔσης μοι παρὰ σοὶ παρρησίας. ὅτι δέ ἐστι βελτίω τὰ δεύτερα τῶν προτέρων, ἃ διὰ τοὺς ἐν τῷ διδάσκειν ἀδικοῦντας πέπρακται, καλῶς ἐπίσταμαι.
Μενάνδρῳ.
Ἐγὼ τὰ μὲν ὑπʼ ἀσχολιῶν, τὰ δὲ ὑπʼ ἀθυμίας, τὰ δὲ τῷ τοὺς παρʼ ὑμᾶς ἰόντας οὐ ποιεῖν δῆλον ὡς ἐξίοιεν ἀφῃρέθην τὸ ἐπιστεῖλαί σοι, πῶς, οἴει, βουλόμενός τε καὶ ἐπιθυμῶν; ἑνὸς μὲν ἕνεκα τοῦ προσειπεῖν τὸν καλὸν καὶ ἀγαθὸν Μένανδρον, ἑτέρου δὲ τοῦ παρακαλέσαι σε φιλεῖν τε καὶ εὖ ποιεῖν Καστρίκιον τὸν σοφιστήν, σοφιστὴν μὲν ὄντα δεξιὸν καὶ ἄνδρα χρηστόν, δεδεμένον δὲ νόσῳ τοὺς πόδας, ὅθεν πολλὰ καὶ πολλῶν ἐλαττοῦται. ἀλλʼ, εἰ καὶ βραδέως, ἀμφότερα νῦν ποιῶ, σέ τε προσαγορεύω καὶ Καστρίκιον ἐν τοῖς ἄγαν σου φίλοις ἀξιῶ γεγράφθαι. πάντως δὲ οὐ νῦν πρῶτον τοὺς Μουσῶν ἑταίρους ὠφελῶν ὀφθήσῃ· πάλαι γάρ σοι τοῦτο μελετᾶται τὸ ἔργον, ἐπεὶ καὶ ὅλως πάντα οἷς ἔπαινος ἀκολουθεῖ μᾶλλον ἢ κέρδη ποιῶν διατετέλεκας πρότερον μὲν βελτίω τὴν γνώμην τοῦ σχήματος παρεχόμενος, νῦν δὲ ἀξίαν τῆς ἀρχῆς. μεθʼ ἣν ὄψομαί σε ἐν λαμπροτέρᾳ καὶ πάλιν ἐν τρίτῃ καὶ πολλαῖς ἑτέραις τῶν θεῶν τὰ δίκαια ποιούντων καὶ σὲ μὲν τιμώντων, τὰς δὲ πόλεις σωζόντων.
Καστρικίῳ.
Οὐκ ἄρα ὁ Χάρης μόνον ὑπισχνεῖτο μείζονα ὧν πράξειν ἔμελλεν, ἀλλὰ καὶ ὁ γενναῖος Καστρίκιος ἐν τῷ φῆσαι μὲν ποιήσειν λαμπρὸν ἔργον, ποιῆσαι δὲ οὐδαμῶς. καίτοι εἰ μὲν οὐκ ἦν σοι Φαβωρίνου βιβλία, τί χρῆν ἐπαγγέλλεσθαι; ὄντων δὲ τί ψεύδεσθαι ἔδει καὶ φίλον ἐξαπατᾶν; καὶ μὴν καὶ ἕτερον ἀδίκημα οὐ μικρὸν τῷ μὴ πέμψαι βιβλία προσθεῖναι τὸ μὴ ἐπιστεῖλαι. τουτὶ γὰρ ἦν οὐδὲ ἀπολογεῖσθαι ἀνεχομένου τῷ τὰ δεινότατα πεπονθότι. νῦν οὖν μοι δοκεῖς τριῶν ἕν γέ τι ποιήσειν, ἢ ἔργῳ τὰ ἐγκλήματα λύσειν ἢ λόγῳ πείσειν ὡς οὐκ ἀδικεῖς ἢ τῇ σιγῇ μείζοσιν αἰτίαις ἐνέξεσθαι.
Κλεάρχῳ.
Ταῦτα καὶ τοιαῦτα ἐβουλόμην τε καὶ εὐχόμην Κλέαρχον ἡμῖν τὸν καλὸν ἐξευρεῖν τε καὶ νομοθετῆσαι. καὶ τὸ μὲν ἄμισθον πατρῷόν σοι, καὶ γὰρ ἐκεῖνος μετὰ μυρίας ἀρχὰς πενίαν ὑμῖν καλὴν ἀντὶ πλούτου κακῶς ἠθροισμένου καταλέλοιπεν. ἃ δʼ εἰς σωτηρίαν μὲν τῶν ἀσθενεστέρων, κωλύοντα δὲ τοὺς δυνατοὺς ἀδικεῖν εἰσῆλθε, Ῥαδαμάνθυος ἀκριβῶς ἤ, τό γε ἀληθέστερον, τούτου τοῦ πατρός. ἀλλʼ ἵνα μὴ τὸν μέλλοντα λόγον ἀποστερήσῃ τῶν ἐκεῖ μᾶλλον καιρὸν ἑξόντων ἡ ἐπιστολή, τὰ μὲν εἰς ἐγκώμια φέροντα ἀναβαλοῦμαι, πάντως δὲ καὶ προσθήσεις τοῖς ἔργοις καὶ ἡμᾶς ὥσπερ τὰ πρῶτα καὶ τὰ δεύτερα διδάξεις. νῦν δέ σου δέομαι τῶν ἀθλητῶν ἡμῖν ἐμπλῆσαι τὰ Ὀλύμπια. δέονται δὲ οὐ παρακλήσεως εἰς τὴν ὁδόν, ὑπὸ γὰρ τῆς δόξης τοῦ ἀγῶνος κέκληνται, ἀλλʼ ἁμαξῶν καὶ ὑποζυγίων, ἃ δόντα σε βελτίω ποιήσει πρὸς ἀρχὴν ὁ Ζεὺς τιμώμενός τε καὶ τιμῶν. ὀφείλεις δὲ αὐτῷ χάριν καὶ πᾶσί γε τοῖς παρʼ ἡμῖν θεοῖς, ὧν ἐθελόντων διέφυγές τε κινδύνους καὶ τὴν ἀρχὴν ἐδέξω. τοῖς μὲν οὖν ἀθληταῖς ἀποχρήσουσι καὶ ὄνοι, τοῖς δʼ ἐπὶ τὰς πόλεις δραμουμένοις ἵππων δεῖ, εἴπερ ὡς ἀληθῶς δραμοῦνται. πέμπε τοίνυν ἀμφοτέρους, ὡς ἑκατέροις προσήκει, καί σου μεμνησόμεθα ἐν Δάφνῃ τοὺς νικῶντας στεφανοῦντες.
Ἐλπιδίῳ.
Ἕτερα μὲν ἠλπίσαμεν περὶ τῶν Ὀλυμπίων, ὅτι δὴ λαμπρότατα τῶν πώποτε ἔσται τῶν τε σῶν ὀφθαλμῶν τυγχάνοντα κἀκείνων τῶν μεγάλων τε καὶ καλῶν καὶ φοβερῶν, οὓς ζημίαν ἡλίῳ φήσαιμʼ ἂν οὐκ ὄντας ἔτι· πληροῦμεν δὲ ὅμως τὰ πρὸς τὸν θεὸν οὕτως ὅπως ἂν ἐξῇ. σοὶ δὲ ἄρα εἵμαρτο πάντως τι τὴν πανήγυριν ὠφελῆσαι. φέρων γάρ σε κατέστησεν εἰς τοῦτο ὁ δαίμων ὥστε ἐν σοὶ κεῖσθαι τὸ πλέον τῆς ἑορτῆς. ἡ γὰρ δὴ Ἰωνία τά τε ἄλλα καλὴ καὶ ἀθλητῶν γενναίων εὔφορος, οὓς ὁ μὲν τὸν ἀγῶνα τιθεὶς μεταπέμπεται τῇ παρὰ τοῦ στεφάνου δόξῃ καὶ χρήματα προστιθείς· μέγιστον δʼ, εἰ γνοῖεν ὅτι καὶ σοί τις σπουδὴ τούτους ἑτέρων προκεκρίσθαι. δῆλον γὰρ ὅτι καὶ γονεῦσι τοῖς αὑτῶν καὶ τοῖς ἄλλοις οἰκείοις οἰήσονται συμφέρειν τὸ ποιεῖν ἀφʼ ὧν ἡδίων ἔσῃ. δέχου δὴ τὸν παρʼ ἡμῶν, ὥσπερ εἴωθας, ἡμέρως καὶ μὴ μόνον ὅτου ἂν δέηται πράττειν, ἀλλὰ καὶ ὅ τι ἂν ἀγνοῇ, καὶ τοῦτο φράζειν τε καὶ πράττειν.
Ἀτακτίῳ.
Καὶ τῷ Διὶ χαριζόμενος καὶ Κανδίδῳ τῷ τὸν Δία τιμῶντι τῇ δαπάνῃ καὶ ἐμοὶ τῷ περὶ τὴν ἑορτὴν ἐσπουδακότι κίνησον ὅτι τάχιστα τοὺς ἀθλητὰς ἐνδειξάμενος ὡς σαυτοῦ βλάβην ἡγήσῃ καὶ οὐκ ἐπιτρέψεις, εἴ τι πρὸς ἡμᾶς ἐθέλοιεν ἢ ἀγνωμονεῖν ἢ βλακεύειν.
Θεοδώρῳ.
Ἀπόδος τῇ πόλει χάριτας, ἥ σε τοσοῦτον ἔθηκεν, ὦ χρηστὲ Θεόδωρε. καὶ γὰρ εἰ πατρίς σοι τῆς Ἀραβίας τὸ κάλλιστον, ἀλλʼ ὑπὸ τῆς ἡμετέρας ηὐξήθης καὶ ῥήτωρ ἄριστος καὶ ἀγῶνες καὶ νῖκαι καὶ πλοῦτος καὶ ἀρχὴ πρώτη τε ὁμοῦ καὶ μεγάλη, ἣν ὅτι σὺν δικαιοσύνῃ κατευθύνεις, πολλὰ ἀγαθά σοι γένοιτο. ἥκει γὰρ λόγος τῆς ἀρετῆς καὶ ὡς οἱ μὲν πείθονταί τε καὶ χαίρουσιν ἐπιταττόμενοι, οἱ δὲ ἀλγοῦσι μέν, σιγῶσι δὲ ἀντειπεῖν οὐκ ἔχοντες. τούτων δὲ χάριν ὀφείλειν οἴου Καλλιόπῃ τε καὶ Ἀπόλλωνι καὶ Διί, τοῖς ἡμετέροις θεοῖς. ἀλλὰ τῇ μὲν Μούσῃ τε καὶ τῷ Μουσηγέτῃ μετὰ ταῦτα τῶν μισθῶν ἐπιμελήσῃ· πρὸς δέ γε τὸν πατέρα τούτοιν ἤδη σοι τὰ δίκαια ποιεῖν ὑπάρχει. Ὀλύμπια μὲν γὰρ πλησίον, τὸ δὲ τῆς ἑορτῆς κεφάλαιον ἀθληταί. πολλοὺς δὲ τούτους ἡ ὑπὸ σοὶ γῆ τρέφει τε καὶ παιδεύει. τῆς μὲν οὖν διὰ χρημάτων παρακλήσεως ἡμῖν μελήσει, μαθέτωσαν δὲ καὶ τὸν εἰς τὴν πανήγυριν ἔρωτα καὶ φροντίδας καὶ ὡς οὐδαμῆ ταύτῃ λείπῃ τοῦ τὸν ἀγῶνα τιθέντος. μέγα γὰρ ἡμῖν ἐκεῖ ταῦτα ἐγνῶσθαι. ἐνθυμοῦ δὲ ὅτι τῶν ἐπιστελλόντων ἂν ἦσθα, οἷα ἐγὼ νῦν, εἰ παρʼ ἡμῖν ἐτύγχανες ὤν. ἃ οὖν ἂν ἠξίους τὸν ἄρχοντα ποιεῖν, ταῦτα αὐτὸς ποίει νῦν, ἐπειδή γε εὖ ποιῶν ἄρχεις.
Ἱερίῳ.
Λυδὸν εἰς πεδίον προκαλοῦμαι τὸν θεοῖς φίλον Ἱέριον εἰς θεῶν τιμὴν παρακαλῶν, ὃ ποιῶν διατελεῖ νύκτα καὶ ἡμέραν. τὸν μὲν οὖν μέγαν Σάραπιν καὶ τὸν γεωργὸν Νεῖλον καὶ τοὺς ἄλλους δαίμονας οἳ κατέχουσι τὴν Αἴγυπτον παρὼν καὶ θύων καὶ χειρὶ καὶ φωνῇ θεραπεύσεις· τὸν Δία δὲ τὸν ἡμέτερον σωτῆρα τὸν ἐν Δάφνῃ καθήμενον ἔξεστί σοι διὰ τῶν ἀθλητῶν τιμᾶν, εἰ τοὺς μὲν σπεύδοντας ἐπαινέσαις, τοῖς δὲ ῥᾳθυμοῦσιν ἐπιτιμήσαις, πᾶσι δὲ ποιήσαις φανερὸν ὅτι σοι μέλει τοῦ παρʼ ἡμῖν ἀγῶνος οὐχ ἧττον ἢ τῶν αὐτόθι ποιουμένων. μισθὸς δέ σοι τῆς σπουδῆς, ὃν μόνον οἶσθα λαμβάνειν καὶ διʼ ὃν μεμένηκας ἐν πενίᾳ· ἐπαινεσόμεθά σε κἀν τοῖς προάγωσιν ἐν ἄστει κἀν τοῖς μείζοσιν ἐν Δάφνῃ, καὶ πρὸς τοὺς ξένους, ὅταν θαυμάζωσι τοὺς νικῶντας, ἐροῦμεν· τούτων μέντοι τὰ Ὀλύμπια τετύχηκεν, Ἱερίου δὲ τοῦ δικαίου πέμψαντος.
Δατιανῷ.
Μόλις ἐκινήθησαν οἱ πρεσβευταὶ παρʼ ἡμῶν ὑπὸ φόβου θαυμαστοῦ, τὸν φόβον δὲ ἐνεποίει τὸ σὲ πρὸς τὴν πόλιν ἐσχηκέναι χαλεπῶς. οἱ μὲν οὖν ἐν ταῖς αἰτίαις ὀμνύουσιν ἦ μὴν ἠναγκασμένοι ποιῆσαι ἃ πεποιήκασι καὶ ταῖς μὲν χερσὶν αὑτῶν, τῇ γνώμῃ δὲ ἑτέρου πεπορθῆσθαι τοὺς ἀγρούς· ἐγὼ δὲ πεισθεὶς τούτους ἠδικηκέναι καὶ κοινὴν εἶναι τῆς βουλῆς τὴν ἁμαρτίαν, οἵ γε οὐκ ἐκώλυον, ἀναμνησθῆναί σε βούλομαι τῶν σεαυτοῦ λόγων, ἐν οἷς ἡμῖν διηγοῦ πολλάκις ὡς οἷς ἐγκαλεῖν εἶχες, τούτους ὄντας ἐν χρείᾳ συμμάχων ὤρθωσας. τὸν γὰρ ὡς καλῶν ἐκείνων μεμνημένον οὐ πάνυ καλὸν τὸν αὑτοῦ παραβαίνειν νόμον. ἀδικεῖ μὲν γὰρ οὐδὲν ὁ ἀμυνόμενος, ἔστι δὲ βελτίων ὁ παρὸν τιμωρίαν λαβεῖν οὐκ ἐθελήσας. τοῦ μὲν γὰρ πολλὰ τὰ παραδείγματα καὶ πανταχοῦ, καὶ καθʼ ἡμέραν τοὺς ἀμυνομένους ὁρῶμεν, τὸ δὲ δοῦναι συγγνώμην θεοῦ τε καὶ θεῷ παραπλησίου. εἰ δὲ προσέσται τῷ μὴ λαβεῖν τὴν δίκην καὶ τὸ βοηθῆσαι τοῖς ὀφείλουσι τὴν δίκην, Ἡράκλεις, ὡς στεφάνων ἄξιον. ἔτι δὲ τὸ μὲν ἀσθενῶς διακείμενον παρὰ τοῦ μέγα δυναμένου δυνηθῆναι δίκην λαβεῖν τάχʼ ἄν τις θαυμάσειεν ὡς οὐκ ὂν τῶν ῥᾳδίων· ὅταν δέ τις ἰσχὺν ἡλίκην σὺ κεκτημένος—καὶ μένοις γε ἐπὶ τῆς ἰσχύος— ἐλαύνῃ τοὺς ἀσθενεῖς, μάλα οὐχ ἡδὺ τὸ θέαμα. οὐδὲ γὰρ ὁ Ἡρακλῆς εἰ νοσοῦντας καὶ κειμένους ἀνθρώπους ἕλκων ἐρρίπτει, θαυμαστὸν ἂν ἦν. καὶ μήν, εἰ μὲν οἰόμενοι πείσεσθαί τι κακὸν ἥκουσι, κρείττων φάνηθι τῆς τῶν ἁμαρτανόντων ἐλπίδος· εἰ δὲ θαρροῦσιν ὡς σοῦ γε οὐκ ἂν λυπήσαντος. μὴ χείρων γένῃ τῆς ἐλπίδος. οἶδα γὰρ ἐγὼ πολλοὺς ἐκ μὲν τοῦ μετʼ ὀργῆς τι πρᾶξαι βραχὺν ἡσθέντας χρόνον, ὕστερον δὲ ἀνιωμένους ἐφʼ οἷς ἥσθησαν, ἑτέρους δὲ πάντα τὸν χρόνον ἡδομένους διὰ τὸ μὴ τὴν ἡδονὴν ἐκείνην ἡσθῆναι τὴν ἀπὸ τοῦ χαρίσασθαι τῷ θυμῷ συμβαίνουσαν. εἰ μὲν οὖν μὴ πολλὰ περὶ τὴν πόλιν ἡμῶν ἐπεπονήκεις, ἥττων ἂν ἦν ἡ μέμψις, εἰ τὰ νῦν ἔβλαπτες· ἐπεὶ δὲ σώζων καὶ κοινῇ πάντας καὶ καθʼ ἕκαστον ἐν μέρει καὶ ῥυόμενος καὶ χεῖρα ὀρέγων καὶ κοσμῶν οἰκοδομίαις τὴν πόλιν διατελεῖς, μὴ διαφθείρῃς πολλὰς καὶ λαμπρὰς εὐεργεσίας ἐν τῷ τελευταίῳ, μηδʼ, ἂν ἐγὼ τὰ βελτίω διηγῶμαι, λόγος ἕτερος ἐπεισίτω τὸ δυσχερὲς περιφέρων, ἀλλʼ ἔστω πᾶσα περὶ σοῦ διήγησις καθαρὰ τοῦ χείρονος. εἰ ἥξεις ὡς ἡμᾶς θεοῦ διδόντος, ἐμπλήσομέν σοι τὴν οἰκίαν οἱ τὸ προσειπεῖν σε κέρδος ἡγούμενοι. πότερον οὖν κάλλιον λέγειν σε τὰς αἰτίας, ὑπὲρ ὧν ἔτρωσας διὰ τῶν πρέσβεων τὴν πόλιν, ἢ φιλοτιμεῖσθαι τῷ τοὺς τραυμάτων ἀξίους εὖ πεπονθότας ἀποπέμψαι; ἔστι δὲ οὐ περὶ τοῦ παρόντος σοι μόνον ὁ λόγος χρόνου· τῶν μὲν γὰρ ἄλλων ἡμῶν ὁ τελευτήσας εὐθὺς ἐν λήθῃ, τὸ δὲ σὸν λαμπρόν τε καὶ κρεῖττον ἢ σβεσθῆναι, ὅ τε γὰρ ὕπατος αἵ τε ἐκ βασιλέων τιμαὶ καὶ τὸ βασιλέων τοῦ μὲν μαθητήν, τοῦ δὲ γενέσθαι διδάσκαλον, ἔτι δὲ οἰκιῶν κάλλη καὶ λουτρῶν πλῆθός τε καὶ μέγεθος καὶ χάρις, πάντα ταῦτα τοὔνομα καθέξει, κἂν τὸ σῶμα ἀπέλθῃ. δὸς δὴ τοῖς ἐσομένοις λέγειν ὡς οὗτος μέντοι τὴν Ἀντιόχου πόλιν οὐ πάντα ἄμεμπτον εἰς αὑτὸν λαβὼν ἔχων ἀνατρέψαι τε καὶ καταδῦσαι διεφύλαξεν οὐχ ἧττον ἐν τῷ καιρῷ τῶν ἐγκλημάτων ἢ ὅτε βελτίστην ἡγεῖτο. ταῦθʼ ὅτε ἐπέστελλον, ἦσαν οἳ ληρεῖν με ἐνόμιζον καὶ λύκου, φασί, πτερὰ ζητεῖν· οὐ γὰρ ἂν πεῖσαι. ἐγὼ δὲ ἐκείνους οἷς ἐδόξαζον ληρεῖν ἡγούμην· πεῖσαι γὰρ ἂν καὶ ταῦτʼ ἐμαντευόμην, οὐ τῇ τέχνῃ Κάλχαντος, ἀλλʼ εἰς τὴν σὴν ἀποβλέπων γνώμην τε καὶ φύσιν. σὺ δʼ, οἶμαι, κύριος ἢ δεῖξαί με μάντιν φαῦλον ἢ Τειρεσίου βελτίω.
Σαλουτίῳ.
Ἔδει μέν σοι τὸν οἶκον ἅπαντα εἶναι σῶν καὶ μήτε μικρὸν μήτε μεῖζον ἀπὸ τοῦ Φθόνου βέλος ἐφʼ ὑμᾶς ἐλθεῖν, ἀλλʼ ᾗ σὺ κέχρησαι περὶ τοὺς ἀρχομένους φιλανθρωπίᾳ, ταύτῃ πρὸς σὲ τοὺς θεούς. ἴσθι μέντοι θαῦμά σοι γενόμενον ἀπὸ τῆς συμφορᾶς. ἁπάντων γὰρ ἡμῶν οὕτως ἀφόρητον τὸ πρᾶγμα ἡγουμένων ὥστε μηδὲ τὴν ἐκ λόγου τολμᾶν προσάγειν παραμυθίαν σὺ γενναίως ἤνεγκας τὴν τῆς Τύχης προσβολὴν νομίσας πολὺ ταύτην μείζω εἶναι τὴν ἀριστείαν ἢ ὅσας αἱ πρὸς ἀνθρώπους δέχονται μάχαι. τὰ γὰρ παρὰ τῶν ποιητῶν περὶ τῆς ἀνθρωπείας εἰρημένα φύσεως εἰδὼς μετὰ τῶν ἐκεῖθεν ἐπῳδῶν παρετάξω καί σε οὐκ ἔκλινε τοσοῦτον κακόν. ἀλλʼ ὁ μὲν ἐπηρεάσας ἡμῖν δαίμων—καὶ γὰρ ἐμὲ νόμιζε τῶν πενθησάντων εἶναι—τρέποιτο ἐφʼ ἑτέρους, ἐπειδὴ τοῦ κακῶς ποιεῖν ὥσπερ τινὸς γέρως ἐπιθυμεῖ· τὴν δὲ πρεσβείαν ἡμῖν τυχοῦσαν ἁπάντων ἀπόπεμψον· ὡς οὐκ ἔστιν ὅτε οὐκ εὖ ἐποίησας ἁπλῶς ὅ τι ἐπαγγείλαιμεν δίκαιον τοῦτο καλῶν καὶ βασιλέα πείθων ὡς καλὰ μὲν αἰτοῦμεν, καλὸν δὲ τὰ τοιαῦτα χαρίζεσθαι.
Θεμιστίῳ.
Βοήθησον τοῖς πρέσβεσι τὰ εἰκότα διά τε τὴν πόλιν ἥ σε πολλάκις ἐθαύμασε καὶ τὸν στέφανον ὃν φέρουσιν. εἰ δʼ ἐστί τι καὶ τοὐμὸν ἔτι παρὰ σοί—πείθομαι δὲ ὡς ἔστι— τρίτον τοῦτο ἡμῖν ὠφελείτω τὴν πρεσβείαν. ἔστι μὲν γὰρ οὐ μικρὸν οὐδʼ ὅσα τῆς τοῦ κρατίστου δεῖ Σαλουτίου γνώμης, μεῖζον δὲ πρὸς ταῦτα σὲ συλλαβεῖν εἰκάζω, ὅτι ἀεί σοι καὶ τὸ βασίλειον εὖ ποιοῦν ἀνέῳκται. τεκμαίρομαι δὲ τῇ τε σῇ καὶ τῇ τοῦ βασιλέως ἀρετῇ· ὁ μὲν γὰρ ἀνδρῶν ἁπάντων, σὺ δὲ φιλοσόφων ἄριστος. δὸς δὴ σαυτὸν τοῖς ἡμετέροις πολίταις καὶ τοῦ πολλαῖς θύραις ἐνοχλεῖν ἀπάλλαξον. κἂν τὸν φίλτατον ἡμῖν Δατιανὸν αἴσθῃ δυσκόλως ἔχοντα καὶ μεμνημένον τινῶν ἀγροικότερον πεπραγμένων ἢ πάντα παῦε τὸν θυμὸν ἢ ὅσον ἔξεστιν ἀφαίρει.
Ἀλκίμῳ.
Μὴ θαυμάσῃς εἰ τὰ πολλὰ σιγῶν ἄνθρωπος οὐκ ἐπέστειλά σοι. σιγῶ δὲ ὑπʼ ἀθυμίας, ἣν τὸ μὲν πρῶτον ἐνέθηκέ μοι τὸ τῆς ὑμετέρας πτῶμα· φίλη γὰρ ἐπὶ φίλοις ἀνδράσιν ἔκειτο πόλις. ἐπηύξησε δὲ τὴν λύπην θεῖός τε ἀπελθὼν καὶ μήτηρ. καὶ μέμνησαι δὴ τῶν ὀδυρμῶν, οὓς περὶ αὐτῶν ἐποιούμην. ὁ δὲ δὴ κολοφὼν δόρυ καὶ αἷμα καὶ θάνατος. τὸ δὲ ὅθεν ἴσασιν οἱ πάντα εἰδότες. οἶσθα δὲ καὶ αὐτὸς ὡς διεκείμεθα δεδιότες μὴ τὰ γενόμενα γένηται. ὃν οὖν ἔπληττε φόβος οὐ σαφής, τίνʼ οἴει ψυχὴν ἔχειν ἔργου φανέντος; ἆρʼ ἂν πιστεύσαις ὡς ἀπειρήκασιν ὑπὸ τῶν ἐμῶν θρήνων οἱ συνοικοῦντες ἐμοὶ θεῶν τε καὶ γῆς καὶ ἀέρος καὶ οὐρανοῦ καὶ πάντων ἐγκαλουμένων ληγούσης τε ἡμέρας καὶ νυκτὸς ἀρχομένης, καὶ πάλιν ληγούσης μὲν νυκτός, ἀρχομένης δὲ ἡμέρας; οὐ γάρ ἐστιν ἐλπὶς δυναμένη τοῦ τραύματος ἀφελεῖν, ἀλλὰ τὸ μὲν ἀπολωλὸς μέγιστον, ὁ δὲ ὄλεθρος ὅλος. τὸ δὲ ἢ σὲ δεῦρο ἄξον ἢ ἐμὲ παρʼ ὑμᾶς οὐκ ἔστιν. ἀλλʼ ἀτεχνῶς ἔτι ζῶντες τεθνήκαμεν. ὅπερ οὖν ἔφην, μὴ σιγῶντός μου θαύμαζε, σιγῆς γὰρ ὁ καιρός. ἀλλʼ εἴ τι καὶ μικρὸν ἐπιστέλλειν δυναίμην.
Θεοδώρῳ.
Παρῆλθεν ὁ Κλέαρχος τὸν πατέρα τῇ περὶ τὴν Ἀσίαν ἐπιμελείᾳ. χρηστὸς μὲν κἀκεῖνος καὶ δίκαιος καὶ τὸ τῶν ἀρχομένων ὑπʼ αὐτοῦ κρίνων συμφέρον, ἀλλʼ ἥ γε τοῦ παιδὸς ὀξυτέρα διάνοια καὶ διʼ ὧν ἂν εὐδαιμονήσαιεν πόλεις, δεινὴ μᾶλλον συνιδεῖν. σὺ δʼ ὡς μὲν διδάξων συνηκολούθησας, γέγονας δέ, ὡς ἐμοὶ φαίνεται, μαθητής. καί σε μακαρίζω κοινωνοῦντα τῆς δόξης τῶν εὑρημένων, εἰ καὶ τῆς Κλεάρχου γνώμης ὁ πόνος. ἡμεῖς δὲ οὗ παρέδωκας ἡμῖν νέου φροντίζοντες οὐδὲ τοῦ μήπω φανέντος ἡμῖν ἀμελοῦμεν υἱέος μηνύσαντος μὲν ἡμῖν τοῦ καλοῦ Ἰουλιανοῦ τὴν ὠμότητα τοῦ παιδαγωγοῦ, κωλύσαντος δὲ τὸν πλὴν τοῦ τύπτειν εἰδότα οὐδὲν μὴ τοιαῦτα ποιεῖν. ἐκωλύθη δὲ πληγῶν ἀπειλῇ τὸ σκύτος ἤδη βλέπων ἐπʼ αὐτὸν κεκομισμένον. καί μοι ἔδοξεν ἐκ πλοίου τε ἀφῖχθαι καὶ θαλάττης καὶ κακὸς ὢν ἁλιεὺς δόξαι ὑμῖν ἀγαθὸς ἂν γενέσθαι παιδαγωγός. ὅθεν δὴ καὶ πολὺς ὁ κατάρατος ἐν τῷ τύπτειν, ὃ ἔδρα τῇ κώπῃ τὴν θάλατταν. ὅτι δὲ οὐ ταὐτὸν θαλάττης νῶτα καὶ παιδὸς ἐλευθέρου, τοῦτο οὐκ οἶδε, μᾶλλον δέ, οἶδεν ὑπὲρ τῶν αὑτοῦ δείσας.
Κλεάρχῳ.
Εἰ μὲν εἰς τὸ πέλαγος ἀφήσειν ἔμελλεν Ἀλέξανδρος, αὐτὸς ἂν ἐκάλει τοὺς Διοσκόρους καὶ ἡμεῖς ὑπὲρ αὐτοῦ, τοῖς γὰρ δὴ Τυνδαρίδαις γέρας ἐδόθη παρὰ Διὸς ῥύεσθαι τοὺς πλέοντας ἐκ κακῶν· ἐπεὶ δὲ οὐ διʼ Αἰγαίου καὶ Ἰονίου κομίζεται νῦν, ἀλλὰ διὰ λειτουργίας πολλῷ χαλεπωτέρας τοῦ Σικελικοῦ πορθμοῦ, παρὰ σοῦ τὴν σωτηρίαν αἰτοῦμεν τοῦ μόνου κυρίου κωλύσαι τὰ κύματα ὑπερέχειν. δοκεῖ δέ μοι τίνειν δίκας Ἀλέξανδρος Ἀλεξάνδρῳ, οὗτος ἐκείνῳ τῷ Φιλίππου τῷ τῇ πόλει βαλομένῳ κρηπῖδα. φυγὼν γὰρ ἡμᾶς καὶ ἀτιμάσας φιλοῦντας οὐδὲν γλύκιον Παμφυλίας ἡγήσατο καὶ γήμας αὐτόθι παῖδάς τε εἶδε καὶ οἰκίαν ᾠκοδόμησεν, ἧς ἐρᾷ πλέον ἢ παιδικῶν ἕτερος. αὐτή τε γὰρ καλὴ καὶ μεγάλη καὶ ὁ δειπνῶν ἀποβλέποι τʼ ἂν εἰς τὴν θάλατταν καὶ ναῦς ἐξ οὐρίων τρεχούσας καὶ ναυτῶν ἂν ἀκούσαι ᾀδόντων ἃ εἰώθασι· τοιαῦτα αὐτὸν ἀφέλκει τῆς πατρίδος φάρμακα. ποιῶν δὲ αὑτὸν ἄληπτον κοινωνεῖ μὲν αὐτὸς τοῦ μεγάλου συνεδρίου, τὸν υἱὸν δὲ φέρων εἰς λειτουργίαν ἐνέβαλεν ἀγαθῷ τὸ κακὸν ἰώμενος, οὕτω γὰρ βέλτιον εἰπεῖν ἢ κακῷ τὸ κακόν. καὶ ὅτι μὲν φεύξεται, οἶδεν· οἷ δὲ ἥξει, τοῦτο οὐκ ἐνεθυμήθη. ἀλλὰ νῦν τετάρακται καὶ τὸ βάθος ὁρᾷ καὶ ὡς πολλῶν δεῖ καὶ ὡς μικρὰ τὰ ὄντα, καὶ δέδοικεν ὑπὲρ τῆς φίλης οἰκίας. ποίησον δὴ τὰ δυσχερῆ λεῖα καὶ δεῖξον οὐ κακῶς βεβουλευμένον. μέγα δὲ τοῖς χορηγοῦσιν ἄρχοντος εὔνοια, μεῖζον δὲ τὸ παρὰ τηλικούτου. ὅταν δὲ πρὸς τῷ δύνασθαι καὶ σοφὸς εἰς τὸ βοηθεῖν ὁ τὴν ἰσχὺν ἔχων ᾖ, μεγάλην οὐ μεγάλαις δαπάναις ὁ χορηγὸς ἐκτήσατο δόξαν. φρούρει τοίνυν τὸν ἡμέτερον πολίτην, καλοῦμεν γὰρ αὐτόν, εἰ καὶ μὴ βούλεται, τοῦτο.
Λητοΐῳ.
Εἰ δὲ μηδʼ οἱ γάμοι μηδʼ Ἀρίστων ὁ χρηστὸς γαμῶν ἐπανήγαγέ σε, τί σε κινήσει τῶν ἁπάντων, οὐκ οἶδα. καὶ οἴει μὲν διαπεφευγέναι τὸ πικρὸν ἐκεῖνο ῥῆμα τὸ τῆς προδοσίας, εἶναι γὰρ εἰρήνην καὶ ἐξεῖναι ῥᾳθυμεῖν· ἔστι δὲ τὸ μὲν ὄνομα εἰρήνης, τὸ μῖσος δὲ οὐκ ἀνῄρηται, ἀλλʼ ὅσα ἂν λαθὼν δύνηται τρῶσαι, τιτρώσκει, καὶ φάσκων φιλεῖν ἔργῳ πολεμεῖ. ὁ δὲ ταπεινὸς μὲν ἐν ταῖς ταραχαῖς, θρασὺς δὲ ἐν ταῖς εὐπραξίαις ἀφεὶς τὴν κλίνην ἐν ἀγορᾷ στρέφεται Λυκῖνον καταδεδουλωμένος τρίγλαις τρισίν, ὃς τὰ πρῶτα πάντας ἑστιῶν τοὺς περὶ τοὺς αὐλοὺς ἀφεὶς ἑστιᾷ μόνον. καὶ δοκεῖ τοῦτʼ εἶναι τοῦ μόνου καλουμένου τέχνη, ὃς πάλιν ἐπʼ ἐκείνους ἥκει τοὺς λόγους, ὅτι τοῖς ἀνθρώποις εἶναι δοκοῖ θεός. φησὶ δὲ ἀφʼ οὗ γέγονε καὶ τὸν ἥλιον ὁρᾷ, νενικηκέναι, τῆς δὲ ἥττης ἐπιλέλησται τῆς χθὲς καὶ πρῴην. φησὶ δὲ καὶ κρατήσειν, ἕως ἂν ἥλιος ᾖ. ὁ δὲ Κέρκωψ ἐκεῖνος ὁ τὸν Ἀρτέμιον σκυλεύσας αὖθις φύρει τὴν πόλιν γράμματα δεικνὺς Ἀσβολίου τε καὶ τοῦ τὴν μεγάλην καταισχύναντος ἀρχήν. Κέλσος δέ, ὦ Ζεῦ, βοᾷ δοῦναι μὲν οὐκ ἐθέλων, μὴ δοῦναι δὲ οὐ δυνάμενος. εἰ δέ τις ἦν πρῶτον τὰ σὰ ψέγων ὡς μετέχοντα θυμοῦ μείζονος ἢ προσῆκε, νῦν ὑπὸ τοῦ καιροῦ τὸν σὸν ἠνάγκασται ζητεῖν θυμὸν σαφῶς εἰπὼν ὅτι πάντα ἂν ἦν ἀσθενῆ δήτοι σοῦ παρόντος. ἐπὶ τούτοις ἐγὼ μέν σε οὐ καλῶ προδότην· ὅρα δὲ μὴ παρὰ τῶν πραγμάτων ἔλθῃ σοι τοὔνομα.
Σευήρῳ.
Οἶμαι πάλαι τὰ δένδρα τετμῆσθαι καὶ κεῖσθαί γε πρὸς τῷ λιμένι τὰ ξύλα καὶ δεῖσθαι θαλάττης παρεχούσης νηὶ θαρρεῖν. ἔαρ δὴ τουτὶ καὶ χελιδόνες καὶ ἄνεμοι πέμποντες καὶ πελάγη μιμούμενα τῆς ἠπείρου τὴν ἀσφάλειαν. πλείτω δὴ τὰ ξύλα καὶ ὁ τὴν τιμὴν ληψόμενος. οὕτω γὰρ δείξεις ὅτι τιμῶντος ἦν τὸ τότε διωθεῖσθαι τὸ χρυσίον, ἀλλʼ οὐ φεύγοντος τὸ συναγωνίσασθαι φίλῳ.
Εὐγενίῳ.
Ἔμελλε μὲν καὶ μὴ δόντος μου τὴν ἐπιστολὴν λήψεσθαι πεῖραν τῆς σῆς φιλοξενίας Αὐξέντιος οὑτοσί. μιμούμενος γὰρ δὴ σύ γε τὸν θεὸν ὑπτίαις, φασί, ταῖς χερσὶ τοὺς παρʼ αὐτὸν ἀφικνουμένους δέχῃ καὶ ὁ μὲν ἀπαλλάττει νόσων, σὺ δὲ ὅπως καὶ τὰ ἄλλα διάξουσιν ἡδέως, ποιεῖς. ἐπίτεινον δὴ τὰ εἰωθότα καὶ ἡμετέραν χάριν. εὐφρανεῖ δέ σε καὶ οὗτος οἷς περὶ ἡμῶν ἐρεῖ. μεμελέτηκε γὰρ ἐπαινεῖν τοὺς φίλους καὶ ἔστιν ἀνδρεῖος μὲν ἐν ἔργοις, πολὺς δὲ ἐν εὐφημίαις. ἔσται δὲ ἃ μὲν ἐρεῖ λαμπρά, σοὶ δὲ οὐκ ἄπιστα διὰ τὸ κατὰ νοῦν εἶναί σοι τὰ ῥηθησόμενα. ποιήσει δέ που ταὐτὸν καὶ παρʼ ἡμῖν περὶ σοῦ, καὶ πᾶν ἔσται πιστὸν ὅ τι ἂν παρὰ σοῦ πεπρᾶχθαι λέγηται. τοιαῦτα γὰρ δὴ τὰ σά.
Θεμιστίῳ.
Τῶν πεπολεμηκότων μὲν ἡμῖν ἐστιν Ἀλέξανδρος πάλαι, νῦν δέ γε τῶν συμμάχων. οὐ μέντοι πλείω ἐλύπησεν, ἡνίκα ἦν δυσμενής, ἢ φίλος γενόμενος εὔφρανεν. ἦν δὲ καὶ ὅσα ἐλύπει τὸ δίκαιον τιμῶντος· διδασκάλῳ γὰρ βοηθῶν ἐν ὅπλοις ἦν. ἐπεὶ δὲ ἐκείνῳ καιρὸς ἦν οἴκοι εἶναι, καὶ τούτῳ καιρὸς ἐγένετο μεθʼ ἡμῶν εἶναι· ἐν ᾧ πολλοὶ μὲν αὐτοῦ λόγοι, πολλοὶ δὲ ὑπὲρ ἡμῶν πόνοι, πάντες ἥδιστοι, διότι ὑπὲρ ἡμῶν. ἐπιθυμῶ δὴ καὶ αὐτὸς ἀμείψασθαι τὸν ἄνδρα καὶ μὴ μόνον εὖ πάσχειν, ἀλλὰ καὶ ἀντευποιεῖν. εἰ μὲν οὖν ἦν μοι δύναμις, τῆς δυνάμεως ἀπέλαυεν ἄν· ἐπεὶ δὲ οὐκ ἔστι, τῆς προθυμίας ἀπολαυέτω καὶ γραμμάτων καὶ παρακλήσεων, ἃς ποιοῦμαι πρὸς ὑμᾶς τοὺς δυναμένους. βέλτιον μὲν οὖν, εἰ ἔπεισας αὐτὸν φιλοσοφεῖν ῥίψαντα τὴν ζώνην, καὶ γάρ ἐστιν αὐτῷ φύσις πρέπουσα ἐκείνοις τοῖς ἔργοις· εἰ δʼ οὐκ ἂν μεταστήσαις, σὺ δʼ ἀλλʼ εὐδαίμονα ποίει τὸν Ἀλέξανδρον στρατιώτην καὶ τὸ καθʼ ἡμῶν σκῶμμα λύειν ὡς τῆς ἀγαθῆς Τύχης φευγούσης τοὺς μετέχοντας λόγων. λόγους δὲ τοὺς μὲν τούτῳ δείκνυ πηδῶντι περὶ λόγους, τὸν δὲ ἐμοὶ πέμπε τὸν ἐν Ἀγκύρᾳ πρῴην τὰ μικρὰ μεγάλα ποιήσαντα. μικρὰ γὰρ αὐτοῦ δεῦρο τῇ τινων μνήμῃ κεκομισμένα περὶ τὸν πάντα ἡμᾶς ἀνδριάντα ἐκμαίνει.
Ἰοβίνῳ.
Ἐπαινῶ τὴν Τύχην παραμένουσάν σοι· χρηστῷ γὰρ ἀνδρὶ καὶ γενναίῳ δίδωσι τὰ παρʼ αὑτῆς. εἰ οὖν ὀρθῶς ἐν τῇ τῶν πονηρῶν ἰσχύι κατηγορεῖται, δικαίως ἂν ἐν ταῖς τῶν σπουδαίων εὐτυχίαις ἐγκωμιάζοιτο. ταύτης μὲν οὖν ἀεὶ τυγχάνοις φίλης· τὸν Ἀλέξανδρον δὲ ἡμῖν ἀγαθὸν ὄντα καὶ λαμπρὸν ἀπόφηνον νοῦν τε ἔχοντα καὶ λέγειν δυνάμενον καὶ τοὺς ὑπὲρ τῶν φίλων κινδύνους ἡδίους ἀσφαλείας ἡγούμενον. ἀπαγγελεῖ δέ σοι περὶ ἡμῶν ὡς ἐπὶ μὲν τοῖς οἰχομένοις ἀλγοῦμεν, τοῦ ποιεῖν δὲ λόγους οὐκ ἀμελοῦμεν, οὐ φιλοτιμίᾳ μᾶλλον ἢ τῷ τὴν ψυχὴν ἐπιχειρεῖν ἀπὸ τῶν λυπούντων ἀφέλκειν. καὶ μικρὰ μὲν ἡ βοήθεια καὶ οὐκ ἀρκεῖ νικῆσαι, μεῖζον δʼ ἂν ἦν τὸ κακόν, εἰ μὴ τοῦτο ἐδρῶμεν. παραμυθοῦ τοίνυν καὶ αὐτὸς ἄνδρα φίλον. παραμυθήσαιο δʼ ἄν, εἰ φαίνοιο τὰ πρὸς ἐμὲ φυλάττων. φαίνοιο δʼ ἂν φυλάττων, εἰ μέγας Ἀλέξανδρος γένοιτο τὰ μὲν αὐτοῦ σοῦ πράττοντος, τὰ δὲ τῶν ἄλλων σοῦ κινοῦντος καὶ συναγωνιζομένου.
Εὐμολπίῳ.
Ἣν ὑπέσχου μοι προθυμίαν ἐπὶ τοὺς ἐχθρούς, ταύτην ὑπὲρ ἀνδρὸς ἀπόδος φίλου, ἐπειδὴ τὸν πόλεμον κατεθέμεθα νικῶντες. ἔδει γάρ, οἶμαι, ἀνθρώπους ὄντας εἰδέναι καὶ διαλλάττεσθαι. καίτοι Ἀλέξανδρος οὑτοσὶ τοῦτον οὐκ ἐπαινεῖ τὸν νόμον, ἀλλʼ ἐκεῖνον μᾶλλον τὸν ἕως ἂν ἐξῇ ζῆν παραινοῦντα πολεμεῖν. ἐγὼ δὲ τούτῳ μὲν οὐκ ἐπιτιμῶ, ῥᾳδίως δέ πως εἰς τὸ σπένδεσθαι καταφέρομαι. καὶ εἰ μὲν ὀρθῶς ἢ μή, σὺ κρινεῖς. ἐοικότα δέ σοι τὸν Ἀλέξανδρον τὴν ἀνδρίαν καὶ πάλαι φίλον ὄντα καὶ μὴ δοκοῦντα δεῖξον ἐν τοῖς εὐπόροις δοὺς ἀφορμὰς καλάς· ὡς ἔκ γε πονηρῶν πάλαι μὲν εὐπορεῖν ἦν, ὁ τρόπος δὲ οὐκ ἐπέτρεπε δίκαιος ὤν.
Νικοκλεῖ.
Παρὰ Ἀλεξάνδρου μάθοις ἄν, ἐν οἷς ἡμεῖς, ὁ δὲ τὰ σὰ πρὸς ἡμᾶς ἐρῶν οὐκ ἦν. σὺ οὖν τῶν σαυτοῦ γίνου διδάσκαλος. πάντως δέ, εἰ καὶ τὰ τῶν ἀνθρώπων ἔχει σοι δυσκόλως, ἀλλʼ, ὃ πολὺ τοῦδε κάλλιον, εὐμενεῖς οἱ θεοί, μεθʼ ὧν καὶ τῶν ἐνταῦθα ἐνοχλούντων ἐκράτεις. ἐμὲ δὲ μήτε κόθορνον μήτε Εὔριπον μήτε ἀνέμου παιδίον ἡγήσῃ ταῖς γενομέναις διαλλαγαῖς. εἰ μὲν γὰρ ἢ τὰ σὰ ἔψεγον ἢ οὓς πρὶν ἐμεμφόμην ἐπῄνουν, εἰχόμην ἂν ὡς ἀληθῶς ταῖς παροιμίαις· εἰ δὲ ἐκεῖνα μὲν τηρῶ, πρὸς δὲ τὸ εἰρήνην ἄγειν ἑτοίμως ἔχω καὶ τοὺς βλάψαντας ὠφελῶν χαίρω, σύγγνωθι, πρὸς Διός, τῷ πάθει, μᾶλλον δέ, φύλαξον ἣν πάλαι συγγνώμην ἔδωκας. πάλαι γάρτοι τοῦτο εἰδώς, ὅτι ὑφʼ ὧν ἔπασχον κακῶς, τούτοις βοηθεῖν ἠξίουν, βλαβερὰν μὲν ἐκάλεις τὴν τοιαύτην φιλανθρωπίαν αὐτῷ τῷ ταύτῃ χρωμένῳ, κωλύειν δὲ οὐκ ἔχων οὐδὲν ἧττον ἐφίλεις. ᾔδεις γὰρ καὶ αὐτὸς πολλοῖς εἰς λόγους ἐλθὼν μετὰ μακροὺς πολέμους, οὓς ἐπαινεῖν μὲν οὐκ ἂν δύναιο, μὴ καλεῖν δὲ ἐχθροὺς ἐπείσθης. πολλὰ δὲ καὶ ὁ καιρὸς τὰ μὲν ἔπεισε, τὰ δὲ ἠνάγκασεν. ἐπεγένετο δέ τις εὐθὺς μαρτυρία παρὰ τῶν πραγμάτων, ὡς ἄρα εὖ βεβουλεύμεθα. τὸ σαφὲς δὲ γράφειν μὲν σφαλερόν, Ἀλέξανδρον δὲ ἔχων οὐκ ἀγνοήσεις. ᾧ συνεύξῃ μέν, εἰ μή σοι πάρεστι δύναμις, συμπράξεις δὲ τοῦ δύνασθαι παρόντος. εἴη δέ, ὦ θεοί, τὸ δεύτερον.
Δατιανῷ.
Τοῦ χαίρειν ἡμετέροις γράμμασι σημεῖον τὸ ἀντεπιστέλλειν ἐκφέρεις. τῶν οὖν ἐκεῖθεν ἐπιθυμῶν οὐ παύσομαι γράφων. ἡ γὰρ ἐμπορία καλὴ χρυσᾶ ἀντὶ χαλκῶν ἔχειν. ἔναγχος μὲν οὖν ὑπὲρ ὅλης τῆς ἡμετέρας ἐδεόμην ἀδικεῖν μὲν αὐτὴν ὁμολογῶν, σὲ δὲ ἀξιῶν καὶ οὕτως ἐκ φιλανθρωπίας κτήσασθαι δόξαν, καὶ οὕτως ἐγώ σε καλῶς ἐπίσταμαι ὥστε καὶ ὑπεσχόμην αὐτοῖς τὰ βελτίω, καὶ νῦν οἶμαί τι ὧν ἐμαντευσάμην πεπρᾶχθαι· ἡ παροῦσα δέ μοι σπουδὴ Ἀλεξάνδρῳ τούτῳ γενέσθαι γινώσκεσθαι παρὰ σοῦ. τοῦτο δέ ἐστιν Ἀλεξάνδρῳ τύχης ἀμείνονος γενέσθαι ταύτην ἀρχήν. ὅσοι γὰρ ὑπὸ τῇ σῇ γεγένηνται πτέρυγι, τούτοις ἐξ οὐρίων ὁ βίος ἔδραμεν. ἔστι δὲ οὐκ ἀνάξιος τῆς παρὰ σοῦ προνοίας ἁνήρ. καὶ γὰρ ἐν Μουσῶν ἐτράφη κήποις καὶ ἐπὶ τοῦ βήματος ἔδειξε τὴν τέχνην καὶ βαρὺς ἐχθροῖς καὶ χρήσιμος φίλοις καὶ χάριν λαβὼν οἶδεν ᾆσαι τὸ δοθέν. ἔτι δὲ ἡ γνώμη μὲν ἐγρήγορε, τὸ σῶμα δὲ οἷον ἔργοις ἀρκέσαι. τοῦτον ἕνα δέομαι τῶν περὶ σὲ γενέσθαι καὶ λαβεῖν ἐξουσίαν εἰσιέναι τε καὶ λαλοῦντος ἀκούειν ἐκεῖνα τὰ ἥδιστά τε καὶ ὠφελιμώτατα. καὶ γὰρ ἂν μηδὲν ἕτερον προσγένηται τῇ διὰ τούτων τιμῇ, τό γε τούτοις τετιμῆσθαι τῶν Κινύρου ταλάντων ἀνδρὶ νοῦν ἔχοντι μεῖζον.
Ὀλυμπίῳ.
Οὐ συνίστημί σοι τὸν ἑταῖρον Ἀλέξανδρον· πάλαι γὰρ ἀλλήλους ἴστε καὶ ἐπαινεῖτε, σὺ μὲν οὐκ ὀλίγα τούτου, σοῦ δὲ οὗτος τὰ πάντα. ἀλλʼ ἐδόκει μοι πλημμελὲς τοιούτῳ καιρῷ μὴ χρήσασθαι γραμμάτων. γράφοντα δέ με εἰσῆλθε μνήμη δείπνων τε ἐκείνων καὶ λόγων, οἳ ἀπὸ τοῦ σοῦ στόματος ἔρρεον καὶ Θεμιστοκλέους ἡδομένου καὶ τοῦ πίνοντος σοφιστοῦ καὶ ὡς τὰ δοκοῦντα τῷ Διονύσῳ λέγων αὐτός τε ἐγέλα καὶ παρεῖχε τοῖς ἄλλοις γελᾶν. οἶμαι δὲ καὶ νῦν ὑμᾶς ὁμοίως δειπνεῖν καὶ σὲ μὲν μετὰ τοῦ γενναίου Θεμιστίου τῆς Πλάτωνος ἅπτεσθαι μελέτης, εἶναι δὲ καὶ τὸν τὰ μείζω τῶν ἐκπωμάτων ζητοῦντα.
Καισαρίῳ.
Εἰ μὲν μὴ γράφων ἡμῖν ὑπὲρ ὧν ἐγράφομεν ἔπραττες, παρεμυθεῖτʼ ἂν τὴν ἀπʼ ἐκείνου λύπην ἡ ἐπὶ τῶν ἄλλων χάρις· νῦν δὲ καὶ σιγᾷς καὶ κενοὺς ἡμῖν ποιεῖς τοὺς ὑπὲρ τῶν φίλων λόγους. ὥστε καὶ πρὸς Ἀλέξανδρον τουτονὶ κελεύοντα ἐπιστέλλειν ἔφην ὅτι μεῖζον μὲν αὑτῷ ποιήσει τὸ τῶν ἐπιστολῶν φορτίον, πλέον δὲ ἴσως οὐδέν. πεῖσαι δὲ αὐτὸν οὐ δυνηθεὶς τὰ ὄντα περὶ τῶν γραμμάτων δοξάζειν εἰς ἀνάγκην καθιστάμην τοῦ γράφειν. λέγω τοίνυν ὡς πανταχόθεν ἄξιος ὁ ἀνὴρ προνοίας καὶ πατέρων ἕνεκα καὶ παιδείας καὶ σωφροσύνης καὶ δικαιοσύνης· οὐδαμοῦ μὲν γὰρ προδέδωκε φίλον, οἱ μέγιστοι δὲ αὐτῷ γεγόνασι κίνδυνοι τὰ τῶν φίλων θεραπεύοντι. μάθοις δʼ ἂν αὐτὸν ἀκριβῶς, εἰ τὸν ἄριστον Ὀλύμπιον ἔροιο, παρʼ οὗ φάρμακα μὲν ψυχαῖς, φάρμακα δὲ σώμασι. σὺ δʼ, εἰ καὶ ἡμῶν βραχύς σοι λόγος, ἀλλʼ ἐκείνου γε ποιοῦ πολὺν καὶ φαίνου πιστεύων Ἀλεξάνδρῳ καὶ πρὸ τῶν πολλῶν ἄγων· οὐ γὰρ αἰσχυνῇ κοσμῶν στρατιώτην ῥήτορα.
Δομιτιανῷ
Ἴσως οἴει μικρὰν εἶναί σοι τὴν ἀρχὴν καὶ κατὰ τὴν παροιμίαν Σκυρίαν, ἑτέρας δὲ εἶναι μείζονάς τε καὶ ἐν μείζονι λόγῳ. ἐγὼ δὲ οὐχ ὧδε κρίνω, ἀλλʼ ἣν μὲν ἔχεις, εἶναι μείζω ὧν ἐλάττων εἶναι δοκεῖ, νικᾶσθαι δὲ ἐκείνας, αἳ δοκοῦσι νικᾶν. καὶ ὅθεν γε ταύτην τίθεμαι τὴν ψῆφον, ἀκούοις ἄν. ἐγὼ πόλεως κάλλος ἡγοῦμαι τὴν τῶν ἐνοικούντων ἀρετήν, οὐ μῆκος στοῶν οὐδὲ ὕψος θεάτρων οὐδὲ πλῆθος οἰκιῶν. τούτου δὲ ὄντος τοιούτου Κύρῳ τὰ νικητήρια γίγνεται γενναίους ἄνδρας καὶ ἀγαθοὺς τρεφούσῃ. καὶ τὸν μὲν ἄριστον Ἀρίστωνα ὑπερβήσομαι τοῦ μὴ δοκεῖν ἐμαυτὸν ἐπαινεῖν, Πελάγιος δὲ οὑτοσὶ πάντας ἡμᾶς ἐξαψάμενος ἔχει τῇ τῶν ἠθῶν ἁρμονίᾳ καὶ οὐχ ἡμᾶς γε μόνον, ἀλλὰ καὶ πάντας οἷς ἐπέμιξεν. ἦλθε γὰρ δὴ μέχρι τῆς Ἰταλίας, ἡνίκα ἐπρέσβευε, καὶ οὐδεὶς οὕτως οὔτε λίθινος οὔτε σκληρός, ὃς οὐκ εὐθὺς εἴχετο. δοκεῖ δέ μοι κἂν εἰς τοὺς ὠμοτάτους Σκυθῶν ἐλθὼν ἡμέρων αὐτῶν τυχεῖν νικῶν αὐτῶν τὸν νόμον τῷ δεινῷ θέλξαι τρόπῳ. οὐκοῦν μεγάλη μὲν πόλις, ἧς ὁ πολίτης τοιοῦτος, λαμπρὸς δὲ νομεὺς ὁ τοιούτους ποιμαίνων; ἤδη μὲν οὖν αὐτὸν ἔγνωκας, οὐ γὰρ ἂν ἐτίμας ἀγνοῶν· γενέσθω δέ τι πλέον καὶ παρὰ τῶν γραμμάτων, ὅπως ἡμεῖς οἱ ἰδιῶται διὰ τῶν ἀρχόντων ὑμῶν κοσμώμεθα καὶ δόξαν τουτὶ λαμβάνωμεν.
Εὐηθίῳ.
Ἀναμνήσθητι πόνων τε ἐκείνων, οὓς ἐπόνησα περὶ σέ, καὶ λόγων, οὓς λαβὼν εἰς τὰ παρόντα ἥκεις, καί μοι δὸς χάριν, ἧς οὐκ ἂν μείζω δοίης· Πελάγιον τὸν χρηστὸν ἡδέως ὅρα κἄν τι δέηται δίκαιον, μὴ βοηθῶν φαίνου μόνον, ἀλλὰ καὶ ὡς ἥδιστα τοῦτο ποιῶν, κἂν εἰσίῃ μετὰ γραμμάτων βασιλέως φερόντων τινὰ ῥοπήν, πᾶσαν ἀφεὶς φιλονεικίαν βεβαιοῦν τὰς ἐπιστολάς. οὐ γὰρ ἀγνοῶ τοῦθʼ, ὡς ὑμεῖς κύριοι τὰ τοιαῦτα γράμματα εἶναί τι καὶ μή. εἰ μὲν οὖν πονηρόν τινα ἔμελλες εὖ ποιήσειν ἐμοὶ πειθόμενος, ἐμοὶ μὲν ἂν ἐχαρίζου, περὶ σαυτὸν δʼ ἂν ἦσθα κακός· νῦν δʼ ἀρκεῖ πρὸς ἔπαινον, Πελάγιον εἴ τις καὶ φιλοῖ καὶ ὠφελοῖ, δοκεῖ γὰρ ἀγαθὸς ὢν τὸν ἐοικότα φιλεῖν· ὥστε τὴν αὐτὴν ἐμοί τε καὶ σαυτῷ δώσεις χάριν.
Λητοΐῳ.
Ἡ μὲν ἀθυμία πολλαχόθεν τῶν μὲν ἀρχαίων κακῶν οὐ λυομένων, ἑτέρων δὲ ἐπιρρεόντων, παραμυθία δὲ οὐδαμόθεν. ὥσθʼ ὅ γε Πελάγιος ἡμᾶς ἐν δάκρυσι καταλέλοιπεν οὐδʼ αὐτὸς οἷός τε ὢν μὴ κλάειν. τῶν γὰρ φιλτάτων ἡμῖν τινες μείζοσι τέχνης ἰατρῶν προσπαλαίουσι νοσήμασι, κἂν μή τις ἐκ θεῶν ἐπικουρία, πάλιν ἐκφοραὶ καὶ πένθη. οἶσθα δέ, ὅπως ὑπὸ τῶν τοιούτων πλήττομαι μελλόντων τε καὶ γινομένων, ὃ μὴ γένοιτο, ὦ πάντες θεοί.
Μεγεθίῳ.
Θαυμάζοιμʼ ἂν εἰ μὴ καὶ αὐτὸς τῶν τρεχόντων εἰς Βηρυτὸν ἔσομαι· οὕτω καὶ παῖδες καὶ ἄνδρες καὶ γέροντες πλέουσί τε καὶ πεζεύουσι καὶ πέτονται δόξης τινός, οἶμαι, κεκρατηκυίας ἀσθενῆ συνήγορον εἶναι τὸν μὴ ἐκεῖθεν πιόντα. καίτοι πολλὰ μὲν τῇ δόξῃ παραδείγματα μάχεται, πάντων δὲ μάλιστα τὸ σόν· ὃς μετὰ Δημοσθένους ἐπιθέμενος τοῖς τὰς μεγάλας περιφέρουσι διφθέρας ἔσωσας τοὺς ἐπὶ σὲ καταφεύγοντας. ἀλλʼ ὅμως οὔτε σὺ πείθεις οὔτε τῶν ἄλλων οὐδείς. ἀλλʼ ὁ φίλτατος ἡμῖν Ἀπρίγγιος ἥκει τὰ τῶν νέων πονήσων· πρὸς ὅν, οἶμαι, χρήσῃ σπουδῇ παίζων μὲν ἐν προοιμίοις, μετὰ ταῦτα δὲ ἤδη σκοπῶν, ὅπως ἂν ὡς κάλλιστα ὧν ἐπιθυμεῖ τύχοι.
Παλλαδίῳ.
Νῦν ἔγνων ὅτι οὐδὲν ἄρα ἔδει τῶν πρὸς Ἐντρέχιον γραμμάτων. τότε δὲ ᾤμην αὐτὸν ἐγκεῖσθαί τε καὶ βοᾶν καὶ τὸν ἄνδρα ἀπαιτεῖν ἔσεσθαί τε μετριώτερον ἡγούμην ἐπῳδῇ τινι διʼ ἐπιστολῆς ἐλθούσῃ. καὶ μᾶλλον ἐμοὶ προσῆκε περὶ τοιούτων τοιαῦτα γράφειν ἢ σοί γε δικαστῇ γε ὄντι πρὸς ἕτερον δικαστήν. ὅτι δὲ ὕβρις οὐδʼ ἡτισοῦν εἰς σὲ διὰ τῶν πρὸς ἐκεῖνον ἐτολμᾶτο γραμμάτων, δῆλον ἐγγύθεν· ἀμφοτέρας γὰρ εἰς σὰς χεῖρας ἔπεμψα τὰς ἐπιστολὰς οὐκ ἂν πέμψας τὴν ἑτέραν, εἰ ἀπὸ φαυλοτέρας ἐγέγραπτο τῆς γνώμης. οὑτωσὶ μὲν ἀπολογοῦμαι μῆκος ἀφελών, οὗ τὴν ἀλήθειαν οὐ σφόδρα ὁρῶ δεομένην· σοὶ δέ τι δοῖεν οἱ θεοὶ γέρας καὶ τῶν προτέρων εἵνεκα καὶ τῶν δευτέρων, καὶ ὧν βεβοήθηκας καὶ ὧν μέλλεις.
Θεοδώρῳ.
Τὸν ἰατρὸν Δημήτριον εἰ μὲν οὐκ ἐφίλεις, ἐδεόμην ἄν σου φιλεῖν· ἐπεὶ δὲ εὖ ποιῶν φιλεῖς, ἴσθι καὶ ἡμῖν χαριζόμενος ἐν τῷ φιλεῖν.
Οὐλπιανῷ.
Ἐβουλόμην οὕτως εἶναι καλὸς ὥστε με ὁπόσον φῂς δύνασθαι διὰ τῶν γραμμάτων. νῦν δέ μοι δοκεῖς τὴν μὲν τέρψιν ἐξ αὐτῶν ἔχειν τῶν πόνων, τὸ γὰρ ὑπὲρ τῶν καλῶν πονεῖν ἡδίω ποιεῖ τὸν πονοῦντα, κοσμεῖν δὲ φίλου γράμματα γράμμασι σοῖς. ἡμῖν δὲ οὐ τὰ γράμματά σου κομίζει μόνον ἡδονήν, ἀλλὰ καὶ τὸ ὁπωσοῦν μεμνῆσθαι τοῦ κάλλους Οὐλπιανοῦ. ποιῶ δὲ αὐτὸ νῦν μὲν πρὸς Ὀλύμπιον, νῦν δὲ πρὸς Περγάμιον καὶ τῶν ἄλλων ὅσοι τοῖς ἀγαθοῖς οὐ φθονοῦσιν ἐπαινουμένοις. οὕτω καὶ πέμπων ἐπιστολὰς εὐφραίνεις καὶ μὴ πέμπων εὐφροσύνης ἀφορμὰς ἄλλως παρέχεις τοῖς φίλοις.
Παλλαδίῳ.
Νουμήνιος ὁ χρηστὸς ἐν μεγάλοις ἐγκλήμασι γεγενῆσθαι ἔφησεν, ὅτι σε ἰδεῖν ἐτόλμησε γράμμα ἐμὸν οὐ φέρων. εἶτʼ ᾤετο συνήγορόν με εὑρήσειν, ἐγὼ δὲ αὐτῷ γίνομαι κατήγορος δεύτερος. ἠδικούμην γὰρ μὴ γράψας, ὥσπερ σὺ μὴ λαβών. ὁ δὲ ἀμφίβολος ὢν καὶ ἀπορῶν, ὅ τι χρὴ λέγειν—πρὸς δύο δέ φασιν οὐδʼ Ἡρακλῆς—ἔργῳ καλῷ παραμυθεῖται ἀμφοτέρους. λαβὼν γὰρ ἐπιστολὴν οὐκ ἄδηλον ὡς ἐθελήσει δοῦναι. καὶ μὴν κἀκεῖνο δῆλον, ὅτι μείζονος ἀπολαύσει τῆς παρὰ σοῦ προνοίας μετὰ τὴν ἐπιστολήν. εἰ γὰρ πάλαι τὸν ἄνδρα εὖ ἐποίεις ἔν τε τοῖς πρὸς αὐτὸν καὶ τοῖς εἰς τοὺς οἰκείους—ἀπήγγειλε γὰρ ὧν τε ἔτυχε καὶ περὶ τῆς ὅλης ἀρετῆς, ὡς καταπεφρόνηται μὲν χρήματα, τετίμηνται δὲ οἱ νόμοι, θαυμάζεται δὲ ἡ γλῶττα—εἰ οὖν οὐδὲ πρότερον ἀμελῶς εἶχες Νουμηνίου, γράμματα ἔχων νῦν ἐμὰ καὶ παράκλησιν, οἶδʼ ὅτι καὶ τὴν ἐπιμέλειαν αὐξήσεις. ἀλλʼ ὅπως ἡμῖν μετὰ σῶν ἐπανήξει γραμμάτων, μᾶλλον δέ, αὐτὸς αὑτῷ περὶ τούτου διαλέξεται μνήμῃ προτέρας γραφῆς οὐκ ἐπισπώμενος δευτέραν.
Μαρίῳ.
Χρυσόγονος οὗτός ἐστι μὲν Φοίνιξ ἀπὸ τῶν ἐν τῇ μεσογείᾳ, γέγονε δὲ ἐξ εὐπόρου πένης διά τινας τῶν πολιτῶν, οἳ ἐγένοντο ἐκ πενήτων εὔποροι. τὸ μὲν οὖν πρῶτον ἀπὸ τῶν περὶ ἡμᾶς ἦν, καὶ ἦν οὐ κακὸς εἰς λόγους. ἔπειτα ἔπλευσεν εἰς Αἴγυπτον ὡς ταχέως κτησόμενος τὴν ἰατρικὴν τέχνην· καὶ γὰρ ἐκάλει Μάγνος αὐτὸν ὁ ταύτης διδάσκαλος, οἰκεῖος ὤν· ἐλθόντα δὲ προσεποιεῖτο οὐκ εἰδέναι. ὁ δὲ ἀθυμήσας ἐνόσει. ἐπαναπλεῖ τοίνυν τῷ μὲν καταρώμενος, προσλαβὼν δὲ οὐδέν, οὐ μικρὰ δὲ ὧν ἠπίστατο ἀποβαλών. τῶν πατρίων δὲ χωρίων ἐπέβη μέν, ἡνίκα τοὺς ἀδίκους ἠνάγκαζε σωφρονεῖν ὁ φόβος, πάλιν δὲ ἐξέπεσε παρελθόντος τοῦ φόβου. μία τοίνυν σωτηρία αὐτῷ γενέσθαι τε τῶν παρὰ σοὶ ῥητόρων καὶ τυχεῖν εὐνοίας τινός. εἰ γὰρ αἴσθοιντο ταῦτα οἱ μεμφόμενοι τῷ Διὶ μικρὰν πεποιηκέναι τὴν γῆν, πρὸ τῆς ψήφου πάλιν ἀποστήσονται τῶν ἀλλοτρίων ἢ τοῦτό γε οὐ βουλόμενοι τῇ ψήφῳ γε ἐξωσθήσονται.
Νικεντίῳ.
Ἐγώ σοι πάλαι γεγένημαι φίλος ἐν πολλαῖς καιρῶν δυσκολίαις εὑρὼν εἰς ἐμαυτὸν πρόθυμον. τῇ φιλίᾳ δὲ ταύτῃ χρόνος δύο καὶ εἴκοσιν ἔτη. καὶ προΐοι γε διʼ ὁμοίας ἀκμῆς, ἕως ἂν ἐμπνεῖν ἐξῇ. ἐν δὲ τῷ παρελθόντι χρόνῳ πολλὰ μὲν σὺ χαριζόμενος ἔδρασας, ἁπάντων δὲ ἐγὼ μέμνημαι. πρόσθες δὴ τοῖς πολλοῖς ἐκείνοις τουτί, μεῖζον μὲν οὐκ ἂν φαίην, ἔλαττον δὲ οὐδαμῆ. τοῦ γὰρ αὐτόν με σώζεσθαι τὸ τοὺς φίλους τοὺς ἐμοὺς εὖ πράττειν οὐκ ἐλάττονος σπουδῆς. φίλος δέ μοι γέγονεν Ἀλέξανδρος μετὰ μακρὸν πόλεμον ἐν ἑκατέρῳ τὸ τοῦ δικαίου μέρος τηρῶν. ἐμάχετό τε γάρ, ὅτε μὴ τοῦτο ποιῶν ἀδικῶν ἠλέγχετʼ ἄν, ἧκέ τε ἐπὶ θάτερον τοῦ καιροῦ διδόντος ἄνευ μέμψεως φιλεῖν. ἐγὼ δὲ αὐτὸν τότε μὲν ἐλύπησα οὐδέν, νῦν δὲ ὠφελεῖν βουλοίμην ἄν. οὐ μὴν αἰτιάσομαί γε τὴν Τύχην ὡς ἀφῃρημένην με τὸ δύνασθαι. εἰ γὰρ κοινὰ τὰ φίλων, ὑμῖν δέ ἐστι δύναμις, οὐδʼ αὐτὸς ἂν εἴην ἀσθενής. ἔστω δή σοι φίλος Ἀλέξανδρος καὶ δοκείτω καὶ καλείσθω, κἂν τοῦτο παγῇ, καλῶς ἥξει τὰ λοιπὰ ἀκολουθοῦντα. ὡς μᾶλλον σύ γε τῶν οὐ φίλων τινὰς εὖ ποιήσαις ἂν ἢ φίλου τινὸς ἀμελήσαις ἂν ἄλλως τε καὶ τοιούτου τὴν φύσιν, ὁποῖός ἐστιν Ἀλέξανδρος νοῦ μὲν ἐπὶ πλεῖστον ἥκων, θυμῷ δὲ εἰς δέον χρώμενος, ὡπλισμένος δὲ λόγοις, ὄκνου δὲ κρείττων, καιροῦ δὲ δεόμενος εἰς ἐπίδειξιν ἀρετῆς· ὅς, εἰ σὺ βουληθείης, εὐθὺς φανεῖται.
Εὐελπιστίῳ.
Καλῶς ἐποίησαν οἱ θεοὶ σοί τε δείξαντες τὴν οἰκείαν καὶ τῇ Λακεδαίμονι τὸ μέγιστον ἀποδόντες φυλακτήριον. ἐπαινοῖντο δʼ ἂν δικαίως, καὶ ὅτι τῆς εἰσβολῆς ἐκείνης τῆς οὐ πάντα εὐτυχοῦς οὐ μετέσχες. καίτοι ἡμεῖς γε ἠγανακτοῦμεν ὡς ἂν ἠδικημένοι. σοφώτεροι δὲ ἄρα οἱ κρείττους, διʼ οὓς οὐκ εἶδες τετρωμένον, οὗ τὸ τραῦμα ἀκούων οὐ φέρεις. ἐκείνῳ μὲν οὖν ἴσον νέμοιεν τῇ περὶ αὑτοὺς θεραπείᾳ· Περγάμιος δὲ ὁ σοί τε καὶ ἐκείνοις φίλος τὰς μεγάλας καὶ πολυανθρώπους πόλεις καὶ παρʼ αἷς κῶμος καὶ μέθη καὶ τὸ τὰ χείρω τιμᾶν, ἀφεὶς εἰς Σπάρτην ἥκει τὴν σώφρονα, μᾶλλον δέ, εἰς σέ, διʼ ὃν ἡ Σπάρτη τοιαύτη, καὶ οἴεται πολλῶν τε καὶ ἀγαθῶν πλήρης ἔσεσθαι μαθημάτων. καὶ ὀρθῶς οἴεται. ἐγὼ γὰρ τὸ σοὶ συνεῖναι τοῦ θεοῖς μὲν ἔλαττον ἡγοῦμαι, κρεῖττον δὲ ἧς ἂν εἴπῃς ἑτέρας ὁμιλίας. δέχου δὴ τὸν ἑταῖρον ἡδέως καὶ ποιοῦ πολίτην· ὡς οὐ μέμψεταί γε ταύτην ὁ Λυκοῦργος τὴν ποίησιν. ἐγὼ δὲ αὐτόν, εἰ μὲν ἔλθοι ποτὲ παρὰ σοῦ, μεμνημένον ἰδὼν ἡσθήσομαι· μένοντος δὲ παρὰ σοὶ καὶ οὕτως ἄξιον εἰπεῖν ὡς ἡσθήσομαι. τὸ γὰρ τοῦτον οὗ προσήκει ποιεῖσθαι τὰς διατριβὰς ἐμαυτοῦ κέρδος ἡγήσομαι.
Νικοκλεῖ.
Ἡμῖν ἐκεῖθεν ἀρξάμενα τὰ κακὰ ῥεῖ καὶ οὐχ ἵσταται καὶ νῦν ἐσμεν ἐν οἵοις ἀπαγγελεῖ σοι Περγάμιος, δεόμενοι λιθίνης ἀτεχνῶς καρδίας. βέλη μὲν γὰρ πολλά, φάρμακον δὲ οὐδέν. αὐτὸς δὲ Περγάμιος, πρὸς ὃν ὀδύρεσθαι καὶ μεθʼ οὗ παρῆν ὀδύρεσθαι, τρέχει παρʼ ὑμᾶς οὐδένα εἰδὼς αὑτῷ παρʼ ἡμῖν ὄντα προσόμοιον—ὃν τά γε ἄλλα ὅσα κοσμεῖ, τί ἄν τις διεξίοι; —ἀλλὰ Νικοκλέα γε, τὸ τῶν Ἑλλήνων ὄφελος, οὐκ ἀγνοεῖ, σαφῶς δὲ οἶδεν, ὅστις μὲν σὺ περὶ τοὺς θεούς, ὅστις δὲ περὶ φίλους. ὄντος δὲ τούτου τοιούτου καὶ δεικνύντος ἀγαθὸν μετὰ τοῦ θαυμαζομένου τὸν ἐπαινοῦντα τὸν ἄνδρα ἐκεῖνον, εἰ δὴ τοῦτό γε δεῖ καλεῖν, ἀλλὰ μὴ πλέον τι ζητεῖν, μεθʼ ἡμῶν μὲν ποθεῖ, μεθʼ ἡμῶν δὲ δακρύει καὶ ἔστι τῶν ἀλγούντων ἐπὶ τῷ τῆς αἰχμῆς ἔργῳ. καὶ παρὰ τούτου τά τε ἄλλα μάθοις ἂν τά γε ἡμέτερα καὶ τὸ πότε ἐπείσθημεν καταθέσθαι τὰ ὅπλα. ἐν οἷς εὑρήσεις ἡμᾶς οὐχ ἑτέρους γεγενημένους, ἀλλὰ καλῶς βεβουλευμένους. ὁ γὰρ νενικηκώς, ὅταν ἐλπίζῃ τοῦ πολέμου μένοντος ἐπὶ τοὺς ἐχθροὺς μεταστήσεσθαι τούτῳ τὴν Τύχην, κρείττων ἂν εἴη βεβαιῶν αὑτῷ τὴν γεγενημένην νίκην ἢ τῇ φιλονεικίᾳ τὴν ἑτέραν ἐπισπώμενος Τύχην.
Δημητρίῳ.
Οἱ ἄνδρες οἵδε τῶν περὶ τὸν Διόνυσόν εἰσιν ὑπηρετοῦντες καθʼ ἕκαστον ἔτος τῷ μύθῳ τῷ περὶ τοῦ θεοῦ. ἥκουσι δὴ παρʼ ὑμᾶς εὐφροσύνης ἕνεκα καὶ τοῦ χαρίσασθαι ταῖς ψυχαῖς. ποίει τοίνυν αὐτοῖς τὴν ἐπιδημίαν ἡδίστην, ἵνʼ οὗτοι μέν σε ἐπαινῶσι, ποιῇ δέ σοι τὰς ἀμπέλους ἡδυοίνους ὁ θεός.
Εὐθαλίῳ.
Τοῦ Διονύσου μὲν οἵδε θεράποντες, ἐμοὶ δὲ φίλοι τά τε ἄλλα καὶ ὅτι τῆς τελετῆς τῶν τελούντων μετέσχον. ἀναπαῦσαι δὲ τὴν γνώμην μετὰ τοὺς πόνους ἐθέλοντες ἐν τῇ ὑμετέρᾳ τοῦτο ἤλπισαν εὑρήσειν. τοῦ δὲ μὴ κενὴν αὐτοῖς γενέσθαι τὴν ἐλπίδα σὺ κύριος δήπουθεν ὁ τήν τε πόλιν ἀνέχων καὶ ξένους ὁρῶν ὡς ἥδιστα.
Ἀριστοφάνει.
Μικρὸν ἡμᾶς ἡγοῦμαι τῶν τεθνεώτων διαφέρειν, οἷς γε οὐδὲ ἐπιστεῖλαι πρὸς ἀλλήλους τοσοῦτον ἐξεγένετο χρόνον. οὔτε γὰρ ἐγώ, ὅ τι πράττεις, ἔχω εἰδέναι σύ τε ἴσως ταὐτὸν εἰς ἐμὲ πέπονθας. τὰ μὲν οὖν ἡμέτερα τὸν ἀπαγγελοῦντα ἔχεις, πάντα δυσχερῆ, πάντα ἀλγεινά, πάντα ἄξια δακρύων. ἃ δεινότερα ἂν ἦν, εἰ μὴ παρʼ ἡμῖν ἦν ὁ νῦν σοὶ μὲν συνών, ἡμᾶς δὲ ἀπολιπών. Περγαμίῳ γὰρ διαλεγόμενον ἐξῆν μὲν εἰπεῖν τἀπὸ καρδίας, φασίν, ὑπῆρχε δὲ ῥᾴω γενέσθαι· πολλοὶ γὰρ ἐν αὐτῷ λόγοι δεινοὶ λύπην ἀνελεῖν ἢ εἰ μὴ τὸ σύμπαν, μέρος γε αὐτῆς ἀφελεῖν. ἀλλὰ νῦν, ὁρᾷς, Κόρινθος αὐτὸν ἕλκει καὶ Λακεδαίμων καὶ Ἀριστοφάνης, τὸ Λακώνων κεφάλαιον, ᾧ καὶ τοῦτο ἡ Τύχη βεβοήθηκε τὸ μὴ μετασχεῖν στρατείας, ἧς τὸ πέρας ἴσμεν. ἂν μὲν οὖν διὰ τάχους ὁ Περγάμιος ἀναστρέφῃ, καὶ τῶν ὑμετέρων αὐτὸς ἡμῖν ἔσται μηνυτής· εἰ δʼ εὑρήσει λωτὸν ἐν Ἑλλάδι, δῆλον δὲ ὡς εὑρήσει, σὺ δʼ εἰς λιμένα καταβὰς τοῖς ἐμπόροις χρῶ πρὸς τὸ ἐπιστέλλειν τοῖς φίλοις.
Δατιανῷ.
Εὐμάθιον ἐγὼ φίλον ἀπʼ ἐκείνης πεποίημαι τῆς ἡμέρας, ἐν ᾗ σου τὴν καλὴν ἦλθε κομίζων ἐπιστολήν· ὃ γὰρ ἐπὶ τῶν τὰ ἄλλα λαμβανόντων συμβαίνει, τὸ καὶ τοὺς φέροντας ἡδέως ὁρᾶν, τοῦτό μοι μεθʼ ὑπερβολῆς πρὸς Εὐμάθιον γεγένηται· καὶ γὰρ τὸ δῶρον πάντα εἴδη δώρων ἐνίκα. τί γὰρ τοσοῦτον χρυσός, ὁπόσον γράμματα σά; ποίει τοίνυν ἡμῖν ὅτι πλείστους Εὐμαθίους. τοῦτο δέ σοι ῥᾷστον· αἱ γὰρ ἐπιστολαὶ τοῦτο δύναιντʼ ἄν. καὶ γὰρ εἰ μὲν οὐκ ἐτύγχανον τῆς ἐξ ἐπιστολῶν γεγευμένος τιμῆς, ἐπεθύμουν μὲν ἄν, οὐ μέντοι σφόδρα ἂν ἴσως τῷ μηδὲ πεπειρᾶσθαι, νῦν δὲ τὸ πεπωκέναι τοῦ κρατῆρος ἐπιθυμεῖν ποιεῖ. δίκαιος ἂν οὖν εἴης ὧν ἔγευσας μὴ ἀποστερεῖν, ἄλλως θʼ ὅτε καὶ τὰ πράγματα ἡμῖν οὕτως ἂν γίνοιτο μείζω. τὸ γὰρ ἀκούειν καὶ ὁρᾶν τὴν πόλιν τὰ γράμματα καὶ ὡς οὐκ ἐκβέβλημαι τῆς σῆς διανοίας καὶ μνήμης, ἀλλʼ ἐν τῷ καταλόγῳ τῶν φίλων ἐγγέγραμμαι, πάντας ἡμῖν ἀπεργάσεται τοιούτους ὥστε μήτε μικρὸν μήτε μεῖζον μηδὲν μηδαμόθεν ἐναντίωμα ἀπαντᾶν.
Μοδέστῳ.
Οὐκ ἐν τῷ δύνασθαι λαμβάνειν ἐπιστολὰς ᾤμην εἶναί σε· τοιαῦτα ἦν τὰ λεγόμενα, τὰ μὲν ἄνευ ὅρκων, τὰ δὲ καὶ σὺν αὐτοῖς, καὶ οὕτω πικρᾶς εἰχόμεθα φήμης. ὑπὲρ ἧς χάριν ἔχομεν τοῖς θεοῖς, ὅτι λόγος ἄλλως ἦν, ἔργον δὲ οὐδέν. χάρις δὲ καὶ τοῖν ἀρίστοιν βασιλέοιν εἰδόσιν ὧν δεῖ καταγελᾶν. γῆς δέ σοι πολλῆς παρʼ αὐτοῖν δεδομένης οὐ μόνον κατὰ τοῦτο χαίρομεν, ὅτι ἀνὴρ φίλος γεωργεῖ, ἀλλʼ ὅτι καὶ ἀγαθός. σημεῖον γὰρ τοῦτο τοῦ τιμᾶσθαι ἀρετήν. τιμωμένη δὲ ἀρετὴ πολλοὺς αὑτῆς ἐπιθυμητὰς ποιεῖ. ὥσπερ δὲ ἐκείνης σὺ πάλαι ἀρξάμενος ἐπιθυμεῖς, οὕτω καὶ σοῦ Περγάμιος, καὶ οὗτος ἀρξάμενος πάλαι. πάνυ δὲ πρὸς ὀλίγους τοῦτο πέπονθεν ἁνήρ· οὐ γὰρ πολλῶν, ἀλλʼ ὀλίγων πολὺ τῶν πολλῶν βελτιόνων ἐθέλει φίλος εἶναι. δέχου δὴ τὸν ἄνδρα καὶ φίλει καὶ ἀπίστει τῷ μάρτυρι. μηδὲ κατὰ μικρὸν εἰς τὸ πιστεύειν αὐτῷ προαχθῇς, ἀλλὰ ταὐτὸ καὶ προοίμιον ἔστω καὶ ἀκμή. δεῖ γάρ σε μὴ ταὐτὸν ἐμοὶ παθεῖν, ὃς μικρὸν ἐπὶ μικρῷ τιθεὶς καὶ μόλις εἰς τὸ ἄγαν πιστεύειν ἐλθὼν πολὺν ᾐσθόμην ἐμαυτὸν ἐζημιωκὼς χρόνον.
Μαρίῳ.
Πολὺν οὐκ ἔγραψα χρόνον· πολὺν γὰρ ἐπένθουν χρόνον· πολλοὶ γὰρ ἡμῖν ἀπῆλθον, οἱ αὐτοὶ πολλοὶ καὶ ἄριστοι, οἱ μὲν οὔπω γέροντες, οἱ δὲ σφόδρα νέοι. ἐμὲ δὲ ἔδει τὸν αὐτόν τε τοῖς ἄλλοις πενθεῖν τρόπον καὶ χωρὶς τὸν ἐμαυτοῦ τὸν ἀπὸ βιβλίων. παρεμυθεῖτο δέ με ἄλλο μὲν οὐδέν, ὅτι δὲ ἀνήγειρας τὰς πόλεις, αἷς ἐν χειμῶνι πολλῷ γαλήνην πεποίηκας, παρὰ δὲ ταῖς ἄλλαις ὁ χειμὼν κρατεῖ. σὲ μὲν οὖν ἐπαινεῖν ἄξιον ἂν εἴη τῆς περὶ τὸ ἄρχειν ἐπιστήμης, τὴν Τύχην δέ, ὅτι σοι λύσιν ἥκει φέρουσα τῶν περὶ τὸ ἄρχειν φροντίδων. σὺ γὰρ δὴ μόνος ἀρχῆς μὲν ἄκων ἥψω, διεδείχθης δὲ ἀνὴρ ἐν ταύτῃ τῇ μάλιστα τοῦτο δυναμένῃ δεικνύειν κατὰ τὴν παροιμίαν· ἀπέρχῃ δὲ παρʼ αὐτῆς μεθʼ ἡδονῆς στέφανον ἡμῖν ἐκ Φοινίκης κομίζων ἀμείνω τοῦ τοῖς ἀθληταῖς διδομένου παρʼ Ἠλείων. ὁ μὲν γὰρ ῥώμην, ὁ δὲ σὸς οὗτος ἀρετὴν μαρτυρεῖ. τοῦ δὲ μὴ λαβεῖν τοὺς λόγους λήψῃ δίκην παρὰ Μαξίμου, εἰ μὴ καὶ Μάξιμον τὸ αὐτὸ ἐξαιτήσεται· καὶ γὰρ ἐκεῖνος ἐπένθει.
Γαϊανῷ.
Ὃ ἐνομιζόμην ἀδικεῖν, τοῦτο καὶ αὐτὸς ἐνεκάλουν. καὶ ἔπειθόν γε ἐμαυτὸν ὡς δικαιότερα ἐνεκάλουν· σὺ μὲν γὰρ ᾐτιῶ τοῦ μὴ ἐπιστεῖλαί με, ἐγὼ δὲ σὲ τοῦ μὴ ἀντεπιστεῖλαι. αἴτιος δὲ οὔτε σὺ οὔτε ἐγώ, εἴγε μήθʼ ὁ γράψας αἴτιος μήθʼ ὁ μὴ λαβών. τί οὖν; ἐγκαλοῖμεν ἂν Μαρίῳ τῷ γενναίῳ τῷ τὴν ἐπιστολὴν οὐ δόντι, ἐγκαλοῖ δʼ ἂν κἀκεῖνος τοῖς παρὰ τῆς ἀρχῆς πράγμασιν, ἃ πολλῶν πολλάκις ἠνάγκασεν ἐπιλαθέσθαι. ἐμοὶ μὲν οὖν συνεροῦντα ἥκει τὰ τῆς ἐπιστολῆς ἀντίγραφα· Μάριος δὲ αὑτόν, ὅπως βούλεται, τῆς αἰτίας ἀπαλλαττέτω. σὲ δὲ εἰ μὲν ἀπὸ τῆς ἀρχῆς ἠρξάμην θαυμάζειν, κεκολάκευκα καὶ εἰμὶ κακὸς ταύτην τὴν κακίαν, ἣν ὅστις νοσεῖ, μηδὲ ἐλεύθερος δοκείτω· εἰ δʼ ἐπεσπάσω μου τὴν ψυχὴν τῇ σαυτοῦ ῥητορικῇ, τοῦτο δὲ πολλῷ τῆς ἀρχῆς πρεσβύτερον, μὴ τὰ μὲν ὑπερπήδα, τὰ δὲ συκοφάντει μηδʼ οἴου τὰ ἡμέτερα κατὰ Πίνδαρον ἐπὶ λεπτῷ δένδρῳ βαίνειν, ἀλλά τι καὶ ἀδάμαντος μετέχειν. ἐγὼ δέ σε ἄρχειν μὲν εὐξαίμην ἄν, φιλῶ γὰρ τὰς πόλεις, οὐ μὴν ἄρχοντα μᾶλλον ἢ πεπαυμένον ἐν αἰδοῖ τε πεποίημαι καὶ φιλῶ· σὺ δὲ οὕτω πικρὸς ὥστε καιροῦ παραπεσόντος ἐτιμωρήσω· Ἰούλιός γέ τοι παρὰ τῶν μὲν ἄλλων γράμματα ἐκόμισε, παρὰ σοῦ δὲ σιγῆς αἰτίαν ἥκιστα πρέπουσαν ἀνδρὶ γενναίῳ καὶ οἷον σὲ πολλὰ μὲν ἔργα, πολλοὶ δὲ ἔδειξαν λόγοι.
Οὐλπιανῷ.
Ἐκεῖνος μὲν πέπαυται τῆς ἀρχῆς, σοὶ δʼ ἐγένετο μείζων μέν, οὔπω δὲ σύμμετρος. ἐν μόνῃ γὰρ ἂν τῇ μεγίστῃ τὸ μέτρον σωθείη, καὶ οἶμαί γε ταύτην ἔσεσθαι, βουλοίμην δʼ ἂν ἔτι μου ζῶντος. Ῥουφῖνος δὲ ὅτι μὲν ἡγεῖταί με οὐ πάνυ Μουσῶν ἀλλότριον, οἶδα· τὸ δὲ παρʼ ἐμοὶ κατατρίψαι τὴν ἡμέραν ὑπὸ σοῦ γεγονέναι πείθομαι. σὺ γὰρ αὐτόν, ὁπότε ἐξελθεῖν βούλοιτο, πάλιν εἰσῆγες εἰς τὸν δρόμον οὐ συγχωρῶν ἑτέρᾳ μνήμῃ τὴν ὑπὲρ ἐμοῦ τῶν ὑμετέρων ἐξελάσαι στομάτων. λέγων δὲ ἡμῖν περί τε γῆς ὁπόσην ἐπῆλθε καὶ πόλεων καὶ ἐθνῶν καὶ τῶν τούτων ἐπιμελουμένων τῶν μὲν κατηγόρει, τοὺς δὲ οὐκ ἔψεγε, σὲ δὲ ἐστεφάνου λέγων μὲν οὐδὲν καινόν, οὐ γὰρ ἀφῆκεν ἡ φήμη, διδοὺς δὲ χαίρειν, ὅτι τὴν αὐτὴν τοῖς πολλοῖς ὁ τῶν ἀρχόντων ἄρχων ἔφερε ψῆφον. ταῦτά σοι μηνύω βραχὺ φροντίσας τοῦ τῆς ἐπιστολῆς ἀκροτελευτίου· παρακαλεῖ γὰρ πρὸς ἀρετὴν οὐκ ἐπανόρθωσις μόνον, ἀλλὰ καὶ τῶν ὀρθῶς πραττομένων ἔπαινος.
Σκυλακίῳ.
Οὐδέπω με πεπαυμένον δακρύων εἰς μείζω θρῆνον ἐνέβαλες διὰ τῆς ἐπιστολῆς· οὕτως ἀκριβῶς διελέχθης περί τε τῶν ἀγαθῶν ὧν ποτε ἀπελαύομεν καὶ περὶ τῶν γενομένων ἄν, εἴ τις ἡμῖν θεῶν ἀποδεδώκει τὸν τὰς νίκας ἀνῃρημένον. ἐκεῖνον μὲν οὖν μᾶλλον ἐπαινοῦσιν οἱ πληγέντες ἢ ὑπὲρ ὧν παρετάξατο· τούτων δέ γε καὶ ὠρχήσαντό τινες δύο πόλεις, ὧν ὑπὲρ τῆς ἑτέρας αἰσχύνομαι. καὶ συγγνώμη γε αὐτοῖς. ὁ γὰρ κακὸς εἶναι βουλόμενος τὸν οὐκ ἐῶντα εἶναι κακὸν ἐχθρὸν εἶναι ἡγεῖται, κἂν ἀποθανεῖν συμβῇ τὸν σωφρονιστήν, ὁ μὴ δυνάμενος σωφρονῆσαι χαίρει διὰ τὸ ἐξεῖναι ἤδη εἶναι κακόν. τοιούτῳ συζῶμεν ὄχλῳ θεοῖς τε ἐχθρῷ κἀκείνῳ, περὶ οὗ σὺ καλῶς δοξάζεις τοῦ τῶν θεῶν αὐτὸν γραφόμενος χοροῦ. ἐγὼ δὲ καὶ αὐτὸς ταῦτά τε ὑπείληφα καὶ ἅμα στένω λογιζόμενος, τίνα μὲν ἠλπίσθη, τίνα δὲ ἐξέβη. καὶ γὰρ εἰ ʼκεῖνος μετὰ τῶν κρειττόνων, ἀλλὰ τά γε ἐμὰ χείρω· λεγέσθω γὰρ οὕτως, ὅτι ἐμά. οἷον γὰρ ἂν ἦν τὸν μὲν ἐκ Μήδων, σὲ δὲ ἐκ Φοινίκης ἀφῖχθαι, τὸν μὲν αἰχμαλώτους ἄγοντα, σὲ δὲ ὀψόμενον τὰ ἆθλα τῶν πόνων, ἐμὲ δὲ λέγειν τι περὶ τῶν πεπραγμένων, μικρὸν ὑπὲρ μεγάλων, ἐκεῖνον δὲ εἶναι τὸν τὰ αὑτοῦ διηγούμενον. ἦλθεν ἂν καὶ νέφος κολοιῶν, γέλως ἐμοί τε καὶ σοί, λέγειν μὲν οὐκ ἐπισταμένων, παίειν δὲ ἄλλους ἐπιχειρούντων ἀντὶ τῆς αὑτῶν ἀμαθίας. τοιαύτην ἡμᾶς πανήγυριν ὁ δαίμων ἀφείλετο. καί μοι πολλοὶ μεθʼ ὅπλων ἐπέθεντο καὶ ἐκείμην ἂν ὡς μήποτε ἰσχῦσαι, εἰ μή με ἐξήρπασεν ὅστις καὶ τὸν Ἄρη δεδεμένον ἐξέκλεψε. καὶ νῦν δέ τις ἀφῆκε βέλος κρυπτόμενος, καὶ ἐνεγεγράμμην ὡς δὴ δεινὰ ποιῶν, ἀλλὰ πάλιν θεῶν τις κωφὸν τὸ βέλος ἐποίησε καὶ μένω κατὰ χώραν ἐλπίσας ἀνάσπαστος ἔσεσθαι. τοῖς μὲν οὖν τοιούτοις τοξόταις ἀρέσειέ ποτε λῦσαι τὰς νευράς· γῆ δὲ ἡ Περσῶν ἐφθάρη μὲν ἱκανῶς· τὸν δʼ ὑπὲρ τῶν ἔργων λόγον ἀπῄτουν μὲν τῶν ἐπανελθόντων τοὺς φίλους καὶ οὓς εἰκὸς ἦν μὴ τῆς περὶ τῶν τοιούτων ἀμελῆσαι γραφῆς, φάσκων δὲ ἕκαστος καὶ ἔχειν καὶ δώσειν ἔδωκεν οὐδείς, ἀλλʼ οὐδʼ ἀπὸ στόματος ἐδίδαξεν. ὁ μὲν γὰρ οἰχόμενος ὠλιγωρεῖτο, πᾶσα δὲ ἡ σπουδὴ τὰ περὶ αὑτὸν ἑκάστῳ. στρατιῶται δέ τινες οὐ πρότερόν με εἰδότες ἔδοσαν ἡμερῶν τέ τινων ἀριθμὸν καὶ ὁδοῦ μέτρα καὶ προσηγορίας τόπων· ἔργων δὲ οὐδαμοῦ διήγησις τὸ πᾶν δυναμένη μηνῦσαι, ἀλλʼ ἀμυδρὰ καὶ σκιὰ καὶ συγγραφέως οὐχ ὑπηρετοῦντα στόματι. εἰ δή σοι καὶ τούτων ἐπιθυμία, ποίει μοι δῆλον, καί σοι ἥξει τὰ τῶν στρατιωτῶν· οὗτοι γὰρ καὶ ἔγραψαν, ἡμεῖς δὲ ἄλλους ἠλπίζομεν.
Ἀνδρονίκῳ.
Τοῖς τῆς Φοινίκης ἀγαθοῖς κοσμεῖται τὸ κάλλιστον τῆς γῆς τοῦ μὲν ἀρίστου πάντων ἄρχοντος, τοῦ δὲ μετʼ ἐκεῖνον ἀρίστου παρεδρεύοντος. ὃν ὅπως τὸ πρῶτον εἴδομεν, ἄκουσον. ἥκομεν ἐγώ τε καὶ Ὀλύμπιος εἰς τὸ Ἐλευσίνιον καὶ ἦμεν ἐν μέσῳ κήπων· τοιοῦτος γὰρ ἐκεῖνος ὁ στενωπός, κῆπος ὁ μὲν ἔνθεν, ὁ δὲ ἔνθεν. ὁρῶμεν οὖν ἄνδρα ἐφʼ ἵππου ξένον καὶ πλῆθος ἀκολούθων, καὶ πρὶν πρὸς ἀλλήλους εἰπεῖν· τίς οὗτος; ὁρῶμεν ἀποβάντα καὶ προσείπομεν ἀλλήλους. ὁ δὲ παρά του τῶν παίδων λαβὼν ἐπιστολὰς ἡμῖν ἔδωκεν εἰπών, παρʼ ὧν. ἐγὼ δὲ οἷς μὲν ἔλαβον ἡδόμην, τῷ δὲ μὴ καὶ Γαϊανοῦ γράμματα ἔχειν ἠχθόμην. ὁ δὲ λύπην τινὰ ἀπήγγελλεν ἐκείνου νομίζοντος ἀπημελῆσθαι. μικρὸν δὴ πρὸς ταῦτα ἀπολογησάμενος ἐπορευόμην ἔτʼ ἔχων δεδεμένας τὰς ἐπιστολὰς καὶ τοσοῦτον εἰδὼς μόνον, ὡς ἐκ Φοινίκης ὁ δούς. διενοούμην μὲν οὖν ὡς ἀναγνωσόμενος οἴκοι, διελεγόμην δὲ πρὸς Ὀλύμπιον ὡς περὶ χρηστοῦ τοῦ δόντος ἑωρακὼς τὴν ψυχὴν διὰ τῆς μορφῆς. ἔλαμπε γὰρ τὸ ʼκείνης ὡς ἀληθῶς κάλλος διὰ τῶν ὀμμάτων. ἐντυχὼν δέ τις ἡμῖν τῶν ἐκεῖνον βουλομένων ἰδεῖν ἤρετο, εἰ τὸν ἄνδρα εἴδομεν, εἰπὼν τοὔνομα καὶ ἐφʼ ὅτῳ ἥκει. καὶ οὕτως ἤδη τὸ πᾶν εἴχομεν. καὶ σοὶ χάρις τῶν γραμμάτων, μᾶλλον δέ, τῆς φιλίας· τοῦτο γὰρ ἐν αὐτοῖς ἔπραττες καὶ νῦν ἀλλήλοις χρώμεθα. λόγους δέ σοι πέμψομεν πολλούς· εἰ δὲ φαύλους, ὁ μὴ καλῶν ἐπιθυμῶν αὑτῷ μεμφέσθω. τιμὴν δέ σε οὐκ ἀπαιτήσομεν, ἣν ἔχομεν. ἔχομεν δὲ οὐκ ἀργύριον οὐδὲ χρυσίον, ἀλλʼ ὃ πολλῷ πάντων μεῖζον χρημάτων καὶ τῶν Κροίσου καὶ τῶν Γύγου καὶ τῶν Κινύρου, φιλίαν ἀνδρὸς τά τε ἄλλα γενναίου καὶ ῥητορικοῦ. τί οὖν ἄν τις ἐγγυητὴν καταστήσειε δῶρον οὕτω μέγα τούτῳ δούς, παρʼ οὗ μικρὰ λαβεῖν ἀξιοῖ; ταυτὶ μὲν οὖν ὕστερόν σοι ποιήσομεν ὥστε σε λαμβάνοντα καμεῖν· περὶ δὲ τῆς τοῦ βασιλέως ἐπιστολῆς δοκεῖς μοι μείζω τῶν ὄντων εἰρηκὼς κεναῖς ἐλπίσιν ἀπατᾶν τοὺς ἀτυχοῦντας. ἡ δέ ἐστιν ὑπόσχεσις μὲν πρὸς ἐμὲ βοηθείας, βοήθεια δὲ οὔπω, παρʼ ἧς ὠφελοῖτʼ ἂν ὁ νόθος. νῦν δέ ἐσμεν ἐν τῷ πρίν. ὅμως δὲ αὐτὴν ἀπέσταλκα τοῦ παῦσαι τὰς μετρίους ἐλπίδας τοῖς εἰς ταὐτὸν μὲν ἥκουσί μοι κατὰ τὴν τύχην, οὐκ οἶδα δὲ εἰ τὴν τύχην ὥσπερ ἐγὼ φέρειν ἐπισταμένοις.
Ἀκακίῳ.
Ἥκει σοι τὰ τιμιώτατα, γυνή τε ἀγαθὴ καὶ βέλτιστος υἱός, ᾧ μικρὰ δεδώκαμεν μείζω βουληθέντες. αἴτιος δὲ αὐτός, μᾶλλον δέ, ὁ θεῖος, ἴσως δὲ οὐδέτερος, ἀλλʼ ὁ σὸς νόμος, διʼ ὃν εἵπετο τῷ θείῳ γῆν ἐπιόντι πολλήν, ὡς οὐκ ἐνὸν ἄλλως σωφρονεῖν. ἐγὼ δέ, εἰ μὲν ἐνταῦθα μένων χείρων ἂν ἐγένετο τοὺς τρόπους, οὐκ οἶδα· ἐκεῖνο δὲ οἶδα, ὅτι πάντως ἂν βελτίων τοὺς λόγους. τούτους μὲν οὖν, εἰ καὶ πολὺς προεῖται χρόνος, κτήσεται νῦν. πολὺ γὰρ ἐν Καππαδοκίᾳ τὸ Ἑρμοῦ καὶ ῥεύματα λόγων ἄφθονα καὶ διδάσκαλος πολλῶν ῥητόρων πατήρ, Παλλάδιος ὁ γενναῖος, μέγεθος μὲν λόγων παρειληφώς, μέγεθος δὲ παραδούς. ἐνταῦθα ἡμῖν ὁ Μάρκος ἀσκείτω τὴν γνώμην μικρὸν ἀπαγαγὼν τῆς ζώνης τοὺς ὀφθαλμούς, τῆς αὑτοῦ λέγω, πρὸς δέ γε τὴν σὴν ὁράτω καὶ λογιζέσθω πρὸς αὑτὸν ὡς αὕτη μέντοι λόγων καρπὸς καὶ πρὸς ἐκείνῃ γε, ἣν αὐτὸς ἔχει, λόγων πατρῴων καρπός· ὃ εἰ λογίζοιτο, καὶ πρὸς τὴν αὑτοῦ βλέπειν ἐξέσται. τοῦτο μὲν οὕτω ποιήσετε· τὸν ἵππον δὲ ἡμῖν εἰ μὲν ἐπρίω, πέμψον· εἰ δὲ μή, ἐπίστειλον, ὅπως ἐπὶ τὸν δεύτερον ἴωμεν πλοῦν, τούτους δὴ τοὺς οὐ πολὺ τῶν χαλκῶν βελτίους. δεῖ δέ σε οὐδὲν φοβεῖσθαι μή τινα ὑποψίαν ἔχωμεν, ὡς οὐκ ἐβουλήθης. ἢν γὰρ ἀκούσωμεν ὡς ἀδύνατα, τοῦτο πιστὸν εὐθύς. οὔτε γὰρ τοὺς θεοὺς οὔτε τοὺς ἐκείνοις ὁμοίους ψεύδεσθαι δεῖ νομίζειν.
Φιλίππῳ.
Ἔμελλον τὸ αὐτὸ πλημμελήσειν, ἀλλʼ εὖ ποιοῦντα ἐλθόντα σου διεκώλυσε τὰ γράμματα. γενομένης δὲ αὖθις πρὸς τὸν θαυμαστὸν Ἀκάκιον ἐπιστολῆς μέλλοντός μου τῇ χειρὶ τὸ ἔρρωσο προσθήσειν φέρων τις ἐνέθηκε τὴν σήν. καὶ οὕτω τὸ μὲν ἀνεβαλόμην, γράφω δὲ ταύτην τὴν πρὸς σὲ συνηδόμενος ὑμῖν, τῷ μέν, ὅτι σὲ τῆς ἐπὶ τῶν ἔργων ἀρετῆς ἔχει μάρτυρα, σοὶ δʼ, ὅτι τῆς ἐν τοῖς ἔπεσιν ἐκεῖνον. οὐ γὰρ ἄδηλον ὅτι πᾶσα ἀνάγκη τὸν τέττιγα ᾄδειν ἢ δεικνύντα τι τῶν παλαιῶν ἢ πλάττοντά τι νέον. ἱκανὴ δέ σοι πρὸς ᾠδὰς ὑπόθεσις Ἀκάκιος ὁ χρηστὸς ὁ μικρῶν μὲν οὐδὲ νῦν, μεγίστων δὲ μικρὸν ὕστερον ἐπιμελησόμενος. λέγω δὲ οὐχ Ἕλενος ὢν οἰωνοπόλων ὄχʼ ἄριστος, ἀλλʼ ἄνθρωπος ἐκ λογισμοῦ τὸ μέλλον ὁρῶν. οὔτε γὰρ λανθάνει γενναῖος ὢν τούς τε τοιούτους ἴσασιν οἱ βασιλεῖς ἐφιστάναι τοῖς πράγμασιν. σοῦ δὲ θαυμάσαι τις ἄν, ὅτι τῷ μὲν οὐ λαβεῖν γράμματα ἀδικεῖσθαι φῄς, τοὺς υἱεῖς δὲ ἀγαγών, εἶτʼ εὐθὺς ἀπαγαγὼν ἀδικεῖν οὐκ οἴει πρῶτον μὲν ἐκείνους αὐτούς, εἶτα σαυτόν· καὶ ἡμᾶς δὲ ἀλγεῖν οἴου μὴ δυνηθέντας ἐν ἐκείνοις τὸ περὶ σὲ φίλτρον ἐπιδείξασθαι. καίτοι θέρος μὲν τουτὶ προσέρχεται, θεῶν δὲ βουλομένων ἔστη καὶ ἡμῖν ἡ πόλις· ἡ φοβοῦσα δὲ ὥρα παρελήλυθεν οὐδὲν ὧν ἠλπίσθη δράσασα, σὺ δʼ οἴει δόξαν ἀποίσεσθαι τοῦ πάνυ τὰ τέκνα φιλεῖν, ἐγὼ μέντοι δέδοικα μὴ τοὐναντίον σοι γένηται.
Σαλουτίῳ.
Μέμνημαί σου τῆς παλαιᾶς ἐκείνης χάριτος, ὅτʼ Ὀλύμπιος μὲν ἔτρεμε μὴ τῶν βουλευόντων ἁδελφὸς αὑτῷ γένηται, τὸν φόβον δὲ ἐμήνυσα σοὶ καὶ παραχρῆμα ἐλέλυτο κληθέντος ἐπʼ ἀρχὴν τοῦ τὸ τῆς βουλῆς προσδοκῶντος δίκτυον. τοῦ μὲν οὖν θαυμάζειν σε ἠρξάμεθα, ὅτεπερ καὶ τοῦ γινώσκειν· ἠκολούθει δέ γε τῷ θαυμάζειν καὶ τὸ φιλεῖν· ἡ βοήθεια δὲ ἐκείνη καὶ τὸ μὴ τῶν ἑλκόντων ἡττηθῆναι οὐδὲ τοὺς γονεῖς ἐᾷ πρὸ τῆς σῆς παρʼ ἡμῖν τετάχθαι κεφαλῆς. νῦν οὖν τιμῶν σοι δικαίων παρὰ τοῖν βασιλέοιν γινομένων καὶ παντὸς στόματος ἓν ἔργον ἔχοντος τὰ σὰ θαυμάζειν νικῶμεν ἡμεῖς τῇ κατὰ ταῦτα ἡδονῇ πάντας ἀνθρώπους. καλὰ μὲν οὖν σου καὶ τἄλλα, τὰ γὰρ ἐκ πεπαιδευμένης ψυχῆς οὐκ ἔνι μὴ κάλλους μετέχειν· κάλλιστον δὲ ὃ περὶ τῶν τοῖς ἀδικουμένοις συναγορευόντων ἔγνως καθίσας εἰς ἀρχόντων θρόνους οἷς ὁ σὸς θρόνος πολλοὺς ἱδρῶτας συνῄδει. μεγάλου δὲ δοκοῦντος τοῦ δύο ἢ τρεῖς εἰς τοῦτο ἀφικέσθαι σχήματος καὶ τῶν τοῦτο δυνηθέντων ὑπάρχων ἢ βουληθέντων γε ἐπαινουμένων σὺ παντὶ φέρων ἔθνει ῥήτορα ἐπέστησας τὰς μὲν πόλεις σώζων τῇ τῶν ἐπιμελητῶν ἐμπειρίᾳ, τοῖς δὲ μακρῶν πόνων ἆθλα διδούς, τὰ δὲ τῶν διδασκόντων διʼ ἄλλων πραγμάτων προάγων εἰς εὐδαιμονίαν. ἤδη γὰρ ἀνισταμένων τῶν τὰς δεξιὰς εἰς τὸ ταχέως γράφειν ἀκονώντων, τῶν δʼ αὖ παρʼ ἡμῖν ταπεινουμένων σὺ τὸ τῶν λόγων χρῆμα τοῖς τὰς ἀρχὰς λαβοῦσι κοσμήσας ἐνέπλησας ἡμῖν τὰ διδασκαλεῖα νέων ἔρωτα λόγων ἐνθεὶς ἐλπίδι τιμῶν ἴσων. μὴ οὖν ἐκείνους μᾶλλον ἢ ἡμᾶς τοὺς ὑπὸ ταῖς Μούσαις ζῶντας εὖ πεποιηκέναι νόμιζε μηδʼ οἴου τοὺς τὰς μεγάλας στοὰς ταῖς πόλεσι δεδωκότας τοσαύτης τετυχηκέναι δόξης, ὅσην σοὶ τὰ περὶ τοὺς ἄρχοντας τούτους καὶ λόγους ἐνήνοχε. τὰ μὲν γάρ ἐστιν ἄψυχα μεγέθη, τὰ δὲ τὴν τῶν ψυχῶν ἀρετὴν ἀνθεῖν ποιεῖ καὶ πολλοὺς εἶναι τοὺς ἀσκεῖν αὐτὴν βουλομένους. ὃ δʼ ἀπορεῖν ἐπῆλθε τοῖς τὴν γνώμην εὐποροῦσι, φράσω καὶ οὐκ ἀποκρύψομαι. ὡς τοὺς μὲν ἑώρων τὰ γραμματεῖα δεχομένους, περὶ δὲ τῶν ἤκουον, Ἀρσένιον δὲ ἀπερριμμένον, ἐζήτουν πρὸς αὑτούς, ὅθεν τοῦτο οὕτω γένοιτο, καὶ τοιαυτὶ διεξῄεσαν· οὐκ εὐγενὴς ἄνθρωπος; οὐ σώφρων ἐν παισίν; οὐ δίκαιος ἐν ἀνδράσιν; οὐ δεινὸς εἰπεῖν; οὐ διὰ δρόμων δικανικῶν ἐγγὺς ἥκει γήρως; οὐ καθαρὸς αἰτιῶν, οἷαι πολλοὺς πολλάκις τῶν ἐν δικαστηρίῳ βεβιωκότων κατέλαβον; εἰκὸς δὲ τὸν ἐνταῦθα κρείττω κακῶν λημμάτων καὶ δικάζοντα τὸ καλὸν πρὸ τοῦ κέρδους τιμήσειν. ἀπὸ τοιούτων τῶν πρὸς ἀλλήλους λόγων ἐπʼ ἐμὲ προῄεσαν, ὡς ἐγὼ μέντοι τούτων αἴτιος ἐπιτάξας ἃ μὴ χρῆν κἀκεῖνος φίλῳ πειθόμενος βέβλαπται. τίνα οἴει με ψυχὴν ἔχειν, ὅταν ταῦτα ἀκούω, ἢ τίνα οἴκοι γενόμενον ἢ ποίας νύκτας διάγειν; καὶ γὰρ εἰ μηδὲν Ἀρσένιος ἐγκαλεῖ, ἀλλὰ πολλοὺς ἔχει τοὺς ὑπὲρ αὐτοῦ τοῦτο ποιοῦντας. ἐμὲ δὲ τὸν φίλοις οὐκ ὀλίγοις δόξαντα βεβοηθηκέναι δοκεῖν φίλον ἀπεστερηκέναι τιμῆς πάντως ἂν γενομένης ποῦ μέτριον ἢ ποῦ φορητόν; βοήθησον δή μοι, πρὸς Διός, κινδυνεύοντι περὶ δόξης καί με ὀνείδους ἀπάλλαξον, ᾧ συζῆν οὐκ ἂν δυναίμην. καὶ εἰ μὲν παρὰ τῶν οὕτως ὑπειληφότων συκοφαντοῦμαι, τὴν συκοφαντίαν στῆσον· εἰ δʼ ὄντως τι καὶ τετόλμηται, δίκην μὲν ἐπίθες ἐμοί, τὸν δὲ δεῖξον τῶν μακαριζομένων.
Πιεντίῳ.
Ἆρα μέμνησαι τῆς ἑσπέρας ἐκείνης καὶ τοῦ δείπνου καὶ ὡς ἡμεῖς μὲν ἐπὶ τὸ σαθρὸν τῆς οἰκίας ἐθέομεν μέρος, σὺ δʼ ἡμᾶς ἐπὶ τὸ καινὸν καὶ φαιδρὸν ἄγων εἱστίας; ἐγὼ μὲν γὰρ οὐ δύναμαι τῆς ψυχῆς οὔτε τὴν τράπεζαν οὔτε τοὺς ἐν αὐτῇ λόγους ἐκβαλεῖν ἀρχὴν ἡμῖν φιλίας γεγενημένους, διʼ ἣν ἥδεσθαί μοι περίεστι νῦν, ὅτι σοι πάλιν ὑπῆρξεν εἶναί τε ἐν βασιλείοις καὶ βασιλεῦσι διακονεῖν, οἳ σώζοιντό τε καὶ τὴν οἰκουμένην σώζοιεν χρηστοί τε ὄντες καὶ κοινοὶ τῶν ἀρχομένων πατέρες καὶ συκοφαντίας ἐχθροί. σὺ δʼ ὅτι μέν με φιλεῖς, οἶδα· προσέστω δὲ τῷ φιλεῖν καὶ τὸ ἐπιστέλλειν, ἵνα σοι δοκῶμεν καὶ ἀπόντες συνεῖναι. τούτῳ γὰρ ἰσχύει τὰ γράμματα. ἃ πολὺ ἂν ἡδίω γίνοιτο, εἰ διὰ Παιανίου πέμποιτο. ὃν ὅτι σοι φίλον ὄντα μετʼ ἀμείνονος ἀποπέμψεις τοῦ σχήματος, δῆλον ἐμοί τε καὶ αὐτῷ καὶ πᾶσι τοῖς τὰ ἡμέτερα ἐπισταμένοις.
Ἰοβίνῳ.
Ἤρκεσέ μοι τὸ λαβεῖν σε παρʼ ἐμοῦ γράμματα· σὰ δὲ ἡδέως μὲν ἂν ἔλαβον, οὐ λαβὼν δὲ οὐκ ἀγανακτῶ· πολλὰ γὰρ τά γε ὑμέτερα πράγματα καὶ σχολῆς οὐ μέτεστιν εἰς ἐπιστολάς. ἀλλὰ τοῦτό γέ σοι ῥᾴδιον, καὶ τὸ κωλύον οὐδέν, δοῦναι σαυτὸν εἰς ταῦτα, ὑπὲρ ὧν ἧκε Παιάνιος. δύνασαι δὲ τὰ μὲν αὐτὸς πρᾶξαι, τὰ δὲ ἑτέρους πεῖσαι. μέμψεται δὲ τὴν σπουδὴν οὐδεὶς τῶν τοῦδε τὸ γένος καὶ τὸν τρόπον καὶ λόγους ἐπισταμένων· τὸ μὲν γὰρ λαμπρόν, ὁ δὲ χρηστός, οἱ δὲ ἰσχυροί.
Καισαρίῳ.
Παιάνιος οὑτοσὶ καὶ ἐμοὶ συμβούλῳ χρησάμενος ἥκει παρʼ ὑμᾶς, ἦν γὰρ αὐτῷ βέλτιον ἐλθεῖν ἢ μένειν. καίτοι πικρὸν μὲν ἡ θάλαττα καὶ τὸ πλεῖν, ἃ δʼ ἐκ τοῦ μὴ πλεῖν ἐγένετʼ ἄν, μᾶλλον ἄν μοι λυπῆσαι τοῦτον δοκεῖ. σοὶ δὴ μελέτω τοῦ τὸν ἄνδρα εὖ πράξαντα ἀπελθεῖν· ὧν γὰρ ἂν οὗτος ἀπολαύσῃ κοινωνὸς εὐθὺς ἐγώ. ὡς οὖν ἐν τοῖς πρὸς τοῦτον εὖ ποιήσων ἐμὲ μηδὲν προθυμίας ἐλλίπῃς.
Νικεντίῳ.
Ἀνδρὸς ἡμῖν δεῖ τοῦ Παιανίῳ συγκαταπράξοντος ὑπὲρ ὧν ἐσπούδακε. σὲ δὴ τοῦτον ἐκεῖνον ἡγούμενος ἔδωκα τὴν ἐπιστολὴν παραινέσας αὐτῷ μηδενὸς μὲν δοκεῖν ἀμελεῖν, σοὶ δʼ ὡς ἀληθῶς πιστεύειν. τῶν μὲν γὰρ ἄλλων οἱ μὲν οὐδʼ ἂν προέλοιντο βοηθεῖν, οἱ δʼ ἴσως οὐκ ἂν δύναιντο, τῶν δὲ τὰ μὲν προοίμια σφοδρά, τὰ δὲ ἑξῆς οὐ τοιαῦτα· παρὰ δὲ σοὶ καὶ τὸ ἐθέλειν καὶ δύναμις, καὶ τὰ δεύτερα ἀεὶ τῶν προτέρων ἀμείνω. ταῦθʼ ἡμᾶς πέπεικεν ἐν σοὶ τὰς ἐλπίδας περὶ τοῦ παντὸς ἔχειν. βεβαίου τοίνυν ἡμῖν τὰς προσδοκίας παύων μὲν ἅπαν δύσκολον, προξενῶν δέ τι καλόν· ὡς οὐκ εἰς ἀχάριστον, ἀλλʼ εἰς ἄνδρα σπουδαῖον ἐπιδείξῃ τὴν ἀρετὴν λόγων τε ἐπιστήμονα καὶ πρὸς ταραχὰς ἀνδρεῖον δόξης τε ἐραστὴν καὶ δοῦναι μᾶλλον ἢ λαβεῖν εἰδότα. νῦν μὲν οὖν με μείζω λέγειν οἰήσῃ, τῇ πείρᾳ δὲ τὸν ἑταῖρον μανθάνων πολλὰ φήσεις σεσιγῆσθαι τῶν ὄντων.
Ἀταρβίῳ.
Ἔδει καὶ τὴν Εὐρώπην ἀπολαῦσαι τῶν σῶν τρόπων, καί σε ἔδωκεν ἀδελφὸς ἀδελφῷ, ποταμὸς ποταμῷ, Εὐφράτης Πηνειῷ. Γαλάταις δὲ ἀμφοτέρωθεν ἡ δόξα, Σύρων μὲν ἃ εὖ πεπόνθασιν ᾀδόντων, Μακεδόνων δὲ ἃ εὖ πάσχουσιν. ἔστι δὲ εὖ πάσχειν ἀξία γῆ τὸν μέγαν ἐνεγκοῦσα Ἀλέξανδρον κρείττω μὲν τοῦ πατρός, εἰ δὴ οὗτος Φιλίππου, οὐκ ἀνάξιον δὲ τοῦ πατρός, εἰ δὴ οὗτός γε τοῦ Διός. ἡμῖν μὲν οὖν ἀκούειν, Παιανίῳ δὲ καὶ ὁρᾶν ὑπάρξει τὰ σά. σοὶ δὲ Σύρων ἐπιμελητέον πανταχοῦ, παρʼ οἷς πρώτοις ἐπεδείξω τὴν περὶ τὸ ἄρχειν ἀρετήν. εἰ δὲ πρὸς πάντας οὕτως ἑκτέον, περί γε τοὺς ἀρίστους πολὺ μᾶλλον σπουδαστέον. Παιάνιος δὲ οὐ πολλοὺς αὑτῷ παραπλησίους ἐνθάδε καταλέλοιπεν. ὃν ὅτι μὲν μεγάλα τὰ κινήσαντα, μάθοις ἂν καὶ παρʼ αὐτοῦ τοῦ πεπλευκέναι· ὡς μικρῶν γε ὄντων οὐκ ἔσθʼ ὅπως ἂν ἠνέσχετο κυμάτων. λυπηρῶν δὲ ὄντων τῶν κυμάτων οὐ πολὺ κουφότερον ἤπειρος, ὅταν τις ἐν πολλαῖς ἡμέραις μικρὸν ἀνύσῃ μέτρον. πέρασον οὖν ἡμῖν τὸν ἑταῖρον οὐ τὸν Δαιδάλου τρόπον, ἀλλʼ οἶσθα ὃ βούλομαι. ἐν μὲν γὰρ τῷ ταχέως ἐλθεῖν οἷ σπεύδει καὶ τὸ τυχεῖν τινός ἐστιν· εἰ δʼ εἰς τοῦτο συλλάβοις, λήψῃ καὶ τῶν ἐντεῦθεν ἐκβαινόντων τὴν δόξαν.
Καστρικίῳ.
Καιρὸς ἥκει σοι καὶ τιμῶν καὶ λόγων, τοὺς μὲν δεικνύειν, τῶν δὲ τυγχάνειν. τοιοῦτος γὰρ ὁ γενναῖος Μάξιμος, οἷος τρέχειν τε ἐπʼ ἀκρόασιν λόγων καὶ κοσμεῖν ἀγαθοὺς ῥήτορας. ἔδειξε δὲ ἀμφότερα ταῦτα ἐν τῇ διʼ αὐτὸν μεγάλῃ τε καὶ καλῇ τοῦ Μίδου πόλει, δικαίως δʼ ἂν κληθείσῃ καὶ Μαξίμου. πρὸς γὰρ ταῖς οἰκοδομίαις καὶ κρήναις καὶ νύμφαις καὶ περὶ τὴν σοφίαν ηὔξησεν αὐτὴν διδασκάλων τε προσθήκαις καὶ τοῖς τούτων πρὸς ἀλλήλους ἀγῶσι καὶ τῷ τοὺς μὲν νικῶντας τιμᾶν, τοὺς δʼ ἡττηθέντας παρακαλεῖν. χρῆσαι οὖν τῇ γλώττῃ πρὸς ὦτα ἐπιστάμενα κρίνειν, καὶ εἴ τις ὄκνος κατέχει, τοῦτον ἐκδὺς μὴ κρύπτε τὴν δύναμιν· ὑπισχνοῦμαι δέ σοι καὶ τῶν νῦν ταραττόντων εἰρήνην· τοιοῦτόν σοι σύμμαχον ὁ Σάραπις ἤγαγεν.
Βιταλίῳ.
Οὐχ ὅτι ἄρχεις, θαυμάζω, ἀλλʼ ὅσον οὐκ ἄρχεις χρόνον· τὸ μὲν γάρ ἐστι πράττειν σε τὰ σά, τὸ δʼ ἀργεῖν σε κατὰ τῶν ἐθνῶν. νῦν οὖν γνόντες ἐπὶ σοὶ γεγονέναι τὴν Ἰωνίαν συνήσθημεν τοῖς πατράσιν· ἐσμὲν γὰρ Ἰώνων γένος. ἐκείνους μὲν οὖν τῷ νόμῳ τῆς ἀρχῆς εὖ ποιεῖς, ἔχοις δʼ ἄν τι καὶ τοὺς ἐξ ἐκείνων ἡμᾶς εὖ ποιεῖν. ἥδιστον μὲν γὰρ θεαμάτων ἡ διὰ τῶν θηρίων λειτουργία· θηρία δʼ ἂν ἡμῖν ἐκεῖθεν οἰόμεθα πλείστου ἄξια γενέσθαι. οἱ μὲν οὖν κομιοῦντες ἥκουσι· τοῦ δὲ μηδὲν αὐτοῖς ἐναντίωμα ἀπαντῆσαι σὺ κύριος. ποίει τοίνυν αὐτοῖς, ὦ θαυμάσιε, πάντα εὔπορα καὶ λεῖα καὶ ἀνεῳγμένα, καὶ ὄρη καὶ πεδία καὶ λιμένας.
Κλεάρχῳ.
Ἔγνωμεν ὅτι λαμπρὸς ἐπὶ λαμπροῖς ἀπὸ τῆς Εὐρώπης πάλιν ἐπὶ τὴν Ἀσίαν ἔπλευσας εὐδοκιμήσας οἷς τε ἐποίησας οἷς τε συνεβούλευσας. ἔδει δέ, οἶμαι, τὰ σώζοντα τὰς ὑπὸ σοὶ πόλεις κοινοὺς ἀποδειχθῆναι νόμους, ὥστε καὶ τοὺς ὑπʼ ἄλλων ἀρχομένους σώζεσθαι διὰ σέ. τουτὶ μὲν οὖν προϊὼν ὁ χρόνος ποιήσει νικήσας τὸν φθόνον· νῦν δʼ ἡμῖν τὸν ἀπὸ τῶν θηρίων τέρποντα τὴν Συρίαν ὅ τι ἔχεις ὠφέλει. πολλοῖς δʼ ἂν δύναιο· καὶ πρῶτόν γε τοῦτον τὸν ἄνθρωπον, ὃς ἄρκτους ἥκει ληψόμενος, σαυτοῦ τε νόμισον καὶ ὑπὲρ σοῦ πεποιῆσθαι τὸν πλοῦν. καὶ πᾶσιν ἔστω δῆλον ὅτι σοι τῶν τῇδε περὶ ταῦτα δρωμένων οὐχ ἧττον ἢ τῶν ἐκεῖ πραττομένων μέλει.
Καλλιστίωνι.
Μετὰ τοῦ Ἰδομενέως παρακαλοῦμεν καὶ τὸν Μηριόνην, μετὰ τοῦ γενναίου Σαλουτίου Καλλιστίωνα τὸν καλόν, κοινωνὸν ὄντα τῶν ἐπαίνων, ὅσοι γίνονται παρὰ τῶν ἀνθρώπων ἐκείνῳ. γεγόνασι δὲ πολλοὶ μὲν ἀεί, πλεῖστοι δὲ νῦν διὰ τὴν ἐπικουρίαν, ἣν τοῖς λόγοις βεβοηθήκατε, ὁ μὲν πράττων, σὺ δʼ εἰσηγούμενος. ἐγὼ δὲ ἥσθην μὲν ταῖς δεδομέναις ἀρχαῖς, ἤλγησα δὲ οὐ μικρῶς· τὸν γὰρ φίλτατον ἡμῖν Ἀρσένιον δικαίως ἂν δικάζοντα καὶ αὐτὸν ἐν τοῖς δίκας λέγουσι τετηρήκατε. καίτοι τῶν μὲν ἡλικιώτης, τῶν δὲ οὐ πολὺ νεώτερος, τῶν δὲ καὶ πολὺ πρεσβύτερος, λόγοι τε ἰσχυροὶ καὶ γνήσιοι καὶ γνώμη βελτίων τῶν λόγων. ὃ δὲ ἐγκέκληται, πρῶτον μέν, ὦ ʼγαθέ, μικρὸν εἶναι δοξάτω, καὶ γάρ ἐστι τοιοῦτον· ἔπειτʼ ἐμὸν κεκρίσθω τοῦ καταναγκάσαντος, καὶ ὁ μὲν μὴ κεκωλύσθω τιμᾶσθαι, περὶ δὲ ἐμοῦ βουλεύεσθε. τίμημα δέ, ὅτῳ ἄν με κολάζητε, οἴσω. πάντως, οἷον ἂν ᾖ, τοῦτό γε ἔσται κουφότερον τοῦ φίλον δοκεῖν ἀνατετραφέναι. ἀλλά, πρὸς Ἀπόλλωνος καὶ Μουσῶν, παρʼ ὧν σοι τὰ ἔπη, τὸν μὲν ἔντιμον κατάστησον, τοῦ δὲ ἔξελε τὴν ὀργήν. ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
Ζηνοδώρῳ.
Σὺ μὲν ἡμᾶς τετίμηκας τοῖς ἀπὸ τῶν ὅρων γράμμασιν, ἡμεῖς δέ σοι συνευχόμεθα, ἅπερ εἰκὸς τοὺς φίλους, εὐμενῶν σε τυχεῖν τῶν Κιλικίαν ἐχόντων θεῶν, τὸ σῶμα δέ σοι κρεῖττον φανῆναι τῶν πόνων, γῆν δὲ πάντα πλεῖστα ἐνεγκεῖν, ἀέρων δὲ κεκραμένων τὰς πόλεις ἀπολαῦσαι, γενέσθαι δὲ τὸν τῆς σῆς ἀρχῆς χρόνον τὴν ἐπὶ Κρόνου, φασίν, εὐδαιμονίαν. περὶ δʼ αὖ τῆς γνώμης οὐδὲν εὐχῆς δεῖν ἡγοῦμαι τὸ καλόν τε ἀεὶ τετιμηκυίας καὶ γεμούσης νόμων· ὑφʼ ὧν ἀμφοτέρων ἀνάγκη τὸ δίκαιον νικᾶν. σοὶ δʼ αὖ καὶ τρίτον ὑπάρχει, πάρεδρος ἐπιστήμων, ἀγαθὸς γέρων, οὐδὲν οὐδαμοῦ πρὸ τοῦ ἐπαινεῖσθαι θαυμάσας.
Ἰοβίνῳ.
Πολλά με τὰ πείθοντά ἐστι τὸν γενναῖον αἰδεῖσθαι Πετρώνιον· καὶ γὰρ συμφοιτητὴς καὶ ἦρξε σὺν ἀρετῇ καὶ νῦν ἐστιν ἐν βιβλίοις καὶ λόγοις, ὥστε τῶν εἰς σοφίαν φερόντων τὰ μὲν ἐρωτῶν, τὰ δʼ ἀποκρινόμενος διατελεῖ καὶ τὸν ὕπνον ἀφαιρεῖ τῶν διδασκάλων· τὸ γὰρ ἐλπίζειν ὡς αὐτίκα φανεῖται Πετρώνιος οὐκ ἐᾷ καθεύδειν. οὗτος ἐβοήθησε μὲν ἐν τάξει ῥήτορος μυρίοις ἀδικουμένοις, ἐβοήθησε δὲ ἀπὸ ψήφου πλείοσι. καὶ ταῦτα οἶδεν Εὐφράτης ὁ ποταμός, εἶπεν ἄν τις ποιητικός. εἰ δὲ μὴ δαίμων τις ἄγριος ἀντέκρουσεν, ἦν ἂν νῦν ἐγγὺς τοῦ τὰ μέγιστα διοικεῖν. ἀλλὰ τὴν μὲν ἐκεῖθεν ἐπήρειαν τῷ πεπαιδεῦσθαι ῥᾳδίως φέρει· δίκης δὲ αὐτῷ γενομένης, ἐν ᾗ πόλεμός τις ἐξεφάνη νόμων, εἶδε μὲν ὁ κράτιστος Σεκοῦνδος, ὡς οἶμαι, τὰ τοῦδε τοὺς ἑτέρους τρέποντα, νομίσας δὲ μακρῷ βέλτιον βασιλέως γνώμῃ τὸν ἀγῶνα λυθῆναι τῶν νόμων γράψας ἐρωτᾷ τὸν τότε κρατοῦντα, τί χρὴ δρᾶν. ὁ δὲ μέλλων ἀποκρίνεσθαι ᾤχετο. μετὰ ταῦτα ἀσχολία τοῖν βασιλέοιν καὶ πλῆθος πραγμάτων, τὰ τούτου δὲ οὐδαμοῦ. ἵνʼ οὖν μὴ προϊὼν ὁ χρόνος παρασύρῃ τὴν ἐρώτησιν, σόν, ὦ ʼγαθέ, γενέσθω ζητῆσαί τε τὰ γράμματα καὶ τἀπὶ τούτοις πρᾶξαι. τὸ πλεῖστον δʼ ἐστὶ τῶν περὶ ταῦτα ἐν σοί. πρέποι δʼ ἂν σοὶ τῶν ῥητόρων ἐπιμελεῖσθαι πλεῖστα δὴ λόγων ἀπολελαυκότι, ἐπεὶ καὶ τὸ παρὸν σχῆμα καὶ ἡ νῦν ὑπάρχουσα δύναμις ἴσως μὲν καὶ διʼ ἄλλο τι, πλέον δὲ παρὰ τούτους ὑπῆρξεν.
Οὐλπιανῷ.
Ἰού, ἰοὺ τῆς πλεονεξίας. καὶ τὸν τῶν λόγων κλῆρον ἁρπάσας ἔχεις ὁ αὐτὸς ἄρχων τʼ ἀγαθὸς κρατερός τε σοφιστής. τὸν δέ γε ἄλλον χρόνον ὑμεῖς μὲν ἐπράττετε, ἡμεῖς δὲ ἐπῃνοῦμεν· ἀλλὰ νῦν ἑνὸς ἄμφω. τί γὰρ ἂν τοσοῦτον ἡμεῖς περὶ τῶν σῶν εἴποιμεν ἔργων, ὅσον σὺ περὶ τῆς μικρᾶς ἐκείνης ἐπιστολῆς; ἐνθυμοῦμαι δή, τί ποτε ἄρα δράσεις Φοινίκης λαβόμενος, ὁπότε νῦν δικάζων μὲν τοῖς οἰκείοις, πολεμῶν δὲ τοῖς βαρβάροις τό γε ἐργάζεσθαι δύνασθαι λόγους οὐκ ἀφῃρέθης. οὐ μὴν δέδοικά γε τὸ μέλλον, ἀλλʼ ἀσπάσομαι τὴν ἧτταν ὡς νίκην. ὅταν γὰρ ὅ τε κρατῶν ὅ τε νικώμενος ὦσιν ἐπιτήδειοι, μετέχει πως ὁ νενικημένος τῆς νίκης. κοινὰ γάρ, φασί, τὰ φίλων.
Διονυσίῳ.
Ἐπαινῶ σου καὶ τὴν τύχην καὶ τὴν γνώμην καὶ τὴν ἐπιστολήν· τὴν μέν, ὅτι διήλλακται, τὴν δέ, ὅτι χάριν οἶδεν εἰδέναι, τὴν δʼ ἔχουσάν τι γλώττης Ἑλλάδος. οὐ μὴν ἐπιστολαῖς γε τοὺς ἐπαίνους τοῦ σεσωκότος μετρητέον, ἀλλὰ δεῖ τινα καὶ λόγον ὑπὲρ μεγάλων γενέσθαι μὴ μικρόν, ὅπως μὴ ἐλεούμενος εὖ πάσχῃς μόνον, ἀλλὰ καὶ θαυμαζόμενος.
Παλλαδίῳ.
Τῇ παρὰ τῆς Ἀθηνᾶς ῥοπῇ τε καὶ συμμαχίᾳ τὰ μὲν τῆς Στυγὸς χαλεπὰ ῥέεθρα διέφυγεν Ἡρακλῆς, ὁ δὲ Διομήδης ὕστερον ἐπερρώσθη τε καὶ ἦν λαμπρός. δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ. σὺ δʼ ἡμῖν ἄμφω περὶ τὸν Διονύσιον ἐπεδείξω καὶ παύσας τὸν κίνδυνον σκοπεῖς, ὅπως ἔκδηλος μετὰ πᾶσιν Ἀργείοισι γένοιτο καὶ δόξαν ἐνέγκαιτο. καὶ μεγάλα διδοὺς μικρὰ ἐπιστέλλεις. ἀλλʼ ἐκεῖνος ἱκανῶς ἐδίδαξεν ὧν τε ἀπήλλακται νεφῶν ἐν οἷς τέ ἐστιν ἀγαθοῖς. ἔσται δέ ποτε τοῦτο τὸ ἔργον πρόλογος, ἐπειδὰν τὸν τῆς Συρίας παραλάβῃς θρόνον. τοῦτο δὲ οὐκ εἰς μακρὰν τῶν θεῶν τὰ δίκαια ποιούντων. καὶ νῦν δὲ οὐδεὶς ἀνήκοος τῶν ἡμῖν ὁμιλούντων τῆς προθυμίας, οὐδʼ ἁπλῶς διηγούμεθα, τίνα καὶ τίνων ἔλυσας καὶ τίνων ἠξίωσας, ἀλλʼ ἐφʼ ἑκάστῳ τὸ τῆς εὐχῆς αὐτόν τε σῶν εἶναι καὶ παῖδα καὶ οἶκον καὶ τὴν τύχην εὐμενῆ καὶ τὴν δόξαν ἀκίνητον.
Ἀρίστωνι.
Πάντα ᾔδειν τὰ ὑμέτερα καὶ μὴ γραφόντων· αὐτός τε γὰρ ἐπυνθανόμην τούς τε μηνύοντας εἶχον. καὶ πάντα ἦν καλὰ καὶ ἡδονῆς ἄξια. καὶ γὰρ δὴ καὶ περὶ τῆς γεωργίας, ἧς πᾶσαν τὴν πέριξ γῆν ἐλάττω κρίνω, καὶ περὶ ταύτης ἦν ἀκούειν, οἷα ἤθελον, ὡς σύ τε ὁ γεωργὸς οὐκ ἀμελήσαις ἥ τε ἄρουρα δέξαιτο εὖ καὶ καλῶς τὸ σπέρμα. τούτοις ὑπερφυῶς χαίρων ἔμελλον οἶνον μεταπέμψεσθαι παρʼ ὑμῶν. τὸ γὰρ αὖ περὶ τὸν πόδα συμβὰν οὐκ ἠνείχετο ἑτέρου· φέρεσθαι γὰρ βούλεται μᾶλλον ἢ φέρειν ἄχθος. ὢν τοίνυν ἐγγὺς τοῦ γράφειν ἔλαβον ὑμῶν τὰ περὶ τῶν ξενίων γράμματα, καὶ τὸ ἔχειν ὃ ἐζήτουν χρηστοῦ τινος οἰωνὸς ἐκέκριτο.
Στρατηγίῳ καὶ Ἀλβανίῳ.
Ἥσθην τῷ δώρῳ καὶ ᾤμην ἐν ἐκείνοις εἶναι τοῖς χρόνοις, ὅθʼ ὑμᾶς ὁ πατὴρ ἧκεν ἄγων, τὸν μὲν ὡς λόγους ληψόμενον, τὸν δὲ ὡς ταῦτα ὀψόμενον, ὑμεῖς δὲ ἄρα ἦτε ἄμφω λόγους ἀγαθοὶ λαμβάνειν. καὶ εἰ δὴ ἔστι γῆρας ἐκδῦναι, τοῦτʼ ἂν εἴη τὸ ἐν γήρᾳ παραπλήσιόν τι τῷ ἐπὶ τῆς νεότητος ἔχειν. ἐμοῦ δὲ τῆς μὲν ψυχῆς οὐδεπώποτε τῶν ὑμετέρων ὁ τύπος ἐξερρύη προσώπων οὔθʼ ὑμῶν οὔτε τοῦ πατρός· ἐλθὼν δὲ Εὐσέβιος πάντα ἀκριβέστερον ἐπέδειξε φέρων ἑκάστου μέρος ἐν ἑαυτῷ. ἐβόα δὲ καὶ τοῦ χοροῦ τὸ πλέον, ὅτων ὁ νέος εἴη, μανθάνων καὶ οὐδὲν δεόμενοι ἐρωτᾶν, τίς πόθεν; καὶ πόθι τοι πόλις ἠδὲ τοκῆες; ὥσθʼ ἡμῖν ἑορτὴν ἐποίει τὴν ἡμέραν ἐκείνην σύμβολόν τε ἀγαθοῦ τινος ἐφαίνετο μεγάλου πάλιν ἐκ τῆς ὑμετέρας οἰκίας ἐν ἡμετέροις σίμβλοις βοσκομένη μέλιττα. ἣν ὅτι πάσης ἀξιώσει προνοίας ὁ μελιττουργός, ὑμεῖς ἂν εἴποιτε πρὸς ἀλλήλους, οἳ παρὰ τὴν ἡμετέραν ἴσως εὔνοιαν τηλικοῦτοι γεγένησθε καὶ εἴη γε διὰ τέλους εἶναι μεγάλους.
Ὀλυμπίῳ.
Πρότερόν τε ἐπιστέλλων οὐκ ἂν θρασύνεσθαι ἐδόκεις, ἀλλʼ εἰκὸς πρᾶγμα ποιεῖν φίλῳ τε ἐπιστέλλων καὶ παρόντος τοῦ δύνασθαι, νῦν τε χαίρομεν νέον τε δεξάμενοι γενναῖον καὶ ἐπιστολὴν θείου χρηστοῦ. ἐγὼ δὲ ῥᾴθυμος μὲν εἰς οὐδένα τῶν ἐμοὶ προσιόντων οἶδα φανείς, ἀλλʼ αὐτὴν αἰτίαν εὑρήσει· τὸ δὲ τῶν Γαλατῶν οὕτω παρʼ ἐμοὶ τίμιον ὥστʼ εἰ πρὸς τῷ τἀμὰ περὶ αὐτοὺς πονεῖν καὶ τὰ ʼκείνων ὑπὲρ αὑτῶν ὑπῆρχεν ἐμοὶ πονεῖν, οὐδʼ ἂν τοῦτον ἔφυγον τὸν ἱδρῶτα. κοινῆς δὲ ταύτης οὔσης πρὸς τὸ πᾶν ἔθνος τῆς γνώμης τῶν μὲν ἄλλων Ἄγκυρα προτετίμηται, τῶν δʼ ἐν Ἀγκύρᾳ τὸ ὑμέτερον γένος· καὶ γὰρ ὑμεῖς τοῖς εἰς ἡμᾶς τὰ τῶν ἄλλων νενικήκατε. μὴ τοίνυν με παρακάλει φροντίζειν τῶν Εὐσεβίου πραγμάτων.
Ἀνδροκλεῖ.
Παῖδά μοι ἔπεμψας ἐμὸν ἐξ ἐκείνης τε τῆς οἰκίας ὄντα καὶ ἐκείνου τοῦ λήματος, ὅν, ὅτε διὰ τῆς ὑμετέρας ἠρχόμην, ἤνεγκα πολλάκις ταῖς ἐμαυτοῦ χερσίν, αὐτόν τε καὶ τὸν ἀδελφόν. εἰ μὲν οὖν ἐν τῷ πλειόνων ἀνθρώπων γνῶναι νοῦν ἔνι τι κέρδος, καλῶς ἐποίησεν Εὐσέβιος οἴκοθεν κινηθείς· εἰ δʼ οἰόμενος, ὃ σὺ φῄς, Φειδίαν εὑρήσειν, ἐξηπάτηται ὑπὸ τοῦ διδασκάλου· φημὶ γὰρ αὐτὸν ὧν οὐκ ἂν ἔσχε χείρω, ταῦτα κτήσεσθαι νῦν. ἐγὼ γὰρ ἐπίστευον μὲν καὶ τοῖς ἀπαγγέλλουσιν ὡς εἴης λόγων ἀγαθὸς τεχνίτης, καὶ τόν γε Μάξιμον ἡγούμην ὑπό τινος εἱλκύσθαι καλοῦ· λαβὼν δέ σου τὴν ἐπιστολὴν ἔγνων ἄμεινον ὅτι κἀκεῖνοι τὰ ὄντα ἐμήνυον, καὶ αὐτὸς εἰκότως ἐπειθόμην. μικροῦ γὰρ εἶδον τὸ πᾶν καὶ τῶν σῶν οὐδέν με διαφεύγει. ἀλλʼ εἴποιμʼ ἂν καὶ πρὸς ἄλλον, τίς ἐν ἑκάστῳ σὺ κινῶν μὲν τὴν διάνοιαν εἰς εὕρεσιν, κινῶν δὲ τὴν γλῶτταν εἰς λέξιν.
Κυρίνῳ.
Πολλοὺς ἡμῖν λόγους συμμαχίας ἀπεστέρησας, ὦ τὰς ἐν Κιλικίᾳ γεωργίας τῆς πρὸς τοὺς φίλους συνουσίας περὶ πλείονος ποιούμενε. νῦν δὲ ἥξειν φῂς ἐμὴν χάριν ὡς ἐμοῦ σοὶ τῆς ὁδοῦ τὴν χάριν εἰσομένου μᾶλλον ἢ τῷ Διῒ τῷ κινοῦντι καὶ ἄγοντι· τῶν γὰρ αὑτοῦ φροντίζειν αὐτὸν εἰκός. ἐθαύμασα δέ, ὅπως με ἤλπισας λόγον εἰς Ὀλύμπια τὰ παρʼ ἡμῖν ποιήσειν ἕτερον ἐπὶ τῷ προτέρῳ, καὶ ταῦτα οἰόμενος ἐκεῖνον οὐ κακῶς εἰργάσθαι, πλὴν εἴ σε ὁ Ἀριστείδης εἰς τοῦτο ἐλπίδος ἤγαγε καὶ πρὸς ἐκείνῳ γε ὁ σὸς διδάσκαλος, ὁ μὲν Ὀλύμπια πολλάκις, ὁ δὲ δὶς κεκοσμηκὼς Πύθια. ἀλλʼ, ὦ ʼγαθέ, μὴ ἀγνόει τὸ μέσον, ὅσον ἐστὶ Τεύκρῳ πρὸς Ἴδαν καὶ Ἡρακλέα. εὔξασθαι μὲν γὰρ τἀκείνων δυνηθῆναι ῥᾴδιον, δυνηθῆναι δὲ ἀμήχανον. σὺ δʼ ἡμῖν, ὁπότερον ἂν ποιῶμεν, ἥδου· καὶ τοῦτο γάρ ἐστιν ἀτεχνῶς ἡμᾶς ἑορτὴν ἄγειν.
Πρισκιανῷ.
Σόλωνα τοῦτον ἐπέδειξά σοι καὶ ἐξιέναι μέλλοντι καὶ ἐξιόντι ἤδη, καὶ ἐδεήθην εὖ ποιεῖν αὐτοῦ τὸν πατέρα, ὃν εὐδαίμονά τʼ ἐποίει πρεσβυτέρου παιδὸς ἀρετὴ καὶ μετὰ ταῦτα ἄθλιον τελευτή. Σόλων δὲ οὗτος ἐγένετο μὲν ἂν οὐ χείρων ἴσως ἐκείνου τοῖς αὐτοῖς πόνοις χρησάμενος, ἡ δʼ ἀπὸ τοῦ προτέρου πληγὴ φοβήσασα τοὺς γονεῖς τόνδε ἠνάγκασε καλεῖν συμφέροντα μὲν οὐ δρῶντας, οὐ μὴν ἔξω συγγνώμης. γένοιτο δʼ ἂν αὐτοῖς ἱκανὴ παραμυθία τὰ ἀπὸ τῆς σῆς εὐνοίας φάρμακα.
Ζηνοδώρῳ.
Τὼ νεανίσκω τώδε βραδέως μὲν ἡψάσθην λόγων καὶ ἐν χερσὶν ἰατρῶν ἤδη ἡμμένω λόγων τὸν πλείω χρόνον ἀνηλωσάτην. καὶ οὔπω μὲν ἐστὸν ἐν ἱκανῇ δυνάμει λόγων, ὥστʼ ἄριστα ποιεῖν ἐφʼ ὅπερ ἂν ἠλθέτην· ἡ πενία δὲ πολλὰ ἂν ποιεῖν ἀναγκάσειεν ἀνθρώπους. λῦσαι δὲ ταύτην σὺ κύριος, εἰ γένοιτο πᾶσι δῆλον ὅτι τούτοις αὐτὴν λελυμένην οὐκ ἂν ἀηδῶς ἴδοις.
Ἀνδρονίκῳ.
Ἀληθῆ πάντα ὅσα ἐπῄνεις τὸν χρηστὸν Ἀκυλιανόν, πλὴν ὅσον ἡ πεῖρα τὴν ἐπιστολὴν παρῆλθεν. ἐμὲ δὲ τὰ μὲν ἔγνω, τὰ δὲ οὔ. τὸ γὰρ διὰ πένθους ἡμῖν χωρῆσαι τὸν ἐνιαυτὸν διεκώλυεν. αὐτὸς δὲ ἐρεῖ σοι, ποῦ μὲν ἔγνω με, ποῦ δὲ οὐκ ἐδυνήθη. καὶ δὴ συγγνώμη παρʼ ἀμφοτέρων ἔστω, σοῦ τε τοῦ γράψαντος καὶ τοῦ δυσχερέστερον εὑρόντος ἐμέ.
Γαϊανῷ.
Τὴν ἀπολογίαν ἤλπισε μὲν Ἀκυλιανὸς κομιεῖν, ἔχεις δὲ πρὶν ἢ τοῦτον ἥκειν· οὐ γὰρ ἦν μοι κοῦφον οὕτω πολὺν χρόνον ἐν αἰτίαις εἶναι. τοῦ δὲ αὐτὴν ἰσχυρῶς ἔχειν σημεῖον ἡ σὴ σιγή. εἰ γὰρ ἦν ἀσθενής, εὐθὺς ἂν ἐνέκεισο καὶ τὰ τῶν χειμάρρων ἐποίεις· νῦν δʼ οὐκ ἦν μάχεσθαι. ἐγὼ δέ σε ἠξίουν μὴ σιγῇ τὴν ἀπολογίαν ἐπαινεῖν, ἀλλὰ λόγῳ, καὶ ταῦτα ἐπιστάμενον οὐ κατηγορεῖν μᾶλλον ἢ ἐγκωμιάζειν. ἦν δʼ ἂν ὁ ἔπαινος εἰπεῖν σε· ἥμαρτον, οὐδʼ αὐτὸς ἀναίνομαι, μάτην ἐγκέκληκα. ἐπεὶ δὲ πρὸς ἐμὲ τοῦτο οὐ πεποίηκας, Ἀκυλιανὸς γοῦν τοιοῦτον ἀκουσάτω λόγον· ὃν ἐθαύμασε μὲν ἡ πόλις κοινῇ, πάντων δὲ μάλιστα ἐγώ, πάντων μὲν εἵνεκα, μάλιστα δὲ χρηστότητος, ὑφʼ ἧς καὶ τοὺς σοὺς γενναίους λόγους ἡδέως ἐδέχετο καὶ πολλοὺς ὄντας οὐκ ἔφευγε. ἢν οὖν καὶ παρʼ ὑμῖν ὡς δεξιῶς ἐχόντων ὧν ἀκήκοε μνησθῇ, τῶν τούτου τρόπων τοῦτο ἡγεῖσθε, μὴ τῆς τῶν εἰρημένων μορφῆς.
Πρισκιανῷ.
Εἶδον Ἀκυλιανὸν παρὰ σοὶ τιμώμενον καὶ τυγχάνοντα ὧν εἰκὸς τὸν πεπαιδευμένον παρὰ τοῦ πεπαιδευμένου. οἶμαι δὴ καὶ τῇ Παλαιστίνῃ σὲ τὸν ὅμοιον ἔσεσθαι καὶ τοῦτον τεύξεσθαι τῶν ἴσων. οὔκουν σε παρακαλέσω ποιεῖν ἃ ποιήσεις, κἂν μηδεὶς παρακαλῇ. τοσοῦτον δὲ ἐρῶ μόνον, ὡς οἷς ποιήσεις τὸν μὲν ζηλωτὸν ἀποφανεῖς, ἐμοὶ δὲ εὐθυμεῖσθαι δώσεις.
Παλλαδίῳ.
Καὶ ὧν Νουμήνιος ἔτυχεν ἔχω σοι χάριν καὶ ὧν Διονύσιος. καί σε ἐπαινῶ καὶ διδόντα χάριτας καὶ τηροῦντα τοὺς νόμους. τῶν δʼ ἄλλων οἱ μὲν κατὰ τῶν νόμων εἰσὶ χρηστοί, τοὺς δὲ τὸ φροντίζειν ἐκείνων ἀγρίους ποιεῖ καὶ παρὰ τῶν Κυκλώπων μᾶλλον ἢ τούτων ἂν εὕροιό τι· σὺ δʼ οὕτως ἡρμόσω τὴν λύραν ὥσθʼ ὁμοῦ καὶ νόμων ἰσχὺς καὶ φιλανθρωπίας τόπος. μὴ τοίνυν δείσῃς περὶ τοῦ μέλλοντος, ὡς ἑτέραν οἴσει δόξαν ὁ χρόνος. οὔτε γάρ σε τῶν τρόπων ἀποστήσει τήν τε φήμην αἱ πράξεις ποιήσουσιν. ἐγὼ δέ σε παύσασθαι τῆς ἀρχῆς τότε εὔξομαι, ὅταν ᾖ μοι δῆλον ὡς εἰς ἄλλην εὐθὺς ἐμβήσῃ· τούτου δὲ μὴ φαινομένου μηδὲ ἐκεῖνο ζητεῖν. τὸ γὰρ αἰτεῖν παρὰ τῶν θεῶν μὴ ἄρχειν τὸν ἐπιστάμενον ἄρχειν ἐχθροῦ τινός ἐστιν, ἐχθροῦ δὲ βουλομένου λανθάνειν. ὥστε παρʼ ὧν φῂς ἥξειν σοι τὴν ἀπαλλαγὴν ὄντων φίλων, εἰ μὲν ἐκείνην πέμψουσι, φίλων ἔργον ποιήσουσιν· εἰ δέ σε ἀφήσουσι γεωργεῖν, ὅρα εἰ φίλους τοὺς τοιούσδε κλητέον.
Πρισκιανῷ.
Εἰσελθὼν οἴκαδε ὡς ἐμὲ Πολύβιος γράψον ἔφη πρὸς τὸν πατέρα καὶ προσέθηκεν εἰ βούλει. τὸ δὲ τῆς προσθήκης τοῦτο ψυχῆς ἐστιν ἐγρηγορυίας καὶ ἤδη δηλούσης, οἵας ἐν δικαστηρίῳ πλέξει μηχανάς. ἐγὼ δὲ ἥσθην τε καὶ ἐγέλασα καὶ βούλομαι ἔφην. καὶ ἐπιστέλλω ταῦτα δὴ τὰ μικρὰ σέ τε τούτοις εὐχόμενος ὀφθῆναι τούτους τε σοὶ καὶ πάντα δὴ τὸν τῆς ἀρχῆς χρόνον εὐφραίνειν ὑμᾶς ἀλλήλους. ἡδὺ μὲν γὰρ πατὴρ παισὶ μετὰ πόνους καλοὺς εἰσιών, ἡδὺ δὲ πατρὶ μετὰ πόνους ἔνδον παῖδας ἰδεῖν, καὶ τῶν πιεζόντων οὐδὲν ἔτι βαρύ· τοσαύτην ἰσχὺν ἔχει τοῦτο τὸ φάρμακον· οὗ καὶ ἄρχων καὶ παυσάμενος ἀπολαύοις. ταυτὶ μὲν τὰ τῆς εὐχῆς, ἔχω δέ τι καὶ μαντεύσασθαι παρὰ Μουσῶν· πολλὴν σὺ γῆν ἐπιὼν πολλάκις ὥσπερ νῦν τοὺς σεαυτοῦ καλέσεις.
Τῷ αὐτῷ.
Θόρυβός τις ἐν τοῖς παρʼ ἡμῖν ἐγένετο Ἰουδαίοις ὡς ἥξοντος ἐπὶ τὴν ἀρχὴν πονηροῦ τινος γέροντος, ὃν ἔχοντα αὐτὴν πρότερον ἐξέβαλον τυραννίδα ποιήσαντα τὴν ἀρχήν. καὶ οἴονται τοῦτο ἐπιτάξειν τὸν τῶν ἀρχόντων τῶν παρʼ αὐτοῖς ἄρχοντα σοῦ τοῦτο ἐθέλοντος. δέξασθαι γάρ σε τοῦ γέροντος ἱκετείας ἀγνοοῦντα αὐτοῦ τὸν τρόπον, ὃν οὐδὲ τὸ γῆρας ἐδυνήθη διορθώσασθαι. ταῦτα οἴονται μὲν οὕτως ἔχειν οἱ τεταραγμένοι, πεῖσαι δὲ οὐ δυνηθέντες τοῦτο ἐδυνήθησαν ἀναγκάσαι με γράψαι. σὺ δὲ καὶ ἐμοὶ καὶ ἐκείνοις σύγγνωθι, ἐμοὶ μὲν ἡττηθέντι τοσούτων, τοῖς δὲ παθοῦσιν, ὃ τῶν ὄχλων ἐστί, τὸ ῥᾳδίως ἐξαπατᾶσθαι.
Ἐντρεχίῳ.
Καὶ εἶδον ἡδέως Ἰουλιανὸν καὶ ἤκουσα λέγοντος περὶ τῆς ἀρχῆς. ἀφʼ ὧν αὐτὴν μᾶλλον ἢ πρότερον ἐθαυμάσαμεν· ἠγγέλλετο μὲν γὰρ καὶ πρότερον μεγάλα, νενίκηται δὲ πάντα τοῖς νῦν μεμηνυμένοις. πολέμους τέ τινας διηγεῖτο πρὸς τοὺς ἀπὸ μείζονος σχήματος ἀδικεῖν ἐπιχειροῦντας πλοῦτόν τε τῶν ὑπηκόων ἐκ τῆς σῆς ἐπιμελείας τοῖς μὲν αὐξηθέντα, τοῖς δὲ γενόμενον οὐκ ὄντα. καλὸν δέ σου καὶ τὸ τελευταῖον, τὸ μετὰ φρονήματος ἀπελθεῖν βραχὺ φροντίσαντα τοῦ κελεύοντος μένειν. ὁ γὰρ ἄτρωτος ἐξ ὧν διῴκησε παντὸς εἰκότως ὑπερορᾶν βεβούλευται. τοῖς τοιούτοις λόγοις καὶ ταῖς ἐκ τῶν λόγων ἡδοναῖς ὅλην διετρίψαμεν ἡμέραν, ὁ μὲν χαίρων τῷ διδάσκειν, ἡμεῖς δὲ ἀκούοντες, ἐγὼ καὶ Ὀλύμπιος. οἶμαι δὲ καὶ αὐτόν σε νῦν τὴν ἐκ τῆς πενίας ἡδονὴν ἔχειν μείζω τοῖς γινομένοις ἢ τοὺς τὰς ἀρχὰς ἐκκαρπουμένους. οἱ μὲν γὰρ οἷς τέρπονται χρήμασι, ταῦτα φοβοῦνται καὶ γραφὰς ὁρῶσι· σοὶ δὲ ἔξεστιν ἐπʼ ἄμφω καθεύδειν, καὶ ἐν ἐλπίσι τὸ τιμήσεσθαι, μᾶλλον δέ, πάρεισιν αἱ τιμαὶ παρὰ τῶν οὐ φθονούντων. ἡδὺ δὲ καὶ αὐτὸ τὸ φθονεῖσθαι καὶ λαμπροῦ τινος σημεῖον.
Πρισκιανῷ.
Οἱ τὸν ἥλιον οὗτοι θεραπεύοντες ἄνευ αἵματος καὶ τιμῶντες θεὸν προσηγορίᾳ δευτέρᾳ καὶ τὴν γαστέρα κολάζοντες καὶ ἐν κέρδει ποιούμενοι τὴν τῆς τελευτῆς ἡμέραν πολλαχοῦ μέν εἰσι τῆς γῆς, πανταχοῦ δὲ ὀλίγοι. καὶ ἀδικοῦσι μὲν οὐδένα, λυποῦνται δὲ ὑπʼ ἐνίων. βούλομαι δὲ τοὺς ἐν Παλαιστίνῃ τούτων διατρίβοντας τὴν σὴν ἀρετὴν ἔχειν καταφυγὴν καὶ εἶναί σφισιν ἄδειαν καὶ μὴ ἐξεῖναι τοῖς βουλομένοις εἰς αὐτοὺς ὑβρίζειν.
Τῷ αὐτῷ.
Ὑπὲρ ἧς ἐπέσταλκα, γυνή ἐστιν ὑπʼ ἀνδρῶν ἀγαθῶν ἐπαινουμένη, ἣν τὸ τοῦ γήμαντος ἐστερῆσθαι πρὸς ἄλλους ἀναγκάζει βλέπειν συμμάχους. ἐμὲ μὲν οὖν οἷς μέλει τῆς γυναικός, ἐκίνουν πρὸς γράμματα, καὶ ὑπήκουσα, σὲ δὲ ἐγὼ πρὸς ἔργα, καὶ βοηθήσεις.
Δομνίνῳ.
Τὸν τῶν τεττίγων χορὸν ἐκτρέφειν τοῖς λόγοις Ἀλέξανδρος ἀφεὶς ἐπὶ τὴν οἰκείαν τρέχει οὐχὶ τὸ Ὁμήρου βεβαιῶν τὸ πάντα ἥττω εἶναι πατρίδος· ἐπεὶ τί δήποτε, ὦ φίλε Ἀλέξανδρε, πολὺν ἤδη χρόνον τοῦτο οὐκ ἐπεπόνθεις καὶ ταῦτα ἐν Ὀδυσσείᾳ ζῶν καὶ σὺν τοῖς παισὶν ᾄδων καθʼ ἡμέραν τὸ ἔπος; ἀλλʼ, οἶμαι, τότε μὲν ἦν ὁ χορὸς Ἀλεξάνδρῳ τῆς οἰκείας γλυκύτερος, οὐ γὰρ εἷλκεν ἐκεῖσε γενναῖος ἄρχων· νῦν δʼ ἡ πατρὶς τοῦ χοροῦ προτέρα, καλεῖ γὰρ ἄρχοντος φύσις, ὃν πάλαι χρῆν ἄρχειν. καὶ ἔγωγε οὐ τοῦτο ἐθαύμασα, ὅτι τῆς αὑτοῦ νῦν ἐπεθύμησεν, ἀλλʼ ἐκεῖνο θαυμάσαιμʼ ἄν, εἰ σοὶ συγγενόμενος ἔτι τῶνδε μεμνήσεται. οὗτος μὲν οὖν σοῦ τε ἕξεται καὶ τῆς αὑτοῦ πόλεως, σὺ δὲ αὐτὸν κινεῖν καὶ ἀναγκάζειν καὶ πέμπειν ἐπὶ τοὺς νέους· ὡς αἱ τοιαῦται βραδυτῆτες οὐκ ἀσφαλεῖς τοῖς διδασκαλείοις.
Ἀλεξάνδρῳ.
Πάντες ἡμῖν πανταχόθεν ἔγκεινται καταβοῶντες περὶ τῶν οἴκοι σοι θυμῷ πεπρᾶχθαι δοκούντων. ἐγὼ δὲ οἶδα μὲν ἀκριβὲς οὐδέν, πειρῶμαι δὲ ὅμως οὕτως, ὅπως ἂν ἐξῇ, τὰς προσβολὰς ἀπωθεῖσθαι. ἵνα δὲ ἄμεινον δύνωμαι τοῦτο ποιεῖν καὶ ὡς εἶέν μοι ῥηΐτεροι πολεμίζειν υἷες Ἀχαιῶν, εἴ τι καλὸν ἔχεις περὶ πράγματος οὕτω δυσχεροῦς λέγειν, ἐπίστελλε. καὶ μὴ πολλὰ ποίει τοιαῦτα, ἃ πολλά σου καὶ καλὰ ἔργα βλάψει καὶ δώσει τοῖς φθονοῦσι καιρὸν τέρπειν αὑτοὺς φανεραῖς κατηγορίαις, ποιοῦ δὲ λόγον καὶ ἡμῶν τῶν φίλων, οἳ τῶν πρὸς σὲ μὲν οὐδʼ ἂν ὁτιοῦν κινήσαιμεν, ἀλγοῦντες δὲ οἷς ἀκούομεν διατελέσομεν ζῶντες ἀηδῶς ἐν ταῖς τῶν ἐχθρῶν ἡδοναῖς. δεῖ δέ, οἶμαι, τοῖς φίλοις οὐ τούτων αἴτιον γίνεσθαι. ταυτὶ μὲν οὖν σε πείσομεν, καλὸν γὰρ ἴσως τὰ βελτίω μαντεύεσθαι, τὸν δὲ ὁμώνυμόν σοι γραμματιστὴν ἄνδρα τε ἀγαθὸν ἡγοῦ καὶ λόγων ἔμπειρον ὅτι πλείστων καὶ ἐν τοῖς φιλεῖν ἐπισταμένοις γράφου.
Εὐφημίῳ.
Ἴσως που νῦν μετὰ τῆς γυναικὸς καὶ τῶν οἰκείων ἀγρούς τε ἐπέρχῃ καὶ πρὸς πηγαῖς ἀριστᾷς, ὑπὲρ ὧν αἰωροῦνται βότρυες, ἡμᾶς τε ἐλεεῖς ὡς ἂν ἐν πολλῷ θορύβῳ καὶ μυρίοις πράγμασι καλινδουμένους καὶ τερπνὸν ἔχοντας οὐδέν. ἡμῖν δὲ καὶ τοῦ Ἀλκίνου κήπου καὶ τοῦ χρυσᾶ μῆλα φέροντος, ἐφʼ ἃ ἐλθεῖν Ἡρακλέα λόγος, μεῖζον εἰς ἡδονὴν ὁ περὶ σοῦ καθημέραν ἐνταῦθα γινόμενος λόγος. ᾄδει γὰρ ὁ μέν τις τὴν ἐν ταῖς δίκαις ἀκρίβειαν καὶ τὸ ἐνταῦθα φιλόπονον, ὁ δὲ τὸ σὺν ὥρᾳ ῥεῦμα τοῦ στόματος, ὁ δὲ τὸ πάσης ταραχῆς κρείττω παρέχεσθαι τὴν γνώμην, ὁ δὲ τὸ τῇ πρᾳότητι πάντας ὑπὸ σαυτῷ πεποιῆσθαι, Ὀλύμπιος δὲ συλλαβὼν πάντα φησὶν εἰς μίαν τὴν σὴν συνελθεῖν φύσιν, ἃ ποιεῖ καὶ εἶναι καὶ καλεῖσθαι δικαίως ἄρχοντα τέλειον. τοιούτους οὖν εὑρίσκων ἐπʼ ἀγορᾶς λόγους μικροὺς μὲν ἡγοῦμαι τοὺς θησαυροὺς οἷς ἐντυγχάνουσιν ἄνθρωποι, μικρὸν δὲ τὸν Μίδου χρυσόν, μικρὰν δὲ τὴν Κύρου βασιλείαν. ὅταν γὰρ ἀνὴρ φίλος πολλούς μοι καὶ δεινοὺς συνδιενεγκὼν ἄθλους ἀρετῆς ἐπʼ ἔσχατα ἥκειν δοκῇ, καὶ αὐτὸς ἐπʼ ἔσχατα ἥκειν εὐδαιμονίας πείθομαι καὶ πάσχω τὸ τῶν πατέρων, οἳ ταῖς τῶν παίδων εὐδοξίαις ἰσοθέους αὑτοὺς ἡγοῦνται. εἰ γὰρ καὶ χρόνος ἴσος ἡμῖν, ἀλλʼ ἐν τάξει γε πατέρων καὶ παίδων ἀλλήλοις γεγενήμεθα. ἆρά σοι δοκῶ καὶ αὐτὸς τρυφᾶν τὰς ἀφορμὰς ἔχων τῆς εὐωχίας ἀπὸ τῶν σῶν ἀγαθῶν; οἶμαί γε. εἰ δὲ ἀπιστεῖς, Ἀλέξανδρον ἐρώτα, ὁ δὲ ἄμφω μαρτυρήσει, καὶ ὅσα αὐτὸς ἐπαινεῖ καὶ ὅσα ἡμεῖς ἡδόμεθα.
Ὀλυμπίῳ.
Ὁ φέρων σοι τὴν ἐπιστολήν ἐστι μὲν πολίτης ἐμός, βιβλίων δὲ τὴν Συρίαν τῆς αὑτοῦ χειρὸς ἐμπλήσας κἀν τῷ δήμῳ τῷ Ἐρεχθέως χρήσεσθαι τῇ τέχνῃ νομίζων καὶ παρὰ τοῖς ἐρῶσι βιβλίων ἐρώμενος ἔσεσθαι. εἰδὼς οὖν αὐτῷ λόγον ἔχουσαν τὴν ἐλπίδα κωλῦσαι παρὸν οὐκ ἐβουλήθην. δοὺς δὴ κοινὴν τὴν χάριν δευτέραν ταύτην προστίθημι τὸ σοί τε αὐτὸν ἐγχειρίσαι καὶ τῆς ἀπὸ τῶν νέων ἐπηρείας καθαρὸν τῇ παρὰ σοῦ βοηθείᾳ τηρῆσαι. φήσεις δὲ οὐκ ἀργὸν εὖ ποιεῖν οὐδὲ λαβεῖν μὲν εἰδότα, γράφειν δὲ οὐκ ἐθέλοντα. δύο γὰρ ἅνθρωπος μεμελέτηκε, τιμήν τε εἰσπρᾶξαι καὶ πόνους ὑπομεῖναι.
Δατιανῷ.
Ἔλαβόν σου καὶ αὐτὸς τὴν πλείστου ἀξίαν ἐπιστολὴν καὶ ἀνέγνων οὐ μόνος, ἀλλὰ τὸ μὲν πρῶτον μόνος, θαυμάσας δὲ καὶ θέατρον καθίζω τοῖς γράμμασι τὴν βουλήν. πολλοὶ δὲ καὶ τῶν οὐ βουλευόντων ἐπέρρεον γνόντες, ἐφʼ ὅτῳ γε συγκαθιζοίμεθα, δεικνυμένων δὲ τῶν γεγραμμένων οἱ μὲν ἐπήδων, οἱ δὲ ὠχρίων, οἱ δὲ ἠρυθρίων, οἱ δὲ εἰς γῆν ἔκυπτον. ταῦτα δὲ πάντα θαῦμα σόν, ὅτι τοῖς αὑτῶν κατηγοροῦσιν ἀφῆκας τὰ ἐγκλήματα. ἐπὶ τούτοις τρέπονται θυμῷ πρὸς τοὺς ἡμαρτηκέναι δοκοῦντας οἱ ἀναμάρτητοι καὶ κατεβόων καὶ μόνον οὐ κατεσπάραττον, οἱ δʼ ἦσαν ἕτοιμοι πάσχειν, ὅ τι δόξειε τοῖς εἰκότως αἰτιωμένοις. ἐγὼ δὲ πάντων ἔφην ἀτοπώτατον ποιεῖν τοὺς ταῖς παρὰ σοῦ διαλλαγαῖς ἐπεισάγοντας πόλεμον καὶ τὴν ἀπὸ τῶν σπονδῶν ἡδονὴν διαφθείροντας δάκρυσι τῶν οὐκ εἰδότων, ἃ ἔδρων. καὶ οὕτω διελύθημεν σὲ μὲν ἄνδρα γενναῖόν τε καὶ μεγαλόψυχον ἁπάντων καλούντων, ἐμὲ δὲ μάντιν, καίτοι προλέγων οὐκ ἐπιστευόμην. προὔλεγον δὲ ὅτι σε πείσω. προλέγειν δὲ εἶχον οὐκ εἰς ἀετόν τινα φερόμενον βλέψας, ἀλλʼ ἐκ τῶν σῶν ἠθῶν Κάλχας γινόμενος. τοῖς δὲ τότε μὲν ἐδόκουν ἀλαζών τις εἶναι, τοῦ τέλους δὲ μαρτυρήσαντος ἀτεχνῶς Μελάμπους. καὶ μὴν καὶ μακάριος, οὐ μόνον μάντις ἐδόκουν τοιούτοις ἐπαίνοις ὑπὸ τῆς σῆς ἐστεφανωμένος φωνῆς. καὶ εἰκότως γε ἐδόκουν· ὡς ἔμοιγε μεῖζον τοῦτο τῆς Πριηνέων δεκάτης, καί μοι κειμήλιον γέγονε τὰ γράμματα καὶ χώρας ἐν τοῖς βιβλίοις τετύχηκε. τὸ γὰρ ὑπʼ ἀνδρὸς τοσαύτας μὲν βασιλείας ὠρθωκότος, πλείστους δὲ εὖ πεποιηκότος, πλήξαντος δὲ οὐδένα, φρενῶν δὲ ἐπὶ πλεῖστον ἥκοντος, δόξης δὲ γῆν τε καὶ θάλατταν ἐμπεπληκότος τῆς ἑαυτοῦ, τοιαῦτα καὶ τοσαῦτα ἀκηκοέναι μεῖζον ἀνδρί γε νοῦν ἔχοντι τῶν τε ὄντων ἁπάντων τῶν τε ἐσομένων χρημάτων. δεόμεθα δὴ σοῦ ζεῦγος ὡς ἡμᾶς ἐλάσαι καὶ πάλιν καὶ ὥσπερ νῦν ἡμῖν ἐπιστέλλεις ἐκεῖθεν, οὕτως ἐκείνοις ἐντεῦθεν. ἐπιθυμοῦμεν γάρ, εἰ καὶ σφόδρα τὴν ὀργὴν ἐνίκησας, ἅψασθαί τε χειρῶν καὶ δάκρυον ἀφεῖναι καὶ διὰ παντὸς εἴδους ἀπολογίας ἐλθεῖν. εἰ δὲ ἡδύ τι ὁ Πορθμὸς καὶ φαῦλον Ὀρόντης πρὸς Βόσπορον, ἀλλὰ τάς γε Πηγὰς αἰδέσθητι καὶ τὰς πολλαχοῦ σοι χορευούσας Νύμφας ἔν τε τοῖς προαστείοις κἀν τῇ πόλει.
Τῷ αὐτῷ.
Ὅτι μὲν ἀκήκοας τὴν Ἀντιόχῳ συμβᾶσαν συμφοράν, δῆλον· ἃ γὰρ πανταχοῦ τῆς οἰκουμένης ὡς ἐλεεινότατα θρηνεῖται, πῶς ἂν ἔλαθε τὸν ἀεί τι πυνθανόμενον περὶ τῆς οἰκίας Ἀντιόχου; ἔστι δὲ καὶ τὸ μηδὲν αὐτὸν ἐπεσταλκέναι περὶ τούτου πρὸς ἐκεῖνον σημεῖον τοῦ καλῶς ἑωρακέναι τὸ μέγεθος τοῦ κακοῦ. ἃ γὰρ οὐ δέχεται τὴν ἐκ λόγου παραμυθίαν, τί ἄν τις περὶ τούτων ἐπιστέλλοι πρὸς τὸν πεπληγμένον; οὐδὲ γὰρ ἡμεῖς, οἷς βίος τὸ λέγειν, οἷοί τʼ ἐγενόμεθα φάρμακον εὑρεῖν ἰσχυρότερον τῆς λύπης, ἀλλὰ πολλὰ μὲν καὶ παντοῖα διήλθομεν, τὸ δὲ τραῦμα μένει καὶ οὐκ ἐμεμψάμεθά γε τὸν οὐ πεισθέντα. δεινὸν γάρ, ὡς ἀληθῶς δεινὸν τὸ πάθος καὶ οἷον ἴσως μὲν ἔσται, γέγονε δὲ οὔπω, νέον σώφρονα καὶ φρόνιμον καὶ αἰδοῦς καὶ λόγων γέμοντα καὶ τῷ Μώμῳ τὴν γλῶτταν δήσαντα τῇ τῶν τρόπων ἀρετῇ κἀν ταῖς τῶν δικαζομένων βοηθείαις κρατοῦντα πρὶν γένειον δεῖξαι καὶ τὰ μὲν λελειτουργηκότα, τῶν δὲ ἁπτόμενον, μόνον ὄντα τῷ πατρὶ κεῖσθαι καὶ τὸν μὲν φέρεσθαι, τὸν δὲ ἕπεσθαι. φήσει τις καὶ ἑτέρας ἐκφορὰς γεγονέναι τοιαύτας, ἀλλʼ οὐ τοιούτων γε φαίην ἄν, ἀλλὰ μὴν τοῦ μὲν πολὺν δὴ χρόνον ἐνόσει τὸ τέκνον καὶ ἦν ἡ τελευτὴ λύσις κακῶν, ὁ δέ τις ᾧ πολλὰ ἐνεκάλεσεν ἔθαπτε, τοῦτο δʼ ἂν ἀφέλοι λύπης τὸ μὴ πάντα ἄμεμπτον τὸν οἰχόμενον γεγονέναι. Ἀντίοχος δὲ οὕτω τὸν υἱὸν ἐθαύμασεν, ὥστʼ ἐκείνῳ μὲν τὴν πατρὸς τάξιν ἀπέδωκεν, αὐτὸς δὲ ἤγετο. τὸ δὲ μέγιστον αὐτῷ τῶν κακῶν, ὅτι νεανίσκον παρὰ σοὶ κεκριμένον ἀγαθὸν ἀπολώλεκε. καὶ τοῦτον ἐν τοῖς ὀδυρμοῖς μετὰ μείζονος ἐκπέμπει τῆς βοῆς τὸν λόγον, ὅτι ὁ υἱὸς τῷ γενναίῳ τῷδε ἀρέσκων τέθνηκε. τῆς μὲν οὖν ἐσθῆτος Ἀντιόχου τῆς ἐπὶ τῷ κειμένῳ μικρὰ μετεστήσαμεν αὐταῖς ταῖς ἡμετέραις ἀποδύσαντες χερσί, τοῦ δʼ ἐν τῇ ψυχῇ πυρὸς οὐδʼ ὁτιοῦν ἔσχομεν σβέσαι, ἀλλὰ φεύγει μὲν ἀγοράς, φεύγει δὲ συλλόγους, βαδίζει δὲ καθημέραν ἐπὶ τὸ σῆμα καὶ πειρᾶται συνεῖναι τῷ νεκρῷ καὶ προστιθεὶς τῇ σορῷ τὸ στόμα λαλεῖ τι καὶ περιμένει λόγον καὶ οὐδὲν ἀκούων ἄχθεται· ἐβούλετο γὰρ αὑτῷ τὸν νεκρὸν ἀποκρίνεσθαι. τουτὶ δέ ἐστι μανίας προοίμιον· ᾧ εἰ μὲν βοηθήσαις, ἐνταῦθα στήσεται καὶ οὐδὲν ἔσται πλὴν προοιμίου, μὴ βοηθοῦντος δέ σου χωρήσει τὸ προοίμιον, ἐφʼ ὃ μήποτε ἔλθοι. αἰτοῦμεν δέ σε ἡμεῖς οἱ Ἀντιόχου φίλοι περιθεῖναί τινα ἀσχολίαν αὐτῷ, ἣ τὸ μὲν σῶμα αὐτῷ πόρρω τῆς χώρας καταστήσει, τὴν δὲ γνώμην ἀφέλξει τῆς λύπης ἀναγκαίαις φροντίσιν. ἡ μὲν γὰρ τῶν ὄντων αὐτῷ διοίκησις μικρά τέ ἐστι καὶ οὐδὲ εἰσέρχεται τὴν γνώμην, ἀλλʼ ἀφεῖται πάντα φέρεσθαι· τῶν κοινῶν δὲ εἴ τι φέρων ἀναθείης, οὐκέτʼ ἂν εἴη κύριος ἀμελεῖν. ἡ γὰρ ἐνταῦθα ῥᾳθυμία ζημίας ἔχει φόβον. καὶ οἶδα μὲν ὡς ἀπώσεται διδομένην ἀρχὴν ἐρῶν τοῦ κλάειν, δεῖ δὲ αὐτὸν καὶ ἄκοντα σωτηρίας τυχεῖν, ἥν, εἰ μὴ παραυτίκα, ἀλλʼ ὕστερόν γε ἐπαινέσεται. ἐνθυμοῦ δέ, πόσους ἀπʼ αὐτοῦ μόνου τοῦ δυστυχεῖν ᾐδέσθης οὐ πρότερον ἐγνωκώς· Ἀντίοχος δὲ οὐκ ἀγνώς, ἀλλὰ πάλαι τε τῆς σῆς προνοίας αὑτὸν ἐξαρτήσας καὶ τὰ κράτιστα αὐτῆς ἀπολαύσας. τότε μὲν οὖν εἰς ἐπίδοσιν αὐτῆς ἀπέλαυσε, νῦν δʼ αὐτῷ τὸ μὴ διαφθαρῆναι παντελῶς ἐκεῖθεν ὑπαρξάτω. πάντως δὲ οὐκ ἀγγάρῳ πράγματα ἐγχειριεῖ βασιλεύς, ἀλλʼ ἀνδρὶ πολλαχοῦ σύνεσιν δεδειγμένῳ. καί μοι σκόπει πρὸς σαυτὸν τὸν ἐσόμενον ἐπὶ τῇ πράξει λόγον συντιθέντων τῶν ἀνθρώπων τήν τε ἐκείνου δυστυχίαν τήν τε φανεῖσαν ἐπικουρίαν καὶ τί μὲν ἂν ἐξέβη, τί δὲ ἐξέβη. βουλήθητι δὴ καὶ δέξαι τὴν ἱκετείαν· ὡς ἥ γε δύναμις ἦν τε καὶ ἔστι καὶ ἔσται σοι διὰ τέλους.
Σκυλακίῳ.
Ἐδεξάμην ὃν ἐπῄνεσας νέον καὶ εὐθὺς μὲν ἥσθην ἰδὼν αὐτὸν ἐοικότα κατὰ τὸ σῶμα τῷ πατρί, ἡδὺ γάρ τοι τοῦτο οὐ τοῖς τεκοῦσι μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ὁρῶσι, καὶ οὐκ ἐπʼ ἀνθρώπου μόνον, ἀλλὰ καὶ πώλου καὶ μόσχου καὶ ὄρνιθος καὶ ὅλως ζώων. ἰὼν δὲ ἐπὶ τὴν πεῖραν τῆς διανοίας ἔδοξέ μοι καὶ ταύτῃ πολύ τι δεδέχθαι τοῦ πατρός, ἐκεῖνός τε γὰρ ἀγχίνους οὗτός τε ὀξὺς τὸ λεγόμενον λαβεῖν· ἃ δὲ τοῦ Δημοσθένους εἰς τὴν ψυχὴν ἐναπέθετο, πολλὰ μὲν ἐμοί, μικρὰ δὲ φαίνεται τῷ πατρί. πάντως δέ, εἰ καὶ δὶς τοσαῦτα ἦν, μικρὰ ἂν ἦν τῷ πατρί, ἐπεὶ καὶ τοῖς γεωργοῖς, οὐδʼ ὅταν ἡ Γῆ πλεῖστα διδῷ, πλεῖστα δοκεῖ, τῷ δὲ μὴ πλείω δεδωκέναι μέμφονται. ἔγωγʼ οὖν ὁμοῦ τὸν μὲν ἐπαινῶ, τὸν δὲ οὐκ αἰτιῶμαι. καὶ οἶμαί γε θεοῦ τε διδόντος καὶ κατὰ πρύμναν ἱσταμένου τοῦ τῆς Τύχης πνεύματος ἥξειν σοι τὸν νέον πλήρει τῇ νηῒ λόγων. χρηστὸς δὲ καὶ μέτριος ἔσται μὲν ἴσως καὶ παρʼ αὐτῶν δὴ τῶν λόγων, ἔσται δὲ καὶ διὰ τὸν εἴσω διδάσκαλον, ὃν καλῶς ἐποίησας φιλόσοφον προσειπών. ὁ γὰρ ἐν ἀρχῇ τηλικαύτῃ τηρῶν τὸ πρὸ τῆς ἐξουσίας ἦθος καὶ νομίζων μὲν ἔργον αὑτοῦ δεικνύναι τὰς πόλεις εὐδαίμονας, χαίρων δέ, εἰ τὸ ξίφος ἀργοῖ, καλὰ δὲ ποιῶν οἰκοδομίαις τὰ ἄστη, Μούσας δὲ θεραπεύων, ἐν δὲ ταῖς δίκαις οὐδένα τῶν ἀδικούντων χαίροντα ἀποπέμπων, τί ἂν ἕτερον ἢ φιλοσοφεῖν δοκοῖ; δοκῶν δὲ πῶς οὐκ ἂν εἰκότως καὶ καλοῖτο ἐκεῖθεν; κέκληται μὲν οὖν τοῦτο καὶ παρʼ ἡμῶν εὐθὺς ἀπὸ γραμμῆς, εὐθὺς γὰρ ἤστραψε τὸ τῆς ψυχῆς κάλλος· ἔστι δὲ οὐκ ἴσον ἡμᾶς ἢ σὲ τὸν τοῦτο καλοῦντα εἶναι, ὃς μάλιστα δὴ ψυχῆς ἀρετὴν ἄρχειν ἐπισταμένης ἐπίστασαι. σοί τε οὖν συγχαίρω τὰ εἰκότα ψηφιζομένῳ τῇ τε οἰκίᾳ τοῦ ἀρίστου Ἰουλιανοῦ τοιαύτῃ ψήφῳ κεκοσμημένῃ.
Φουρτουνατιανῷ.
Εἵμαρτο ἄρα καὶ Ἀριστείδῃ τῆς σῆς ἐπιμελείας ἀπολαῦσαι, καὶ βραδέως μέν, ἥκεις δὲ ὅμως ἐπʼ ἄνδρα δύναμιν ἔχοντά τε καὶ παρέχοντα κεχρῆσθαι βουλομένῳ. δεῖ δή σε λευκὴν εἶναι πρὸς τὸν ἄνδρα στάθμην καὶ πάντα ζητεῖν καὶ πάντα κτᾶσθαι καὶ μηδὲν ὑπερβαίνειν. ἐθαύμασα δὲ τὸ γλαῦκα Ἀθήναζε, μεταπέμπεσθαι βιβλία καὶ λόγους εἰς τὴν Λαοδίκειαν, οὗ τοῦτο πολύ. ἔπεμψα δʼ οὖν διφθέραν, ἀντιλογίας τὰς μὲν ἀκριβῶς αὐτοῦ, τὰς δʼ ἴσως.
Μαξίμῳ.
Ὁ φέρων σοι τὴν ἐπιστολὴν ἡμέτερός τε φίλος καὶ τῶν ἐν Πηλουσίῳ πιστευομένων, πολλοῖς δὲ καὶ πόνοις καὶ λόγοις ἐν τῇ πρεσβείᾳ χρησάμενος ἡττᾶται, πρᾶγμα πάλαι δὴ συμβαῖνον καὶ τοῖς τῶν ῥητόρων ἄκροις. αὐτὸς οὖν ἀθυμῶν μέν, ἠδικηκὼς δὲ οὐδὲν ὡς τοὺς ἐκπέμψαντας ἐπανῄει, χαλεποὶ δέ τινες ἄνθρωποι φέρειν οὐκ ἀξιοῦντες τὰ βασιλεῦσι δοκοῦντα συστάντες τὸν πρεσβευτὴν ἐσυκοφάντουν. ὁ δʼ ἐνταῦθα ταραχῇ μᾶλλον ἢ λογισμῷ χρησάμενος—πολλὰ δʼ ἂν ἐν τοῖς τοιούτοις καιροῖς εὐηθέστερον πραχθείη—ἔδραμε μακρὰν ἐξὸν ἐγγύθεν τῶν δικαίων τυχεῖν. τοῦ κρατίστου δὲ Ἰουλιανοῦ σοὶ τὸ πρᾶγμα παραδόντος ἥσθη τῇ ψήφῳ καὶ τὴν Τύχην ἐπῄνεσεν ἄμεινον αὑτοῦ περὶ τῶν αὑτοῦ βεβουλευμένην. εἰ μὲν οὖν κακὸς ἢ μὴ περὶ τὴν πρεσβείαν γέγονεν, ἀπʼ αὐτοῦ τοῦ ἀγῶνος εὑρήσεις· ἐγὼ δέ σου δέομαι μὴ χείρω τὸν ἄνδρα νομίσαι τῇ δεῦρο ὁδῷ, ἀλλὰ νομίσαι πᾶν ἐκεῖνο προπετείᾳ πεπρᾶχθαι μᾶλλον ἢ τῷ μὴ τὰ σὰ θαυμάζειν.
Ἀριστοφάνει.
Ἐπὶ τὴν τῶν γραϊδίων ἥκεις ἐπιστολήν· μακρά τε γὰρ ἡ ἐπιστολή σου καὶ τὸ μῆκος αὐτῆς ἐξ ἑνὸς ἐγκλήματος, τοῦ οὐκ ἐπεσταλκέναι με πολὺν ἤδη χρόνον, τοῦτο δὲ πολὺ πολλαχοῦ παρὰ πολλῶν. ἐγὼ δέ σε ἠξίουν ἐκ μέσης ἥκοντα τῆς Ἑλλάδος γράφειν τι διαφεῦγον τὸν ὄχλον. σὺ δʼ ἔοικας ἀμελεῖν λόγων καὶ ταῦτα λόγους μεταπεμπόμενος, οὐ γὰρ δὴ πέμπων, οὐ γὰρ ἐβουλήθης. ἐθαύμασα δὲ ὅτι σιγὴν αἰτιᾷ τινος μετὰ τὴν τοῦ βασιλέως ἐκείνου σφαγήν. οὐ γὰρ τοῦτο δεινόν, εἴ τις ἐκείνου φίλος ἐσίγησεν, ἀλλʼ ἐκεῖνο μᾶλλον, εἰ λέγων καὶ γράφων καὶ ἐπιστέλλων ἐφαίνετο. τί δʼ ἄν σοι καὶ ἐπέστελλον; ὅτι τέθνηκεν; ἀλλὰ τοῦτό γε καὶ ὠκεανὸς ᾔδει. ἀλλʼ ὅτι φέρω; ἀλλὰ μεῖζον τὸ κακὸν ἢ φέρειν. ἀλλʼ ὅτι οὐ φέρω; τοῦτο δὲ οὐκ ἦν σοι δῆλον; ἀλλʼ ὑπὲρ τῆς ἐν χερσὶν ἀρχῆς ἔδει τι παραινεῖν καὶ περὶ δευτέρας ἐλπίδας ὑποτείνειν; ἀλλʼ ᾔδειν ὅτι τῆς μὲν ἐκβεβλῆσθαι δεῖ, τὸ δʼ ὑπὲρ ἄλλης τι λέγειν εἰς ἑτέρους ἥκει. ταχύ μοι δοκεῖς, ὦ φίλε Ἀριστόφανες, ἐπιλελῆσθαι τῆς θείας ἐκείνης κεφαλῆς. οὐ γὰρ ἂν τοιαῦτα οὔτε ἐπεζήτεις οὔτε ἐπετίμας. ἐπιστολὰς δὲ τὰς ἐκείνου πρὸς ἐμὲ καὶ πρὸς ἐκεῖνον ἐμὰς τὰς μὲν πέμψω, τὰς δὲ οὔ. κρίσει δὲ ἑκάτερον ἔσται· τὰς μὲν γὰρ οὐδὲν δεινὸν φανῆναι, τὰς δὲ ἴσως. ὁ δʼ οἰόμενος λόγῳ με τετιμωρῆσθαι τοὺς περὶ αὐτοῦ βλασφημοῦντας καὶ τοιαύτης ἀκοῆς ἐπιθυμῶν, ὅτι μὲν μισεῖ τοὺς ἐκεῖνον μισοῦντας, καλῶς ποιεῖ· μὴ μέντοι με οὕτως οἰέσθω Μελιτίδην ὡς ἀγνοεῖν οὐκ ἀκίνδυνον τὸ τοιαύτας δίκας λαμβάνειν· οἱ γὰρ αὐτοὶ καὶ βλασφημοῦσι καὶ δύνανται. ἐκείνῳ μὲν οὖν ἀρκεῖ τὸ πλὴν ὀλίγων ἅπαντας αὐτὸν ποθεῖν· σοῦ δὲ ἐπαινῶ τὸ ἔργων ἐπιθυμεῖν καὶ τὸ μὴ ἑλέσθαι καθεύδειν, ἐπειδήπερ ἔξεστιν. ἄξιον δὲ ἐπαίνου καὶ τὸ πρὸς τὸν ἄριστον Ὀλύμπιον βλέψαι γνώμην ἄδολόν τε καὶ φιλότιμον καὶ δύναμιν ἱκανὴν ἔχοντα.
Νικοκλεῖ.
Τί δαί; ᾤου, πρὸς Διός, ἐν λειμῶσιν ἡμῖν καὶ ἄνθεσι καὶ ἡσυχίᾳ τὸν ὑπόλοιπον ἔσεσθαι βίον τοιαύτην κεφαλὴν τῆς γῆς κατασχούσης, οὐκ Αἴαντα, ὃς πέρι μὲν εἶδος, ἀλλʼ ὃς τῷ κάλλει τῆς ψυχῆς πολὺ τοὺς ἡμιθέους ἐνίκα καὶ ὃς Πέρσας μὲν κλάοντας ἐκάθισεν, ἡμᾶς δὲ εἰς ὕψος ἦρεν; οὐκ οἶσθʼ ὅτι τὸ μὲν ὑβρίζειν ἄλλων ἐστίν, ἡμῖν δὲ ἀνάγκη νύττεσθαι ξίφεσί τε καὶ ἔγχεσιν ἀμφιγύοισιν; φέρωμεν οὖν ὅ τι ἂν ὁ θεὸς διδῷ, καὶ τοὺς βάλλοντας αὐτῷ τούτῳ λυπῶμεν τῷ πεπαιδεῦσθαι φέρειν· καὶ γὰρ εἰ μὲν ἦν μείζω τὰ δεύτερα τοῦ πρώτου κακοῦ, τάχα ἂν ἦν συγγνώμη θορυβουμένοις· νῦν δʼ ὅ τι ἂν συμβαίνῃ δεινόν, οὐχ ὅσον γε ἐκεῖνο. ποταμοὺς δὲ περᾶν μετὰ πελάγη κοῦφον. Κλέαρχον μὲν οὖν ἐβουλόμην μηδὲν ἠγροικίσθαι περὶ τὴν σὴν οἰκίαν· ἐπεὶ δὲ λυπεῖν εἵλετο μᾶλλον ἢ ἐπαινεῖσθαι, τοῦ γε αὐτὸν γενέσθαι βελτίω ποιήσομαι πρόνοιαν. δέξεται γὰρ ἐπιστολὴν μεμφομένην. Λητοΐου δὲ τοῦ Κυνηγίου μεμνημένος τὸ σαυτοῦ ποιεῖς καὶ πρὸς ἐπιμέλειαν ἑτέρους παρακαλῶν ἄξια τῆς ξενίας ποιεῖς. ἡμεῖς δὲ Κυνήγιον μὲν ἀνδρείως ἀποθανόντα λόγῳ πρότερον τετιμήκαμεν, πρὸς δὲ λόγων κτῆσιν τὸν ἐκείνου τὰ μὲν πείθοντες, τὰ δὲ ἀναγκάζοντες ἄγομεν.
Κλεάρχῳ.
Τὰ μὲν καλά σου θαυμαστά, καὶ λόγος πολὺς καὶ καλὸς πολλῶν ἀγαθῶν αἴτιόν σε τοῖς ἀρχομένοις γεγενῆσθαι· Νικοκλέους δὲ κακῶς ὑπὸ σοῦ πάσχοντος οὐκ ὀλίγοις ἀθυμεῖν συμβέβηκεν. οὐδὲ γὰρ λανθάνειν ἔστιν, ὅ τι ἂν περὶ τοὺς ἐνδόξους γίνηται τῶν ἀνδρῶν ἢ χρηστὸν ἢ δυσχερές. καίτοι σοι παρῄνουν ὁρμωμένῳ παρʼ ἡμῶν μηδὲν τοιοῦτο ποιεῖν, ὁποῖα λέγῃ ποιεῖν· σὺ δʼ ὑπέσχου μέν, ἐψεύσω δέ, καὶ φήσας κρείττων ἔσεσθαι τοῦ θυμοῦ νικῶντα τὸν θυμὸν ἔδειξας οὐκ ἐννοῶν ὅτι τὸ μὲν ὀργῇ τι δρᾶσαι τῶν πολλῶν ἂν εἴη, τὸ δʼ ἐξὸν ἀμύνασθαι μὴ βουληθῆναι τῶν σπουδαίων. καίτοι τί τοῦτο εἶπον ἀμύνασθαι; οὐ γὰρ ἔγωγε οἶδα, ὅ τι σε Νικοκλῆς ἐν ἐκείνοις ἠδίκηκε τοῖς χρόνοις. ἀλλʼ ἃ μὲν συνεῖπε, μάρτυς ἐγώ· ἃ δʼ οἴει ἀκηκοέναι κακῶς, εἰ ἐξελέγξαι δέοι, οὐκ ἂν ἔχοις. δεινὸν οὖν δίκας φανερὰς λαμβάνειν ὑπὲρ ἀφανοῦς αἰτίας, οὐδὲ γὰρ δίκην λαβεῖν τοῦτό γέ ἐστιν, ἀλλʼ ἀδικεῖν. ὁ γὰρ πρὶν ἐξελέγξαι λυπῶν οὔπω ἂν ἐν τάξει τῶν τιμωρουμένων εἴη. οὗτός ἐστιν, ὦ Κλέαρχε, Νικοκλῆς, ᾧ σε ὁ πατὴρ παρέδωκεν, οὗτος, ᾧ σὺ τὸν ἀδελφόν, οὗτος ὁ τὴν μητέρα τὴν ὑμετέραν ὁρῶν, ὃς οὐκ ἄν ποτε εἰς αὑτοῦ παῖδας, παῖδας γὰρ ἔγωγε καλῶ τοὺς μαθητάς, ἥμαρτε. δῶμεν δʼ οὖν τι καὶ ἡμαρτῆσθαι· πότερον οὖν βέλτιον εἰδέναι πάντας καὶ ἀκούειν ὡς Κλέαρχος οὐκ ἐμνησικάκησεν ἢ ὅτι Κλέαρχος τῇ παρὰ τῆς ἀρχῆς δυνάμει πρὸς τὸ τοὺς ἐχθροὺς ἀμύνασθαι κατεχρήσατο; καὶ γὰρ ἂν τἄλλα δόξῃς εἶναι δίκαιος, ἑνί γε τούτῳ πολλὰ διαβεβλήσῃ. δεῖ δέ σε μὴ μόνον δεῖσαι τὰς ἐπὶ τῷ πράγματι μέμψεις, ἀλλὰ καὶ τὰς τῆς Τύχης μεταβολάς. χαίρει γὰρ ἡ θεὸς καὶ τὸν κείμενον ἀνιστᾶσα καὶ τὸν ὑψηλὸν καθαιροῦσα. νίκη δʼ ἐπαμείβεται ἄνδρας. καὶ τοὺς Πεισιστράτου παῖδας ἄνδρες φυγάδες ἐξέβαλον. εἰ μὲν οὖν ἐκ Δελφῶν ἀκήκοας ὡς ἀθάνατα μενεῖ καὶ σοὶ κἀκείνοις τὰ νῦν, πρᾶττε, ὅ τι βούλει, τὴν τοῦ καλοῦ μοῖραν χαίρειν ἀφείς· εἰ δʼ οὐδὲν ἐλπίδος ἔξω παρά γε τοῖς εὖ φρονοῦσι, μὴ σφόδρα τοῖς ἀτυχοῦσιν ἔγκεισο, ἵνʼ, ἤν ποτε εὖ πράξωσιν, ἐπαινῶσί σου τὸν τρόπον.
Λεοντίῳ.
Ἴσως μὲν ἤδη τῶν φίλων ἡμῖν ἐπιμεμέλησαι μαθών γε, οἵτινες οὗτοι, καὶ ἐποίησας, ὅπως σοι χάριν εἰδεῖεν· εἰ δʼ οὔπω τοῦτο ἐπράχθη, νῦν γε, ὦ ʼγαθέ, γενέσθω. δώσεις δὲ ἡμῖν ἐλάττω μὲν ἢ οἱ πρότερον χάριν, ἐμοὶ δὲ οὐκ ἐλάττονος λόγου. οἱ μὲν γὰρ μεγάλους ἐκ μικρῶν ἐποίησαν· παρὰ σοῦ δὲ εἰ φυλαχθεῖεν ἐφʼ οὗπέρ εἰσιν, ἀρκέσει, καί σε προσεροῦμεν ὥσπερ ἐκείνους εὐεργέτην. ἥξει δέ σοι καὶ παρὰ τοῦ γενναίου Μοδέστου περὶ τῶν αὐτῶν παράκλησις, ἣν εἰ ποιήσαις ὑστέραν ἐλθεῖν τῶν ἔργων, τῷ φθάσαι τῇ προθυμίᾳ χάριέν τι ποιήσεις. τὸ γὰρ ἔχειν γράφειν πρὸς αὐτὸν ὡς ἅπερ ἐθέλει, πέπρακται, μεῖζον οἶμαι τοῦ λέγειν ὅτι πεπράξεται. μέλει δὲ ἡμῖν πάντων μὲν ὅσοι τῶν παρʼ ἡμῖν μετεσχήκασι πόνων, οὐχ ἥκιστα δὲ τοῖν τε Εὐσεβίου παίδοιν τοῦ πρεσβυτάτου τε τῶν υἱῶν Μαξίμου, Ὑπερέχιον λέγω, καὶ τὸν τούτου κηδεστήν, Στρατήγιον, καὶ τὸν ἀδελφὸν ἐκείνου, πάντας ἐμοὶ τέκνων οὐδὲν ἀτιμοτέρους.
Ὑπερεχίῳ.
Διὰ τί σῶν ἄνευ γραμμάτων νέος ἧκε παρʼ ἡμᾶς ἄλλως τε σοὶ συγγενὴς καὶ ἀδελφιδοῦς τοῦ τὴν ἀδελφὴν τὴν σὴν γυναῖκα ἔχοντος; ἆρά σοι πάντʼ εἰσὶν οἱ ἀγροὶ καὶ τὸ ἐφʼ ἵππον ἀναβῆναι καὶ τὸ θηρία βάλλειν, λόγων δὲ καὶ τοῦ γράφειν οὐδὲ εἷς λόγος; ἀλλʼ οὐδʼ ἐκεῖνα μὲν φαῦλα, χρῆν δὲ καὶ τούτοις εἶναι χώραν. ἀλλʼ ἔλαθεν ἐξιών; ἀλλʼ οὔτε τοὺς ἄλλους εἰκὸς ὄντα γε οἰκίας τηλικαύτης εἴτε τοὺς ἄλλους, οὐκ ἂν σέ γε. ἀλλʼ οὐκ ᾔτησεν ἐπιστολήν; ἀλλʼ ἀμήχανον τὸν ὅστις ἐγὼ περὶ σὲ οὐκ ἀγνοοῦντα. ἴσως ὅτι πάλιν ἐγκαλεῖς, οἷα πολλὰ πολλάκις, ἐν οἷς ἠλέγχου συκοφαντῶν; ἔστι δὲ τοσούτῳ τὸ παρὸν ἐκείνων δεινότερον, ὅσῳ τότε μὲν ὑπῆρχεν εἰδέναι τὸ πρὸς ὅ τι μάχεσθαι χρῆν· νῦν δʼ ἐμαυτὸν ἐρωτῶν ἀπείρηκα, τί τοῦτο ἔστι τὸ ἔγκλημα.
Μαρίῳ.
Ἔθνος πάγκαλον καὶ μεγάλη πόλις ἀνδρὸς ἑνὸς καταβοῶσιν, ἔθνος μὲν Φοίνικες, πόλις δὲ ἡ Ἀντιόχου· οἱ μέν, ὅτι αὐτοὺς ἀφῆκεν, ἡ δʼ, ὅτι εἰς αὐτὴν οὐχ ἥκει. ᾧ δὲ ἐγκαλοῦσιν, ἀνὴρ ῥητορικός τε καὶ ἀρχικός, πρὸς μὲν Φοίνικας οὐκ ἀπορήσων λόγου—τί γὰρ ἔδει μένειν ἐπὶ τῆς ἀρχῆς οὐ μένοντα; —τὴν δʼ ἀπὸ τῆς πόλεως αἰτίαν οὐδʼ ἄν, εἴ τι μηχανήσαιτο, λύσων. Βέρροιαν γὰρ ἰδὼν ἐπελάθετο τῆς μείζονος. καὶ εἰ μὲν λωτὸν ἔφυσεν ἡ γῆ, συγγνώμη· εἰ δὲ καινὸν μὲν ἤνεγκεν οὐδέν, ὧν δὲ εἰώθει τὸ πλέον ἔκειρεν ἡ πτερωτὴ στρατιά, τί τὸ πεῖθον καταφρονεῖν τῶν παρʼ ἡμῖν ἀγαθῶν; σὺ οὖν αὐτῷ διαλέγου καὶ πεῖσον ἔργῳ λῦσαι τὴν κατηγορίαν. ὄνομα δὲ αὐτῷ Μάριος.
Γαϊανῷ.
Μάγνος ἐπαινῶν σου τὴν εἰς αὑτὸν πρόνοιαν ἀξιοῖ διʼ ἐμοῦ τὴν αὐτήν σε πρὸς αὑτὸν διατηρῆσαι γνώμην. ἐκείνῳ μὲν οὖν τοῦτο ἀρκεῖ, ἐγὼ δὲ μειζόνων ἐπιθυμῶ. γενέσθω δή τι τῶν εἰωθότων πλέον, ἵνʼ ἐν τῷ πλέονι τὸ κέρδος τῶν γραμμάτων φανείη.
Σκυλακίῳ.
Μάγνου παῖς οὑτοσὶ Μάγνος ῥήτορος ἀγαθοῦ ῥήτωρ οὐ κακός. τούτῳ θύρας τε ἄνοιξον καὶ χεῖρα ὄρεξον, καὶ μαθέτωσαν Φοίνικες ὅτι σοι τὸ τοῦτον εὖ πράττειν ἐν ἡδονῇ γένοιτʼ ἄν.
Ἀνδρονίκῳ.
Οἱ περὶ τὸ βῆμα ζῶντες διὰ τῶν ἐν τοῖς ἔθνεσι δυνατῶν κτῶνται δόξαν, ἐκ δὲ τῆς δόξης πλοῦτον. ἐθαύμασα οὖν, ὅπως σὺ μὲν ἐν Φοινίκῃ δυνατός, Μάγνῳ δὲ οὐδέτερον ἐκείνων. οὐ γὰρ δὴ τοῦ γε λέγειν ἀπειρίαν ἐγκαλέσεις τῷ πολὺν δὴ παρʼ ἡμῖν χρόνον τεθηρευκότι λόγους. γενοῦ τοίνυν περὶ ἄνδρα πρόθυμος ταὐτοῦ κρατῆρός σοι κεκοινωνηκότα.
Οὐλπιανῷ.
Ἀρξάμενος πρὸς σὲ περὶ Χρυσογόνου λέγειν, ἐπειδὴ ἠπείγου, τοῦ λέγειν μὲν ἀπέστην, γράψειν δὲ ἔφην καὶ γράφω ὅτι οὗτος ὁ Χρυσόγονος ὀρφανὸς καταλειφθεὶς μείζονι συμφορᾷ τῆς ὀρφανίας ἐχρήσατο πονηροῖς ἐπιτρόποις, οἳ δεσπότας αὑτοὺς τῶν τούτου ποιήσαντες τοῦτον περιορῶσι πεινῶντα. λόγων μὲν οὖν ἐπεθύμησε καὶ ἧκεν ἐπὶ τούτῳ παρʼ ἡμᾶς, οὐ μὴν ὅσον ἐβούλετο ἔσχεν, τοσοῦτον δʼ ἂν ἴσως δυνηθείη, δηλῶσαι τὴν τῶν ἐπιτρόπων πρὸς αὑτὸν δικαιοσύνην. σὺ δʼ, ὥσπερ εἴωθας, ποιήσεις τοὺς νόμους δήπου κυρίους. εἰ οὖν τὰ αὑτοῦ κομισάμενος καὶ τοῦ συναγορεύειν ἅψασθαι βουληθείη, μετʼ εὐνοίας τῆς σῆς καὶ τοῦτο ποιῶν διατελείτω.
Μαξίμῳ.
Οὐκοῦν ἡ Αἴγυπτος σωτηρίαν τε ἔχει καὶ εὐνομίαν καὶ τὰς εἰς τὸ εὖ πράττειν ἀφορμάς, εἴπερ ἔχει τὸν ἀγαθὸν ἄρχοντα; σοφοὶ δὲ ἄρα ἦσαν οἱ περὶ τοῦ ποταμοῦ τοὺς νόμους τεθεικότες καὶ πλέον τι τῶν πολλῶν εἰδότες, εἰ δὴ τὸν αὐτὸν ἄνθρωπον ἐν μέσῳ τε εἶναι χρὴ τοῦ Νείλου καὶ κεκωλύσθαι Νεῖλον ὁρᾶν. ἀλλὰ σύ τε τὸν ποταμὸν ἴδοις ἀνοίγοντός σοι τοῦ νόμου τὴν ὄψιν ἐκεῖνός τε μετριώτατα ὁμιλήσειε. τουτὶ γὰρ οὐκ Αἰγυπτίους μόνον, ἀλλὰ καὶ πάντας εὔχεσθαι τοὺς οἰκοῦντας κάτω προσήκει. πάντες γὰρ λιμένες τὸν Αἰγύπτου δέχονται τόκον, ὅτι πλεῖστος δὲ γένοιτο νῦν, ὥστε καὶ μετὰ ταῦτα ᾄδεσθαι τοῦθʼ ὅτι Μαξίμου μέντοι τὴν Αἴγυπτον ἄγοντος λαμπραῖς γοναῖς ἔθρεψε τὴν οἰκουμένην ὁ ποταμός. ἐγὼ δὲ καλούμενος μὲν ὑπʼ αὐτοῦ καὶ σοῦ καὶ Αἰγυπτίων χαίρω, χρυσῆ γὰρ ὡς ἀληθῶς ἡ τιμὴ καὶ οὐχ ἥττων τῆς ὅτε ἐκαλούμην Ἀθήναζε, καὶ παλαιὸς δέ τις ἔρως ἐντέτηκέ μοι Νεῖλον ἰδεῖν καὶ ἐφʼ ἣν ἀναβαίνει γῆν μεστήν γε οὖσαν θαυμάτων. τίς δʼ οὐκ ἂν ἐπιθυμήσειεν ἧς Πλάτων, ἧς Σόλων, ἧς Πυθαγόρας; καιρὸς δὲ νῦν τε μάλιστα καὶ νῦν ἥκιστα. τὸ μὲν γὰρ σὴν εἶναι τὴν ἀρχὴν καιρὸν ποιεῖ, τὸ δὲ τοῖν ποδοῖν πάθος οὐκ ἐᾷ χρήσασθαι τῷ καιρῷ. σχεδὸν γὰρ μετὰ τῶν Ὀλυμπίων ἡ νόσος ἀρξαμένη μικρὰ μέν μοι τῶν γινομένων ἰδεῖν ἔδωκε, τὰ πολλὰ δὲ ἤκουον διηγουμένων. καὶ γὰρ ὅσα ἐν τῷ μεταξὺ χωλεύων ἐκινήθην, καὶ τὰ πεπαυμένα τῶν κακῶν ἀνηρέθισεν. εἰ οὖν τι βοηθήσειεν ὁ τῆς Μέμφιδος καὶ οἰκήτωρ καὶ φύλαξ, ἥξομεν αὐτοῦ διδόντος ὀψόμενοι τὴν πολυύμνητον Αἴγυπτον τοῖς ἅπασι καλλίω ταῖς σαῖς φροντίσι γεγενημένην.
Τῷ αὐτῷ
Φίλος ἐστί μοι Πορφύριος. καὶ γὰρ εἰ πράττει κακῶς, τοῦτό γε οὐκ ἀρνοῦμαι, ἄλλως θʼ ὅτε ἀδικεῖ μὲν οὐδέν, ἀτυχεῖ δέ. συκοφάνται γὰρ πάντες μὲν ἁπλῶς χαλεπὸν γένος, οἱ δὲ Αἰγύπτιοι, Ἡράκλεις, τῶν ἐν Λιβύῃ φοβερώτεροι θηρίων. τούτων αὐτὸν ἔδακνον δύο, καὶ νῦν ἀπέσταλται πρὸς ὑμᾶς ἐπʼ ἐλέγχῳ. δέομαι δὴ σοῦ τῷ μὲν ἀμῦναι, τῶν δʼ, εἰ μὲν οἷόν τε, τὰς γλώττας ἐκτεμεῖν, εἰ δὲ μὴ τοῦτο, τοῦ γε λοιποῦ καθεῖρξαι δίκην αὐτοῖς ἐπιθέντα ἀτιμίαν.
Οὐλπιανῷ.
Σάλβιος ἀδελφοῦ μοι γεγένηται καλλίων καὶ λόγῳ καὶ ἔργῳ τὴν εὔνοιαν ἐπιδεικνύμενος πανταχοῦ. ὅταν οὖν ἐν τῷ μέρει κἀκείνῳ δέῃ τι γενέσθαι παρʼ ἐμοῦ, χαίρω διαλύων τι τοῦ χρέους. νῦν τοίνυν ὑπὲρ γυναικὸς προσηκούσης μὲν αὐτῷ κατὰ γένος, ὑπʼ ἀνθρώπων δὲ θρασυτέρων ἐλαυνομένης γράφω βουλόμενος αὐτὴν ὧν τε πέπονθε δίκην λαβεῖν ἀδείας τε πρὸς τὸν ἔπειτα χρόνον τυχεῖν.
Δατιανῷ.
Παγκράτιος καὶ πολίτης ἐμὸς καὶ ἡλικιώτης καὶ συμφοιτητὴς καὶ φίλος καὶ παῖς ἀνδρὸς πάλαι ποτὲ πράττοντος ὃ νῦν ἐγώ. καὶ πολλά γε τῆς ἐκείνου τέχνης ἀγάλματα πολλαχοῦ τῆς οἰκουμένης λάμπει. τιμῶμεν δὴ καὶ ἰδίᾳ καὶ δημοσίᾳ τοὺς ἐξ ἐκείνου χάριν ἀποδιδόντες τῆς δόξης, ᾗ κεκόσμηκε τὴν ἡμετέραν πόλιν. μέλλων οὖν καὶ τούτῳ βοηθεῖν καὶ διὰ τῆς σῆς γνώμης, ᾗ τὸ εὖ ποιεῖν ἐν μελέτῃ, προθύμως ἦλθον ἐπὶ τὴν ἐπιστολήν. ἄνευ γὰρ τοῦ μὴ εἶναι καλὸν φίλον ἄνδρα περιιδεῖν οὐδʼ ὡς οὐκ ἔστι μοι παρὰ σοὶ δύναμις, εἶχον εἰπεῖν· καὶ γὰρ ἔστι καὶ οὐ λανθάνει. φησὶ τοίνυν ὁ Παγκράτιος μικρὰ ἔχων μεγάλα εἰσπράττεσθαι καὶ οὐκ ὀρθῶς ἐν τρίτοις ἠριθμῆσθαι. γίνεσθαι γὰρ ἐκ τοῦ εἰκότος τῶν ἐσχάτων εἶναί τε οὔτε τὴν βλάβην αὑτῷ κούφην τήν τε ὕβριν βαρυτέραν ἢ Μυσῶν λεία τοῖς βουλομένοις. οὗ δὴ καὶ δεινὰ πεπονθέναι λέγοντος καὶ πιστεύοντος μίαν ἔσεσθαι τούτῳ λύσιν, εἰ σὺ μεταστήσαις, δεόμεθα καὶ ἡμεῖς ἀφελεῖν τι τῆς ὑπερβολῆς, ὅπως τὸ σύμμετρον μὲν ἐκεῖσε πέμπῃ, παρʼ ἡμῖν δὲ ὕμνους ᾄδῃ τοῦ τὸ δίκαιον αἰδουμένου.
Μαξίμῳ.
Ὧρος καὶ Φάνης λαμπρὸν μὲν ἐποιησάτην τὸν ἑαυτοῖν πατέρα, λαμπρὰν δὲ τὴν Αἴγυπτον, ὁ μὲν Ὀλύμπια νενικηκώς, ὁ δὲ νικήσας ἄν, εἰ μή τις φθόνος ἀντέκρουσεν. ἐστὸν δὲ καὶ τἄλλα βελτίστω τε καὶ χρηστὼ καὶ οὐδὲ τῶν ἡμετέρων ἀπείρω παλαισμάτων. ἀνθʼ ὧν αὐτός τε αὐτὼ φιλῶ καὶ σὲ βουλοίμην ἂν τοσούτῳ χρησιμώτερον τῶν παρʼ ἐμοῦ τοῖν νεανίσκοιν ἐσομένων, ὅσον τοὐμὸν μὲν λόγοι, τὸ σὸν δὲ ἔργα.
Εὐτοκίῳ.
Βάλης εὔπαις ἐν Ὀλυμπίοις ὤφθη τὸν μὲν ἰδὼν τοῖν υἱέοιν στεφανούμενον, τὸν δὲ τῶν στεφανωθέντων ἀμείνω. ἐγὼ δὲ αὐτοῖν ἠγάσθην μὲν καὶ τὰ τοῦ σώματος ἔργα, φιλῶ δὲ πλέον τὴν ἀμείνω περὶ τὸν Ἑρμῆν θεραπείαν. ἐτίμησαν γὰρ οὐ παλαίστρᾳ μόνον, ἀλλὰ καὶ λόγων ἐπιθυμίᾳ τὸν θεόν. εἴτʼ οὖν παρʼ ὑμῖν τινα διατρίβοιεν χρόνον, γνώτωσαν τὴν σὴν φύσιν, εἴτε διατρέχοιεν, δεῖξον σεαυτὸν καὶ ἐπειγομένοις.
Πρισκιανῷ.
Σύμμαχον καὶ φίλον ὄντα μοι καὶ ἄνδρα, ὥς γε ἐμαυτὸν πείθω, γενναῖον δίδωμί σοι παρακαταθήκην καὶ διττὴν αἰτῶ χάριν, μίαν μέν, ὅπως ἴδοις αὐτὸν ἡδέως, ἑτέραν δέ, μάλα σὴν δοῦναι. τοὺς γὰρ ἀδικοῦντας τὸν ἄνθρωπον ἀξιῶ μὴ πάντα αὐτοῦ καταγελᾶν τὸν χρόνον, ἀλλʼ ἔργῳ μαθεῖν ὅτι νῦν τῶν νόμων ἐστίν, οὐκ αὐτῶν τὸ κρατεῖν. ἴσθι δὲ ὅτι τὰ αὑτοῦ μὲν Συμμάχου κομιζομένου σφόδρα ἂν ἡσθείην· εἰ δʼ ἑτέρως ἀποβαίη, συμφορὰν ἐμαυτοῦ τὸ πρᾶγμα ποιήσομαι.
Οὐλπιανῷ.
Καὶ προῄδειν ταῦτα καὶ προεῖπον ὡς ἔσται καὶ γενομένων ἥσθην καὶ πρὸς ἅπαντας ἀπαγγελῶ, τίς σὺ καὶ περὶ τὸ δίκαιον καὶ πρὸς ἐμέ. καὶ ταῦτα ἀκούουσι μὲν ἄνθρωποι παρʼ ἡμῶν, ἀκούουσι δὲ θεοί· οἱ μέν, ὅπως σε μεθʼ ἡμῶν ἐπαινοῖεν, οἱ δʼ, ὅπως σε καὶ σώζοιεν καὶ διδοῖεν ἀρχὰς ἐπʼ ἀρχαῖς. τὸν γὰρ ὧδε ἐπιστάμενον ἄρχειν ζημία τῶν πόλεων ἰδιωτεύειν. μέγα μὲν οὖν τὸ πατρῴων ἐπιβῆναι τὸν Χρυσόγονον ἀγρῶν, οὓς πρότερον πόρρωθεν ἰδὼν ἐδάκρυεν· οὐ μικρὸν δὲ καὶ τὸ ἔχειν οὐδὲν ἀναλίσκοντα πανταχῆ κομίζεσθαι. μεῖζον δʼ ἂν ἀμφοτέρων ὑπάρξειεν, εἰ μαθητήν γε σαυτοῦ τὸν ἄνθρωπον νομίσαις καὶ δείξαις ἕνα τῶν ἐπισταμένων λέγειν.
Τῷ αὐτῷ.
Μαρκιανός, ᾧ τὸ δύνασθαι παρʼ ἡμῖν ἐκ τοῦ δύνασθαι λέγειν ἐστίν, ἐπῄνεσε πρός με τὸν φέροντά σοι τὴν ἐπιστολήν, καὶ οὐκ ἠπίστησα. θαρρῶν οὖν φημι καὶ χρηστὸν καὶ μέτριον καὶ προνοίας ἄξιον εἶναι τὸν ἄνδρα. εἰ οὖν, ὥσπερ ἐγὼ Μαρκιανῷ, καὶ σὺ πιστεύσαις ἐμοί, ἐμοί τε χαριῇ κἀκεῖνον ἔσῃ τετιμηκώς, μᾶλλον δέ, κἀμὲ τῆς αὐτῆς ὁδοῦ τετιμηκὼς ὡς ἂν ἐπιστάμενον, οἷς χρὴ πιστεύειν. εἰ δʼ οὐκ ἀπόχρη ταῦτα, δεῖ δὲ προσεῖναι καὶ τὴν ἀπὸ τῶν ἔργων πίστιν, ὅρα τὸν τρόπον ἐξ αὐτῶν ὑπὲρ ὧν ἂν δέηται. πάντα γὰρ εὑρήσεις ὁμολογοῦντα τοῖς νόμοις.
Κληματίῳ.
Οὐ τοῦτο θρασύτης, ἀλλʼ ἐκεῖνο δειλία, οὐδʼ ἐπὶ τῷ γράψαι χρῆν κατήγορον προσδοκᾶν, ἀλλὰ μᾶλλον ἐπὶ τῇ σιγῇ γραφήν, νὴ Δία. τί γάρ, ὦ τοῦ Νέστορος ἀπόγονε τὰ περὶ τὴν γλῶτταν, οὐ πάλαι τοῦτʼ ἔδρασας, ἀλλʼ ὀψέ ποτʼ ἤρξω καὶ μετὰ δέους δέον εὐθὺς ἐξ ἀρχῆς καὶ μετὰ θάρσους; εἰ μὲν γὰρ εἰδώς, ὅπως εἶ καλὸς ἐν ἐπιστολαῖς, εἰρωνεύῃ καὶ φῂς οὐ μετέχειν ὥρας, οὐκ ὀρθῶς ποιεῖς πρὸς ἄνδρα ἑταῖρον οὑτωσὶ προσφερόμενος· εἰ δʼ ὄντως οὕτω φρονεῖς καὶ ὧν πλουτεῖς, ταῦτα οὐκ ἔχειν οἴει, πληγῶν ἂν δέοιο, καὶ ταῦτα γέρων τε ὢν καὶ ἐμὸς ἡλικιώτης. δεινὸν γάρ, εἰ τοὺς μὲν τῶν ἄλλων ἐξετάσεις λόγους καὶ εἴσῃ, τί μὲν γνήσιον, τί δὲ νόθον, περὶ δὲ τῶν σαυτοῦ ψῆφον οὐ θήσῃ προσήκουσαν. ἀλλʼ εἰ δεῖ παρʼ ἐμοῦ σε περὶ τῶν σῶν ἀκούειν, εὖ μοι δοκεῖς ἐπεσταλκέναι πάντα, ἐξ ὧν ἂν τὸ τεχνικῶς ἐπιστέλλειν γένοιτο. αἵ τε γὰρ ἔννοιαι μετὰ νοῦ ἥ τε φωνὴ σφόδρα Ἀθήνηθεν τό τε ἥμερόν σου τῶν ἠθῶν διʼ ὅλου λάμπον ἐχώρει. τὸ δὲ καὶ πρὸς ἀνθρώπους εἰπεῖν τι περὶ ἡμῶν εὔφημον καὶ μηδὲ θεοὺς ἀνηκόους ἀφεῖναι τῶν μικρῶν μεγάλα τε ἡμῖν ἀντὶ φαύλων παρʼ αὐτῶν αἰτῆσαι πῶς οὐ χρηστοῦ τινος καὶ ἀτεχνῶς χρυσοῦ καὶ ἱερέως, ὃν εἰκότως ἂν αἰδεσθεῖεν καὶ οἱ θεοί; ἐπεὶ δὲ καὶ κινεῖς με πρὸς αἴτησιν καὶ δῆλος εἶ δώσων ἡδέως, ἤν του δέωμαι, πρῶτον μὲν ἡμῖν κόσμει τὸν θαυμαστὸν Ἀκάκιον καὶ τῶν μὲν δυσχερῶν ἀφαίρει, τοῖς δὲ ἀγαθοῖς προστίθει· ἔπειτα τὴν βραδέως ἀρξαμένην σου πρὸς ἡμᾶς γλῶτταν μὴ στήσῃς, ἐπειδήπερ ἤρξατο.
Ἀκακίῳ.
Πολὺ βελτίων ἡμῖν ὁ Εὐσέβιος ἐπανῆλθεν· εἰκὸς δέ, ὅτι καὶ τοῖς Κρησὶν ὁ Μίνως ἐκ τοῦ ὄρους παρὰ τοῦ Διός. ἐσθλὰ γὰρ ἀπʼ ἐσθλῶν μανθάνειν ἔστιν, ἔφη τις τῶν Καλλιόπης χορευτῶν. ἤγγελλε δὲ ἡμῖν καὶ περὶ τῶν σῶν πραγμάτων, διʼ ὧν ἡδίους ἐποίει, δύναμίν τε εἶναί σοι καὶ δόξαν, ὅσην δίκαιον, καὶ πλῆθος ὁμιλητῶν ἐγρηγορότων. ἐν δʼ αὖ τοῖς πολλοῖς ἀγαθοῖς ἑνὸς ἐμέμνητο δυσχεροῦς, ᾧ καὶ αὐτῷ τι προσῆν ἀγαθόν, ἡ τοῦ πληγέντος ἀνδρία. ἀλλὰ ταύτης γε τῆς ἀνδρίας μηκέτʼ ἐφʼ ὁμοίοις δεηθείης, ἀλλά σοι τὰ ὄντα τέκνα Διὸς σωτῆρος εὔνοια διατηροίη.
Οὐλπιανῷ.
Εὐβούλου συγγενὴς φοιτᾷ παρʼ ἐμὲ καλούμενος ὅπερ ἐκεῖνος. τούτῳ πατήρ ἐστιν ὁμώνυμος ἐμοὶ καὶ φίλος. τοῦτον εὖ βούλομαι πάσχειν καὶ ὡς ἐμὸν φίλον καὶ ὡς Εὐβούλου τοῦ μὲν συγγενῆ, τοῦ δὲ πατέρα.
Ἀκακίῳ.
Φεύγοντά με πρότερον διώκειν πεποίηκας καὶ τὴν ἀπολογίαν οὐκ αἰδεσθεὶς πρὸς τὸ κατηγορεῖν ἄγεις. διὰ τί γάρ, ὦ τὰ μικρὰ μεγάλα ποιῶν, πρὸς ἐκεῖνό σου τὸ ἔγκλημα τὰ γράμματα ἔχων, ἃ Δημήτριος ἐκόμιζεν, —εἶχες δʼ ἂν καὶ πρὸ ἐκείνων, εἰ Τιτιανὸς ἐβούλετο, —οὔτʼ ἐπῄνεσας οὔτʼ ἐμέμψω τὴν ἀπολογίαν; καίτοι χρῆν ἰσχυούσης μὲν ἐκβαλεῖν τε τὴν λύπην καὶ γράψαι, τοῦτο δὲ οὐ δεδυνημένης μενούσης τῆς λύπης ἑτέραν ἀπαιτῆσαι, πάντως δὲ γράψαι. ἀλλʼ, οἶμαι, τότε ῥᾳθυμήσας, καλὸν γὰρ ἴσως οὕτως εἰπεῖν, ἀνάγκην σαυτῷ περιέστησας ἀπολογίαν ζητεῖν, ἣν ἡμεῖς, κἂν δύο συλλαβῶν ᾖ, τιμήσομεν. πάνυ δὲ πιστεύω τὰς ὑποψίας παύσεσθαι τοσούτου διαλλακτοῦ διαλλαξομένου σοι παρὰ τῷ θεῷ. καὶ γὰρ τοὺς Οἰδίπου παῖδας Εὐδαίμων ἄν μοι διαλλάξαι δοκεῖ. ποιοῖ δʼ ἂν ἡμᾶς καὶ ἄλλο τι φίλους, ἡ βελτίστη ποδάγρα ταῖς αὐταῖς ἡμέραις τόν τε σὸν καὶ τὸν ἐμὸν ἀσπασαμένη πόδα.
Εὐαγρίῳ.
Μέγα τοῦτο σημεῖον τοῦ ὡς ἄριστά σε ἄρξειν τὸ ζητεῖν παρʼ ἡμῶν κανόνας, διʼ ὧν ἂν ὡς ἄριστα ἄρξαις· ἐγὼ δὲ ἓν μὲν ἐκεῖνο λέγω σαφὲς καὶ βραχύ, ὅτι σε ὅμοιον χρὴ σαυτῷ γενέσθαι καὶ τὴν ἐπὶ τῶν ἐλαττόνων γνώμην ἐν τοῖς μείζοσι τηρῆσαι. εἰ δὲ δεῖ καὶ διελόντας εἰπεῖν, ἕπου τοῖς νόμοις, τίμα τοὺς ἀγαθούς, μίσει πονηρίαν, μείζους ποίει τὰς πόλεις, ἡδὺ τὸ πονεῖν ἡγοῦ, κέρδος νόμιζε τὴν δόξαν. ἂν ταῦτα φυλάττῃς—φυλάξεις δέ, καὶ γὰρ πρότερον—σαυτόν τε καὶ πατρίδα καὶ γονεῖς καὶ τὸν ἀδελφὸν κοσμήσεις.
Μαρίῳ.
Σὺ μὲν ἀξιοῖς με γράφειν, ἐγὼ δέ σε ἀντὶ τοῦ γράφειν ἐλθεῖν. συγγνώμη δὲ ῥᾴστη τὰ μείζω πρὸ τῶν ἐλαττόνων ζητοῦντι. εἰ δὲ ἐρῶ γέρων τε καὶ γεραιτέρου, μὴ θαυμάσῃς· ψυχῆς γὰρ ἐρῶ, τὸ δὲ ταύτης αὔξεται κάλλος, ὅταν ἀπανθῇ τὸ σῶμα. καὶ μὴν ἣν δυσχεραίνεις παρʼ ἡμῖν ὥραν τοῦ ἔτους, παρελήλυθε, καὶ νῦν οἱ βότρυες οἶνος, καὶ ὁ Διόνυσος πανταχοῦ τῶν ἀγρῶν ᾄδεται, ὥστε ἀναπέπνευκα τρυγητοῦ φανέντος· εἰκὸς δὴ καὶ σέ. τί δὴ μέλλεις; ἢ πρεσβείαν ἀναμένεις; ἀλλʼ ἡμεῖς γε, εἰ τούτου δεῖ, καὶ τοῦτο ποιήσομεν.
Οὐλπιανῷ.
Εἰσήγαγον εἰς τοὐμὸν δικαστήριον τὴν Εὐβούλου προπέτειαν, καὶ κατηγόρεις μὲν σὺ διὰ τῆς ἐπιστολῆς, ἐσίγα δὲ ἐκεῖνος. ἐγὼ δὲ τὸν μὲν ἔγνων ἀδικεῖν, σὲ δὲ ἄνδρα ἀνθρώπων εἶναι βέλτιστον. μένε τοίνυν ἐν τῷ σαυτοῦ τρόπῳ, κἂν μὴ κηρύττωσιν οἱ εὖ παθόντες ἃ πεπόνθασι. τοῦτο μὲν γὰρ τῆς ἐκείνων ἀτοπίας, τὰ σὰ δὲ οὐ λήσει τὸν Διὸς ὀφθαλμόν.
Κλεάρχῳ.
Καὶ ἡδέως ἐπιτάττομαι καὶ προθύμως ὑπουργῶ, τὴν δὲ γνώμην σου πάντα ἐπαινῶν τὴν Τύχην ἔνια μέμφομαι.
Δομιτιανῷ.
Κήδομαι τῶν ἐμαυτοῦ πολιτῶν, τοῦτο δέ, οἶμαι, κἂν αὐτὸς ἐπαινέσαις· ἀλλὰ καὶ σοὶ θαρρεῖν ἔχω, τούτου δὲ αἴτιος ὁ σὸς τρόπος. χάριν μὲν οὖν ἐπαγγέλλω καὶ νῦν ὥσπερ πρότερον, βουλοίμην δʼ ἂν καὶ σὲ δοῦναι καθάπερ πρότερον τὴν χάριν. τίς οὖν αὕτη; Ἀλεξάνδρῳ τῷ παρʼ ἡμῖν πανταχόθεν εὐδοκιμοῦντι χωρίου μέρος ἐστὶ περὶ Κύρον. τοῦτʼ αὐτῷ διασώζουσιν ἄνδρες δύο, Ἀμμώνιος ὄνομα θατέρῳ, τῷ δὲ Ἀθηνόδωρος. ὁ μὲν οὖν πρότερος τὸ τοῦ χωρίου κεκτημένος ἥμισυ μέτριός τε ἦν καὶ οὐδὲν ἐνεωτέριζεν· Σαβῖνος δέ τις νῦν ἐωνημένος πάντα κινεῖ καὶ καινῶν μέτρων ἐπιθυμεῖ. ἂν μὲν οὖν παύσηται θορυβῶν πρὸ δίκης, —εἰ δʼ ἀνάγκη ψήφῳ τὴν ἔριν λυθῆναι, μετὰ τοῦ τὰ δίκαια φυλάττειν καὶ ἡμῶν μέμνησο.
Ἐλπιδίῳ.
Δέχου τὰ σαυτοῦ, θυγατέρα ἀγαθὴν καὶ κηδεστὴν ἄξιον τοῦ τοιαύτῃ συνοικεῖν. ταυτὶ δὲ παντὸς ἦρος ἡδίω σοι τὸν χειμῶνα ποιήσει. ἡμῖν δὲ τὸ θέρος πῆ μὲν ἡδύ, πῆ δὲ οὔ. τὸ μὲν γὰρ ὁρᾶν οὓς ἐπιθυμοῦμεν ἡδύ· τὸ δʼ ἀρρωστήματα ἄττα προσπεσεῖν τῇ θυγατρὶ τρέμειν τε ἡμᾶς ἠνάγκασε καὶ οὐδὲν ἧττον τῆς καμνούσης ἀλγοῦντας ἔδειξεν. ἀλλʼ ἡ μὲν εὖ ποιοῦσα νοσημάτων τε ἐλευθέρα καὶ ὁδοιπορεῖ, Βασσιανὸν δὲ κατεῖχε μὲν ὁ κίνδυνος Βασσιανῆς τῆς νεωτάτης· τοῦ δʼ ἃ πρὸς ὑμᾶς συνέθετο βεβαιῶσαι μᾶλλον ἂν ἐγένετο, εἰ τὸ τῶν νῦν κατεχόντων ἡμᾶς φόβων ἀνέμεινε πέρας.
Βασσιανῷ.
Τεχνίτην ἔδειξας ἐν οἷς ἐπέσταλκας, οὐκ ἀναμάρτητον ἄνδρα. ἐμὲ δὲ αὐτὸ τοῦτο διήλλαξε τὸ δεινὸν εἶναί σε λέγειν. καὶ γὰρ εἰ κατὰ τοῦ παιδοτρίβου τοῖς παλαίσμασιν ἐχρήσω, μέγα μοι τὸ παλαιστὴν ἀγαθὸν γεγονέναι. τήν τε οὖν ὀργὴν ἐκβέβληκα καὶ γνώμην ἔχω πρὸς σὲ τὴν πρὸ τῆς ὀργῆς. τούτων οὐκ εἶχον μακρότερα περὶ τοῦ διηλλάχθαι γράφειν. σοὶ μὲν γὰρ ἦν ἀνάγκη μηκύνειν ἐγκλήματα λύοντι, τοῖς παρʼ ἡμῶν δὲ τοὐναντίον ἔπρεπεν.
Ἀλεξάνδρῳ.
Ἐκούφισας ἡμᾶς διὰ τῆς ἐπιστολῆς δεινῶς ἤδη βαρυνομένους ὑπὸ τῶν ἐγκαλούντων σοὶ μέν, ὅτι τοιαῦτα ποιεῖς, ἡμῖν δέ, ὅτι τὸν τοιαῦτα ποιοῦντα περὶ πολλοῦ ποιούμεθα. τοῖς μὲν οὖν θεοῖς ὅστις ὑβριζομένοις βοηθεῖ, καλῶς ποιεῖ· δοκοῦμεν δέ τι κατʼ αὐτὸν τῆς βοηθείας τὸν τρόπον καταβλάπτειν τοὺς θεούς. καὶ ἔστιν ἀκούειν λεγόντων ὡς ὁ μὲν ἀδικῶν ἐλέγχεται, τοῖς δὲ ἠδικημένοις μείζων νῦν ἡ ζημία. τοῦτʼ οὖν ἔτι μοι λύσας ὅλην ἔκβαλε τῆς ψυχῆς τὴν ἀθυμίαν. οὐ γὰρ ἂν βουλοίμην τὸ μὲν ὀρθῶς ἡμῖν, τὸ δὲ οὐχ οὕτω πεπρᾶχθαι.
Ἀχραντίῳ.
Τῷ σῷ κατὰ σοῦ χρήσομαι βέλει. πῶς γὰρ οἴει με διατεθῆναι τὴν γνώμην πολλάκις μὲν εἰδότα σου πρὸς τὸν ἀδελφὸν γράμματα, σιγὴν δὲ πρὸς ἐμαυτόν; καίτοι κοινωνὸς μὲν ἦν τῆς ἀρχῆς Ἀλεξάνδρου μοι μεταδόντος, μετεῖχον δὲ πόνων ὧν ἐκεῖνος, καὶ πλειόνων γε ἢ ἐκεῖνος. οὐ γὰρ ἦν, οἶμαι, ῥᾷστον κινούμενον κατασχεῖν, κατεῖχον δὲ ὅμως. καί μου ἡ γλῶττα πρὸς αὐτὸν πλέον ἢ χαλινὸς ἴσχυσε. τότʼ οὖν πολλαὶ μὲν ᾔεσαν ἐπιστολαὶ παρὰ σοῦ καί με οὐκ ἐλάνθανον, ἐμὲ δὲ οὐδὲ γράμματι προσειπεῖν πώποτε ἐτόλμησας. ἀνέχου δὴ τοῦ σαυτοῦ νόμου καὶ εἰ μὲν τὸ μὴ γράφειν κακόν, γράφε, εἰ δʼ οὐδὲν δεινόν, μὴ κατηγόρει τοῦ μὴ γράφειν.
Θεμιστίῳ.
Σύρος μὲν ὁ ἄριστος Ἰουλιανός, χαίρων δὲ παρʼ ἡμῶν ὡς ὑμᾶς ἠπείγετο. θαυμάζοντος δέ μου τὸ μετʼ εὐθυμίας οἴκοθεν ἄλλοσε τρέχειν μὴ θαύμαζε ἔφη· τοῦ καινοῦ γὰρ τούτου Θεμίστιος αἴτιος ἕλκων καὶ γοητεύων καὶ μεγάλα παρατιθείς, ἔνια καὶ μουσικά. ταῦτα ἀκούων ἠγάσθην καί μοι ἔδοξεν ὀρθῶς ἔχειν· ὁ μὲν γὰρ χρησμὸς ἀνδρὶ Πελασγῷ πᾶσαν ἔφησε γῆν εἶναι πατρίδα· ἐγὼ δέ, εἴ μοι προσθεῖναι θέμις, πᾶσαν γῆν ἐν ᾗ Θεμίστιος παντὶ φιλολόγῳ φαίην ἂν εἶναι πατρίδα. τῶν δʼ αὖ φιλολόγων ὅτιπερ κεφάλαιον Ἰουλιανός, εἰδὼς μὲν τὰ ἡμέτερα, προσειληφὼς δὲ καὶ τὰ Ἰταλῶν, ἔχων δέ τι καὶ περὶ Πλάτωνος καὶ τῶν κατʼ οὐρανὸν λέγειν. ὧν οὐδὲν ἄρχων κατῄσχυνεν, ἀλλὰ καὶ ἀπῆλθε πένης παρὰ τῶν πλουτίζειν ἐπισταμένων Φοινίκων. δείκνυ δὴ τῶν βιβλίων ἀνδρὶ δυναμένῳ κάλλος βιβλίων καὶ ἰδεῖν καὶ θαυμάσαι.
Δατιανῷ.
Εὐδαιμονέστατος μὲν ὁ φέρων τὴν ἐπιστολήν, ὥσπερ οἱ εἰς ἱερὰ φοιτῶντες· ἐμοὶ δὲ οὐδὲ τοῦτο μικρόν, ἡ διὰ γραμμάτων συνουσία. τοῦ μὲν γὰρ ὁρᾶν ἧττον, τοῦ δὲ σιγᾶν βέλτιον. ἀλγοῦμεν δὲ πολὺν ἤδη χρόνον γράμμασιν οὐ τιμηθέντες, οὐ μόνον ὅτι ὧν ἀγαθῶν γεγεύμεθα, τούτων ἐπιθυμεῖν εἰώθαμεν ἅπαντες, ἀλλʼ ὅτι καὶ πολὺ τοῦτό μοι πανταχόθεν τὸ ἐρώτημα· γέγραφεν ὁ θαυμάσιος ἢ οὔ; καὶ εἰ μὲν ψευσαμένῳ τὸν ἔλεγχον ἦν διαφυγεῖν, ἔλεγον ἂν γράμματα ἥκειν· νῦν δʼ ἀμφισβητήσιμα καὶ δεικνύειν ἀνάγκη. πολλὴ δὴ οὖν ἀνάγκη τἀληθῆ λέγειν, ὡς οὐχ ἧκε. τοῦτο δʼ ἡμῖν τοὺς φίλους μεθʼ ἡμῶν λυπεῖ. χάρισαι τοίνυν ἐμοὶ μὲν ὃ πρότερον, Ἰουλιανῷ δὲ πολλά, τὸ τὸν ἄνδρα ἰδεῖν ἡδέως, τὸ λέγοντος περὶ ὧν σε εἰδέναι βούλοιτʼ ἂν ἀκοῦσαι προθύμως, τὸ δοῦναι γνώμην, τὸ προσθεῖναι πρᾶξιν, τὸ τυχόντος ἡσθῆναι. ἔστι δὲ ἀνὴρ ἄξιος εἰς τὸν σὸν τελεῖν χορόν· χορὸς δὲ σὸς οἱ παιδείας μετειληφότες, ὑφʼ ὧν πάλαι τε θαυμάζῃ καὶ οὓς ἐκ μικρῶν μεγάλους ποιῶν εὐφραίνῃ.
Σαλουτίῳ.
Ὅταν συνέλθωσιν ἀγαθὴ γνώμη καὶ τύχη καὶ ὁ αὐτὸς ἄνθρωπος χρηστός τε ᾖ καὶ δυνατός, κοινόν τι τοῦτο πᾶσιν ἀνθρώποις καθίσταται. νῦν τοίνυν ἥ τε σύνοδος ἐκείνη λαμπρότατα φαίνεται τό τε τρίτον εὖ ποιοῦν ἠκολούθηκεν. εὐθυμοῦνται μὲν αἱ πόλεις, ἀνθοῦσι δὲ οἱ οἶκοι, καὶ ἄρχουσι μὲν ἐθνῶν οἱ ἀρχῆς ἐπιστήμονες, ἰδιωτεύουσι δὲ οὓς κάλλιον. ἐγὼ δὲ τῇ μὲν ἄλλῃ τῶν παρόντων ἀπολαύω, φιλοῦμαι γὰρ καὶ οὐκ ἂν ἀρνηθείην, γράμματα δὲ παρὰ τοῦ φιλοῦντος οὐ λαμβάνων ἀδικοῦμαι. καὶ εἰ μὲν οὐκ ἦν πω ταύτην τὴν τιμὴν τετιμημένος, ἴσως ἂν οὐδὲ ἐζήτουν· νῦν δʼ Εὐφράτης μοι γλυκύτερος Βοσπόρου. ἐντεῦθεν μὲν γὰρ ἐπέστελλες καὶ ταῦτα τὸ σῶμα ἔχων ἐν χερσὶν ἰατρῶν· ἐκεῖνον δὲ ἰδὼν τὸν πόρον, οὐκ ἂν μὲν φαίην ὡς ἐπελάθου μου, τοῦ δὲ γράμμασιν εὐφραίνειν οὐκ οἶδʼ ὅπως ἀπέστης. ἀλλά, πρὸς θεῶν, οἵ σε ἡμῖν ἐκ τῶν ἐσχάτων κινδύνων σεσώκασιν, ἀνανέωσαι τὴν τιμὴν καὶ δὸς ἐκεῖνα τὰ πρότερα. βουλοίμην δʼ ἂν τὸν αὐτὸν ἄνδρα μοι δοκιμάσαι τὴν ἐπιστολὴν κεκοσμημένον οἷς εἰκός, ἀρχῇ δευτέρᾳ. δεινὸν γὰρ τὸν πρὸ τῶν ἄλλων τότε νῦν οὐδὲν ἐργαζόμενον ἔργα ἑτέρων ὁρᾶν.
Μακεδονίῳ.
Περὶ πολλοῦ σε ἔφησεν Εὐστόχιος ποιεῖσθαι γράμματα ἡμέτερα λαβεῖν. ἐγὼ οὖν οὐκ εἶχον Εὐστοχίῳ περὶ τῆς σῆς διαπιστῆσαι γνώμης, ἀλλʼ, ὥσπερ ἂν εἰ σοῦ λέγοντος ἤκουον, ἐπίστευον ἄν, οὕτω τούτῳ περὶ σοῦ λέγοντι προσέχειν ᾤμην δεῖν. ἐπέσταλκα τοίνυν ἀμφοτέροις χαριζόμενος, τῷ τε ἐπιθυμοῦντι σοὶ καὶ τῷ τῆς σῆς ἐπιθυμίας μηνυτῇ. εἰ δὲ τῷ μὲν λαβεῖν ἡσθήσῃ, τῷ δὲ μὴ πάλαι μέμψῃ, τοῦ μὴ πάλαι ταῦτα πείσαντος κατηγόρει· ὡς ἔγωγε ὃ νῦν ἡδέως ποιῶ, καὶ πρότερον ἂν ὁμοίως ἔπραττον. ἀλλὰ τὸ μὲν Εὐστόχιον αἰτιᾶσθαι ἢ μὴ σὸν ἂν εἴη· τὸ δὲ θρυλούμενον εἰ ἔργον γένοιτο καὶ φιλοσοφίαν ἐν τῇ σαυτοῦ λαβὼν ἱδρύσαις, μακρὸς ἥξει σοι λόγος ἐγκωμιάζων τὸ ἔργον.
Εὐδαίμονι.
Καὶ σοὶ τῷ πρεσβευτῇ χάρις καὶ τῷ τὸν ὕπνον ὑμῖν ἐπιδόντι καὶ τῷ φήναντι τὴν γυναῖκα τὴν μεγάλην τε καὶ καλήν, καὶ σοὶ πάλιν χάρις, ὅτι ταύτην οἴει τὴν Ὑγίειαν εἶναι. ἀλλʼ ὅπως ταύτην γε τὴν ἄνθρωπον ἢ μᾶλλον τὴν θεὸν μὴ ἀνῆτε, πρὶν ἂν ἐμοὶ συγγένηται καὶ περιχυθῇ καὶ διὰ παντὸς ἐλθοῦσα μέλους φυγῇ ζημιώσῃ τὴν ἀναιδῆ ποδάγραν. ἐλπίζω δέ τι πλέον· οὐδὲ γὰρ τὸ νῦν μικρόν, ὃ καὶ αὐτὸ τοῦ θεοῦ τίθεμαι, παρʼ οὗ τὴν νύμφην λαμβάνεις. ἤδη γὰρ ὁ ποὺς δύο μοίρας ἀπείληφε τῆς δυνάμεως ἥν ποτε εἶχεν. αἱ μὲν χεῖρες τοῖν Ἠπειρώταιν, τὸ δὲ δῶρον Ἀσκληπιοῦ. πιστεύειν οὖν χρὴ καὶ περὶ τοῦ λειπομένου. τοῦτο δὲ εἰ γένοιτο, δραμούμεθα παρὰ τὸν φιλόδωρον θεὸν βεβαιωσόμενοί τε τὸ δοθὲν καὶ σοὶ δᾷδα ἅψοντες ἐν τοῖς γάμοις· πρὶν δὲ κομίσασθαι τὸ πᾶν, οὐκ ἀσφαλές, οἶμαι, μείζω τῆς δυνάμεως τολμᾶν.
Ἀκακίῳ.
Ἥσθησαν καὶ ἐγέλασαν ἅπαντες οἱ τῆς κωμῳδίας ἀκούσαντες· ἤκουσαν δὲ πλὴν ὀλίγων πάντες, καὶ οὐδεὶς ἦν, ὃς οὐκ ἂν ἐβουλήθη ποδάγρᾳ κατειλημμένος οὕτως αὐτὴν δύνασθαι κωμῳδεῖν. ἐγὼ δὲ οὐχ, ὡς οἴει, τὸν νόμον ὑπερπεπήδηκα τὸν τῶν ἄρτι δεξαμένων τὴν βασιλίδα ταύτην, ἀλλὰ καὶ σκληρότητα ὁδοῦ καὶ ὄστρακα καὶ θέατρον καὶ θηρίων θέαν καὶ πάντα μᾶλλον ᾐτιώμην τοῦ κεῖσθαι ἐπὶ κλίνης ἢ ὅπερ ἦν. συνεξηπάτηντο δέ μοι καὶ ἰατρῶν ἐν οἷς ἡ ἰατρικὴ πᾶσα. καρπωσάμενος δὲ τὴν ἀπάτην μῆνα ὅλον καὶ μέλλων εἴσεσθαι, ὅ τι ἐστί, πάλιν διεκωλύθην ὑπὸ τῶν οὐκ ἀγνοούντων, φαίην ἄν, ἀλλʼ οὐκ ἐθελόντων ἀνιᾶν. πυκναῖς δὲ αὐτῆς ταῖς εἰσβολαῖς χρωμένης καὶ δενδροτομούσης καὶ δῃούσης μᾶλλον ἢ οἱ Λάκωνες τὴν Ἀττικὴν ἐνέδωκα καὶ ἀπέδωκα τῷ πάθει τοὔνομα δεινῆς ἀναισχυντίας ἡγούμενος ἐξελεγχόμενον ἀρνεῖσθαι. σὺ δʼ ἀκούων μηνὶ τετάρτῳ τὰ ὄντα οἴει παρημελῆσθαι τὸν νόμον. ὁ δὲ λαβὼν τὴν αὑτοῦ μοῖραν οὐκ ἔμελλεν ἀεὶ βιάσεσθαι τὴν ἀλήθειαν. φθέγξῃ δὲ καὶ σὺ ταὐτά μοι μικρὸν ὕστερον, μᾶλλον δέ, πρὸς μὲν τὴν θεὸν εἴρηταί σοι παραπλήσια, καὶ κέκληται σύμμαχος ἐπὶ ποδάγραν· ἀγροὶ δὲ καὶ ἵπποι καὶ πονηρὸς οἰκέτης οὐχ ὑποδεξάμενος φερόμενον νῦν μὲν ᾄδεται πρὸς ἡμᾶς, προϊὸν δὲ τὸ ἔτος πάσας αἰτίας ἐξαλείψει πλὴν μιᾶς. ἡμεῖς δὲ γενόμενοι χορός, ἐσμὲν δὲ πλείους ἢ καθʼ ὅσους ὁ κωμικός, ὑπὸ σοὶ κορυφαίῳ τιμήσομεν ᾠδαῖς τὴν ἐρῶσαν τῶν ποδῶν.
Οὐλπιανῷ.
Τῶν πόλεων τὰς μὲν φῂς ἑωρακέναι, τὰς δὲ μέλλειν. οὐκοῦν αἱ μὲν ἐπαινοῦσιν, αἱ δὲ τὸ ἴσον ἕξουσιν; ἐλέγχων δὲ τοὺς κακούργους μὴ παύσῃ, κἂν ἀδύνατον ᾖ τοὺς ἐδηδοκότας ἐμέσαι. τὸ μὲν γάρ, οἶμαι, σόν, ὁ τῆς κλοπῆς ἔλεγχος· εἶναι δὲ αὐτοῖς ἔτι χρήματα οὐ σόν. Εὐτυχιανὸς δὲ κἂν ἄλλος τις εἰς οὐρανὸν τοξεύῃ, γελᾶν ἀξιῶ τὸν οὐ βαλλόμενον Δία.
Εὐδαίμονι.
Τὸν μὲν ἐκ τοῦ ἱεροῦ θαλλὸν ἔχω, γέγονε δὲ ἀπʼ αὐτοῦ μοι πλέον οὐδέν, πλὴν εἰ τὸ τῶν ἰατρῶν ἔργον δεῖ νομίζειν τοῦ θεοῦ. καὶ δοκείτω γε οὕτω καὶ ἔστω· καλὸν γὰρ ἅμα καὶ ἀσφαλὲς ἥδε ἡ δόξα. Κυρίνου δὲ τεθνεῶτος οὐχ ὅτι ἐλυπήθης, ἐθαύμασα, ἀλλʼ ὅτι ζῆν ἀνέχῃ· πλεῖστα γὰρ σέ τε ἐκεῖνος σύ τε ἐκεῖνον εὔφρανας καὶ ἦτε πάντα ἀλλήλοις. ἡμᾶς δὲ διέθηκεν οὕτω τὸ συμβάν, ὡς εἰκὸς τοὺς συνήθεις. παραμυθία δέ τις ὑπῆν τὸ πολλὰ πολλάκις δεδῆχθαι.
Θεμιστίῳ.
Ἀκακίου τοῦ σοφιστοῦ καὶ ἀδελφιδοῦς καὶ μαθητὴς Εὐτρόπιος οὑτοσί. ἔοικε δὲ αὐτῷ κατὰ μὲν τὴν μορφὴν οὐκ ὀλίγα, κατὰ δὲ τοὺς λόγους πάντα. χρῆται δὲ οὐχ ᾗπερ ἐκεῖνος τοῖς λόγοις οὐδὲ δουλεύει διδάσκων, ἀλλʼ ἔστιν ἐλεύθερος δίκας λέγων. εἰ μὲν οὖν μὴ γάμος αὐτὸν οἴκαδε ἐκεκλήκει τοῦ λέγειν ἀφελκύσας, τῶν ἀρχόντων ἂν ἦν· νῦν δʼ ἐκεῖνο διώκων τοῦτο οὐκ ἔχει μέν, ἕξει δέ, ἢν οἵ τε θεοὶ θέλωσι καὶ σὺ βουληθῇς, μᾶλλον δέ, ἐκεῖνο μὲν ἀναβεβλήσθω, πρὸς δὲ τὴν ἐν τῷ νῦν σχήματι δύναμιν συλλαβοῦ. τοῦτο δὲ γένοιτʼ ἄν, εἰ γένοιτο τῶν ἐν δυνάμει φίλος. ἐκεῖνοι δὲ σοί τε φίλοι καὶ τόνδε ποιήσαιντʼ ἄν, εἰ κελεύοις. διὰ τοῦτʼ ἔφην πρὸς αὐτὸν ὡς ταὐτὸν ποιεῖ σοί τε μόνῳ καὶ πᾶσι φέρων ἐπιστολάς.
Μοδέστῳ.
Πολλαχόθεν μὲν ἤρων τοῦ γενναίου Ἰουλιανοῦ, καὶ γὰρ εἰπεῖν σὺν τέχνῃ καὶ ἀκοῦσαι καὶ πρᾶξαι καὶ φίλῳ βοηθῆσαι καὶ ἀνδρίαν δεῖξαι, πάντα ταῦτα καὶ ἔτι πλείω συνείληφεν· ὡς δὲ ἐν ἀνδρῶν ἐξετάσει σὲ πρῶτον ἐτίθει, πολὺ πλέον με ἐφειλκύσατο καὶ ἥδιστʼ ἂν αὐτῷ καὶ συνωδοιπόρουν. ἀλλὰ τὸ μὲν οὐκ ἦν μοι ποιεῖν, ὃ δὲ ἔξεστι ποιῶ, διδάσκω σε, τίς αὐτὸς περὶ σὲ νῦν ἰδιωτεύοντα. τουτὶ γάρ ἐστιν ἀτεχνῶς ψυχὴν ἐπαινεῖν, οὐκ ἰσχὺν κολακεύειν. λέγω τοίνυν ὡς ἡμεῖς οἱ λαμπρὰ περὶ σοῦ δοκοῦντες ᾄδειν μικρὸν πεφήναμεν· οὕτω τὰ παρὰ τοῦδε λαμπρότερα. πιστεύω δὴ καὶ τὰ σὰ πρὸς τοῦτον ἔσεσθαι τοιαῦτα, ὥστʼ αὐτῶν μεγάλων ὄντων ὧν νῦν διεξέρχεται μείζω ζητεῖν ἕτερα.
Ἀκακίῳ.
Προΐσταται μὲν τὸν ἄρχοντα τῆς ὁδοῦ καὶ τὰς δίκας ὁ Παιάνιος ἡμῖν, ἄγει δὲ αὐτὸν ἐκεῖσε παλαιῶν παιδικῶν πόθος. ταῦτα δέ ἐστι σύ τε καὶ τὰ ἐν σοὶ καλά. δέχου τοίνυν ἀναπεπταμέναις ταῖς θύραις ταῖς τε τοῦ διδασκαλείου ταῖς τε τῆς οἰκίας ὃν τοῖς λόγοις ἔθρεψας, καὶ τοῖς πρώτοις καὶ τοῖς δευτέροις. σὰ γὰρ δήπου καὶ τὰ παρʼ ἡμῶν, ὥσπερ ἐμὰ τὰ παρὰ σοῦ τὰ πρῶτα. ὅτι μὲν οὖν καὶ τραπέζῃ καὶ ἐπιδείξει δέξῃ τὸν ἄνδρα, οἶδα· σκόπει μέντοι κἀκεῖνο, ὅπως πολλοὺς ἕξει τοὺς ἐπʼ αὐτὸν καταφεύγοντας. τούτῳ μὲν γὰρ ἀρκέσει καὶ τὸ σοὶ συγγενέσθαι καὶ τῆς ἡδίστης διὰ χρόνου γεύσασθαι πηγῆς· σοὶ δʼ ἂν πρέποι καὶ τῇ ἄλλῃ τὸν ἄνδρα κοσμεῖν, οὐχ ὅπως ἀργύριον λάβοι, πλουτεῖ γὰρ εὖ ποιῶν, ἀλλʼ ἵνʼ, ὅπερ ἐστί, καὶ δοκῇ, ῥήτωρ εἶναι καὶ δύνασθαι βοηθεῖν.
Λημματίῳ.
Οὐχ οὕτως ἄτοπός τις ἦν καὶ βάρβαρος, ὥστε γράμματά σου λαβὼν μὴ οὐχὶ πρῶτον μὲν ἡσθῆναι, ἔπειτα δὲ ἀντεπιστεῖλαι, ἀλλʼ ἀμφότερά τε ἐποίησα καὶ δοὺς Εὐσεβίῳ πέμπειν ἐκέλευον. ὁ δὲ οὐκ ἐβλάκευεν, ἀλλʼ εὐθὺς τὸν κομιοῦντα ἐζήτει καὶ δεικνύντος ἄνθρωπόν τινα Τιτιανοῦ, σόν, ὡς ἔφασκε, σύντροφον, τοὔνομα δʼ οὐκ ἂν ἔχοιμεν λέγειν, ἔδωκε δεηθεὶς μηδενὶ τρόπῳ προδοῦναί μοι τὴν σπουδήν. ὁ δʼ οὔτε σύντροφος ἄρα ἦν οὔτʼ ἀνὴρ δίκαιος, πλὴν εἰ τέθνηκεν. οὔκουν ἔδωκεν, ὡς ἥκων Εὐτρόπιος ἤγγειλεν ἀλγεῖν αὐτῷ τὸν θεῖον λέγων ὡς οὐ λαβόντα ἐπιστολὴν καὶ ταῦτα ὄντα ἐν συμφορᾷ. ἐγὼ δὲ ἀνεβόησά τε καὶ τὸ βιβλίον παρενεγκὼν παρεῖχον ἀναγινώσκειν ἄμφω καὶ δοὺς ἀντίγραφα δέομαι πέμπειν ὑμῖν τὴν ἀπολογίαν ἐν αὐτοῖς. ἣν οἶμαι ὑμᾶς ἔχειν· οὐ γὰρ οὗτός γε οἷος ἐκεῖνος ὁ θαυμαστὸς σύντροφος. τὴν μὲν οὖν αἰτίαν οὕτω λύω, Παιανίῳ δὲ νῦν πρῶτον ἀποδημίας πειρωμένῳ ποίησον τὴν Παλαιστίνην γλυκεῖαν. ἔστι δέ σοι ῥᾷστον πανταχόθεν ὄντι μεγάλῳ καὶ γένους ἕνεκα καὶ λόγων καὶ τοῦ λοιποῦ σχήματος. οὗ τὸ μέγιστον ἡ τῶν ἱερῶν προστασία, διʼ ἧς τέρπεις μὲν τοὺς θεούς, συνέχεις δὲ τὰς πόλεις· τὸν γοῦν πλείω χρόνον ἐν ναοῖς ἐκεῖνοι καὶ περὶ βωμοὺς ὑφʼ ἡγεμόνι σοὶ καὶ τυγχάνουσί γε τῶν θεῶν, οὗ μεῖζον οὐκ οἶδα ἔγωγε φυλακτήριον πόλει. διὰ μὲν δὴ ταῦτα καὶ ὅ τι ἂν βουληθῇς, πρᾶττε, τῆς δὲ δυνάμεώς σου ταύτης ἀπολαυσάτω Παιάνιος, περὶ ὃν Ἀκάκιός τε ὁ σοφὸς καὶ ἐγὼ πεπονήκαμεν. πέπωκε γὰρ ἐξ ἀμφοῖν, ὥσπερ τις ταὐτὸν ὕδωρ ἐκ κρηνῶν δύο. δοὺς δὲ ἡμῖν τὴν χάριν τὴν αὐτὴν ἔσῃ καὶ πάσῃ δεδωκὼς τῇ ἡμετέρᾳ πόλει.
Καισαρίῳ.
Ἢ τοῖς νῦν ἢ τοῖς ἔμπροσθεν ἁμαρτάνεις· εἰ μὲν γὰρ τὸ ἐπιστέλλειν καλόν, τοῦτο οὐκ ἐποίεις πρότερον· εἰ δὲ τὸ μὴ γράφειν, νῦν γεγραφὼς ἀδικεῖς. βούλει με τουτὶ τὸ ἄφυκτον λῦσαι; οὐδὲ νῦν αὐτὸς ἐπέσταλκας, ἀλλʼ ὅσπερ ἠνάγκασεν. ἠνάγκασε δὲ Γερόντιος, ὥστε σὺ τὴν μὲν χεῖρα ἔχρησας, τῇ γνώμῃ δὲ οὐκ ἐπέσταλκας, ἀλλʼ ἐκεῖνος μὲν καὶ διὰ σοῦ νῦν ἐπέσταλκε, σὺ δʼ οὔτε πρότερον οὔτε νῦν· οὕτως οὐδαμοῦ σαυτῷ μάχῃ.
Σαβίνω.
Εἶδόν σε ἐν τοῖς σοῖς υἱέσι· τοσοῦτον εἰς αὐτοὺς ἐκ τοῦ σώματος ἥκει. ἀλλὰ καὶ ἐγρηγόρασιν, ὥσπερ σύ, καὶ τὸ πονεῖν δέ σφισιν οὐκ ἀηδές. ἃ δὲ ἦν μαθόντας εἰδέναι, νῦν μὲν ἔχουσι μικρά, ἴσως δʼ ἔσται πολλὰ Μουσῶν τε καὶ Ἑρμοῦ διδόντων πολύ. φίλον δέ σε καὶ πρόσθεν μὲν ἡγούμην, οὐ μὴν ὅσον γε νῦν εὗρον, τοσοῦτον ᾔδειν τὸν πλοῦτον, ἀλλʼ ἐφάνη πολὺ μείζων ὢν τοῦ δοκοῦντος· οὕτω πολλοὶ μὲν τὼ παῖδε προσῆγον, πολλοὶ δέ, ὅτι μὴ παρεγένοντο, ἤλγουν· πολλοὶ δὲ πυνθάνονται τί δρῶσιν, πολλοὶ δὲ συνεύχονται, πάντες δὲ ἁπλῶς κἀκείνους κινοῦσι καὶ ἡμᾶς παρακαλοῦσι.
Δεκεντίῳ.
Εὐάνθιος, ὃ ἠπιστάμην, ἤγγειλέ μοι, ὅτι μου τοῖς γράμμασιν ἥδοιο καὶ λαβὼν οὐκ ἔρριψας, ὃ ποιεῖν εἰώθασιν οἷς πολλαχόθεν ἀφικνεῖται γράμματα. εἰκὸς οὖν τι ποιῶ πέμπων ἄλλα ἐπʼ ἄλλοις τῷ γε ἡδέως λαμβάνοντι. τὴν δὲ νῦν ἐπιστολὴν ἱκετείαν νόμισον ὑπὲρ ἀνδρὸς φίλου πληγέντος. ἀκούομεν γὰρ Εὐάγριον αἰτίαν τε σχεῖν καὶ κρίσιν ὑπομεῖναι καὶ οὐ κακῶς ἀγωνίσασθαι καὶ τῆς ἀρχῆς ἐκπεσεῖν καὶ ζημιωθῆναι χρήμασιν. ἃ οὐ ῥᾴδιον ἐκτῖσαι τῷ γε οὐκ ἐμπορίαν τὴν ἀρχὴν πεποιημένῳ. εἰ δὴ ταῦτα οὕτως ἔχει, σὸν ἂν εἴη τό γε τῶν χρημάτων ὅπως λυθήσεται πρᾶξαι. πολλὰ δʼ ἂν εἴποις βουληθείς, οἶσθα γὰρ λέγειν, καὶ πράξαις δʼ ἄν, εἰ προθυμηθείης.
Δατιανῷ.
Οἶμαι μὲν ἤδη τι παρὰ τῆς σῆς ψυχῆς εἰς Εὐάγριον γεγονέναι, οὔτε γὰρ ἀγνοήσειν ἔμελλες τηλικαύτην συμφορὰν οὔτʼ ἀμελήσειν τοῦ παθόντος ἥ τε δύναμις ἱκανὴ καὶ ταῦτα καὶ ἔτι μείζω μεταστῆσαι· εἰ δʼ οὖν ἔτι μένει τὸ τραῦμα, ἀλλὰ νῦν γε, ὦ θαυμάσιε, καὶ ἄλγησον καὶ ἐπάμυνον ἐνθυμηθεὶς ὡς ἐλεεινὸν τὸ θέαμα πωλεῖσθαι τοὺς ἀγροὺς τοῦ μηδὲν ἐπὶ τῆς ἀρχῆς πεπρακότος. Εὐάγριος γὰρ χρυσὸν τοσοῦτον εἶχε μέν, ἐκτήσατο δὲ οὐδέποτε. χρηστὸς δὲ ἦν ἐν οἷς ἐπιστεύετο. καὶ μήν, εἰ πάντως δεῖ δοῦναι δίκην, δίδωσιν οὐ μικράν. χειμὼν μὲν οὕτως προσέρχεται, ὁ δὲ γυναῖκα τρέφει καὶ θεραπαίνας καὶ τροφοὺς παιδίοιν, τοῦ μὲν πέρυσι, τοῦ δὲ ἄρτι γενομένου, μὴ στέγης εὐπορῶν μηδὲ χρημάτων, ἂν μή τις ἐθελήσῃ χρῆσαι. τοσαύτην τοίνυν μεταβολὴν μεγάλην νομιστέον δίκην, ἄνδρα χθὲς ἄρχοντα σήμερον σκοπεῖν, ὅπως ἡ γυνὴ μὴ πεινήσει· ὥστʼ εἰ καὶ σφόδρα ἠδίκηκε, κεκόλασται. καὶ μέχρι θέρους γε δώσει ταύτην τὴν δίκην, ἡ καταδίκη δὲ αὐτὸν καταχώσει καὶ ἀπολεῖ καὶ δείξει πτωχόν. ὃ μὴ περιίδῃς ἀναμνησθείς, οὐ λέγω νῦν Ὀλυμπίου καὶ τῆς Ὀλυμπίου μητρός, ἀλλʼ ὅσοις μείζονα ἐνεκαλοῦμεν, ὧν τὴν χεῖρα ὑπερέσχες, ὧν ἔτι ζῶσι πολλοὶ παρὰ σοῦ τὰς ψυχὰς λαβόντες.
Ἰοβίνῳ.
Ἐγώ σε ἀγρυπνεῖν ἀπʼ ἐκείνης νομίζω τῆς ἡμέρας, ἐν ᾗ κρινόμενος μὲν Εὐάγριος ἀπέφυγεν, ἀπελθὼν δὲ ἐβλήθη καταδίκῃ βαρυτέρᾳ τῆς Αἴτνης, ὃ εἰ προῄδει, κἂν τρὶς τοσαῦτα ῥᾳδίως ἐξέτισεν. αἱ γὰρ ἀρχαὶ κρείττους τῶν ἐμποριῶν τοῖς ἐπισταμένοις δέχεσθαι. τοῦτο δὲ οὐκ ἠπίστατο, ἀλλὰ γὰρ ἐπεπαίδευτο ὑπʼ Ὀλυμπίου τοῦ ἀδελφοῦ. ἐκεῖνον μὲν οὖν καὶ νῦν ἐπαινῶ, καὶ γὰρ τὸ ἀπορεῖν πολλαχοῦ τοῦ πλουτεῖν ἄμεινον· σὲ δὲ οὐκ ἀρκεῖ τοῖς συμβᾶσιν ἀθυμεῖν, ἐπεὶ τοῦτό γε καὶ ἡμῶν καὶ πολλῶν ἄλλων, ἀλλὰ καὶ ζητεῖν, ὅπως ἔσται τις τούτων λύσις. τῶν μὲν γὰρ ἀδυνάτων ἡμῶν τὸ στένειν, τῶν δʼ ἐχόντων δύναμιν ὑμῶν πρὸς τῷ λυπεῖσθαι τὸ βοηθεῖν.
Σαβρικίῳ.
Εὐφήμει περὶ τῶν Ἀθήνηθεν καὶ νόμιζε θεοὺς ἐν ἀνθρώπων εἴδεσι φαίνεσθαι καὶ ὅ τι ἂν ἀκούσῃς, πήδα καὶ κρότει. πρέπει γὰρ ἡ μὲν βάσανος τοῖς παρὰ τῶν ἀνθρώπων, ὁ δὲ ἔπαινος τοῖς παρὰ τῶν δαιμόνων.
Σαλουτίῳ.
Καὶ τὰ πρῶτά γε ἦρξεν Εὐάγριος διὰ σὲ καὶ τῶν δευτέρων ἀφορμὴ τὰ πρῶτα τὰ παρὰ σοῦ κἀν τῇ κρίσει τὸν εὔνουν ἔδειξας καὶ τοῖς τελευταίοις ἤλγησας. δεόμεθα δή σου συμμαχέσασθαι τῷ τέλει, καὶ ἴσως ἐνδώσει.
Νεβριδίῳ.
Μέγα ἡμῖν τῆς σαυτοῦ φύσεως ἐγκατῴκισας θαῦμα τὰ μὲν πειραθεῖσι, τὰ δὲ ἀκηκοόσιν· ἀρχὴ γὰρ ἡ μεγάλη μέν σοι παρʼ ἡμῖν, ἡ μεγίστη δὲ ἐπὶ τῆς ἑσπέρας. καὶ παραλείπω τὰς πρὸ τούτων δυνάμει μὲν ἥττους, ἀρετῇ δὲ οὐ χείρους. οὐ μέντοι σιγῇ θαυμάζομεν, ἀλλὰ λέγοντές τε καὶ ἀκούοντες διατελοῦμεν ἐπιθυμῶν ἕκαστος εἰπεῖν τι πλέον ἢ ἀκοῦσαι. ἐμοὶ δὲ ὑπάρχει πρὸς τοῖς κοινοῖς ἀγαθοῖς καὶ τὰς εἰς ἐμαυτὸν διεξιέναι τιμὰς οὕτω μὲν πολλὰς ὡς μικράς, οὕτω δὲ μεγάλας ὡς ὀλίγας. ἡγησάμην οὖν τοῖς εἰρημένοις πρέπειν καὶ τὸ ἐπιστέλλειν. καὶ ἴσως ἠδίκουν οὐ πάλαι τοῦτο ποιῶν, ἀλλὰ νῦν γε βελτίων γίνομαι καὶ γράφω καὶ αἰτῶ γράμματα καὶ ὡς ἥξει πιστεύω σοῦ τε ἑτοίμως ἔχοντος πρὸς τὰς καλὰς χάριτας καὶ Καλλιγένους τοῦ χρηστοῦ κινοῦντος ἐγγύθεν.
Μοδέστῳ.
Ταῦτά σοι περὶ τούτου γράφω· τέρπεται Παυλῖνος ἐξαπατῶν καὶ οὔτε πωλεῖν θέλει πάνυ τε ἐθέλειν λέγει. σὺ δʼ εἰ μὲν τοῦ ἐλπίζειν ἐπιθυμεῖς, πρόσεχε τοῖς λόγοις· εἰ δʼ ἀγρῶν καὶ γῆς, ἔασον ἄνδρα μέχρι ῥημάτων πωλοῦντα.
Δεκεντίῳ.
Πρότερον μὲν ἠκούομεν ὡς Εὐάγριος μικρὰ ἁμαρτὼν ἐζημίωται μεγάλοις· λύσιν δὲ ἡμῶν προσδεχομένων, πρέπουσα γὰρ ἡ ἐλπὶς τῇ βασιλέως πρᾳότητι, πικρότερος ἦλθεν ἄγγελος τοῦ προτέρου λέγων ὡς δὴ ἕλκεται καὶ παίεται καὶ ἔστιν ἐν οἷς εἰκὸς τὸν ἐν ἀπορίᾳ πολλῇ, τοσοῦτον εἰσπραττόμενος χρυσίον, ὅσον μοι δοκεῖ κἂν τὸν Κροῖσον δακεῖν. εἰ μὲν οὖν ἦσθα τῶν ἀσθενῶν, ἠλγοῦμεν ἄν, ὅτι σοι δύναμις οὐκ ἔστι· δυνάμεως δὲ παρούσης, εἰ ῥᾳθυμήσεις, ἀλγήσομεν, ὅτι τοῦ τῶν φίλων ἐκπεπτώκαμεν ἀριθμοῦ· τὸ γὰρ ὅτι τῶν φίλων προκινδυνεύεις, βεβόηται.
Ἰουλιανῷ.
Καὶ συγγενής ἐστί μοι Γέμελλος καὶ φίλος καὶ οὐ καταισχύνει τὸ γένος τῷ τρόπῳ. εἰ μὲν οὖν χρήματα ἦν αὐτῷ καὶ οὐσίας μέγεθος, ἐν τοῖς λειτουργοῦσιν ἂν ἦν· μικρῶν δὲ ὄντων ἐκείνων ἐμοῦ παραινοῦντος ἧκεν ἐπὶ τοῦτο, ὅθεν ἂν εἴη δάκρυα καὶ δεσμὸν διαφυγεῖν, ἃ τοὺς ἐν πενίᾳ λειτουργοῦντας καταλαμβάνειν εἴωθεν. εὐτύχημα δὲ αὐτῷ τὸ ὑπὸ τοῖς σοῖς ὀφθαλμοῖς ἄρχειν τὴν ἀρχήν· σὺ γὰρ οἶσθα καὶ μισεῖν ἀδικίαν καὶ τιμᾶν ἐπιείκειαν. καίτοι τῶν ἄλλων οἱ πλείους ταπεινόν τι ἡγοῦνται τὴν ἐπιείκειαν καὶ προπηλακίζουσιν, ἀλλʼ οὐ σύ. καὶ γὰρ εὖ γέγονας καὶ λόγοις ἐτράφης καὶ τῷ χρηστὸς εἶναι μᾶλλον ἢ τῷ πλήθει τῶν ἐθνῶν οἷς ἐφέστηκας φιλοτιμῇ. τούτου γε πεῖραν Γέμελλος ἔχει τε καὶ λαβέτω πλείω, ἵνα τοῦ μὲν σοί, τοῦ δὲ ἐμοὶ χάριν εἰδῇ. ἂν γάρ τινος ἐπὶ τοῖς γράμμασι γεύσηται γλυκυτέρου, οὐκ ἄδηλον ὅτι τὴν παράκλησιν αἰτιάσεται τοῦ πλείονος.
Γεροντίῳ.
Πάντες οἱ φίλοι κεκίνηνται καὶ παντὶ σθένει βοηθοῦσιν· ἴσασι γὰρ γενναίῳ βοηθοῦντες φίλῳ. πάντων δὲ ἀγαθῶν γινομένων Εὐάνθιός ἐστιν ὁ λαμπρότατα ἀριστεύων. καίτοι χαλεπῷ γε συμπεπλέγμεθα πολεμίῳ, χρήμασιν ἰσχυρῷ καὶ μᾶλλον ἢ Πρίαμος πολυχρύσῳ, ἀλλʼ ὅμως τῇ ῥοπῇ τῆς Ἀθηνᾶς, οὕτω γάρ μοι καλὸν τὴν Ῥουφίνου καλέσαι προθυμίαν, τροπήν τινα εἰργάσμεθα καὶ ἐλπὶς ἡμῖν ὑπολάμπει. δεῖ δή σε τῷ μὲν ἐπιστεῖλαι τὰ μὲν ἐπαινοῦντα, τὰ δὲ παρακαλοῦντα, ἑαυτὸν δὲ ἐν δυνάμει δεῖξαι· πρὸ γάρ τοι τῶν φύσει καλῶν τοῦτο ὁρῶ θαυμαζόμενον.
Δατιανῷ.
Ἔτι δακρύομεν ἀκούοντες Εὐαγρίῳ τὴν χείρω τύχην μένειν, καὶ δύο ταῦτα ποιοῦμεν, δακρύομεν καὶ ἐπιστέλλομεν. τὸ τρίτον δὲ σὸν ἤδη, τὸ ἔργῳ βοηθῆσαι. τῶν μὲν γὰρ ἀσθενεστέρων τὸ δεῖσθαι, τῶν δὲ δυνατωτέρων αἱ πράξεις. εἰ μὲν οὖν κακὸν εὗρες ἐπὶ τῆς ἀρχῆς τὸν ἄνδρα καὶ μεμφομένους αὐτῷ τοὺς νόμους, αὐτός τε μίσει καὶ ἡμεῖς σοι ταὐτὸ δράσομεν καὶ ἀπολλύσθω καταισχύνας ἡμῖν τὴν πόλιν· εἰ δʼ ἠτύχηκε μὲν δεινῶς, ἠδίκηκε δὲ οὐδέν, —ταυτὶ γὰρ ἀκούομεν καὶ παρὰ ταῦτα οὐδέν—ποίησον ὃ πεποίηκας, ἀφʼ οὗπερ ἰσχύεις—ἰσχύεις δὲ ἐκ παιδός— τί δὲ τοῦτο ἔστιν; ἐξήρπασας χειμῶνος τοὺς ἐν τοῖς κύμασι φερομένους. καὶ γέγονε τοῖς μὲν ἡ σωτηρία, σοὶ δὲ τὸ ταῦτα ἡμᾶς ἔχειν καὶ πρὸς σὲ καὶ περὶ σοῦ γράφειν. κοίμισον δὴ καὶ νῦν τὴν ἀγριαίνουσαν θάλατταν. μὴ γὰρ εἴποι τις ὡς βουληθεὶς οὐκ ἐδυνήθης· τὸ γὰρ ὡς οὐκ ἐβουλήθης, οὐκ ἔστιν ὅστις ἂν εἴποι.
Σαλουτίῳ.
Πάντες ὅσοι δεῦρο παρʼ ὑμῶν ἀφικνοῦνται, τὸν αὐτὸν κομίζουσι λόγον Εὐάγριον μὲν ἠτυχηκέναι, τὸν ἄριστον δὲ Σαλούτιον λύειν αὐτῷ πειρᾶσθαι τὴν τύχην. καὶ ταὐτὸ λέγεται μὲν παρὰ τῶν ἐρχομένων πρὸς ἡμᾶς, χεῖται δὲ διʼ ἡμῶν εἰς τὴν πόλιν ὁ λόγος. βοήθειαν γὰρ οὕτω γενναίαν τίς ἂν δύναιτο σιγᾶν καὶ ἀποστερεῖν σε μισθῶν, οὓς μόνους οἶσθα λαμβάνειν, ἔπαινον ἐπὶ πόνοις καλοῖς καὶ τὸ τοὺς εὖ πεπονθότας ἃ πεπόνθασι λέγειν; ἴσως μὲν οὖν ἀπὸ τοιαύτης σπουδῆς γένοιτʼ ἄν τι καὶ τέλος οἷον ἐθέλεις· εἰ δʼ οὖν ἰσχυρότερος ὁ δαίμων εἴη—καίτοι θαυμαστὸν εἰ μὴ περιέσῃ τοῦ καιροῦ—εἰ δʼ οὖν μείζων ὁ κλύδων τῆς τέχνης, ἀλλʼ ἡμεῖς γέ σου τὴν προαίρεσιν ἀνάγραπτον ἕξομεν.
Κλεάρχῳ.
Ὅτε σου τὴν ἐπιστολὴν ἀναπετάσας μῆκος εἶδον ἐν τοῖς γράμμασιν, ᾤμην εὑρήσειν Εὐάγριον παρὰ σοῦ τετυχηκότα βοηθείας, ᾧ βοηθεῖν οὐκ αἰσχρόν. οὐδεὶς γὰρ αὐτοῦ τὴν γνώμην αἰτιᾶται, πάντες δὲ ἐφεξῆς ἄλλο τι. καὶ ταῦτα ἤλπιζον εἰς ἔργα σου πολλὰ καὶ καλὰ καὶ δεικνύντα ἀνδρείαν βλέπων, ἀλλʼ Εὐάγριος μὲν οὐδαμοῦ τῆς ἐπιστολῆς, πᾶσα δὲ εἰς ἓν τοῦτο ἀνήλωτο τὸ ἀδικεῖς οὐ γράφων καὶ γράφε, πρὸς θεῶν. τοῦτο δέ ἐστι δοκοῦντος φιλεῖν, οὐ φιλοῦντος καὶ κατὰ τὴν τραγῳδίαν ὄνομʼ ἀντʼ ἔργου παρεχομένου. μὴ οὖν ἡμᾶς ἐξαπατήσειν οἴου γράμματα αἰτῶν ὡς δὴ ἡμῶν ἐρῶν, εἰ δὴ καὶ ἡμετέρων γραμμάτων. ἀλλʼ εἰ μὲν λαβὼν τὰ ὅπλα βοηθήσεις, στήσεις καὶ τοῦτο ἐπὶ πολλοῖς τροπαίοις· εἰ δὲ μή, τὴν μὲν ἀρετὴν μεθʼ ἧς ἄρχεις ἐπαινεσόμεθά σου καὶ τά γε πρὸς τοὺς ἄλλους φίλους, ἡμᾶς δὲ αὐτοὺς ἐν τοῖς φιλοῦσι μέν, οὐ μὴν καὶ φιλουμένοις ἔτι γραψόμεθα.
Τῷ αὐτῷ.
Οὐκ οἶδʼ ἥντινα ἐγὼ παρέλιπον εἰς γράμματα ἀφορμήν. εἰ δʼ οὐ πολλῶν τούτων ἔτυχον, οὐ τό γε ἐμὸν αἴτιον· τὸ μὲν γὰρ παραπεσούσαις μὴ χρήσασθαι τοῦ μὴ γράψαντος κατηγορία, τὸ δὲ μὴ πολλὰς φανῆναι ταύτας ἢ οὐδενὸς ἢ παντὸς ἄλλου του. σὲ δὲ ἐπαινῶ μέν, ὅτι οὕτως ἄρχεις, μακαρίζω δὲ τῆς τύχης, ὅτι οὐ λανθάνεις. ἥκει γὰρ ἐπὶ τὰ τῆς οἰκουμένης πέρατα τῆς ἀρετῆς ὁ λόγος, ὅτι οὐδείς ἐστιν ὃς οὐκ ἀλγεῖ πλὴν τῶν ἐχόντων, ὅτι Κλέαρχον οὐκ ἔχει. ὃ δʼ εἶπον πρὸς σὲ πολλάκις, ὅτι χρή σου τὰ ἔργα καὶ γραφῇ σωθῆναι, τοῦτο καὶ νῦν παραινῶ. σωθείη δʼ ἄν, εἰ τὸ ἀεὶ πραττόμενον εὐθὺς ἐν γράμμασιν εἴη. τοῦτο δὲ οἶμαι παντός, ἔσται γὰρ ὁ τὸν ἐκ λόγων ἀποδώσων κόσμον, ἐπειδὰν καὶ σοὶ τὴν ὀφειλομένην τάξιν ὁ δαίμων ἀποδῷ.
Δατιανῷ.
Τὴν Πομπηιανοῦ θυγατέρα προϊὼν ὁ χρόνος ἤγαγεν εἰς ἡλικίαν γάμου· μνηστήρων δὲ μυρίων φανέντων νικᾷ διὰ πάντων Παιάνιος, ὃς Καλλιοπίῳ γέγονεν ἐκ τῆς Παιανίου θυγατρός, ἐκεῖνος δὲ υἱὸς Ἡσυχίου τοῦ πάνυ. τῶν μὲν οὖν καλῶν τὰ μὲν πείθει δοῦναι τὴν κόρην, τὸ δὲ καὶ ἀναγκάζει· πείθει μὲν γένος τε τοῦ νεανίσκου καὶ λόγοι καὶ πλοῦτος καὶ κάλλος, μηδὲ γὰρ τοῦτο ἐν γάμοις ἠμελήσθω· τὸ δὲ ἀναγκάζον ἐστίν, ὅτι χρή, νὴ Δία, παιδίον τρέφειν τὴν κόρην. ἀλλʼ ὅμως ἀναβέβληται τὸ ἔργον τὴν σὴν ἀναμένον γνῶσιν. οὐδὲ γὰρ τὰ προδήλως λυσιτελοῦντα μὴ τοῦ σοῦ νεύματος ἡγησαμένου δέξαιτʼ ἂν αὑτῷ γενέσθαι Πομπηιανός.
Πελαγίῳ.
Εὑρών σε ἐν τοῖς γράμμασι τιμῶντα τοῖς εἰωθόσι τὴν ἑορτὴν μάλα ἥσθην σύμβολον τοῦτο ποιούμενος τοῦ νενικῆσθαι τὴν λύπην. ἐρόμενος δὲ τὸν παῖδα καὶ γνοὺς ἔτι τὴν λύπην κρατεῖν ἐμεμψάμην τῶν ἀμίκτων τὴν μῖξιν, εἰ ὁμοῦ πενθεῖς τε καὶ ἑορτάζεις, μᾶλλον δέ, ἐμεμψάμην τῆς ἀθυμίας τὸ μῆκος, ὃ γυναικὸς μέν ἐστιν οὐδὲ ταύτης σπουδαίας, ἀνδρὸς δὲ οὐδαμόθεν. ἐγὼ γὰρ ὡς ἔχω περὶ τούτων, ἄκουε· ὅταν μέν τινα ἴδω κέρδος ἡγούμενον γυναῖκα τὴν μὲν θάπτειν, τὴν δὲ γαμεῖν, μισῶ τε καὶ βάρβαρος εἶναί μοι δοκεῖ καὶ θηρίον καὶ πόρον ζητεῖν ἀσεβέστερον τῶν καταποντιστῶν. καὶ οἶδα τοῖς τοιούτοις καταρασάμενος πολλάκις. ὥσθʼ ὅτε σὲ ἤκουσα πεπλῆχθαι τῇ συμφορᾷ, πάνυ γε ἠγάσθην καὶ ἔδοξέ μοι τῷ τρόπῳ σου πρέπειν ὁ θρῆνος. μηκυνομένης δὲ τῆς ἀλγηδόνος οὐκ ἔτι σε δυναίμην ἄν, οὐδʼ εἰ σφόδρα βούλομαι. ὥσπερ γὰρ τὸ εὐθὺς συνταραχθῆναι χρηστοῦ τινος ἦν, οὕτω τὸ τηρεῖν τὴν λύπην ἀκμάζουσαν οὐ πεπαιδευμένου οὐδʼ ἡμῖν πρέπει τοῖς ἐκ τοῦ περὶ Μούσας χοροῦ καὶ ποιητῶν γέμουσι καὶ ὧν ἐκεῖνοι περὶ τῆς ἀνθρωπείας φύσεως φιλοσοφοῦσιν, ἃ πολλάκις οἶμαι σὲ πρὸς ἀνθρώπους ἐν πένθει καθημένους διεξελθεῖν. καίτοι μὴ νομίσῃς ἡμᾶς ταῦτα μαθεῖν, ὅπως ἄλλους μὲν ὠφελοῖμεν, ἡμᾶς δὲ αὐτοὺς μηδέν, ἀλλʼ ὅπως τοῖς αὐτοῖς φαρμάκοις καὶ ἄλλον ᾖ καὶ αὑτὸν ἰᾶσθαι. εἰ δὲ φῂς βούλεσθαι μὲν στῆσαι τὴν λύπην, δυνατώτερον δὲ εἶναι τὸ κακόν, τοῦτʼ ἔστιν ἡ κατηγορία, ὅτι οὐκ αὐτὸς εἶ τοῦ κακοῦ δυνατώτερος. ἦσθα δʼ ἄν, εἰ λογισμοῖς συνέζης· νῦν δʼ ἐκείνους ἐξελάσας τῷ δακρύειν σύνει. γινέσθω οὖν ἰσχυρότερον, ᾧ δίδως σαυτὸν πλέον, καὶ εἰ μέν σοι τὰ δάκρυα τὴν γυναῖκα ἀναστήσειν ὑπισχνεῖται, ῥείτω συχνὰ νύκτα τε καὶ ἡμέραν· εἰ δὲ τὰ σὰ μὲν χείρω, τἀκείνης δὲ οὐ ποιεῖ βελτίω, διὰ τί πράγματος ἔχῃ ζημιοῦντος μόνον; θαυμάζω δὲ εἰ οὐ μὲν ἀγανακτήσεις ἐμοῦ σοὶ τῶν ἐμῶν ἀμφισβητοῦντος, τοὺς θεοὺς δὲ οὐκ ἐάσεις ὅπως ἐθέλουσι τὰ αὑτῶν διοικεῖν. δεῖ γὰρ ἡμᾶς τοῦ μὲν λαμβάνειν εἰδέναι χάριν, ὅταν δʼ εἰς τοὺς δόντας ἃ δεδώκασιν ἐπανίῃ, μὴ χαλεπαίνειν· εἰ δὲ μή, τοὺς πονηροὺς μιμησόμεθα. ............ ἀγαθὴν φήσεις. οἶδα καὶ ἔσχον τὸν πάντα μοι διηγούμενον. ἀλλὰ πρῶτον μὲν κέρδος ὃν ἀπέλαυσας χρόνον ἡγοῦ· ἔπειτα μὴ καταγίνωσκε τῆς γῆς ὡς οὐκέτι τρεφούσης ἀγαθὴν κόρην, ἀλλʼ ἴχνευε καὶ ζήτει, καὶ φανεῖταί τι καλόν. καὶ τὴν μὲν ἔα τοῖς ἡρπακόσιν, αὐτὸς δὲ τῶν λοιπῶν ἐπιμελοῦ καὶ κτῶ δόξαν τελείαν. τοῦτο δʼ ἂν γένοιτο, εἰ δείξαις τοῖς ἀνθρώποις ὡς οὐ μόνον σὺ πρᾷος καὶ περὶ τοὺς φίλους πρόθυμος καὶ διδοὺς ἥδιον ἢ λαμβάνων, ἀλλὰ καὶ τύχην εἰδὼς θορυβοῦσαν ἐνεγκεῖν.
Δημητρίῳ.
Ἐκέρδανα ὅσον ἠγνόησα χρόνον τῆς σῆς οἰκίας τὸν χειμῶνα· ὡς, εὖ ἴσθι, πάλαι γνοὺς οὐ παραμυθεῖσθαι μᾶλλον ἂν ἐδυνάμην ἢ τοῦτο τοῦ πρὸς ἐμὲ ποιήσοντος ἐδεόμην· οὔτε γὰρ τοῖς ἀγαθοῖς τοῖς σεαυτοῦ μᾶλλον ἢ ἡμεῖς ἥδῃ καὶ θάτερα παραπλησίως σέ τε καὶ ἐμὲ λυπεῖ. χάρις δὲ τοῖς εἰς γαλήνην ὑμᾶς ἐκ κυμάτων κομίσασι θεοῖς καὶ θυγατρὶ μὲν καὶ υἱεῖ σεσωκόσι τὰς ψυχάς, σοὶ δὲ ἀποδοῦσι τό τε βαδίζειν καὶ τὸ δύνασθαι φροντίζειν ἃ τῆς ἑορτῆς ἐστιν. ἡμῖν δὲ τηθὶς ἀπέθανε καὶ φίλος· τὸ μὲν οὖν ἐκείνης ἠνέγκαμεν, ἔπειθε γὰρ τὸ γῆρας, ἡ δʼ ἀπὸ τοῦ φίλου πληγὴ πρᾶγμα ἀνίατον. καὶ γὰρ ἦν οἷος οὔθʼ ἡμῖν ἄλλος οὔτʼ ἄλλῳ τῶν ὄντων οὐδείς.
Ζηνοδώρῳ.
Κυρῖνον οὔθʼ ἧττον ἢ ἡμεῖς ᾔδεις οὔθʼ ἧττον ἢ ἡμεῖς ἐτίμας· ἠκολούθει γάρ, οἶμαι, τῷ τὸν ἄνδρα ἐπίστασθαι καὶ τὸ τιμᾶν. ἤδη μὲν οὖν ἡ ʼκείνου γυνὴ τῆς σῆς εὐνοίας ᾔσθετο, διʼ ἣν τῶν ἐχθρῶν οἱ μὲν ἀδικεῖν ἀρξάμενοι διὰ τάχους ἐπαύσαντο, πολλοὶ δὲ ὅλως ἡσύχασαν οὐ τολμήσαντες ἐπιθέσθαι. τοῦ παιδὸς δὲ αὐτοῖν ταῦτά τε οὐκ εἰδότος καὶ δεομένου γράψαι πρὸς σὲ περὶ τῆς τῶν πραγμάτων φυλακῆς τὸν μέν, ὅστις γέγονας εἰς αὐτούς, ἐδίδαξα, σὲ δὲ ἀξιῶ προσθεῖναι τῷ δρόμῳ. δεῖ γὰρ τῷ τὰ ὄντα αὐτοῖς σεσῶσθαι προσγενέσθαι τὸ καὶ τῶν γερῶν Ὁνωράτον μετέχειν, ἃ τῆς μεγάλης ἐστὶ βουλῆς.
Δομετιανῷ.
Ἔχεις ὃ ζητῶν διατελεῖς, ἔπαινον πολὺν παρὰ τῶν τὰ σὰ εἰδότων· ἴσασι δὲ οἱ μὲν ἐκεῖσε ἥκοντες, οἱ δὲ παρʼ ἐκείνων ἀκούσαντες, καὶ νῦν οἶμαι πᾶν χωρίον τούτου γέμειν τοῦ λόγου. τοῖς μὲν οὖν ἄλλοις ἔργοις τὰ τῶν ἄλλων ἐνίκας, τῷ δʼ ἔναγχος τούτῳ καὶ τὰ σαυτοῦ. διηγεῖτο δὲ Λητόϊος, οἷον μὲν ἑάλω θηρίον, οἷα δὲ ἐμηχανᾶτο κρινόμενον, ὡς πολὺ δεινότερα ὧν πρὶν ἁλῶναι ἔδρα, καὶ ὅτι πάντα ἂν ὑπὸ τῶν δόλων κατηνέχθη τὰ περὶ τὸν Εὐφράτην, εἰ μὴ σὺ τὸν σπινθῆρα διεκώλυσας μὴ γενέσθαι φλόγα. καὶ ταύτης τῆς βοηθείας πλεῖστον αὐτὸς ἔφασκεν ἀπολελαυκέναι καὶ ᾔδει χάριν καὶ ἔχει καὶ σχήσει, καὶ χρόνος αὐτὸν οὐδεὶς παύσει τὴν εὐεργεσίαν ᾄδοντα. κοινωνοὺς δὲ καὶ ἡμᾶς ἕξει τῶν ᾀσμάτων, οἳ δὴ καὶ ὧν εὖ πέπονθε κεκοινωνήκαμεν· ἐσμὲν γάρ, οὐ δοκοῦμεν φίλοι. ἴθι δὴ καὶ τὰ λοιπὰ τοῦ ἄθλου μετὰ τῆς αὐτῆς ἐπιστήμης ἄνυε, καὶ καλὰ καλοῖς ἀκολουθείτω καὶ φαινέσθω μιᾶς γνώμης ἀπʼ ἀρχῆς εἰς τέλος.
Ἀρίστωνι.
Τοῦτʼ ἔστιν ὡς ἀληθῶς ἑορτὴ τὸ οὕτως πράττειν ὑμᾶς ὥστʼ ἔχειν πείθεσθαι τῷ νόμῳ τῆς ἑορτῆς. ὑμεῖς τε οὖν ἀεὶ πέμποιτε δῶρα τὴν ἑορτὴν τιμῶντα καὶ φύλακας ἐξ ὑμῶν αὐτῶν καταλίποιτε τοῦ νόμου. χρηστὸν δὲ ποιοῦμαι σύμβολον τὸ παρʼ ὑμῶν ἧκόν μοι χιτωνίσκιον καὶ ἱμάτιον· ἐκ γὰρ ἀγαθῶν ἥκοντα τοιαῦτα ἂν δήπου καὶ παρέχοι προσδοκᾶν. ἐδεξάμην δὲ οὐδὲν βουλευσάμενος, καίτοι κέκλεικα τοῖς τοιούτοις τὰς θύρας. ἀλλὰ νῦν οἴκοθεν οἴκαδε, καὶ τὸ μὴ λαβεῖν ἴσον ἦν τῷ τἀμαυτοῦ με φυγεῖν. ὅθεν οὐκ ἔλαβον μόνον, ἀλλὰ καὶ λαβὼν ἐκήρυξα πάντας εἰδέναι βουλόμενος ὡς ἀρέσκει μοι πᾶν ὅ τι ἂν ὑμῖν δοκῇ.
Ἀντωνίνῳ.
Ἔδει τὸν ἐπιστείλαντά σοι περὶ τοῦ σκύτους καὶ τῶν πληγῶν καὶ τὴν αἰτίαν προσθεῖναι τῶν πληγῶν· οὕτω γὰρ οὐκ ἂν ὥσπερ νῦν ἐλυπήθης. φαίνῃ γάρ μοι λίαν ἀλγεῖν, οὐχ ὅτι πληγὰς ἔλαβεν ὁ σὸς υἱός, ἀλλʼ ὅτι μὴ μεγάλα ἁμαρτὼν οὐκ ἄν ποτε ἐδόκει πληγῆναι. ἐγὼ δὲ ὡς ἔχω περὶ τούτων, ἄκουσον· ἢν μέν τις τῶν νέων ἀδικῇ τι τοιοῦτον, ὃ μηδὲ εἰπεῖν καλόν, ἐκβάλλω καὶ οὐκ ἐῶ τὸν χορὸν ἀναπίμπλασθαι τῆς νόσου· κατὰ δὲ τῶν ὑπτίων εἰς λόγους αἱ πληγαί. τῶν μὲν γὰρ τὰ ἕλκη φοβοῦμαι καὶ ἀπελαύνω, τοὺς δὲ ἀφυπνίζω τῷ σκύτει. τοῦτʼ ἔλαβον καὶ τὸν σὸν υἱὸν ἀδικοῦντα. τὸ γάρ τοι βιβλίον ἀφεὶς ἐπεδείκνυτο τάχος ποδοῖν καὶ δίκην ἔδωκεν ἐν τοῖς ποσίν, ἵνʼ ἑτέρου δρόμου φροντίζῃ τοῦ τῆς γλώττης. μὴ τοίνυν δευτέραν προστίθει δίκην τὴν σὴν ὀργὴν μηδʼ ἡγοῦ τὸν παῖδα κακὸν βλέποντά τε πρὸς τὸν ἀδελφὸν ἤδη καὶ ἐρῶντα τῶν σῶν καὶ ἴσως δυνησόμενον ἴσα.
Κλεάρχῳ.
Τῶν παλαιῶν ἡμῖν φίλων Ναυμάχιος ὁ χρηστός, ὃν ὅσοιπερ ἐπίστανται φιλοῦσι πάντα μὲν ἐπαινεῖν ἔχοντες, αἰτιᾶσθαι δὲ οὐδέν. φήσεις δὲ καὶ αὐτὸς πεῖραν αὐτοῦ λαμβάνων λόγον ἔχειν τοῖς φιλοῦσι τὸ φίλτρον· πρᾷός τε γὰρ ἁνὴρ καὶ εἰδὼς αἰσχύνεσθαι, καὶ τῇ τῶν λόγων δυνάμει κακὸν μὲν ἔδωκεν οὐδὲν οὐδενί, εὖ δὲ ἐποίησεν οὓς ἀδικουμένους εἶδε. Φοίνικας μὲν οὕτως ἀνηρτήσατο, γῆν δὲ ἣν ἐν Παμφυλίᾳ κέκτηται διὰ χρόνου νῦν ὀψόμενος ἥκει νῦν εἶναι καιρὸν ἡγούμενος ἐπιβῆναι Παμφυλίας, ὅτε δὴ τῇ σῇ γνώμῃ τὸ μέρος ἐκεῖνο τῆς οἰκουμένης ἄγεται. τῶν μὲν οὖν νόμων μετὰ τῶν ἄλλων ἀπολαύσει, κοινὸν γὰρ τοῦτο προτίθης ἀγαθόν, τὴν δʼ ἄλλην φιλανθρωπίαν ἅπασαν αὐτῷ πέτασον καὶ ποίει δῆλον ὅτι αὐτοῦ χαίρεις μὴ μόνον τοῖς ἔργοις, ἀλλὰ καὶ τῷ βλέμματι, κἂν ὀκνοῦντα εὑρίσκῃς ὑπʼ αἰδοῦς, πάνυ γὰρ τὸ αἰδεῖσθαι ἤσκηκεν, αὐτὸς κίνει καὶ κέλευε λέγειν, κἂν φάσκῃ μηδὲν ἐπείγειν, ἔγκεισο. καὶ οὕτως αὐτὸν ὄψει σεσιγηκότα περὶ ὧν ἦν ἀνάγκη λέγειν. ὅταν οὖν τὰ αὑτοῦ μετὰ σοῦ θῆται καλῶς, πέμπε ἡμῖν αὐτὸν γέμοντα τῶν παρʼ ἡμέραν σοὶ πραττομένων ἄγγελον εἶναι Σύροις τῆς Κλεάρχου περὶ τὸ ἄρχειν τέχνης.
Φιλαγρίῳ.
Ὁ ψόγος οὗτος ὁ πολὺς οὐδὲν ἅπτεται τῶν περιστερῶν ὧν ἔπεμψα, τῷ πτερῷ γὰρ ὁ ψόγος ἐλέγχεται, σὺ δʼ ἡμῖν τὰς καλὰς τῷ λόγῳ ποιεῖς οὐ καλάς, ἵνα δοκῇς ἀντὶ φαύλων ὀρνίθων ἵππον ἀπεσταλκέναι φαῦλον. ἀλλʼ ἔγωγε οὐ κατηγορῶ τοῦ πώλου. δαιμόνιον μὲν οὖν τὸ κτῆμα ἡγοῦμαι καὶ πέπαυμαι θαυμάζων Πήγασον καὶ Βουκέφαλον, ἐπιστρέψας δὲ τὴν πόλιν πρὸς αὑτὸν τῇ τε ὥρᾳ καὶ τῇ βαδίσει καὶ ἄλλοι ἐπʼ ἄλλοις ᾔεσαν ὀψόμενοι καὶ ὄνομα ἐγένετο τῷ ἵππῳ Θαῦμα. ἔλπιζε δὴ πλῆθος ἀφίξεσθαί σοι θηρατῶν οἰομένων αὑτοῖς ἀντὶ κυνῶν ἔσεσθαι τοὺς τοῦδε ἀδελφούς, εἴ σε πείσαιεν ἀποδόσθαι.
Ἀρίστωνι.
Συνήσθην σοι τὸν γενναῖον Εὐάνθιον εὖ πεποιηκότι, ταῦτα γὰρ αὐτὸς ἐδίδασκε, συνήσθην δὲ καὶ αὐτῷ τὸν καλὸν Ἀρίστωνα κεκτημένῳ φίλον. καὶ νῦν οὐχ ἥκιστα τὴν παροιμίαν ὁρῶ βεβαιουμένην, ἣ τὸν ὅμοιον παρὰ τὸν ὅμοιον ἄγει. ὑμᾶς δὲ ὁμοίους ἴσως μέν τι καὶ ἄλλο ποιεῖ, μέγιστον δὲ τὸ φίλοις εἰδέναι βοηθεῖν· σύ τε γὰρ πανταχῆ θαυμαστὸς ὢν ἐντεῦθεν διαφερόντως ᾄδῃ καὶ οὗτος τοῦ Θησέως εἰς φιλίαν οὐ χείρων. ἃ μὲν οὖν ἤδη σοι πέπρακται περὶ αὐτόν, ἐπαινῶ· βουλοίμην δʼ ἂν λαμπρότερον δειχθῆναι τὴν εὔνοιαν, ὅπως τι καὶ τῶν γραμμάτων ἔργον εἶναι δοκῇ.
Πελαγίῳ.
Ὃν εὕρηκα θησαυρὸν κοινὸν πρὸς σὲ ποιοῦμαι. ἔστι δὲ οὐ χρυσός, ὃ δὲ χρυσοῦ πολλῷ βέλτιον, ἀνὴρ σπουδαῖος τοὺς ὑπὲρ φίλων κινδύνους ἑορτῆς ἥδιον ἄγων καὶ λέγων καὶ πράττων καὶ βαδίζων καὶ πλέων, οὐχ ὅπως εἰς πλοῦτον ἐπιδοίη, ἀλλʼ ὅπως τι φίλῳ καταπράξειε μέγα. τοῦτον ἡμῖν ἀγαθὴ τύχη διὰ γάμου δέδωκε καὶ οἶμαι παῖδας αὐτῷ θρέψειν τὴν ἡμετέραν, δέδωκε δὲ καὶ ὑμῖν διὰ τῶν ἀπὸ τοῦ γάμου κτημάτων· ἀνάγκη γὰρ τὴν ἐκεῖ καρπούμενον γῆν χρῆσθαι ὑμῖν τὰ μὲν εὖ πάσχοντα, τὰ δὲ εὖ ποιοῦντα. γνωρίζεις οἷς εἶπον τὸν ἄνδρα· δῆλον γὰρ ὡς ἐδέξατο καὶ Κύρος Εὐανθίου τὸ κλέος. τούτου σοι μεταδίδωμι τοῦ κέρδους καὶ παραινῶ φιλεῖν μὲν καὶ πρὶν ἰδεῖν τὸν ἄνδρα, εὔχεσθαι δὲ πᾶσι τοῖς θεοῖς καὶ συνουσίας τοῦδε ἀπολαῦσαι.
Ἰουλίῳ.
Παρόντα μέν σε τὰ μὲν ἔπειθον, τὰ δὲ ἠνάγκαζον τοὺς ὑπὲρ λόγων ὑπομένειν πόνους· νῦν δὲ τὸ δεύτερον μὲν οὐκ ἂν δυναίμην πρὸς ἀπόντα ποιεῖν, παραινῶ δέ σοι μέγιστον νομίζειν τῶν ἀγαθῶν παιδείαν καὶ μηδὲν βαρὺ τῶν ἐπὶ ταύτην ἀγόντων. τοῦτο δʼ ἂν ποιοῖς, εἰ περιφέροις ἐν τῇ ψυχῇ τὴν αἰτίαν, ἀφʼ ἧς ὁ πατήρ σοι καὶ ἄρχει καὶ μετὰ θαύματος. ταυτὶ μὲν γὰρ οὐ πολλὴν περιουσίαν, οὐχ ὥραν σώματος, οὐκ εὐγένειαν εὑρήσεις αὐτῷ δεδωκυῖαν, ἀλλʼ ὄντα ἀμφότερα δῶρα τῶν λόγων.
Σκυλακίῳ.
Ἐξ αὐτῶν ἡμῖν ἥκει τῶν βασιλείων Εὐάνθιος, ἀνὴρ πλεῖστα μὲν πιστευθεὶς ὑπʼ ἐκείνης τῆς ψυχῆς, ἣ πάντας ἐξέπληξε, πλεῖστα δὲ κεκινδυνευκὼς ὑπὲρ τῶν ἐκείνῳ δοκούντων, ἀδικηθεὶς δὲ ὕστερον οὐχ ὑπʼ ἐκείνου, μὴ γὰρ τοῦτό ποτε φθεγξαίμην, ἀλλʼ ὅστις καὶ τὴν ἄλλην ἤνεγκεν ἐκείνῳ τῷ χρόνῳ μέμψιν, καὶ τοῦτο ἐποίησεν. Εὐάνθιος δὲ τὸν μὲν αἰτιᾶται, τὸν δὲ ἐπαινῶν οὐ παύεται καὶ ταῦτα ἐν τιμαῖς ὢν παρὰ τοῖς νῦν κρατοῦσιν. ἀλλὰ τιμῶν μὲν ἀπολαύουσι πολλοί, τὸ δʼ εἰκότως ἐν ὀλίγοις. Εὐάνθιος δὲ κἂν στεφανωθείη δικαίως ἀρετῆς ἕνεκα τῆς εἰς φίλους· τούτῳ γὰρ οὐ κρημνός, οὐ πῦρ, οὐ σίδηρος, οὐκ ἄλλο οὐδὲν φοβερόν, οὗ δεῖ φίλῳ τι βοηθοῦντα παθεῖν. εἰ μὲν οὖν μὴ πᾶσα ἦν ἀνάγκη τρέχειν ὡς τοὺς βασιλεῖς, αὐτὸς ἂν ἐνετύγχανέ σοι· νῦν δʼ ἔχεις ἀντʼ ἐκείνου τὸν ἀδελφὸν ἐκείνου τήν γε προαίρεσιν θαυμάζοντα τἀδελφοῦ καὶ μιμούμενον. γίνου δὴ φίλος ἀμφοτέροις, τῷ μὲν παρόντι, τῷ δὲ ἀπόντι διὰ τῶν εἰς τὸν παρόντα.
Δομνίνῳ.
Ὑμέτερον μὲν τῶν τὰς δυνάμεις ἐχόντων τὸ εὖ ποιεῖν, ἡμῶν δέ γε τῶν εὖ πασχόντων τὸ μὴ σιγᾶν τὰς χάριτας. νῦν οὖν, ὅτῳ ἂν ἐντύχωμεν, κἂν σφόδρα ἐπείγηται, κατέχοντες διηγούμεθα ὅτι Δομνῖνος ἐκεῖνος ὁ γενναῖος Βάττου τοῦδε τὸν οἶκον τὸν μικρὸν πολεμούμενον διέσωσε καὶ ἔστιν ἐλπὶς αὐτὸν ἀπὸ τῆσδε τῆς βοηθείας ἔσεσθαι μέγαν. οἱ δʼ ὅταν ἀκούσωσιν, ἐπαινέσας ἕκαστος ἀπῆλθεν. τοῦτο δέ ἐστιν εἶναί σοι ταῦτα ὑπὲρ ὧν πονεῖς. οὐ γὰρ εἰς χρυσόν γε σὺ βλέπεις, ἀλλʼ ἐπαίνων ἐρᾷς· ὃ καὶ ἡνίκα τοῖς δικαζομένοις παρίστασο, ἐζήτεις ἑτέρων πανταχόθεν ἀξιούντων κερδαίνειν. ἔχου δὴ τῆς αὐτῆς γνώμης καὶ διὰ τῶν ἐκεῖ πραττομένων φαιδρὸν ἡμῖν ἐνταῦθα δείκνυ Βάττον.
Ἀρίστωνι.
Νουμήνιος οὑτοσὶ τῶν περὶ θεούς ἐστι διατριβόντων. καὶ τὸ μὲν νῦν οὐ μέγα, ἔξεστι γάρ, ὁ δέ, καὶ ἡνίκα δεινὸν τοῦτο ἐδόκει καὶ ἐπέκειτο δίκη, καὶ τότε ἦν ἐν τῷ θύειν μᾶλλον φοβούμενος τὴν περὶ τοὺς κρείττους ἀμέλειαν ἢ τὸν διὰ τὴν ἐπιμέλειαν θάνατον. γίνεται οὖν αὐτῷ τῆς εὐσεβείας μισθὸς ἥ τε σωτηρία καὶ ἡ τῶν ἀγαθῶν ἀνδρῶν εὔνοια. σὺ δʼ ἄριστος ἡμῖν καὶ τοῦ χοροῦ τῶν χρηστῶν κορυφαῖος. διὰ τοῦτο Νουμήνιος εἰς σέ τε ἀδικούμενος εἶδε καὶ διὰ σοῦ τῶν δικαίων δεῖται τυχεῖν. σὺ δʼ ἐν μὲν τῇ γνώσει τοῖς πράγμασιν ἀκολουθήσεις, τῆς δʼ ἄλλης αὐτὸν φιλανθρωπίας καὶ τοῦ γράψαντος ἕνεκα καὶ πολὺ πλέον τῶν θεῶν οὐκ ἄδηλον ὡς ἀξιώσεις.
Εὐθαλίῳ.
Οὔτʼ ἐγώ σε τιμῶν οὔτε σύ με φιλῶν τοὺς ἀνθρώπους λελήθαμεν. εὐθὺς οὖν, ὅτε τί σου δέονται, διʼ ἐμοῦ πειρῶνται τυγχάνειν τὸ μὲν ἀκριβῶς εἰδότες, ὡς οὐκ ἂν αὐτοὺς ἀπωσαίμην, σὲ δὲ οἰόμενοι δοῦναι ἃ δεῖ λαβεῖν τὸν αἰτοῦντα τὴν χάριν. τούτων εἷς Ἀθανάσιος γίνεται λυπούμενος μέν, ὅτι μὴ νῦν δύναται διαλῦσαι τὸ χρέος, εὐχόμενος δὲ τοῖς θεοῖς ὡς τάχιστα δυνηθῆναι, μικρὰν δὲ ἀναβολὴν αἰτῶν, ἣν δόντα σε πρότερον νῦν φησιν ἀφαιρεῖσθαι. ἐγὼ δὲ τοῦτο μὲν ἡγησάμην φλυαρίαν, εἰ οἴεται ἰσχυρόν τι αὑτῷ εἶναι πρὸς τὸν οὐκέτι βουλόμενον τὸ βεβουλῆσθαι ἤδη, σὺ γὰρ δήπου κύριος ὥσπερ ἐκείνου καὶ τοῦ δευτέρου· πάντα δὲ περικόψας καθαρὰν ἐπαγγέλλω χάριν δοῦναί σε τῷ νῦν σπανίζοντι χρημάτων ἀριθμόν τινα ἡμερῶν· ἀφʼ ὧν αὐτὸν ὄψει δίκαιον. δεινὸν μέν, εἰ μὴ τήμερον κομιῇ τὰ σαυτοῦ ἴσως· ἀλλʼ οὐδὲ ἐκεῖνο μέντοι καλὸν τὸν εὖ παθόντα ὑπὸ σοῦ στένειν ἀγχόμενον καὶ τοσαύτην ἐπικουρίαν βλαβῆναι λυπηρῷ τέλει.
Ἀνδροκλεῖ.
Ἦν ὅτε ἐγίνοντο λόγοι χρυσοῖ· τὰ νῦν δὲ σιδηροῖ πάντες καὶ ἢ μικρὸν ἢ οὐδὲν ἕτερος ἑτέρου διαφέρων. σὲ δὲ ἄμφω μὲν πιστεύω ποιεῖν, αὐτόν τε ἥδεσθαί μου τοῖς γράμμασι καὶ τοῖς ἄλλοις ὡς καλὰ δεικνύειν, ποιεῖν δὲ ἡγοῦμαι καὶ τοῦτο κἀκεῖνο τῷ φιλεῖν ἐξηπατημένον. ἀλλʼ εἰ μὲν καὶ ἐν φιλοῦσιν ἅπασιν ἀνεγίνωσκες, ἐν συνεξηπατημένοις τοῦτο δρῶν ἀσφαλῶς ἂν ἐποίεις· νῦν δʼ ὄντων καὶ τῶν ἄλλως ἐχόντων ὅρα μὴ σὺ μὲν εἰς τὰ γράμματα βλέπῃς, οἱ δʼ εἰς ἀλλήλους νεύμασι τὸν ἔπαινον ψέγοντες.
Γεροντίῳ.
Αὐτὸς ὁ στήσας τὸ τρόπαιον ἀπαγγελεῖ σοι τὰ περὶ τοὺς ἀγῶνας· καλῶ δὲ ἀγῶνας καὶ τρόπαιον, ὅτι δὴ πολλοῖς συνεπλάκημεν ἀντιπάλοις, ὧν οἱ μὲν ἐθάρρουν γένει, οἱ δὲ πλήθει γῆς, οἱ δὲ χρυσῷ, τοῖς δὲ ἠλπίζετο δύναμις, ἄλλοις δὲ ἤδη παρῆν. ἀλλʼ ὅμως πᾶσι τούτοις ἐπαφῆκε τὴν αὑτοῦ γλῶτταν ὁ στρατηγός· ἐστρατήγει γὰρ Εὐάνθιος, ἡμεῖς δὲ εἱπόμεθα, καὶ ἦν ὅμοιος τῷ Διομήδει, ὃν ὅμοιον ἔφησεν Ὅμηρος χειμάρρῳ. καὶ μήτοι νομίσῃς τριῶν ἢ τεττάρων ἡμερῶν γενέσθαι τὸν πόνον· ἅπας γὰρ οὗτος ὁ χρόνος ἓν τοῦτο εἶχε ποιοῦντα. καὶ σοὶ μὲν Ἥρας διδούσης ὁ γάμος, ἡμῖν δὲ γεγένηται φίλος. παρὸν γὰρ ἐκεῖ φοιτᾶν ὡς τοὺς φάσκοντας εἶναι φίλους καὶ παιδεύεσθαι, εἰ ὡς ἀληθῶς εἶεν φίλοι, ἔδραμεν ὡς τὸν ἄρχοντα, πάλιν ὡς ἐμέ, πάλιν ὡς Ὀλύμπιον ἀναζητῆσαι τὼ θείω. τὸν μὲν εὗρεν, τὸν δὲ οὐχ εὗρεν, εἶθʼ εὗρεν, καὶ τοῦθʼ ὃ χθὲς ἐμέμψατο, τήμερον ἐπῄνεσεν· ἐπήγειρε τὸν ἄρχοντα ἡμῖν, ἐπετίμησεν, ἠπείλησεν, ἂν διδῷ, ἀδελφὸν ἐκείνου προσέλαβεν ὑποσχέσει, πάντα κινήσας, πάντα μηχανησάμενος ἀφῖκταί σοι κρηπῖδα τῷ ἔργῳ βαλόμενος. εἶχόν τι περὶ τοῦ γέροντος εἰπεῖν, ἀλλʼ ἐπειδὴ γέλωτα οὐκ ἂν δέξαιτο τὸ βιβλίον, δεῖ δὲ σὺν γέλωτι μεμνῆσθαι Θεοδώρου, δίδωμι τὴν διήγησιν Εὐανθίῳ, καὶ λεγέτω γελῶν.
Ἀκακίῳ.
Αὐτὸς αὑτῷ μοι δοκεῖ διὰ τοῦ σοῦ στόματος ὁ θεὸς εἰργάσθαι τὸν ἀπόλογον· οὐ γὰρ ἂν πάντα οὕτως εἶχε τὰ τοῦ λόγου φάρμακα μὴ τοῦ θεοῦ σοι τὴν ψυχὴν κατασχόντος. πολλὰ δὲ τοιαῦτα ἐν Ἀπόλλωνος οἰκίᾳ, καὶ θαυμαστὸν οὐδὲν Ἀσκληπιὸν τὸν αὑτοῦ μιμεῖσθαι πατέρα. διὸ καὶ θαυμάζω σου παρακαλοῦντός με πρὸς ἐπανόρθωσιν λόγου, οὗ πάντα μὲν ἄγαμαι, κινεῖν δὲ οὐδὲν ἔχω. καὶ γὰρ μέγεθος καὶ κάλλος καὶ γραφαὶ τόπων καὶ διδασκαλία παθῶν τε καὶ βοηθειῶν καὶ τὸ μέγιστον, ἡ διὰ τῶν αὐλῶν λύρα καὶ μέτρα καὶ χάριτες καὶ φῶς σαφηνείας καὶ ὅλως οὐδὲν ἄπεστιν ὧν παρεῖναι προσῆκεν. οὐδʼ αὖ πάρεστί τι τῶν ἀπεῖναι δικαίων. ὅταν οὖν πείσῃς τοὺς ἀγαλματοποιοὺς ἐλθόντας εἰς Πίσαν μεταστῆσαί τι τῶν τοῦ Διός, τότε καὶ ἡμᾶς κέλευε ταὐτὰ ποιεῖν περὶ τὸν λόγον Φειδίου.
Ῥουφίνῳ.
Σχεδόν τι τὰ τρία ἠπιστάμην, καὶ ὅτι βαρύνῃ τῷ μὴ τοὺς φίλους ὁρᾶν καὶ ὅτι σοι πόνος τῶν πραγμάτων τὸ πλῆθος καὶ ὡς ἐν προσδοκίᾳ τοῦ χρηστόν τι μηνύσειν εἴης. γενναῖός τε γὰρ ὁ βασιλεὺς καὶ ἀγαθῶν ἡγεῖται καὶ ἀμυνόμενος ἐπέρχεται. διὸ δεῖ πιστεύειν ὅτι τὴν Περσῶν ἀρχὴν ἢ τρώσας ἢ ἐκκόψας ἐπάνεισι. ταῦτʼ οὖν ἐννοῶν παντὶ σθένει καὶ αὐτὸς τὰ παρὰ σαυτοῦ συνείσφερε καὶ φέρε τὰ παρόντα μετρίως τῇ τῶν μελλόντων ἐλπίδι.
Μαξίμῳ.
Τῶν Πομπηιανοῦ παίδων προσαγόντων μοι Νικήτην τουτονὶ σὺν πολλοῖς ἐγκωμίοις οὐκ εἶχον ἀπιστῆσαι. πάντα δὲ ἐπαινοῦντες αὐτοῦ μόνην ἔψεγον τὴν τύχην, ἣ πολλῶν αὐτὸν ἐξέβαλε χρημάτων. ἐγὼ οὖν καὶ διὰ τοῦτο ἐπέστειλα, ὅπως τὰ διʼ ἐκείνης λυπηρὰ τῇ παρὰ σοῦ κουφισθείη προνοίᾳ.
Πομπηιανῷ.
Ἅ μοι περὶ τῶν σῶν ἔδοξεν υἱέων, ἤκουσάν τε παρʼ ἐμοῦ καὶ διδάξουσί σε, πατρὸς δὲ οὐδὲν εἶναι δεῖ κυριώτερον. πραττέσθω δὴ τὸ φαινόμενόν σοι συμφέρειν ὡς ἡμῶν τῷ μὲν ἡσθησομένων, τὸ δὲ οὐ μεμψομένων.
Κυρίνῳ.
Ὅτι μὲν εἶχον ἐν ἐπιμελείᾳ καὶ πρότερον τὸν ἀδελφόν, αὐτὸς μαρτυρεῖς· πῶς δʼ οὐκ ἔμελλον ὑπὸ σοῦ τε παραδεδομένον καὶ φροντίδος ἀξιούμενον οὐκ ἐλάττονος ἢ ὁ παῖς; εἰ δὲ καὶ τῶν λίαν ἦν ἀπημελημένων, ἀλλὰ τῷ γε νῦν φαρμάκῳ πάντως ἄν με πρὸ τῶν ἄλλων ἄγειν ἑαυτὸν ἐποίησεν. ἐγὼ γὰρ ὅ τι μὲν φθέγξαιο, τοῦτο τῶν ἄλλῳ γεγραμμένων ἡγοῦμαι κάλλιον· ἐπεθύμουν δὲ καὶ γεγραμμένον τι παρὰ σοῦ λαβεῖν. τὴν δʼ ἐπιθυμίαν ὁ γενναῖος ἡμῖν ἐκεῖνος ἐνεποίησεν ἀγών, ὃν δείξας ἔπειτα κατέκλεισας ἀδικῶν σαυτόν τε καὶ τὸν λόγον καὶ ἐμέ. ἀδικεῖ δέ με καὶ Ὁνωράτος οὐκ ἐθέλων κλέπτειν καὶ ταῦτα εἰδὼς τὸν αὑτοῦ προστάτην τὸν Ἑρμῆν καὶ τοῦτο εἰδότα· πάλαι γὰρ ἄν σοι κατέστησε ματαίαν τὴν κλεῖν. ὥσπερ δʼ οὖν τοῖς διψῶσι τὸ μικρὸν τοῦ μηδενὸς βέλτιον, οὕτως ἐμοὶ τὸ γράμμα τὸ νῦν καὶ παραμυθία τοῦ πλείονος. τὸν οὖν τούτων αἴτιον ἀδελφὸν εὐεργέτην τε ἡγοῦμαι καὶ ἀμείψομαι. τοῦτο δέ μοι πάλιν κομιεῖ γράμματα σά· ὁ γὰρ προθύμως οὕτω παρακαλέσας οὐκ ὀκνήσει τὸν προσθέντα τοῖς ἤδη γενομένοις ἐπαινέσαι. πρὸς ταῦτα Πετρώνιος κινείτω σε καὶ μὴ ἐπιτρεπέτω σιγᾶν· ὡς οὐχ οὕτω πέμψει πολὺν ἄργυρον, ὃς οὐκ ἐλάττων κριθήσεται τῶν παρὰ σοῦ γραμμάτων.
Γαΐῳ.
Τίς ὁ ἐξαπατήσας ὡς ἐγὼ ποιητικός; ἐγὼ δὲ ἔπη φιλῶ μέν, ἐργάζεσθαι δὲ οὐκ οἶδα. καίτοι πολλάκις ἐπεθύμησα, ἀλλʼ ἡ φύσις οὐκ ἠκολούθησε. τῶν δὲ σῶν κριτὴν ἀμείνω σαυτοῦ μὴ ζήτει, ἐπεὶ καὶ νῦν λέγων, ᾗ χρὴ γενέσθαι τὴν βάσανον, ἐδήλωσας ἣν ἔχεις περὶ τὸ κρίνειν τέχνην. μᾶλλον οὖν αὐτὸν ἔδει μετὰ τοῦ ποιήματος καὶ τὸν ἐφʼ ἑκάστῳ μέρει χαρίσασθαι λόγον ἢ παρʼ ἡμῶν μεταπέμπεσθαι τὸ δεύτερον, οὓς οὔποτε πείσεις ἐπιλαβέσθαι τῶν σῶν, πρὶν ἂν καὶ τῶν Ὁμήρου καὶ τῶν Ἡσιόδου καὶ ὅσοι μετʼ ἐκείνους ἐν χορῷ ποιητῶν ἠρίθμηνται. καίτοι πολλοὺς οἶδα καὶ τῶν πάλαι καὶ τῶν νῦν ἀπὸ τοῦ ῥᾳδίως τῶν γραφόντων κατηγορεῖν θηρεύοντας δόξαν, οἳ τοὺς μὲν ἄλλους ἐκφοβοῦσιν, ἐμοὶ δὲ δοκοῦσιν εἶναι ψυχροί. οὐ δὴ πείσομαι ὃ μέμφομαι. φημὶ δέ σοι τὸ ποίημα μετὰ τῶν Μουσῶν συγκεῖσθαι, καὶ τοῦτο οἶσθα μᾶλλον ἑτέρων. ἀλλʼ εἰ δεῖ πάντως πλέον τι καὶ ἡμᾶς περὶ αὐτοῦ διελθεῖν, ὅταν ἐν ταὐτῷ γενώμεθα σύν τε δύʼ ἐρχομένω.
Ἀριστοφάνει.
Ὁ μὲν νεανίσκος ἥκει καὶ λέξων καὶ κερδανῶν· σὺ δʼ ὅπως ἄμφω δυνήσεται, σκόπει τάς τε συνθήκας βεβαιῶν καὶ τιμῶν τὸν πρῶτον ἄρχοντί σοι κομίσαντα γράμματα.
Δημητρίῳ.
Ἀλλʼ ἔγωγε καὶ διὰ τοῦτο σπεύδω λείαν γενέσθαι τὴν ὁδόν, ὥσθʼ ἡμῖν τὸν ἀεὶ κομίζοντα γράμματα εἶναι· ὡς ἐμοὶ τῶν παρὰ σοῦ γραμμάτων ἓν μόνον κάλλιον, αὐτὸς σὺ καὶ ἡ σὴ μορφὴ καὶ ἡ σὴ φωνή. ἃ νῦν μὲν ἀναπλάττω τῇ ψυχῇ, βουλοίμην δʼ ἂν τὴν μὲν ἰδεῖν, τῆς δὲ ἀκοῦσαι.
Μαξίμῳ.
Οὐχ ὅπως ἀμείνων γένοιο περὶ τὸν ἑταῖρον, τοὺς ἀγῶνας οἷς κέχρηται διῆλθον· ὁ γὰρ διὰ παντὸς εἴδους εὐεργεσίας ἥκων καὶ μήτε μικρὸν μήτε μεῖζον μήτʼ εἰς αὐτὸν μήτʼ εἰς τοὺς αὐτοῦ παραλιπὼν πόθεν ἂν ἐπιτείνειε τὴν εὔνοιαν; ἀλλʼ ἐγώ σε εἰδέναι θέλων, ὡς οὐκ ἄρα εἰς κακὸν ἀγαθὸς γεγένησαι, πάντα ἐκεῖνα διηγησάμην δεικνὺς ὡς Ὑπερέχιος οἶδεν ἀποδοῦναι χάριν. ἐν δὲ τῇ χάριτι ταύτῃ τὰ πράγματα μέν σου οὐκ ἐποίει βελτίω, καλῶς γὰρ ἐξ ἀρχῆς πεπραγμένα τὴν αὑτῶν ἔσωζε φύσιν καὶ οὐκ ἂν ὑπὸ βλασφημιῶν μετέστη, τῆς μέντοι φιλίας, οἶμαι, τῆς πρὸς σὲ δεῖγμα ἐξέφερεν ἀποπνιγόμενος, εἴ τις τολμῴη συκοφαντεῖν. ὅτι δὲ καὶ αὐτός εἰμι τῶν οὐκ ἂν ὀκνησάντων λίθους ἀφεῖναι κατὰ τῶν οὐκ αἰσχυνομένων τὴν ἀλήθειαν, οἶσθα. δεῖ δὲ ἡμῖν οὐδὲν ἔτι λίθων. ἐκκεκάθαρται γὰρ ἡ φήμη καὶ οὐδὲν τοῖς καλοῖς, ὥσπερ ἀκτῖνι νέφος, ἔτʼ ἐνοχλεῖ, ἀλλὰ πανταχοῦ μία φωνὴ Μάξιμον τὸν καλὸν Ῥαδαμάνθυος εἶναι μαθητὴν οὔτε τῇ φυλακῇ τῶν νόμων λυποῦντα τοὺς ἀρχομένους οὔτε τῇ πρὸς ἐκείνους πρᾳότητι παραβαίνοντα τοὺς νόμους. ἁπλῶς τε ἅπας ἐκεῖθεν ἐρχόμενος ἐρωτώμενος, ᾗ τὸ ἔθνος ἄγεις, εὖ καὶ ἐπισταμένως ἀποκρίνεται. καὶ οὗτος ὁ λόγος πανταχοῖ πορεύεται διὰ τῶν βασιλείων ῥυείς τε καὶ πιστευθεὶς καὶ ποιήσας ἡδίω τὸν θεοῖς τε φίλον καὶ τῆς οἰκουμένης σωτῆρα.
Ἀλεξάνδρῳ.
Ἠισθόμην σε συμβουλὰς ἡδέως δεχόμενον καὶ ταῦτα εὖ ἥκοντα φρενῶν, ὡς μηδὲν δεῖσθαι τῶν ἃ δεῖ ποιεῖν ἐρούντων. καί μοι δοκεῖς ζηλῶσαι τὸν Εὐαγόραν τοῦ ἐπαίνου καὶ βουληθῆναι δοῦναι τοῖς γράφουσιν ἴσα καὶ περὶ σοῦ διελθεῖν. τοῦτό με πείθει λέγειν ὅ τι ἂν ἡγῶμαι συμφέρειν. πρὸς παρόντα μὲν οὖν λέγω, πρὸς ἀπόντα δὲ γράφω. σὺ δʼ οὕτω μου χαίρεις τοῖς γράμμασιν, ὥστʼ αὐτὰ καὶ δειπνῶν τοῖς δαιτυμόσιν εἰσάγειν, ὃ ποιήσειν οἶμαί σε καὶ περὶ ταῦτα. ἐπέβης Ἀπαμείας εὖ ποιῶν τῆς τοῦ Διὸς φίλης, ἣ τὸν Δία τιμῶσα διέμεινεν, ὅτʼ ἦσαν τιμωρίαι τοῦ τιμᾶν τοὺς θεούς. φύσις δὲ τῶν ἀνδρῶν τοιάδε· παρακαλούμενοι μὲν σὺν ἐπαίνοις κἂν λύκου πτερὰ δοῖεν κἂν ὀρνίθων γάλα· προσούσης δὲ ὕβρεως ταραχθέντες ὑπʼ ἀθυμίας οὐδʼ ἂν πρὸς τὰ ῥᾷστα τῶν ἔργων ἀρκοῖεν, ῥᾳδίως δʼ ἂν οἰκίας ἀφέντες καὶ θύρας ἀνοίξαντες καὶ γῆς ἀποστάντες φέροιντο οἷ συμβαίνοι. ἐνθυμοῦ δή, πότερον βέλτιον ἥμερον φανέντα τὰ ἔργα ἐπιτελεῖν ἢ χαλεπὸν ὄντα χαλεπὰς τὰς πράξεις ποιεῖν. ἀλλʼ ὅπως μὴ βοήσῃς πρὸς τὸ ῥηθὲν μηδὲ ὀργισθῇς· κρατήσεις μὲν γὰρ καὶ ἀκόντων, μακρῷ δὲ ἄμεινον ἑκόντων. τί γὰρ ἥδιον τοῦ τὰ μὲν ἔργα πράττεσθαι, τοὺς δὲ ἄνδρας ἑορτάζειν; ἑορτὴ δέ ἐστιν οὐχ ὅταν θύῃ τις στένων καὶ δεσμὸν ἐλπίζων, ἀλλʼ ὅταν ἀκριβῶς ἀπηλλαγμένος δέους σπένδῃ καὶ θύῃ. ἄφελε δὴ καὶ τοῦ τῆς φωνῆς μεγέθους καὶ τοῦ τῶν ἀπειλῶν πλήθους, καὶ τὰς ἁλύσεις ταύτας μόνοι δεξάσθων φονεῖς καὶ τοιχωρύχοι καὶ οὓς δεῖ τεθνάναι. ἡ βουλὴ δέ σοι πάντα ἄπληκτος ποιήσει τὸ ὡς οὐ πεπλήξεται πεισθεῖσα. αἰσχύνθητι δὲ αὐτῶν, ὦ ʼγαθέ, τὸν φόβον, διʼ ὃν οὐ καθεύδουσιν, ὡς ἐμοί τις ἤγγειλεν εἰπὼν ἄν, εἰ καὶ μὴ ὧδε εἶχον. ἔστω δέ σοι τοῦ φόβου σημεῖον τὸ πρὶν ἥκειν θέρος ἐκπεπληρῶσθαι ταῦτα ὧν ἤρχοντο φθινοπώρου μεσοῦντος, οὐχ ὅτι χρηστῶν ἀπέλαυσαν τῶν ὡρῶν ἢ τῶν τῆς γῆς ὠδίνων καλῶν, καὶ γὰρ ἐκείνη ἡ πέρυσι διψῶσα οὐκ ἔπιεν, ἀλλʼ ὁ Ἀλέξανδρος καὶ τὰ ἀδύνατα δυνατὰ κατέστησεν. ὁπότʼ οὖν γέμουσι δέους, τί ἄν τις αὐτοὺς προσέτι πλήττοι; χωρὶς οὖν ἔστω τὰ Μυσῶν καὶ Φρυγῶν· ἡμεῖς μὲν γὰρ οἱ Φρύγες ἠδικήκαμεν τὸν Μενέλαον, καὶ ὅ τι ἂν πάθωμεν, δίκη τοῦτο καλεῖται· οἱ Μυσοὶ δὲ οὐχ ἡρπάκασι τὴν Ἑλένην. ὥστʼ οὐχ ἕξομεν εἰς ὅ τι ἀνοίσομεν, ἤν τι λυπῶμεν.
Ἱέρακι.
Ἔστι παρʼ ἡμῖν ἀπὸ τῆς Τρωάδος νεανίσκος καὶ σώφρων καὶ τἄλλα βέλτιστος, λόγων ὀψὲ μὲν ἁψάμενος, σφοδρῶς δὲ εἰλημμένος. ἴσως γάρ που τὸ πολυθρύλητον ἐκεῖνο ἀκήκοεν, ὅσῳ κρείττων ὀψιμαθὴς ἀμαθοῦς. τὸ μὲν οὖν ὄνομα αὐτῷ Ῥουφῖνος, ἀμελεῖται δὲ ὑπὸ τῶν οἰκείων, οἳ πρὸς τῷ τὰ ἄλλα ἐλλείπειν οὐδὲ ἐπιστέλλουσιν αὐτῷ. σὸν δὴ γενέσθω ζητῆσαι τούς τε ἀνθρώπους καὶ τὴν αἰτίαν, κἂν μὲν ἀμελοῦντας εὕρῃς, ἀπειλῆσαι καὶ ποιῆσαι ἐνεργούς, ἢν δὲ κακῶς πράττοντας σπάνει βοηθῶν, αὐτὸν γενέσθαι βοηθόν. πάντως δὲ ἄγεις μὲν τὴν Ἀλεξάνδρου πόλιν ἑκόντων ὑπακουόντων, δύνασαι δὲ παρὰ τοῖς ἄρχουσιν ἀμφοτέροις, τῷ τε τὸν Ἑλλήσποντον ἔχοντι καὶ τῷ μετὰ τοῦτον πλῆθος ἐθνῶν, ὥστʼ εἴ τι καὶ ἀρχόντων εἰς ἐπανόρθωσιν δεήσει, καὶ διὰ τούτων ἰσχύσεις.
Δημητρίῳ.
Οὐλπιανοῦ μὲν οὗτος ἑταῖρος, πατὴρ δὲ ἡμετέρων ἑταίρων· δείξας δὲ ἐν δικαστηρίοις ῥώμην τῷ νόμῳ πέπαυται νῦν. τοῦ δὲ ἄρχοντος οἰηθέντος δεῖν ὑπὲρ τῶν πόλεων τοῖς σεσιγηκόσι χρήσασθαι πεμπόμενος ἄλλοσε προὔκρινε τὴν ὑμετέραν, οὐ τῆς θαλάττης, ἐμοὶ δοκεῖν, εἵνεκα, οὐδὲ τοῦ μεγάλην τε ὑμῖν καὶ καλὴν εἶναι τὴν πόλιν, ἀλλʼ ὅτι φιλόλογοί τε καὶ χρηστοὶ καὶ πρὸς τοὺς ξένους ἥμεροι. οὗτος μὲν οὖν ὑμῖν τὰς ἀμφισβητήσεις λύσει τῶν τῆς πορείας μακρῶν καὶ πολλῶν κύκλων καὶ τῶν μεγάλων ἀναλωμάτων τοὺς ἐγκαλοῦντας ἀλλήλοις ἀπαλλάττων· σὺ δʼ ἐν τῇ πρὸς αὐτὸν φιλίᾳ τοὺς ἄλλους πάρελθε, καὶ γὰρ οὗτος σὲ πρὸ τῶν ἄλλων θήσεται. ὄψει δὲ σὺ μὲν τοὺς τοῦδε λόγους, ὅταν δικάζῃ, τοὺς δὲ σοὺς Μακεδόνιος πολλαχοῦ.
Μαξίμῳ.
Ἐγὼ δέ σοι καὶ μετὰ τῆς ὅλης πόλεως οἶδα χάριν, οἴου γάρ με καὶ αὐτὸν ἐν τοῖς παρʼ ἐκείνης εἶναι γράμμασι καὶ πάλιν ἰδίᾳ ταὐτὸν ποιῶ. πρᾶγμά σοι πέπρακται, Μάξιμε, καλὸν καὶ γενναῖον καὶ στεφάνων ἄξιον, ὅτι δὴ καλὸν καὶ γενναῖον καὶ στεφάνων ἄξιον ἄνδρα παρόντα μετʼ αἰδοῦς εἶδες καὶ πρὸς ἀπόντα ὁ αὐτὸς ἐγένου. διηγεῖτο γὰρ ἡμῖν ὁ θαυμαστὸς Ἐκδίκιος, ὡς προοίμιόν σοι τῶν καθʼ ἡμέραν ἔργων εἴη πέμπειν παρὰ τοὺς τοῦδε τὸν ἐρησόμενον, ὅπως τε πράττουσι καὶ εἰ μηδὲν ἐνοχλεῖ καὶ ἐφʼ ὃ χρὴ βοηθεῖν. καὶ ἅμα ταῦτα λέγων προσῆγε τὴν χεῖρα τῷ στόματι, τοῦτο δὴ τὸ πρὸς τοὺς θεοὺς γινόμενον, ἐῴκει τε μεμφομένῳ τὴν φύσιν, ὅτι αὑτῷ οὐκ εἴη πτερὰ σπεύδοντί σε καὶ ἰδεῖν καὶ ἀσπάσασθαι. ἡμῖν οὖν ἀμφοτέρωθεν ἥδεσθαι παρῆν, ἔκ τε τοῦ δεδρακότος ἔκ τε τοῦ τιμηθέντος· φίλω γὰρ ἄμφω, σύ τε ὁ διʼ ὧν εὖ ποιεῖς εὐδοκιμῶν ὅ τε εὖ πεπονθὼς οὗτος. φαίην δʼ ἂν ὅτι σε καὶ βασιλεύς, εἰ ταῦτα πύθοιτο, ἐπαινέσεται, ὃς ἅπαντα ἐξητακὼς καὶ διὰ πάντων ἐλθὼν εὗρεν ἄνδρα δίκαιον ψευδέσι βεβλαμμένον αἰτίαις καὶ ψήφῳ ψῆφον ἔλυσε τῇ παρʼ αὑτοῦ τὴν παρὰ τῶν πολλῶν. ἐν οἷς δὴ τούτῳ τὰς τιμὰς ἀπεδίδου, τὰς σὰς εἰς τοῦτον τιμὰς ἐθαύμαζε. ταῖς δὲ εἰς Ἐκδίκιον τιμαῖς τε καὶ σπουδαῖς δημοσίᾳ λαμπρυνόμεθα. τὸ γὰρ τοῦ Δημοσθένους ὀρθῶς εἴρηται, ὡς ὅ τι ἂν ὁ Ἀθηναῖος τοὺς ἄλλους ἐργάσηται καλόν, ἡ πόλις ἔχει τὴν δόξαν. εἰ δὲ σὲ Ἀντιοχέα γραφόμεθα, γάμου ταῦτα πείθοντος καὶ γυναικὸς καὶ οἴκου καὶ παίδων μὴ θαυμάσῃς.
Γαϊανῷ.
Οὐ μόνον ὡς πολίτην ἐμὸν συνίστημί σοι τοῦτον Ἀντίοχον, εἰ καὶ τοῦτο ἦν ἀποχρῶν, ἀλλʼ ἔστιν αὐτῷ καὶ τοῦδε μεῖζον. οὔσης γὰρ αὐτῷ θυγατρὸς καὶ πολλῶν τῶν μνωμένων, τῶν μὲν πλουτούντων, τῶν δὲ ἀπʼ ἄλλου του δυνατῶν Φιλουμενῷ τῷ παιδεύοντι παρʼ ἡμῖν, οὔπω τότε παρʼ ἡμῖν παιδεύοντι, τὴν παῖδα δίδωσι τοὺς παρὰ τούτῳ λόγους τοῦ παρʼ ἑτέροις χρυσοῦ κάλλιον κτῆμα νομίσας. ἐντεῦθεν αὐτὸν ἐγὼ καὶ θαυμάζω καὶ φιλῶ καὶ ὅ τι ἂν εὖ ποιεῖν ἐξῇ, ποιῶ. πῶς οὖν ἔμελλον νῦν μὴ γράψειν ὑπὲρ αὐτοῦ βαδίζοντος νῦν ὡς ὑμᾶς ὀψομένου τινὰ ἀγρόν, ὃν πάλαι κεκτημένος οὐ πολλάκις εἶδεν, ἴσως δὲ σοῦ καὶ τῆς σῆς δεησομένου ψήφου; ἧς δικαίως μὲν ἂν καὶ ἄλλως ἀπέλαυεν, οὐ μικρὸν δὲ οἶμαι πρὸς εὐθυμίαν καὶ τὸ μὴ ἀγνοεῖσθαι, τίς καὶ πόθεν καὶ τίνων οἰκεῖος καὶ τίσι φίλος.
Εὐστολίῳ.
Μόλις ἐκίνησα πρὸς τὴν ὁδὸν τουτουσὶ τοὺς νεανίσκους· τὸ γὰρ μήπω ῥίζας αὐτοῖς περὶ τὸ βῆμα γεγονέναι παρεῖχεν ὄκνον. ἕως μὲν οὖν τὰ ἄλλα διεξῄειν, οὐκ εἶχον πείθειν ὡς τοῦ μένειν τὸ βαδίζειν ἄμεινον· προσθεὶς δὲ τὸν καλὸν Εὐστόλιον καὶ τὸ ὡς ἔξεστιν εἰς αὐτὸν καταφεύγειν, καλῶς τε παραινεῖν ἔδοξα καὶ ἀποπηδήσαντες ἵππους εὐθὺς περιτρέχοντες ἐζήτουν. ἐν σοὶ δὴ καὶ τὸ ἐμὲ δόξαι τὰ βέλτιστα συμβεβουλευκέναι καὶ τὸ ἐκείνους πεισθῆναι κεῖται. ἂν μὲν γὰρ εὕρωσιν ἅπερ ἠλπίσαμεν, νοῦν ἔχοντες ἐπεδείχθημεν· ἂν δʼ ἡ νεότης αὐτῶν ὑπεροφθῇ, τοὺς ἐσομένους ἐννόει μοι λόγους.
Μαρκελλίνῳ.
Ἤκουσεν ὁ ἄρχων ἃ ἦν εἰκὸς παρʼ ἐμοῦ περὶ σοῦ, κἂν ἴδῃ τὴν περὶ τὸ σῶμα τύχην, οὐκ ἔστιν ὅπως οὐκ ἀφήσει. καὶ τἄλλα δὲ αὐτὸν ἐλπίζω πρᾳότατον ἔσεσθαί σοι· μᾶλλον δέ, κἂν ἐνδείξηταί τι χαλεπόν, εἰς ἐκεῖνο προϊὼν ἥξει. θυμοῦται μὲν γὰρ ὑπὸ τῶν πραγμάτων, διαλλάττεται δὲ ὑπὸ τῆς φύσεως. ἐκεῖνον μὲν οὖν οὐκ ἄνευ τοῦ φοβεῖσθαι φιλοῦντες προπέμψατε, καὶ γὰρ ἐν ἡμῖν ἄμφω ταῦτα ἐμπεποίηκε· παρʼ ὧν δὲ λήψῃ τὴν ἐπιστολήν, τεχνήματά ἐστιν ἐμά, λέγειν μὲν ἐπιστάμενοι, γνώσῃ δὲ ὡς χρῄζουσι βοηθῶν ὡς ἂν ὄντες ἐπὶ τῆς βαλβίδος ἔτι. σὲ δὴ πλείω δεῖ τῶν ἄλλων εἰσφέροντα φανῆναι τὸ τοῦ παιδὸς ἐνθυμούμενον, ὃς τούτοις ἐγένετο ὁμόσκηνος. ἀλλὰ καὶ αὐτὸς ὁ παῖς ὅπως θεραπεύσει τοὺς ἐκ τοῦ αὐτοῦ χοροῦ φροντιζέτω· τούτων γὰρ ἐμοὶ μισθοὺς οὔποτε δώσει μείζονας.
Σωπάτρῳ.
Οἴκοθεν οἴκαδε οἵδε οἱ νέοι, παρʼ ἐμοῦ παρὰ σέ. πιστεύω οὖν ὡς ὧν ἔτυχον ἂν ἐμοῦ παρόντος, ἐν τούτοις ἔσονται διὰ σοῦ, εἴ γε κοινὰ τὰ συγγενῶν. ποίει οὖν ὅπως ὡς ἥδιστά σοι προσίασι. τοῦτο δὲ ἔσται, ἂν προσιόντων μὲν δῆλος ᾖς χαίρων, ὀκνοῦσι δὲ ἐγκαλῇς.
Ὑπερεχίῳ.
Ἐπῄνουν τὸν πατέρα σου πρὸς τὸν ἄριστον Ἐκδίκιον καὶ ἅμα προὐκαλούμην εἰπεῖν ἃ φρονοῖ. ὁ δὲ μικροὺς ἤλεγξε τοὺς παρʼ ἐμοῦ λόγους τοῖς παρʼ αὑτοῦ· τοσαῦτα περί τε τῆς ἀπραγμοσύνης αὐτοῦ καὶ τοῦ τῶν τρόπων καθαροῦ διεξῆλθεν ἅτε καὶ τοῦ καθημέραν βίου μᾶλλον ἔμπειρος ὤν. ἐγὼ οὖν τότε μνησθεὶς ἀπῆλθον, μετὰ ταῦτα δὲ ἐν ἱερῷ δεομένου μου περὶ τῶν υἱέων τῶν αὑτοῦ καὶ τὸν Τεῦκρον ὀτρύνοντος σπεύδοντα καὶ αὐτὸν ταυτὶ μὲν ἔφην ἕξει σοι καλῶς, καὶ οὐδὲν ἐλλείψομεν προθυμίας, δεῖ δὲ καὶ σὲ μὴ χείρω γενέσθαι περὶ τὸν ἐμὸν υἱόν. οἰκεῖ δὲ οὗτος παρʼ ὑμῖν. εἶδεν ὃν λέγω καὶ προσέθηκε τοὔνομα καὶ ἔφησεν ἕτερος πατὴρ ἔσεσθαί σοι. καὶ γράμματα ὁ μὲν ᾔτησεν, ἐγὼ δὲ ἔδωκα. τὰ μὲν οὖν ἔργα ἔσται παρʼ ἐκείνου, σὲ δὲ δεῖ τὸν διδάσκοντα εἶναι. τῷ μὲν γὰρ ἃ δίδωσι σιγᾶν, σοὶ δὲ μὴ σιγᾶν ἃ λαμβάνεις πρέπει.
Ἀλεξάνδρῳ.
Ἀλλʼ εἰ καὶ ἀπῆρας παρʼ ἡμῶν, τό γε ἐνοχλεῖσθαι παρʼ ἡμῶν οὐ διέφυγες, ἐπειδὴ οὐδὲ αὐτὸς ἀναπαύλης ἐδυνήθην τυχεῖν. τήμερον γοῦν ἀναστρέφων ἐκ τῶν συνήθων διατριβῶν ὡς ἐγενόμην πρὸς ταῖς θύραις, ὑπὸ νέου τινὸς καὶ δυοῖν γραϊδίοιν ἐθηράθην. ἔκλαον δὲ οἱ τρεῖς καὶ πρὸς τὰ γόνατα προσπεσόντες ἐδέοντο βοηθεῖν ὀρφανίᾳ τε καὶ πενίᾳ. ἔστην καὶ ἤκουσα καὶ ἐδάκρυσα καὶ γράμματα αἰτοῦσιν ἔδωκα νομίζων ἐμαυτῷ προσήκειν παρακαλεῖν σε πρὸς τὸ παύειν τοὺς διὰ δύναμιν πολὺν ἀδικοῦντας χρόνον. τόν τε οὖν ἔτη δέκα τὴν δίκην ἐκκρούσαντα μισήσας καὶ τοὺς οὐ δυνηθέντας τῶν δικαίων τυχεῖν ἐλεήσας δεῖξον ὡς ἃ πρὶν ἐξῆν κεκώλυται.
Τῷ αὐτῷ.
Ἃ μάλιστα ἐβούλου καὶ γενέσθαι καὶ πυθέσθαι, ταῦτά σοι καὶ πεποίηται καὶ δηλοῦται.
οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηακαταθέμενοι τὰ ὅπλα καὶ ἀλλήλοις εἴξαντες, ὅ τε χρηστὸς Ἰουλιανὸς ὅ τε σοφιστὴς Μάριος καὶ ὁ τὸν ἥττω λόγον κρείττω ποιῶν Θεόδωρος Εἰρήνην ὑμνοῦντες μεγάλην θεὸν ἀπῆλθον τὰ διάφορα λελυκότες. καὶ τῶν Κορινθίων οὐ γεγόναμεν εἰς τὸ διαλλάξαι χείρους. καίτοι τὸ πρᾶγμα ἀρχόμενον γέλως εἶναι ἐδόκει· μὴ γὰρ ἄν ποτε στῆναι φιλονεικίαν οὕτως οἰδοῦσαν. ὅθεν, οἶμαι, καὶ οὓς εἵλοντο σὺν ἐμοὶ κρίνειν, οὐχ ἧκον ἀνάλωμα νομίζοντες ἔσεσθαι μάταιον τὴν ἡμέραν. ἀλλʼ ἐγὼ θεούς τε τοὺς ἄλλους καὶ τὴν ὀρθοῦσάν σοι τὰ πάντα καλέσας Τύχην ἔργου εἰχόμην. συνελάμβανον δέ μοι Μεγέθιός τε ὁ ῥήτωρ καὶ ὁ τῶν νόμων πλήρης Θεόδωρος ἄρτι ἥκων ἐκ Σελευκείας, ὃς δὴ καὶ τὸ πλῆθος τῶν ἐκεῖ θυσιῶν ἤγγελλεν. οὐ μὴν ἐκ χειμῶνος εἰς γαλήνην τότε προῆλθον, ἀλλʼ οὕτως ἄρα δαίμων τις τὸ πᾶν ἔπραττεν, ὥστʼ ἄνευ βοῆς καὶ θορύβου καὶ βλασφημίας ἀλλήλοις χαριζόμενοι καὶ τὰ μὲν σπουδάζοντες, τὰ δὲ παίζοντες εἰς γράμματα τὰς συνθήκας ἤγαγον. καὶ ταῦτα ἐν τετάρτῳ μέρει τετέλεσταί σοι τῆς ἡμέρας ἀπὸ πληθούσης ἀγορᾶς εἰς μεσημβρίαν σταθεράν· οὕτως οὐδὲν δύσκολον ἀνίατον τοῖς ἀνθρώποις ὧν ἄρχεις, ἀλλὰ τὰ μὲν οὐδὲ φύεται, τὰ δὲ εὐθὺς κοιμίζεται.
Ὁνωρατιανῷ.
Τοῖς περὶ τὴν πορφύραν πονοῦσιν ἐπιστατήσων ἥκει Πατρόφιλος. ἐγὼ δὲ αὐτὸν ἐλπίζω μὴ φανεῖσθαί σοι κακόν, ἐπεὶ καὶ ἡμῖν χρηστὸς δοκεῖ πολλὴν ἐν πολλοῖς πεῖραν αὑτοῦ δεδωκώς. γίνου δὴ πρὸς αὐτὸν ἥμερος καὶ τοῦτο ἴστω Κύπρος, ὅτι σοι μέλει τἀνδρός· εἰ δὲ καὶ ὅτῳ ταῦτα χαρίζῃ, γνοῖεν, ἴσως οὐκ ὀφλήσεις αἰσχύνην.
Ἀλκίμῳ.
Νῦν γε ἐλπὶς στήσεσθαι κυλινδούμενον τὸν τῶν ἀγροίκων κατάλογον. ἥκει γὰρ ἀνὴρ ἐπὶ τὴν ἐξέτασιν δικαιότερος, φασί, σταχάνης, δύο μὲν ἐν ἄρχοντος τάξει σεσωκὼς ἔθνη, Φρύγας μὲν πάλαι, πρῴην δὲ τοὺς περὶ τὸν Εὐφράτην ἀνθρώπους, νῦν δὲ βασιλεῖ δόξας μόνος ἂν οὔτε κλέψαι οὔτε κλαπῆναι, τὸ μὲν ἐκ δικαιοσύνης, τὸ δʼ, ὅτι πρᾶγμα ἰδεῖν ὀξύτατος ἁπάντων. πιστεύω δὴ τὸν ἄνδρα καὶ τούτων ἀφαιρήσειν τὸ περὶ τοὺς ἀγροὺς ἄχθος οὐ δίκαιον καὶ τὴν ὑμετέραν πόλιν, οὕτω γὰρ ἥδιόν μοι καλεῖν τὴν ἀνισταμένην, δόξαν ἀγαθὴν Ἰουλιανῷ περιθήσειν. ὅτι δὲ σοῦ καὶ τῆς σῆς γνώμης ἕξεται κοινωνόν τε τῆς δοκιμασίας ποιούμενος καὶ οὐκ ἀνεχόμενος τὸ μὴ οὐ συζῆν Ἀλκίμῳ τῷ γενναίῳ, λέγοντος μὲν οὐκ ἀκήκοα, μαντεύομαι δὲ θαρρῶν· οὕτως ὑμῖν ἀμφοτέροις ὁ αὐτὸς νόμος τοῦ βίου πλοῦτον μὲν μὴ θαυμάζειν, ἐπαίνους δὲ διώκειν.
Γαϊανῷ.
Οὐκ οἶδʼ ὁπότε τοῖς Θαλασσίου παισὶν ὑπάρξει τῶν δικαίων ἐν Φοινίκῃ τυχεῖν, εἰ μὴ νῦν τῶν ἀδικούντων ἔσονται κρείττους, ὅτε Γαϊανὸς ὁ καλὸς κἀγαθὸς καὶ ῥητορικὸς καὶ ἀρχικὸς ἐγρηγορυίᾳ τῇ ψυχῇ τὰ τῆς Φοινίκης ἐφορᾷ. καὶ τὴν μὲν ἐκ τοῦ γένους οὖσάν μοι πρὸς τὴν περὶ αὐτοὺς εὔνοιαν ἀνάγκην οὐκ ἀγνοεῖς οὐδʼ ὅτι Βασσιανῷ καὶ δεύτερον ὑπάρχει δίκαιον, τὸ παρʼ ἐμοί τε καὶ ἐν ταῖς ἐμαῖς διατριβαῖς καὶ τραφῆναι καὶ ἀνδρωθῆναι· οὔσης δέ μοι καὶ πρὸς σὲ φιλίας καὶ τοῦτο πάντων ἐπισταμένων ἀμφοτέρωθεν ἂν ἠλεγχόμην κακὸς ὧν τε φροντίζειν ἔδει, τούτους προδιδοὺς καὶ μὴ τολμῶν ἐπιστεῖλαι φίλῳ πάλαι δὴ βεβαιοῦντι τοὔνομα τοῖς ἔργοις. ἐν κεφαλαίῳ μὲν οὖν, μελέτω σοι τῶν ἐμῶν συγγενῶν· τοῦτο δὲ οὐ λύει τὴν τῶν νόμων φυλακήν, ἀλλʼ ἔστι κἀκείνους μὴ κινεῖν καὶ τούτοις ἐπικουρεῖν· ὧν τὸ μέν ἐστιν ἐν τῇ τῶν ὀφειλομένων εἰσπράξει, τὸ δὲ ἐν τῷ μὴ πάντα ἐξεῖναι τοῖς τῷ καιρῷ χρωμένοις. ἔχεις δὲ τῶν πραγμάτων καὶ τῆς ἀληθείας διδάσκαλον Ἑρμείαν, ἄνθρωπον καὶ φύσει καὶ παιδεύσει βέλτιστον, ἀλλὰ καὶ τὸν εὐνοῦχον μέντοι Μαρτύριον, ὃν οὐ φήσεις εἶναι τούτων δὴ τῶν πολλῶν εὐνούχων, ἀλλʼ ἔστιν οἷος πιστεύεσθαί τε ἂν εἰκότως καὶ ἐπαινεῖσθαι δικαίως. ὅταν οὖν ὦσιν οἱ καταβοῶντες ὡς πάντα ἡρπάκαμεν, μετέστω καὶ τούτοις παρρησίας καὶ τάχα εὑρήσεις μείζω τῶν πράξεων τὰ ἐγκλήματα. ἡμᾶς δὲ δεῖ χαίρειν μὲν τῶν ἱερῶν ἀνισταμένων, μὴ μέντοι προστιθέναι τῇ ἐπανορθώσει πικρίας, ἵνʼ ἐξῇ τοῖς τότε πραττομένοις ἐπιτιμῶντας μηδὲν ἀντακούειν ἴσον. οἷόν γε καὶ τὸ νῦν γινόμενον. μετέπλασαν νεὼς εἰς οἰκίαν οἱ Θαλασσίου πρᾶγμα ποιοῦντες ἀρέσκον τῷ κρατοῦντι τότε, καὶ οὐκ ἐπαινῶ μέν, ἦν δʼ οὖν τῶν τότε τὰ τοιαῦτα νόμων. ταύτην δὴ τὴν οἰκίαν ἔχοντες οἱ Φοίνικες καὶ καρπούμενοι κελεύουσι καὶ τοὺς νεὼς αὑτοῖς ἀνοικοδομεῖν. πῶς, ὦ βέλτιστοι; δεῖ γὰρ ἡμᾶς ἢ τῆς οἰκίας κρατοῦντας ἀνοικοδομεῖν ἐκείνους ἢ τούτων ἐκβεβλημένους ἀπηλλάχθαι πραγμάτων. ἀλλʼ, οἶμαι, διπλᾶ εἰσπράττειν ἐθέλουσιν. οἱ θεοὶ δὲ οὐ μιμοῦνται τοὺς ὠμοὺς τῶν δανειζόντων, ἀλλʼ ἤν τις ἀποδιδῷ τἀκείνων, οὐκ ἂν αὐτὸν ἡδέως ἀγχόμενον ἴδοιεν. τὴν αὐτὴν δὴ ψῆφον καὶ ὁ τοῖς θεοῖς φίλος οἴσει Γαϊανός, ἄλλως θʼ ὅτε τὸ τοὺς Θαλασσίου κακῶς ποιεῖν ἀναγκάζον οἴχεται.
Ῥουφίνῳ.
Ὁ φίλον συκοφαντούμενον ἐξαιρούμενος τῶν αἰτιῶν οὐ τοσοῦτον πράττει μόνον, ὅσον ἐκείνῳ λύει τὸν κίνδυνον, ἀλλὰ καὶ ὃν ἐξαπατηθῆναι κωλύει, μετὰ τοῦ τυχόντος τῆς συνηγορίας ὠφελεῖ· ὁ μὲν γὰρ οὐκ ἔδοξεν ἀδίκως κακός, ὁ δὲ οὐχ ἡγήσατο πονηρὸν τὸν χρηστόν. δέξαι δή μου τὸν ὑπὲρ Λητοΐου λόγον ὡς καὶ τῆς σῆς δόξης κηδομένου. Λητόϊος ἐπὶ τὸν νυνὶ πόνον ὑπὸ τοῦ παρʼ ἡμῖν ἄρχοντος ἀγόμενος τὰ μὲν ἄρχοντι πειθόμενος, τὰ δʼ οἴκτῳ τῆς πατρίδος δέχεται τὴν διακονίαν εἰδὼς μέν, ἐν οἵῳ χειμῶνι τολμᾷ πλεῖν, οὐκ ἀξιῶν δὲ τὴν ἀσφάλειαν τὴν αὑτοῦ πρὸ τῆς πόλεως θέσθαι. ὢν δὲ καὶ ἄλλως μισοπόνηρος καὶ ἅττα πιστευθείη, πανταχοῦ φυλάττων ἀκριβῶς ὑπὸ τοῦ καιροῦ τὸν τρόπον ἐπέτεινε καὶ περιῄει κεκραγώς, κύνα μιμούμενος πολεμοῦντα λύκοις. πολλοὶ δὲ ἦσαν οἱ λύκοι καὶ ἔδει κυνὸς οὐ νωθροῦ τινος καὶ ἄρτῳ μικρῷ πραϋνομένου, ἀλλʼ εἰδότος τά τε ἄλλα καὶ δακεῖν. διὰ πολλῶν μὲν οὖν ἦλθεν ἰχνεύων τε τἀδικήματα καὶ ἀγανακτῶν καὶ τὰ μὲν εἰς δικαστήριον ἄγων, ἔστι δὲ οὗ καὶ αὐτὸς κολάζων, ὁπόσα ἐδίδου τὸ σχῆμα. ἤδη δέ τις καὶ τῶν εἰς τὴν σὴν τελούντων στρατιὰν ἔδρασέ τι μέμψεως ἄξιον καὶ οὐκ ἔλαθε καὶ ἤλγησεν, ὅτι μὴ ἐπῃνεῖτο ἁμαρτάνων. ἔσχε δὴ καὶ τοὺς συναλγοῦντας, πολὺ δέ γε πλείους τοὺς ἐπιτιμῶντας ἀπὸ τῆς αὐτῆς στρατιᾶς, ἄνδρας ἐπιεικεῖς καὶ εἰδότας αἰδεῖσθαι. ἀλλʼ οἵ γε οὐ τοιοῦτοι παρακολουθοῦσι τῷ Λητοΐῳ πολεμοῦντες ἀπὸ παντὸς πειρώμενοι πλέκειν αἰτίας. εἰ μὲν οὖν παρὼν ἐτύγχανες, ἐκεῖνοί τʼ ἂν ἥττω ἐψεύδοντο καὶ ὁ ἐλέγξων ἐγγὺς ἂν ἦν· νῦν δὲ φοβούμεθα τὰς ἐν ταῖς ἐπιστολαῖς συκοφαντίας. καὶ ὡς μὲν οὐκ εἶ τῶν ταχὺ πειθομένων, ἴσμεν, ὃ καὶ τὸν Λητόϊον ὤνησεν· ὡς τῷ γε πλήθει τῶν βλασφημιῶν ἀπόλωλε, νῦν δʼ ἔστιν ὅ τι καὶ ὑπώπτευσε τῶν εἰρημένων· ἀλλʼ ἂν ὁ ψευδόμενος συνεχῶς ἐγκείμενος τοῦτο ποιῇ, δέος ἐστὶ μὴ φενακίσῃ τῷ χρόνῳ. δέομαι δὴ σοῦ μήτʼ ἀπιστῆσαι μήτε πιστεῦσαι τοῖς κατηγόροις, πρὶν ἂν καὶ τῆς ἀπολογίας ἀκούσῃς. ἀπολογήσομαι δὲ ἐγώ, κἂν ἐκεῖνος ἀδικεῖν δόξῃ, κατʼ ἀμφοῖν ἡ ψῆφος ἐξενεχθήτω.
Ἀλεξάνδρῳ.
Ἐπὶ τὸν αὐτὸν αὖθις ἡμῖν ὁ Γερόντιος κατηνέχθη φόβον καί φησιν ἄκλητος μὲν οὐχ ἥξειν, κλῆσιν δὲ ἡγήσεσθαι μόνην, εἰ ψήφισμα αὑτῷ παρὰ τῆς πόλεως ἔλθοι. καίτοι πιστεύει μέν σου τοῖς ὅρκοις, πιστεύει δὲ τοῖς λόγοις, καλλίω δὲ νομίζει τὴν ὁδὸν γενήσεσθαι τῶν γραμμάτων ἐν χεροῖν αὑτῷ κειμένων. σὺ τοίνυν εἴτε φιλοτιμίᾳ τοῦτο πάσχει, χάρισαι φιλοτίμῳ φύσει, εἴτε δειλίᾳ καὶ τῷ φοβεῖσθαι μὴ πάλιν ἐλθὼν ἀπέλθῃ, λῦσον τὸν φόβον καὶ τὸ ταχέως προσέστω. πάντως καὶ τῇ πόλει κόσμος τὸ μὴ δεῖσθαι ξένων, ἀλλʼ ἕνα σφῶν αὐτῶν ἔχειν ἀποχρῶντα τῷ ἔργῳ. οἶμαι μὲν οὖν σε τῆς αὐτῆς ἡμέρας καὶ δέξεσθαι τὴν ἐπιστολὴν καὶ πέμψειν τὴν καλοῦσαν· εἰ δʼ οὖν τι παρεμπεσὸν ἐμποιοῖ διατριβήν, οὐκ ἐπιτρέψει γε ὁ Δουλκίτιος· ἀκήκοε γὰρ ὡς ἐπείγειν χρή. πάντως δὲ ἀνέξῃ τοσαύτην ὁδὸν ἐληλυθότος ἐραστοῦ, ὃς πρὸς σὲ μὲν ἔφησεν ἄλλου του χάριν ἀφίξεσθαι, πρὸς ἐμὲ δὲ ὡμολόγηκεν ὡς οὐκ ἄν σε μὴ προσορᾶν δύναιτο.
Μοδέστῳ.
Ὁρᾷς, ἡλίκα ποιοῦσιν αἱ ἀρεταί; οἱ αὐτοὶ καὶ πρότερον ἤρχετε καὶ νῦν πιστεύεσθε, καὶ οὐκ ἐπαύσατο μετὰ τῆς ἔμπροσθεν βασιλείας τὸ καὶ ὑμᾶς ἐν τοῖς κοινοῖς ἐξετάζεσθαι. τὸ δὲ αἴτιον, οὐκ ἦτε τῶν τότε τὰς ἀρχὰς πριαμένων οὐδʼ αὖ τῶν ταῖς ἀρχαῖς ἐμπορίᾳ κεχρημένων καὶ ταῦτα ἐξὸν καὶ τῶν δικαίων εἶναι βουλομένων καταγελωμένων. ἅ μοι δοκεῖ πυθόμενος ὁ θεῖος οὗτος ἀνὴρ καὶ μισούμενος ὑπὸ Περσῶν μισθὸν τῆς ἑκουσίου πενίας σοὶ μὲν δοῦναι τὸ μετὰ τὴν βασιλείαν μέγιστον, Ἰουλιανῷ δὲ πρᾶγμα τῆς Ῥαδαμάνθυος δικαιοσύνης δεόμενον. ὅρος μὲν οὖν αὐτῷ τῆς φροντίδος ἡ Βιθυνία, ὁ δὲ ἔρως αὐτὸν παρʼ ὑμᾶς διαβιβάζει· φίλου γὰρ οὕτω καλοῦ πλησίον ὄντος οὐκ ἦν οἷός τε μὴ μετασχεῖν. οὗτος μὲν δὴ τῆς ἡδίστης ἀπολαύσεται συνουσίας· ἡμᾶς δὲ ὁ στρατιώτης φόβων ἀπήλλαξε μεγάλων, οὓς λόγοι ψευδεῖς πρότερον δεῦρʼ ἐλθόντες ἐνέβαλον, ὡς δεινὰ μὲν πάθοι, δεινὰ δὲ δράσειεν ἡ πόλις. ὁ δὲ ἤγγελλε μωρᾶναι μὲν τῶν καταπτύστων τινὰς ἀνθρώπους ἀνεστίους, σωφρονεῖν δὲ τὸ πλέον καὶ βέλτιον· σὲ δʼ ἁμαρτεῖν μὲν οὐδέν, εἶξαι δὲ τῷ πνεύματι καὶ διαλλαγῆναι ταχέως· γενέσθαι δὲ τὸν κατάπλουν λαμπρὸν καὶ περίβλεπτον, ὡς πάντα μὲν ὄχλου, πάντα δὲ ἐπαίνου γέμειν· κεκρύφθαι δέ σοι τὸ ζεῦγος ὑπὸ τῶν ἅμα κρότῳ περικεχυμένων ἀνδρῶν. ὁ μὲν οὖν στρατιώτης ἐμοὶ ταῦτα εἶπεν, ἐγὼ δὲ ἐκήρυττον ἐξελαύνων λόγῳ λόγον, ἀληθεῖ τὸν ἐναντίον. τὰ γράμματα δέ σου διαβέβηκε μὲν τὸν Εὐφράτην, θαυμαστὸν δὲ οὐδὲν εἰ βραδέως εἰς χεῖρας ἀφίξεται τῷ βασιλεῖ. χωρεῖ δὲ ἐπικλύζων τὴν Περσῶν ἀρχήν. καὶ οὗ μέν ἐστι νῦν, αὐτὸς ἂν εἰδείη καλῶς· ἃ πράττει δέ, διὰ τῶν αἰχμαλώτων διδάσκει, παρʼ ὧν ἀκούειν ἔστιν ὡς ὁ μὲν τρέχει, κεῖνται δὲ πόλεις. ἡμεῖς δὲ ἀποροῦμεν αἰχμαλώτους δεχόμενοι. ταῦτα εἶπον ἀπολογίαν τε ὑπὲρ τοῦ στρατιώτου καὶ σοὶ διδοὺς ἥδεσθαι καὶ ἅμα ἐμαυτὸν εὐφραίνων.
Νικοκλεῖ.
Κινδυνεύω χάριν εἰδέναι τοῖς τἀκεῖ ταράξασιν, εἰ δὴ διὰ τοῦτο σὲ πάλιν ἐνταῦθα ἕξομεν. ἀκούω γὰρ ὡς τῇ πόλει μὲν τὸν ἄρχοντα ἀποδέδωκας, ὑπὲρ δὲ τῆς πόλεως ὡς τὸν βασιλέα βαδιῇ τοῦτό γε μάλιστα ὀρθῶς ἰδούσης, ὅτι σὺ μόνος ἂν οἷός τε γένοιο τὸν δῆμον ἐξαιτήσασθαι. τότε σε ὄψομαι φροντίζοντα καὶ ἀσθμαίνοντα καὶ μελετῶντα λόγους καὶ πάσχοντα καὶ ποιοῦντα, ἃ τοῦ χειμῶνος ἐγώ, ὅτε σὺ παρὼν ἐβοήθεις τὰ μὲν φανερῶς, τὰ δὲ σὺν τέχνῃ. ἀλλὰ γὰρ ὡς ἀφειμένος κινδύνων διελέχθην. ἡμῖν δὲ τὰ μὲν ἠγώνισται, τὰ δὲ προσέρχεται. καὶ σὺ μέν, ὁπόσον ἐθέλεις, πράξεις καὶ οὐδὲν ἂν ἐπικούρων δέοιο· ἡμῖν δὲ καὶ σοῦ καὶ τῶν σῶν πολιτῶν, τῶν ἐκ Λήδας, καὶ Μειλιχίου Διὸς πρὸς τὸν χειμῶνα ἂν δέοι. πονηροὶ γὰρ εἰ μὲν ἐσμέν, οὐκ οἶδα, δοκοῦμεν δέ. καὶ δίκας εἰ μὲν καὶ ἄλλας δώσομεν, οὐκ οἶδα· τὸ δὲ Ταρσοὺς ἡμῶν προκεκρίσθαι καὶ τὸ τὴν μὲν φυγεῖν ὃν οἶσθα, τὴν δὲ ἑλέσθαι, τίνος οὐ ζημίας πικρότερον; ἀλλʼ, ὦ ἄριστε, τάχιστα ἡμῖν ἐλθεῖν, ὅπως ὑπὲρ δυοῖν πονήσαις πόλεων· ὡς χειροτονήσομέν σε καὶ ἡμεῖς πρεσβευτήν. Ἰουλιανῷ δὲ τῷ καλῷ πάλαι μὲν ἦσθα φίλος ἀπό τε τῆς ἐκεῖ καὶ τῆς ἐνταῦθα συνηθείας καὶ ἔτι γε πρότερον ἀπὸ τοῦ θαύματος, ἐν ᾧ σε κατέστησεν, ἡνίκα ἦρχε Φρυγῶν· νῦν δʼ αὐτῷ καὶ πάντα ἂν γίνοιο δικαίως λογιζόμενος, ἐφʼ ὅ τι τε ἐπέμφθης καὶ ὑφʼ ὅτου. τὸ γὰρ οὓς ὁ σὸς ἀγαθοὺς ἡγεῖται μαθητής, τούτοις εἰς εὐδοξίαν συμπράττειν σὸν ἂν εἴη τοῦ διδασκάλου κέρδος. ἐξέταζε δὴ τὸν τοῦδε ἐξετασμόν· οὐ γὰρ ἀξιοῦμεν τοὺς σοὺς ὀφθαλμοὺς λανθάνειν, ἀλλʼ ὥσπερ οἱ δεξιοὶ τῶν ποιητῶν καλοῦμέν σε ἐπὶ τὴν κρίσιν. εὑρήσεις γὰρ καὶ γνώμην καὶ δικαιοσύνην, ἅ σέ τε ἡδίω ποιήσει καὶ βασιλέα σοῦ πρὸς αὐτὸν ἀπαγγέλλοντος.
Ἀλεξάνδρῳ.
Διὰ πάντων ἦλθον ἀρχόντων ἐγὼ ποιῶν ἕκαστον εὐμενῆ Πορφυρίῳ, καὶ διετέλεσεν ἅνθρωπος ἃ μὲν δύναιτο ὑπηρετῶν, τἄλλα δὲ οὐκ ἀναγκαζόμενος· νῦν δʼ αἱ μὲν ἐλπίδες λαμπραὶ ἀτελείας, ἀποσπασθεὶς δὲ ὁ ταλαίπωρος τῶν βωμῶν, πρὸς οἷς ἱκέτευεν, ἔρχεται τρέμων, ἐγὼ δὲ οὐδὲν ὠφελῶ καὶ ταῦτα πολλοὺς ἐκ δεσμῶν λελυκὼς καὶ δόξης οὔσης ὡς ἀρκεῖ ἐθελῆσαι. ὅρα οὖν, ὦ γενναῖε, ὅπως βεβαιώσῃς τὴν δόξαν, μᾶλλον δέ, ὅρα μὴ δόξω κακὸς εἰς τὸν ἑταῖρον εἶναι. ὅταν γὰρ τἄλλα χαριζόμενος ἐνταῦθα ἀντιτείνῃς, τεχθῆναί τινας ὑποψίας ἀνάγκη.
Τῷ αὐτῷ.
Ὁ μὲν κύβος ἀνέρριπται, ἡ δὲ Ἀθηνᾶ πλησίον· βοηθήσειν δὲ ὡμολόγηκεν καὶ οὐ ψεύσεται οὖσα θεός, ἀλλὰ τόν γε ἀγῶνα ὡς ἥδιστα δέξεται καὶ εἰς τὸν θρόνον τὸν ἀθλητὴν καθιεῖ καὶ οὐκ ἀξιώσει πρὸς ἑτέραν βάσανον ἄγειν καὶ ὅπως δώρῳ ἐπὶ μεγάλῳ συνέσται τοῖς νέοις, πράξει.
Γαΐῳ καὶ Ἀθανασίῳ.
Ἄκων ὁ Γάϊος ἔπλευσε καὶ πολλὰ μεμφόμενος τὴν κεφαλήν, ὅτι αὑτὸν ἀπαγαγοῦσα τῶν λόγων ἐνεβίβασεν εἰς τὸ πλοῖον. ἐγὼ δὲ αὐτὸν παρεμυθούμην καὶ τοῦτο εἶναι φάσκων ὑπὲρ τῶν λόγων κακῶν ἐλευθέραν αὑτῷ γενέσθαι τὴν κεφαλήν. ὅπως οὖν ἱκετεύσετε μετʼ αὐτοῦ καὶ πείσετε τὸν θεὸν ἐξελάσαι τε τὸ λυποῦν καὶ ὡς τάχιστα. φήσετε δὲ τὸν νέον, ὡς οἶμαι, φέροντά τι ῥητορικῆς ἥκειν καὶ οὐκ εἰς ὕπνον ἀνηλωκέναι τὸν χρόνον.
Ἀκακίῳ.
Καὶ ὅτι ἔγραψας, ἔγνων καὶ διʼ ὅ τι πέμψειν μέλλων οὐκέτʼ ἔπεμψας. ἐγὼ δὲ τῷ προτέρῳ μὲν ἥσθην, ἐγέλασα δὲ τῷ δευτέρῳ καὶ πρὸς τούτῳ δειλίαν τοῦ κομίσαντος κατέγνων, ὡς ἡμῖν γε τῶν σῶν τὰ μὲν εὐφροσύνης αἴτια, τὰ δὲ οὐ λύπης. πρὸ γὰρ τῶν πραττομένων, τίς ὁ ποιῶν, ἐνθυμούμενοι φέρειν ἀξιοῦμεν, καὶ ὁ πατὴρ ἢ τῶν λόγων ἢ τῶν ἔργων κοῦφα ποιεῖ καὶ ταῦτα. πέμπε οὖν ἐκείνην τὴν ἐπιστολήν, ἐν ᾗ νομίζεις εἶναι βέλη. δῆλον γὰρ ὡς ἔχρισας τὰ βέλη χάριτι, καὶ οὐ κινήσεις πόλεμον, ἀλλὰ τὴν οὖσαν βεβαιώσεις εἰρήνην.
Φουρτουνατιανῷ.
Ἀλλʼ ἔστω καὶ ἡ θάλαττα χαλεπωτέρα καὶ τὰ πνεύματα βιαιότερα καὶ ὁ ἀὴρ μιμείσθω τὸν ἐν Ὑπερβορέοις· ὡς πάντα γε καὶ κοῦφα καὶ ἥδιστα διʼ ἑνός, τῆς παρὰ τοῦ θεοῦ βοηθείας, ἣν εἰς σὲ ποιούμενος τὸν ἄριστον τῶν ὑπὸ τὸν ἥλιον καὶ σώζει καὶ ἀνίστησι. λόγων δὲ ἐπιθυμῶν μὲν τὸ σαυτοῦ ποιεῖς, ἀεὶ γὰρ δὴ τούτους ἀντὶ χρυσίου καὶ τῶν ἄλλων χρημάτων ἐθαύμασας· ῥήτορας δὲ ἐγγὺς οὐκ ἔχων τοὺς ἐροῦντας αὐτὸς σαυτὸν ἑστία νῦν μὲν ἐν μέτρῳ, νῦν δὲ τὸ μέτρον ἀφείς. πάντως δὲ ἀμφότερα κρατεῖς, καὶ οὐκ ἂν εὕροις ἀμείνονα λόγων ποιητήν. ἡμεῖς δέ σε ἐπιθυμοῦντες ἰδεῖν οὐ τολμῶμεν καλεῖν· μένεις γὰρ ἐπὶ κοινοῖς κέρδεσι. τὸ γὰρ αὐτὸ σοὶ μὲν τῶν κακῶν ἀπαλλάξει τὸ σῶμα, πολλῶν δὲ ψυχὰς ἐξαιρήσεται νόσου βλέπειν ἤδη πρὸς τὸν θεὸν πειθομένων, ὃς ἐν σοὶ τὰ μέγιστα τὰ μὲν ἐπιδέδεικται, τὰ δὲ ἐπιδείξεται.
Ῥουφίνῳ.
Σὲ μὲν ἤλπιζον ὃ πεποίηκας ποιήσειν, ἱκετεύσειν ὑπὲρ ἡμῶν τὸν θεόν· τὰ παρʼ ἐκείνου δέ μοι κρείττω τῆς ἐλπίδος, οὐδὲν γὰρ ἐμαυτῷ συνῄδειν τοσαύτης ἄξιον χάριτος. ἔοικεν οὖν αἰδεσθεὶς τὸν πρεσβευτὴν βεβοηθηκέναι, πεῖραν δὲ ἔδωκεν ἡ βοήθεια λαμπρὰν εὐθὺς ἐπὶ τοῖς γράμμασιν. ἐγὼ μὲν γὰρ ἐκ τῶν συνήθων ἀπῄειν διατριβῶν ἀκμάζον φέρων τὸ ἐν τῇ κεφαλῇ κακόν· συντυχὼν δέ μοι Πορφύριος δίδωσιν ἐν ἀγορᾷ τὴν ἐπιστολήν, ἐγὼ δὲ ἐλθὼν οἴκαδε χαίρω. ἐπειθόμην τῷ θεῷ καί μοι εὐθὺς ἡ κεφαλὴ τῶν ἰλίγγων ἦν ἐλευθέρα. προσῆγον οὖν καὶ δεύτερον καὶ τρίτον τὸ φάρμακον καὶ οἷς ἴσχυεν ἐδείκνυεν, ὅτου εἴη. νῦν μὲν οὖν ἐντεῦθεν προσκυνῶ τὸν Ἀπόλλωνος υἱόν, τοῦ φθινοπώρου δέ, εἰ διδοίη, τήν τε λῆξιν αὐτοῦ καὶ αὐτὸν ὀψόμεθα κομίζοντες ᾆσμα μικρὸν ὑπὲρ μεγάλων.
Γαϊανῷ.
Ὀλύμπιον οἶσθα τὸν παρʼ ἡμῖν ῥήτορα τὸν δεινὸν μὲν εἰπεῖν, μέγα δὲ φθεγγόμενον, ἀεὶ δὲ τὸ δίκαιον τετιμηκότα. τούτου παῖς ἐστι Θεόδοτος, πατρὸς μὲν οὐκ ἂν φαίην ἀμείνω, ἴσως δὲ οὐ χείρων. λέγω δὲ παραβάλλων οὐ τὰς νῦν αὐτῷ δυνάμεις, ἀλλὰ τὴν τοῦ Θεοδότου πρὸς ἣν εἶχεν Ὀλύμπιος, ἡνίκα ἦν, ἡλίκος νῦν ὁ Θεόδοτός ἐστιν. ἐγίνετο δή τις εὐφροσύνη τῷ πατρὶ τὰ παρʼ ἡμέραν ὑπὸ τοῦ παιδὸς τικτόμενα. καὶ γὰρ ἦν οἷα πρὸς κρότον τοὺς παρʼ ἡμῖν δεξιωτέρους ἀνιστάναι. βουλευομένων δὲ ἡμῶν, εἴτʼ αὐτὸν ἔτι δεῖ μανθάνειν εἴτʼ ἤδη συναγορεύειν, μνημονεύει πρὸς αὐτὸν Ὀλύμπιος βιβλίον, ὃ χρήσας ὁ νεανίσκος πονηροῖς τισιν ὡς χρηστοῖς ἀπεστέρητο. ἠγανάκτησεν ὁ πατὴρ μέχρι τοῦ μέμψασθαι, δεινὸν δὲ οὐδὲν προσῆν· καὶ γὰρ ὅλως ἁνὴρ πρὸς τοὺς ἐξ ἑαυτοῦ πρᾷος οὐκ ἐπαινῶν, εἴ τίς ἐστι χαλεπὸς υἱέσι. Θεοδότῳ δὲ καὶ τὸ μικρὸν τοῦτο ἐφάνη μέγα διὰ τὴν ἀεὶ χρηστότητα τοῦ πατρός. εἶθʼ ὥσπερ ποιοῦντος, ἃ τὸν Ἀμύντορα κατὰ τοῦ Φοίνικος ἀκούομεν, καταβὰς εἰς τὸν λιμένα πλοίου τυχὼν παρʼ ὑμῖν ἐστιν. ἀλλʼ αὖθις γενέσθω παρʼ ἡμῖν ἢ ἑκὼν ἢ πρὸς ἀνάγκην. πρέποι δʼ ἂν σοὶ τὰ τοιαῦτα ἀναγκάζειν ὡς οὔτε δίκαιον ὂν οὔτε συμφέρον παῖδας περιεῖναι πατέρων. μήτʼ οὖν ἐπαινῶν νόμους μήτʼ ἐρᾶν Βηρυτοῦ λέγων μήτʼ αὖ δάκρυον ἀφιεὶς μήτʼ ἄλλῳ μηδενὶ πειθέτω σε μάταιον ἀποφῆναι τὴν σπουδὴν τῷ γέροντι, ὃς τοῖς νόμοις ἀποδοὺς τὸν τούτου πρεσβύτερον τὸν Ἑρμογένην τοῦτον ἀξιοῖ ῥητορικὴν θεραπεύειν. πέμπε οὖν ὡς ἡμᾶς τὸν νέον πρὶν αὐτῷ διαρρυῆναι τὸ συνειλεγμένον, καὶ χάρισαι τοῦτο τῇ φιλτάτῃ σοι πόλει παραμυθούμενος Βηρυτὸν οἷς ἔσχηκέ τε παρὰ σοῦ καὶ σχήσει. δικαστὴς δὲ ὁ πατὴρ οὐ καθεδεῖται Θεοδότῳ οὐδὲ εἰς εὐθύνας ἄξει τὸν πλοῦν, ἀλλʼ ὄψεται αὐτὸν τοῖς πρὸ τῶν αἰτιῶν ὀφθαλμοῖς.
Ἡλιοδώρῳ.
Ὤιμην ἀπαλλαγὴν γεγονέναι Βιταλίῳ πραγμάτων τὴν ἡμέραν ἐκείνην, ἐν ᾗ μηδὲν αὐτὸν ἀδικεῖν ἔγνωμεν Ἀστέριός τε καὶ σὺ καὶ ἐγώ· οἱ δʼ οὔτʼ ἀγροίκων οὔθʼ ἱερέων πρᾶγμα ποιοῦσιν αὖθις ἐπὶ τὸν αὐτὸν ἰόντες καὶ οὐκ ἴσασιν ὡς τὸν μὲν εἰς χρήματα βλάψαι ἐπιχειροῦσιν, ἡμᾶς δὲ ὑβρίζουσιν οἱ τότε τούτων ἀφέμενοι. εἰ γὰρ ἐκεῖνοι νῦν δικαίως ἐγκαλοῦσιν ἡμῖν, ἀδίκως οὗτος ἐφαίνετο καθαρὸς τῆς αἰτίας. ἀλλʼ ἴσως οὐχ οἱ δικάζοντες ἠδίκουν, ἀλλʼ οἱ μὴ θέλοντες διακρίνειν ἀπὸ τῶν ἐμβαλόντων τὸ πῦρ τοὺς μόνον τεθεαμένους. κάτεχε τοίνυν αὐτοὺς καὶ νουθέτει καὶ μὴ ἐπίτρεπε τοιαῦτα ἐπιστέλλειν, ἵνʼ αὐτοῖς οἱ θεοὶ χαίρωσι τῶν ψυχῶν πρὸ τῶν ναῶν ἐπιμελουμένοις. ἀπαιτούμενος δὲ τὰ τοιαῦτα παρʼ ἡμῶν μὴ θαύμαζε· καλὸς γὰρ ὢν κἀγαθὸς εἰκότως ἐπὶ τὰ καλὰ τῶν ἔργων ὑφʼ ἡμῶν παρακαλῇ.
Μαξίμῳ.
Δεινὸν ἂν ἦν, εἰ μὴ ἐπέστειλά σοι διʼ ἀνδρὸς καὶ λέγειν δεινοῦ καὶ πρώτου Γαλατῶν καὶ ἡμῖν ἐπιτηδείου. σὺ δʼ ὅτι μὲν αὐτὸν ἔμελλες τιμήσειν καὶ τῆς ἄλλης ἀρετῆς εἵνεκα καὶ ὡς ἀγώνων σοι κοινωνὸν ἐν βασιλείοις γενόμενον, εὖ ᾔδειν· ὅπως δὲ εἰδῇς ὅτι καὶ ἐμοὶ χαριῇ τῇ περὶ αὐτὸν σπουδῇ, τὴν οὖσάν μοι πρὸς αὐτὸν ἐμήνυσα φιλίαν. ἐβούλετο μὲν οὖν πάντα ἔχειν ἀπαγγέλλειν καλά, διδάξει δὲ καὶ ὧν οὐκ ἐβούλετο πολλά. ὑμεῖς δὲ ἀπολαύοιτε τῆς βελτίονος τύχης καὶ μήτε πάθοιτε οἷα νῦν τινες μήτε ἐν οἷς ἡμεῖς γένοισθε φόβοις.
Ἀνδρονίκῳ.
Ὅτι μοι τῶν φιλτάτων ἐστὶ Λεόντιος, οἶσθα ἀπʼ ἐκείνων τῶν χρόνων, ἐν οἷς τοὺς ........, ὁ δʼ ὥσπερ ἀγαθὸς δρομεὺς μεθʼ ὁμοίας τῆς γνώμης, μᾶλλον δέ, προστιθεὶς ἐν τοῖς προτέροις διεσώσατο τὴν εὔνοιαν. ὅ τι ἂν οὖν κελεύῃ, δεῖ τοῦτο εὐθὺς ἔργον εἶναι. νῦν τοίνυν ἐκέλευε τοὺς τῆς γυναικὸς τῆς αὑτοῦ συγγενεῖς τῶν δικαίων διʼ ἐμῶν γραμμάτων τυχεῖν, οἳ φάσκουσι μὲν ἐν τοῖς ἑαυτῶν οἰκοδομεῖν, σὲ δὲ οὐκ ἐᾶν ἐξελάσαντα τοὺς τέκτονας ὡς δὴ ἀδικούντων, οἱ δέ φασιν ἀδικεῖν μὲν οὐδέν, ἀδικεῖσθαι δέ. ἐγὼ οὖν πιστεύειν τε αὐτοῖς ἠναγκαζόμην ὀμνύουσι καὶ αὖ πάλιν ἀπιστεῖν εἰς τὸν σὸν ἀποβλέπων τρόπον, ὃν ἐν ταῖς ἀρχαῖς ἐπαινεθέντα βουλοίμην ἂν καὶ ἰδιωτεύοντος εὐδοκιμεῖν· ὡς τοῦτό γε τὸ καλὸν οὐκ ἔστιν ὅτε οὐκ ἔστι καλόν. ποίει οὖν, ὅπως παύσονται μεμφόμενοι οἱ νῦν αἰτιώμενοι. ποιήσαις δʼ ἂν ἢ πείσας ὡς ἀλλοτρίων ἅπτονται, ἢ τὸ κωλύειν καταλύσας. ταῦτα ἀρκεῖν ἡγοῦμαι τὰ γράμματα. πρὸς δὲ τὸν ἄρχοντα οἱ μὲν ἐπιστέλλειν ἠξίουν, ἐγὼ δὲ τοῦτο οὐκ ἐπειθόμην· παρʼ ἑκόντος μὲν γὰρ βουλοίμην ἂν εὑρέσθαι τι, προσάγειν δὲ ἀνάγκην οὐκέτʼ ἂν ἀξιοίην. ἵνʼ οὖν καὶ οἵδε μάθωσιν ὡς οὐ μικρὸν δύναμαι παρὰ σοί, γενέσθω τι τὴν φιλονεικίαν λύον.
Ῥουφίνῳ.
Πολλάκις ἡμῖν τὴν πόλιν ἐν οἷς ἐπέστειλας σέσωκας, καὶ διέβη γε καὶ εἰς τὰς ἄλλας πόλεις αὕτη ἡ σωτηρία τρέχουσα παρʼ ἡμῶν. ὅταν γὰρ ὡς βασιλεὺς κρατεῖ, καὶ ὅταν ὡς ἐπὶ τοὺς βαρβάρους διέβησαν οἱ στρατηγοί, καὶ τὰ τοιαῦτα γράφῃς, τρέμοντας καὶ ἀγρυπνοῦντας εἰς ἑορτὰς καὶ θυμηδίαν ἄγεις. μήτʼ οὖν ἐκεῖνος παύσαιτο νικῶν μήτε σὺ τοιαῦτα ἐπιστέλλων μήθʼ ἡμεῖς τοιαῦτα ἀκούοντες. τὰ δʼ αὖ περὶ τὸν σῖτον σὺ μὲν καὶ ταῦτα ἄξια τῆς Ῥώμης τετόλμηκας, ἡμῖν δὲ ἔδοξεν ἄμεινον εἶναι καὶ ταύτῃ τὴν ἀγορὰν αὐτόνομον ἀφεῖναι· κρεῖττον γὰρ πονῆσαι μικρὸν ἢ μετὰ ταῦτα ἐν ἐγκλήμασιν εἶναι καὶ ζητεῖν ὑπὲρ τῶν αἰτιῶν λόγους. οὐ μὴν τοῦτό γέ σοι τὴν χάριν ἀπολώλεκεν, ἀλλʼ ἡ μὲν ἐγκείσεται ταῖς διανοίαις ἡμῶν καὶ συμπρόεισι τῷ χρόνῳ, πέπρακται δὲ τὸ δόξαν ἀσφαλείας μετέχειν.
Τῷ αὐτῷ.
Βασσιανὸς παῖς μέν ἐστι Θαλασσίου τοῦ πάνυ, κηδεστὴς δὲ Ἐλπιδίου, συγγενὴς δὲ ἐμός, καὶ προσέτι μαθητής, νεανίσκος καλὸς κἀγαθὸς καὶ ποιῶν ὅθεν ἂν φιλοῖτο. τούτου τῇ γυναικὶ πολὺ πρὸ τῶν γάμων Παγκράτιος, ἐκ Δολίχης ἄνθρωπος, ἀγροὺς ἔδωκε δωρεάν, ἀνθʼ ὧν ὑπὸ τοῦ πατρὸς τῆς κόρης ἐσώθη πολλάκις. τὸν μὲν οὖν ἄλλον χρόνον τοῖς νόμοις εἴκων εἴα τοὺς λαβόντας ἔχειν· νῦν δʼ ὥσπερ πάντων συγκεχυμένων, ἀλλʼ οὐ μᾶλλον εἰς τάξιν ἡκόντων αὐτὸς τὰ αὑτοῦ λέλυκεν ἀσελγῶς καὶ οὐκ αἰσχύνεται ἃ δέδωκεν ὡς χρηστός, ἁρπάσας τυραννικῶς. ἀλλʼ ἐκεῖνος μὲν ἀναισχυντίᾳ μὴ παύσαιτο συνοικῶν, σὺ δʼ, ὦ ἄριστε, δρᾶσον, ὃ πεποίηκας ἀεί, τὸ δίκαιον ἰσχυρόν.
Μαξίμῳ.
Πεῖραν ἔλαβον Ἐγκρατίου τουτουὶ οὐκ ὀλίγην μὲν ἐν Ἀγκύρᾳ, πλείω δὲ τῇδε, καί μοι ἔδοξε καὶ τότε καὶ νῦν εἶναι χρηστὸς καὶ οἷος εἰκότως ἂν πιστεύεσθαι καὶ φιλεῖσθαι. εἴς τε γὰρ οἰκίας λαμπρὰς εἰσιὼν κακοῦ μὲν οὐδενός, πολλῶν δὲ αἴτιος αὐτοῖς ἀγαθῶν γεγένηται σπουδῆς τε καιροὺς οὐκ ἀγνοῶν οἶδε καὶ παίζειν χαρίτων μεστὰς τὰς συνουσίας ποιῶν. τῶν δὲ σῶν καλῶν ᾔσθετό τε καὶ τοῖς ἐνταῦθα μηνυτὴς ἧκε τέρπων αὑτόν τε καὶ τοὺς ἀκούοντας τῇ διηγήσει τῶν ἔργων. ἔστω δή τις αὐτῷ καὶ παρὰ σὲ εἴσοδος καὶ θαρρείτω τά γε τοιαῦτα καὶ τοὺς αὐτοῦ πολίτας ἡ τιμὴ μὴ λανθανέτω. ὥσπερ γὰρ τῶν ἐν δυνάμει τοὺς πονηροὺς φεύγομεν, οὕτω τῶν οὐδὲν δυνατῶν μέν, τἄλλα δʼ ἐπιεικῶν ἁρπάζεσθαι προσήκει τὰς ὁμιλίας. οὕτω γὰρ ἂν καὶ πολλοὺς προτρέποιμεν ἐπὶ τὰ ἴσα δεικνύντες ὡς ἐν ἁπάσαις τύχαις ἡ καλοκἀγαθία τιμᾶται. Ἐγκράτιος δὲ ὁμοῦ μὲν αὐτὸς ἠξίωσε τυγχάνειν λόγου τινός, ὁμοῦ δὲ Ὠρίωνα τῶν περιεστηκότων ἀπαλλαγῆναι κακῶν. τοῦτʼ οὖν Ἐγκρατίῳ χάρισαι καὶ γενέσθω διὰ τῆς χάριτος μέγας, ἵνʼ οὗτος μὲν ἐμοὶ χάριν εἰδῇ τοῦ τοιαῦτα ἔχειν αἰτεῖν, ὁ δὲ τούτῳ, ὅτι ταῦτα πρὸ τῶν ἄλλων ᾔτηκε.
Ὑπερεχίῳ.
Ἐξ ὧν Ἐγκράτιος ἐπῄνεσέ σε καὶ τοὺς σοὺς τοκέας, ἐδίδασκέ με παλαιὰν αὑτῷ πρὸς ὑμᾶς οὖσαν συνήθειαν. ταύτην δὴ βούλομαι γενέσθαι μείζω πρὸς ἄνθρωπον ἐπιστάμενον αἰδεῖσθαι. δεῖ γὰρ ὑμῶν τὴν οἰκίαν τοῖς μὲν οἷος οὗτος ἀνεῷχθαι, τοῖς δὲ Εὐρυβάτοις κεκλεῖσθαι.
Σωζομενῷ.
Πολλά με τὰ πεποιηκότα φίλον Σευήρῳ, ἥ τε πρὸς Μάξιμον αὐτοῦ συγγένεια, διʼ ὃν οὐχ ἧττον ἐν λόγῳ ἡ Λυκία ἢ διὰ Δημόκριτον ἡ ʼκείνου, καὶ δὴ καὶ συνεφοιτήσαμεν Ἀθήνησι καὶ προϊόντες ηὐξήσαμεν τῇ περὶ ἀλλήλους προθυμίᾳ καὶ σπουδῇ τὴν φιλίαν. τοῖς οὖν ἀεὶ τὴν Λυκίαν ἐπιτροπεύουσι γράμματα ἔπεμπον, τὰ μὲν παρακαλοῦντα τὸν Σευῆρον ἡμῖν εὖ ποιεῖν, τὰ δὲ ἐπαινοῦντα τὰς παρʼ αὐτῶν περὶ τὸν ἄνδρα καὶ τιμὰς καὶ σπουδάς. καὶ διετέλεσεν ὁ ἑταῖρος τῆς παιδείας ἣν πεπαίδευται κομιζόμενος τοὺς καρπούς. ἀκούσας οὖν τὰς πόλεις ἐκείνας ὑπὸ σοὶ γεγονέναι σοί τε συνήσθην σχῆμα λαβόντι τὸ πρέπον Σευήρῳ τε ἤλπισα βελτίω τὰ πράγματα ἔσεσθαι. οὐ μὴν ἥ γε ἐλπὶς ἐβεβαιώθη τοῖς ἔργοις, ἀλλʼ ἡνίκα ᾤχετο, ἐξελήλαται καὶ βέβλαπται βλάβας οὐ μικράς, καὶ γέγονε τὰ τοῦδε Μυσῶν λεία τοῦτο μὲν ξύλων ἡρπασμένων, ἃ ἦν αὐτῷ πρόσοδος καὶ ὅθεν εἰσέφερέ τε καὶ τἄλλα διῴκει, τοῦτο δὲ τῆς τάξεως ἐφʼ ἧς εἱστήκει κεκινημένης καὶ τῶν πρὶν αὐτὸν αἰδουμένων καταφρονεῖν ἐπηρμένων. ὡς δὲ ἥκων παρʼ ἡμᾶς ταῦτα ὠδύρετο, πολὺν μὲν ἠπίστουν χρόνον οὔτε τῆς Λακεδαίμονος οὔτε τῆς σῆς φύσεως τὰ τοιαῦτα νομίζων, τῶν δὲ ἐκεῖθεν ἐπιρρεόντων, οὓς ἡ θάλαττα ἐκόμιζε, πολλῷ δεινότερα ἀγγελλόντων ἠθύμησα, ὅτι πιστεύειν ἠναγκαζόμην. τύχης δέ τινος ἡμῖν ἀγαγούσης Νικοκλέα τὸν σοφώτατον οὔθʼ ὅλως ἤνεγκεν ὁ Σευῆρος τὰς αὑτοῦ σιγῆσαι συμφορὰς πάντα τε μὴ διεξελθεῖν ἀκριβῶς ὑπʼ ἐμοῦ διεκωλύθη, μᾶλλον δέ, ἓν εἶπε μόνον, ὡς δέοιτο φιλεῖσθαι. καὶ τούτου μάρτυς ἡ ἐπιστολὴ πικρὸν ἔχουσα οὐδέν, ἴσως ἂν ἐνεγκοῦσα πολλά, εἰ πολλὰ τῶν πεπραγμένων ὁ σὸς ἀδελφὸς ἐπέπυστο. ἀλλʼ ἐκεῖνος μὲν τὰ μέγιστα ἠγνόηκεν, ἐγὼ δέ σε διαλλάττω πρὸς τὸν ἑταῖρον ἀνὴρ κἀν τοῖς πολέμοις ἐκείνοις εἰρήνην ἄγων πρὸς σέ. ἀναμιμνήσκου δὲ ὅτι μετʼ ἐμοῦ τὴν ταραχὴν ἐμέμφου. ἀλλʼ ἐκεῖνά τε εὖ ποιοῦντα λέλυται καὶ νῦν πάντα μὲν ἐμοὶ Νικοκλῆς, οὐκ οἶδα δέ, εἰ πολλοὶ πρὸ ἐμοῦ παρʼ ἐκείνῳ· ὥστε καὶ Νικοκλεῖ χαρίζοιο ἂν πειθόμενός τʼ ἐμοὶ καὶ σπενδόμενος πρὸς τὸν ἄριστον Λυκίων. τοῦτο δὲ νῦν μὲν οὐχ ἡδέως ἀκούσῃ διὰ τὰς ἐνούσας ὑποψίας· εἰ δὲ ταύτας ἀνελὼν γνοίης ὡς ἀληθῶς τὸν ἄνδρα, τὴν αὐτὴν καὶ αὐτὸς θήσῃ. τοῦτʼ ἦν τοῖς γράμμασι πέρας. εἶθʼ ἧκέ τις ἑτέραν ἀγγέλλων προσβολήν, ὡς καλέσαις αὐτὸν ἐκθεὶς τὴν κλῆσιν ἐν γράμμασιν. ἐφʼ ᾧ πάντες ἠλγήσαμεν, τὸ δὲ πάντες ἐστὶν ἡ πόλις· ὅλην γὰρ ἐρᾶν αὑτοῦ τὴν ἡμετέραν ὁ Σευῆρος ἀναπέπεικεν. ἀλλʼ, εἰ δοκεῖ, τὰ πεπραγμένα μὲν ἐάσθω, τὰ δεύτερα δὲ ἔστω βελτίω, καὶ ὁ μὲν τὸν ἄρχοντα θαυμαζέτω, ὁ δὲ ἄρχων τὸν ἄριστον Λυκίων—πάλιν γὰρ τοῦτο ἐρῶ— καὶ φιλείτω καὶ παραμυθείσθω· ὡς τὸ σφόδρα ἐνίους λυπεῖν ἀρχὴν ἔδωκε πράγμασιν, ἃ μὴ γενέσθαι λυσιτελέστερον ἦν.
Καισαρίῳ.
Πολλὰ ἀγαθά σοι γένοιτο, ὅτι ἄνδρα καὶ χρηστὸν καὶ φιλόλογον καὶ Μαξίμου συγγενῆ καὶ ἡμῖν γε φίλον οὐ περιεῖδες πάσχοντα κακῶς ὑπὸ τῶν τοῦτο μᾶλλον ἢ εὖ ποιεῖν βουλομένων. καίτοι τοῦτο μέν ἐστιν, ὥς πού τις ἔφη, θεοῖς ἐοικότων, ἐκεῖνο δέ—ἀλλʼ ἐγὼ μὲν οὐδὲν ἐρῶ δυσχερές, δέομαι δέ σου τηρῆσαί τε ἃ ἐνόμισας δίκαια καὶ προσθεῖναι τῇ προνοίᾳ, ἵνα τὸ μὲν σὸν ᾖ, τὸ δὲ τῶν γραμμάτων.
Ἀλεξάνδρῳ.
Ἐμὲ μὲν τὸ καῦμα ἐκώλυσεν ἀναβῆναί τε καὶ διὰ πάντων τῆς πανηγύρεως μετασχεῖν, ἑώρας δέ με καὶ ἐν τῷ ἄστει φεύγοντα τὴν ἀκτῖνα ὡς ἂν πολεμοῦσαν τῇ κεφαλῇ. γέγονε δέ μοι τῆς ἑστιάσεως ἥδιον τὸ γενέσθαι σοι πολὺν παρὰ πάντων ἔπαινον, ὅτι δὴ τοῖς ἄλλοις δαιτυμόσι φέρων ἀνέμιξας σεαυτὸν τῷ αὐτῷ τόν τε θεὸν τιμῶν τούς τε παρόντας εὐφραίνων. Θεότεκνος δὲ ὁ γέρων, ὃν τῆς βουλῆς ἀφῆκε τὸ γῆρας, ἔτι δεδέσθαι νομίζει τῶν ἀφιέντων γραμμάτων οὔπω εἰς χεῖρας ἐλθόντων αὐτῷ. καινὸν δὲ τοῦτο ἡ περὶ ταῦτα βραδυτής· ὡς τά γε πρότερα πτηνὰς ἑωρῶμέν σου τὰς Χάριτας, νῦν δέ μοι δοκοῦσιν αἱ περὶ τοὺς παρεδρεύοντας ὑποψίαι τὸ τάχος αὐτῶν, τοῦτο δέ ἐστι τὸ κάλλος, περιῃρηκέναι. λύσας οὖν τὰς ὑποψίας ἀπόδος ταῖς Χάρισι τὰ πτερά. καὶ μηδὲ Ἑρμῆς ἡμῶν καταγελάτω παρὰ ταῖς ἄρκτοις, ἃς οὐδὲν μᾶλλον ἀποδοὺς ἀποστερεῖ παρὰ τὴν σὴν ἀγανάκτησίν τε καὶ ψῆφον. τοῦτο δὲ γένοιτʼ ἂν ἡμῶν ἐκεῖσε ἐλθόντων, εἰ μένοις, ἢ σοῦ δεῦρο ἡμῖν ἥκοντος. δίδασκε οὖν, ὁπότερον δράσεις, ὅπως σοι καὶ λῃστικοῦ πολλοῦ καὶ σφοδροῦ καὶ περὶ τὰς πύλας στρεφομένου παραδῶμεν ἴχνη. εὕδοντι γάρ, φασί, κύρτος αἱρεῖ. καὶ σοὶ τοὺς κακούργους ἡ Τύχη δήσασα ἄγει σπεύδουσα νῦν καθῆραι τὴν γῆν, ὅπως σὸν εἴη τὸ πᾶν καὶ μηδεὶς ὕστερον ἐπελθὼν συνεισενέγκοι τι μέρος. πρὶν οὖν οἴχωνται, ἔργου ἔχου. πρέποι δʼ ἂν ἐπὶ τὰ Πύθια βαδίζειν προεκκόψαντα τὸν δράκοντα.
Μεμορίῳ.
Λαυρέντιος ἀνήρ τε ἀγαθὸς καὶ ἡνίκα ἔρρωτο, στρατιωτῶν ἡγούμενος καὶ ἡμῖν ὤν ποτε κηδεστής—τὸ γὰρ ὡς ἔστιν, οὐκέτʼ ἔχομεν λέγειν διὰ τὴν τύχην—γῆν ἐν Κιλικίᾳ κέκτηται, τὴν μὲν ἐωνημένος, τὴν δὲ ἐκ γάμων. ταύτης ἐπιμελεῖται Μαρκιανὸς τούς τε ἄλλους ἐπὶ τὰ ἔργα κινῶν καὶ αὐτὸς οὐκ ὀλίγα συμπονῶν, καὶ ἔστιν ἐν τῇ τοῦδε προνοίᾳ τῶν ἀγρῶν ἡ σωτηρία. ἔστω δὴ καὶ τῷ Μαρκιανῷ σωτηρία καὶ καταφυγὴ τὸ παρὰ σοῦ τε ἐγνῶσθαι καὶ τὸ Κίλικας μὴ ἀγνοεῖν ὡς, εἴ τις αὐτὸν ἀδικοίη, τὸν ἀμυνοῦντα ἕξει.
Δημητρίῳ.
Ὁ μὲν Ἀντίοχος ὧν ἐβούλετο τετύχηκεν, οὐχ ὅτι ταῖς ἐπιστολαῖς ἴσχυε—πολλοὶ γὰρ μεθʼ ὁμοίων εἰσιόντες ἥττηνται—ἀλλʼ, οἶμαι, ἦν αὐτῷ μέγα τὸ παρὰ σέ τε ἀφῖχθαι καὶ σοὶ τοῦ νέου μέλειν. ὁ δὲ ἄρχων ἔργῳ μέν σοι τὸν φιλοῦντα δείξει, εἰ δέ τι σκώψειε παίζων, φέρωμεν καὶ αὐτοὶ γελῶντες· οὐ γὰρ ὑβρίζοντος τά γε τοιαῦτα. ἀλλʼ Ἀλέξανδρος οἶδε μὲν σπουδάσαι, νέμει δέ τινα καὶ γελοίοις χώραν, ἐφʼ οἷς ἐγώ τε ἡδίων γενόμενος ἀπῆλθον οὐκ ὀλιγάκις σύ τε οὕτω ποιήσεις, εἰ μή σοι αἰσχρὸν ἐμέ τι μιμήσασθαι.
Ἀκακίῳ.
Ἡμᾶς ὥσπερ ὑμᾶς ἀνιᾷ τὰ παρʼ ὑμῖν κακά, καὶ τοῖς θεοῖς εὐχόμεθα μὴ πλείω αὐτὰ γενέσθαι. χάρις δὲ τοῖς αὐτοῖς θεοῖς, ὅτι τὴν πόλιν, ἥ σε ἐτίμησεν, ἐν οὕτω σφοδρῷ σεισμῷ βεβαίως ἔστησαν. χάρις δὲ καὶ Μαρκιανῷ τῷ καλῷ γράμματα παρʼ ἡμῶν αἰτήσαντι· τὸ γὰρ ὡς ἡδέως ἄν σε προσείποιμι πεπεῖσθαι τὴν ἀμείνω δόξαν ἔχοντος περὶ ἡμῶν ἂν εἴη.
Εὐστολίῳ.
Ὀξυτέρα τῶν γραμμάτων ἡ περὶ τῶν ἔργων ἐγένετο φήμη· ἡ δὲ ἤγγελλεν ἑορτὴν ὑμῖν συνεχῆ τὴν τοῦ ἄρχοντος ἐπιδημίαν γεγενῆσθαι τοῦ μὲν τοὺς ἀτυχοῦντας ὀρθοῦντος καὶ τῶν λυπούντων τὰ μὲν ὅλως λύοντος, τὰ δὲ ἀναβάλλοντος, ὑμῶν δὲ αὐτὸν ἄλλοις τε πολλοῖς καὶ ᾠδαῖς τιμώντων. ἐλθόντων δέ σου τῶν γραμμάτων οὐκ ἠνεσχόμην εἰπεῖν πρὸς αὐτὸν ὡς ἥκει καὶ παρʼ ὅτου καὶ ὅτου χάριν εἰδότος, ἀλλʼ αὐτὴν φέρων ἀπέδωκα τὴν ἐπιστολήν, ὅπως μηδὲν ἀγνοηθείη τῶν ἐνόντων· ὁ δὲ φρένα τέρπετʼ ἀναγινώσκων, καὶ τοὺς μισθοὺς ὧν ἐπεπονήκει μεγάλους ἡγεῖτο λαμβάνειν. τοιαῦτα τἀμὰ περὶ τὴν ὑμετέραν, τὴν Ἰαμβλίχου τε ἐρωμένην καὶ Σωπάτρου μητέρα.
Σωπάτρῳ.
Οἷα, ὦ δαιμόνιοι, δεδράκατε. τὸν ἄρχοντα ἡμῖν ἐγοητεύσατε, καὶ πάντα Ἀπαμεῖς αὐτῷ. οὐκ ἔστιν ὅπως οὐ Θετταλήν τινα τρέφετε φαρμακίδα, ἧς ἔργον παρῶφθαι μὲν ἡμᾶς, ὑμᾶς δὲ ἐν ἐπαίνοις εἶναι. χρηστοὺς τοίνυν ἄνδρας εὖ πεποιηκὼς ἥκειν ὁ Ἀλέξανδρος λέγων ἔτʼ ἄμεινον τοῦτο ἐνόμισεν ἀληθές, ἐπειδή σου τὴν ἐπιστολὴν ἔλαβεν. ἔλαβε γὰρ τὴν ἐπιστολὴν ἐμοῦ βουληθέντος αὐτὸν πάντα τε εἰδέναι καὶ ὡς δεινὸς ἐπιστέλλειν εἴης. ἐπαινοῦντος δὲ μὴ θαυμάσῃς ἔφην εἰ τὸν πατέρα μιμεῖται. τὸ μέντοι παρὰ γράμμα σου ζητοῦντός ἐστιν ἃ ἔχεις· μὴ γὰρ οὕτω γενοίμην περὶ τὸ γένος κακός, ὡς μὴ τούτων ἐθέλειν εἶναι πανταχοῦ τὸ νικᾶν.
Γεροντίῳ.
Ἔτʼ οὖν πιστεύσεις ἐκείνοις τοῖς ὅτι σε ἐξηπάτων λέγουσιν, ἀλλʼ οὐκ αὐτοὺς ἡγήσῃ μιαρούς τε καὶ σοὺς ἐχθροὺς καὶ δίκης ἀξίους ἔχων μὲν τὴν πατρίδα, κοσμούμενος δὲ ὑπὸ τῆς πατρίδος καλῆς τε τῆς αὐτῆς καὶ μεγάλης καὶ θεοῖς φίλης; ἐγὼ μέν σε καὶ τῶν Ἀθήνησι σοφιστῶν εὐδαιμονέστερον ἄγω προσόδῳ τε τοσαύτῃ δημοσίᾳ τετιμημένον συνόντα τε καθʼ ἡσυχίαν τοῖς νέοις οὐκ ἐπεισιόντων τῶν τοῦ Ἄρεος ἔργων τοῖς τῶν Μουσῶν· ἥσθην δὲ καὶ ὅτι εἶπες καὶ ὅτι σὺν τέχνῃ καὶ ὅτι ἦν σοι παρʼ ἀνδρῶν πολιτῶν ἔπαινος οὐ μάλα εἰωθώς. τεκμαιρόμενος δὲ τοῖς παροῦσι τὸ μέλλον οἰκίαν τε ἤδη λαμπρὰν ὁρῶ καὶ γυναῖκα τῶν εὐδαιμόνων καὶ πλῆθος οἰκετῶν καὶ γεωργίας· τὰς δὲ ὀφρῦς οὔ μοι δοκεῖς ἀνασπάσειν, ἀλλʼ ἕξειν ἐν τῷ νῦν μέτρῳ τὸ ἦθος. τὸν σῖτον δὲ ἔδωκα ἄν, εἰ μή σε ἡγούμην παίζειν· ᾧ γὰρ ἤδη χορὸς εὐπόρων, πῶς ἂν οὗτος ἑτέρωσε βλέποι; εἰ δʼ ὄντως ἀπὸ σπουδῆς αἰτεῖς, ἄχθομαι μέν, δώσω δέ.
Ἀλεξάνδρῳ.
Εὗρες ἐλθὼν εἰς Ἀπάμειαν ἐπιστολὴν ὑπὲρ τῆς πόλεως ἐμὴν ἤ, εἰ βούλει γε, ὑπὲρ σοῦ· τὰ γὰρ αὐτὰ γράμματα τῇ μὲν σωτηρίαν, σοὶ δὲ ἤνεγκε δόξαν. εἰωθότων γὰρ τῶν ἀνθρώπων προσιόντος ἄρχοντος τῶν μὲν εἰς τὰς τῶν ὀρῶν κορυφὰς ἀναφεύγειν, τῶν δὲ καὶ πληγὰς καὶ δεσμὸν καὶ πᾶν μᾶλλον φέρειν ἢ τὰ ὀφειλόμενα τιθέναι σὺ φανεὶς μετερρύθμισας τὴν πόλιν, καὶ οἱ μὲν εἰσέφερον, οἱ δὲ ᾖδον, οἱ δὲ ὠρχοῦντο· ἔφυγε δὲ οὐδεὶς οὐδʼ ἐπλήγη οὐδὲ ἐδέθη. τοιαύταις ἐπῳδαῖς τὴν ἀγρίαν τε καὶ χαλεπὴν ἐκείνην καὶ δεινὰ πάσχουσάν τε καὶ δρῶσαν ἥμερόν τε καὶ εὐήνιον καὶ ῥᾴστην ἄρχειν ἀπέφηνας. καὶ τὸ καινὸν δὴ τοῦτο, ἄρχων ἀπῆλθεν ἐξ Ἀπαμείας φιλῶν τε καὶ φιλούμενος καὶ ἐπαινῶν τε καὶ κροτούμενος. εὗρες δὴ καὶ νῦν ἐν τῇ ἐπὶ θαλάττῃ πόλει περὶ μὲν τῆς πόλεως παραινοῦσαν οὐδέν, γῆ τε γὰρ αὐτοῖς οὐ πολλὴ καὶ ἦθος οὐ σκληρὸν καὶ νεῦμα ἂν ἀρκέσαι πρὸς τὸ πάντα πεπρᾶχθαι, ἔτι δὲ ἡ πανήγυρις καὶ ὁ θεὸς μείζω τῶν παρʼ ἐμοῦ γραμμάτων εἰς τὸ παῦσαι ἂν θυμόν, εἴ ποθεν ἐμπέσοι. ὑπὲρ μὲν οὖν τῆς πόλεως ὁ Πύθιός σοι διαλέξεται, περὶ δὲ τῆς Αὐξεντίου καὶ ἐμῆς φιλίας οἶσθα μέν, ἄκουε δὲ καὶ νῦν. ὁ ἄνθρωπος οὗτος οὕτω μέν ἐστι κρείττων χρημάτων, ὥστʼ ἀπὸ μικρᾶς οὐσίας διὰ πάσης μὲν ἀφῖκται λειτουργίας, διὰ δʼ αὖ τῶν μειζόνων καὶ δίς. ἀεὶ δὲ ἀναλίσκων ᾤετο λαμβάνειν κάλλιον ἡγούμενος εὐφημίαν χρυσίου. οὕτω δὲ ἐπίσταται φιλεῖν, ὥστε φαίης ἂν αὐτὸν μαθητὴν εἶναι Θησέως. ἃ ἐγὼ κατιδὼν κέρδος τε ἡγησάμην ἔχειν αὐτὸν ἐν τῷ χορῷ τῶν ἐπιτηδείων καὶ διατελῶ ποιῶν, ὅ τι ἂν δύνωμαι, ἀγαθόν. ἐδυνήθην δὲ τοὺς ἄρχοντας διδάσκειν, ὅστις ἐστίν. οἱ δὲ χρηστὸν ὁρῶντες ἐκόσμουν ῥήμασί τε καὶ πράγμασι τιμὴν ἐμφανίζουσι. καὶ νῦν ἐστιν ἐν τοῖς αὑτοῦ πολίταις λαμπρός. ἀλλʼ, εἰ δοκεῖ, θῶμεν αὐτὸν ταπεινὸν καὶ τὸν ἄλλον ἀπημελῆσθαι χρόνον· δεῖ δὲ αὐτὸν γενέσθαι μέγαν, καὶ ἐγὼ τοῦτο βούλομαι. ἔστι δέ μοι τέκτων ἀγαθὸς τοῦδε τοῦ μεγέθους Ἀλέξανδρος ὁ τοῖς θεοῖς ἐοικὼς ἐν τῷ ταχέως ὃν δόξειεν εἰς ὕψος αἴρειν. ἐργάζου δὴ τὸ ὕψος σύνδικον μὲν τὸν Αὐξέντιον μὴ ποιῶν μεμνημένος τῶν ἐν Δάφνῃ δακρύων, ἱερῶν δὲ ἀνάστασιν ἤ τι τοιοῦτον διʼ αὐτοῦ θεραπεύων, οὗ τὸν ἄνδρα εὑρήσεις μείζονα ἀπʼ ἐλάττονος ἐγείροντα δαπάνης.
Αὐξεντίῳ.
Ἔστι τις ὁμώνυμός σοι, πολίτης μὲν ὑμέτερος, ὀρφανὸς δὲ ἐκ νέου. διὰ δὲ πενίαν τῆς μὲν οἰκείας ἀφέστηκε πάλαι, πόνῳ δὲ τροφὴν ἀγείρων πολλὴν ἐπῆλθε γῆν. δίκαιος μὲν περὶ τοὺς πιστεύσαντας γενόμενος, ἀδίκων δὲ πειραθεὶς οἷς διεγένετο συμπονῶν, ἐξηπατημένος δὴ παρʼ ἀνδρῶν πολλὰ μὲν ὑποσχομένων, πάντα δὲ ψευσαμένων διʼ ἀνδρῶν ἐντυγχάνει μοι φίλων. δόξας δὲ καὶ χρηστὸς εἶναι καὶ νοῦν ἔχειν ἐφειλκύσατό με πρὸς βοήθειαν. ἡγοῦμαι γὰρ χρῆναι τοὺς δυναμένους τοῖς ἀσθενέσιν, ἢν ὦσιν ἐπιεικεῖς, ἀμύνειν· καὶ γὰρ ἐκείνους τοῦτο σώζει καὶ τούτοις ἔπαινον φέρει. μὴ θαυμάσῃς δὲ εἰ νομίζω δύναμιν παρʼ ὑμῖν ἔχειν· τὴν γὰρ σὴν ἐμὴν εἶναι συμβαίνει. σοὶ δέ ἐστι πολλαχόθεν, ἔκ τε γένους καὶ λόγων καὶ πράξεων καὶ λειτουργιῶν. ἔστι δὴ τά γʼ ἐμοὶ δοκοῦντα, φησὶ Δημοσθένης, ἀφεῖσθαι βουλῆς Αὐξέντιον, ᾧ πλὴν τοῦ σώματός ἐστιν οὐδέν. καὶ γὰρ ἂν ἔλθητε ἐπʼ αὐτόν, ἔστιν ὄρη καὶ ὗλαι καὶ νάπαι, ὥστε τοῦτον μὲν ἀποστερήσετε πόλεων, ὑμεῖς δὲ οὐ κρατήσετε τοῦ πένητος. ταῦτα διαλέγου τοῖς τὸν τέταρτον χορὸν οὐ καλῶς συντιθεῖσι, καὶ ἢν μὲν πείθωνται, —, εἰ δὲ μή, γράφε ἃ φρονοῦσιν, ὥστʼ Αὐξεντίῳ ζητεῖν ἑτέραν ἀσφάλειαν. ἴσως δὲ εὑρήσω τι τοιοῦτον, ὃ καὶ ὑμῶν αὐτὸν ἐξαιρήσεται καὶ φεύγειν οὐκ ἀναγκάσει.
Εὐφρονίῳ.
Ἐτόλμησας ἐπιχειρῆσαι κλοπῇ οὕτω μεγάλῃ καὶ τὸν υἱὸν ὑφελέσθαι τὸν κοινὸν ἐμοῦ τε καὶ σοῦ· γεγένημαι γὰρ αὐτῷ πατὴρ οἷς ἔχει παρʼ ἐμοῦ λαβών. καίτοι χρῆν ἢ μὴ καλεῖν ἢ καὶ ἐμοὶ γράφειν ὅτι καλοίης. νῦν δʼ ὅταν οἰηθῆτε τοὺς νέους κεκτῆσθαι τὴν τέχνην, εἰς τοὺς δόντας τὴν τέχνην ὑβρίζετε. σὺ δʼ ἡγούμενος μὲν Πάνδωρον δύνασθαι λέγειν οὐκ ἀδικεῖς· κωλύων δὲ αὐτὸν μὴ γενέσθαι βελτίω σαυτόν τε ἀδικεῖς καὶ ἐμὲ καὶ τοῦτον. δεῖ γὰρ αὐτὸν οὐ τὰ μὲν ἔχοντα, τὰ δʼ οὔπω προαπαίρειν, ἀλλʼ εὖ καὶ καλῶς πεφραγμένον ἰδεῖν τε ὑμᾶς καὶ ὑφʼ ὑμῶν ὀφθῆναι. τοῦτο δὲ γένοιτʼ ἂν ἑνὸς ἔτους ἔτι προστεθέντος τῷ χρόνῳ. καρτέρει δὴ καὶ τὸ μήπω συνεῖναι τῷ υἱεῖ παραμυθοῦ ταῖς μετὰ τὴν προσθήκην ἐλπίσιν εἰδὼς χάριν, ὅτι σοι τοὺς ὄνους ἀπεπέμψαμεν, οὓς ἔδει πραθέντας τροφὴν γενέσθαι Πανδώρῳ.
Ἀλυπίῳ.
Πάντα δεῖ, τοῦτο δὴ τὸ λεγόμενον, προσδοκᾶν, εἴ γε καὶ Ἱεροκλῆς αἰτίαν ἐδέξατο καὶ ταῦτα ὑπὸ τοῦ πατρὸς καὶ ἐξιὼν ἐκ παίδων ἤδη. παῖς δὲ ὢν ἔτι γερόντων ἐδόκει σωφρονέστερος εἶναι καὶ πολλοὶ τοῖς υἱέσιν ἐπιτιμῶντες εἰς τὸν σὸν ἐκέλευον βλέπειν, ὡς οὕτως ἂν ἀγαθῶν γένοιντο πατέρες. ἆρʼ οὖν οὗτος μεταπέπτωκεν ἢ ὁ γονεὺς ἐξηπάτηται; εἰ μὲν βούλει κἀμὲ γενέσθαι συκοφάντην, οὗτος ἔλυσε τοὺς νόμους· εἰ δʼ ἐκβαλεῖν ἀπάτην ἣν πονηρὸς ἄνθρωπος ἐνέθηκέ σοι, μένει μὲν Ἱεροκλῆς ἐν τῷ κόσμῳ, σὺ δὲ ἀδικεῖς ἡμᾶς τε καὶ τὴν παροιμίαν πρὸ τῆς ἀπολογίας τὴν ψῆφον φέρων. εἶτʼ ἐγκαλεῖς μὲν Ἱεροκλεῖ, κατέγνωσμαι δὲ ἐγώ, τοῦτο μέν, εἰ μηδὲν τούτων ᾐσθόμην, τοῦτο δέ, εἰ λαβὼν αἴσθησιν ἀφῆκα τὸ πρᾶγμα χωρεῖν. οὐ ῥίψεις, ὦ ʼγαθέ, τὰς μέμψεις; οὐκ ἐχθρὸν ἡγήσῃ τὸν ἐψευσμένον; οὐκ ἀπολογήσῃ τῷ νεανίσκῳ δακρύοντι; οὐκ ἀνάψεις ἀναθήματα θεοῖς ἀντὶ τῆς τοῦ παιδὸς ἀρετῆς; οὐκ ἐμοὶ πιστεύσεις; οὐ τοῖς πράγμασιν; οὐ τῷ χρόνῳ; οὐ ποιήσεις τὸ Λέοντος τοῦ Λακεδαιμονίου; ὅρα μὴ δόξῃς ἀγνοεῖν τὰ σαυτοῦ καλὰ κατὰ τὸν ἐν τῷ μύθῳ τὰ σκέλη ψέγοντα.
Γεροντίῳ.
Τοῖς τε ἐνυπνίοις ἥσθην καὶ τὸν ταῦτα ἰδόντα ἡδέως εἶδον ἕτοιμός τέ εἰμι καὶ μικρὰ καὶ μείζω χαρίζεσθαι τῷ πρεσβύτῃ. ἃ γὰρ ἂν ζῶντος Σωπάτρου κελεύοντος ἐποίουν, τούτων οὐδὲν οἶμαι δεῖν παραλιπεῖν, ἐπειδήπερ ἐξ οὐρανοῦ νῦν ἐπέταξεν. ἀλλʼ ἴσως οὐκ ὀρθῶς ἔφην ἃ γὰρ ἂν ζῶντος, ὥσπερ νῦν οὐ ζῶντος· ζῇ γὰρ καὶ πολὺ βελτίω ζωὴν καὶ μετὰ βελτιόνων. καί με ἐτίμησεν οἷς ἐνεχείρισε τουτονὶ Δομετιανὸν εἰδὼς ὡς προθυμότατα ἂν ὑπηρετοίην, ἅ ἐστιν ἀρέσκοντα αὐτῷ. ἐθαύμασα δὲ ὅτι μοι τηλικοῦτον δῶρον ἄγων τὴν ἐν τοῖς ὕπνοις ὄψιν προσέθηκεν ἕτερον ὡς δὴ οὐκ ὄντος ἐκείνου δώρου. ἤδη οὖν αὐτῷ τοῦτο ἐχαρισάμην διδάξας ὡς οὐκ ἂν εὕροι μεῖζον ἐκείνου. ὃ δʼ ἐκείνου μὲν ἔλαττον, τούτου δὲ μεῖζον δῶρον καὶ αὐτὸ κομίζων οὐκ ᾔδει, καὶ τοῦτο ἔμαθε δῶρον ὄν. ἔφη γὰρ πολλὰς εἶναι περὶ σὲ τὰς μελίττας, σὲ δὲ αὐταῖς εἶναι λειμῶνα πολλοῖς βρύοντα τοῖς ἄνθεσι.
Ἀλεξάνδρῳ.
Ὅτι μὲν εἷς ἦν ἐγὼ τῶν ἡδέως ἂν ἀποτεμόντων τὴν Ὀλυμπίου κεφαλήν, ὥσπερ ὁ Διομήδης τὴν τοῦ Δόλωνος, οἶσθα μᾶλλον ἑτέρων· ἐνέδωκα δὲ καὶ ἔπαυσα τὸν θυμόν, οὐχ ὡς μικρὰ ἠδικηκότος, ἀλλʼ ὁρῶν σὲ πολλὰ δὴ πολλοῖς ἐγκλήματα ἀφέντα· ὡς τοῖς μὲν ἄλλοις ἡδονὴν τὸ κολάζειν φέρει, σοὶ δὲ τὸ κρείττονα εἶναι τοῦ δίκην ἀξιοῦν λαμβάνειν· ἀρκεῖ γάρ σοι τὸ δύνασθαι κολάζειν, ὅταν δὲ ᾖ τῆς πληγῆς ἐγγὺς ὁ πλημμελήσας, διήλλαξαι. καὶ νῦν ὁ πεσὼν εἰς γόνυ καὶ κόνιν αὑτοῦ καταχέας καὶ φθεγξάμενος μὲν οὐδέν, ἔργῳ δὲ τὸν ἔλεον αἰτήσας δεῖγμα ἐναργέστατον περινοστεῖ τῆς σῆς ἡμερότητος. ἢν οὖν προστεθῇ τούτῳ τὸ καὶ εὖ παθεῖν τὸν μανέντα, λαμπρότατα ἔσῃ τετιμηκὼς τὸν Μειλίχιον Δία καὶ τῶν αὐτοχθόνων Ἀθηναίων ἀτεχνῶς μιμητὴς εἶναι δόξεις, οἳ τοὺς εἰς αὐτοὺς ἡμαρτηκότας ὥσπερ εὐεργέτας ἔσωζον. ἀναμιμνήσκου δὲ ὅτι μου περὶ τοῦ σίτου πρὸς τῷ ἄξονι μνησθέντος γράμματα ἐλθεῖν σοι περὶ τούτου κελεύσας ἀνέβης. τοῦτο δὲ ἦν ἀναβολὴ τῆς χάριτος, ἀλλʼ οὐχ ὡς οὐκ ἂν δοίης. ἥκει δὴ τὰ γράμματα καὶ δὸς τὴν χάριν. ὃς γὰρ οὐδʼ ἂν ἄλλον ἐξαπατήσαις, πῶς ἂν πρὸς ἐμὲ τοῦτο ποιήσαις; χωρὶς δὲ τούτων τὸ μὲν πιθηκίζειν ἑτέρων, σὺ δʼ ἢ πολεμεῖς φανερῶς καὶ σκήπτροις ἐλαύνεις ἢ διηλλάχθαι φήσας κατέθου τὰ ὅπλα, δολερὸν δὲ οὐδὲν οὐδʼ ἂν λάθρα βάλοις. κρατείτω τοίνυν ἡ πρὸ τῆς μανίας ἐπικουρία, καὶ βοήθησον ἀπὸ τοῦ σίτου τῷ τὸν ἀγρόν, εἰ μὴ τοῦτο γένοιτο, πωλεῖν εἰς ἀνάγκην ἥξοντι καὶ τοὺς γυμνοὺς ἐννόησον ἐκείνους, οἳ πολλαχοῦ σε ἐπέσχον. ὧν ἕνα μὴ περιίδῃς γινόμενον τὸν ἐν δάκρυσι νυνὶ κείμενον Ὀλύμπιον. γενέσθω δή τις καὶ περὶ τὸν ἀδελφὸν τὸν τοῦδε πρᾶξις ἐπιεικεστέρα. εἰ γὰρ τῷ ἠδικηκότι σπονδῶν ὑπῆρξε τυχεῖν, πῶς ἂν ἄλλος εἰκότως διὰ τοῦτον ἀπολλύοιτο;
Ῥουφίνῳ.
Γλυκείας με γεύσας τιμῆς εἶτα διψῆν ἀφῆκας γράμματα σὰ πρότερον μὲν λαβόντα, νῦν δέ, πῶς οἴει; ποθοῦντα. καίτοι τοῦτο μὲν τιμωρία πικρά· διʼ ὃ δὲ δίκην ὑπέχω, ζητῶν οὐχ εὗρον. καὶ γὰρ φιλῶν καὶ ἐπαινῶν καὶ συνευχόμενός σοι τὰ ἄριστα διατελῶ καὶ χαίρω, ὅτι μεγάλα μὲν καὶ καλὰ πράττεις, ἀξίαν δὲ κέκτησαι τῶν ἔργων τὴν δόξαν. ἢ οὖν ἀπόδος ἡμῖν τὴν εὐφροσύνην ἢ δίδαξον, ὑπὲρ ὅτου κολάζεις, ὅπως ἢ λύσω τὰς αἰτίας ἢ ἐμαυτῷ μέμφωμαι. οὕτω δὲ ἐμαυτῷ δεινὸν σύνοιδα οὐδέν, ὥστʼ ἤδη καὶ ἄλλοις ἀξιῶ βοηθεῖν. σύγγνωθι δέ μοι, πρὸς Διός, εἰ φίλον ἄνδρα μὴ περιεῖδον τεταραγμένον. Οὐρβίκιος γὰρ ἐμὸς καὶ συμφοιτητὴς καὶ ἑταῖρος καὶ νῦν ἄγων μοι παρέδωκε τοὺς υἱεῖς μίαν ἔχοντας ἐλπίδα τὴν ἀπὸ τῶν λόγων· ὡς ἥ γε οὐσία αὐτοῖς ἐκ πάνυ μεγάλης πάνυ γέγονε μικρὰ διὰ τὴν τοῦ πατρὸς ἐπιείκειαν. οὐ γὰρ ἦν τῶν ἁρπαζόντων Οὐρβίκιος οὐδὲ τῶν γῆν ἀποτεμνομένων ἢ τῶν ἐπιορκούντων ἢ τἄλλα ποιούντων ὅθεν ἂν γένοιτο πλοῦτος κακός, ἀλλʼ ἐκ τοῦ λειτουργεῖν καὶ προεισφέρειν καὶ τῆς ἐνίων ἀναισχυντίας μὴ δύνασθαι κρατεῖν εἰς τοῦτο ἥκει τύχης, ὥστε ταῖς παρὰ τῶν ἀρχόντων ἐπικουρίαις οὔπω τὴν ἑαυτοῦ πέφευγε. τὸ δὲ μέγιστον τῶν κακῶν, ὅτι νῦν καὶ ὑβρικέναι δοκεῖ πᾶν τοὐναντίον παρὰ πάντα μεμελετηκὼς τὸν βίον σωφροσύνην καὶ μετριότητα καὶ τὸ μηδʼ ἂν ἰδεῖν ἡδέως ὕβριν, μὴ ὅτι τολμῆσαι. ἀλλʼ ὅμως ἔλαβεν αἰτίαν οὕτως ἀλλοτρίαν τοῦ τρόπου καὶ ὡς θρασὺς ὑπὲρ τὸν Εὐφράτην ἕλκεται πιστεύων μὲν ὡς ἀποφεύξεται σοῦ γε ψηφιζομένου, παρʼ ᾧ τἀληθὲς ἰσχυρόν, αἰσχυνόμενος δὲ αὐτῇ τῇ γραφῇ καὶ τῷ περὶ τοιούτων ἀπολογεῖσθαι. τοῦ μὲν οὖν μηδὲν ἀδικεῖν ἀξιόπιστον ἔχει μάρτυρα τὸν καλὸν Ἀλέξανδρον, καλοῖτο γὰρ ἂν δικαίως καλὸς τῶν γε σῶν αἰσθανόμενος καλῶν καὶ τοῦθʼ ἓν σκοπῶν, ὅπως σοι κατὰ νοῦν ἄρχοι· σὺ δʼ αὐτὸν καὶ παραμύθησαι καὶ πρᾴως ἰδὼν ἀπόπεμψον τῶν τε πραγμάτων ἀπολυόντων καὶ ἡμῶν δεομένων.
Καισαρίῳ.
Νῦν σοι καιρὸς τὴν κομιδὴν ἀποδοῦναι τῇ ἡμετέρᾳ πόλει, ἣν μάλα πολλὴν λόγους τέ σοι παντοίους παρέθηκε τῇ τε ἄλλῃ παιδεύσει θαυμαστὸν τὴν ψυχὴν ἀπέφηνεν αἵ τε νῦν ἀρχαὶ καρποὶ τῶν μαθημάτων ἐκείνων, ἀφʼ ὧν καὶ τῆς μεγίστης αὐτίκα ἐπιβήσῃ. πάντα δὴ τρόπον εἰκότως ἂν ἡμᾶς ὥσπερ τροφέας ἀμείβοιο. ὑπάρχει δέ σοι μηδὲν πονοῦντι δικαίῳ γενέσθαι πρὸς τὴν πόλιν. οἶσθα γὰρ ὡς ἡδὺ μὲν δήμοις ἵππων ἅμιλλαι, τερπνὸν δὲ καὶ τὰ ἀπὸ τῆς σκηνῆς, οὐδὲν δὲ οἷον οἱ θηρίων πρὸς ἀνθρώπους ἀγῶνες, ὅταν τὰ μὲν ἄφυκτα εἶναι δοκῇ, τοῖς δὲ ὑπὸ σοφίας ἐκείνων ὑπάρχῃ κρατεῖν. ἐπὶ μέν γε τὰ ἄλλα ἅμα ἡμέρᾳ βαδίζουσι, τούτων δὲ εἵνεκα ὑπαίθριοι ταλαιπωροῦσι μαλακωτέρους τῶν εὐνῶν ἡγούμενοι τοὺς λίθους, καὶ τὸ τῶν κυνηγετῶν ἔργον φθάνει τὰ τῶν θεατῶν ὄμματα. τοῦτο δὴ τὸ θέαμα πολὺν χρόνον ἐκλελοιπὸς διὰ τὸ μεγάλων δεῖσθαι χρημάτων νῦν ἐπανήκει διὰ τὴν Κέλσου φιλοτιμίαν, εἰ δὲ βούλει, περιουσίαν, μᾶλλον δέ, τῇ τύχῃ μὲν δύναται, γνώμῃ δὲ ὑπήκουσε κύριος ὢν ἀποκρούσασθαι, στεφάνου μὲν καὶ στολῆς καὶ τῶν τοιούτων παραχωρήσας τῷ υἱεῖ γάλακτος οὐ πάλαι ἀπηλλαγμένῳ, φειδόμενος δὲ οὔτε ἀργύρου οὔτε χρυσοῦ φιλονεικῶν μεγέθει δαπάνης κρύψαι τοὺς νῦν ἐπαινουμένους. ἀκούων δὲ τὴν Ἴδην τὴν Τρωικὴν ἄρκτων γένη δύσμαχα τρέφειν—ἔστι δὲ κεφάλαιον τῶν περὶ ταῦτα ὁ ἀπὸ τούτων φόβος καὶ τὸ ἐπιβουλότερα εἶναι μᾶλλον ἢ ῥᾴδια ἐξαπατᾶσθαι—τοῦτον δὴ τὸν φόβον ἔπεμψε κομιοῦντα Πολύκαρπον δοῦναι μὲν πλέον ἑτέρου δυνάμενον, δεόμενον δὲ συμμαχίας, εἴ τις ἐπελθὼν βιάζοιτο. ἀνδρὸς δὲ ξένου πολίτης δυνατώτερος ἂν εἴη καὶ ῥᾷστα ἂν ἐξελάσας τὸν ἐωνημένον αὐτὸς ἀδίκως ἔχοι. ἀλλὰ σύ, ὦ ἄριστε, ποιήσεις τὸν ξένον δυνατώτερον, ἢν μετʼ αὐτοῦ τὸ δίκαιον ᾖ. καί σοι εἰσόμεθα χάριν ἡμεῖς τε οἱ τῶν θηρίων ἔμποροι καὶ ὅσοι ἂν ἐπὶ τὰς τούτων μάχας συνδράμωσιν. ἔσονται δὲ σχεδὸν ἑπτακαίδεκα πόλεις, ὧν ἡδομένων καὶ ἐπαινούντων οὐκ ἔστιν ἀγνοηθῆναι, πόθεν τε ἥκει ταῦτα καὶ τίνος πέμψαντος.
Δουλκιτίῳ.
Ὅτι μὲν καὶ ἡμᾶς, ὥσπερ Φοίνικάς τε καὶ Θρᾷκας καὶ νῦν Ἴωνας, ἐπὶ σωτηρίᾳ μετὰ μείζονος παραλήψῃ τοῦ σχήματος, ἴσμεν καλῶς· πάντως δὲ μαντικῇ ἅπασα ὁδὸς ἀνέῳκται καὶ δεινὸν οὐδὲν τὸ μέλλον εἰδέναι. ἀλλὰ τότε μὲν ἡμῖν προσθήκαις τε καὶ κόσμοις μείζω τε ποιήσεις καὶ καλλίω τὴν πόλιν· νῦν δʼ ἔξεστί σοι τοσοῦτον ἀπέχοντι λαμπρῦναι μὲν τῶν πολιτευομένων ἕνα, χαρίσασθαι δὲ τοῖς ὀφθαλμοῖς τοῦ δήμου, μᾶλλον δέ, πολλοῖς δήμοις, ὁπόσους καλεῖν ἐπὶ τὴν θέαν εἰώθαμεν, ἣν γενέσθαι χαριεστάτην σὺ κύριος. καὶ ὅπως γε, ἄκουσον. ἐν τοῖς παρʼ ἡμῖν λειτουργοῦσίν ἐστι συριάρχης ὀνόματι καλῷ τιμώμενος διὰ τὸ μέγεθος τῆς δαπάνης· καὶ γὰρ ὁ Πακτωλὸς αὐτῷ μικρὸν καὶ τὰ Κινύρου καὶ τὰ Γύγου. οὗτος ἄρχει μὲν οὐδενός, δεῖ δὲ αὐτὸν τὰ αὑτοῦ νῦν μὲν ἡνιόχων ποιεῖν, νῦν δὲ τῶν εἰς τὸ θέατρον εἰσιόντων κυνηγέτας τε ἀγείρειν κούφους καὶ θηρία κρείττω τέχνης ἁπάσης. ἐπαινεῖται γὰρ ὁ δαπανώμενος, ὅταν οἱ μὲν ἥκωσι πεπαιδευμένοι, τὰ δὲ ὅταν καὶ οὕτω κρατῇ· ἄρκτος δὲ ἡττωμένη καὶ πάρδαλις νικωμένη τοῦ χορηγοῦντος ἐγκλήματα. ταύτην δὴ τὴν νίκην ἀπὸ τῶν ὑμετέρων ἡμῖν ἐλπὶς ὀρῶν ἔσεσθαι. καὶ γὰρ μεγάλα καὶ θυμοῦ γέμοντα καὶ οὐκ ἂν παρακρουσθέντα τὰ τῆς ὕλης ἐκείνης θρέμματα. Πολύκαρπος μὲν οὖν ὠνήσεται, τὸ δὲ δεινά τε αὐτὸν πρίασθαι καὶ μὴ ἔλαττον σχεῖν τῶν κωλυόντων καὶ δυνηθῆναι ὁπόσα βουλόμεθα σὸν ἂν εἴη καὶ τῆς σῆς φιλανθρωπίας τε καὶ τῆς πρὸς ἡμᾶς φιλίας, εἰ μή τι αὐτὴν λέλυκεν. οἶμαι δὲ οὐδὲν ἐκείνων ἰσχυρότερον γεγονέναι τῶν δεσμῶν. καὶ ταῦτα πρῶτον μὲν παρʼ ὅλης οἴου τῆς πόλεως ἀκούειν, ἔπειτα παρὰ τοῦ καλοῦ Σαλουτίου καὶ τρίτου γε τοῦ χρηστοῦ Ῥουφίνου. καὶ γὰρ οὗτοι τὰ αὐτὰ ἂν ἔγραφον, εἰ μὴ ὁ μὲν ἤλαυνε Πέρσας, Ῥουφῖνος δὲ πλησίον ἦν τῶν ἐκεῖνα δρώντων. ὅμως δὲ εἴσονταί σοι χάριν ὥσπερ αὐτοὶ ταῦτα ἐπεσταλκότες. καλὸν δὲ μηδὲ ἡμᾶς ἀτιμάζειν τοὺς περὶ τὸν Ἑρμῆν διατρίβοντας, ὅπως ἐμμένωμεν ταῖς διατριβαῖς καὶ μὴ τοῦ ἄρχειν ἐπιθυμῶμεν ὡς οὐκ ὂν ἄλλως ἔργου τυχεῖν.
Δημητρίῳ.
Μέλει μοι Θεοτέκνου τουτουὶ καὶ διὰ τοῦτον Ἀγαθίου, ἔστι δὲ Ἀγάθιος ἀδελφὸς τοῦ Θεοτέκνου. καὶ εἰ μὲν ἔοικε τῷ Θεοτέκνῳ τὸν τρόπον, κατὰ τοῦτο εὖ πασχέτω· εἰ δʼ οὐκ ἐπὶ τοσοῦτον ἥκει χρηστότητος, τῷ γε ἀδελφὸς εἶναι ὠφελείσθω. τὰ Θεοτέκνου μὲν οὖν ἔχει καλῶς ἐμοῦ φροντίσαντος, τὰ δεύτερα δὲ ἔστω σά.
Ἀριστοφάνει.
Οἶμαι μὲν τὴν Φήμην καὶ νῦν ὃ πάλαι πεποιηκέναι καὶ διδάξαι τοὺς Ἕλληνας τὰ πάθη τῶν βαρβάρων, οἶσθα γὰρ ὡς πρότερον αὐτῇ τι τοιοῦτον ἐπέπρακτο, ὅτε τοῦ νενικηκότος στρατοπέδου τὴν νίκην ἤγγειλε τῷ μέλλοντι μαχεῖσθαι στρατοπέδῳ καὶ ἐπέρρωσεν—εἰ δʼ οὖν οὔπω ἥκει εἰς ὑμᾶς λόγος, ἀλλʼ ἴστωσαν οἱ Ἕλληνες ὅτι αὐτοῖς δίκην διδόασιν οἱ ἀπόγονοι Δαρείου καὶ Ξέρξου πυρὶ τὰς αὑτῶν πόλεις ἀπολλυμένας ὁρῶντες οἱ προπέρυσι τὰς ἡμετέρας κατασκάπτοντες. ὡς γὰρ ἐνέβαλε βασιλεὺς ἅμα ἦρι ᾗ οὐκ ᾤοντο, εἴχοντο εὐθὺς Ἀσσύριοι, κῶμαι πολλαὶ καὶ ὀλίγαι πόλεις· οὐ γὰρ ἦσαν πολλαί. εἶτʼ ἀφυπνισθεὶς ὁ Πέρσης ἐξεπλάγη τε καὶ ἔφυγεν, ὁ δʼ ἐδίωκε πάντα ἀμαχεὶ λαμβάνων, μᾶλλον δέ, τὰ πλείω μὲν ἄνευ μάχης, ἀπέκτεινε δὲ καὶ ἑξακισχιλίους ἥκοντας ὡς ἐς κατασκοπὴν καὶ ἅμα ἐπʼ ἔργον, εἰ συμβαίη. καὶ ταῦτα ἀγγέλλουσιν οἱ ἐπὶ τῶν πτηνῶν διαιτώμενοι καμήλων—τετιμήσθω γὰρ αὐτοῖς τὸ τάχος τῷ ὀνόματι τῶν πτερῶν—ἐλπίς τε ἥξειν τὸν βασιλέα τὸν μὲν νῦν ἄρχοντα ἄγοντα, παραδόντα δὲ τῷ φεύγοντι τὴν ἀρχήν. τόθʼ ἡμῖν ἥξει καὶ παρὰ σοῦ γράμματα πάντων πανταχόθεν δεῦρο θεόντων. εἰ δʼ ἐγγένοιτο καὶ νῦν ἐλθεῖν, μὴ ὄκνει· βουλοίμην γὰρ ἂν εἰδέναι, ὅσην τε χώραν ἐπῆλθες καὶ ὅ τι δρῶν καὶ εἴ τι τῶν λανθανόντων γεγύμνωται καὶ ὅπως ὡμιλήκαμεν τοῖς ἀνθρώποις καὶ τὸ μέγιστον, εἰ ἡ Τύχη συλλαμβάνει. ταυτὶ μὲν ἐπιστελεῖς, τῷ φέροντι δέ σοι τὴν ἐπιστολὴν πάντα ποίησον λεῖα καὶ σύμπραξον ἐφʼ ἃ ἥκει. ἥκει δὲ ἐπανάξων πολῖτιν ἡμετέραν, ᾗ γάμος ἐν Μακεδονίᾳ. καὶ ὁ παρὰ σοὶ δὲ νεανίσκος χρώμενος περὶ τὰς δίκας τοῖς λόγοις ἔστω ἐν λόγῳ καὶ μὴ βλαπτέσθω τῷ μὴ μετʼ ἐμῶν πεπλευκέναι γραμμάτων· ὁ μὲν γὰρ ᾔτει, ἐγὼ δὲ ἠρρώστουν. ὁ δὲ κυβερνήτης ἐπὶ τὴν ναῦν ἐκάλει, καὶ ἔδει νικᾶν τὸν ἄνεμον.
Ἱερίῳ.
Ἤιδειν ὅτι Βασκανία τις ὄψεται τοὺς σοὺς υἱεῖς, ᾗ πέφυκεν ὁρᾶν ἐκείνη τοὺς ἐπαινουμένους. ἐδόκουν γὰρ πολὺ τῶν ἄλλων διαφέρειν νέων σωφροσύνῃ τε καὶ κατὰ τοὺς λόγους, ὥστʼ ἐμακαρίζου μάλιστα δὴ πατέρων, ὅτι τριῶν ὄντων σοι παρʼ ἡμῖν παίδων οὐχ ὁ μὲν ἀγαθός, ὁ δὲ οὐ τοιοῦτος, ἀλλὰ πάντες ἀρετὴν ἀσκοῦντες. οὐκ ἤνεγκεν οὖν φθονερὸς δαίμων τὸν περὶ αὐτῶν λόγον καὶ ἐπειδὴ πονηροὺς ἢ ὑπτίους οὐκ ἴσχυσε ποιῆσαι, ταραχήν τινα ἐνέβαλε καὶ ὑποψίας καὶ ἔπεισεν ὡς ὑπʼ ἀλλήλων ἀδικοῖντο. ἦν δὲ τὰ ἐγκλήματα ψυχρά. ἃ ἐγὼ ἀκούσας ἐγέλασά τε καὶ ἔσβεσα ῥᾳδίως. ἀπέχρησε γάρ μοι κελεῦσαι φιλεῖν ἀλλήλους, καὶ οὕτως ἐποίουν. τοῦ μέντοι λόγων ἔχεσθαι καὶ σωφρονεῖν οὐδʼ ὅτε ἐστασίαζον, ἠμέλουν, ἀλλὰ μάλιστα δὴ τότε τούτων ἐπεμελοῦντο τοῦ νικᾶν ἐπιθυμοῦντες. ἤδη δὲ ἀγόντων εἰρήνην καὶ συμπνεόντων ἧκέ σου γράμματα φέροντα ἀθυμίαν καὶ τὸν πόλεμον ἀνανεούμενα. ἀλλʼ ἐγὼ καὶ τοῦτο ἐκώλυσα καὶ οὐκ εἴων κινεῖν τὰ ὡμολογημένα. μήτʼ οὖν διαβολὰς τίμα μήθʼ ὥσπερ χειμάρρους κατὰ τοῦ Περεγρίνου φέρου τῆς τε κατηγορίας ᾗ τὸν οἰκέτην ἐφόβησας ἕν τί σε τερπέτω, τὸ ῥητορικῶς εἰρῆσθαι ὅλως τε τὰ πεπραγμένα μὲν ἀφείσθω, παράκλησις δὲ περὶ τῶν ὑπολοίπων ἔστω, καὶ μὴ ἄγαν ὦμεν πικροὶ δικάζοντες νέοις ἀναμιμνησκόμενοι τῆς ἡμῶν αὐτῶν νεότητος.
Ἀταρβίῳ.
Ἀλλʼ εἰ καὶ πρὸς τοὺς ἄλλους ἐτύγχανες σκληρός τις ὢν καὶ χαλεπός, πρός γε τοὺς Θαλασσίου παῖδας ἥμερόν σε χρῆν εἶναι καὶ πρᾷον καὶ ἀγανακτεῖν, εἴ τι φθείροιτο τῶν ὄντων αὐτοῖς· σὺ δὲ πρὸς μὲν τοὺς ἄλλους ἥμερος, καὶ οὐ μέμφομαι, τὰ δὲ τούτων, ὥς φασιν, ἐλυμήνω τε καὶ λυμαίνῃ τὰ τῶν ἑταίρων καὶ φίλων καὶ οἷς ὑπέσχου σώσειν τὰ περὶ τὸν Εὐφράτην. ἴθι δή, τὰ ὑπόλοιπα φύλαξον καὶ ἀφάνισον, ὥσπερ ὁ Θουκυδίδης φησίν, ἀγαθῷ κακὸν ἐνθυμηθεὶς ὅτι καὶ ὁ τῶνδε πατὴρ μεγάλοις πράγμασιν ἐπιστὰς πρᾳότατα προσενήνεκται καὶ ἀσθενέσι καὶ δυνατοῖς.
Ἀλεξάνδρῳ.
Τῶν σῶν καλῶν ἐν τοῖς μάλιστα ἀψεύδειαν ἐπαινῶ καὶ τὸ μηδὲν ὧν οὐ ποιήσεις ὑπισχνεῖσθαι. νῦν τοίνυν ὁρῶν διαφθειρόμενον τὸν νόμον ἠχθέσθην· Λητόϊος μὲν γὰρ ἐδεήθη τὰ δίκαια, σὺ δʼ ἔφης ἅ φησι. τὰ γράμματα δὲ γέγραπται μέν, οὐχ ἥκει δέ. τὸ τοίνυν ἐξαπατᾶν ἄλλοις προσήκειν νομίσας αὐτὸς ἃ τῷ τῆς ἀληθείας ἑταίρῳ πρέπει, ποίει.
Τῷ αὐτῷ.
Ἥψαντο τῶν εὐθυνῶν ὅ τε χρηστὸς Καλλιόπιος καὶ ὅτῳ ἡ ἐπωνυμία ἀπὸ τοῦ σανδάλου, ὑπὲρ οὗ δημοσίᾳ χρὴ εὔχεσθαι καὶ θεοῖς καὶ θεαῖς παρελθεῖν αὐτὸν μήκει βίου τὸν Ἀργανθώνιον δικαιότερον ὄντα τοῦ Ῥαδαμάνθυος· ταυτὶ γὰρ καὶ αὐτὸς ἐπείσθης. στρέφοντες δὲ τὸ πρᾶγμα μαθεῖν δύνανται οὐδέν· οὔτε γὰρ τοῖς καπήλοις ἐν γράμμασιν ἐσώζετο τὰ τότε πραττόμενα, οὐδὲ γὰρ ἥξειν εὐθυνῶν ἀνάγκην ἤλπισαν, τῶν τε διδασκόντων οὐκ ὄντων πῶς ἂν γένοιντο λογισταί; ὁ μὲν οὖν πόνος πολὺς καὶ αἱ ἀπειλαί, καί πού τις καὶ ἐδάκρυσε καὶ μικροῦ πληγὰς ἔλαβε, προϊόντος δέ, οἶμαι, τοῦ πράγματος ἔσονται καὶ πολλαί. θαυμάσαιμι δʼ ἂν εἴ τις σαφέστερος ἐξετασμὸς ἔσται ταῖς πληγαῖς. ἃ οὖν νῦν τε ἔστι καὶ ἀπὸ τούτων ἔσται, μὴ ἀγνόει. νῦν μὲν ἀποσπώμενοι τῶν ἐργαστηρίων στένουσιν ἐν τῷ τῆς Τύχης ἱερῷ τρίβοντες χρόνους καὶ τὸ αὑτῶν οὐκ ἐώμενοι ποιεῖν· ἢν δὲ πάνυ μακρὸν τοῦτο ᾖ, ζητήσουσιν, οὗ ἐργάζεσθαι ἐξέσται. ἡ δὲ τούτων ἀθυμία καὶ οἱ φόβοι λόγους ἔτεκον καὶ ὑποψίας, ὑφʼ ὧν ἡ ἀγορὰ γίνεται χείρων, καὶ δέος μὴ τὸ νῦν ἄνθος ἀποβάλῃ δόξῃς τε ὃ ἔδωκας ἀφῃρῆσθαι. ταῦτʼ ἐγὼ καὶ σὲ καὶ τὴν ἐμαυτοῦ φιλῶν ἐπέσταλκα. εἰ δʼ ἔξω φέρομαι λογισμῶν ὀρθῶν, ἐμοὶ μὲν ἔστω συγγνώμη, νικάτω δὲ ὃ μέλλει συνοίσειν.
Ἀταρβίῳ.
Ἐπὶ χρήστην ἥκει πονηρὸν Μόκιμος οὑτοσί. ἔστι δὲ καὶ αὐτὸς ἐπιεικὴς καὶ ἀδελφὸς τοιούτου. πολλὰ γοῦν ἐν βασιλείοις ἐκείνοις ὑπηρετῶν ἀεί ποτε ἐπῃνέθη. ἂν μὲν οὖν οἷός τε γένηται καὶ καθʼ ἑαυτὸν εἰσπρᾶξαι τὸ χρέος, οὐδέν σε ἐνοχλήσει· εἰ δὲ δὴ καὶ σοῦ προσδεηθείη, δὸς σαυτὸν τῷ ἀδικουμένῳ κατὰ τοῦ ἀποστεροῦντος.
Βασιλείδῃ.
Περὶ τῶν ἐν Παφλαγονίᾳ μοι Σπεκτάτος διηγούμενος ἄλλα τε διεξῆλθε καλὰ καὶ δὴ καὶ Βασιλείδῃ συγγενέσθαι ἔφησε χρηστῷ τε καὶ ἐμῷ φοιτητῇ. ποῖον ἔφην Βασιλείδην λέγεις; ὁ δέ, ὥσπερ ὁ Δημοσθένης ἤ, εἰ βούλει γε, Ὅμηρος, λευκός ἐστί φησι καὶ μέτωπον εὐρύ. καὶ ἐπειρᾶτό με διὰ τοῦ σώματος ἀναμιμνήσκειν τἀνδρός· ὡς δὲ οὐχ εἱπόμην, μεταβὰς ἐπὶ τὴν γνώμην ὅτῳ μάλιστά φησιν ἐπίστευες καὶ ὃς ἦν σοι τοῦ χοροῦ κορυφαῖος, ἡνίκα διέτριβες περὶ τὸν Βόσπορον. ἐνταῦθα ἐγνώρισα σὲ καὶ ἥσθην καὶ ἀνεβόησα καὶ τὴν εὐχὴν εὐξάμην τὴν Ἀγαμέμνονος τοιούτους δέκα μοι τῶν ἑταίρων γενέσθαι. ἐκεῖνό γε μὴν ἐθαύμασα, ὅπως Θεοφίλῳ μὲν διὰ τὴν εἰς ἐμὲ τιμὴν ἐβοήθησας, αὐτῷ δʼ ἐμοὶ γράψαι καί τινα ποιήσασθαι τῶν παλαιῶν ἐκείνων μνήμην οὐκ ἐτόλμησας καὶ ταῦτα τεχνίτης ὢν τῶν περὶ ἐπιστολὰς καλῶν, εἴ τι τῆς δυνάμεως ἐκείνης διαφυλάττεις. οἶμαι δέ· οὐ γὰρ ἂν δόξαν εἶχες ἡλίκην ἀπήγγελλεν ὁ Σπεκτάτος. ὅπως οὖν λύσαις τὸ ἡμαρτημένον, νῦν γοῦν ἐπίστειλον ἢ γράψομαί σε παρὰ ταῖς Μούσαις ὡς ἀμελοῦντα πατρός.
Πρίσκῃ.
Ὁρᾷς, ὁπόσον ἰσχύεις τῷ περὶ πάντα κάλλει; πάντα Βασσιανῷ παρημέληται, τήθη θαυμαστή, ἀδελφοὶ χρηστοί, θεῖοι γενναῖοι, γένος πολὺ καὶ ἴσως λαμπρόν, τηλικαύτη πόλις, ἄλλα μυρία, μόνη δὲ σὺ πάντα αὐτῷ, καὶ ἕλκεται καὶ ποθεῖ καὶ τρέχει καὶ ἐγκώμια τῆς Παφλαγονίας ᾄδει, γῆς φύσιν, πηγῶν ἀφθονίαν, γείτονα θάλατταν, οὐδὲν ὅ τι οὐκ ἐπαινῶν. ἤδη δὲ αὐτῷ καὶ τὸ ψῦχος ἐκεῖνο πρᾷον δοκεῖ. καὶ ταῦτα αὐτὸν οὐ Παφλαγονία πέπεικεν, ἀλλʼ ὑπὲρ τῆς χώρας σὺ καὶ τὰ ἐν τῇ σῇ ψυχῇ, προσθείην δʼ ἂν καὶ τὰ ἐν τῷ σώματι. δεινὸν γάρ, εἰ Ὁμήρου λέγοντος καλὴ καὶ μεγάλη μικρὸν νομιοῦμεν ἡμεῖς τὰ περὶ τοῦτο ἀγαθά. ἐγὼ μὲν οὖν χαίρω τοῦ νέου πρὸς σὲ παντὶ τῷ νῷ ῥέποντος, οὕτω τε γὰρ ἂν μάλιστα σώζοιτο ὁ οἶκος καὶ ἅμα ὁ συγκεράσας ὑμᾶς καὶ οὐδενὸς ἧττον τὴν συζυγίαν ταύτην ἐργασάμενός εἰμι ἐγὼ μάλιστα δὴ κινήσας τὴν ἀρίστην Βασσιανὴν ἐπιθέσθαι τῇ θήρᾳ· δεῖ δὲ καὶ σὲ μιμεῖσθαι τὸν ἄνδρα καὶ εἶναι δικαίαν ἐν τῷ τὰ ἴσα ποιεῖν. ταῦτα δέ ἐστι· θαύμαζε καὶ αὐτὴ τὴν Συρίαν καὶ ἄγοντος ἕπου, μᾶλλον δέ, καὶ μένειν βουλόμενον ὑπομίμνησκε τῶν οἴκοι, ἵνʼ ὁ μὲν τὴν σὴν διὰ σὲ τῆς αὑτοῦ φαίνηται προτιθείς, σὺ δὲ τὴν τοῦδε τῆς σαυτοῦ διὰ τοῦτον.
Ἐλπιδίῳ.
Τῶν ἐπαινούντων σε ἦν, ἡνίκα ἦρχες τὴν μεγάλην ἀρχήν, καὶ νῦν δὲ ἐπαινῶν διατελῶ τήν τε δικαιοσύνην καὶ τὴν ἀνδρίαν, ὧν ἡ μὲν ταῖς ψήφοις οὐκ ἀφῆκε προσελθεῖν χρυσίον, τῇ δὲ τὰς πόλεις ἐξείλου φόρου, ὃν οὐκ ἦν ἐνεγκεῖν. εἰ δὲ μὴ συνών σοι τοῦτο ἐποίουν, θαυμαστὸν οὐδέν, ἐπεὶ καὶ τῶν συνήθων ἔστιν οἷς ἐπιτιμῶ. ἐπαινεῖν γὰρ οἶμαι δεῖν ἢ ψέγειν τὰ ἔργα, ἀλλʼ οὐ τοὺς μὲν ὁμιλοῦντας πάντως ἐπαινεῖν, τοὺς δὲ οὐ συνδιατρίβοντας ψέγειν. τοῦ δὲ μὴ τότε εἰσιέναι με παρὰ σὲ ἴσως μὲν ἐγὼ αἴτιος, ἴσως δὲ σύ, ἴσως δὲ οὔτε ἐγὼ οὔτε σύ, ἀλλʼ ἄνδρες ἐπιστήμονες ἀπάτης. ἐξαλειφέσθω δὴ πάντα ἐκεῖνα τῇ κηδείᾳ καὶ μέγα ἓν ἀγαθὸν κρατείτω πολλῶν ψευδῶν.
Ἀλεξάνδρῳ.
Ἐσπουδακέναι μέν σε περὶ τοὺς θεοὺς καὶ πολλοὺς εἰς τοὺς ἐκείνων εἰσάγειν νόμους βουλοίμην ἄν, μὴ μέντοι θαυμάζειν εἴ τις τῶν ἄρτι τεθυκότων δεινόν τε ὃ ἔδρασεν ἐνόμισε καὶ πάλιν ἐπαινεῖ τὸ μὴ θύειν. ἔξω μὲν γάρ σοι πείθονται τὰ ἄριστα συμβουλεύοντι καὶ προσέρχονται βωμοῖς, οἴκοι δὲ γυνὴ καὶ δάκρυα καὶ νὺξ μεταπείθει καὶ τῶν βωμῶν ἀποσπᾷ. Εὐσέβιος δὲ ὁ τὴν αἰτίαν λαβών, ὡς ἄρα σοι τὰ πονηθέντα λύσειε, σεσυκοφάντηται φανερῶς καὶ πόρρω τῆς μέμψεώς ἐστιν. οὔτε γὰρ τὸν καιρὸν ἀγνοεῖ καὶ λογισμῷ πανταχοῦ χρῆται μᾶλλον ἢ τόλμῃ τόν τε σὸν ἐπιστάμενος θυμὸν οὐδʼ εἰ σφόδρα ἠλίθιος ἦν, οὕτως ἂν εἰς μαχαίρας ἐκυβίστησεν. ἔστι δὲ οὐ τῶν πολλῶν καὶ ῥᾳδίως ἅπαντα ποιούντων, ἀλλʼ ἅτε λόγων ἡμμένος καὶ τῆς ἑαυτοῦ διανοίας ἐπιμεληθεὶς οὐδʼ ἐπὶ τῆς ἐξουσίας βαρὺς ἦν οὐδʼ ὑβριστής. ἔφης ἂν αὐτὸν ἐπίστασθαι τὸ μέλλον· οὕτω μέτριος ἦν. ᾧ καὶ φίλον ἐποίησας ἐμοί τε καὶ Νικοκλεῖ τὸν ἄνδρα, ὅτι τὰ αὑτοῦ τιμῶν οὐκ ἠτίμαζε τοὺς ὀμνύντας τὸν Δία. οὗτος ὁ Εὐσέβιος διαφυγὼν δεσμὸν καὶ χεῖρας στρατιωτῶν ὡς ἐμὲ καταφεύγει καὶ διηγεῖται, ὅθεν ἥκει. ἐγὼ δὲ ἥσθην ἀνδρὸς καὶ χρηστοῦ καὶ οὐδὲν ἁμαρτόντος οὐ δεθέντος, ἐπεὶ καὶ αὐτὸς ἂν ἠθύμησας, εἴ τι τοιοῦτο παθόντος ἔγνως, οἷος ὢν εἰς τοιαῦτα ἀφῖκται. νῦν οὖν ἢ ποίησον ἐλεύθερον φόβου τὸν ἄνθρωπον ἢ ἐξαίτει παρʼ ἐμοῦ, παρʼ ἐμοὶ γάρ ἐστιν. οἶμαι δὲ οὐκ ἔσεσθαι φαυλότερος οὔτε κυνῶν οὔτε Ἀδμήτου. συμβουλεύω δέ σοι κατηγορίας μὲν γινομένης καὶ ἐλέγχου κολάζειν Εὐσέβιον, διαβολὰς δὲ μὴ νομίζειν ἔλεγχον· ἄτοπον γὰρ τοῦτον ἀπολογίας ἀποστεροῦντας αὐτοὺς ἀπολογίας δεῖσθαι. εἰ δʼ οὗτος οὐκ ἂν ἁλοίη, πῶς ἂν οἱ τούτῳ γε ἀκολουθοῦντες ἀδικοῖεν; εἰ δὲ ἀδικοῦσιν οὐδέν, οἴσουσι μὲν ἃ πεπόνθασι σιγῇ· στήτω δὲ ἐνταῦθα τὸ πάσχειν αὐτοὺς κακῶς.
Τῷ αὐτῷ.
Ὀλύμπιος ὁ Ἀστερίου, —εἰ δὲ μικρόν σοι τοῦτο διὰ τὴν παροῦσαν ὀργήν, καίτοι χρῆν αὐτὸ μέγα κεκρίσθαι τῆς τε ἄλλης ἕνεκεν ἀρετῆς τοῦ γέροντος καὶ διὰ τοὺς θεούς, ἀλλʼ εἰ δοκεῖ, τοῦτο μὲν ἀφείσθω, λεγέσθω δὲ ὁ σὸς ἑταῖρος καὶ συμφοιτητής, ἃ μάλιστα ἀνθρώπων τιμᾷς—οὗτος τοίνυν ὁ σὸς ἑταῖρος ἀρρωστήματι περιπέπτωκε, καὶ ἔστιν αὐτῷ τοῦ κάμνειν βαρύτερόν τε καὶ μείζω λύπην φέρον τὸ τὴν τῶν γεωργῶν ἐξέτασιν ἡμιτέλεστον εἶναι. τὰ μὲν γὰρ διηρεύνηται καλῶς αὐτῷ, τῶν δὲ ἀπεκωλύθη. δείσας οὖν μὴ τῷ σιγῆσαι τὸ κεκωλυκὸς εἰς αἰτίαν ἐμπέσῃ φράζει τε ἐν οἷς ἐστι καὶ δεῖται τὸ τοῦ ἔργου μέρος εἰς ἑτέρους ἐλθεῖν.
Βακχίῳ.
Οὐαλεντῖνον Λυδὸν διακονοῦντα ἀπὸ γραμμάτων καὶ τῆς δεξιᾶς τῷ βασιλεῖ ἐγὼ μὲν οὐκ ᾔδειν, αὐτὸς δὲ ἐμέ. εἰ μὲν καὶ τῇ ἄλλῃ, οὐκ οἶδα· ἓν δʼ οὖν τοῦτο ἠπίστατο καλῶς, ὅτι σοι φίλος ἐγώ. καὶ προσελθὼν ἀπιόντι οἴκαδε μετὰ τοὺς ἔξω πόνους γράμματα ᾔτει πρὸς σὲ τὴν φιλίαν εἰπὼν οὐκ ἀγνοεῖσθαι τὴν ἐμήν τε καὶ σήν. ἔφην οὕτως ἔχειν τὸ πρᾶγμα καὶ δίδωμι τὴν ἐπιστολὴν βουλομένην τὸν τοῦδε πατέρα τε καὶ ὁμώνυμον τῆς σῆς εὐνοίας ἀπολαύειν. σὸν δὴ βεβαιῶσαι τὴν περὶ τῆς φιλίας δόξαν καὶ ποιῆσαι τὸν χρόνον ἀμείνω Οὐαλεντίνῳ τὸν μετὰ τὴν σύστασιν.
Ἀλεξάνδρῳ.
Ὁ Νέστωρ ἀξιῶν αὑτῷ πείθεσθαι τόν τε βασιλέα τῶν Ἀχαιῶν καὶ τὸν τῆς Θέτιδος υἱὸν τῷ γήρᾳ πρὸς αὐτοὺς ἰσχυρῷ χρῆται· ἐμοὶ δὲ οὐ πρεσβυτέρῳ σου μόνον εἶναι συμβαίνει καὶ διὰ τοῦτʼ ἂν εἰκότως ἐνδοίης, ἀλλὰ καὶ φίλτρον παρʼ ἐμοὶ πρὸς σὲ πλέον ἢ τῷ τότε συμβούλῳ πρὸς τοὺς μαχομένους. λέγω δή σοι πάλιν ὡς μάλιστα μὲν ὅλως καταθετέον τὴν πρὸς Ὀλύμπιον φιλονεικίαν, ὃν κατενεγκεῖν καὶ δεῖξαι κείμενον οὐδʼ ἂν οἰκέτῃ σου λαμπρὸν εἴη· εἰ δὲ τοῦτο ἀμήχανον, ἀλλʼ οὔτοι καλὸν οὐδʼ ὅσιον τὸν ἀδελφὸν τὸν τοῦδε μὴ μετέχοντα τῆς αἰτίας ἀπολωλέναι πρὸ τοῦδε. τὸ γὰρ διʼ ἐκείνου τόνδε κολάζειν ὁμολογίαν ἥττης ἔχει καὶ παρίστησι δόξαν, ὡς ἄρα Ὀλύμπιος μισοῖτο μέν, κρείττων δέ ἐστι τοῦ κακῶς παθεῖν. ἀφείσθω τοίνυν δεσμῶν Εὐσέβιος καὶ μὴ διὰ πάντων ἐρχέσθω τυπτόμενός τε καὶ ἐκδυόμενος καὶ ἀγχόμενος μηδʼ ἵνα ὁ δεῖνα λαμβάνῃ, προσαιτείτω. ταῦτα γὰρ νῦν γίγνεται· ἐλεούμενος μὲν ἀργύριον δέχεται μικρόν, ἐπελθὼν δέ τις ἐκ τῶν χειρῶν ἁρπάζει, κἂν αἰτιάσηταί τις, σοί φησιν ἀρέσκοντα ποιεῖν. παρʼ ὧν ἂν δίκην εἰκότως λάβοις ὡς μικρὰ τὰ σὰ ποιούντων, εἰ δὴ τοιούτων συμμάχων ἐπὶ τοὺς ἐχθροὺς δέῃ. οἶδα δὲ ὅτι, εἴ σοι τὸ πρῶτον ἔδοξεν εὐθὺς ἐξολέσαι τὸν ἀναίσθητον Ὀλύμπιον, πολλοὶ πολλαχόθεν ἂν αὐτὸν περιέστησαν κατήγοροί τε καὶ ἔλεγχοι. ἀλλʼ οὐκ ἦν ταῦτα τοῖς Ἀθηναίοις πάτρια οὐδὲ ἔμφυτα φησὶν ὁ σὸς ἡγεμών, ἀλλʼ εἰδὼς τοὺς Ἀθηναίους ἐκ τοῦ εἰδέναι ἐλεεῖν εὐδοκιμοῦντας ὡς εἶδες τὴν τέφραν, ἀπέδωκας τὴν ἀρχήν. εἰ δʼ οὐκ ἐπαινεῖς τὴν γενομένην φιλανθρωπίαν, ὁ μὲν ἐκβαλλέσθω τῆς ἀρχῆς καὶ σπαραττέσθω, Εὐσέβιον δὲ παυσώμεθα κακοῦντες· ὡς ἐν ἐκείνῳ μὲν ἔστι τὸ δοκεῖν ἀμύνεσθαι, τούτῳ δὲ λόγος οὐ λείπεται. ἡ γὰρ δὴ περὶ τὴν ναῦν λειτουργία γέλως, ποιεῖ δὲ ἡ πενία τὸν γέλωτα. ἐννόει δέ, τίνες ἔσονται λόγοι τεθνεῶτος Εὐσεβίου ἢ πάλιν τίνες ζῶντος μέν, δεικνύντος δὲ ἐν τῷ σώματι τὰ νῦν εἰς αὑτὸν δρώμενα.
Τῷ αὐτῷ.
Ἐθαύμαζεν Ἡρωδιανός, ὅπως μετὰ πολλὴν ὁδὸν οὐ πολλῆς τῆς ἐπιμελείας ἀπέλαυσεν· ἐγὼ δὲ αὐτὸν παρεμυθούμην παραδείγματι τῷ περὶ τοὺς ἵππους. καὶ γὰρ ἐκεῖνοι πολλοὶ μὲν ὄντες ἑνὶ δεσπότῃ οὐ σφόδρα ἕκαστος ἀγαπᾶται διὰ τὸ πλῆθος· ὅταν δὲ εἷς ᾖ, κἂν σύσσιτον αὐτὸν ἡδέως ποιήσαιτο ὁ κεκτημένος. καὶ Ἀλέξανδρος ἔφην εὑρὼν φωνὰς πολλὰς καὶ καλὰς τρυφᾷ καὶ τὸ πρὶν αὐτοῦ περὶ σὲ θαῦμα μεμάρανται. ἔτι δὲ καὶ ἀπληστία δεινὴ πανταχοῦ τιμᾶσθαι ἐθέλειν. ἀλλʼ ἐνταῦθα μὲν ζήτει τοῦτο, τὴν δʼ ἑτέρωθι ῥᾳθυμίαν φέρειν. τοιαύταις αὐτὸν ἐπῳδαῖς ἀνεῖχον μικροῦ δάκρυα ἀφιέντα. οὐ μήν, εἴ τι περὶ τὴν οἰκίαν ἀδικοῖτο, ταῦτʼ ἂν ἐπῳδὴ ποιήσαι βελτίω, ἀλλʼ ἢ βεβαιῶσαι δεῖ τὰς συνθήκας αὐτῷ τὸν χρηστὸν Καισάριον ἢ τοῦτον ἀπολωλέναι λύπῃ. εἰ δὲ μὴ πάντη σοι τὰ τοῦδε ἐν ἀτιμίᾳ, τήρησον ἐφʼ ὧν ἔγνω τὸν ἃ δεῖ γενέσθαι γεγραφότα.
Φλαβιανῷ.
Ἰού, ἰού, πόση τις ἡ τῶν δώρων ἐπιρροή, ἀλλᾶντες, οἶνος, χιτών, βιβλίον. εὐθὺς μὲν οὖν ἠπόρουν, ὅ τι τὸ πεποιηκὸς τὸ πλῆθος· ὡς δʼ ὅτι δεῖ σοι τὸν Ὀδυσσέα πέμπειν, προσέκειτο, —μετωνόμασται γὰρ ὁ νέος ἤδη καὶ ἡ γαλῆ σεσίγηται—εἶδον ὅτι μηχανὴ ταῦτʼ ἦν Ὀδυσσέως μισθῷ με πείσειν ἐλπίσαντος ἃ ἐβούλετο. ἐβούλετο δὲ δραμεῖν ὡς σέ τε κἀκεῖθεν οἴκαδε. ἐγὼ δὲ ἄλλως μὲν οὐκ ἂν συνεχώρουν οὐδʼ εἰ παρῄει τὸν Ἀγαμέμνονα τοῖς δώροις, ἃ ἐκεῖνος ἔπεμπεν ἐπὶ λύσει τῆς ἔχθρας· ὡς δὲ ἐρόμενος, εἰ θύοι θεοῖς, ἔγνων ὅτι καὶ μάλα χαίρει βωμοῖς, χαίρων ἀφῆκα χωρεῖν αὐτὸν εἰς πόλιν, οὗ καθημέραν δαίμονες λοιβῆς τε κνίσσης τε πολλῆς ἀπολαύουσιν. αἰτείτω δὴ παρʼ αὐτῶν λόγους καὶ μὴ αἰτείτω μόνον, ἀλλὰ καὶ πονεῖν ἐπιστάσθω μεμνημένος τοῦ περὶ τῶν ἀργούντων εἰπόντος, ὑπὲρ ὧν οὐκ ἄν τι οἱ θεοὶ ποιοῖεν.
Βακχίῳ.
Καὶ μνημονεύσας καὶ φροντίσας καὶ πέμψας τὸ βιβλίον τρεῖς ἔδωκας χάριτας, ὅσαιπερ αἱ θεαί. τὸ πέρας δέ σου τῆς ἐπιστολῆς παρακαλεῖ με πρὸς Ἀλέξανδρον γράφειν ὑπὲρ τούτων ἃ προλαβὼν ἔχεις. ἡ μὲν γὰρ ὡς ἥξοντος ἐπέμπετο καὶ ἐκέλευε ποιεῖν τὸν ἄνδρα τοιοῦτον, οἷος ὢν αὐξήσειν ἔμελλέ σοι τὰς τιμάς, ἀλλʼ οὐκ ἀφαιρήσειν· ὁ δὲ καὶ δὴ παρʼ ὑμῖν ἐστι πάντα πληρῶν αὐτοκέλευστος κοσμῶν ἡμῖν καὶ λόγοις καὶ ἔργοις τὸν καλὸν Βάκχιον. ἐμήνυε δὲ Ἡρωδιανὸς ἐπαινῶν μὲν τὸν τιμῶντα, συγχαίρων δὲ τῷ τιμωμένῳ.
Λεοντίῳ.
Γερόντιος ἀδελφός τέ ἐστιν Εὐκρατιανοῦ καὶ ἐοικὼς αὐτῷ κατὰ τὸν τρόπον· τοῦτο δέ ἐστι δίκαιον εἶναι, καὶ γὰρ ἐκεῖνος ἀσκεῖ δικαιοσύνην. τῷ τοίνυν Γεροντίῳ δεῖ βοηθείας ἐπὶ τοὺς βιαζομένους, ἣν παρὰ σοῦ δεῖ γενέσθαι. ἄκουε δὲ ἃ πάσχει. ἀγρός ἐστιν αὐτῷ, μᾶλλον δέ, ἦν. οὕτω πάντα ἡρπάκασιν οἱ κατηγοροῦντες, οἱ φῶρες, φασίν, προσεγκαλοῦντες. ἐν τούτῳ γίνεται φόνος ἀδίκημα μὲν ἑνός, ἀτύχημα δὲ τῶν ἄλλων, οἳ μισήσαντες τὸν δεδρακότα δήσαντες ἐγχειρίζουσι τοῖς τοῦ πεπονθότος οἰκείοις. οἱ δὲ γνώμῃ μὲν ἀλγούντων οὐκ ἐχρήσαντο οὐδʼ ἐπὶ τὸ δίκην λαβεῖν ἦλθον, ἐμβαλόντες δὲ εἰς τὸν ἀγρὸν δεινότερα ἔδρασαν ὧν οἱ Λάκωνες τὴν Ἀττικήν· πλὴν γὰρ τῆς γῆς οὐδὲν ὅ τι οὐκ ἀπῆλθον ἔχοντες. τῶν δὲ νόμων αὐτοὺς ἀναγκαζόντων ἀποδοῦναι πάντα ἀκριβῶς μικρῶν ἠξίουν ἀποστάντες τῶν ἄλλων κρατεῖν. οὐκ ἀνεχομένων δὲ τῶν ἠδικημένων, καὶ γὰρ ὕβρις τῇ ζημίᾳ προσῆν, πάντα ὑπερπηδήσαντες φόνου λαγχάνουσιν, οὐχ ἵνα εὕρωσι τὸν φονέα—πάλαι γὰρ αὐτῷ κοινωνοῦσι στέγης, οἶμαι δὲ καὶ τραπέζης—, ἀλλʼ ἵνα τὸ τῆς αἰτίας φοβερὸν καὶ ἁλύσεις καὶ στρατιῶται τὸν ἀγρὸν ἐρημώσωσιν ὡς μιᾶς οὔσης σωτηρίας τοῦ φεύγειν. ἐγὼ δὲ σὲ μιμεῖσθαι μὲν τὸν Μίνω βούλομαι, καὶ γὰρ εὐδοκιμεῖς ἀπὸ τοῦ τὸ λῃστικὸν ἐκκόπτειν, νομίζειν δὲ χρὴ καὶ τοὺς τοιαῦτα ἐπιβουλεύοντας τῶν λῃστῶν μιαρωτέρους, ὅσῳ μεθʼ ὑμῶν τῶν δικαζόντων ἀπολλύναι τινὰς τολμῶσιν.
Ἐκδικίῳ.
Ἐβουλόμην ἔτι μοι μένειν τὴν περὶ ἀμφότερα σπουδὴν καὶ ὑπὲρ ἀμφοῖν ἐξεῖναι ὑπισχνεῖσθαι, τῶν τε σῶν υἱέων τῶν τε ἄλλων, ὑπὲρ ὧν ἡμῖν ἐγένοντο λόγοι. νῦν δὲ τὸ μὲν εἰς τοὺς νέους μέρος εὖ ποιοῦν σώζεται καὶ φυλαχθείη γε εἰς τέλος, ὦ πάντες θεοί· θάτερον δέ, ὦ θεοί, τί μαθόντες διεφθείρατε; ἀλλʼ ἴσως θεοὺς εἰς εὐθύνας ἄγειν οὔτε καλὸν οὔτε ἀσφαλές, καὶ ταῦτα πάλαι βοώσης τῆς παροιμίας· πείσῃ πολλὰ θεοῖς, πείσῃ δʼ ὅσα μόρσιμά ἐστι. πρὸς μὲν οὖν ἐκεῖνο δακρύειν ἔξεστι καὶ οὐδεὶς οὔτε θεῶν οὔτʼ ἀνθρώπων νεμεσήσειεν ἄν· οἱ δὲ σοὶ παῖδες τοσαῦτα ἔχουσι παρʼ ἡμῶν, ὅσαπερ ἄν, εἴπερ αὐτὸς αὐτοὺς ἐπαίδευες, παρὰ σοῦ. αἵ τε γὰρ φύσεις αὐτῶν ἐπιμελείας ἄξιαι τοῦ τε πατρὸς αἰδώς με ἔχει τῶν τε ἄλλων εἵνεκα καὶ ὅτι μοι τὸν Ὑπερέχιον καὶ σεμνύνει καὶ κοσμεῖ καὶ τειχίζει. μήτʼ οὖν σὺ παύσῃ τῆς περὶ ἐκεῖνον προθυμίας ἐγώ τε οἷς ποιῶ προσθεῖναι πειράσομαι. πεῖραν δὲ λαμβάνων ἐπὶ τοῦ παρόντος καιροῦ, ἢν καὶ τῶν λοιπῶν ἅπτεσθαι ὑπάρχῃ, προτρέψω πρὸς τὸ ἔργον ἐμαυτόν.
Ὑπερεχίῳ.
Ἥσθην, ὅτι τοῦ πράγματος ἀξίως ἐπέστειλας εὐδαίμονα καὶ δὶς τοῦτο σαυτὸν προσειπὼν καὶ τὸ μάλα προσθεὶς ἐπὶ τῇ τοῦ φιλεῖν εἰδότος Ἐκδικίου φιλίᾳ, ὃν οὔτε φόβος οὔτε κίνδυνος, οὐ κῦμα, οὐ σκηπτὸς ἐλέγξειεν ἂν ἐν καιρῷ καλοῦντι φίλων ἀνδρίαν. ἡ μὲν οὖν ἐμὴ πρόνοια τοσαύτη, σὸν δʼ ἂν εἴη σκοπεῖν, ὅπως σοι μένει τὸ δῶρον· ὡς πολλοῖς ἤδη συνέβη κτήσασθαι μὲν ῥᾳδίως, πρὸς δὲ τὴν φυλακὴν οὐκ ἀρκέσαι. ἃ δέ, εἰ περὶ τοὺς υἱεῖς ἐκείνου γίνοιτο, συνοίσειν σοι νομίζεις, πέπρακται, καὶ τοῖς προτέροις οὖσιν οὐ μικροῖς εὐθύς τι προσετέθη μεῖζον δηλοῦν ὡς τοῦτο μέντοι παρὰ τῶν σῶν γραμμάτων.
Μαξίμῳ.
Οἱ πρότερόν με πείσαντες περὶ Καλλισθένους γράψαι καὶ νῦν ᾔτουν ὑπὲρ τῶν αὐτῶν ἐπιστεῖλαι. ἐγὼ δὲ ἁπλοῦν τι πρὸς αὐτοὺς εἶπον, ὅτι, εἰ μὲν ἦν οἷόν τε δοῦναι τὴν χάριν, ἀπὸ τῶν πρώτων ἂν εὐθὺς ἐδέδοτο γραμμάτων, δυνατῆς δὲ οὐκ οὔσης μάτην ἥξει καὶ τὰ δεύτερα. δεομένων δὲ μὴ κατοκνῆσαι καὶ οὐ βουλομένων ἀπογνῶναι—κοινὸν δὲ τοῦτο τῶν ἐπιθυμούντων τὸ καὶ ἐλπίζειν—εἴκω καὶ ἐπέσταλκα. καὶ βουλοίμην ἄν τι γενέσθαι τοιοῦτον, ὃ σοί τε τηρήσει τὴν δόξαν ἐκείνοις τε τὰς φροντίδας εἰς ἔλαττον καταστήσει. ταυτὶ μὲν τοῦ δεομένου, τοῦ δέ γε μαντευομένου, πλησίον εἶναί φημι τὴν ἡμέραν, ἣ τῶν τοιούτων οἴσει τὴν λύσιν ἡμῖν, ὡς ὑμῖν γε ἐνήνοχεν.
Γαϊανῷ.
Οὐκ ἄν σε ἐροίμην, ὅπως διετέθης, οἶδα γὰρ ὅτι ἐπλήγης· ἀλλʼ οὐδʼ ἂν αὐτός, ὅπως διάκειμαι, φράσαιμι, πρὸς γὰρ εἰδότα ἂν λέγοιμι. πολὺν μὲν χρόνον ἀπέστην τοῦ λέγειν καὶ γράφειν καὶ ἔστιν ἥδιστον ἡ σιγή. Βήρου δὲ ἀδικεῖσθαι λέγοντος, εἰ μὴ καὶ ἐνθένδε μετὰ γραμμάτων ἐξίοι, μόλις τὴν γλῶτταν ἐκίνησα καὶ πρὸς τοσοῦτον μέτρον, ὅσον ὁρᾷς. Βῆρον γὰρ τιμῶ διὰ τὴν τότε ἀτιμίαν, εἰς ἣν ὑπὸ τοῦ χρηστὸς εἶναι κατέστη.
Διοδότῳ.
Οὐκ ἄρα ἄνθρωποι φιλοῦσι μόνον τὴν Τύρον, ἀλλʼ ἤδη καὶ τὸ χρυσίον· ὃ γοῦν ἐχρῆν πάλαι παρʼ ἡμῖν εἶναι, μένει καὶ φιλοχωρεῖ καὶ παρὰ τὸν δεσπότην ἐλθεῖν οὐ θέλει. σὺ τοίνυν αὐτὸ κατανάγκασον καὶ δήσας ἀπόστειλον, ὥσπερ δραπέτην, ὥστε σοι καὶ βεβαιοῦσθαι τὴν δόξαν, ὅτι χρηστὸς ὁ Διόδοτος καὶ πιστευθεὶς οὐκ ἀδικήσει.
Ἐντρεχίῳ.
Ἀπὸ χαιρούσης τῆς ψυχῆς ἐπέσταλκας οὔπω τῇ φήμῃ βεβλημένος. οὐ μὴν ἔθʼ ὁμοίως ἔχων δέξῃ τὴν ἐπιστολήν. οἶμαι γὰρ ἤδη καὶ παρʼ ὑμᾶς ἀφῖχθαι τοῦ κακοῦ τὸν λόγον τοσοῦτον κερδάναντας, ὅσον ὑστέρους πεπύσθαι. καὶ ἔγωγε θαυμάσαιμʼ ἂν εἰ ἔτι δυνήσῃ μακρὰς οὕτω καὶ καλὰς πέμπειν ἐπιστολάς, οὐ πείσῃ δὲ ὅπερ ἐγώ. τὸ δὲ ἐμὸν πάθος, ἀπʼ ἐκείνης τῆς ἡμέρας ἄφωνος ὡς εἰπεῖν γέγονα καὶ κατέλυσα τὸ γράφειν. τὸν πάντα δʼ ὄλβον ἦμαρ ἕν μʼ ἀφείλετο. ἀλλʼ ἐκ τραγῳδίας μὲν πολλὰ μὲν ἐγώ, πολλὰ δὲ σύ, πολλὰ δὲ τῶν εὖ φρονούντων ἕκαστος φθεγξόμεθα τοιαύτης οἰχομένης κεφαλῆς· ἐφʼ ᾧ δὲ σὲ μάλιστα ἠγάσθην, ἐκεῖνό ἐστιν, ὅτι τῶν ἄλλων ὑπὸ τῶν ἐν ταῖς ἀρχαῖς πραγμάτων ἀμβλυνομένων τὴν γλῶτταν, ὥστʼ ἤδη καὶ τῶν σοφιστῶν τινες ἐνταῦθʼ ἥκοντες ἀπέβαλον τὴν ἰσχύν, σὺ μόνος μετὰ τῶν πόλεων τὴν γλῶτταν ἀμείνω πεποίηκας καὶ θεραπεύεις μὲν ἐκείνας ὡς ἀφεστηκὼς λόγων, λέγεις δὲ ὡς ἓν τοῦτο ἐργαζόμενος μόνον. καὶ τούτου γε αἴτιον ἡγοῦμαι τὸν οὐκ ἔτʼ ὄντα βασιλέα· ἐλογίζου γὰρ ὡς ἄτοπον, εἰ ὁ μὲν ἐν ταῖς ὑπὲρ ὅλης τῆς γῆς φροντίσιν εἴχετο τῶν βιβλίων, σὺ δʼ ἐκεῖνον θαυμάζων οὐκ εἰς ἔργον ἄξεις τὸν ἔπαινον. ἀλλʼ, ὦ ʼγαθέ, βιβλία μὲν ἐν χερσὶν ἀεὶ κείσθω, γενναῖα μέντοι καὶ σοφὰ καὶ πατέρων ἀγαθῶν· σὺ δʼ ἐπὶ φαῦλα καὶ ἄμορφα τὰ ἡμέτερα φέρῃ καὶ οὐ δέδοικας μή σε λαβόντα διαφθείρῃ. ἀλλʼ ὑπὲρ μὲν τούτων ἄμεινον βουλεύσῃ· τῆς δʼ εἰς τὸν ἑταῖρον προθυμίας τε καὶ σπουδῆς τίνα σοι μισθὸν ἑτοιμάσωμεν; χρήματα; ἀλλʼ οὐ θαυμάζεις χρυσίον θαυμάζων τὸν Περικλέα. ἀλλʼ ἐπαίνους; ἀλλʼ ἀπὸ παντὸς ὁμοίως σοι τοῦτό γε στόματος. ὅσων γὰρ ἂν νέος ὢν ἄρχοις, ἐπιμελὲς ἅπασιν ἀνερωτᾶν, ἐν ᾧ νῦν τὰ Πισιδῶν. εἶτʼ ἀκούοντες νόμους ἄρχοντος γνώμῃ βεβαιουμένους καὶ τὰ κείμενα ἀνιστάμενα κοινοὺς ἐπαίνους εἰς σέ τε καὶ τὸν δόντα τὴν ἀρχὴν ᾄδουσι. λείπεται δὴ θεοὺς αἰτεῖν διʼ ἀρχῶν εἰς γῆράς σε ἀφικέσθαι τηροῦντα τὴν ἐκ τῆς νεότητος ἀρξαμένην ἀρετήν.
Φουρτουνατιανῷ.
Οὐκ ἄδηλον ὅτου συμπονοῦντος καὶ πολλὰ μὲν λέγοντος, πλείω δὲ πράττοντος παρῆλθεν ἐκεῖνο τὸ νέφος. ἆθλος δή σοι δεύτερος οὑτοσὶ πρέπων οὐχ ἧττον ἢ ʼκεῖνος δέξασθαί τε τὸν καλὸν Φίλιππον εὐμενῶς διδάξαι τε τὸν γενναῖον Σαλούτιον, τίς τε ἁνὴρ κἀκ τίνων, καὶ περὶ τῶν ἐν τῇ ψυχῇ διηγήσασθαι πηγῶν, ἃς οὐκ ἔνεστί σοι μὴ θαυμάζειν ἔχοντι καὶ αὐτῷ παραπλησίας. οὕτω γὰρ παντοδαπὰ σμήνη λόγων ἐν σοὶ κατοικεῖ, ὥστʼ εἰ μὲν εἰς ῥήτορας ἡμῖν ὁ Φίλιππος ἐτέλει, κατʼ ἐκεῖνο ἄν σοι βοηθεῖν ἦν ἀνάγκη τῷ ῥήτορι τὸ καὶ σὲ ῥητορικῆς κεκτῆσθαι σθένος· ἐπεὶ δὲ ποιητῶν ὁ φίλτατός ἐστι ταῖς Μούσαις καὶ ὡς ἀληθῶς κλάδον εἴληφε παρʼ ἐκείνων, ταύτῃ πάλιν εἰς ἀνάγκην ἀφῖξαι τοῦ βοηθεῖν, ὅτι ποιητὴς ποιητῇ συμπνεύσεις. ἔστι δὲ καὶ τῶν πολλὰ τεθυκότων, ἡνίκα ἐξῆν, καὶ νῦν εἴληπται μέσος τῶν ὅτε ἔθυε λυπουμένων. καλὸν οὖν αὐτῷ καὶ διὰ ταῦτα ἀμύνειν, ὅπως μὴ χεῖρον πράξας ἡδονὴν ποιήσῃ τοῖς τῶν ἱερῶν ἐχθροῖς. τήν τε οὖν δίκην οἴκοι παρὰ σαυτῷ βασάνισον πάντα νόμον κινῶν καὶ τοῖς συνηγόροις οὓς ἂν ἕληται γενέσθω φανερὸν ὅτι παρὰ μὲν τούτου λήψονται μισθόν, σοὶ δὲ δώσουσι χάριν.
Σαλουτίῳ.
Ἀνεκτήσω με τοῖς γράμμασι κείμενον ἀπʼ ἐκείνης τῆς ἡμέρας, ἣν οὐκ ἄν σε δέοι διδάσκειν, ἀλλʼ αὐτὸς εἰκάζεις. ἔγνω δὲ τοῦτο καλῶς καὶ Πρίσκος ὁ καλός, ὃς εὑρὼν ἐοικότα με τοῖς ἰχθύσι τοῖς ἐπὶ τῆς ἠιόνος λειποψυχοῦσιν ἐπεχείρει μὲν ἀνιστάναι φάρμακα ἔχων ἐπὶ τὰ πάθη τῆς ψυχῆς οὐκ ἀσθενῆ, μικρὸν δὲ ἴσχυσεν ἐν πολλαῖς ἡμέραις. ἐλθούσης δέ σου τῆς ἐπιστολῆς οἴου σοι φησὶ ζῆν ἐκεῖνον εἰς τοῦτον βλέπων σωτῆρα μὲν ἐθνῶν, κηδεμόνα δὲ φίλων. καὶ ἐγὼ κατὰ μικρὸν ἐμαυτὸν ἐπειρώμην συναγείρειν διεσκεδασμένον τε καὶ ὄντα οὐδέν. εἰ δʼ ἀπὸ γραμμάτων μόνων τοσοῦτον ὑπῆρξεν ἡμῖν, πόσον τι οἴει γενήσεσθαι φανείσης τῆς ἱερᾶς κεφαλῆς; ἡ κεφαλὴ δέ με καὶ τοῦτο ἠδίκηκεν ἡ ἐμὴ μήτε ἥλιον ἀνεχομένη μήθʼ ὅσα ταλαιπωρεῖν ὁδοιποροῦντα ἀνάγκη, ὅτι ἃ ἐξῆν ἔχειν ἤδη δραμόντα, περιμένειν πεποίηκεν οἴκοι καθήμενον. εὖ γὰρ ἴσθι ὅτι, εἰ κύριος ἦν ἐλθεῖν, οὐδεὶς ἄν με τῶν πολλὰ ζεύγη κεκτημένων ἔφθη· τοσοῦτος ἔρως ἐγκατέσπαρται ταῖς ἁπάντων ψυχαῖς περὶ σὲ καὶ τὸ σὸν κάλλος, οὗ πᾶσα μὲν ἀπολέλαυκε πόλις, πᾶς δὲ οἶκος καὶ ἀνὴρ καὶ πρό γε πολλῶν ἐγώ. ὁ γὰρ Εὐάγριος ἄρχων Ὀλυμπίου μὲν βουληθέντος, ἐμοῦ δὲ φράσαντος, σοῦ δὲ δράσαντος, τιμὴ τοῦτο ἐμή. πῶς οὖν τοιαῦτα λαβὼν οὐκ ἐπέστελλον; οὐδὲν ποικίλον ἐρῶ, ἀλλʼ ᾐδούμην, ὦ ʼγαθέ, καὶ ὤκνουν, μὴ αὐτῷ τῷ τιμᾶσθαι δόξω θρασὺς γεγονέναι καὶ γραμμάτων ἄρχειν, ἐν οἷς ἀκολουθεῖν ἔδει. νῦν οὖν ἐπειδὴ γράφεις καὶ προτρέπεις, εἴσῃ Λυδὸν εἰς πεδίον προκαλούμενος. μᾶλλον δέ, τὴν ταχίστην ἡμῖν ἥκων ἄνελε τὴν τῶν γραμμάτων χρείαν τῇ συνουσίᾳ.
Ῥουφίνῳ.
Ἐγὼ καὶ Φίλιππος συμφοιτηταί, ἀλλʼ ἐγὼ μὲν πεζός, ὁ δὲ ὑπόπτερος, θρέμμα Μουσῶν, Ὁμήρου μιμητής. οὗτος ἕλκεται νῦν καὶ ὑβρίζεται, Διὸς ὄρνις ὑπὸ κολοιοῦ τινος. ἀλλʼ ὑμεῖς κωλύσατε μὴ γενέσθαι τοῦ ἀετοῦ τὸν κολοιὸν κρείττονα. δύναται δʼ ὁ μὲν φίλος σου παρὰ τῷ ἄρχοντι, σὺ δὲ παρὰ τούτῳ. νόμιζε δὴ καὶ ἐμὴν καὶ σαυτοῦ ζημίαν, εἴτε τι βλαβείη Φίλιππος εἴτʼ ἄλλῳ πρὸ ὑμῶν ἀπέλθοι χάριν εἰδώς.
Σαλουτίῳ.
Νῦν πλέον ἐπαινῶ τὸν ποιητὴν ἐκεῖνον, ὃς ἐν τῷ σκολίῳ μέγιστον τῶν ἀγαθῶν εἶναί φησι τὸ ὑγιαίνειν. ἔγωγέ τοι τοῦτο οὐκ ἔχων κάθημαι κεχηνώς, ὁπότε ἥξεις, καὶ ἀντὶ τοῦ τοῦ σώματος ἀπολαύειν ἤδη τοὺς ὡς σὲ τρέχοντας ἀριθμῶ μακαρίζων ἅμα καθάπερ οἱ ἐν δεσμωτηρίῳ διὰ μικρᾶς θυρίδος τοὺς παριόντας. εἶτʼ ἐπὶ μὲν τῶν δάκνομαι, δεῖ γὰρ τἀληθῆ λέγειν, τοῖς δὲ συγχαίρω κοινωνεῖν τρόπον τινὰ διʼ αὐτῶν τῆς ἑορτῆς ἡγούμενος· οἷόν τι καὶ τὸ νῦν. Εὐδαίμονος γὰρ τοῦ καλοῦ σοι συνεσομένου καὶ τὰ μὲν ἐρησομένου, τὰ δὲ ἀκουσομένου καί τι καὶ περὶ ἡμῶν ἐροῦντος οὐ πάντα τῶν λόγων ἐμαυτὸν ἀπεῖναι νομίζω, ὥσπερ οἱ τοὺς υἱεῖς πέμποντες ἐπὶ δεῖπνον, ὅταν αὐτοὶ μὴ δύνωνται τοῖς καλοῦσιν ὑπακοῦσαι, τῶν δαιτυμόνων καὶ πεπωκότων αὑτοὺς ἀριθμοῦσιν. ἀλλʼ, ὦ ἄριστε, παῦσόν με τοιούτοις ἐμαυτὸν παραμυθούμενον ἀποδοὺς τὰ μείζω καὶ τὴν εὐθυμίαν καθαράν. ἔστι δέ σοι φίλτρον παρʼ ἡμῖν, οἷον οὐκ ἄλλοθι, καίτοι πανταχοῦ μέγα, νικᾷ δὲ ὅμως τό γε ἐνθάδε· καὶ παρὰ τῶν ἀέρων δὲ ἴσως ἄν τι γένοιτο χρηστὸν εἰς τὸ σῶμα.
Τῷ αὐτῷ.
Ἓν ἐρώτημα πάντων ἡμῶν πρὸς ἅπαντας τοὺς ἐκεῖθεν ἰόντας, ὅπως ἔχει σοι τὸ σῶμα. οἱ δὲ ἃ βουλομένοις ἐστίν, ἀπαγγέλλουσιν, ὅτι πλησίον εἴης τοῦ ἄγαν ἐρρῶσθαι. τούτῳ μὲν οὖν εὖ μάλα εὐφραίνουσι, μίγνυται δέ τι καὶ ἀθυμίας, ὅταν σε φῶσιν ἡσυχίας ἐπιθυμεῖν· τουτὶ γάρ ἐστι σαφῶς οὑτωσὶ προδιδόναι τὰς πόλεις καὶ ἀποστερεῖν πατρός, ἐφʼ ὅν, εἴ τι καὶ πρόσθεν ἐλυποῦντο, κατέφευγον ὥσπερ νῆες εἰς ὅρμον ἀπὸ κυμάτων. ἐνθυμοῦ δὲ ὅτι πολλῶν εἰς αὐτὰς παρὰ τοῦ μεταστάντος γενομένων ἀγαθῶν μέγιστον ἐδόκει τὸ τὴν ἀρχήν, ἣν πλεῖστα θαυμάζειν ἔξεστιν, ὑπὸ τῆς σῆς ἡμερότητος εὐθύνεσθαι. καὶ νῦν οὐ μικρὸς τῷ βασιλεῖ κόσμος τὸ τὴν σὴν γνώμην ἐπὶ τῶν αὐτῶν τετηρηκέναι. ἢν οὖν ἐκεῖνος μὲν ἡμᾶς εὖ ποιῇ τά τε ἄλλα καὶ ταύτῃ, σὺ δὲ φεύγῃς τοὺς πόνους, ἐν οἷς ἐστι σωτηρία ταῖς πόλεσιν, ὅρα μὴ φιλοῦντας ἀνθρώπους εἰς κατηγορίαν κινήσῃς. γίνεται δὲ ὁ φιλῶν ἀδικούμενος ἑτέρου κατηγόρου πικρότερος. ἵνʼ οὖν μένωμεν ἐν τῷ περὶ σοῦ καὶ τῶν σῶν εὐφημεῖν, μένε καὶ αὐτὸς ἡμῖν ἐν τῇ προστασίᾳ καὶ μὴ δυοῖν παραμυθίαιν τὴν ἑτέραν ἀνέλῃς. ἡμᾶς γὰρ δύο κουφίζει, βασιλεύς τʼ ἀγαθὸς ἀντʼ ἀγαθοῦ καὶ ὕπαρχος ὅσπερ πρίν. σωζέσθω τοίνυν ἀμφότερα καὶ μετὰ τοῦ μείζονος ἔστω τὸ δεύτερον. ταῦτα, εἰ μὲν ἐξαπατώμεθα, βλάβην οὐκ ἂν ἐνέγκαι γεγραμμένα· ὄντων δὲ τῶν ἠγγελμένων ἀληθῶν ἴσως ἂν ὄνησιν ἐνέγκαι. Διόδοτος δὲ ὁ χρηστὸς ἐρεῖ πλείω τῶν γεγραμμένων· καὶ γὰρ ἐγὼ πρὸς αὐτὸν μακρότερα ὧν ἐπέσταλκα διῆλθον.
Θεμιστίῳ.
Ἔλαβόν σου τὸν λόγον, καλὸν ὑπὲρ ἀνδρὸς καλοῦ, συγχωρήσεις δὲ καλὸν εἶναι τὸν κοσμηθέντα τῷ λόγῳ. καὶ γὰρ εἰ τέθνηκεν, ἀλλʼ ἥ γε Ἀλήθεια ζῇ πολλῶν ψευδομένων στομάτων ἰσχυροτέρα. λαβὼν δὲ καὶ προσελόμενος Κέλσον εἰς τὴν τοῦ λόγου κρίσιν ἀνέγνων ἔτι ζῶντος τοῦ ἐπαινουμένου πηδῶν ἐφʼ ἑκάστῳ, ταὐτὰ δὲ ἡμῖν καὶ τὸν Κέλσον κατεῖχε, θεώμενος δὲ τὴν ἐφʼ ἑκάστῳ τέχνην καὶ τὸ καινὸν τῆς εὑρέσεως καὶ τὸ τρίπωλον ἅρμα δαιμόνων τὸ καλλιζυγὲς καὶ τὰς ἀνάγκας αἷς ἐδέθησαν καὶ τὰς τῶν ἐγκωμίων εἰσόδους καὶ τῆς λέξεως τὴν χάριν ἕτοιμος ἦν βιβλίον ὑπὲρ τοῦ βιβλίου ποιεῖν· τοσαῦτα ἐπέρρει τῆς τε ἀναγνώσεως χωρούσης καὶ ἀπιόντων ἤδη καὶ μάλιστά γε δὴ τῆς νυκτός· οὐ γὰρ εἴα καθεύδειν ὁ λόγος ἐνδιαιτώμενος τῇ ψυχῇ. μέλλοντος δέ μου τῆς γραφῆς ἅπτεσθαι φερόμενος ὁ τῆς σφαγῆς λόγος ἐνέπεσεν εἰς τὴν πόλιν, καὶ πάντα διεσκέδαστο καὶ ἓν ἠπιστάμην μόνον, δακρύειν. ὃ καὶ νῦν εὑρὼν ποιοῦντά με Κλέαρχος ἐπετίμησε μέν, οὐ μὴν ἔπαυσεν· οὐδὲ γὰρ οὐδʼ ἐγὼ τοὺς χαίροντας. μὴ τοίνυν θαύμαζε σιγῶντος· οὐ γὰρ τῶν πενθούντων τὸ λέγειν οὐδὲ τὸ γράφειν. τῆς λύπης δὲ εἰ μὲν ὁ χρόνος ἀπαλλαγὴν οἴσει, θεὸς οἶδε. σὺ δʼ εἰ πρεσβεύων ἀφῖξο, τάχʼ ἂν ἤρκεσας τῇ σαυτοῦ σοφίᾳ τὴν ἐμὴν ψυχὴν ἰώμενος, ἀλλʼ, οἶμαι, ἔφυγες ἄνδρα ἀτυχοῦντα. καὶ περὶ Κλεάρχου μὲν ὡς ἐρῶντος γράφεις καὶ φῂς αὐτῷ πρὸ τῆς πρεσβείας εἶναι τοὐμόν· σὺ δʼ οὔθʼ ὡς ἐρῶν οὔθʼ ὡς ἐρασθείς ποτε ἦλθες. καίτοι τὴν βουλὴν ἀμήχανον τὴν σὴν ὑπερβῆναι πειθώ, διʼ ἣν πλείω γεωργεῖ καὶ γεγένηται μείζων, ἀλλʼ, οἶμαι, ἐξωμόσω· χρῆν γάρ με καὶ ταύτῃ κακῶς παθεῖν.
Σκυλακίῳ.
Οἶμαι καὶ σὲ πεπλῆχθαι τὴν ψυχήν, ὥσπερ ἡμεῖς· τῶν τε γὰρ αὐτῶν ἐτυγχάνομεν ἐρῶντες καὶ τῶν αὐτῶν ἐστερήμεθα, ἀνδρὸς ἑταίρου τε καὶ φίλου. εἰ δὲ βασιλέα προσεῖπον ἑταῖρον, δεινὸν οὐδέν· αὐτὸς γὰρ ἡμᾶς οὕτω κέκληκε φθάσας καὶ τὸν ἐκείνου βεβαιοῦμεν ἐν τῷ ὀνόματι νόμον. πάντων δὲ ὄντων μοι τῶν τότε ἡδονῆς ἀξίων μέγιστον ἦν ἡ σὴ φιλία γενομένη τε ὁμοῦ καὶ εἰς ἀκμὴν ἐλθοῦσα, πρότερον οὐκ οἶδʼ ὅπως οὐκ ἐθελήσασα γενέσθαι, πλὴν εἰ τοῦτο εἴποις, ὅτι μοι τὸν χρόνον ἐκεῖνον ὑπερβολὰς ἀγαθῶν ἐνεγκεῖν ἔδει. ἀναμιμνήσκου γάρ, ὅσα τε ἐσπουδάσαμεν ὅσα τε ἐπαίσαμεν ἐμμελῶς τούς τι οἰομένους εἶναι καταλύοντες ἐλέγχοις καὶ ποθοῦντες ἑσπέραν καὶ θέοντες ἐπὶ τὴν συνουσίαν, ἐν ᾗ βραχέα μὲν ἔλεγον, πλείω δὲ ἤκουον. ἔρρεον δὲ ἐκ τοῦ σοῦ στόματος οἱ λόγοι τῶν τοῦ Νέστορος οὐ χείρους, οὓς ὁ δεξάμενος εἰς φρόνησιν ἐπιδοὺς ἀπῄει. διὰ δὴ ταῦτα πάντα, ὥσπερ αὐτὸς ἐκεῖνος ὁ Πύλιος, τὴν ἀκμὴν ποθῶ τῶν χρόνων ἐκείνων. ἀλλʼ οὔπως ἅμα πάντα. εἰ τότε εὐτύχουν, νῦν αὖτέ με γῆρας ἱκάνει, λύπης ἔργον μᾶλλον ἢ πλήθους ἐτῶν. παραμυθήσομαι δʼ οὖν ἐμαυτὸν οἷς τε ἐπιστέλλω πρὸς σὲ τοῖς τε ἥξουσι παρὰ σοῦ. πρώτην δὲ Ἕλληνι διʼ ἀνδρὸς Ἕλληνος πέμπων ἐπιστολὴν ἴσως οὐκ ἀδικῶ, τῷ δὲ οὐχ Ἕλληνι μόνον, ἀλλὰ καὶ χρηστῷ συμβέβηκεν εἶναι. προσερεῖ δέ τις αὐτὸν καὶ εὐδαίμονα, τῆς σῆς εἰ τύχοι προνοίας. τεύξεται δὲ καὶ διὰ τὸν τρόπον καὶ τοῦ γένους ἕνεκα καὶ τῶν γραμμάτων καὶ τῆς γε αἰτίας καθʼ ἣν ἥκει. νόμους γὰρ ἐκ Φοινίκης κτησάμενος εἰς τὴν Ἑλλάδα κομίσαι βούλεται τοῖς ἀδικουμένοις λιμένα.
Ἐλπιδίῳ.
Φίλου σοι παῖς Ὀλύμπιος οὗτος Ἀστερίου τοῦ σώφρονός τε καὶ τῆς περὶ τοὺς θεοὺς ἐπιμελείας οὐ παρέργως ἁψαμένου. ἔστι δὲ κατὰ τὴν παροιμίαν ἀκριβῶς τοῦ πατρὸς υἱός. ἐφʼ οἷς γὰρ ἐκεῖνον ἐπαινούμενον οἶδεν, ἀσκεῖ. μιμεῖται δὲ κἀν τούτῳ τὸν πατέρα φιλῶν τε σὲ καὶ φιλοῦντος τυγχάνειν ἐπιθυμῶν. ἐπεὶ οὖν οὗ κύριός ἐστι πληροῖ καὶ φιλεῖ, μηδὲ τῶν σῶν ἀποστερείσθω, ἀλλʼ αὐτός τε γνώτω καὶ οἱ κοινωνοὶ τῆς πρεσβείας ὅτι αὐτὸν ὤνησε καὶ ὁ τρόπος καὶ ὁ πατὴρ καὶ τὰ γράμματα.
Τῷ αὐτῷ.
Σάλβιος δὲ οὑτοσὶ νῦν, εἰ καὶ μὴ πρότερον, γενέσθω σοι φίλος, ἀνὴρ πολλὰ μὲν οὐκ εἰδὼς λέγειν, ὅ τι δὲ φθέγξαιτο, φθεγγόμενος μετὰ νοῦ, μισεῖν δὲ εἰδὼς οὐχ ἧττον ἢ φιλεῖν· πολεμῶν γὰρ τοῖς κακοῖς μετὰ τῶν ἀγαθῶν ἵσταται. τὸ κρατεῖν δὲ αὐτῷ τὰ βεβιωμένα δίδωσιν εὐποροῦντι μὲν ἀπὸ γῆς καὶ τῶν ἄλλων προσόδων, ὅσαι καλαί, σωφροσύνην δὲ ἐξ ἀρχῆς τετιμηκότι καὶ διατηρήσαντι τὸν νόμον. οὔκουν ἐν ταῖς μάχαις ἐστὶν ὅτῳ ἂν τρωθῇ, ἀλλʼ ἔχων ἀφεῖναι βέλη παρʼ ἄλλου βέλος οὐ δέδοικεν. ἠγώνισται δὲ αὐτῷ πολλὰ μὲν ὑπὲρ Ὀλυμπίου καὶ τῶν ἐκείνῳ συμφερόντων, πλείω δὲ ὑπὲρ ἐμοῦ καὶ τῶν ἐμῶν πραγμάτων. οἶμαι δὲ αὐτὸν καὶ παρʼ ὑμῖν ὑπὲρ τῶν αὐτῶν ἀγωνιεῖσθαι πάλιν πρὸς τοὺς ἀντʼ εὐεργεσίης Ἀγαμέμνονα δήσαντας Ἀχαιούς. δεόμεθα δή σου τοῦ Αἴαντος μεταδοῦναί τε αὐτῷ τῆς ἀσπίδος καὶ βοηθῆσαι τὰ εἰκότα. πάντως δὲ πολλῶν πολέμων ἔμπειρος εἶ κατὰ τὸν Ζευξιδάμου καὶ ἔχοις ἂν ὥσπερ ὁ Ἕκτωρ λέγειν· οἶδʼ ἐπὶ δεξιά, οἶδʼ ἐπʼ ἀριστερά.
Φιλαγρίῳ.
Ὅτι μὲν ἀπεσώθης, καλῶς ποιεῖς· ἔδει μέντοι σε τὸ τῶν χαιρόντων δρῶντα τοῖς φίλοις ἐπιστέλλειν διδάσκοντα, ἡλίκον διέφυγες κλύδωνα. ἀλλʼ, οἶμαι, καταφρονεῖς ἡμῶν ἅτε τὸν πόλεμον ἐν γράμμασιν ἔχων εἰδὼς ὅτι σου δεῖσθαι δεήσει τοὺς σοφιστάς, οἷς ἔρως εἰπεῖν τι περὶ τῶν πεπραγμένων. ἀκούω γάρ σε τὸ ἀεὶ γινόμενον γραφόμενον σκέπτεσθαι χωρίων τε φύσεις καὶ μέτρα πόλεων καὶ ὕψος φρουρίων καὶ ποταμῶν πλάτος καὶ ὅσα δρᾶσαί τε καὶ παθεῖν συνέβη. ἀλλʼ εἰ μὲν ἡμῖν χαριζόμενος τοῦτο ἐποίεις, τῆς αὐτῆς ἦν δήπου γνώμης καὶ τὸ ἐπιστεῖλαι· εἰ δὲ σαυτῷ καὶ τοῖς συστρατευσαμένοις, ἡμᾶς γʼ ἐχρῆν ἐξ ἐπιστολῆς εὐφρᾶναι. ἃ μέντοι φρονῶ περὶ τῶν γεγραμμένων, σοὶ φράσω. οὐ μᾶλλον ἐγὼ σοῦ δεήσομαι ἀναγινώσκειν ἢ ἐμοῦ σὺ τὰ ὦτά με παρασχεῖν. σὺ μὲν γὰρ ἐμὲ διδάξεις ἔργα γυμνά, ἐγὼ δὲ αὐτὰ τοῖς ἐκ τῶν λόγων ἐσθήμασιν ἀμφιέσω. βούλοιο δʼ ἂν κοσμηθῆναι τὰς πράξεις, ὥσπερ ἐγὼ μὴ ἀγνοῆσαι τὰ ἔργα. ἀλλʼ ἐν μὲν ἐκείνοις τὸ μὲν δώσεις, τὸ δὲ κερδανεῖς· ἕως δʼ ἂν ἀπῇς, χαρίζου διʼ ὧν ἔξεστι τοῖς ἀποῦσιν, ἄλλως θʼ ὅτε σοι καὶ βέλτιον μηνύειν ἔνι βασιλέως περὶ πάντα τε ἀρετὴν καὶ πρὸς σέ τινα χρηστότητα. θαυμαστὸν δὲ οὐδὲν διακόνῳ βελτίστῳ τὸν οὐκ ἂν πονηροῖς χρησάμενον χαίρειν. τοῦ τε οὖν γράφειν ἔχου καὶ Σάλβιον ὄντα μου φίλον καὶ σαυτοῦ νόμιζε· ὃς ἐνοχλήσει μέν σε οὐδέν, ἐπίσταται δὲ μεμνῆσθαι χάριτος.
Καισαρίῳ.
Ἀλλὰ καὶ τοῦτον μέντοι σαυτοῦ νόμισον τὸν ἆθλον καὶ μὴ δυσχέραινε τὸ τῆς διακονίας εἶδος ἐνθυμούμενος ὅτι καὶ τῶν ἵππων μάλιστα ἐπαινοῦμεν τὸν νῦν μὲν ὑπὸ ζυγόν, πάλιν δὲ σειραῖον τὸ αὑτοῦ καλῶς πληροῦντα. ἀλλʼ οὐδʼ ὁ νησιώτης ἐκεῖνος, ὁ τῶν Κεφαλλήνων ἡγεμών, μόνον ἠπίστατο πολλὰ τοξεύειν καὶ ὁπλιτεύειν, ἀλλὰ καὶ κυβερνᾶν, καὶ τέκτων δὲ ἦν καὶ παλαιστὴς καὶ ὅλως ἁνὴρ ἔγεμε τεχνῶν. γίγνου δὴ καὶ αὐτὸς ἡμῖν τῶν ἐκ τοῦ πολλοῖς ἀρκεῖν ἔργοις θαυμαζομένων. αἱ μὲν γὰρ ἀρχαὶ διὰ πάσης ᾄδονται γῆς καὶ οὐδεὶς οὕτως ἄτοπος ὥστε μὴ ταὐτὰ ψηφίζεσθαι. τὸ παρὸν δὲ οὐκ ἂν οἴονταί τινες πραχθῆναι καλῶς ὡς οὐδαμῆ μελετηθέν. ἐγὼ δὲ πιστεύω καὶ τὸ τοῦ Θεμιστοκλέους ἐν σοὶ φανεῖσθαι καὶ δείξειν φύσεως ἰσχύν. δεῖ δή σε νῦν, εἴπερ ποτέ, ἐγρηγορέναι καὶ σκοπεῖν, ὅπως ὁ κεκληκὼς εὖ βεβουλεῦσθαι δόξει. ὀφείλεις δὲ ταύτην τῷ τετιμηκότι τὴν χάριν, ὅπερ ἐνομίσθης καὶ φαίνεσθαι. ἔδοξας δὲ οὐ μόνον καλὸς κἀγαθός, ἀλλὰ καὶ τὸ νῦν οὐκ ἂν χεῖρον τῶν πρόσθεν μεταχειρίσαι. ἐννόει δή μοι τοὺς Πλαταιέας ἐκείνους τοὺς οὐ ναυτιάσαντας ἐν τῇ ναυμαχίᾳ καὶ ταῦτα ἐξ ἠπείρου μέσης εἰς κώπην τε καὶ τριήρεις ἥκοντας. ἐπειδὴ γὰρ ἀνάγκη τοὺς μὲν ἐπαινεῖν τὴν γνώμην, ἔστι δὲ οὓς οὐχ οὕτως ἔχειν, τῇ τῶν ἔργων μαρτυρίᾳ τοῖς μὲν ἡσθῆναι δίδου, τοὺς δὲ μετάπεισον, ὥστε πανταχόθεν εὐδοκιμεῖν ὑπάρχειν τῷ βασιλεῖ. ταῦτα εἶπον οὐκ ἀργὸν κινῶν, ἀλλʼ ὡρμημένον κρείττω ποιῶν. σὺ δʼ ἀντεπιστέλλων μὲν χαριῇ, μὴ δυνάμενος δὲ οὐ λυπήσεις. ἴσμεν γὰρ ἐπὶ τὸν τῶν πραττομένων ὄχλον τὴν αἰτίαν μεταφέρειν.
Φουρτουνατιανῷ.
Ἡγούμενος Στρατήγιος οὐ χείρω τῆς οἰκείας τὴν ξένην ἕξειν, εἰ τῆς σῆς αὑτῷ γένοιτο βοηθείας ἀπολαύειν, ἐκέλευέ με γράφειν. ἐγὼ δὲ τίς μὲν οὗτος τὸν τρόπον καὶ ἐν ὅτῳ σχήματι καὶ τίνων ἠξίωται παρʼ ἡμῖν, οὐκ ἂν λέγοιμι, τὸν γὰρ εἰδότα διδάσκοιμʼ ἄν· δέομαι δέ σου φοιτῶντά τε αὐτὸν ὡς σὲ δέχεσθαι ὡς προθυμότατα καὶ βουλευομένῳ συμβουλεύειν κἂν ἀντιπέσῃ τι, παραμυθεῖσθαι, κἂν εὐτυχεῖν συμβῇ, συγχαίρειν. οἱ μὲν γὰρ ἄλλοι ταῖς παρʼ ἄλλων ἐλπίσι θαρροῦσιν· ὁ δʼ εἰς σὲ βλέπων ἀφῖκται νομίζων ἐκείνοις μὲν δεήσειν ἴσως κολακείας, αὑτῷ δʼ ἔσεσθαι μετʼ ἐλευθερίας εὖ παθεῖν. ἔργα δὲ αὐτῷ τῆς πρεσβείας δύο, στεφανῶσαί τε τὴν θείαν κεφαλὴν καὶ τὸν ἀποκναίοντα μακρολογίᾳ τοὺς ἀκούοντας ταράξαι τε, εἴ τι δύναιτο, ἐν τοῖς λόγοις καὶ τὰ ἄλλα πλῆξαι. οἶσθα δὲ ὅτι σοί τε καὶ ἐμοὶ δίκας ὁ δυσσεβὴς ἐκεῖνος ὀφείλει· φαίην δʼ ἂν ὅτι καὶ τῇ πόλει καὶ πᾶσιν ἀνθρώποις. ὃν εἰκὸς οὐδὲ νῦν ἡσυχάσειν. ἔχει δέ, ὡς οἴεται, μάχαιραν τὸν ἐπιστήμονα τῶν πονηρῶν φαρμάκων καὶ οὐκ αἰσχύνεται διὰ τῶν αὑτοῦ ταπεινοτέρων ἀξιῶν δύνασθαι, καὶ ταῦτα ἀεὶ τῷ μὴ δεῖσθαι προστάτου σεμνυνόμενος. ἀλλʼ ἢν σύ τε σαυτὸν ἐπεγείρῃς καὶ πεισθῇ Στρατήγιος ὡς οὐκ ἄνευ τῆς Ἀθηνᾶς μαχεῖται, τάχα γνωσθεὶς ὅστις ἐστὶν ἐπάνεισιν.
Κλαυδιανῷ.
Ἀλλʼ, εἰ δεῖ δόξαι τὴν μίαν ταύτην ἐπιστολὴν τρεῖς εἶναι, δοκείτω, καὶ τὸ τοῦ Γηρυόνος δεδόσθω τοῖς γράμμασι. καὶ διάκονος κατηγορείσθω μηδεὶς οὔτε λαβὼν οὔτε δούς. σὺ δʼ αἰσχυνθεὶς ἀπολογήσασθαι διʼ ὧν ἐγὼ μέλλω τὴν τῶν πολλῶν ἦλθες καὶ περιάπτεις διακόνοις αἰτίας διακόνους τινὰς, ἀναπλάσας πονηρούς. ἐγὼ δὲ τί λέγω; καὶ τίς ἡ τῆς γραφῆς λύσις; πολλαὶ πολλαχόθεν ἀσχολίαι πρὸς ταῖς ἀπὸ τῆς τέχνης ἕλκει πρὸς ἑαυτὴν ἑκάστη, πολῖται, ξένοι, συγγενῶν πλῆθος. καὶ δεῖ τοῖς μὲν ὑπακούειν, τοῖς δὲ ἄρχουσι παρακαθῆσθαι καιρὸν ἀναμένοντας, ἐν ᾧ καὶ δύναιτʼ ἄν τις πεῖσαι περὶ ὧν εἰσῆλθεν. εἶθʼ ὑπὸ τούτων περικλυζόμενοι ζητεῖν οὐκ ἐώμεθα, τίς ἐπὶ Θρᾴκης βαδίζει καὶ τίς ὄψεται Κλαυδιανόν, ἀλλʼ οὔπω τῶν προτέρων τέλος ἐχόντων ἑτέρων φροντίδων ἐπεισέρχονται πόνοι. ταῦτʼ ἐν ἐπιστολαῖς οὐκ ἐᾷ διατρίβειν. οὐ μὴν ὥσπερ κεκωλύμεθα γράφειν, οὕτω καὶ μεμνῆσθαι τῶν φίλων, ἀλλὰ καὶ πᾶσα ἀνάγκη μεμνῆσθαι Κλαυδιανοῦ. ὅταν γὰρ ὑπὸ τῶν φασκόντων φιλεῖν ἀδικώμεθα, πολὺ δὲ τοῦτο τῇδε, τῶν ἀληθινῶν εἰς μνήμην ἐρχόμεθα φίλων, ὥσθʼ ἡμῖν τὴν ψυχὴν ἀναγκαίως εἰς Θρᾴκην καὶ τὰ τῆς Θρᾴκης βλέπειν καλά. τούτοις ἔδει καὶ τὴν σὴν ἀπολογίαν ἐοικέναι. πάντως δέ εἰσι μέν σοι πολῖται καὶ συγγενεῖς, εἰσὶ δέ σοι παρὰ τοῖς ἄρχουσι τιμαί· τίκτειν δὲ εἰώθασιν αἱ τιμαὶ τοὺς ἐνοχλοῦντας.
Παλλαδίῳ.
Καλῶς ἐποίησας Πινδάρῳ πεισθεὶς καὶ πρόσωπον τηλαυγὲς τῇ ἀρχῇ θέμενος. βεβόηται γάρ, μεθʼ οἵων ἔργων ἥψω τῶν ὅρων. ἃ εἰ μὲν πρὸς ἄλλον ἐπέστελλον περὶ σοῦ, διηγούμην ἄν· σοὶ δὲ τί ἄν τις ἃ οἶσθα καὶ πεποίηκας λέγοι; σκόπει οὖν, ὅπως ἀεὶ τὰ δεύτερα ἔσται βελτίω. τοιοῦτοι γὰρ καὶ οἱ τῶν δρομέων ἀγαθοί. τουτὶ μὲν οὖν ἔσται τοιοῦτον, ὑπισχνεῖται γὰρ ἥ τε παίδευσις ἣν ἐπαιδεύθης ἥ τε τῆς δικαιοσύνης ἄσκησις ἅ τε ἐπεδείξατο περὶ Καππαδόκας ὁ ἀδελφός· εἰ γὰρ ἀνεψιὸς ἀνεψιὸν ἐμιμήσατο, Θησεὺς Ἡρακλέα, τὸ γένος αἰδούμενος, πῶς οὐ μᾶλλόν γε ἀδελφὸς ἀδελφόν; Διονύσιον δὲ ζητήσας εὐθὺς ἐμὲ μὲν ἐτίμησας, ἐκεῖνον δὲ ὤνησας. καὶ γὰρ εἰ μὴ παραχρῆμα ὑπήκουσεν, ἀλλʼ οἵ γε ἀκούσαντες ὅτι ζητοῖτο τοῦ τε βλάπτειν αὐτόν, ὡς εἰκός, ἀπέσχοντο καί τι καὶ εὖ πεποιήκασιν. ἴσως δὲ ἐγὼ μὲν ὡς οὔπω πεφηνότος γράφω, ὁ δὲ σοὶ καὶ παρέστηκε καὶ ἀγορεύει καὶ γέγονε μέγας· εἰ δʼ οὖν ἔτι γεωργεῖ καὶ φεύγει τὰς ἀγοράς, καλείσθω μέν, ὥσπερ οἱ κακοῦργοι, γράμμασι, φανεὶς δὲ ὧν τὸν χρηστὸν εἰκὸς τυγχανέτω.
Μαξίμῳ.
Οἱ πρέσβεις οἱ παρʼ ὑμῶν χρυσοῦν μὲν στέφανον κεκομίκασι τῷ βασιλεῖ, σοὶ δὲ τὸν ἀπὸ τῶν ἐπαίνων ἀπόντι περιέθηκαν, οὓς πολλοὺς μὲν παρὰ τοῖς πολλοῖς, πλείους δὲ παρὰ τοῖς ἐν τέλει, πλείστους δὲ διεξῆλθον παρʼ αὐτῷ τῷ βασιλεῖ. πόνου δὲ οὐδὲν ἔδει πρὸς τὸ πιστευθῆναι, καλὸν γὰρ οὐδὲν κατὰ σοῦ λεγόμενον ἀπιστεῖται· τοιαῦτά σου τὰ ἔργα ἀπὸ γραμμῆς εὐθὺς διʼ ὁμοίας ἀρετῆς προϊόντα. ἐμὲ δὲ παρακαλέσας τε καὶ οὐ παρακαλέσας ὀρθῶς ἐποίησας· τὸ μὲν γὰρ ἔπρεπε σοί, τὸ δὲ ἐμοί. πᾶσα μέντοι βοήθεια συκίνη, φασίν. οὐδὲ γὰρ δακρύοντες οἱ πρέσβεις καὶ προκυλινδούμενοι, καίτοι ταῦτα μέγιστα εἰς πειθὼ καὶ μείζω γε τῶν παρὰ τοῦ δεῖνος ῥημάτων, οἷοί τε ἐγένοντο μεταθεῖναι περὶ ὧν ἐδέοντο· οὕτω πανταχοῦ τὸ τῆς ἐξετάσεως τετίμηται. γνώσῃ δʼ αὐτίκα.
Εὐαγόρᾳ.
Καὶ τοῖς γράμμασιν εὔφρανας καὶ διʼ οὗ τὰ γράμματα ἔπεμψας, χρηστοῦ τε καὶ ἀνδρείου καὶ φιλεῖν εἰδότος καὶ λέγειν καὶ πράττειν. ἐγὼ δὲ αὐτὸν οὐκ ἠρόμην, εἰ κρατοῖς, ἀλλʼ εὖ τοῦτο ἔφην εἰδέναι, ὅτι κρατοῖς· μεθʼ ὧν γὰρ ἡ Ἀθηνᾶ, τούτων εἶναι δεῖ τὸ νικᾶν. ἔχου δὴ τῆς θεοῦ καὶ ἀγωνίζου, καὶ τὸ Ἴλιον αἱρήσεις.
Ὑπερεχίῳ.
Οὐδέν σε δεῖ νῦν ἀθυμεῖν, ὅτι μή σοι τὸν Μίδου, τοῦ ὑμετέρου προγόνου, δέδωκεν ἡ Τύχη χρυσόν, ὥστʼ ἐξεῖναι, ὅ τι ἂν ἐθέλῃς, ὠνεῖσθαι πολλὴν τῶν μικρῶν ἐξ ἀφθόνων διδόντα τιμήν. οὐ γὰρ τῶν πρίασθαι δυναμένων τὸ ἄρχειν, ἀλλὰ τῶν δυναμένων ἄρχειν τὸ τῶν πόλεων ἐπιστατεῖν. εἰ μὲν οὖν μηδέν σοι συνῄδειν χρηστόν, ἤλγουν ἂν ὡς οὐκ ὂν τῷ τοιούτῳ πρὸς τὰ τοιαῦτα παρελθεῖν· νῦν δέ—νοῦς γὰρ ἔστι σοι καὶ γλῶττα ἀγαθὴ καὶ οὐκ ἂν εἰς πλῆθος πραγμάτων ἐμπεσὼν θορυβοῖο—πολλὰς ἐλπίδας ἔχω τάξεώς σέ τινος καὶ σχήματος ἐπιβήσεσθαι. δεῖ δὲ μὴ τὰ μέγιστα εὐθὺς ζητεῖν μηδʼ ἐν πίθῳ τὴν κεραμείαν, φασίν, ἀλλὰ κἂν μικρὰ διδῷ τις, δέχεσθαι μεθʼ ἡδονῆς νομίζοντα ἀφορμὴν ἔσεσθαι τοῖς μεγάλοις τὰ μικρά. ἡ γὰρ ἐν ταῖς ἐλάττοσι τῶν τεχνῶν ἐπίδειξις ταχέως ἀνέῳξε τὰς τῶν λαμπροτέρων θύρας. ὑπὲρ δὲ τούτων λόγοι τέ μοι γεγένηνται πρὸς τὸν ἄριστον Καισάριον καὶ γράμματα πρὸς τὸν αὐτὸν φέρεται. ἃ σὺ δὴ λαβὼν αἰδοῦ καὶ πειρῶ φαίνεσθαι φρόνησιν ἔχων, ἡνίκα ἄν σε δοκιμάζῃ. δεινὸς δὲ ἁνὴρ ἐξ ὄνυχος τὸν λέοντα. ἐγὼ μὲν οὖν ὁ αὐτός εἰμι φησὶ Περικλῆς· σὺ δʼ οὐ παύσῃ μεταβολὴν ὑφορώμενος;
Λεοντίῳ.
Βάσσος οὑτοσὶ κηδεστής του ἑταίρων ἐμῶν, Θαλάσσιος δὲ ἄλλως μοι φίλος, ἄμφω δὲ χρηστὼ καὶ προνοίας ἀξίω. σὺ μὲν οὖν αὐτοὺς ἀπαίτει τὰ ἔργα καὶ οὐκ ἀργοὺς εὑρήσεις· ἐγὼ δέ σε εὔνοιαν τὴν πρὸς αὐτοὺς ἀπαιτῶ καὶ ἴσως οὐκ ἀτυχήσω. τούτοις μὲν οὖν δέδοκται πάντα εἴκειν καὶ πρὸς σὲ βλέπειν καὶ τοῖς σοῖς ἀκολουθεῖν νεύμασι· δοξάτω δὲ καὶ σοὶ λευκὰς αὐτοῖν ἡμέρας ποιεῖν, μᾶλλον δέ, πάντα τὸν ἐνιαυτὸν ἔγκαρπον, ὅπως μὴ μόνον πονήσαντες, ἀλλά τι καὶ φέροντες τοῖς παιδίοις φανῶσι.
Καισαρίῳ.
Αἰσθόμενός σε τοῖς παρʼ ἐμοῦ γράμμασιν ἡδόμενον καὶ διὰ τοῦτο τὰ πολλὰ ὀλίγα ἡγούμενον ὥρμησα μὲν καὶ πρὸς παρόντα γράφειν, ὅπως σε ἡδίω ποιοίην· ὁρῶν δὲ πολλαχόθεν μὲν ἐρχομένας παρὰ τῶν φίλων ἐπιστολάς, ἐκκρουομένας δὲ τῷ πλήθει τῶν πραγμάτων καὶ χρόνον αὐταῖς εἰς ἀνάγνωσιν οὐκ ὄντα καλῶς ἔχειν ᾠήθην μὴ προστιθέναι τῷ φορτίῳ μηδὲ γλαῦκα Ἀθηναίοις. ἀλλὰ νῦν οὐκ ἐνῆν μοι μὴ γράφειν ἢ πᾶσα ἦν ἀνάγκη προδιδόναι φίλον. ὑπὲρ οὗ πολλά σοι διαλεχθεὶς μικρὰ ἐπιστέλλω νῦν, ὡς ἂν μὴ καταβοῷεν οἱ περιεστηκότες, ἡνίκα ἂν λαμβάνῃς τὴν ἐπιστολήν, ὃ ἐγὼ πεποίηκα πολλάκις ἑσπέρας. Ὑπερέχιος οὑτοσὶ καὶ γένους ἕνεκα καὶ τοῦ πρὸς λόγους εὖ πεφυκέναι καὶ βίου σώφρονος καὶ τοῦ τὰ γέροντος ἐν νεότητι μιμεῖσθαι σπουδῆς τε καὶ φίλτρου παρʼ ἡμῶν ἔτυχε πλείονος ἢ κατὰ φοιτητήν. καὶ συνέβη δὴ πολλὰ μὲν ἡμᾶς ὑπὸ τῶν τοῦδε γονέων θεραπευθῆναι, πολλὰ δὲ παρὰ τῆς ἡμετέρας οἰκίας εἰς αὐτοὺς πεπονῆσθαι, καὶ ὅλως τὰ συγγενῶν εἰς ἀλλήλους ἐπιδεδείγμεθα. χαίρω δὲ νικῶν αὐτοὺς εὖ ποιῶν καὶ χρόνον οὐδένα διαλείπων νῦν οἶμαι τὰ μέγιστα εὐεργετήσειν, ἢν σὺ βουληθῇς. ἔστι γὰρ ἐπιτήδειος ἁνὴρ πράγμασι χρῆσθαι· νοῦς τε γὰρ ἔνεστι καὶ ἡ γλῶττα θεῖ καὶ πλοῦτος πατρῷος καὶ τὸ μὴ κερδαίνειν κακῶς ἐκ παιδὸς μεμελέτηται. τὸν δὴ τοιοῦτον οὐκ ἂν βουλοίμην ἵππους καὶ κύνας ἐπελαύνειν θηρίοις οὐδʼ ἄχρι τοῦ λαγὼν κομίζειν εὐφραίνειν τὴν μητέρα, ἀλλʼ ἐκ μειζόνων ἐμέ τε κοσμεῖν καὶ τὴν αὑτοῦ πατρίδα καὶ τὸν ἐπιστήσαντα τοῖς κοινοῖς πράγμασι σέ. ἐνθυμοῦ δὲ ὅτι τοὺς μὲν ἄρξαντας αὖθις εἰς ἀρχὰς ἄγων τοῖς πρώτοις δοῦσιν ἀρχὰς περιάπτεις εὔκλειαν ὡς καλῶς ἰδοῦσιν, οἷς δοῦναι χρή, πώλους δὲ αὐτὸς εἰς ἅρμα τε καὶ ἱππόδρομον ἕλκων τὰ σὰ δώσεις καθαρῶς ᾄδεσθαι. δείκνυ δὴ τὸν Ὑπερέχιον ἐν ἄθλοις καὶ δίδου χάριν, ἐφʼ ᾗ νῦν μὲν αὐτὸς ἡσθήσομαι, τῶν ἔργων δὲ πραττομένων καὶ σύ. καὶ μὴ δείσῃς ὡς τὸ τῶν πρώτων τυχεῖν πείσει καὶ περὶ δευτέρων ἐνοχλεῖν. ἐν γὰρ τῷ χάριν εἰδέναι διατρίψομεν ἀφέντες τὰ λοιπὰ τῇ Τύχῃ.
Τῷ αὐτῷ.
Ἀλβάνιος, ᾧ βοηθεῖν βούλεται τὰ γράμματα, Ἀγησιλάου μὲν παῖς, ἀδελφὸς δὲ Στρατηγίου τοῦ μετὰ Βοσπορίου δεῦρο πεπρεσβευκότος, μαθητὴς δὲ ἀκριβῶς ἐμὸς οὔτε παρʼ ἄλλου πρὸς ἡμετέραν ἐλθὼν συνουσίαν οὔτε μεθʼ ἡμᾶς ἄλλῳ χρησάμενος. καὶ εἰ μὴ κλάουσα καὶ δεομένη μήτηρ πρὶν ἢ καιρὸν εἶναι τῶν πόνων τόνδε ἀπήγαγε, νῦν ἂν ἔπραττεν ὅπερ ἐγώ. ἀλλὰ τοῦ μὲν ἀφειλκύσθη, πολιτεύεται δὲ μετʼ ἀνδρίας καὶ δικαιοσύνης οὔτε πτήσσων οὔτε ἁρπάζων. τοῦτον ἐγὼ βουλοίμην ἄν, ἡνίκα ἂν φαίνηται, τυγχάνειν τινὸς ἐπιεικοῦς ῥήματος, ὃ τῇ μὲν σῇ πρέπει φύσει, τῷ δὲ ἔσται μεῖζον τῆς ἐν Ἄργει, φασίν, ἀσπίδος καὶ ἅμα παράκλησις εἰς τὸ βελτίω γενέσθαι. οἱ γὰρ τοιοῦτοι παρὰ τῶν τοιούτων πρὸς τοὺς τηλικούτους λόγοι κινοῦσι ψυχὰς νέων εἰς ἔργα ἐπαίνων ἄξια.
Ὀλυμπίῳ.
Ὁ πρὸς σὲ τὰ γράμματα παρʼ ἐμοῦ φέρων πρὸς ἐμὲ στρατιώτην ἤγαγεν, ὃν ἀγρῶν τε ἔφασκεν ἐπιμελεῖσθαί σοι καὶ βοηθείας ἄξιον εἶναι καὶ εἶναι σὲ τὸν ταῦτα βουλόμενον. ἐγὼ δʼ εὐθύς τε ὑπήκουσα καὶ τοῖς λυποῦσι διελέχθην καὶ μηκέτι λυπεῖν ἔπεισα, καὶ τἄλλα δὲ συλλήψομαι τῷ στρατιώτῃ τοὺς τὰ σὰ θεραπεύοντας ἡγούμενος τἀμὰ βελτίω ποιεῖν.
Δατιανῷ.
Οὐκ Ἐνδυμίωνες ἐγενόμεθα τὴν νύκτα ἐκείνην, ἐν ᾗ τὸν καλὸν βασιλέα ἡμῖν διώκων ἀπῆρας· εἰ γὰρ δὴ καὶ πρότερον Ἐνδυμίωνες ἦμεν, τότʼ ἂν πάντως ἀπεωσάμεθα τὸν ὕπνον. ἀλλʼ ἄκουσον παιδιὰν Τύχης ἤ, εἰ βούλει, ἐπήρειαν. ἑσπέρας ἀλλήλοις παραγγείλαντες πράττειν, ὅπως σε προπέμψομεν, διελύθημεν λελουμένοι. ἄρτι δὲ τῶν ἡμιόνων ὑπηγμένων τῷ ζυγῷ δραμὼν ὁ παῖς ὃς ταῦτα τηρεῖν ἐτέτακτο κινεῖ με καὶ ἀφυπνίζει. ἐγὼ δὲ τὸν μὲν ὡς Ὀλύμπιον πέμπω ταὐτὸ ποιήσοντα, ἕτερον δὲ καθίζω πρὸ τῶν θυρῶν κελεύσας, ὁπότε παρίοις, βοῆσαι· διὰ γὰρ τῆς στοᾶς ᾤμην σαυτόν τε βαδιεῖσθαι καὶ τὸ ζεῦγος. ἕως ἦν καὶ ἐθαύμαζον οὐδενὸς καλοῦντος καὶ καταβὰς ἔπαιον τὸν οἰκέτην ὡς προδότην μοι τῆς σπουδῆς. ὁ δʼ ἔφασκε μὲν οὐδὲν ἀδικεῖν, πείθειν δὲ οὐκ εἶχεν. ἀλλʼ ἐγὼ μὲν ἐθυμούμην, σὺ δʼ ἄρα ἑτέραν ἦλθες ἐπὶ τὴν γέφυραν τὴν ἐπώνυμον Ταυρέου. ταῦτα γὰρ ὕστερον ἐπυθόμην, ἃ πρὶν μαθεῖν χαλεπὸς ἦν ἅπαντι τῷ φανέντι. καὶ δεινὸν ἐποιούμην Ὀλύμπιον μὲν διʼ ἐμὲ τετυχηκέναι ἔργου, πεδηθῆναι δὲ ἐμέ. μετὰ τοιαύτης ὀργῆς ἐπὶ τῆς κλίνης ἐκείμην, ἀναβὰς δὲ Ὀλύμπιος ὁ μὲν εὐδαιμόνιζεν ἐμὲ εἰδὼς τῶν ἐμῶν οὐδέν, ἐγὼ δὲ ἐκεῖνον οὐδʼ αὐτὸς εἰδὼς τἀκείνου, ἀλλʼ ὁ μὲν ᾤετο ἐμὲ προπεπομφέναι καὶ τὸ μέχρι τίνος; ἠρώτα, ἐγὼ δὲ ἐκεῖνον, καὶ προσῆν ταὐτὸν ἐρώτημα. καὶ εἶπον ὡς μηνύσαιμι καὶ τὸν οἰκέτην ἐμεμφόμην· ὁ δʼ ἐκεῖνον μὲν ἀπέλυεν αἰτίας διὰ τῆς γεφύρας ἣν ἔφην, τὸν αὑτοῦ δὲ ἀποπνίξειν ἠπείλει σαφῶς αὑτὸν ἠδικηκότα· τὸν γὰρ δὴ ἵππον ῥᾳθύμως ἑλκόμενον ἐλευθερῶσαι μὲν ἑαυτὸν τῆς τοῦ ἱπποκόμου χειρός, φέρεσθαι δὲ διὰ τῶν στενωπῶν ἀπολαύοντα τῆς σελήνης, καὶ οὕτω δὴ τὸν μὲν ἐπὶ τὴν θήραν τοῦ ἵππου τραπέσθαι, τὸν ἱπποκόμον, αὑτὸν δὲ ἄπρακτον ἀναστρέψαι λυπούμενον. τοιόνδʼ ἀπέβη τὸ πρᾶγμα, φησὶν ἡ τραγῳδία. σὺ δὲ σύγγνωθί τε γελάσας καὶ τῇ γνώμῃ τὰ ἡμέτερα κρῖνον, καὶ τάχα οὐ κακοὺς εὑρήσεις.
Καισαρίῳ.
Τῶν μὲν ἔχομεν χάριν, τῶν δὲ αἰτοῦμεν. χάριν μὲν ἔχομεν τῶν βασιλέως γραμμάτων, αἰτοῦμεν δὲ τοῦ τὴν ἑτέραν τῶν ἐπιστολῶν τοῦ καλοῦ φρονήματος ...... ὃ ἐν τῇ προσθήκῃ γε τῶν προτέρων, ὅτι τὸ κοινὸν ...... μελήσει. ταῦτα βραχέα μέν, κάλλει δὲ ἴσως, οὐ μήκει προσήκει τὸ κάλλος τῶν λόγων μετρεῖν· γένοιτο γὰρ ἂν καὶ ἐν μακροῖς αἶσχος καὶ ἐν βραχέσιν ὥρα.
Ἐλπιδίῳ.
Ὃ λοιπὸν ἦν, εὖ ποιοῦν προσετέθη, τὸ καὶ ἰδεῖν σε τὸν νεανίσκον, ὑπὲρ οὗ τοὺς πολλοὺς ἐποιησάμην λόγους πρὸς σέ τε καὶ τὸν ἄνδρα ἐκεῖνον τὸν Διΐ τε φίλον καὶ φθείραντα τὴν Περσῶν. ὡς μὲν οὖν ἀσθενῆ τὰ ἡμέτερα, οἶδα· προθυμοῦ δὲ ὅσα ἔξεστιν. ἔστι δὲ αὐτός τε ἀγαθὸς καὶ ἐκ τοιούτων· ὥστε, εἰ βαδίζειν ἐθέλοι παρὰ τὴν γυναῖκα τὴν σὴν ἡ τοῦδε μήτηρ, ἀνεῳγμένων τυγχανέτω τῶν θυρῶν.
Καισαρίῳ.
Ἄνδρα κεκλήκατε κοινοῖς ἁπάντων ἀνθρώπων ἐπαίνοις ἐστεφανωμένον, ἄρξαντα μὲν δυοῖν ἐθνῶν, τῷ θαύματι δὲ κατασχόντα τὴν γῆν. ὃν ἔδει μὲν οὐδὲ μικρὸν ἰδιωτεῦσαι χρόνον, οὔπω δὲ δῆλον, εἰ καὶ νῦν ἄρχοντα ἀποδείξετε. ὃ δὴ καὶ πάνυ πεφόβημαι βλεπόντων εἰς ὑμᾶς ἁπάντων καὶ περισκοπούντων, τί ποτε ἄρα δράσετε. ἀλλά, πρὸς Διός, πλείω ποιεῖτε τὰ καλὰ τῶν μὴ τοιούτων, ὅπως καὶ ἡμῖν διαφεύγειν εἴη τοὺς ἡδέως ψέγοντας. οἳ νῦν ἀριθμοῦντες οὐκ ὀλίγα γελῶσιν, ἀλλʼ ἢν οὗ χρὴ καταστήσητε τὸν γενναῖον Ἀκάκιον, ἕξομεν ὅθεν ὁρμώμενοι τρεψόμεθα τῶν χαριέντων τὰ σκώμματα. καὶ ταῦτα οὐ τούτῳ λέγω χαριζόμενος, ὃν δεήσει προῖκα πονεῖν, ἀλλὰ τὸ ὑμέτερον αὔξων, οἳ τῷ χρῆσθαι τοῖς ἀγαθοῖς νοῦν ἔχειν πᾶσι δόξετε. καίτοι μεγάλων μὲν ἔργων Ἀκακίῳ χάριν ὀφείλω καὶ κελεύοντος Ὄσσαν ἐπʼ Οὐλύμπῳ δεῖ φαίνεσθαι προθυμούμενον· ἀλλʼ ἐκείνην μὲν ἄλλως ἴσως ἀποδώσω τὴν χάριν—ἔστι δὲ υἱὸς αὐτῷ καὶ εἴη γε—, τὴν ἐπιστολὴν δὲ οἴου τὸ τοῦ δεχομένου συμφέρον ζητεῖν. παρακαλέσας οὖν σεαυτὸν καὶ νομίσας ἀγανακτεῖν τὴν Τύχην, ἐφʼ ἣν ἄγομεν τὴν αἰτίαν, ὡς οὐ διδοῦσαν τοῖς ἀρίστοις ἑαυτήν, πρᾶττέ τι τῶν ἐλπίδων ἄξιον τὴν ἀσθενῆ ταύτην ἀπολογίαν ἀφείς, ἣν Ὀλύμπιος μὲν ἀποχρῆν ἡγεῖται, συκοφαντικὴν δὲ αὐτὸς καλῶ.
Σαλουτίῳ.
Τὰ τῶν ἀποδημούντων οὐκ ἀποδημῶν ποιῶ, πρόσρησιν ἐν ἐπιστολῇ πέμπω παρών. τὸ δὲ αἴτιον αἱ θύραι τοῖς μὲν ἄλλοις ἡμέρως ἔχουσαι, πρὸς δὲ ἐμὲ χαλεπῶς. καίτοι ἔμοιγε παραμύθιον καὶ τὸ τὰς θύρας ὁρᾶν. ἀλλʼ ἀνθʼ ὅτου γε ἀγανακτοῦσιν, οὐκ οἶδα. σὺ οὖν αὐτὰς ἐροῦ καὶ διοίγνυ ἀναινομένας τε καὶ τῆς ἡδίστης ὄψεως ἀποστερούσας ἐμέ.
Κλεάρχῳ.
Ὁρᾷς, ὅσον δύναται ἄρχων ἀγαθός, οἷον εἶναι δεῖ τὸν καλὸν Κλέαρχον; ὅσοι πρότερον ἔφευγον, κατέρχονται δρόμῳ καὶ μετέχουσιν ὧν ἔμπροσθεν ἐπεθύμουν μέν, εἴργοντο δέ. ἀλλὰ τοῖς μὲν ἄλλοις ἱκανὸν κέρδος ἡ κάθοδος, Σευήρῳ δὲ πρὸς τῷ κομίσασθαι τὴν αὑτοῦ πρέποι ἂν καὶ μεγάλῳ γενέσθαι καὶ δίκας λαβεῖν παρὰ τῶν ὑβρικότων. ταῦτα δὲ γένοιτʼ ἄν, εἰ τὸν ἄνδρα ἡδέως ἴδοις καὶ ποιήσαις δῆλον ὅτι μέμφῃ τὰ περὶ αὐτὸν πεπραγμένα. ἔστι δὲ καὶ γένους ἕνεκα προνοίας ἄξιος, ἔστι γὰρ ἀπʼ ἐκείνων τῶν τῇ Τροίᾳ βεβοηθηκότων, καὶ φιλοσοφίας, ἣν ἐδέξατο παρὰ Μαξίμου τοῦ φιλοσοφίαν αὐξήσαντός τε, ἡνίκα ἔζη, καὶ σβέσαντος τῇ τελευτῇ. λόγων δὲ τῶν ῥητορικῇ προσηκόντων εἰ μὲν οὐδὲν κοινωνῶ, μηδὲ τοῦτον οἴου· νομίζων δέ τι μετεῖναί μοι, τοσοῦτον καὶ τούτῳ νόμιζε, ἡ γὰρ αὐτὴ ἡμῖν καὶ ἡλικία καὶ ἐπιθυμία καὶ τροφείων ἕνεκα. τοῖς τε οὖν ἄλλοις ἄρχουσιν ἀεὶ τοιαῦτα περὶ αὐτοῦ διελέχθην καὶ σοῦ δέομαι πᾶσιν οἷς ἔχεις τὸν ἑταῖρον κοσμῆσαι καὶ νικῆσαι τοὺς μὲν οὐ δόντας τὴν χάριν τῷ δοῦναι, τοὺς δὲ δόντας τῷ μείζω.
Θεμιστίῳ.
Τὴν μὲν ὑπὲρ τοῦ λόγου καὶ τῶν ἐν αὐτῷ καλῶν ἐπιστολὴν Κλέαρχος ἔλαβεν ὡς εἰς τὴν χεῖρά σοι θήσων ἢ πέμψων· ἡ δὲ νῦν παράκλησιν ἔχει τὸν Ἡρακλειδιανὸν εὖ ποιεῖν, ᾧ μεγάλας μὲν ἐλπίδας διέφθειρεν ἐκεῖνος ὁ πεσὼν ἐγγὺς Βαβυλῶνος, βοηθοῖμεν δʼ ἂν ἡμεῖς εἰκότως οἱ τούς τε λόγους τόν τε τρόπον αὐτοῦ καὶ εἰδότες καὶ ἐπαινοῦντες. ἐγὼ μὲν οὖν πάσῃ μὲν σπουδῇ, πάσαις δὲ φωναῖς πρὸς τὸν ἄριστον ὑπὲρ αὐτοῦ Καισάριον κέχρημαι, καὶ ἴσως ἄν τι καὶ ἔργον ἐπράχθη παρʼ ἡμῖν διατρίψαντος· ἐπεὶ δὲ τὰ ὑμέτερα πρὸ τῶν ἡμετέρων τετίμηται καὶ ἡ πόλις νενίκηκε τὴν πόλιν, δίκαιος ἂν εἴης αὐτὸς ἀναπληρῶσαι τὸ τὴν ἐμὴν προθυμίαν ἐκφυγόν.
Μοδέστῳ.
Πολὺν τρέμοντες διηγάγομεν χρόνον δεδιότες μή σε ὁ καιρὸς καὶ ἡ τοῦ δήμου κατασύρῃ μανία. συνέβη δὲ καὶ ἡμῖν ἐκ προσβολῆς τινος κίνδυνος, ὃν ἐπήγαγε δῆμος μὲν οὔ, δυνατοὶ δέ τινες καὶ π..........ους. οἷς συγγνώμη τε καὶ οὐ.........ῆς τινος, ὡς ἄρα ἐγὼ παροξύναιμι τὸν γενναῖον ἐκεῖνον καί τις Σίσυφος ἑκάστῳ προσιὼν ἠρέθιζε. τοῦτο δʼ ἂν εἴη δικαία μέμψις, ὅτι οὐκ ἐξήτασαν, τίς ὢν αὐτὸς περὶ τίνος τὰ τοιαῦτα λέγει. ἀλλʼ ἐγώ τε ἐκεῖνον τὸν θόρυβον διαπέφευγα σύ τε εὖ ποιῶν τὸν σκηπτόν. οὐ μὴν ἣν οἱ σωθέντες παρʼ ἐλπίδα ἥδονται ἡδονὴν ἥδομαι, κινδυνεύω δὲ καὶ κατηγορεῖν τῶν ἐπιθεμένων ὅτι με οὐκ ἀπέκτειναν, ὅπως, ἐπεὶ μὴ ʼκεῖνος ἐνταῦθα, ἡμεῖς ἐκεῖ. ἀλλʼ αὐτὸς μὲν ἅμα δάκρυσι βιώσομαι λογιζόμενος ὡς ἀνδρὸς αἷμα ἀγαθοῦ Βαβυλωνία δέδεκται γῆ· σὲ δὲ ἐχθρῶν τε εἴη περιεῖναι φίλοις τε βοηθεῖν δύνασθαι.
Ἰουλιανῷ.
Ἐγένοντο ἡμῖν ὁμολογίαι πρὸς ἀλλήλους ἐμὲ μὲν ἐπιστέλλειν περὶ τῶν ἐμῶν φίλων, σὲ δὲ τοῖς ἐμοῖς, ἤν τι δίκαιον λέγωσι, βοηθήσειν φίλοις. ποιοῦ δὴ τὴν τῆς βοηθείας ἀρχὴν ἐξ Ὑπερεχίου τοῦδε πολὺν δὴ χρόνον ἐλαυνομένου τε καὶ ταλαιπωρουμένου παρὰ τῶν κακῶς κερδαίνειν μεμαθηκότων. ὁ δὲ ἀνὴρ τῶν παρʼ ἐμὲ πεφοιτηκότων ἐπὶ τῆς παλαιᾶς εὐδαιμονίας. καλῶ δὲ εὐδαιμονίαν τὴν ἐν Νικομηδείᾳ διατριβήν, οὐχ ὅτι μοι χρήματα ἔδωκεν, ἀλλʼ ὅτι φίλων ἀρετάς, ὧν οἴχονται οἱ πολλοί. τόθʼ ἧκεν οὗτος ἐξ Ἀγκύρας ὁ νῦν ἐν σοὶ τὰς ἐλπίδας ἔχων καὶ ἐδείκνυτο κατὰ μὲν τοὺς λόγους οὐδενὸς ὕστερος, χρηστότητι δὲ πρῶτος. φιλῶ τε οὖν αὐτὸν ὥσπερ οἱ γονεῖς οὓς ἔθρεψαν κἂν ἴδω θορυβούμενον, αὐτός τε ἀμύνω καὶ τοὺς ἄλλους παρακαλῶ. εἰ δή σοι φαίνομαι πρᾶγμα ποιεῖν ἀνδρὸς οὐ φαύλου, δεῖξον ἔργῳ τὴν γνώμην ἐπαινῶν.
Θεμιστίῳ.
Μικραὶ συνουσίαι γεγόνασιν ἐμοί τε καὶ Σευηρίνῳ τῷ καλῷ, ὥστʼ οὔτε παντάπασιν ἀλλήλους ἀγνοοῦμεν οὔτε ἀκριβῶς γινώσκομεν. αἴτιον δὲ ἡ σφαγὴ τοῦ μεγάλα μὲν βουληθέντος, ἤδη δὲ καὶ δυνηθέντος, τὸν φόνον δὲ οὐ δυνηθέντος διαφυγεῖν. ἀπʼ ἐκείνης γὰρ τῆς ἡμέρας—οὐ πολὺ δὲ πρότερον ὁ Σευηρῖνος ἀφῖκτο—σιγῆς ἔρως ἐνέπεσέ μοι καὶ πάντα οἷς ἔμπροσθεν ἔχαιρον δυσχεραίνω. μισῶ μὲν ἀγοράν, μισῶ δὲ οἰκίαν· ἐκπηδῶ δὲ εἰς ἀγροὺς καὶ διαλέγομαι ταῖς πέτραις· ὅθεν ἂν οὐδὲν οὗτος ἔχοι ................ μέντοι πάντα ἐπίσταται καὶ τ....... λόγους, οὓς οὐχ οἷόν τε μὴ εἶναι χρυσοῦς. αὖθις οὖν αὐτὸν πάντα ἀνίστα τρόπον καὶ σκόπει, ὅπως μὴ ἀργίᾳ συμβιώσεται. δύναμις δέ σοι μεγάλη τῶν δυναμένων χαρίζεσθαί σοι βουλομένων.
Καισαρίῳ.
Ἐβεβαίωσας τὴν παροιμίαν ἥ φησι φίλος ἀνδρὶ παρείη τοιοῦτος εἰς Ἀλέξανδρον τὸν γενναῖον γεγονώς. σὺ δὲ οὐκ εἰς φίλον μόνον, ἀλλὰ καὶ εἰς ἀδικούμενον ἐχρήσω τῇ προθυμίᾳ μεμψάμενός τε εὐθὺς τὸ μικρῶν ἕνεκα τὸν ἄρχοντα ἕλκεσθαι κἀν τῇ τοῦ βασιλέως γνώσει φροντίσας, ὅπως ἡ ψῆφος μηδὲν οἴσει λυπηρόν. ταυτὶ δὲ πάλαι μὲν πέπρακται, βραδέως δὲ ἤγγελται, καὶ συμβαίνει δὴ τὴν ἐπιστολὴν τοῦ μὲν ἔργου πολὺ ὕστερον γεγράφθαι, τῆς δὲ ἀκοῆς ἐγγύς. οὐ γὰρ ἔφθημεν πυθόμενοι καὶ πολλὰ μέν σοι συνευξάμεθα, πολλὰ δὲ ἐπῃνέσαμεν οὐδένα ἀνθρώπων ἀγνοεῖν ταῦτʼ ἐθέλοντες εὐθύς τε ἦν ἐν χειρὶ βιβλίον καὶ κάλαμος, καὶ τὰ μὲν γράμματα οὐ μακρά, μακροὶ δὲ οἱ περὶ τῆς εὐεργεσίας καθʼ ἑκάστην ἡμέραν λόγοι γενομένης μὲν εἰς τὸν ἀνδρεῖον Ἀλέξανδρον, γενομένης δὲ εἰς ἡμᾶς καὶ τὴν ἐνθεῖσάν σοι λόγου δύναμιν Καλλιόπην, ἧς οὑτοσὶ τὴν πόλιν πολλῶν ὀλέθρων ἐξήρπασεν. ὁμολογείτω δὴ τοῖς προτέροις τὰ δεύτερα καὶ τῷ τοὺς φόβους λελυκέναι πρόσθες τὴν περὶ τὴν ὁδὸν βοήθειαν, ὅπως ἔλθοι τε παρʼ ὑμᾶς καὶ διʼ ὑμῶν οἴκαδε. πολίτης δέ ἐστι τῆς Μεγάλης πόλεως, καὶ τῶν ὅταν ἐκεῖσε ἐλαύνητε δεχομένων τὸν βασιλέα δεῖ καὶ τοῦτον ἕνα γενέσθαι. ἀλλʼ ὅπως μὴ τῶν ὀρέων δακρύσῃς τὰς ὁπλάς· ὅ τε γὰρ ὄχλος ἐξήντληται καὶ τὸ πεπονηκὸς ἀναπνεῖ. καὶ οὐ δήπου γε τῶν οὕτω κεκομισμένων ἀτιμότερος Ἀλέξανδρος.
Παλλαδίῳ.
Ὁ Μάτερνος ὑποπτέρου λαβόμενος ἐξαίφνης ὀχήματος οὐκέτʼ εἶχεν οὔτε ζητεῖν οὔτε λαμβάνειν ἐπιστολάς. ὃ γὰρ δὴ τοῖς πλέουσι συμβαίνει πολλάκις, ὅταν τὸ πνεῦμα ἀνάγεσθαι κελεύῃ, τοῦτο τοῖς ὥσπερ Μάτερνος πεζεύουσι· τῆς ἑτέρου γνώμης ἐκκρέμασθαι δεῖ καὶ σπεύδειν καὶ μέλλειν, ὡς ἂν ἐκείνοις δοκῇ. μήτʼ οὖν ῥᾳθυμίᾳ μήτʼ ἄλλῳ μηδενὶ φαυλοτέρῳ τὸ μὴ ἐπεσταλκέναι λογίσῃ. καὶ γὰρ εἰ μὲν οὐκ ἔμελλεν ἥξειν μοι παρὰ σοῦ κάλλη γραμμάτων, ἴσως ἂν ἠμέλουν οὐδενὸς κέρδους ὑποκινοῦντος· τοιούτων δὲ ἐκεῖθεν ἀφικνουμένων ὥραν ἐχόντων ἐν βραχύτητι καὶ ῥώμην ὑπὸ τοῦ λαμβάνειν ἐθέλειν ἐπὶ τὸ πέμπειν παρακαλοῦμαι. τοῦ τοίνυν ἐλλειφθέντος τὴν ἀπολογίαν δεξάμενος συγγνώμην τε δίδου καὶ μὴ νῦν χείρω τὴν πεῖραν τῆς ἐλπίδος ἡγοῦ.
Ἀκακίῳ.
Ἐγὼ τοὺς συκοφάντας μισῶν πλεῖστα ἀνθρώπων ὑπὸ τῶν τοῦτο ποιούντων πεπληγμένος μικροῦ χάριν αὐτοῖς ἔχω, ὅτι μοι τὸν καλὸν Λημμάτιον ἔδειξαν· οὗ φανέντος πολλῆς καὶ παλαιᾶς ἀνεμνήσθην εὐδαιμονίας, ὡς ἐπέβην τῶν Θησέως Ἀθηνῶν, ὡς ἑσπέρα τότε ἦν, τοῦ λουτροῦ, τοῦ δείπνου, τῶν ἐν τῷ δείπνῳ λόγων καὶ ὡς ἕτεροι μὲν ἐθήρασαν, ἑτέρων δὲ ἦν ὁ ὄρνις. ἐτερπόμην δὲ καὶ εἰς αὐτὸν βλέπων μεστὸν ὄντα ἱερῶν καὶ τῆς πρὸς θεοὺς ὁμιλίας. ἡ δὲ δὴ φωνὴ ῥεῦμα καθαρόν, οἷον τὸ τοῦ Πυλίου. χρηστὸς δὲ ἦν ὀδυρόμενος ὅνπερ ἐγώ, τὸν ἐν ὀρφανίᾳ καταλιπόντα τὴν γῆν. ἀπήγγειλε δὲ καὶ τὴν πόλιν ὅλην εἶναι τοιαύτην· ᾗ γένοιτό τι παρὰ τοῦ Διὸς ἀγαθόν, ὅτι τὸν οἰχόμενον ὁπόσα ζῶντα τιμᾷ. ἡ μεγάλη δὲ αὕτη καὶ ἐχόρευσε τοῦ σὲ παρόντα μὲν λυποῦντος, ἀπόντα δὲ ζητοῦντος ἐξηγουμένου. ἀλλʼ ἐκεῖνος μὲν μὴ παύσαιτο ταραχῆς γέμων, ἄτρωτος δὲ ὑμῖν, ὥσπερ ἦν δίκαιον, ἐπάνεισιν ὁ τῶν ἱερέων ἄρχων τῆς Ἀθηνᾶς, οἶμαι, συμμάχου τυχών, ὥσπερ πρότερον Ἡρακλῆς.
Καισαρίῳ.
Κατὰ νόμον ἀρχαῖον ὅ τε συριάρχης εὖ παθεῖν ἠξίωσεν ὅ τε μέγας βασιλεὺς ἐπένευσε, καὶ γράμματα μέν, ὥς φασι, γεγένηται, μένει δὲ ἐν τοῖς πρὸ τῶν γραμμάτων ὁ συριάρχης καὶ τῶν δωρεῶν οὔτε μικρὸν οὔτε μεῖζον ἀπολαύσας φαίνεται. τὸ δὲ αἴτιον, οὐδεὶς ἡμῖν τῶν ἀρχαίων ἑταίρων ἐν βασιλείοις δυνατός. εἰ δʼ ἦν Καισάριος ὁ χρηστός, πᾶς ἂν ἐκινεῖτο λίθος καὶ τὰ ἔργα ταῖς ἐπιστολαῖς εὐθὺς ἂν ἠκολούθει. ἆρʼ οὐ δοκοῦμέν σοι ἀδικεῖσθαι, ὅτι πρῶτον τοιαῦτα ἠναγκάσμεθα γράφειν; πῶς γὰρ ἀνεκτόν, ὦ πρὸς Διός, ἡνίκα δοκοῦμεν εὐτυχεῖν, τῶν εἰωθότων ἀτυχεῖν, καὶ λόγον μὲν εἶναι πολύν, ὡς ἄρα ἐξ οὐρίων θέομεν παρὰ τὴν σὴν δύναμιν, ἑστάναι δὲ ἡμῖν τὴν ναῦν ὥσπερ δεδεμένην; πότερον, ὦ ʼγαθέ, μεταβέβλησαι καὶ μισεῖς ἢ φιλεῖς μέν, ἀπερρᾳθύμηκας δέ; καὶ δεῖ τι προσδοκᾶν ἢ μηδὲ ἐλπίζειν ἔτι; καὶ ταύτην οἶδʼ ὅτι τὴν ἐπιστολὴν ἀρχὴν ποιήσῃ θυμοῦ, θυμὸς δὲ οὐκ ὀλιγάκις ἐποίησεν ἔχθραν. ἔστι δέ, οἶμαι, μετριώτερον ἀμελεῖσθαι μισούμενον ἢ καλούμενον φίλον μηδὲν ἔχειν τοῦ μισουμένου πλέον. φήσεις ὑπέραντλος εἶναι τῷ πλήθει τῶν πραττομένων. τοῦτο δʼ ἂν εἴη καὶ τὸ δεινόν, ὅτι μὴ τῶν πολλῶν ἓν καὶ τοῦτο ἦν τῶν ἀξίων πεπρᾶχθαι. εἰ γὰρ αὖ τὰ μὲν ἔδει τιμᾶν, τὰ δὲ ἀπορρίπτειν, οὐ δήπου γε Κέλσον καὶ τὴν Κέλσου λειτουργίαν τῶν οὐ σπουδῆς ἀξίων ἔδει κεκρίσθαι.
Ἀνδρονίκῳ.
Τὸν Ἀνδρόνικον ἡμῖν φίλον εἶναι πρὸς τὸν ἄρχοντα ἔφην. ὁ δὲ τί οὖν οὐ γράφεις πρὸς τὸν Ἀνδρόνικον; ἔφη. πείθομαι δὴ καὶ ἐπιστέλλω καὶ λέγω πρός τε σὲ καὶ Φοίνικας ἅπαντας, ὅτι τῶν ἐν ἡμῖν τὸ κάλλιστον ἔχετε. τὴν πόλιν γὰρ εἴ τις ἔροιτο, τί ποτέ ἐστιν, ἐφʼ ᾧ καὶ μέγα φρονεῖ, τὴν πολλὴν ἂν ἀφεῖσα γῆν καὶ ὄχλον καὶ μέγεθος καὶ πηγάς, ὅτι τοῦτον ἤνεγκέ τε καὶ ἐξέθρεψε, φήσειεν ἄν. ὅπως οὖν ἡμῖν αὐτὸν ὅτι τάχιστα ἀποδώσετε ψυχῆς μὲν ἕνεκα κἂν τὴν πᾶσαν εὐθύναντα γῆν, ὑπὸ δὲ τοῦ σώματος ἡσυχίας χρῄζοντα. εἴη δʼ ἂν τῶν τὴν ὑμετέραν ἐχόντων θεῶν καὶ τοῦτο ποιῆσαι τοιοῦτον, οἷον ὑπηρετεῖν τῇ γνώμῃ.
Γαϊανῷ.
Ὅταν στρατηγὸς ἀγαθὸς ἑτέρῳ τοιούτῳ παραδῷ τὴν δύναμιν, ἀμφοτέροις τοῦτό γε κόσμος, τῷ τε ἀπηλλαγμένῳ τῷ τε ἡγησομένῳ. καὶ νῦν ἀρχικὸς μὲν ὁ πεπαυμένος, ἀρχικὸς δὲ ὁ παραλαμβάνων τὸν θρόνον, δικαιοσύνης τε ἑταίρω καὶ χρημάτων κρείττονε καὶ λόγων ἐπιστήμονε δείξαντε τὴν τέχνην, ὁ μὲν ἐν δίκαις, ὁ δὲ ἐν τῷ ποιεῖν τοῦτο αὐτὸ δύνασθαι λέγειν. Μουσῶν δὲ ὄντας θεράποντας ἐλπὶς τὰ ἀλλήλων ἐπαινέσεσθαι, τὸν μὲν τὰ πεπραγμένα, τὸν δὲ τὰ πραττόμενα.
Σαλουτίῳ.
Ἄλλα τε οὐκ ὀλίγα μοι παρὰ σοῦ γέγονεν ἀγαθὰ καὶ δὴ καὶ δόξα μαντικῆς. ὅτε γὰρ τὸ πρῶτον ἠκούσαμεν ὡς Εὐάγριος μὲν ἀτυχεῖ, σὺ δὲ βοηθεῖς, εὐθὺς ἔφην πρὸς τοὺς ἀθυμοῦντας—οὗτοι δὲ ἦσαν ἡ πόλις—ὅτι τοῦτο μέντοι τὸ κακὸν λυθήσεται. ἐρομένων δέ, πόθεν τοῦτο εἰδὼς λέγω, τοῦ Διομήδους αὐτοὺς ἀνέμνησα τοῦ λέγοντος καὶ μετὰ Σθενέλου μόνου τὸ Ἴλιον αἱρήσειν· ἀφῖχθαι γὰρ ἐπʼ αὐτὸ σὺν θεῷ. εἶπον μὲν ταῦτα τότε· νῦν δὲ ἀνέγνων φίλου τινὸς ἐπεσταλκότος ἐγγὺς εἶναι τῆς λύσεως τὸ λυποῦν. καὶ διὰ ταῦτα δόξα τοῖς τῇδε μὴ πολλῷ τῳ λείπεσθαί με τοῦ Βάκιδος. οὐ γὰρ ἄδηλον ὅτι νῦν μὲν ἀκηκόαμεν ὡς αὐτίκα λυθήσεται, μικρὸν δὲ ὕστερον ὅτι λέλυται.
Δεκεντίῳ.
Ἃ πράττεις, τί οὐκ ἐπιστέλλεις; πέπρακται δέ σοί τι. τὸν Εὐάγριον ἡμῖν ἔξω τῆς ζημίας ἢ ποιεῖς ἢ πεποίηκας. τὰ γὰρ ἔναγχος ἥκοντα παρὰ τῶν φίλων γράμματα πάνυ πλησίον τοῦ τέλους ἔφασκεν εἶναί σοι τὸν πόνον. εἰ οὖν τότε ἦν πλησίον, νῦν δήπου πέρας ἔχει. ἔχων οὖν ἡμῖν ἐπιστέλλειν τὰ βελτίω τί φθονεῖς ἡδονῆς; ἢ τὸν τῶν Ὀλυμπίων νόμον τιμᾷς, ἐν οἷς σιγᾷ μὲν ὁ νικῶν ἀθλητής, ἑτέρων δὲ τὸ κηρύττειν γίνεται; τίμα δὴ καὶ νίκα καὶ στεφανοῦ, τὰ δὲ τοῦ κήρυκος παρʼ ἡμῶν ἀκολουθήσει.
Ἀφοβίῳ.
Τὸν παῖδα τὸν Σαλβίου τὸν συγκροτοῦντα σύνταγμα στρατιωτῶν παρʼ ὑμῖν αὐτὸς ἔθρεψα λόγοις, καὶ ἕως ἐκείνους εἰργάζετο, τῶν τε ἡλικιωτῶν ἐκράτει καὶ ἔμελλε καὶ τῶν γερόντων, εἴ τις αὐτὸν ἐπὶ τὸ βέλτιον ἤγαγεν. νῦν δὲ τὸν μὲν νέον ὁ δαίμων ἐξαίφνης ὥπλισε καὶ ἔδωκεν ἄρχειν ὁπλιτῶν· ἐγὼ δὲ οὔτε τῶν περὶ αὐτὸν ἀμνημονῆσαι δύναμαι πόνων τηρῶ τε τὸ φίλτρον, ὃ παρὰ τῶν χρόνων ἐκείνων ἐκτησάμην. ποιῶ τοίνυν καὶ νῦν τὸ τοῦ φιλοῦντος καὶ σὲ αἰτῶ χάριν, πᾶν εἶδος εἰς αὐτὸν εὐεργεσίας δεῖξαι.
Αἰαντίῳ.
Ὁ ἄνθρωπος οὗτος ἀπʼ αὐτῶν ὧν ἐδεήθη μου γεγένηταί μοι φίλος· οὔπω γὰρ πρότερον γινωσκόμενος ὑπʼ ἐμοῦ προσελθὼν ἐν ἀγορᾷ μοι καὶ φήσας ὀργὴν ὑπάρχου δεδιέναι τῶν ἀπʼ ἐκείνης κακῶν ἱκέτευε πεῖραν μὴ λαβεῖν. ἐρομένου δέ μου, πῶς ἂν ἐγὼ τοῦτο δυναίμην, διὰ τῶν πρὸς σὲ γραμμάτων ἔφη· καὶ γὰρ ἐθέλειν σε δοῦναί μοι χάριν καὶ παρεῖναι δύναμιν ἐθέλοντι βοηθεῖν. ἐγὼ οὖν οὔτε ὡς οὔκ εἰμί σοι φίλος εἶχον λέγειν οὔτε ὡς οὐκ ἔνι μοι χάρτης οὔτε ὡς ἀπορῶ μέλανος οὔθʼ ὡς οὐχ ἡδέως ἀμύνω τοῖς ἀτυχοῦσιν· οὐδὲν γὰρ οὕτω τερπνὸν οὔτε τοῖς ἄλλοις οὔτε ἐμοί, ὡς τὸ διʼ ἐμὲ συμφορὰν ἀνθρώπῳ λυθῆναι. οἶμαι δὲ καὶ σὲ τὴν ἡδονὴν ταύτην ἥδεσθαι χρηστόν τε ὄντα καὶ δόξης ἐπιθυμοῦντα. σῶζε δὴ τὸν ἄνδρα τῇ τε σαυτοῦ προνοίᾳ καὶ τῷ τοὺς ἔχοντας βλάπτειν πείθειν ὠφελεῖν ἢ λυπεῖν. ὅτι δὲ ὑμῶν ἀποσβεννύντων τὸ πῦρ οὐκ ἔσται ὁ παροξύνων, οἶδα καλῶς.
Ἰαμβλίχῳ.
Οὐδὲν δεινόν, εἴ του πρὸς ἡμᾶς ἦρξας βασιλεύτερος ὤν· πρέπει γὰρ ὑμῖν τοῖς φιλοσοφοῦσι τὸ ῥῆμα μᾶλλον ἢ ὅτῳ ἐν τῷ ἔπει δέδοται. γράμματα δʼ ἡμῶν ἢν μὴ πολλὰ λαμβάνῃς, μὴ θαυμάσῃς· τῶν γὰρ σῶν οὐδεὶς ἔτι μοι προσέρχεται. τὴν δὲ αἰτίαν εἰδὼς οὐκ ἐρῶ. εἰ μὲν γὰρ κατηγόρουν, εἶπον ἄν· ἀπολογουμένῳ δὲ ἀρκεῖ κἀκεῖνο. τὸν δὲ ἔρωτά σου τὸν περὶ τὸν ἀγρόν, διότι μὲν οὐχ ὁρῶ σε, μέμφομαι· διότι δέ σε ποιεῖ θορύβων ἔξω, μάλα ἐπαινῶ. ἔπρεπε δὲ ἄρα ἄνδρα φιλόμουσον τὰ Μουσῶν μιμεῖσθαι. τῶν Μουσῶν δʼ ἦν ἄρα ἐν ὄρει τὰ αὑτῶν ποιεῖν καθʼ ἡσυχίαν πολλήν· εἰ δὲ ἐν τῇ Θεσπιέων ἀγορᾷ τὰ ᾄσματα ὕφαινον, ἴσως ἂν καὶ ἐξεκρούσθησαν. νῦν δʼ ἐν ὄρει μὲν ἦσαν, ἐν ἐρημίᾳ δὲ οὐδαμῶς, ὥσπερ οὐδὲ σύ. αἱ μὲν γὰρ ἀλλήλας εἶχον, σὺ δὲ ὧν ἥψαντο ἐκεῖναι, τὸν Πυθαγόραν, τὸν Πλάτωνα, τὸν Ἀριστοτέλην, τὸν ὁμώνυμον τὸν θεῖον. πῶς οὖν ἂν εἴη ἐρημία, οὗ χορὸς τοιούτων ἕστηκεν;
Σαλουτίῳ.
Σαυτῷ καὶ νῦν ἠκολούθησας, ὦ γενναῖε, καὶ γέγονας ἀπʼ ἀρχῆς εἰς τέλος περὶ τὸν Εὐάγριον ὅμοιος. παρὰ σοῦ μὲν ἡ πρώτη τιμή, παρὰ σοῦ δὲ τὰ δεύτερα, τὰ μείζω. σὺ κρινόμενον μὲν ὤρθους, πληγέντα δὲ οὐκ εἰσέπραττες. εἶθʼ ὁ κολοφών, αὐτὸς ἔλυσας τὴν ζημίαν. καὶ ταῦτα μὴ ἐμὰ γράμματα νομίσῃς μόνον, ᾠδὴν δὲ κοινὴν τῆς πόλεως ἀρχομένην μὲν ἐνθένδε, χωροῦσαν δὲ ἐπʼ Αἰγύπτου· γένος γὰρ Εὐαγρίου μέχρι Νείλου τέταται· ὅσαι πόλεις, καὶ συνήδονται καὶ συνάχθονται. νῦν οὖν ἥκουσιν ἐπʼ εὐθυμίαν ἐκ λύπης. τοιαῦτα γὰρ δὴ τὰ σά, παῦσαι δάκρυα, δοῦναι πρὸς ἑορτὴν ἀφορμάς. ἀνθʼ ὧν αἰτοῦμεν τοὺς θεοὺς καὶ σὲ καὶ παῖδα διατηρῆσαι τοῖς ἔθνεσιν, ἃ τοῖς βασιλεῦσι ταῖς σαῖς φροντίσι σώζεται. παρὰ μὲν τῶν θεῶν ταῦτα ὑμῖν, παρὰ σοῦ δὲ αἰτοῦμεν ἔτι πέμψαι χρόνιον Εὐάγριον οἴκαδε ζεύγει κοσμοῦντι τὸν ὀχούμενον. τοῖς γὰρ ἐν δυσκολίᾳ γεγενημένοις καλὸν οἶμαι τὰ τοιαῦτα βοηθεῖν, ἃ δύναταί τι τῆς συμβάσης ἐξαλείφειν αἰσχύνης.
Καισαρίῳ.
Ἐδεξάμεθά σου τὴν ἐπιστολήν, ἠγρυπνήσαμεν, ἐπονήσαμεν, οὐκ ἠτυχήσαμεν. οὐδὲ γὰρ ἦν, οἶμαι, θέμις μὴ πραχθῆναι πρᾶξιν ᾗ σπουδὴν προσῆγεν Εὐάνθιος. ἆρʼ οὖν καὶ τὰ σὰ τοιαῦτα, καὶ ἔστι σοι λέγειν πρὸς ἡμᾶς· ἐβουλήθητε, ἐπένευσα· ὑπεσχόμην, ἔδρασα; ἔδει μὲν ἔχειν σε λέγειν, εἰπεῖν δὲ οὐκ ἔχεις. καὶ ἴσως συγγνώμη· τὸ γὰρ μᾶλλον φιλούμενον μᾶλλον ἐφείλκετο. αἴνιγμά σοι δοκῶ λέγειν ἐπιλελησμένῳ μὲν αἴνιγμα, μεμνῆσθαι δὲ βουλομένῳ μάλα σαφές.
Ἀκακίῳ.
Καὶ παρʼ ἡμῖν ἦσαν οἳ τοιαῦτα ἐμυθολόγουν, ὡς ὁ δεῖνα μέντοι τὸν δεῖνα λέγει κακῶς—οὕτω γὰρ εἰπεῖν βέλτιον ἢ ὅτι σὺ ἐμέ—ἀλλʼ ὅμως ἐκεῖνος ἀκούων οὐκ ἔδωκεν αὑτὸν τοῖς λέγουσι βραδὺς ὢν ἐρεθίζεσθαι. καὶ οὕτω δὴ τοὺς τῆς τέχνης ἐκείνης ὀλίγους ἐποίησεν. εἰ δʼ ἐπείσθη τοῖς πρώτοις, εὗρεν ἂν καὶ δευτέρους καὶ μετʼ ἐκείνους ἄλλους καὶ καθʼ ἡμέραν ἤκουεν ἄν. εἰ δὲ θέμις ἄνδρα οὐ νέον μέν, γέροντα δὲ γεραιτέρῳ παραινέσαι τι, κείσθω καὶ παρὰ τοῖς σοῖς ὠσὶν ὁ νόμος, καὶ ῥᾳδίως ὁ ψευδόμενος οὐκ ἔσται οὔτε Λακεδαιμόνιος οὔτʼ Ἀθηναῖος.
Παλλαδίῳ.
Οὐδὲν δεινὸν ποιεῖ Διονύσιος Ὁμήρῳ βοηθῶν καὶ μαρτυρῶν τοῖς ἔπεσιν, ἐν οἷς φησιν ἐκεῖνος καὶ αὐτοὺς αὑτοῖς τοὺς ἀνθρώπους αἰτίους εἶναι κακῶν. μαρτυρεῖ δὲ καὶ ἑτέρῳ ποιητῇ, τῷ σοφῷ Σοφοκλεῖ, κείμενον ἐν χεροῖν ἀγαθὸν οὐκ εἰδώς, ὃ γνώσεται ἀπελθόν. σοὶ μὲν οὖν ἀνθʼ ὧν ἐβουλήθης Ζεὺς ἀγαθόν τι δοίη, τὸν δὲ αἰπολεῖν ἀντὶ τοῦ ῥητορεύειν ἑλόμενον ἐν τῷ βόσκειν αἶγας τηροίη, καὶ μήποτε τοῦ ποιεῖν ἐκεῖνο τὸ λέγων εὐδοκιμεῖν ἡγήσαιτο βέλτιον.
Γρηγορίῳ.
Καὶ φύσεως ἕνεκα καὶ τοῦ πονεῖν ἐθέλειν θαρρεῖν σε χρὴ περὶ τοῦ παιδός· ἔστι γὰρ ἀμφότερα ἀγαθός, τῆς Τύχης δʼ ἂν εἴη τὸ καὶ καρπόν τινα ἀπὸ τούτων γενέσθαι μέγαν. ἐκείνην τε οὖν εὔχου παρεῖναι καὶ τὸν χρηστὸν Εὐστάθιον ἐν τοῖς ὡς ἀληθῶς φίλοις τίθει· ὃς εἰδέναι τε ἐβούλετο τὰ τοῦ νέου πράγματα καὶ πρὸς οἷς ἔμελλεν αὐτὸς ἀπαγγέλλειν σοι γράμματα ἐμὰ μαρτυροῦντα τοῖς ἐμοῖς λόγοις ᾠήθη δεῖν φέρειν. σὺ δὲ κἀκείνων ἀκούσας καὶ ταῦτα ἀναγνοὺς τέρπου καλαῖς ἐλπίσιν.
Ἰοβίνῳ.
Χάριτας ὀφείλω τῷ χρηστῷ Μακεδονίῳ μεγίστης εὐεργεσίας, εἰ δὴ τὸ μὴ δεδέσθαι τὼ πόδε καὶ κεῖσθαι μέγα ἀνθρώπῳ. τῶν ἰατρῶν γὰρ ἡττημένων αὐτὸς ἐβοήθησεν ἐκ θαλάττης. πειρώμενος δὲ τἀνδρὸς καὶ τῆς ὅλης γνώμης εὗρον κέρδος ἕτερον, τὴν πρὸς αὐτὸν φιλίαν. ὡς οὖν εἶπε πρὸς ἐμὲ τὴν ὁδὸν καὶ ὅτου χάριν ἐξίοι καὶ ὅτι δέοιτο καταφυγῆς, ἐφʼ ἣν ἐλθὼν οὐκ ἂν αὑτῷ μέμψαιτο, τοὺς μὲν ἄλλους αὐτῷ παρῄνεσα χαίρειν ἐᾶν, ἐν σοὶ δὲ ποιήσασθαι τὰς ἐλπίδας ὡς οὐκ ὂν ἐξαπατηθῆναι. δέχου τοίνυν αὐτὸν καὶ ποιοῦ φίλον καὶ βοήθει καὶ δίδασκε τοὺς ἀνθρώπους ὅτι μοί τις ἔστιν ἔτι δύναμις, ἕως ἂν ὑμεῖς δύνησθε.
Σελεύκῳ.
Ἀνεπνεύσαμεν ἀκούσαντες ὅτι τὸν ἆθλον ἐκεῖνον τὸν καλὸν καὶ δίκαιον διήνυσας. ἡμῶν δὲ τὰ μὲν ἔργα οὐκ ἂν ἴσως ἐπαινεθείη, μικρὰ γάρ, τὴν γνώμην δὲ οἶμαι καὶ παρὰ τοῖς θεοῖς εὐδοκιμεῖν· καὶ γὰρ ἐστενάξαμεν καὶ ἐδακρύσαμεν καὶ παρήλθομεν σοῦ τὴν λύπην. καὶ νῦν ὥσπερ ὑμεῖς χαίρομεν, ὅτι πᾶν τὸ πέλαγος ἐπλεύσθη. χαίρω δὲ καὶ διʼ ἐκεῖνο, ὅτι παλαιόν τι τῆς ὑμετέρας οἰκίας νόμιμον σώζετε καὶ δῶρα δύνασθε πέμπειν καὶ μετὰ τὸν σκηπτόν. νῦν μὲν οὖν ἴσως οὐ πολλῶν παρόντων, ταχέως δὲ καὶ πολλῶν παρόντων πέμψετε. τοιαῦτα γὰρ τὰ τῆς Τύχης· ἔδωκεν, εἶτα ἀφείλετο. πάλιν ὧν ἀφείλετο δέδωκε πλείω. τέρψιν γάρ, οἶμαι, τινὰ ταύτην τέρπεται κινοῦσα τὰ τῶν ἀνθρώπων καὶ οὐκ ἐῶσα τοὺς αὐτοὺς ἐπὶ τῶν αὐτῶν μένειν. οὐδʼ ἂν εἴποις ὅτι πλείους καθεῖλεν ἢ ἦρεν. ἀναμιμνήσκου δὲ πάντα τἄλλα ἀφεὶς Ὀδυσσέως τοῦ γυμνοῦ, ὡς φύλλων δεηθεὶς εἰς τὸ κρύπτειν ἃ κρύπτειν ἔδει, μετὰ πολλῶν χρημάτων οἴκαδε ἦλθε. σοὶ δὲ δώσει μὲν θεῶν τις χρυσὸν ἀντὶ χρυσοῦ, δέδωκε δέ, ὃ πολλῷ παντὸς χρυσίου βέλτιον, πάλαι μὲν γυναῖκα, νῦν δὲ θυγατέρα χρυσῆς ἀτεχνῶς γενεᾶς· ἣν οὖσαν ὁπόσων λέγεις ἐτῶν εἰδέναι ὁπόσα ἔφης θαυμαστὸν οὐδέν. ἡ γὰρ τοῖν γονέοιν φύσις καὶ τοῦτο πιστὸν ποιεῖ. ὅπου γὰρ τοιοῦτος μὲν γεωργός, τοιαύτη δὲ ἄρουρα, πολλῆς, οἶμαι, τῆς ἀνάγκης μέγα τι φῦναι καὶ διαφέρον τῶν ἄλλων. ἄγε οὖν ἡμῖν τὸ μουσόληπτον παιδίον καὶ ὁράτω πόλιν ἐν ᾗπερ ἐσπάρη. τὸν Εὐστάθιον δὲ μηδεὶς ἐπειγέτω μηδὲ διαφθειρέτω τοῖς δευτέροις τὴν χάριν μηδὲ τοιούτους ἡμᾶς ἀποφαινέτω χρήστας, οἵους φεύγειν παραινεῖ Φωκυλίδης.
Σαλουτίῳ.
Κέλσος τῷ μὲν ἥσθη, τῷ δὲ ἀνιᾶται· ἥσθη μὲν τῷ τῆς ἀρχῆς ἀπηλλάχθαι, λυπηρὸν δὲ αὐτῷ τὸ μὴ μένειν οἴκοι. ἡμῖν δὲ οὔτʼ ἐκεῖνο κοῦφον καὶ τοῦτο βαρύ· τὸ γὰρ μήτʼ ἄρχεσθαι παρὰ γνώμης ἄρχειν ἐπισταμένης μήτʼ ἰδιωτεύοντι συνεῖναι διπλῆ ζημία. δεόμεθα δή σου τὸν ἄνδρα ἡμῖν ὡς τάχιστα ἀποδοῦναι καὶ μὴ περιιδεῖν εἰς λαβύρινθον ἐμπίπτοντα πραγμάτων, ὅθεν ἀπελθεῖν οὐ ῥᾷστον. ἡμῖν γὰρ ἐν τοῖς δυσκόλοις μία παραμυθία Κέλσον ἰδεῖν καὶ Κέλσου λαλοῦντος ἀκοῦσαι· τοιαύτας ἐπῳδὰς ἐκ φιλοσοφίας ἐπίσταται. εἰ δʼ οὖν καὶ βραχύς σοι λόγος ἡμῶν, ἀλλὰ μὴ τά γε Κέλσου πράγματα φθειρόμενα περιίδῃς· ᾧ τέθνηκε μὲν ἡ μήτηρ πονεῖν ἐπισταμένη, νέα δὲ ἡ γυνὴ καὶ τοσοῦτον εἰδυῖα, μόνον ζητεῖν τὸν ἄνδρα. περὶ μὲν οὖν τούτων αὐτὸν ὄψει τιθέντα ἱκετηρίαν· Ἀρσένιος δὲ ὁ ῥήτωρ χρηστὸς ὢν μὴ δοκείτω πονηρὸς μηδʼ ἔστω διαβολὴ μηδεμία τῶν ἔργων ἰσχυροτέρα, καὶ ταῦτα παρὰ σοὶ τῷ μισοῦντι τοὺς συκοφάντας. τεκμαίρομαι δέ τι γεγονέναι τοιοῦτον τῷ τὸν ἄνθρωπον ἀπερρίφθαι καὶ τοὺς μὲν ἄρξαντας ἀριθμεῖσθαι, αὐτὸν δὲ οὐδενὶ τοιούτῳ τετιμῆσθαι. τί γὰρ αὐτὸν οὐκ ἦγεν ἐπὶ προστασίαν πόλεων; οὐ τῶν εὖ γεγονότων ἁνήρ; οὐ τῶν νοῦν ἐχόντων; οὐ τῶν ἐν δίκαις γεγυμνασμένων; οὐ τῶν τὴν γλῶτταν κεκαθαρμένων; ἀλλʼ, οἶμαι, τύχῃ τινὶ βέβληται. στῆσον τοίνυν, ὦ δαιμόνιε, τὴν βλάβην καὶ μὴ ἐπίτρεπε βαδίζειν· ὡς οὐ τοσοῦτόν γέ ἐστι τὸ δεινόν, ὅτι οὐ γεγένηται λαμπρός, ἀλλʼ ὅτι καὶ σημεῖον ἔσται τοῖς μετὰ ταῦτα ἀνθρώποις κακίας. τὸ γὰρ ἀνωμολογῆσθαι τὴν σὴν ἀρετὴν κατὰ τῶν οὐ τιμηθέντων ὑπὸ σοῦ γίνεται· ἡγήσονται γὰρ τὴν ἐκείνων πονηρίαν, οὐ τὴν σὴν ῥᾳθυμίαν αἰτίαν εἶναι τοῦ μὴ μετὰ τῶν ἄλλων ὄντων γε οὐκ ὀλίγων ἠξιῶσθαι λόγου. δέομαι δή σου κωλῦσαι φυομένην πολλήν τινα καὶ ἀφόρητον αἰσχύνην καὶ τὸν μὲν Κέλσον ἡμῖν ἀποπέμψαι τῶν ἀγρῶν ἐπιμελησόμενον, Ἀρσένιον δὲ καλέσαι τῶν κοινῶν ἁψόμενον· τουτὶ γὰρ αὐτῷ μόνον τειχιεῖ τὸν μετὰ ταῦτα βίον.
Ὑπερεχίῳ.
Αἰσθόμενός σε παρακαλοῦντα Στρατήγιον ἐπιμελεῖσθαί σου τοῦ παιδὸς ἐπῄνουν ὡς ὁρῶντα καλῶς, ὅθεν ἂν αὐτῷ γένοιντο λόγοι, φημὶ γὰρ δὴ τοῦτον μάλιστά γε τῶν νῦν σοφιστῶν ἐντιθέναι δύναμιν νέοις· ἐπεὶ δὲ κόθορνος ἡμῖν γενόμενος ἃ μὲν ἐθαύμαζες, ἔψεγες, ᾧ δὲ τὸν υἱὸν ἐδίδους, ἀπὸ τούτου φεύγειν ἐκέλευες γράμματα πέμπων πολλοῖς τοῖς πρότερον ἐναντία τὰ τελευταῖα, καὶ σοὶ καὶ τῷ σῷ συνηχθέσθην παιδί. ζημία γὰρ ἀμφοτέροις τὰ δόξαντά σοι. καὶ τὴν μὲν κατηγορίαν, ἣν ἀπέτεινα κατὰ σοῦ πρὸς τὸν σὸν ἀδελφόν, αὐτὸς ἐρεῖ σοι, καὶ γὰρ εἰ λυπήσει τοῖς λόγοις, ἀλλʼ ὀνήσει γε τῇ μέμψει· λύσας δὲ τὴν σὴν γνώμην τὴν βλαβερὰν ἀμείνων σου γέγονα περὶ τὸν ἐκ σοῦ καὶ πείσας τὸν σοφιστὴν ἐνεγκεῖν τὴν ἀτιμίαν ἐτήρησα τῷ νέῳ τὸ κέρδος. πέμπε δὴ γράμματα συγγνώμην αἰτοῦντα καὶ τοὺς πολλοὺς τῶν παιδαγωγῶν ἱεροσύλους ἡγοῦ.
Δεκεντίῳ.
Κέλσον φήμῃ μᾶλλον ἢ συνουσίᾳ γινώσκεις. ἡ μὲν γὰρ μικρά σοι γεγένηται πρὸς αὐτόν, τῆς δὲ μεστὰ πάντα ὦτα. τῶν γὰρ ἀρχόντων οὔτε ἀρεταὶ οὔτε κακίαι δύνανται λανθάνειν. τιμῶν τοίνυν ἣν ἔχει δόξαν ποιοῦ τὸν ἄνδρα φίλον καὶ πίστευε καθάπερ τοῖς πάλαι φίλοις καὶ διὰ πάντων εὖ ποίει. αἰτήσει δέ σε οὐχ ἅπερ οἱ πολλοί. οἱ μὲν γὰρ δυνάμεις καὶ πράττειν τι τῶν ἀλλοτρίων καὶ οὐδὲ ζῆν, εἰ μὴ ἄρχοιεν, ἡγοῦνται· τῷ δὲ ἔρως τὰ αὑτοῦ πράττειν καὶ ἔξω θορύβων καθῆσθαι. καί μοι δοκοῦσιν ἀμφότεροι τὸ εἰκὸς ποιεῖν· οἱ μὲν γὰρ τὰ αὑτῶν τοῖς ἀλλοτρίοις ὠφελοῦσι, τῷ δὲ τὰ ἴδια χείρω τῇ τῶν ἀρχομένων ἐπιμελείᾳ, καίτοι μήτηρ ἦν αὐτῷ φέρειν ἥλιον θέρους δυναμένη, ἀλλʼ ἦν καὶ οὕτω γυνή. καὶ νῦν οἴχεται καὶ πάντα εἰς ἕνα τοῦτον ἀνάκειται. σκόπει οὖν, ὅπως αὐτῷ σώσεις τὸν οἶκον καὶ μὴ περιίδῃς ζημίαν γινομένην τὴν δικαιοσύνην.
Θεμιστίῳ.
Οὐκ ἔλαθές με ῥῆμα μέγα περὶ ἐμοῦ φθεγξάμενος ἐν ἀγορᾷ τε καὶ ὄχλῳ. μεμήνυκε δʼ αὐτὸ Βιθυνὸς ἀνήρ, ὃς ἐρᾷ τῆς μεγάλης ποτὲ πόλεως καὶ κειμένης. ἔγραφε γὰρ βουλόμενός με χάριν σοι τοῦ ῥήματος εἰδέναι. ἐγὼ δὲ οὐκ ἔχω, καὶ μὴ ὅτι τῶν πτερνῶν ἃς ἔφης οὐχ ὁρᾶν τοὺς ἄλλους δὴ τὰς ἐμάς, ἀλλʼ οὐδʼ ἄν, εἰ τὰς βλαύτας ἔλεγες, ᾔδειν ἄν σοι χάριν. ἃ γὰρ σὺ σαυτὸν ἐπαινεῖς, διὰ τί ἄν σοι τούτων χάριν εἰδείην ἐγώ; ἐμοὶ γὰρ καὶ σοὶ λόγοι οἱ πολιτικοὶ μορφῆς μιᾶς καὶ τῶν αὐτῶν τοκέων καὶ ἀδελφοὶ καὶ προσέτι δίδυμοι. ἀνάγκη οὖν πᾶσα ψεγομένων μὲν τῶν ἐμῶν καὶ τοὺς σοὺς ἀκούειν κακῶς, ἐπαινουμένων δὲ κοινὸν ἀμφοῖν καὶ τὸν ἔπαινον εἶναι. σὺ τοίνυν εἰπεῖν μέν τι περὶ τῶν σαυτοῦ λόγων ἐθελήσας, φυγὼν δὲ τὸ φορτικὸν διʼ ἐμοῦ ταὐτὸ ποιεῖς. ἀλλʼ, ὦ μακάριε, ἔασον τὴν ἀγέλην τῶν χηνῶν καὶ σὲ καὶ αὑτοὺς ἀγνοεῖν, καὶ νομιζόντων σὲ μὲν χῆνα, κύκνους δὲ αὑτούς. εἰδόσι γὰρ δὴ ταῦτα ἐν Ἀργείοις ἀγορεύουσι καὶ οὐ μεταθήσουσι τὴν δόξαν οὔτε τὴν αὑτῶν οὔτε τὴν ἡμετέραν. δοκοῦσι δέ μοι τὰ μὲν ἡττᾶσθαι, τὰ δὲ κρατεῖν καὶ οὐ πάντα ἡττᾶσθαι. ἢ οὐχ ἑώρακας αὐτοὺς πίνοντας μὲν ὑπὲρ τὸν Κρατῖνον, ἐσθίοντας δὲ ὑπὲρ τὸν Ἡρακλέα, μαγείρων δὲ πλήθει τρυφῶντας, πολλῶν δὲ θύρας οἰκιῶν εἰδότας, ὥστε κἀκείνοις εἶναι τὸ μηδὲ ἐγγὺς αὐτῶν ἡμᾶς εἶναι κατὰ τὰς πτέρνας; ἐκείνους μὲν οὖν ἔα τέρπεσθαι τοῖς αὑτῶν, ὡς ἂν φαῖεν, ἀγαθοῖς· σὺ δὲ ἔχων τὸν σαυτοῦ μαθητὴν Κέλσον ποίει βελτίω. ποιήσαις δʼ ἄν, εἰ μηδὲν ἀγνοήσειε τῶν ἐν τῷ μακρῷ σοι τούτῳ δημιουργηθέντων χρόνῳ.
Ἀφοβίῳ.
Ἀφῖκται μὲν καὶ τῶν αὑτοῦ τι διοικησόμενος ὁ γενναῖος Σευῆρος, μέγα μέντοι καὶ τοῦτο ποιεῖται, τὴν Παλαιστίνην ὑπὸ τῆς σῆς γνώμης ἀγομένην ἰδεῖν· ἡδὺ γὰρ θέαμα πόλεις εὐδαιμονοῦσαι. σὺ δὲ χρηστὸς μὲν ἀεὶ καὶ πρὸς ἅπαντας, καί σου καιρὸς οὐδεὶς μετέβαλε τοὺς τρόπους, περὶ δʼ αὖ τοὺς παιδείας μετέχοντας οὕτω πρόθυμος, ὥστε πολλὰ καὶ τῶν ἀδυνάτων εἶναι δοκούντων πέπρακταί σοι. τούτου λήψεσθαι πεῖραν καὶ Σευῆρον ἐλπίζω, καὶ τοὺς νῦν τὰ σὰ μηνύοντας νικήσει τῇ διηγήσει· δύναται γάρ, εἴπερ τις Ἑλλήνων, λέγειν.
Ἀκακίῳ.
Παλαιὸν ἑταῖρον αὖθις ὄψει τὸν πρᾳότατον Σευῆρον, ὃς μάλιστα δὴ τῶν Ἀθηνῶν ἀπολέλαυκεν. ἡμεῖς μὲν γὰρ ὥσπερ ἐν ὀνείρασι ταχέως ἀπήλθομεν, ὁ δʼ εἰδώς, ὅσον τῶν ἄλλων διαφέρει τὸ χωρίον, μακρὰν αὑτῷ τὴν εὐτυχίαν ἐποίησε. καὶ γέγονέν οἱ πλέον ἢ τοῖς ἄλλοις παρʼ ἐκείνου καρπός. καρπὸς δὲ ἐκεῖθεν οὐ λόγοι μόνον, ἀλλὰ καὶ φίλοι, διʼ οὓς πᾶσαν γῆν ἔχει τῆς πατρίδος οὐ χείρω. καὶ νῦν ἔρχεται πιστεύων ἕξειν τὰ μὲν παρὰ σοῦ, τὰ δὲ διὰ σοῦ. καὶ γὰρ ἂν τῶν ἀδυνάτων τι τῶν παρʼ ὑμῖν δέηται, νεῦμα σὸν ἀρκέσει πάντας αὐτῷ δοῦναι συνεργούς.
Γεροντίῳ.
Οἰκέτης μοί τις ἐν ἀγορᾷ συντυχὼν δοὺς ἐπιστολὴν καὶ τοσοῦτον εἰπών, ὅτι Θεόδωρος ἔπεμψεν, ἀποπηδήσας ᾤχετο. ἐγὼ δὲ ἐλθὼν εἰς τὸ χωρίον, οὗ ποιοῦμαι τὰς ἐπὶ λόγοις διατριβάς, ἐπειδὴ λύσας ἀνέγνων, ἐπῄνεσα μὲν τὴν ἐπιστολὴν καί μοι ἔδοξεν ἀνδρὸς εἶναι δεινοῦ λέγειν, οὐκ εἶχον δὲ συμβαλεῖν, οὔθʼ ὅστις ὁ γράψας Γερόντιος οὔθʼ ὅστις ὁ πέμψας Θεόδωρος. οὐδὲ γὰρ ὅθεν ἦλθε τὰ γράμματα, οὐδαμοῦ τῶν γραμμάτων ἐνῆν, οἷον ὅτι Ἀθήνηθεν ἢ ἐκ Θηβῶν ἢ Βυζαντίου, ἀλλὰ τιμὴ μὲν πρὸς ἐμὲ πολλὴ καὶ ἔρως Γεροντίου καὶ Θεόδωρος ἐνεδρεύων καὶ πάντα χαρίεντα, τόπος δὲ οὐδεὶς ἐβοήθει μοι πρὸς τὴν τοῦ γεγραφότος θήραν. τέως μὲν οὖν ζητῶν τε καὶ ἀπορῶν διῆγον, ἔπειτʼ ἐνεθυμήθην πρὸς ἐμαυτὸν ὡς Γερόντιοι μὲν πλῆθος ἐν γῇ, κάλλος δὲ τοιοῦτον ἐπιστολῆς εἷς ἂν μόνος ἔτεκε Γερόντιος. καὶ Κέλσῳ δείξας τὰ γράμματα καὶ εἰπὼν ἃ τοπάζω παρʼ ἐκείνου βεβαιοῦμαι τὴν δόξαν. μειδιάσας γὰρ καὶ ἡσθεὶς οὗτος ἐκεῖνος ἔφη Γερόντιος οὑμὸς ἑταῖρος καὶ μηνύει τὸν πατέρα ὁ λόγος. εὑρόντες οὖν σε πολλοῖς δὴ πολλάκις ἀνέγνωμεν ἐν Διονύσου τὰ γράμματα, διετρίβομεν γὰρ περὶ τὸν θεόν, ἀρχομένης τε τῆς ἑορτῆς καὶ τῶν Βακχῶν ἤδη κεκινημένων. ἐγὼ δὲ σοῦ νῦν μὲν ἀκήκοα, πάλαι δὲ ὢν ἐπαινέτης τυγχάνω καὶ ἀπʼ ἐκείνης τῆς ἡμέρας, ἀφʼ ἧς Ἀρισταίνετος. δόγμα γὰρ ἐνίκα παρʼ ἡμῖν ταῖς ἀλλήλων ψήφοις ἀκολουθεῖν, καὶ οὔτʼ ἐκείνου ψέγοντος ἐπῄνεσα ἂν ἐπαινοῦντί τε συμπνεῖν ἔδει. ταὐτὰ δέ μοι καὶ παρʼ ἐκείνου καὶ εἶχον ἑπόμενον ἀμφότερα. ἀκούων οὖν αὐτόν, ὁπότε λέγοις, πηδῶντα καὶ αὐτὸς ἀνήκοος ὢν ἐπήδων· οὐ γὰρ ἦν θέμις ἡσυχάζειν Ἀρισταινέτου πηδῶντος.
Σιμπλικίῳ.
Τοὺς μὲν ἄλλους ἐξηπάτηκε Σύμβουλος λέγων ἐπὶ τὴν αὑτοῦ τάξιν τρέχειν, ἣν εἶναι δίκας λέγειν· ἐμὲ δὲ οὐκ ἔλαθεν ἀμελῶν μὲν οὐδὲ τούτου, πρότερον δὲ πεποιημένος τὸ σέ τε ἰδεῖν καὶ σοὶ συγγενέσθαι καὶ πάλιν λευκὰς ἀγαγεῖν ἡμέρας. τοιαῦται γὰρ μετὰ σοῦ πᾶσι μέν, οὐχ ἥκιστα δὲ Συμβούλῳ, ὃν εὐθὺς ἐξ ἀρχῆς ὡς ἀγαθὸν ἐθαύμασας. ὅ μοι δοκεῖ καὶ ἡ μήτηρ ἐπισταμένη μόλις μὲν πέμψαι, ζῆν μὲν γὰρ ἡγεῖται τὸ σὺν τῷ παιδὶ ζῆν, θάτερον δὲ βαρὺ καὶ οὐκ ἀνεκτόν, ἀλλʼ ὅμως αἱ παρὰ τῆς σῆς φιλίας ἐλπίδες ἔπεισαν ἐνεγκεῖν· ᾔδει γὰρ πέμπουσα αὐτὸν παρὰ ἄνδρα τῷ χρόνῳ μὲν ἀδελφόν, τῇ δὲ εὐνοίᾳ πατέρα. ταῦτα καὶ Θεόδωρος προσδοκᾷ, ταῦτα καὶ αὐτὸς ἐγώ. ταῦτα ἐπιτέλει, πρὸς Διός, καὶ μιμοῦ τὸν τρόπον τοῦ γενναίου Φιλίππου, ἵνʼ, ὥσπερ αὐτοῦ μετέλαβες τῶν ἐν τῷ σώματι τύπων—οἶσθα δέ, ὅπως χαίρομεν ἐν σοὶ θεωροῦντες ἐκεῖνον—οὕτω καὶ τὴν γνώμην ὅμοιος ᾖς ἐκείνῳ. γράφειν μὲν οὖν πολλοῖς εἶχον τῶν παρʼ ὑμῖν, τὸ πρὸς σὲ δὲ ἀρκεῖν ᾠήθην· ἃ γὰρ ἂν αὐτῷ πολλοὶ συνεισήνεγκαν, παρὰ μόνου σοῦ γένοιτʼ ἂν δυνάμεώς τε δικαίας ὑπαρχούσης καὶ γνώμης ἀξίας τοῦ δύνασθαι. ὅπως οὖν πολλοί τε αὐτοῦ τῆς τέχνης δεήσονται καὶ χρημάτων εὐπορήσειεν ἐκ δικῶν, σκόπει. νῦν μὲν γὰρ φορτικός ἐστι Θεόδωρος τὰ αὑτοῦ διηγούμενος· δεῖ δὲ αὐτὸν σοῦ βοηθοῦντος ἥττω γενέσθαι τῆς τοῦ παιδὸς καὶ δόξης καὶ εὐπορίας.
Δεκεντίῳ.
Γένους μὲν ἕνεκα καὶ νοῦ καὶ τοῦ δύνασθαι πραγμάτων ἐπιμελεῖσθαι καλῶς ποιεῖτε καλοῦντες τὸν καλὸν Ἀπελλίωνα· πρὸς δὲ τοὺς γαμηλίους θεοὺς οὐκ οἶδα ὅ τι ἂν ἀπολογοῖσθε ἄνδρα ἕλκοντες ἐξ εὐνῆς βουλομένης αὐτὸν ἔχειν. γέγονας δὲ καὶ αὐτὸς νεόγαμος καὶ οἶσθα ὡς τοῖς τοιούτοις ἓν φίλον, ὁ θάλαμος, τἄλλα δὲ πάντα ὄχλος. διόπερ οὐκ ἄνευ δακρύων Ἀπελλίων ἐξῆλθεν, ἀλλʼ ἐπείθετο μὲν βασιλέως γράμμασι, πεῖσαι δὲ αὑτὸν ὡς οὐκ ἀδικεῖται οὐκ εἶχεν. δέος δέ ἐστι οὐ μικρὸν μὴ ἡ γυνὴ τῇ λύπῃ συνοικοῦσα—βλάσφημον δὲ οὐδὲν ἐρῶ. λύσατε δὴ τοσοῦτον κακὸν ἀποπέμψαντες ἡμῖν τὸν οὐκ ἐν καιρῷ κεκλημένον. εἰ γὰρ δὴ ἐνιαυτὸν ἀπέσται τῆς οἰκίας, ἴσως δέ τι καὶ πλέον, οὐκ οἶδα εἰ φορητὸν ἔσται τὸ φορτίον. οἶμαι δὲ καὶ ἀχρήστους εἶναι πρὸς τὰς πράξεις τοὺς ὑπʼ ἄλλων τινῶν ἀφελκομένους τὴν γνώμην. δεῖ γὰρ τὸν μέλλοντά τι δράσειν ἱκανῶς ἓν ἐκεῖνο ὁρᾶν, ὁ δὲ σχιζόμενος πολλὰ ἂν παραλίποι. εἰ μὲν οὖν τι δώσετε τοιοῦτον, διʼ οὗ τὸ μετὰ τῆς γυναικὸς εἶναι σχήσει, δεξόμεθα καὶ εἰσόμεθα χάριν· εἰ δʼ ἃ λέγετε, κεκράξεται μὲν οὐδείς, ἴσως δὲ οὐδʼ ἐπαινέσεται.
Μοδέστῳ.
Τὰ τῶν πολλῶν ἑορτάζεις καὶ ταῦτα οὐ τῶν πολλῶν ἡμῖν ὤν, οἳ τὼ πόδε νοσοῦντες τοῖς οὔπω νενοσηκόσι φθονοῦσι, κἂν συμβῇ νοσῆσαι, χαίρουσιν οὐκ αὐτοὶ δραμεῖσθαι μέλλοντες, ἀλλʼ εἰ μηδʼ ἐκεῖνοι, τοῦθʼ αὑτοῖς ἀγαθὸν κρίνοντες. ἐγὼ δὲ μάλιστα μὲν ἐβουλόμην καὶ ἐμαυτὸν καὶ σὲ λυθῆναι· εἰ δὲ μὴ ἐμὲ δυνατόν, σέ γʼ ἐβουλόμην ἄν. ἔοικε δὲ σοὶ τὸ κακὸν ἀγαθὸν εἶναι. τὸ γὰρ ἠναγκάσθαι καθῆσθαι τὴν οἰκοδομίαν σοι κρείττω ποιεῖ. βαδίζων μὲν γὰρ πολλὰ καὶ περιτρέχων ἐπὶ τοῖς οἰκέταις ἂν ἐκείνην ἐποιοῦ, χαλεπὸν δὲ οἰκέτην εἶναι χρηστόν· νῦν δὲ ἡ τῆς ποδάγρας φιλία φύλακα ξύλων καὶ λίθων ἐκάθισέ σε. κἂν βλακεύῃ τις, οὐκ ἐπιτρέπεις, ἀλλὰ καὶ φωνῇ καὶ ὀφθαλμῷ τέκτονα ἐπεγείρεις. ὥστʼ εἰκότως ἂν αὐτῇ χάριν ἔχοις συνοικοδομούσῃ. καὶ κυβεύειν δέ μοι νῦν τεχνικώτερον δοκεῖς τὴν οἰκίαν ἀντὶ τῆς ἀγορᾶς ἔχων. ἐμοὶ δὲ ἴσως μέν τι καὶ ἄλλο κέρδος ἐνήνοχε· μέγιστον δέ, ὅτι χρυσοφορῶ περὶ τοῖν σφυροῖν κατὰ τοὺς Περσικοὺς σατράπας. ἀλλὰ καὶ φέρομαι συνεχῶς ἐφʼ ἵππου, τὰ πρὸ τοῦ δὲ τοῖν ποδοῖν ἦν ὁ πόνος. ὁρᾷς, ὅσας σοι παρέχω πρὸς ἡδονὴν ἀφορμάς. οὐ μὴν ἐκεῖνό γέ σε ἔτι τέρψει, λέξω δέ, εἰ καὶ ἀνιάσει. πλησίον μὲν ἡμῖν ἡ Κιλικία, πλησίον δὲ ὁ φιλανθρωπότατος θεός, καὶ ῥᾷστον ἀλγοῦντι καὶ πέμψαι καὶ ἀφικέσθαι καὶ τυχεῖν φαρμάκου. ἐπεὶ οὖν πυνθάνῃ, ποῦ τέταγμαι τοῦ χοροῦ, ἴσθι με τιμώμενον ὑπʼ Ἀσκληπιοῦ καὶ τὸ μὲν τῆς κεφαλῆς κακόν, σὺν αὐτῷ δὲ ἐρῶ, λελωφηκός, τὸ δὲ τοῖν ποδοῖν τῆς ἄγαν ἀναιδείας οὐ πεπαυμένον. εἰ δὲ ἀπιστεῖς, ἐροῦ τὸν ἄριστον Κέλσον, ἐροῦ τόν σοι φίλτατον Ἀπελλίωνα τὸν γενναῖον, ὃς ἔχειν πηγὰς δοκῶν ἐν ἑαυτῷ γέλωτος νῦν αὖος γέγονε τὰ τῆς δικαίας Ἀφροδίτης ἀναγκασθεὶς ἀφεῖναι.
Γεροντίῳ.
Πόσου ποτʼ ἂν ἐπρίω λαβεῖν χρῄζοντά σου τὸν χρηστὸν Ἀπελλίωνα; ἐγὼ μὲν οἶμαι πάντων τῶν ὄντων σοι χρημάτων, οὐχ ἵνα τούτῳ τι γένηται λυπηρόν, ἀλλʼ ἵνα σοι καιρὸς ἐπιδείξασθαι τὸν τρόπον ᾖ. ἥκει τοίνυν ὁ τῆς ἐπιδείξεως καιρός· ἔτι γὰρ αὐτὸν ἐν τῇ τῶν γάμων ἡδονῇ διάγοντα στρατιώτης ἥκων ἐξείλκυσε τῆς γυναικὸς ἔνδον ἐχομένης, καὶ ἐξῆλθεν ἀλγῶν ἀλγοῦσαν ἀφείς. ταύτην δὴ τὴν ἀθυμίαν βραχέος ποίησον χρόνου τὰ μὲν πείσας, τὰ δὲ ἀναγκάσας τοὺς τὰ μείζω δυναμένους. ἔστι δέ σοι δύναμις εἰ καὶ μὴ τοῦ δρᾶν, ἀλλʼ εἴς γε τὸ χρηστὸν τοὺς δρῶντας ἄγειν τοῖς λόγοις. δεῖ δέ σε φανῆναι καὶ τούτῳ κἀκείνῃ περὶ ἣν ἐσπούδακας ἰσχύν τινα οὐ φαύλην κεκτημένον καὶ παρέχειν ἐν τοῖς ἤδη τὰ μετὰ ταῦτα ὁρᾶν. Ἀπελλίων τοίνυν ὅλως μὲν ἔργον οὐ φεύγει, τὰ δὲ πόρρω τε τῆς αὑτοῦ καὶ δυσαπάλλακτον ἔχοντα ταλαιπωρίαν. καὶ τί δεῖ κύκλῳ βαδίζειν; γῆν οὐκ ἂν δύναιτο μετρεῖν καὶ ταῦτα ἐν Θρᾴκῃ. σκόπει τοίνυν ὅπως μηδὲν ὧν οὐ βούλεται ὑπομενεῖ.
Εὐανθίῳ.
Οὐ πάντη ἡμῶν πλεονεκτεῖς, ἀλλʼ ἔστιν ἃ καὶ ἡμεῖς σοῦ πλέον ἔχομεν. σοὶ μὲν γὰρ ἀπὸ τῆς θαλάττης λαμπροτέρα τράπεζα καὶ τἀπὸ γῆς δὲ οὐκ ὀλίγα· ἐγὼ δὲ τοῦ γέροντος ἀπολαύω Θεοδώρου καὶ τοῦ καλοῦ στόματος οὐκ αὐτὸς καλῶν κρυπτόμενον, ἀλλʼ, οἶμαι, θορυβηθείς, εἰσεπράττετο γὰρ χρυσίον, ἠναγκάζετο ἐμὲ διώκειν μᾶλλον ἢ πρότερον ἡμεῖς ἐκεῖνον. τρυφῶ οὖν ὁρῶν τρέμοντα καὶ ἀκούων φωνῆς βελτίονος ὑπὸ τοῦ φόβου γινομένης, μᾶλλον δέ, ἀφαιρεῖ μοι τῆς ἡδονῆς τὸ μὴ τοὺς τῆς ἡδονῆς κοινωνοὺς ἔχειν, σέ τε λέγω καὶ τὸν ἀδελφόν. εἰ δʼ ἦν αἱρέσεως κύριος ἢ σὲ κοινωνὸν ἢ τὸν ἀδελφὸν ἔχειν, ᾑρούμην ἂν ἐκεῖνον μᾶλλόν τε εἰδότα γελᾶν καὶ οἷς προσήκει τῶν ὀρνίθων εἰκάζειν τὸν γέροντα.
Παλλαδίῳ.
Ἥκει σοι πάλιν Νουμήνιος εὖ πάλιν πεισόμενος. ἔστι δὲ ἄξιος εὖ πάσχειν εἰδὼς ᾄδειν χάριτας· ὡς οὐκ ἐπαύσατό γε διηγούμενος, οὔθʼ ὧν αὐτὸς οὔθʼ ὧν ἅπαν τὸ ἔθνος ἀπέλαυσε. φησὶ δὲ αὑτῷ καὶ παρὰ τὴν ἐπιστολὴν τὴν ἐμὴν γενήσεσθαί τι πλέον. ἵνʼ οὖν καὶ τῶν πλειόνων ἐκείνων αὖθις γένηταί τι πλέον, ἔδωκα ταυτὶ τὰ γράμματα. σὸν δʼ ἂν εἴη καὶ ταῦτα ποιῆσαι μὴ χείρω τῶν προτέρων.
Νικοκλεῖ.
Ἃ μὲν ὁ κεκληκὼς βασιλεὺς ἐγχειριεῖ Κέλσῳ, καλῶς ἂν αὐτὸς εἰδείη· τουτὶ μέντοι καὶ ἐμοὶ καὶ παντὶ δῆλον, ὅτι πρὸ τῶν παρʼ ἐκείνου κέρδος οὐ μικρὸν αὐτῷ τὸ σέ τε ἰδεῖν καὶ τῶν σῶν ἀκοῦσαι λόγων, οὓς οὐκ ἀπὸ βιβλίου δεικνύεις τοῖς ἀνθρώποις, ἀλλὰ τὸν Σωκράτους τρόπον. ἔδειξας δὲ τὴν σαυτοῦ φιλοσοφίαν εὖ τε φερόμενος καὶ μεταπεσόντος τοῦ πνεύματος οὔτε τότε ὁρμήσας ἐπὶ πλοῦτον οὐ καλὸν τὸν χειμῶνά τε ἐνεγκὼν ἀνδρείως. ἀκούων δὲ πάλιν ἧφθαί σε τοῦ παιδεύειν τοὺς νέους μακαρίζω μὲν τὴν πόλιν, μακαρίζω δὲ αὐτούς τε ἐκείνους καὶ τοὺς ἐκείνων πατέρας. κοινῇ τε γὰρ παρʼ οἷς τοῦτο ποιεῖς κοσμοῦνται καὶ οἱ πίνοντες τῆς πηγῆς ἑτέρων βελτίους. ἐμοὶ δὲ οὕτως ἀρραγὴς πρὸς σὲ πίστις, ὥστʼ ἐπεχείρησε μέν τις διακόψαι τὸν δεσμόν, εὗρε δὲ αὐτὸν ἀδαμάντινον. ἂν οὖν τι γίγνηται καὶ πρὸς σὲ παραπλήσιον, οὐκ ἄδηλον ὡς ἀσθενὴς ὁ πέλεκυς φανεῖται.
Δατιανῷ.
Ἔχω τοῦ γάμου τὸν μισθὸν ὁ τοῦ γάμου συναγωγεὺς πολὺ μείζονα καὶ κρείττονα τοῦ γινομένου ταύταις δὴ ταῖς προμνηστρίαις. ἐκεῖ μὲν γὰρ ἐσθὴς καὶ ἀργύριον καὶ χρυσίον, ἐμοὶ δὲ γράμματα σά, ὧν ὅστις ἔχει νοῦν, πάντα χρυσὸν ὕστερον ἡγήσεται. Παιάνιος δὲ οὐ τοσοῦτον κερδαίνει μόνον, ὅσον κόρην ἀγαθήν τε καὶ τῆς σῆς οἰκίας ἀξίαν ἄγεται, ἀλλʼ ὅτι καὶ τῇ σῇ ψήφῳ κέκριται τῆς κόρης ἄξιος εἶναι· τουτὶ γὰρ αὐτῷ καὶ πάντα ποιεῖ τὸν βίον σεμνότερον. Λυκοῦργος μὲν γὰρ καὶ Σωκράτης τοῖς ἐκ Δελφῶν χρησμοῖς ἐκοσμήθησαν, ὁδὶ δὲ γνώμῃ τῇ σῇ τῇ πάντα ἀκριβῶς καθορώσῃ, τίς μὲν χρηστός, τίς δὲ οὐ τοιοῦτος καὶ τίνα μὲν προσίεσθαι χρή, τίνα δὲ ἀποστρέφεσθαι. ἔστι δὲ οὔτε τούτων ἀθλιώτερος οὐδεὶς οὔτʼ ἐκείνων εὐδαιμονέστερος. ἐν δὲ τοῖς εὐδαίμοσι καὶ Κέλσον τουτονὶ τίθημι πάλαι τε ὑπὸ σοῦ χρηστὸν νομιζόμενον καὶ νῦν τευξόμενον βοηθείας, ἣ τοῦτον ὡς τάχιστα ἀποδώσει τῇ γυναικί.
Θεμιστίῳ.
Ἔδει σοι καὶ τὸ κεφάλαιον τῶν Ὀλυμπιανοῦ χορευτῶν γενέσθαι φίλον. Σατορνίνου γὰρ τουτουὶ πάντες ἦμεν ὕστεροι, καὶ ὁπότε εἰσίοι τι λέξων, περιιστάμεθα τὸν θρόνον οἱ διεσπαρμένοι· τοσοῦτον δεινότητος ἐν τοῖς τοῦδε λόγοις ἐνῆν. ὢν δὲ οὕτω δεινὸς εἰπεῖν οὕτω χρηστὸς ἦν, ὥστʼ οὐ μᾶλλον τῶν ἀκροωμένων αὐτὸς ὁ λέγων εὐδοκιμῶν ἥδετο. ὑπῆρξε δὲ αὐτῷ κἀν τοῖς δικαστηρίοις νικῆσαι μὲν πολλά, λυπῆσαι δὲ ὀλίγα. τὸν γὰρ τρόπον οὐδʼ ἐν ἐκείνοις μετέστησε τοῖς τόποις, καίτοι κἂν τὸν πρᾳότατον ἡ παράταξις ἐκείνη τῆς φύσεως ἐξαγάγοι. ταῦτα ὁρῶν Σαλούτιος ἀρχῇ τὸν ἄνδρα ἐτίμα, Βορέας δὲ ἁρπάσας ἀντὶ τῆς Ὠρειθυίας τὸ γραμμάτιον ἰδιώτην ἡμῖν ἔτι τὸν Σατορνῖνον ποιεῖ. νῦν οὖν ἥκει κομιούμενος τὸ πρὸ τοῦ σχῆμα καὶ δίκας αὖθις ἀντὶ τοῦ δικάζειν ἐρῶν. οἶμαι μὲν οὖν καὶ τὸν ἄριστον Σαλούτιον μεμνήσεσθαι τῶν αὐτοῦ καὶ ἴσως δευτέρων ἀμεινόνων· εἰ δʼ οὖν ἐκεῖνον τὸ πλῆθος τῶν πραγμάτων ἀμβλύτερον εἰς ταῦτα ποιοῖ, σύ μοι τὸν ἄνδρα ἐπεγείρειν. λήψῃ δὲ δικαίας εἰς τὴν παράκλησιν ἀφορμὰς ἐν οὐ πολλαῖς ἡμέραις· οὕτως εὐθὺς χρυσοῦς τε εἶναί σοι δόξει καὶ πείσει φιλεῖν.
Βασσιανῷ.
Σατορνῖνον οἶσθα μὲν ἀπὸ τῆς δόξης ἣν ἔσχεν ἔκ τε τῶν λόγων καὶ τῆς ἄλλης ἐπιεικείας, ὥστʼ ἔμελλες αὐτὸν καὶ ἄνευ γραμμάτων ἐμῶν ἐν θεραπείᾳ ποιήσεσθαι· νῦν δὲ ἔστι τι καὶ τρίτον, ὃ ποιεῖ σε τούτῳ φίλον. φίλος γὰρ ἐμὸς ἐκ παιδὸς ἀπὸ τῆς περὶ Μούσας χορείας, καὶ προϊὼν ὁ χρόνος ηὔξησεν ἡμῖν τὰς ἐκεῖθεν ἀρχὰς ἥσθημέν τε τοῖς ἀλλήλων ἀγαθοῖς μᾶλλον ἢ τοῖς οἰκείοις ἑκάτερος. ἐπεὶ οὖν σοὶ μὲν καὶ οἶκος ἐκεῖ καὶ περιουσία καὶ δύναμις, ὁ δʼ ἥκει δράσων ὅ τι ἂν ἀρέσκῃ τῷ καλῷ Σαλουτίῳ, συνεύχου μὲν αὐτῷ τὰ μείζω, πάντα δὲ φαίνου συμπράττων καὶ μήτʼ ἄλλοσε καταλύοντος ἀνέχου μήτʼ ἄλλοις μᾶλλον ἢ σοὶ συνόντος, ὅπως τούτῳ μὲν ᾖ παρὰ σοῦ μικρά, σοὶ δὲ ἀπὸ τῶν μικρῶν μεγάλα, φήμη καὶ ὄνομα πολλῶν χρημάτων ἀντάξιον, ὅτι Βασσιανὸς ἐκεῖνος διώκει τοὺς δεξιοὺς κἀκείνων ἔχεται καὶ τοὺς ὑπὲρ ἐκείνων πόνους κέρδη νομίζει. τοῖς τε οὖν ἄλλοις ὧν τις καὶ λόγος γινέσθω γνώριμος, καὶ ὁ σὸς κηδεστὴς τὸν ἀθλοθέτην τῶν αὑτοῦ δεικνύτω φίλων, ἵνʼ ὁ μὲν θαυμάζηται, ὁ δὲ μακαρίζηται.
Θεοδώρῳ.
Εἶπον οὐκ ὀλίγα πρὸς Ἀκάκιον ἐγώ, πολὺ δέ γε ἐμοῦ πλείω πρὸς τὸν αὐτὸν τοῦτον Ὀλύμπιος. ὁ δʼ ἀδικεῖσθαί φησιν, ὅτι σὺ φῂς ἀδικεῖσθαι· ζητεῖν γάρ σε τὰ μὴ σά, τὰ δὲ ἐκείνων σαφῶς. καὶ γράμματά φησιν ἔχειν Αἴαντός τινα ἀσπίδα· μαρτυρεῖν γὰρ ἐν αὐτοῖς καὶ τὸν ἐμὸν θεῖον ἐκεῖνον, ὃν οὐ μέλλεις ἐρήσεσθαι προσελθών· οὐ γὰρ ἂν ἀποκρίναιτό σοι. ὅρα δὴ καὶ σὺ θεῖόν τινα ἄλλον καὶ ἄλλου γράμματα ἐκείνου τοῦ θείου μηδʼ αὐτοῦ πρὸς τὸν ἐρωτῶντα φθεγξαμένου ποτʼ ἄν. ὁρῶ γὰρ ὅτι καὶ σοὶ δεῖ νεκροῦ τινος πρὸς τὸν νεκρὸν ἐκεῖνον.
Κλεάρχῳ.
Ποῦ ταῖς Μούσαις ἐντετύχηκας καὶ τί σοι εἶπον καὶ τί σοι ἔδοσαν; ἢ δῆλον ὅτι κλάδον, διʼ ὃν οὕτω ῥεῖς καὶ μακρὰς καὶ καλὰς ἀποτείνεις ἐπιστολάς; Νικοκλῆς δέ, εἰ καὶ τἄλλα φαῦλος, διὰ τοῦτό γε τίμιος, ὅτι σε τοιοῦτον ἔθηκε, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, δεινὸν εἰπεῖν, ἐν ἔργῳ ἀμείνω, πᾶσαν φωνὴν εἰς ἔπαινον ἕλκοντα. οὐ γὰρ ἀγνοοῦμεν τὴν ἐν Ἑλλησπόντῳ μὲν φῦσαν ἄμπελον, ἐπισχοῦσαν δὲ τὴν γῆν, ἧς ὁ καρπὸς τοῖς μὲν γλυκύς, τοῖς δὲ ἑτέροις πικρός. ἥκει δὲ καὶ φήμη τις χρυσῆ λέγουσά σε ἥξειν, ὥς σοι προσήκει δεῦρο ἐλθεῖν. σκόπει οὖν, ὅπως ἔργον ἔσται ὁ λόγος. μὴ γὰρ ἐπʼ ἄλλῳ τὸ ἅρμα γένοιτο μετὰ ἄριστον ἡνίοχον, ὃς νῦν ἡμᾶς ἄγει πατέρα ἐν ἄρχοντι δεικνύων.
Ῥουφίνῳ.
Καὶ τοῦτο τῶν ἀγαθῶν ἀρχόντων, μεμνῆσθαι διὰ τέλους ὧν ἦρξαν, τῆς γὰρ αὑτῶν ἀρετῆς ἐν τῇ ʼκείνων μνήμῃ μέμνηνται· οἱ κακοὶ δέ, κἂν ἄλλος ὧν ἦρξαν μνημονεύῃ, δάκνονται καὶ ἐκκρούουσι τὸν λόγον ἔλεγχον αὑτῶν ἡγούμενοι τὸν περὶ ἐκείνων λόγον. σοῦ δὲ καλὰ μὲν τὰ πρὸ τῆς ἀρχῆς, καλλίω δὲ τὰ ἐπʼ αὐτῆς, σεμνὰ δὲ τὰ μετʼ ἐκείνην, ὅτε δὴ τοῖς περὶ λόγων λόγοις ἡμᾶς παρῄεις, ὧν ὁ βίος λόγοι, δεικνὺς μὲν θησαυρὸν ἐν τῇ ψυχῇ κείμενον παλαιῶν τε καὶ σοφῶν ἀνδρῶν, τῶν μὲν τῆς ὑμετέρας, τῶν δὲ Ἑλλάδος φωνῆς, προστιθεὶς δὲ ἑκάστῳ κρίσιν ὀρθὴν καὶ τὸ πότε ἄλλος ἄλλου βελτίων. ἔλεγες δέ τι καὶ περὶ ἡμῶν, ὃ ἐμοὶ προτιμότερον τῶν Γύγου χρημάτων. ὅ μοι δοκοῦσιν ἤδη καὶ Ῥωμαῖοι μεμαθηκέναι· δῆλον γὰρ ὡς οὐκ ἐσίγησας, ἀλλά σοι μέρος τῆς διηγήσεως καὶ ἡμεῖς γεγενήμεθα. σοὶ μὲν οὖν ἀντὶ τῆς περὶ πάντα ἀρετῆς θεὸς κατευθύνοι τὸ γένος σώζων τε καὶ ποιῶν ἀθάνατον, ἀεὶ τοὺς δευτέρους τοῖς προτέροις παραπλησίους· ἐγὼ δὲ ἄλλως μὲν οὐκ ἂν ἐκεῖσε τὸν λόγον ἔπεμψα δεδιὼς τὴν τῶν παιδευόντων σοφίαν, νέοι τε γὰρ οἱ πολλοὶ καὶ καλοὶ καὶ μόνοι Ὑάκινθοι καὶ τοὺς ἄλλους ἡγοῦνται Θερσίτας· Σωκράτη δὲ ἐξαιρῶ λόγου, τὸν γενναῖον Βικτωρῖνον τὸν ἐμαυτοῦ πολίτην, οὕτω γάρ μοι καλεῖν ἥδιον τὸν ἀπὸ τῆς γείτονος, καὶ τὸν ἐννεάκρουνον Εὔδημον, οἱ λοιποὶ δὲ Γοργείη κεφαλὴ καὶ τοξόται καὶ βέλη. καὶ δέδοικα δὴ μή σοι γένωμαι πολέμου πρόφασις· οὐ γάρ με προδώσεις βαλλόμενον, οἶδʼ ἐγώ. φόβος μὲν οὖν μὴ πέμπειν διεκώλυεν, αἰδὼς δὲ πέμπειν ἔπειθεν. οὐ γὰρ ἔστι οὐδὲ ἔοικε τὸ σὸν ἔπος ἀρνήσασθαι. Ῥώμης γὰρ τῆς ἀρίστης σύ γε καὶ φυτὸν καὶ κόσμος.
Κύρῳ.
Ἐπῄνεσά σου τὴν θήραν, ὦ θηρατὰ σοφῶν ἰατρῶν· ταὐτὸ δέ σοι καὶ παρὰ πάντων, ἐφʼ ὁπόσους ἧκεν ὁ λόγος. ὧν οἱ μέν σε ὡς ἐμπορικὸν ἐπαινοῦσιν ἐλάττοσιν ἀγαθοῖς μείζω κτώμενον—εἶναι γὰρ ἔλαττον χρήματα τῆς κρείττονος τῶν νοσημάτων τέχνης—, τοῖς δὲ δοκεῖς ἔργον ἀνδρὸς μάλα φιλοτίμου ποιεῖν τοσοῦτον πλοῦτον διδοὺς τοῖς οὔπω χρήματα ἔχουσιν. ἡ δὲ ἐμὴ γνώμη καλὰ μέν σε διδόναι, καλὰ δὲ λαμβάνειν· κόρας μὲν ἀρίστας διδόναι, προστιθέναι δὲ τῷ γένει Μαχάονά τε καὶ Ποδαλείριον. τὸ δὲ αὐτὸ τῷ τε γένει σου κέρδος καὶ τῇ πόλει καὶ προσέτι γε τῇ ἡμετέρᾳ πόλει καὶ πᾶσί γε ἄστεσιν, ἐφʼ ὁπόσα ἂν ἐν μεγίστῳ χειμῶνι καλῶνται. οἱ ἀνιστάμενοι δὲ μετὰ τοὺς θεοὺς ὑμνήσουσι Κῦρον, ὃς ἀποπτήσεσθαι μέλλοντε τὼ νεανίσκω μένειν ἠνάγκασε διὰ τῆς Ἥρας. παρʼ ἡμῖν δὲ πολλοὶ μὲν πατέρες καὶ κόραι καὶ ὁ διὰ τῆς Ἥρας δεσμός, εἴ τις ἐβούλετο, ἦν, ἀλλʼ, οἶμαι, οὐ βλέπουσιν ὀξὺ οὐδὲ ἐπίστανται πλουτεῖν καίτοι τοῦτʼ ἀεὶ μελετῶντες· σὺ δὲ εἶδές τε τὸν θησαυρὸν καὶ ἥρπασας, οὐχ ὅπως μόνος ἔχοις, ἀλλʼ ὅπως μάλιστα ἔχων καὶ τοῖς ἄλλοις νέμοις. τούτου δὲ πάντως τις τοῦ θησαυροῦ καὶ βασιλεύων δεήσεται καὶ τάχα τοὺς νῦν οἷς ἐπίστανται μεγάλους ὄψεταί τις καὶ τοῖς ἄλλοις μεγάλους.
Θεμιστίῳ.
Ἀκόντιος ἀδελφὸς Ἀντωνίνου τοῦ Ἀρμενίου—τὸν δὲ Ἀντωνῖνον αὐτὸς μὲν ἔτι παῖς ὢν τῇδε ἔγνων, σὺ δὲ ἀνήρ, ὅθʼ ἧκεν ἐκεῖσε, καὶ ἦν ἡμῖν ἡ σπουδὴ τὸν ἄνδρα ἀρέσαι λόγοις—τούτου τοίνυν ἀδελφὸς Ἀκόντιος ὢν κηδεστὴς Εὐτροπίου γίνεται, τοῦ Κέλσου ἀδελφοῦ, πάνυ χρηστὸς ἀνὴρ καὶ τὸ μηδένα λυπεῖν μεμελετηκώς. ἀρχὴν δέ τινα πάλαι λαβὼν καὶ οὐκ εἰσπράξας τούς γε οὐ δυναμένους θεῖναι νῦν αὐτὸς εἰσπράττεται μόνος, ὁπόσον ὀφείλουσι πολλαὶ μυριάδες ἀνθρώπων· τὸ δέ ἐστι χρυσοῦ μέτρον Πακτωλοῦ τινος δεόμενον καὶ Τμώλου καὶ τῆς Ἰνδικῆς. Ἀκοντίῳ δὲ χρήματα μὲν οὐκ ἔστι πλὴν τῶν ἱματίων καὶ δυοῖν δακτυλίοιν καὶ τοῦ τὴν χλαμύδα κατὰ τὸν ὦμον συνέχοντος χρυσίου, θυγατρὸς δὲ χρηστότης τὰ τῆς μητρὸς κληρονομήσασα τὸν πατέρα τρέφει. εἰ μὲν οὖν τὸ διασπασθῆναι τὸν Ἀκόντιον χρυσὸν οἴσει, διασπάσθω καὶ ῥείτω χρυσός· εἰ δʼ ἀπολεῖται μόνον, βοήθησον, ὅ τι ἔχεις. ἔχεις δὲ δύναμιν ἀπὸ τῆς δόξης καὶ τῶν λόγων τῶν τε ἄλλων καὶ ὧν ἀρχομένου τοῦ χειμῶνος ἔδειξας. πολλοὺς δὲ ἀκούω τοιαῦτα διαφυγεῖν κύματα τῇ τῶν ἐπικουρούντων προθυμίᾳ. τὰ μὲν γὰρ πρῶτα φοβερὰ καὶ πᾶν εἶδος ἀνάγκης· εἰ δʼ ὁ διδάσκων εἴη, γίνεταί τις γαλήνη. τήν τε οὖν γαλήνην ταύτην ἡμῖν ἔργασαι καὶ λόγον τόν τε νῦν τόν τε πρὸ τοῦδε πέμπειν. πάνυ γὰρ ἐπιθυμῶ σου τὴν εὕρεσιν καὶ ἰδεῖν καὶ θαυμάσαι.
Λεοντίῳ.
Χάριν αἰτοῦμέν σε δικαίαν. οἶμαι δέ σε πολλὰς τοιαύτας καὶ δεδωκέναι καὶ εἰληφέναι. ὅθεν σοι καὶ αἱ θεαὶ φίλαι καὶ πολλὴ παρʼ ἐκείνων εἰς τὴν ἀρχὴν ἡ χάρις. ἣν δὲ αἰτοῦμεν, ἐστὶ κρατῆσαι μὲν ἐπιβουλευόμενον Μειλίχιον, ἡττηθῆναι δὲ ἐπιβουλεύοντα Σαπρίκιον. καίτοι ἀδελφὸς Μειλιχίου Σαπρίκιος, ἀλλʼ ἀντʼ ἀδελφοῦ πολέμιος εἶναι βούλεται. τῶν γὰρ ὄντων τούτῳ τῶν μικρῶν ἐπιθυμήσας καὶ ὁρῶν αὐτὸν οὐκ εἰδότα πράγμασι χρῆσθαι σιτηγεῖν αὐτὸς ἐθελήσας, εἶθʼ ὡς οὐκ ἀρκῶν τῷ φορτίῳ τόνδε αὑτῷ συμπλεῖν ἀξιοῖ, οὐχ ἵνα συμπλεύσειεν, ἀλλʼ ἵνα φεύγων τὸν πόνον ἐκπέσῃ τῶν ἑαυτοῦ, τὰ δὲ ἐκείνου γένηται. ταῦτʼ οὖν ὅπως μὴ γένηται, δεόμεθά σου. καὶ γὰρ οὐδʼ ἐπὶ φαύλοις Μειλίχιος διατρίβει παρʼ ἡμῖν, ἀλλʼ ἣν ἂν ἐγὼ φαίην καλλίστην λειτουργεῖ λειτουργίαν τὸν Πυθαγόρου μὲν ζηλωτήν, ἐμοὶ δὲ ὁμώνυμον ἐπὶ τῆς κεφαλῆς ὡς εἰπεῖν περιφέρων καὶ ὢν ὁμοῦ μὲν συγγενής, ὁμοῦ δὲ κρείττων τῶν οἰκετῶν. φιλοσόφους, ὦ μακάριε, μετὰ τοὺς θεοὺς θεραπευτέον ἐγγὺς ὄντας τῶν θεῶν. ἐπεὶ οὖν αὐτὸν Μειλίχιος ταῖς χερσίν, ἡμεῖς τῇ πρὸς Μειλίχιον βοηθείᾳ θεραπεύωμεν. εἰ δὲ μή, σκόπει οἷον ἔσται. Σαπρίκιος μὲν αὑτοῦ ποιήσεται τὰ τοῦδε, ὁ δὲ ὑπʼ ἀθυμίας λείψει τὴν τάξιν ἐφʼ ἧς ἐστι, στερήσεται δὲ ὁ φιλόσοφος τοῦ φιλτάτου, δόξομεν δὲ ἡμεῖς αἴτιοι γεγονέναι πράγματος οὕτως ἀγρίου. ἀλλʼ οὔτε ἔσται οὔτε ἡμεῖς τοῦτο δόξομεν· ὁ γὰρ ἐκ λόγων ἐπὶ τὸ ἄρχειν ἥκων ὁ καλὸς ἡμῖν Λεόντιος τοῦ μὲν καταγνούς, τὸν δὲ ἐπαινῶν, ἡμᾶς δὲ αἰδούμενος πράξει ταῦτα ἃ πράξας εὐδοκιμήσει.
Ἐκδικίῳ.
Ἄνελε, πρὸς Ἑρμοῦ, τουτὶ τὸ προοίμιον ἐκ τῶν σῶν πρὸς ἐμὲ γραμμάτων, οὔτε γὰρ τῶν σῶν λόγων οὔτε τῆς οὔσης ἡμῖν πρὸς ἀλλήλους φιλίας ἄξιον. ἁπλῶς δὲ οὑτωσὶ γράφειν· πραχθήτω τὸ καὶ τό, καὶ τῷ δεῖνι βοήθει, καὶ τὸν δεῖνα φίλει. ὃ γὰρ τοῖς τυράννοις παρὰ τῆς ἀρχῆς ἐστι, τοῦτʼ ἔστι παρὰ τῆς φιλίας τοῖς φίλοις· διαφέρει δὲ τοσοῦτον, ὅσον τοῖς μὲν ὑπηρετοῦντες ἀχθόμεθα, τοῖς δὲ ὑπουργοῦντες ἡδόμεθα. σὺ δʼ, ὅτι μὲν δεῖ με τοῖς σοῖς βοηθεῖν, τῷ προοιμίῳ προσέθηκας, ὁ δὲ τῆς βοηθείας δεόμενος οὐδαμοῦ, καί μοι παρέστη δόξα τις, ὡς ἐγὼ μὲν τῷ σχήματι τῆς παρακλήσεως τιμῶμαι, τἄργα δὲ ἑτέροις πρόσκειται.
Δομιτιανῷ.
Παρὰ τῷ φέροντι τὴν ἐπιστολὴν καταλέλυκεν ὁ φιλόσοφος Θεόπομπος, ἀνὴρ ἀξίαν τῆς ψυχῆς τὴν μορφὴν παρεχόμενος. ἐκέλευσεν οὖν με ἐκεῖνος αἰτῆσαί τινα εὔνοιαν παρὰ σοῦ τῷ ξένῳ, καὶ οὐκ ἔσχον εἰπεῖν ὡς οὐκ ἂν αἰτήσαντι δοίης. ἃ γὰρ ἔλαβον, ᾄδεται. αἰτῶ δὴ τὴν εὔνοιαν, ἧς κεφάλαιον τὸ διὰ τάχους ἀπαλλαγῆναι τῶν ἀδικούντων τὸν ἄνθρωπον.
Ἰοβίνῳ.
Ἐκ τῆς φίλης σοι πόλεως ἡ πρεσβεία καὶ πρέσβεις ἄξιοι βασιλέως σώφρονος ἔχοντες μὲν σεμνύνεσθαι πατράσι, σεμνύνοντες δὲ γονεῖς ταῖς αὑτῶν ἀρεταῖς. ἐνοχλήσουσι μὲν οὖν οὐδέν, οἷα δὴ πολλαχόθεν, ἓν δὲ ἀπαγγελοῦσι μόνον, δρόμον ὡς ἡμᾶς γενέσθαι τῷ βασιλεῖ, ὃν ἐν μὲν τῇ Μεγάλῃ πόλει καθήμενον εὔχεσθαι χρῆν ἀναστῆναι, ἀναστάντα δὲ ὥρα καλεῖν. δὸς δὴ σαυτὸν εἰς τὸ πάντα αὐτοῖς γενέσθαι λεῖα, τήν τε εἴσοδον τά τε ἔνδον τά τε ἐπὶ τούτοις.
Εὐμαθίῳ.
Ἔργῳ τὴν ὑποψίαν λέλυκας καὶ ἔργῳ μεγάλῳ τε καὶ οὗ πάντʼ ἐλάττω τὰ ἄλλα· πατρὶ γὰρ υἱέων πάντʼ ἐλάττω δήπου τὰ ἄλλα, ἐπεὶ καὶ σφῶν αὐτῶν μεῖζον ἄγουσι τὸ τῶν παίδων ἄνθρωποι. τοῦ μὲν οὖν πέμψαι τοὺς νέους ἐπαινῶ σε, τοῦ δὲ βραδέως αἰτιῶμαι. νῦν γοῦν, ὅτε σε χρῆν ἀκούειν ὡς ἐπίστανται λέγειν, ἀκούεις ὡς ἐπιστήσονται λέγειν. τούτου δὲ αἴτιον μάταιος φόβος, ὡς ἄρα ἐγὼ διὰ τὴν σὴν παιδιὰν περὶ τοὺς σοὺς παῖδας ἔμελλον εἶναι κακός. ἀλλʼ οὔτʼ ἂν παιδιᾶς ἀπῄτησα δίκην οὔτʼ, εἰ σφόδρα ἠδίκεις, τοὺς παῖδας ὧν αὐτὸς ἠδίκεις ἀπῄτησα ἄν. νῦν δʼ ἐγὼ μέν σε δίκας οὐκ ἀπαιτῶ, δέδοικα δὲ μὴ τὸν πατέρα οἱ παῖδες, ὅταν ἐν τῷ κερδαίνειν μᾶλλον ἴδωσι τὴν πρόσθεν ζημίαν.
Διονυσίῳ.
Ἥσθην σου καὶ τῷ μήκει καὶ τῷ κάλλει τῆς ἐπιστολῆς, καί μοι δοκεῖς οὐκ ἐν θορύβοις εἶναι μόνον, ἀλλὰ καὶ ἐν βιβλίοις. πάνυ γοῦν ἱκανῶς συνηγόρευκας Εὐμαθίῳ τῷ καλῷ· θαυμάζω δέ, ὅπως οὕτως ἐπιστάμενος λέγειν βραδέως αὐτοῦ τὸν φόβον ἐξέβαλες, ἀλλʼ οὐκ εὐθὺς ἐξ ἀρχῆς θαρρεῖν ἔπεισας. ἴστω οὖν ὅτι με οἷς μὲν ἔπραξεν ἐτίμησεν, οἷς δὲ ἐπίστευσε μόλις ἐλύπησεν. ἀλλὰ καὶ αὐτὸς μέντοι τὸν ἄνδρα ἀντιλυπήσω τῇ περὶ τοὺς παῖδας εὐνοίᾳ· δεῖ γὰρ αὐτῶν ὠφελουμένων αὐτὸν αὑτοῦ γενέσθαι κατήγορον.
Ἐκδικίῳ.
Ἐδεξάμην τοὺς νέους, ὡς μὲν ἐγὼ φαίην ἄν, τοῖς ἐμαυτοῦ τοῖς μικροῖς, ὡς δὲ σὺ φῄς, τοῖς μεγάλοις καὶ καλοῖς, αὐταῖς ἀτεχνῶς Ἀθήναις. εἶτα τοιαῦτα λέγων οὐ δέδοικας μὴ τὸ ῥῆμα ἐλθὸν Ἀθήναζε γραφὴν Ἀθήνηθέν σοι κομίσῃ; καίτοι κρύπτω μὲν αὐτὸς τὸ ῥηθέν, οἱ νέοι δὲ οὐκ ἐσίγησαν ὑφʼ ἡδονῆς ὡς ἂν Ἀθήναζε ἥκοντες. ὅρα οὖν, ὅ τι ἀπολογήσῃ πρὸς Ἀθηναίους· οἶμαι δέ σε ἀπορήσειν, πλὴν εἰ τὸν ἔρωτα τὸν εἰς ἡμᾶς αἰτιάσαιο, διʼ ὃν ἤδη τις ἔπος προέηκεν ὅπερ τʼ ἄρρητον ἄμεινον.
Ἰοβίνῳ.
Ὄψει Λημμάτιον, ὡς οὔτʼ ἂν ἐβουλήθης οὔτε προσεδόκησας, πτωχὸν ἐξ εὐπόρου, μικρὸν ἐκ μεγάλου, δάκρυσι παραπεμπόμενον τὸν πρὶν εὐδαιμονιζόμενον, ἓν ἔχοντα μόνον, τὴν ἐπὶ τῆς ψυχῆς ἀρετήν· ἐπεὶ τούτῳ γε οὐ χεῖρες, οὐ πόδες, οὐκ οἰκέτης, οὐκ ἄλλο οὐδὲν τῶν πατρῴων. οὕτω σκληρός τις αὐτῷ προσέπεσεν ὁ δαίμων καὶ πάντα ἐκεῖνα καθεῖλεν, ἃ ἡμεῖς μὲν ἠκούομεν, αὐτὸς δὲ εἶδες. ἦλθες γὰρ εἰς τὴν τοῦδε καὶ ὁπόσος ἦν ἁνήρ, ὡς κεφάλαιον τῆς πατρίδος, ἔγνως παρὼν φιλία τε ὑμῖν ἐγένετο, καὶ ὁ μὲν τὰ σά, σὺ δὲ ἐθαύμασας τὰ τοῦδε. τύχη δὲ ἄρα τις βελτίων πάλαι ταῦτʼ ἔπραττεν, ὅπως ἐπὶ τῷ μέλλοντι χειμῶνι λιμένα εὕροι. δέχου δὴ τὸν ὑπὸ τῶν ἀνέμων ταραττόμενον καὶ βεβαίου τὴν παροιμίαν φίλος ἀνδρὶ παρὼν ἀλγῶν τε καὶ ἐπαμύνων. τὸ μὲν γὰρ πρότερον πάντων τῶν φίλων, διʼ ὅσων ἦλθε, καὶ οὐδεὶς ὅστις οὐκ ἐστέναξε· τὸ δὲ καὶ λῦσαί τι τῶν λυπούντων ὑμῶν, οἷς τὸ δύνασθαι πάρεστιν εὖ ποιοῦν. εἰ δʼ οὖν καὶ ἀδύνατον ἰάσασθαί τι τῶν κακῶν, ἀλλὰ φαίνου γε βουλόμενος· ὡς βέλτιον μὲν τὸ κατορθῶσαί τι, μικρὸν δὲ οὐδὲ τὸ προελέσθαι.
Δεκεντίῳ.
Πολλοῖς οἶδά σε φίλοις βεβοηθηκότα καὶ πολλοῖς οὔτʼ ἐχθροῖς οὔτε φίλοις. ἤδη δέ τῳ καὶ δυσμενεῖ χεῖρα ὤρεξας καὶ τούτων ὡς καλῶν ἐμέμνησο πρὸς ἡμᾶς· καὶ γὰρ ἦν καλά. Λημμάτιον δὲ ἐν φίλοις εἰκότως ἂν γράφοιο. φίλον γὰρ ὄντα ἡμέτερον καὶ σὸν οἶδεν ἡ παροιμία φίλον ἡ κοινὰ ποιοῦσα τὰ φίλων. ἴθι οὖν, πάντα λίθον κίνει πρὸς συμμαχίαν καὶ δεῖξον μεταβολὴν μεταβολῆς ἀμείνω· ἡ μὲν γὰρ παρὰ τῆς Τύχης πικρά, τὸν λαμπρὸν γὰρ ἐποίησεν ἄθλιον, ἡ δʼ αὖ παρὰ σοῦ τὸν κείμενον εἰς τὰ πρόσθεν ἐπανάξει. ταῦτά σου δεῖσθαι διʼ ἐμοῦ πάντας μὲν Ἕλληνας ἡγοῦ, πάντας δὲ Σύρους καὶ Αἰγυπτίους καὶ Κίλικας καί, νὴ Δία γε, πάντας ἀνθρώπους. καὶ γὰρ εἰ μὴ πάντες ἑωράκασι τὸν ἄνδρα, ἀλλὰ πάντες γε ἐδέξαντο τὸν περὶ αὐτοῦ λόγον, καὶ νῦν ἕκαστος ὡς αὐτὸς τρωθεὶς ὀδύρεται καὶ βούλοιτʼ ἂν ἀκοῦσαί τι βέλτιον. ἐλθέτω τοίνυν ὁ βελτίων πανταχῆ λόγος, ὡς Δεκέντιος μὲν ἱκέτευσεν, ὁ βασιλεὺς δὲ ἐπένευσεν, καὶ ὁ μὲν ἔπεισεν, ὁ δὲ ἐνέδωκεν· πάντως οὐ χεῖρον βασιλεῖ τροπαίου τὸ πρᾳότητι χρῆσθαι. καὶ ταῦτα εἶπον οὐχ ὡς οὐκ ἔχοντος τοῦ θυμοῦ λόγον, ἔχει γάρ, καὶ ἡμάρτομεν, ὁμολογοῦμεν, ἀλλʼ ὅτι καλὸν εἰς ὀργὴν τῶν πραγμάτων ἐγειρόντων τῆς φιλανθρωπίας γενέσθαι τὴν νίκην, ἵνʼ ᾖ καὶ ποιηταῖς καὶ σοφισταῖς ἐκ πολλῶν καὶ καλῶν ἀνθέων τοὺς ἐπαίνους πλέκειν.
Τῷ αὐτῷ.
Πρὶν ἐπανήκειν ἡμῖν τοὺς πρέσβεις ὁ περὶ αὐτῶν ἧκε λόγος. ἐκόμιζε δὲ αὐτὸν Ἀλέξανδρος οὐ μικρὰ μεγάλα ποιῶν, καίτοι δύναιτʼ ἄν, ἔστι γὰρ ῥήτωρ ὁ σὸς στρατιώτης, ἀλλʼ ὑπὲρ μεγάλων μεγάλως λέγων. ἐγένετʼ οὖν ἡ διήγησις ἑορτή, καὶ οὐδὲν ἦν οὔτε λέγειν οὔτʼ ἀκούειν πολλὰς ἐφεξῆς ἡμέρας ἢ ὅτι γαλήνην εὗρον οἱ πρέσβεις ἕτερα ἐλπίσαντες. ἐποίει δὲ τὸν φόβον ἡ βραδυτής, ἡ γαλήνη δὲ ἔργον μὲν τῆς βασιλέως φύσεως, ἔργον δὲ τῆς βοηθούσης Ἀθηνᾶς· πρέπειν γάρ μοι τῇ προσηγορίᾳ δοκεῖς διὰ τὴν φρόνησιν. τούτοις μὲν οὖν καὶ μάλα ἥσθην, τὸν Ἀλέξανδρον δὲ ᾤμην μέν, εἰ καὶ μὴ πρόσθεν, ἀλλὰ νῦν ἐπί τι τούτων ἀφῖχθαι τῶν τοὺς πράττοντας αὔξειν πεφυκότων· οὐ γὰρ ἦν ἄδηλον ὅτι τὸν ἄνδρα φιλεῖς ἐκ τῶν περὶ τὸν Ἑρμῆν ὄντα χορῶν. ὡς δʼ ἔγνων, ᾧ διακονεῖ, συνήσθην μὲν πέτεσθαι δυναμένῳ, σοῦ δὲ ἐθαύμασα μήπω τὸν ἄνδρα τετιμηκότος, εἰ μὴ τοῦτο λέγοις, ὅτι τοῦτʼ αὐτὸ μένων ἀνεῖχες τὸ ἐμὲ ταῦτα γράψαι καὶ αἰτῆσαι τὴν χάριν. ἰδοὺ δή, καὶ γράφω καὶ ἐπαγγέλλω· φαινέσθω τοίνυν ἡ χάρις.
Ἀμμιανῷ.
Ἐγώ σε καὶ οἶδα καὶ ἐπαινῶ καὶ φιλῶ καὶ ὅταν ἐμαυτοῦ, τότε ἐπιλήσομαι καὶ σοῦ· τοῦ δὲ μὴ γράψαι σοι τὴν αἰτίαν οὐκ ἀποκρύψομαι. καὶ μήτοι με νομίσῃς ἐρεῖν τοῦτο δὴ τὸ τῶν πολλῶν τὸ οὐδὲ γὰρ αὐτὸς ἐπέστειλας. οὐ γὰρ ἀγνοῶ τοῦθʼ ὅτι ὑμῖν μὲν πολλὰ τὰ πράγματα σχολὴν οὐ πάνυ διδόντα, τὸ δʼ ἡμέτερον ἐν λόγοις. ἀλλʼ εἰώθασιν οἱ ἄνθρωποι τίς τίνι φίλος; ἀνερωτᾶν, κἂν αἴσθωνται, παρὰ τῶν δυναμένων ὑμῶν εὖ πάσχειν ἀξιοῦσι διὰ τοὺς γράφοντας ἡμᾶς. καὶ δεῖ δὴ καθημέραν ἐπιστέλλειν καὶ δεῖσθαι καὶ χάριν αἰτεῖν. εἶθʼ ὑμεῖς τὸ μὲν ἔδοτε, τὸ δὲ οὔ. τίς δʼ ἂν πάντα δοίη; τὸν δʼ οὐ τυχόντα κατήγορον ἀνάγκη τῶν ἐπεσταλμένων εἶναι. μὴ γὰρ ἂν ὑμᾶς μὴ δοῦναι τῆς ἐπιστολῆς πάντα ἃ χρῆν ἐχούσης. ὅπως οὖν μοι μὴ πλῆθος γένοιτο πολέμων, οὐκ ἐκήρυττον τὴν πρὸς σέ μοι φιλίαν. ἐπεὶ δὲ σὺ τοῦτο ἀναγκάζεις, ὑπακούω καὶ γράφω καὶ κηρύττω, καὶ τὰ πρῶτα γράμματα πρώτην εὐθὺς αἰτεῖ χάριν, τὸν Ἀλέξανδρον ἡμῖν ἑστιᾶσαι λαμπρότερον ἢ ὡς νῦν. ἔστι δὲ πολλῶν ἀξιώτερος καὶ γένους ἕνεκα καὶ τρόπων καὶ πόνων τῶν τε ἐν λόγοις τῶν τε δευτέρων, οὓς ἐφʼ ἵππων ἐσθίων καὶ καθεύδων ἤνεγκεν.
Ζηνοδώρῳ.
Οἶμαι μέν, εἰ καὶ πολλάς σε χάριτας ἐτύγχανον ᾐτηκώς, τυχεῖν ἂν ἢ πασῶν ἢ τῶν γε οὐκ ὀλίγων· νῦν δʼ οἶσθα ὅτι σου τὴν ἀρχὴν οὐκ ἠνωχλήκαμεν. ἀλλὰ νῦν ἡ πρὸς Ἀλέξανδρον φιλία καὶ τοῦτο ἠνάγκασεν. ὃς ἥκει μέν, ὅπως εἰσπράξῃ τι Κιλίκων τινάς, εἴργεται δὲ ὑπὸ σοῦ καὶ ἴσως δικαίως ῥῆμα ἀφείς τι θρασύτερον, ἐφʼ ᾧ σε πυνθάνομαι μέλλειν αὐτοῦ κατηγορήσειν πρὸς τὸν ἀπεσταλκότα. ἀλλά σου δέομαι μήτε τοῦτο ποιῆσαι μήτε τῆς εἰσπράξεως τὸν ἄνθρωπον ἐκβαλεῖν. εἰ γὰρ καὶ οὗτος ἐπιτιμήσεως ἄξιος, ἀλλʼ ἡμεῖς γε ἴσως παρὰ τῷ καλῷ Ζηνοδώρῳ τιμῆς, καὶ μᾶλλον εἰκὸς ἐκεῖνον διʼ ἡμᾶς συγγνώμης τυχεῖν ἢ διʼ ἐκεῖνον ἡμᾶς ὑβρισμένους ἀλγεῖν. ἐνθυμοῦ δὲ καὶ ὅτι σοι κάλλιον νῦν νικῆσαι τὸν θυμὸν ἢ τῇ μὲν ὀργῇ χαρίσασθαι νῦν, ὕστερον δὲ πρὸς ἡμᾶς ἀπολογίαν ζητεῖν.
Σελεύκῳ.
Ἐδάκρυσα ἐπὶ τοῖς γράμμασι καὶ πρὸς τοὺς θεοὺς ἔφην· τί ταῦτα, ὦ θεοί; δοὺς δὲ καὶ τῶν ἄλλων οἷς πιστεύω μάλιστα τὴν ἐπιστολὴν κἀκείνους ταὐτὸν εἶδον παθόντας πρὸς τὴν ἐπιστολήν. ἐλογίζετο γὰρ ἕκαστος, ὧν ἄξιος ὢν τυχεῖν ἐν οἷς ἠνάγκασαι διάγειν. ἐγὼ δὲ οἷς κἀκείνους καὶ ἐμαυτὸν παρεμυθησάμην ἐρῶ· καὶ γὰρ σοὶ τοῦτο ἀρκέσειν οἶμαι. εἰσῆλθέ με Ὀδυσσεὺς ἐκεῖνος, ὃς ἐπειδὴ τὴν Τροίαν κατήνεγκεν, ἐκομίζετο διὰ τῆς θαλάσσης, ὡς οἶσθα, ἡμεῖς δὲ οὔτε κλάδων ἐπὶ τὰ αἰδοῖα δεόμεθα μηδʼ αὖ δεηθείημεν οὔθʼ ὑπὸ τῶν οἰκετῶν τυπτόμεθα καθαρός τέ σοι πάσης παροινίας ὁ οἶκος. εἰ δʼ εἴργῃ πόλεων καὶ τῶν ἐν ἐκείναις λουτρῶν, ἐνθυμοῦ, πόσοι παρὸν ἐν πόλει διατρίβειν ἐν ἀγροῖς αἱροῦνται τὰς ἡδονὰς ἡδίους τῶν ἐκεῖ θορύβων κρίνοντες. εἰ δὲ ἦσθα Ἀχιλλεὺς καὶ ἐχρῆν σε ἐν Πηλίῳ συνεῖναι τῷ Κενταύρῳ, τί ἂν ἔδρας; ἀποδρὰς ἂν εἰς τὰς πόλεις ᾤχου συμφορὰν τὸ ὄρος ἡγούμενος; μή, πρὸς Διός, ὦ Σέλευκε, μὴ κόπτε σαυτὸν μηδʼ ἀμνημόνει τῶν στρατηγῶν ἐκείνων, οἳ ἄρτι τὰ τρόπαια στήσαντες, ὁ μὲν ἦν ἐν δεσμοῖς, οἱ δὲ ἔφευγον. οὐδὲ γὰρ ὅπως πονοῖμεν, ἐκεῖνα ἐμανθάνομεν, ἀλλʼ ὅπως ἐν τοῖς δεινοῖς ἐκεῖθεν κουφιζοίμεθα. σὺ δʼ ἔχων καιρὸν εἰς ἐπίδειξιν ἀνδρείας ὀδύρῃ καὶ τοὺς Πέρσας οὐ δείσας τὰ δένδρα ἡγῇ δεινὸν καὶ τὸν μὲν ἥλιον τὸν περὶ τὸν Τίγρητα ἤνεγκας, σκιὰν δὲ ἔχων ἐκ φύλλων ἐν Πόντῳ τῶν ἐν ἄστεσιν ἀγορῶν ἐπιθυμεῖς καὶ φῂς εἶναι μόνος· ὃ ἥκιστʼ ἂν ἀνδρὶ φιλολόγῳ συμβαίη. πῶς γὰρ ἄν σε καταλίποι Πλάτων καὶ Δημοσθένης καὶ ὁ χορὸς ἐκεῖνος, οὓς ἀνάγκη μένειν, ὅπουπερ ἂν ἐθέλῃς; τούτοις τε οὖν διαλέγου καὶ τὸν πόλεμον ὃν ὑπέσχου σύγγραφε, καί σου τὰ παρόντα οὐχ ἅψεται βλέποντος εἰς ἆθλον οὕτω μέγαν. τοῦτο καὶ Θουκυδίδῃ τὴν φυγὴν ἐποίησεν ἐλαφράν, καὶ διῆλθον ἄν σοι τὸ πᾶν, εἰ μὴ ἠπίστω καλῶς. πάνυ γε ἡγοῦ τῇ γραφῇ χαριεῖσθαι πᾶσιν ἀνθρώποις. εἶδες μὲν γὰρ ἔργα μετὰ πολλῶν, μόνῳ δὲ σοὶ τῶν ἑωρακότων ἀξία τῶν ἔργων ἡ φωνή.
Κλεάρχῳ.
Ἠδικήμεθα ὑφʼ ἑνὸς τῶν ἀρχόντων τῶν ὑπὸ σοί. Μητροφάνης μὲν ὄνομα τῷ ἄρχοντι, Σευῆρος δὲ συκοφαντεῖ, δεινὰ δὲ ἔπασχεν Ἀλέξανδρος καὶ διʼ ἐκείνου Κέλσος καὶ διὰ Κέλσου πάντες ἡμεῖς. ἧκε μὲν γὰρ ὁ Ἀλέξανδρος εἰς Πέργην ὡς κυνηγέταις διαλεξόμενος, δεῖ γὰρ δὴ πρός γε σὲ τἀληθῆ λέγειν, ὁρῶν δὲ ἐν τῷ πράγματι κίνδυνον ἀπέστη τῆς πείρας. ἕτεροι δʼ ἦσαν οἱ καὶ τοῦτο δρῶντες καὶ πείθοντες καὶ ἦν δρασμὸς τῶν τε πεισθέντων τῶν τε ἀναπεισάντων. ἔπειθʼ οἱ μὲν πεισθέντες εἴχοντο, τοῖς δʼ ὑπῆρξε διαφυγεῖν. Ἀλέξανδρος δὲ τούτων θεατὴς μὲν ἦν, κοινωνὸς δὲ οὐδαμῆ. εἶτα ἁρπασθεὶς ἔλαφος ἀντὶ παρθένου γυμνοῦται μὲν τῶν ὄντων, ἐμπίπτει δὲ εἰς τὸ οἴκημα, δυνηθεὶς δὲ λόγου τυχεῖν ὀψέ ποτε μάρτυρας εἶχεν αὐτοὺς τοὺς κυνηγέτας, ὡς οἱ μὲν ἠδικηκότες πλέουσιν, Ἀλέξανδρος δὲ οὐκ εἴη τῶν ἀναπτερούντων αὐτούς. ὁ μὲν οὖν νόμος ἐβούλετο τὰ αὑτοῦ τὸν Ἀλέξανδρον κομίσασθαι ὄντα οὐ μικρά· Σευήρῳ δὲ ἤρεσκεν ἔχειν τἀλλότρια, καὶ Μητροφάνει γε ταῦτʼ ἤρεσκε, διότι καὶ Σευήρῳ. καὶ κελεύουσι δὴ τὸν Ἀλέξανδρον ἐλθόντα εἰσπράττειν τοὺς ἠδικηκότας. ὁ δʼ ᾔδει μὲν ὡς εὐήθης ὁ λόγος, ἔχων δὲ οὐδὲν ποιεῖν ἀπῆλθε καὶ ἦν γελοῖος ἀξιῶν παρʼ ἐκείνων ἀπολαμβάνειν ἃ Σευῆρος εἶχεν ἀδίκως. παύσαντες οὖν αὐτὸν εἰσπράξεως ἀλόγου πέμπομεν παρὰ σὲ δικαστοῦ καὶ λῃστοῦ τὸ μέσον εἰσόμενον.
Δεκεντίῳ.
Μαιορῖνος οὑτοσὶ παῖς μέν ἐστι πατρὸς ὁμωνύμου δείξαντος ἀρετὴν ἐν ἀρχαῖς, αὐτὸς δὲ νῦν μέν ἐστιν ἐν τῷ τὰ αὑτοῦ διοικεῖν, δοκεῖ δέ μοι μὴ φαυλότερος ἂν γενέσθαι τοῦ πατρὸς ἐν ὁμοίοις ἔργοις. φύσις τε γὰρ ἀγαθὴ καὶ τροφὴ παρὰ τῷ πλεῖστον λόγον πεποιημένῳ λόγων Εὐβούλῳ τῷ σωφρονεστάτῳ τῶν ἐπὶ γῆς, ὃς τοῖς παισὶν αὐτὸν ἀναμίξας τοῖς αὑτοῦ ζώντων μὲν ὧνπερ ἐκείνους ἠξίου, τεθνεώτων δὲ ἀντʼ ἐκείνων ἔχει. τὸν δὴ τοιοῦτον πάνυ πιστεύω φίλον ἔσεσθαί σοι. νοῦν γὰρ ἔχων παρὰ νοῦν ἔχοντα ἔρχεται, ποιεῖ δὲ τὰς φιλίας, ὡς τὰ πολλά, τῆς γνώμης ὁμοιότης. καὶ μὴν καὶ ὑπὲρ ἡμῶν χάριν ἂν αὐτῷ δικαίως ἀποδοίης. εὐθὺς γὰρ ὡς ἧκεν, εἵλετο τἀμὰ καὶ ταῦτα ἐποίει μείζω, καίτοι λυπεῖν ἦν ἀνάγκη τινάς. ἀλλʼ ὅμως οὐκ ἐκεῖνο μᾶλλον ἔδεισεν ἢ τοῦτο ἐτίμησεν. ἀρξάμενος δὲ σφοδρῶς διʼ ὁμοίου τοῦ τόνου τὴν σπουδὴν ἐτήρησε καὶ οὐκ ἐγένετο τῶν κακῶν δρομέων, ὧν τὰ δεύτερα τῶν προτέρων χείρω. δέχου δὴ τὸν ἄνδρα μειδιῶν καὶ μόνος ἀντὶ πολλῶν ἄρκεσον καὶ βοήθησον μὲν εἰς τὸ παρόν, δὸς δὲ θαρρεῖν ὑπὲρ τῶν μελλόντων. ὄψει δὲ αὐτοῦ τὸν τρόπον οἷς αἰτεῖ νῦν· αἰτεῖ γὰρ οὐκ ἀδικεῖν, ἀλλὰ μὴ τοῦτο παθεῖν.
Τῷ αὐτῷ.
Μαρκιανὸς οὑτοσὶ πολίτης τε ἐμὸς καὶ φίλος καὶ τὰ τελευταῖα νῦν ὁμιλητής. ἡγεῖτο γὰρ τὸ ὀψὲ μαθεῖν ἃ δεῖ τοῦ μὴ μανθάνειν ἄμεινον. ἀλλʼ ἐκ μέσων αὐτὸν τῶν Μουσῶν θόρυβός τις ἐμπεσὼν ἀφείλκυσε τὸν περὶ τῶν ὄντων τῇ γυναικὶ περιστήσας φόβον, ἣν ἔλαβε μὲν τῆς ἐπὶ Πέρσας κοινωνήσας στρατείας οὐκ ἄνευ γνώμης βασιλέως, καὶ ἦν εὐδαίμων, καὶ γὰρ καὶ πατὴρ ἐγένετο. κινδυνεύει δέ, μᾶλλον δέ, χρηστὸν ἔσται τὸ πέρας σοῦ τε βουλομένου καὶ τῶν νόμων οὐ κινουμένων. λέγουσι γὰρ οἱ ταῦτα ἀκριβοῦντες ὡς, ἕως ἂν ἐκεῖνοι μένωσι, καὶ παρὰ τῇ γυναικὶ μένει τὰ νῦν ἀνδρὸς μὲν αὐτῇ τοῦ προτέρου καὶ τέκνου τετελευτηκότος, προτέρου δὲ τἀνδρὸς ἢ τοῦ παιδίου. βοήθησον τοίνυν καὶ Μαρκιανῷ καὶ τοῖς νόμοις καὶ ποίει τοὺς ἀδικοῦντας ἀσθενεῖς.
Ἰοβίνῳ.
Σῶζε τὸν τοῦ σοῦ χοροῦ Μαρκιανόν, εἰ καὶ μὴ νῦν ὄντα χορευτήν, ἀλλʼ ὄντα γε μικρὸν ἔμπροσθεν. ἔστι δέ σοι καὶ διʼ ἕτερον χορὸν αἰδέσιμος, τὸν ἐμόν· καὶ γὰρ τούτου μετέσχηκε Φωκυλίδῃ πειθόμενος μετὰ χρήματα λόγων ἁψάμενος. γαμεῖ μὲν οὖν γυναῖκα ταξιάρχου πεσόντος ἐν παρατάξει τεκοῦσαν μὲν ἐξ ἐκείνου, λαβοῦσαν δὲ ἐκ βασιλέως ἐξουσίαν κατὰ τοῦ χρόνου· μακαριζομένῳ δὲ αὐτῷ καὶ προσκυνοῦντι τὴν Τύχην ἧκέ τις ἀγγέλλων πόλεμον. καὶ αὐτίκα παρῆν ὁ πόλεμος ἐκβάλλων τὴν γυναῖκα τῶν ὄντων, ὧν ἐγένετο κυρία τῷ τοῦ παιδίου θανάτῳ. εἰ μὲν οὖν ᾔδειμεν παρὰ τοὺς νόμους εὐτυχοῦντες, ᾐσχυνόμεθα ἂν καὶ τὴν πενίαν αὖθις ἐφέρομεν· ἐπεὶ δὲ οὐδὲν ἀδικοῦμεν εὐποροῦντες, μενέτω βέβαια τὰ τῆς Τύχης, καὶ στῆθι μετὰ φίλων καὶ νόμων.
Εὐσεβίῳ.
Ἐγώ σε οἶδα μεγάλων μὲν ἁψάμενον πραγμάτων, ἀεὶ δὲ τυχόντα τοῦ τέλους καὶ τερπόμενόν γε, ὅτε σέ τις ἐπʼ ἄθλους οὐ ῥᾳδίους καλοίη· οἴει γὰρ τὸ μὲν τῶν πολλῶν, τὸ δὲ τῆς σῆς εἶναι φύσεως. ἰδοὺ δὴ καὶ νῦν ἔργον Ἡρακλέους τινὸς δεόμενον, ἄνδρα μὴ ἀφεῖναι τῶν ὄντων ἐξωσθῆναι παρὰ τῶν δύναμιν ἐχόντων αὐτὸν οὐκ ἀδίκως τὰ χρήματα ἔχοντα. ὃ δέ ἐστιν οὐχ ἧττον αὐτῆς τῆς βοηθείας, τὸ προελέσθαι βοηθῆσαι, καὶ τοῦτο νομίσας ἆθλον ἐπίδειξαι μεγαλοψυχίαν. Μαρκιανὸς γὰρ δεόμενός μου γράψαι τὴν ἐπιστολὴν ἐστέναξεν, ἐμοῦ δὲ ὅθεν τοῦτο γένοιτο, ἐρομένου μωρᾶναί ποτε ἔφησε καὶ νῦν θαυμάζειν εἰ μὴ περιοφθήσεται. εἰπεῖν μὲν οὖν ὃ ἡμαρτήκει κατώκνει, γράφειν δὲ ἐδεῖτό μου καὶ διαλλάττειν. ἐγὼ δέ, εἰ καὶ παράδοξον εἰπεῖν, βουλοίμην ἂν μὴ μικρὸν εἶναι τὸ λελυπηκός, ἵνʼ ᾖς μεγάλου κεκρατηκώς. ἐνθυμοῦ δὲ ὅτι τοῦ δίκην λαβεῖν τὸ τῷ τὴν δίκην ὀφείλοντι βοηθεῖν ἐθελῆσαι σεμνότερον· τὸ μὲν γὰρ καὶ θηρίων, τὸ δʼ ἀνδρῶν ἀγαθῶν. σὲ δὲ χρὴ τῶν ἀγαθῶν εἶναι καὶ ἐπαινεῖσθαι. δῆλον δὲ ὡς σὸς μὲν ὁ πόνος, ὁ δὲ ἔπαινος κοινὸς ἐμοῦ τε καὶ σοῦ.
Ἀκακίῳ.
Πολὺν ἐσίγησα χρόνον ὑπʼ αἰσχύνης, ὅτι σε ἠξίωσα πρᾶξαί μοί τι τῶν νόμων ἔξω. μετὰ γὰρ τὸ δεηθῆναί σου πρίασθαί μοι πῶλον εὐγενῆ νόμῳ τοῦτο ἤκουσα κεκωλύσθαι· μὴ γὰρ ἐξεῖναι τὸν ἄρχοντα παρὰ τῶν ἀρχομένων ὠνεῖσθαι. σὺ μὲν οὖν με λυπεῖν οὐκ ἐθέλων τοῦτο ἔκρυψας, διδαχθεὶς δὲ αὐτὸς ὑφʼ ἑτέρων ἠρυθρίασα λογιζόμενος, τίς ἂν ἦσθα αἰτούμενος τὰ μὴ σά. ἐκείνων μὲν οὖν μοι συγγνώμη, τὸ γὰρ ἐπʼ ἄλλοις διατρίβειν τῶν τοιούτων ἀπείρους ποιεῖ· νῦν δέ σε παρακαλοῦμεν ἀμῦναι τοῖς Ἀχαιοῦ παισίν, ὧν ἡ μήτηρ Σωπάτρου θυγάτηρ. ἕλκονται μὲν γὰρ ἐπὶ τὴν μείζω βουλήν, πατρὸς δέ εἰσι τὰ μικρὰ πρὸ τῶν μεγάλων ἑλομένου καὶ τὴν αὑτοῦ μᾶλλον βουληθέντος ὀρθοῦν ἢ περὶ Βόσπορον ἀεροβατεῖν. τήρησον τοίνυν τοὺς νέους ἐπὶ τῆς τάξεως ἧς εἰσι κληρονόμοι, ὡς τά τε τῷ πατρὶ δοκοῦντα νικῴη καὶ τοῖσδε τὰ ὄντα σωθείη. μία γὰρ αὐτοῖς ἀσφάλεια, μένειν ἐφʼ ὧν εἰσι. καινὸν δὲ εἴ τι γένοιτο, πάντα οἴχεται. παρʼ ἡμῶν μὲν οὖν τοσοῦτον λέγεται, ὅτι βοήθει φίλοις, τὸ δʼ ὅπως δεῖ βοηθεῖν, αὐτὸς κρινεῖς εἰδώς τε τὰς τοιαύτας ὁδοὺς καὶ δύναμιν ἐκ πενίας ἔχων. ταύτην γὰρ αἰδούμενοι πάντες οἱ τὰ σὰ οὐκ ἀγνοοῦντες ὅ τι νεύσειας, εὐθὺς ὑπουργοῦσιν.
Φουρτουνατιανῷ.
Ἐγὼ δὲ καὶ τοὺς ἀγρούς, ὅταν ἐν αὐτοῖς ᾖς, πόλεις ἡγοῦμαι καὶ τὰς πόλεις, ὅταν αὐτῶν ἀπῇς, οὐ μάλα πόλεις, ἐπεὶ καὶ τὴν ἡμετέραν χείρω πεποίηκας διὰ τῆς ἀποδημίας, καὶ μουσικῆς ἐν αὐτῇ λίαν ὀλίγη χάρις. καὶ γὰρ εἰ πολλοὺς ἐν τῷ χρόνῳ τούτῳ λόγους ἐδείξαμεν, ἀλλʼ ὅτι γε οὐκ ἦσθα τῶν δεχομένων τοὺς λόγους, τὸ πλεῖστον ἀπῆν τῆς χάριτος. ἐγένετο δέ τις ἡμῖν ἐξ ἐλπίδος τινὸς ἡδονὴ βραχεῖα. κενὴ γὰρ ἦν ἡ ἐλπὶς καὶ ταχέως ἐξελήλεγκτο. καὶ οἶμαι καὶ ὑμῖν ἄμφω τούτω συμβεβηκέναι. ἵνʼ οὖν μὴ διεστῶτες τὰ τοιαῦτα ἡδώμεθα, τὴν γῆν τοῖς γεωργοῖς ἐπιτρέψαντες ἔλθετε κοινωνήσοντες ὀνειράτων.
Προκληιανῷ.
Πρῶτός σοι φέρει Κύριλλος παρʼ ἡμῶν ἐπιστολήν, οὐχ ὅτι πρῶτος ἐδεήθη τῶν πρὸς σὲ παρʼ ἐμοῦ γραμμάτων, ἀλλʼ ὅτι τῶν δεηθέντων μόνος ἦν δίκαιος τυχεῖν· καὶ γὰρ ἑταῖρός μοι πάλαι καὶ τὸν τρόπον ἀγαθὸς καὶ εἰδὼς μεμνῆσθαι χάριτος. βουλεύων δὲ ἐν Κύρῳ καὶ πλεῖστα τῶν ὄντων εἰς αὐτὴν ἀνηλωκὼς καὶ νῦν ἥκει παρʼ ὑμᾶς ἐκείνῃ τι λειτουργῶν. ἂν μὲν οὖν εὕρηται τὴν παρὰ σοῦ βοήθειαν, σῶς ἐπάνεισιν· ἂν δὲ μή, —κρεῖττον δὲ οἶμαι σεσιγῆσθαι τὸ βλάσφημον. καὶ γὰρ οὐδʼ εἰκὸς σέ γε συμφοιτητοῦ δέησιν ἀτιμάσαι.
Τῇ ἐν Ἀγκύρᾳ βουλῇ.
Οὐδὲν οἶμαι θρασὺ ποιεῖν κοινὴν ὑμῖν πέμπων ἐπιστολήν, εἰ μὴ κἀκεῖνο θρασὺ τὸ πάντας ὑμᾶς φιλεῖν. εἰ δʼ ἥκιστα ἐκεῖνο, πῶς ἂν τοῦτο αἰτίαν ἔχοι; ἐγὼ γὰρ ἃ πρὸς τὴν ἐμαυτοῦ βουλὴν ἐποίησα ἂν ἀπών, ἐπέστειλα δʼ ἂν θαρρῶν, ταῦτα ποιῶ πρὸς τὴν ὑμετέραν, ἧς ἕνα ἐμαυτὸν ἐξ ἀρχῆς ἡγησάμην. εἰ μὲν οὖν ἐπί τι τῶν οὐκ εἰωθότων ὑμῖν ἔμελλον ὑμᾶς παρακαλεῖν, καὶ οὕτως μὲν εἰκότως ἂν ἔπειθον, εἰ τῶν καλῶν ἦν τὸ καινόν, καίτοι τί καλὸν οὐχ ὑμῖν γε ἐν ἔθει; νῦν δʼ ἃ πάλαι μεμελετήκατε καὶ ὧν μάρτυς ἅπας ὁ χρόνος, ταῦθʼ ὑμᾶς βουλοίμην ἂν καὶ νῦν ἐπιδείξασθαι. ὑμῖν τοίνυν ἔρως εἰς ἅπασαν λόγων ἰδέαν καὶ αὐτοί τε τοῦτο κτᾶσθε καὶ τῶν ἐπισταμένων ἡδέως ἀκροᾶσθε καὶ οὐ φεύγετε φανέντων, ἀλλὰ συρρεῖτε καὶ τρέχετε καὶ μελλόντων ἐρεῖν χαίρετε καὶ λεγόντων πηδᾶτε καὶ ὃ τοῖς ἄλλοις αἱ σκηναί, τοῦθʼ ὑμῖν οἱ τῶν λόγων ἀγῶνες. γίνεται δὲ τοῖς μὲν κρότου δεομένοις τοῦτο, τοῖς δὲ χρημάτων ἀμφότερα, καὶ χρήματα καὶ κρότος. τοιγαροῦν πολλῶν μὲν ῥητόρων, πολλῶν δὲ ποιητῶν κεκόσμησθε στόμασι καὶ πλεῖστα ὧν ἴσμεν πόλεων εἰς τὴν ὑμετέραν ᾖσται καὶ ᾀσθήσεταί γε, μέχρις ἂν ἦτε φιλόμουσοι. τοιοῦτοι δὲ ἔσεσθε, μέχρις ἂν ἡ πόλις ᾖ. αὕτη δὲ ἡ δόξα καὶ Δωρόθεον ὑμῖν τὸν ποιητὴν ἤγαγεν, ἄνθρωπον ᾄδοντα μὲν οὐκ ἄνευ Μουσῶν, πολλὴν δʼ ἰδόντα γῆν τε καὶ θάλατταν, πανταχοῦ δὲ δείξαντα τὴν μανίαν, ἐπαινέσαντα μὲν τοὺς δόντας, τοὺς δʼ οὐ δόντας οὐ μεμψάμενον. ἀλλʼ ὑμᾶς γε χρὴ γενέσθαι τῶν ἐπαινουμένων, ἵνʼ ὑμῖν ἀκμάζῃ τὸ κλέος καὶ ἦτε παῖδες πατέρων οὐ χείρους. βλέψατε δὲ εἰς τὴν γραφὴν ἐκείνην, ἐν ᾗ ποιητοῦ γενναίου χρυσῷ τὰ χείλη τετίμηται, καὶ νομίζετε τοῦτʼ εἶναι παράκλησιν τοῦ δεῖν χρῆσθαι ποιηταῖς. Δωρόθεος δὲ ὅτι μὲν ὑμᾶς δονήσει λέγων, οἶδα· τιμῆς δὲ ἄξιος καὶ διὰ τὸν τρόπον. καὶ γὰρ ἁπλοῦς καὶ χρηστὸς καὶ πάσῃ τῇ ψυχῇ φέρων τὰς Διὸς καὶ Μνημοσύνης, δολερῷ δὲ οὐδενὶ χώραν ἐν αὐτῇ δεδωκώς.
Αὐσονίῳ.
Διδούς μοι τὴν ἐπιστολὴν Μίκκαλος πολλῶν μὲν ᾤετο δεήσεσθαι πόνων, εἰ μέλλοι με τοῦ γεγραφότος ἀναμνήσειν· πάνυ δὲ αὐτῷ ῥᾷστον ἐγένετο τὸ ἔργον. ὡς γὰρ εἶπεν Αὐσόνιον καὶ τὸν Λάκωνα προσέθηκε, τὸν συμφοιτητὴν ἔφην τὸν ἐμὸν λέγεις, τὸν χρηστόν, τὸν ἄδολον, τὸν μνήμονα, καὶ διεξῄειν δὴ κεφαλῆς τε καὶ προσώπου τύπον καὶ ὡς πάντα ἦμεν ἀλλήλοις. ἔπειτα ἐρωτῶν, ἐν ὅτῳ εἴης, τῇ μὲν ἄλλῃ δυνάμει σου μάλα ἡδόμην, τὸ δὲ μὴ τὼ πόδε σοι ἐρρῶσθαι πῶς, οἴει, με ἠνία; κοινωνὸς δέ σοι καὶ αὐτὸς τοῦ πάθους. καίτοι δίκαιον ἦν ἀπαθεῖς εἶναί μοι τοὺς πόδας τῆς κεφαλῆς βεβλημένης· νῦν δὲ ἠδίκημαι προστεθέντος κακοῦ κακῷ παλαιῷ νέου. ἀλλὰ σοὶ μὲν ἡ χώρα παραμυθία· τὸ γὰρ ἐπιέναι νῦν μὲν τὰ τέρματα τῆς Λακωνικῆς, νῦν δὲ τὰ μέσα, νῦν δὲ ἐπιβαίνειν Σπάρτης καὶ διαβαίνειν Εὐρώταν, τούτων ἕκαστον ἀνίαν νῦν μὲν ἂν λύσειε, νῦν δʼ ἂν ἐλάττω ποιήσειεν. εἰσὶ μὲν γὰρ καὶ ἡμῖν καὶ ποταμοὶ καὶ γῆ, ἀλλὰ τῶν γε ὑμετέρων καὶ αὐτὰ τὰ ὀνόματα θέλγει, καὶ ἃ μέγα τοῖς ἄλλοις ἀναγνῶναι, ταῦτα ὑμῖν ὁρᾶται· ἐπεὶ καὶ αὐτὸ τὸ ἐρέσθαι περὶ τῶν τόπων τὸν Μίκκαλον ἡδονῆς με πλείστης ἐνέπλησεν. ἤκουον γὰρ ἄλλα τε οἷάπερ ἐβουλόμην, καὶ περὶ τῆς Ἀθηνᾶς καὶ τῆς τὰ ὅπλα ἐχούσης ὑμῖν Ἀφροδίτης περί τε τοῖν ἀδελφοῖν τῆς Ἑλένης τῶν τε ἄλλων, ἃ ἔμεινεν· ἀλλὰ γὰρ οὐδʼ ὑμῖν τὴν Σπάρτην ἀφῆκαν ἀκέραιον οἱ γίγαντες. τῷ γοῦν τάφῳ τῷ τοῦ Παυσανίου φασὶν οὐκ ἐφεστάναι τοὺς ἀντʼ ἐκείνου Παυσανίας, ἀλλʼ ἀπελθεῖν εἰς πῦρ ὑπὸ τῆς σοφίας τῶν τότε ἀρχόντων, καὶ ἡ θεός, ὦ γῆ καὶ ἥλιε, πρᾴως ἤνεγκεν.
Εὐελπιστίῳ.
Μεμνήμεθα τῶν ὀνειράτων ἐκείνων, οὕτω γὰρ ἂν πρέποι τὰς ὀλίγας ἡμέρας καλεῖν· οὐ γὰρ ἔφθης ἡμῖν φανεὶς καὶ ἤλαυνες ἐπʼ Αἰγύπτου. ἀλλὰ τότε μὲν ἀντὶ τῆς παρουσίας εἴχομεν τὰς ἐλπίδας καὶ τὸν ἀλγοῦντα εὐθὺς εἰσῄει τὸ ὡς αὐτίκα ἐπανήξεις, καὶ ἦν οὐκ ἐκεῖνο βαρὺ μᾶλλον ἢ τοῦτο ἡδύ· νῦν δʼ ἐκεῖνος ὁ πόλεμος τά τʼ ἄλλα σχέτλιος καὶ ὅτι σε διὰ τῆς θαλάσσης οἴκαδε κεκόμικεν ἡμῖν ἀντὶ σοῦ τὸν περὶ τοῦ πλοῦ κομίσας λόγον. ἀλλʼ ἐπεὶ τῶν μειζόνων ἡμάρτομεν, μήτοι τοῦ γε δευτέρου προσαποστερῶμεν ἡμᾶς αὐτούς, ἀλλʼ ὅσον ἔστιν ἐπὶ γράμμασι, χαριζώμεθα ἀλλήλοιν, εἰ καὶ μείζω δώσεις ἢ λήψῃ. μέγα γάρ μοι, μέγα τὸ τὴν μὲν Ἑλλάδα παρὰ τοῦ σοῦ στόματος ἀκούειν ὅτι με φιλεῖς, Σύρους δὲ ἐν ταῖς ἐπιστολαῖς ὁρᾶν με παρὰ σοῦ τιμώμενον.
Δεκεντίῳ.
Αὐτὸς ἡγοῦμαι τὴν διὰ τῶν θηρίων λειτουργίαν τῇ Συρίᾳ λειτουργεῖν. Κυνήγιός τε γὰρ οὐδὲν υἱέος μοι διαφέρει Κέλσος τε ὁ ʼκείνου πατὴρ οὐδὲν ἀδελφοῦ. ὄντος οὖν μοι μετεώρου πρὸς τὴν θέαν τοῦ ἔθνους, καὶ γὰρ ἐμέλλομεν καλεῖν, ἧκεν ἐπιστολὴ παρʼ ὑμῶν κωλύουσα τὴν θέαν· τὸ γὰρ δεῖν σώζεσθαι τὰ φοβερώτερα τῶν θηρίων τοῦτο δύναται. τῷ θεάτρῳ γὰρ ἐπιθυμία μία τοιαῦτα πεσεῖν· ὡς ὅ γε τῶν νωθροτέρων φόνος ὡς οὐδὲν κρείττων ὢν τοῦ μηδενὸς σκώπτεται. εἶναι μὲν οὖν τοῖν βασιλέοιν ἡμᾶς τε καὶ τὰ ὄντα ἡμῖν καὶ τὰ μέλλοντα ἔσεσθαι δῆλον καὶ οὐκ ἔστιν ἄρνησις· εἴη δʼ ἂν τῆς φιλανθρωπίας αὐτοῖν ἐπιστεῖλαί τι πρᾳότερον. σκόπει δή, πρὸς Διός, καὶ πειρῶ τι κινεῖν. εἰ δʼ ἀκίνητον ἡ γνώμη, τοῦτʼ αὐτό μοι γενέσθω δῆλον, ὅτι πᾶσα ἀνάγκη τὴν πανήγυριν ἡμῖν ἀναβεβλῆσθαι.
Τῷ αὐτῷ.
Πολλὰς μὲν ἔγωγε τοιαύτας πολλοὺς ᾔτησα χάριτας ὄντας τε ἐφʼ ὧν σὺ νῦν καὶ φάσκοντάς με φιλεῖν· ἔλαβον δὲ νῦν πρῶτον παρὰ τοῦ φιλεῖν ὡς ἀληθῶς εἰδότος. καὶ ἔγωγε τὴν Τύχην ἐπαινῶν, ὅτι σε ὧν εἰκὸς ἠξίωσεν, αὖθις αὖ κατηγορῶ τῆς Τύχης, ὅτι μὴ πάλαι ταῦτα ἔπραξεν. οὕτω γὰρ ἂν καὶ ἡμῖν ὑπῆρχε πάλαι τυγχάνειν χαρίτων. ἀλλὰ τῇ θεῷ μὲν ἀπολογία πρὸς τοὺς ἀνθρώπους, εἰ ἃ δέδωκεν ὀψὲ πρὸς μῆκος ἐκτείνειεν· ἐγὼ δὲ σοὶ χάριν μὲν οἶδα μίαν ὧν ἐβουλήθης, ἑτέραν δὲ τοῦ ἐπειδή τις ἀντέκρουσεν ἐξευρεῖν ἕτερον γέρας. καί μοι τῶν μειζόνων εἶναι δοκούντων οὐκ ἐλάττω τὰ πεπραγμένα. γνώμης τε γὰρ ἐμφαίνει σπουδὴν κεκλεισμένην ὁδὸν ἀνοῖξαι, καὶ τὸ τῆς ἀσφαλείας τῷ ταυτὶ λαβόντι μεῖζον ὧν εἶχεν ἂν μετὰ δέους. Ἀλέξανδρος δὲ ἤδη μέν σοι δόξαν ἐνήνοχε, λέγεται γὰρ ὅτι σοι μέλει τῶν ἐπισταμένων λόγους· οἴσει δὲ μείζω τῇ περὶ τὸ ἔργον σωφροσύνῃ τε καὶ προνοίᾳ καί σοι δώσει δευτέρων ἀμεινόνων ἀφορμὰς τῇ περὶ τὸ προοίμιον ἀρετῇ. σοὶ δʼ ἀντὶ τούτων παρὰ τῶν θεῶν αἰτῶ τὴν γνώμην ἣν ἔχεις ἀκίνητον τηρῆσαι· καλλίω γὰρ τῆς οὔσης οὐκ ἔσθʼ ὅπως ἂν εὕροιμεν.
Ἀμμιανῷ.
Ἀμφοτέροις οἶδα χάριν, καὶ τῷ Ἰδομενεῖ καὶ τῷ Μηριόνῃ. δῆλον γὰρ ὡς συνεισήνεγκε μέρος οὗτος ὁ Μηριόνης ἀναμνήσας, ἐπεγείρας, ἐπαινέσας τὸν προθυμούμενον. συνεύχομαι δέ σοι τοῦ χρόνου προϊόντος ἐν τῇ τοῦ Ἰδομενέως τάξει γενέσθαι· τὸν γὰρ ἐν τῇ δευτέρᾳ τοιοῦτον εἶναι βουλόμενον ἄξιον ἐπὶ τῆς προτέρας φανῆναι. σὺ μὲν οὖν με παρακαλεῖς αἰτεῖν, εἴ του δεοίμην· ἐγὼ δὲ φροντίζω, πῶς ἂν ὧν ἤδη δέδωκας ἀποδοίην χάριτας. καίτοι τόν γε τρόπον αὐτὸς ὑποδεικνύεις· ὡς γὰρ ἀρκέσον, εἰ λάβοις συχνὰς ἐπιστολάς, δεδήλωκας. ἐμοὶ δὲ δοῦναι μὲν οὐ χαλεπόν, φοβοῦμαι δὲ τοῖς ἐμαυτοῦ πτεροῖς κατὰ τὸν μῦθον. εἰ γὰρ πρὶν λαβεῖν οὐκ ἄνευ χαρίτων γράφεις, τίς ἂν εἴης ἐν πλήθει νεμόμενος; τίς οὖν γένωμαι καὶ χάριν ἀποδοῦναι ἐθέλων καὶ δεδοικὼς τὸν μέλλοντα ῥήτορα, σκέψομαι μετὰ τῶν φίλων κἂν εὕρω τὸν θαρρύνοντα, πέμψω τῶν πτερῶν εὐθέως.
Εὐτολμίῳ.
Τοῦ μὲν ἐπιστεῖλαί σε ἐπαινῶ, τὸ δὲ σὺν ὄκνῳ μέμφομαι. οὔτε γὰρ φίλου τοῦτό γε οὔτε ῥήτορος. εἰ γὰρ σοὶ τὸ λέγειν δέος ἔχει, καὶ τοῖς ἀετοῖς τὸ πέτεσθαι. τὸν δὲ Λεόντιον ἀπὸ τῆς τῶν γραμμάτων ἡμέρας οὐδεὶς ἔτʼ ἐν οὐ τελοῦσι μισθὸν ἀριθμήσει· τετέλεκε γὰρ μέγαν καὶ ὅσον οὐκ ἄλλος. τὸ γὰρ σὴν διʼ ἐκεῖνον ἔχειν ἐπιστολὴν μεῖζον ὁπόσου βούλει χρυσίου. τὸ μέντοι καλεῖσθαι μὲν αὐτὸν ἐπʼ ἄθλους ὑπὸ σοῦ, τῶν δὲ τῇδε ἔχεσθαι φιλολόγου μὲν ἴσως, οὐ μὴν καλῶς εἰδότος τὰ αὑτοῦ. νῦν γὰρ δὴ μάλιστα ἂν αὐτῷ πεῖρά τε δικῶν ἐγένετο καὶ ἀργύριον. ὁ δʼ, οἶμαι, τὸ τοῦ Ἰσοκράτους πείσεται, παρόντι μὲν οὐ χρήσεται καιρῷ, παρελθόντος δὲ μεμνήσεται. μὴ οὖν ἀνῇς καλῶν, ἕως ἂν αὐτὸν εὖ φρονῆσαι καταναγκάσῃς. μηδʼ αὖ τοὺς ὄντας ἡμῖν ὑπὸ σοὶ τῶν ἑταίρων ἀγνόει, οἷς βραχὺς μὲν ἡμῶν λόγος, οἵ γε οὐδὲ ἐπιστέλλουσι, βουλοίμην δʼ ἄν τι γενέσθαι παρὰ τῆς σῆς ἀρχῆς ἀγαθόν. καὶ γὰρ εἰ ἀγνώμονες, ἀλλʼ ἑταῖροι.
Γεροντίῳ.
Θεῶν τις δοκεῖ μοι Γέσσιον εἰς χρείαν τῆς σῆς καταστῆσαι βοηθείας, ὅπως ἀφεὶς τὸ βουλεῦσαι γνώμην ἔχῃ τὸ κῆδος συνάψασθαι. θορύβου γὰρ ἥκοντος ἐξ Αἰγύπτου—βοᾷ γὰρ ὁ δῆμος ὅτι δεῖ βουλεύειν τὸν στρατιώτην, καὶ γράμματα ὡς βασιλέα τοῦτο αἰτοῦντα ἥκει—δέδοικε μὴ τῆς ζώνης ἐκπεσὼν εἰς ὄνους ἀφʼ ἵππων φασίν. ἡμῶν δὲ αὐτὸν παραμυθουμένων ὡς σοῦ γε ζῶντος κενὸς ὁ φόβος, ὤμοσεν, εἰ φανείη κενός, ἔσεσθαι μεθʼ ὑμῶν καὶ δώσειν ἅ σοι γένοιτο λαβεῖν. σκοπούντων δὲ ἡμῶν, ὃν χρὴ πέμψαι, καὶ πάντων οἰομένων οἰκέτην ἀποχρήσειν ἀνδρὸς ἔφησεν εἶναι τὸ ἔργον καὶ πρὸς Εὐστόχιον ἔβλεψεν. Εὐστόχιος δὲ ὁ Θησεύς, ἃ γὰρ ἐκεῖνος Πειρίθῳ, ταῦτʼ ἂν οὗτος ἑτέρῳ συνέπραξε Πειρίθῳ, ᾔδει μὲν ὡς οὐ κοῦφον ἡ ὁδός, ᾔδει δέ, τίς τοῦ θέρους ἡ Κιλικία· πᾶν δὲ χαλεπὸν ἡγησάμενος λεῖον ἥκει τῷ μὲν λύσων τὸν φόβον, σοὶ δὲ δώσων τὸν γάμον, πολλὰ μὲν πρὸ τοῦδε φροντίσας καὶ βοήσας καὶ παραινέσας, καλλίστῳ δὲ ἄθλῳ κατακλείων τὴν σπουδήν. μιμοῦ δὴ σαυτὸν καὶ πρόσθες τῷ θείῳ τὸν Γέσσιον, ἵνʼ, ὥσπερ ἐκεῖνον ἀπήλλαξας τῆς Θρᾴκης, οὕτω καὶ τοῦτον τῆς ἐν Αἰγύπτῳ κλαγγῆς. πάντως δὲ οὐ ποδῶν σοι δεῖ καὶ ἵππων, οἷα τὰ τῶν πάλαι μνηστήρων, ἀλλʼ ἀρκέσει νεῦμα τοῖς φίλοις καὶ τῶν νόμων τυγχάνειν. οἶσθα δὲ ἅ φασι περὶ τούτων.
Βίκτορι.
Ἐγώ σε πρόσθεν μὲν ἠγάμην, ἀεὶ γὰρ ἀγαθὸς ἦσθα, μεῖζον δέ μοι τὸ θαῦμα ἐνέβαλες ἀπὸ τῆς στρατείας ἣ Πέρσας διέσεισεν· οὗ πολλὰ μὲν τῇ γνώμῃ, πλείω δὲ ταῖν χεροῖν εἰσήνεγκας. ἀλλὰ καὶ τὸ βούλευμα τὸ μετὰ τὰς σπουδὰς οὔτε ἔλαθε τοὺς ἀνθρώπους μεῖζόν τε τῶν ἐν τοῖς ὅπλοις δοκεῖ. διὰ δὴ ταῦτα καὶ τὴν ὅλην γέ σου τῶν τρόπων ἀρετὴν ἐπεθύμουν μὲν ἰσχυρῶς προσειπεῖν σε διʼ ἐπιστολῆς· ἦν δὲ οὐ μείων τῆς ἐπιθυμίας ὁ φόβος μὴ δόξαιμί τισι μειζόνων ἢ προσῆκεν ἀξιοῦν ἐμαυτόν. Εὐανθίου δὲ ἥκοντος καὶ δῶρόν μοι φέροντος παντὸς χρυσίου κάλλιον, γράμματα σά, οὐ γράμματα ἡγησάμην μοι κεκομίσθαι μόνον, ἀλλὰ καὶ τοῦ γράφειν σοι λαμπρὰν ἐξουσίαν. ὁ γὰρ οὐκ ἀηδῶς γράμματα δοὺς ἡδέως ἂν καὶ λάβοι. ἐγὼ μὲν οὖν ἀπολαύσομαι τῆς ἐξουσίας, παρὰ δὲ σοῦ γένοιντο μέν μοι καὶ πλείους ἐπιστολαί, μικρὸν δὲ οὐδὲ ἡ μία. εἰ δὲ ἤδη δεῖ καὶ χάριν αἰτεῖν, λαβὲ πεῖραν Εὐστοχίου, χρηστοῦ τε ἀνδρὸς καὶ ῥήτορος, καὶ σαυτόν, οἶμαι, πείσεις ὡς ἄξιος ἁνὴρ ἐγγεγράφθαι τῷ περὶ σὲ χορῷ.
Λημματίῳ.
Πολλὰ ἀγαθὰ γένοιτο κἀκείνῳ τῷ βεβοηθηκότι καὶ σοὶ τῷ γεγραφότι, τῷ μέν, ὅτι σε τῶν δεσμῶν ἔλυσε, σοὶ δʼ ὅτι τῆς λύπης ἡμᾶς οὐ μάλα τῶν δεσμῶν οὔσης μετριωτέρας. καινὸν δὲ οὐδὲν Ἀκάκιος ποιεῖ χρηστὸς περὶ φίλον γινόμενος, ἐπεὶ καὶ μὴ φίλους ἀτυχοῦντας πολλάκις ὤρθωσεν αἰδούμενος τὴν φύσιν. καί τις ἴσως ἐγκωμιάζων τὸν ἄνδρα μετὰ τὰς ἀρχὰς τὰς δύο κατὰ Φρύγας καὶ Γαλάτας καί, νὴ Δία γε, τὴν τρίτην—καὶ γὰρ ταύτην ἀρχὴν καλῶ βάσανον ἔχουσαν ψυχῆς ἥττονός τε καὶ κρείττονος χρημάτων—, ἐπʼ ἐκείνοις δὴ καὶ τοῦτο διηγήσεται τὸ καλόν, ὡς Ἡρακλῆς Ἀκάκιος Προμηθεῖ Λημματίῳ γένοιτο. σκοπείτω μέντοι καὶ τὸν δεύτερον ἆθλον, ὅπως ἅπαν ἰάσαιτο τὸ τραῦμα, καὶ προστιθέτω νίκῃ νίκην, ὥστʼ ἐοικέναι τὰ πρῶτα μὲν τοῖς περὶ Ἀρτεμίσιον τῶν Ἀθηναίων, τὰ δʼ ἐχόμενα τοῖς περὶ Σαλαμῖνα. ὁρᾷς, ὅπως σε διὰ τῶν τροπαίων παλαιῶν ἀναμιμνήσκω χρόνων;
Ἀμμιανῷ.
Ἥκεις εὖ ποιῶν ἐπὶ μείζω, οἶμαι δὲ καὶ ταυτὶ τὰ μείζω μικρὰ μικρὸν ὕστερον ἔσεσθαι μειζόνων σοι τῶν τρίτων γινομένων. μέγιστον δέ σου τὸ μετὰ τῆς ἴσης γνώμης τά τε μείζω τά τε ἐλάττω δέχεσθαι. καὶ ἔγωγε θαυμάζων οὐκ ἐπαυσάμην, ὡς οὐδὲν ὧν ἄν τις ἕτερος πρὸς τὸ πρῶτον ἔπαθες. καὶ γὰρ δήπου σεμνότερον μεγέθους ἀρχῆς τὸ πρᾴως δέξασθαι τὴν οὐ μεγάλην. τοιγαροῦν ἐκεῖνα οὐ φυγὼν κεκόσμησαι πλήθει πόλεων καὶ ἀνδρῶν γνωρίμοις ἔθνεσι καὶ γῇ νεῦρα ἐχούσῃ. ἔχει δὲ ἡ χώρα καὶ τὸν σοφιστὴν Στρατήγιον, κτῆμα δὴ κοινὸν ὑμῶν τε καὶ ἡμῶν. πονεῖ μὲν γὰρ τῇδε χειμῶνος, ἀναπαύεται δὲ παρʼ ὑμῖν τῆς ὡραίας, καὶ καρποῦται τοὺς μὲν ἀγροὺς οὗτος, τὴν δὲ τούτου γλῶτταν οἱ τῶν ἀρχόντων ἀγαθοί, ὥσπερ ἐκεῖνος ὁ γενναῖος Δομιτιανός, ᾧ πολλαχόθεν μὲν ἔπαινος, ὁ δὲ πλεῖστος ἐκ τῆς πρὸς τοῦτον ἐπιμελείας, διʼ ἧς αὐτῷ χειμῶνα οὐ μικρὸν ἐστόρεσε. σὺ δʼ ἐν μὲν ὁμοίοις αὐτῷ μὴ βοηθήσαις καιροῖς, μηδὲ γὰρ γένοιτο καιρὸς παραπλήσιος· τὰς δὲ ἐν τῇ γαλήνῃ τιμὰς οἶδʼ ὅτι πάσας τιμήσεις πάλαι ταύτην μεμελετηκὼς μελέτην ἥδεσθαι ταῖς σπουδαῖς αἷς ἂν περὶ τοὺς δεξιοὺς τῶν ἀνδρῶν ἐπιδείξῃ.
Ἱλαρίῳ.
Ἐπιμελές ἐστιν ἐμοὶ περὶ τῶν σῶν εἰδέναι, καὶ γὰρ σοὶ δήπουθεν περὶ τῶν ἐμῶν· ἀλλʼ ἔν γε τῷ μέτρῳ τῆς ἡδονῆς ἐγώ σου πλεονεκτῶ. σὺ μὲν γὰρ ἀεὶ ταὐτὸν περὶ ἡμῶν ἀκούεις, ἐκεῖνα δὴ τὰ σμικρά, τοὺς λόγους καὶ τοὺς νέους, ἡμεῖς δὲ ἀεί τι περὶ σοῦ λαμπρότερον. καὶ νῦν ἡμῖν τὴν Παμφυλίαν μετὰ τῆς ἄκρας δικαιοσύνης ἄγεις τοὺς μὲν χρηστοὺς μεγάλους ποιῶν, τοὺς δὲ πονηροὺς ἀσθενεῖς. ἀνάγκη δὲ καὶ σοφίαν ἀνθεῖν ἐν πόλεσιν ὧν ἐπιστατεῖς. κοινωνὸς δὲ σοφίας ἧς τι κέρδος ἐν δικαστηρίοις οὑτοσὶ Παλλάδιος. διαφυγὼν μὲν τὰς ἐν Φοινίκῃ χορείας, τῷ πονεῖν δὲ ἡσθεὶς πλέον ἢ τῷ παίζειν, καὶ νῦν ἥκει κοσμήσων μὲν τὴν αὑτοῦ, κοσμηθησόμενος δὲ ὑπὸ σοῦ. πιστεύω γὰρ ὅτι καὶ τῇ πόλει χαριζόμενος καὶ τὴν ἀλήθειαν αἰδούμενος τοιαῦτα ψηφιῇ περὶ τοῦ νεανίσκου, ἃ καὶ τὸν πατέρα καὶ τοὺς ἐσομένους αὐτῷ παῖδας ποιήσει μακαρίους.
Κλεάρχῳ.
Παλλάδιον τουτονὶ Παμφυλίας μὲν ἤνεγκεν ἡ καλλίστη πόλις, ἐπαίδευσε δὲ αὐτή τε αὕτη καὶ πάλιν Φοινίκης ἡ καλλίστη πόλις. οὕτω δὲ ἦν κόσμιος ἐν ἀγέλαις νέων, ὥστε καὶ τοὺς ἀρίστους τῶν αὐτόθι γερόντων ἐπαινέτας ἔλαβε, παρʼ ὧν ἦλθέ μοι γράμματα περὶ αὐτοῦ. ἐγὼ οὖν κἀκείνοις χαριζόμενος καὶ τοῦτον ἤδη φιλῶν, ἕπομαι γὰρ τῇ τῶν πρεσβυτέρων ψήφῳ, δέομαί σου ποιῆσαι τὸν νεανίσκον εὐδαίμονα. ἔστι δὲ ῥᾴδιον ὑμῖν τοῖς ἄρχουσι δόξαν ταχέως οἷς ἂν βούλησθε περιθεῖναι. ταύτῃ δὲ τῇ δυνάμει καλὸν χρῆσθαι δικαίως, τοῦτο δέ ἐστι τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν λαμπροὺς ποιεῖν. ὧν ἕνα τοῦτον νόμιζε Παλλάδιον, ὅς, εἰ τηλικοῦτος ὢν ἀρετῆς ἐπιμελεῖται, τίς ἔσται πρὸς ἀκμὴν καὶ γῆρας ἐρχόμενος;
Δομνίνῳ.
Ἤιδεις Εὐσέβιον ἐκεῖνον τὸν σαφῆ φίλον καὶ εἰδὼς ἐπῄνεις τε καὶ ἐχρῶ. τούτῳ τρεῖς εἰσιν ἀνεψιοί, εἷς μὲν ὁμώνυμος, ἕτερος δὲ Ἀρτεμίσιος καὶ τρίτος Ἀμμιανός. ἀλλʼ ὁ μὲν Ἀμμιανὸς ἐκείνῳ τε συνέζη πρότερον καὶ νῦν ἐμοί, καὶ ἦν ἐκείνῳ τε πλείστου ἄξιος καὶ νῦν ἐμοί, τῷ τοῦδε ἀδελφῷ. συμβαίνει δὲ τὴν αὐτῶν οἰκίαν καὶ τῆς σῆς δικαιοσύνης ἀπολαύειν. τούτους τε οὖν καὶ ἔτι γε κηδεστὴν αὐτῶν, Ἀμμιανὸν ἕτερον, βουλοίμην ἂν ἐν τοῖς ἐγνωσμένοις ὑπὸ σοῦ τετάχθαι· τουτὶ γὰρ αὐτοῖς πολλῷ ποιήσει τὰ πράγματα βελτίω, καὶ εἴ τις ἄρα νῦν ἐπηρεάζειν ἐπιχειρεῖ, πεπαύσεται. ἔσται δὲ καὶ ὁ παρʼ ἐμοὶ περὶ ἐμὲ καλλίων, ἢν εἰδῇ τοῖς αὑτοῦ διʼ ἐμὲ γινόμενον ἀγαθὸν ἐκεῖ.
Ἑρμογένει.
Ἀμμιανῷ δύʼ ἐστὸν ἀδελφοί, Εὐσέβιος καὶ Ἀρτεμίσιος, τοῖς δὲ τρισὶ τούτοις κηδεστὴς ἕτερος Ἀμμιανός. τοῦτόν τε οὖν τὸν κηδεστὴν καὶ τοὺς ἀδελφοὺς Ἀμμιανοῦ τοὺς δύο παρακαταθήκην ἔχε. τὸν δʼ Ἀμμιανὸν οἰκοῦντα παρʼ ἡμῖν αὐτὸς εὖ ποιήσω. καὶ γὰρ ὀφείλω χάριτας αὐτῷ πολλῶν τε καὶ μεγάλων πόνων οὓς αὐτὸς ὑπομένων ἐμοὶ παρέχει σχολὴν τὸ ἐμαυτοῦ ποιεῖν. ἵνʼ οὖν ἐμοί τε ἡ σχολὴ σώζηται τούτῳ τε ὦσιν οἱ πόνοι κοῦφοι, δίδου τοῖς αὐτοῦ θαρρεῖν τε σοὶ καὶ ὅτου δέοιντο φράζειν.
Ἀμβροσίῳ.
Οὐ μόνον ἔπεμψας περιστεράς, ἀλλὰ καὶ τοῦ πατρὸς τοῦ κάλλους. αἱ δὲ αὐταὶ καὶ καλαὶ καὶ πισταί. ἀφέντες γὰρ αὐτὰς πέτεσθαι οὐδεμία σφῶν ηὐτομόλησεν, ἀλλʼ εὖ καὶ καλῶς ἅπασαι τὴν τάξιν ἐφύλαξαν. καὶ ταῦτα μὲν σοὶ κοινὰ πρὸς Διόδοτον, νικᾷς δὲ τὸν Διόδοτον τῷ πρὶν αἰτηθῆναι πέμψαι καὶ τῷ γε ἀλγεῖν ὅτι σε οὐκ ᾐτήσαμεν. τουτὶ δὲ ἄρα διέφυγεν ἡμᾶς, ὅπως σοι μεῖζον τὸ δῶρον ᾖ. δεῖ δέ σε οὐδὲν πέμπειν ἑτέρας· ἤδη γὰρ αὗται γεγένηνται μητέρες. ἡδὺ δὲ οὐ τὸ δέχεσθαι πολλάς, ἀλλὰ τὸ πολλὰς ἐξ ὀλίγων δεικνύειν. τουτὶ μὲν οὕτως ἐχέτω, σοὶ δὲ οἱ χρώμενοι ταῖς περιστεραῖς θεοὶ δοῖεν εὖ φέρεσθαι τὴν ἀρχὴν διὰ τέλους, ὅπως ἀφορμὴ τὰ πρῶτα γένηται δευτέρων ἀμεινόνων.
Νικοκλεῖ.
Ἥσθην ἀκούσας ὅτι σοι τὸ σφοδρὸν τοῦ χειμῶνος παρελήλυθε, καί σου δέομαι μὴ πολλοὺς σαυτῷ χειμῶνας ποιεῖν· δεινὸν γάρ, εἰ πρὸς τὰ ἐκ τοῦ δαίμονος ἀθυμοῦντες αὐτοὶ τοῖς παρʼ ἐκείνου προσθήσομεν. πῶς ἂν οὖν αὐτὸ διαφύγοις; εἰ κρείττω ποιοῖς τοῦ θυμοῦ τὸν λογισμόν· ὅπερ οὖν καὶ δίκαιον, κρατεῖν τὸν ἀμείνω τοῦ χείρονος· ὁρᾷς γὰρ ἃ συμβέβηκεν ἡμῖν ἀπὸ τῆς προεκτρεχούσης ὀργῆς· πολλοὶ μὲν ἐν νυξί, πολλοὶ δὲ ἐν ἡμέραις θόρυβοι, δόξα χείρων— ἐρῶ γάρ, εἰ καὶ λυπήσω—, λῦπαι φίλων, ἐχθρῶν ἡδοναί, φόβος περὶ τῆς οὐσίας πολύς, ὄχλος κακῶν. ἅλις δή φασι δρυός. καὶ ἡμεῖς τὸ μειρακιῶδες ῥίψαντες φανῶμεν γέροντες, ὅπως ἂν ἐν τῷ τιμᾶσθαι διεξέρχοιο τὸν χρόνον, ἀλλὰ μὴ ἐν τῷ θεραπεύειν ἀνθρώπους ἀλάστορας. τούτων τε οὖν μέμνησο καὶ τὸν Εὐσέβιον πολλῶν ποίει συνήγορον, ὡς ἔγωγε ἀποπνίγομαι γενναίου στόματος οὐκ ἔχοντος ἀφορμάς.
Θεοδώρῳ.
Ἔχω τὸν Ἀριστείδην, πρᾶγμα πάλαι ποθούμενον, καὶ σοὶ χάριν ἔχω μικροῦ τοσαύτην, ὅσηνπερ ἄν, εἰ αὐτὸν ἡμῖν ἀναστήσας τὸν ἄνδρα ἐπεπόμφεις. καὶ παρακάθημαί γε τῇ γραφῇ τῶν ἐκείνου τι βιβλίων ἀναγινώσκων ἐρωτῶν αὐτόν, εἰ αὐτὸς ταῦτα. εἶτʼ αὐτὸς ἀποκρίνομαι ἐμαυτῷ· ναί, ταῦτά γε ἐκεῖνος. καὶ γὰρ ἔπρεπε τοιούτων λόγων τοιαύτην μορφὴν εἶναι μητέρα· οὕτω πάντα θεοειδῆ καὶ καλὰ καὶ κρείττω τῶν πολλῶν. ἀλλʼ ὅ μοι συνέβη περὶ τὸ πρᾶγμα τοῦτο παθεῖν, διηγήσομαί σοι. τὴν αὐτὴν ταύτην ᾐτήκειν χάριν Ἰταλικιανὸν ἐκεῖνον, ὁ δʼ εὐθὺς ἔπεμψεν. ἐγὼ δὲ ἠπίστουν τοῦτον ἐκεῖνον εἶναι· τῆς τε γὰρ νόσου τῆς πολλῆς ἀπᾴδειν τὸ πρόσωπον τήν τε κόμην ἄλλον τινὰ μηνύειν. οὐ γὰρ εἶχον εὑρεῖν, ἐξ ὅτου τοσαύτην ἔθρεψεν ἄν. ἡγούμην οὖν Ἀσκληπιὸν ἡμῖν ἥκειν ἀντὶ τοῦ ῥήτορος καὶ οἷος ἦν ἐν Δάφνῃ. τοῦτον ἐν Ὀλυμπίου τιθέναι πλησίον τῆς μεγάλης εἰκόνος ἣ τὸν Ἀπόλλω μετὰ τῆς κιθάρας μέσον Ἀσκληπιοῦ καὶ τῆς Ὑγιείας δείκνυσιν—ἀνάθημα τοῦτʼ ἦν Ὀλυμπίου τοῦ πατρός. Ὀλυμπίου διὰ χρόνου πάλιν οἴκαδε εἰσελθόν, ἥρπαστο γὰρ ὑπʼ ἀνδρῶν φοβερῶν—ταῦθʼ ἡμῶν βεβουλευμένων ἧκε τὰ δεύτερα πείθοντα περὶ τῶν προτέρων, ταὐτὸ γὰρ ἀμφοτέραις εἶδος, καὶ πρὸς ἀλλήλους ἐλέγομεν ὡς τὸν μὲν Ἰταλικιανὸν εἰκὸς ἦν τι καὶ παραμελῆσαι, Θεόδωρος δὲ πάντως ἂν τὸν ὄντα ἐξεῦρεν. οὕτως ἡμῖν ἀνθʼ ἑνὸς δύο πέπομφας. πέμψεις δέ, οἶμαι, καὶ τὴν τρίτην· ἐπιθυμῶ γὰρ δεινῶς χεῖράς τε καὶ πόδας ἰδεῖν, ἃ φῂς ἔχειν τὴν τρίτην. ἀλλά σου δέομαι καὶ τὸν τόπον μηνύσαι τῆς εἰκόνος καὶ παρὰ τῶν γερόντων πυθέσθαι, τίς ὁ νοῦς τῶν τριχῶν· ἴσως γάρ τις σώζεται περὶ τῆς κόμης λόγος.
Κλεάρχῳ.
Θᾶττον σὺ τὸν Θεόδωρον ἡμῖν ἄρχοντα τοσοῦτον ἔδειξας ἢ ἡμεῖς αὐτὸν τῆς Ἀκακίου βίας ἀπηλλάξαμεν· οὕτω σοὶ μὲν καὶ τὰ χαλεπὰ ῥᾷστα, μικροὶ δὲ ἡμεῖς καὶ οὐδʼ ἂν τῶν δικαίων τύχοιμεν. ἀλλʼ, εἰ δεῖ μαντεύεσθαι, τὸν θρασὺν τοῦτον καὶ γελῶντα καὶ καταγελῶντα καὶ Θεοδώρου καὶ ἡμῶν ὄψεταί τις ὑπὸ τῇ σῇ ψήφῳ δακρύοντα. τῆς γάρ, οἶμαι, δόξης σοι κατὰ λόγον αὐξομένης ἄξεις ποτὲ τῇ σαυτοῦ γνώμῃ κἀκείνην ἅμα καὶ τήνδε τὴν γῆν.
Ἀμμιανῷ.
Ὀλίγα μοι πράττειν δοκεῖς, τὰ πλείω δὲ λόγοις ὁμιλεῖν. ἐγένετο δέ μοι τοῦ ταῦτα οὕτως ἔχειν μηνυτὴς οὐχ ὁ δεῖνα οὐδὲ ὁ δεῖνα ἀνθρώπων, ἀλλʼ Ἀμμιανὸς ὁ καλὸς Ἀμμιανοῦ κατηγόρηκεν. ὁ γὰρ τοιαῦτα πέμπων Ἀλέξανδρος γράμματα βοᾷ πρὸς ἅπαντας ὅτι σύνει Μούσαις ἀμελῶν τῶν πραγμάτων, εἰ μὴ σύ τις ἄυπνος κατὰ τὸν ἐν Κόλχοις δράκοντα πράττων τε ὁπόσα χρὴ λόγοις τε νέμων τὸν τοῦ ὕπνου χρόνον, ὃ καὶ μᾶλλον πιστεύειν ἄξιον ἀμφοτέρων σοι μέλειν. ἐπεὶ οὖν ἡμᾶς τοὺς κύκνους ἐζήλωκας, ἔπεμψά σοι προάγωνας, ὅπως καὶ ταῦτα ᾄδῃς. σὺ μὲν οὖν ἐρῴης τε λόγων καὶ ᾄδοις, Ἀλέξανδρος δὲ κοσμεῖ μὲν αὑτόν, κοσμεῖ δὲ ὑμᾶς τοῖς ἔργοις τοῖς ἑαυτοῦ· οὕτως ἐγρήγορέ τε καὶ χάριν οὐκ οἶδεν ἄδικον φεύγων ὁμοίως κολακείαν τε καὶ ὑπεροψίαν καὶ κέρδος οὐ καλόν. σκόπει οὖν, ἐφʼ ὅ τι δεύτερον ἄξεις αὐτὸν λῦσαι πενίαν δυνάμενον· ὡς ἔστι δεινόν, εἰ ὑμῶν ὄντων ἐν ᾧπέρ ἐστε καὶ οὗτος ἐπὶ τῆς πενίας ἔσται. χάριν δὲ οὐχ ὑμῖν οὗτος μᾶλλον ἢ ὑμεῖς ὀφείλετε τῷδε, διʼ ὃν ἐπαινεῖσθε.
Ἀνδρομάχῳ.
Οὐκ ἄρα τἄλλα μόνον ἀμείνους, ἀλλὰ καὶ μνήμονας ἡ φιλία ποιεῖ. σὺ γοῦν, ἐπειδή μου τὰς Αἰγυπτίας ἤκουσας ἐπαινοῦντος περιστεράς, ἐφύλαξάς τε τὸ ῥῆμα καὶ γενόμενος ἐν Αἰγύπτῳ τοσοῦτον ἡμῶν ἀπεχούσῃ συναγαγὼν ὅτι πλείστας ἔπεμψας ὀρνίθων ἀποικίαν. ὧν ἤδη πολὺ τὸ φῦλον. ἔτεκον γάρ, καὶ οἶμαι χρόνου προϊόντος αὐτὸς ἄλλοις, ὅπερ ὑμεῖς ἡμῖν, ἔσεσθαι κατὰ τοὺς Ἴωνας ἐκείνους. ἔσονται γὰρ οἱ ζητήσοντες ἔχειν μεγέθους τε εἵνεκα καὶ τῶν ἀναξυρίδων. ἀλλὰ ταῦτα μὲν ἔσται, τὸ δὲ σὸν δῶρον τῷ φέροντι γέγονε διπλοῦν. καὶ ἡδὺ μὲν τὸ πεμφθέν, ἥδιον δὲ τὸ διʼ Εὐστοχίου τοῦ πάντας ἐφελκομένου τῷ τρόπῳ, διʼ ὃν ἤδη τις καὶ θηριώδης ἥμερος ὤφθη. καὶ τὸ κέντρον ἠρμένον τέως ἐκοίμισεν εἰκότως. θεοὶ γὰρ τὸν ἄνδρα προὔπεμπον, ὡς ἔδειξεν ἡ τῶν Ἐρώτων μήτηρ. οὐ γὰρ ἔφθη τὴν νῆσον τὴν ἐκείνης οὗτος ἰδών, καὶ μία τῶν ἐκείνης θεραπαινῶν ἀναπταμένη παρʼ αὐτὸν ἐφέρετο τοῦ δεσμοῦ μὲν οὐ καταρρᾳθυμηθέντος, θεῶν δὲ πάντα δυναμένων. ταῦτα δʼ ἦν οὐ ζημιούσης οὐδὲ ἀποστερούσης, ἀλλὰ δηλούσης ὅτι φιλοῖ καὶ ὅτι κοινὰ τὰ φίλων, καὶ παρέσται διὰ τέλους καὶ σώσει. καὶ δὴ καὶ διέσωσεν. αὐτὴ καὶ παρʼ ὑμᾶς τὸν ἄνδρα κομίσειε καὶ γῆν καὶ οἶκον ἀποδοίη καὶ τἄλλα ἀγαθὰ πανταχοῦ τὰς χάριτας τῷ τοῦδε καταμιγνῦσα βίῳ.
Ἀκακίῳ.
Δύο πατέρας ἠδίκηκε Τιτιανός, ἐμέ τε καὶ σέ· ἐμὲ μέν, ὅτι σοι οὐκ ἔδοξα γράψαι γεγραφώς, σὲ δὲ οὐ λαβόντα ἃ λαβεῖν ἐχρῆν. ἠδίκησε δὲ οὐ τῇ ῥᾳθυμίᾳ τῇ περὶ τὰ γράμματα μόνον, ἀλλὰ καὶ τῷ κρύψαι τὸ συμβάν· ἔδει γὰρ αὐτὸν οὐ κακῷ κακόν, ἀλλʼ ἀγαθῷ κακὸν ἰᾶσθαι. τὸ γὰρ ὡς διέφυγε τὰ γράμματα εἰπεῖν σὲ μὲν ἂν παρεμυθεῖτο τῷ γεγράφθαι, ἐμὲ δʼ ἂν οὐκ ἐδείκνυεν ἀργόν. ἀλλʼ ἐκείνῳ μὲν ἐκ τοῦ ἐπιγράμματος ἀπολογία τις ἔσται τοῦ λέγοντος τὸ μηδὲν ἁμαρτεῖν ἐστι θεοῦ, σοὶ δʼ ἥκει νῦν τὰ τότε οὐκ ἐλθόντα, καὶ λαβὼν ἀναγίνωσκε μικρὰ ὑπὲρ μεγάλων.
Ἱερίῳ.
Περεγρῖνος ἧπται νόμων ὅπλον ἐφʼ ὅπλῳ κτώμενος, ὅθεν ἐλπίδες αὐτῷ καὶ πλούτου καὶ ἀρχῶν καὶ τῆς ἄλλης ἰσχύος. ὁ δὲ τοὺς νόμους ἐξηγούμενος διδάσκαλος μὲν ἀγαθός, ἡδέως δʼ ἂν μὴ μνησθεὶς ἀργυρίου διὰ πενίαν ἠνάγκασται. καὶ δόξαι μὲν ἂν ὁ μισθὸς μέγας, ἔστι δὲ ἄγαν σμικρός, εἰ παραθείης βιβλίων τε πλῆθος καὶ ἡλίκα προξενεῖ. μὴ τοίνυν δείσας τὸν μισθὸν πρόῃ τὸ κέρδος, ἀλλʼ εἰς ἐκεῖνο βλέψας τοῦτον εἰσένεγκε καὶ δρᾶσον, ὃ ποιεῖς περὶ τὴν γῆν. καὶ γὰρ ἐκείνῃ τὰ σπέρματα δίδως καὶ οὐκ ἐμέμψω λαβοῦσαν.
Ἀμμιανῷ.
Ἔλαβόν σου τὴν ἐπιστολὴν τοῖς πολιτευομένοις ἀναμεμιγμένος. ἐδίδου δὲ αὐτὴν Ἀλέξανδρος ἐπαινῶν, ἀνεγνώκει γάρ, καὶ φάσκων ἔσεσθαι καὶ παρʼ ἐμοῦ τοῖς γράμμασιν ἔπαινον οὐκ ἐψεύσατο· ἐκρότουν γὰρ καὶ Ἡράκλεις, ἔλεγον, οὗτος ἀνὴρ τοιοῦτος δημιουργὸς ἀναπέφηνε γραμμάτων; ἐκ τίνος ποτὲ αἰτίας; ἐδόκει οὖν μοι μήτʼ ἀργίαν μηκέτι περὶ τἄλλα μήτʼ ἀγρυπνίαν αἰτιᾶσθαι τοῦ πράγματος, τὰς δὲ τῆς μουσικῆς μητέρας, αἳ ὅπως ὀξέως ὃν ἂν ἐθέλωσι πιμπλᾶσι λόγων, ἄλλοι τε πολλοὶ μαρτυροῦσι καὶ ὁ βέλτιστος Ἡσίοδος, ὃς ἐν τῷ κλάδῳ τὴν μανίαν εἰλήφει. αὗταί μοι δοκοῦσι καὶ σὲ βεβακχευκέναι καὶ μὴ λήγοιεν ἐγείρουσαί σοι τὴν ψυχὴν εἰς ἐπιστολάς. Ἀλέξανδρος δέ, ἂν μὴ βοηθῇς, Πολυνείκης ἔσται τοῦ μέρους ἐκπίπτων. ὁ γὰρ Ἐτεοκλῆς πάντα ἔχειν ἐθέλει καὶ ἔστιν ἄδικος. ἐκείνου μὲν οὖν ἀδελφὸς Ἄδραστον ἔσχε καταφυγήν, οὑτοσὶ δὲ σέ τε καὶ τὴν σὴν ἀσπίδα καὶ γνώμην. ὅρα οὖν ὅπως ἐφʼ ὧν ἐστι μενεῖ. κάλλιον γὰρ αὐτῷ φυλάξαι τὴν τιμὴν μὴ βιασθέντα τὸν ἄνθρωπον ἢ ζητεῖν κατάγειν ὕστερον.
Ἀπολλιναρίῳ καὶ Γεμέλλῳ.
Καλή γε ὑμῶν ἡ τόλμα καὶ πάσης εὐλαβείας ἀμείνων, εἰ δὴ τὸ μὲν λόγων ἐρᾶν καλόν, διὰ δὲ τῶν γραμμάτων ἐκηρύξατε τὸν πόθον. κοινωνεῖν δὲ μουσείων ἤδη νομίζοντες, ὧν θεοῦ διδόντος κοινωνήσετε, κατὰ νοῦν μοι πεποιήκατε. καὶ γάρ τοι τοῖς νέοις πολλῶν οὐσῶν εἰς οἰκειότητα ἀφορμῶν μέγιστον ὑπῆρξε τὸ τῶν νεοττῶν ὑμῶν ἐπιστολὴν ἐνεγκεῖν, ὧν ἀξία μὲν ἐπαίνων ἡ πρὸς τὴν ὁδὸν ὁρμή, καλὴ δὲ οὐχ ἧττον ἡ μονή· τὸ μὲν γὰρ σοφίας ἐπιθυμούντων, τὸ δὲ τῷ πατρὶ πειθομένων.
Φλωρεντίῳ.
Ἐμοὶ δοκοῦν ἦν σὲ γραφῶν ἄρξαι καὶ δοθῆναι τοῦτο τῷ βελτίστῳ γέρας· ὁ δὲ κράτιστος Τατιανὸς μετέστησεν ἡμᾶς ....
Ἀμφιλοχίῳ ἐπισκόπῳ
Ὁμολογῶ καὶ λελυπῆσθαι καὶ λίαν, ὡς ἐπυθόμην ἐφʼ ἕτερά σε ἥκειν, καὶ σεσιγηκέναι καί μοι τοῦτο, ᾧ μάλιστα τοὺς ἐχθροὺς ἐνίκων, ἀπολωλέναι. ὁπότε γὰρ σοῦ μνησθείην καὶ τῶν σῶν ἀγώνων, ἔφυγον οἱ θρασεῖς. ἕως μὲν οὖν ἤκουον ἐν ἀγρῷ σε καθῆσθαι καὶ τὸ ῥεῦμα ἑστάναι τὸ πολὺ ἐκεῖνο καὶ καλόν, τὰ τῶν ἐζημιῶσθαι πεπεισμένων ἐποίουν· ἐπεὶ δὲ πάλιν ἐπυθόμην ἁρπαγήν τε γενέσθαι καλὴν καὶ εἶναί σε ἐπὶ τῶν θρόνων καὶ δεδόσθαι τινὰ ἀφορμὴν πρὸς τὸ χρῆσθαι τοῖς λόγοις, ἥσθην καὶ τούς τε ἡρπακότας ἐπαινῶ καὶ πάλιν τὴν σὴν ἡγοῦμαι καρποῦσθαι ψυχήν. ἀκούω γὰρ ὡς κινεῖς μὲν τὸν ὄχλον, πολὺ δὲ τὸ θαῦμα, λαμπραὶ δὲ αἱ βοαί, καὶ οὐκ ἀπιστῶ. τίς γὰρ ἂν εἴης νῦν, ὃς καὶ ἡνίκα ἐφοίτας, πηδᾶν ἐποίεις τοὺς γέροντας; Ἀντίοχος δὲ καὶ ὁ τούτου κηδεστὴς ὁ ῥήτωρ σφᾶς τε καὶ τὴν πόλιν μακαρίζουσι τοῦ κτήματος μείζω τε ἤ τινα τῶν ἄλλων ἡγοῦνται διὰ τὸ σοῦ τε καὶ τῆς σῆς σοφίας ἀπολαύειν, οἱ δὲ παῖδες μὲν Ἀντιόχου, τῆς δὲ τοῦ ῥήτορος γυναικὸς ἀδελφοὶ πλείοσι νῦν χρῶνται τοῖς περὶ τοὺς λόγους πόνοις ἐννοοῦντες, οἷος αὐτοῖς ἐν τῇ πατρίδι κάθηται λογιστής.
Ὀπτίμῳ.
Ἔστι τὰ δεύτερα βελτίω. τί γὰρ ἔδει μάχεσθαί σοι καὶ λυπεῖν ἄνδρα τὸν οὐδεπώποτε λυπήσαντα; σὺ γὰρ δὴ ἐκεῖνος Ὄπτιμος ὁ πρᾳότατος, ὃν ἡδέως ἑώρων ἔν τε δέλτῳ λόγον καὶ ἄνευ ταύτης κομίζοντα. σὺ ἐκεῖνος ὁ καθαρὰν φυλάξας τὴν τῶν Ἑλλήνων φωνήν, ὁ λόγους οἴκοι δείξας, ἐν οἷς καὶ αὐτὸς ἐδεικνύμην. ἤκουσα δὲ καὶ τὰ ἐπὶ τούτοις, ὡς εἷλκε μὲν ἡ πόλις ἐπʼ ἐκεῖνόν σε τὸν θρόνον, σὺ δὲ φεύγων οὐκ ἔσχες διαφυγεῖν οὔτε βοαῖς οὔτε δάκρυσιν. ἡδόμην οὖν ἔχοντός σου καὶ νῦν ἐφʼ ᾧ χρήσῃ τοῖς λόγοις ἐκεῖ. κίνει τοίνυν πρὸς ἔπαινον τὸν ὄχλον, καὶ ὁ ῥήτωρ κἀνταῦθα φαινέσθω. εἰ δέ σοι ἡδὺ τὸ ἡδίω με ποιεῖν, ἐπίστελλε, κἂν ᾖ τις ὅμοιος νεανίας Ῥωμανῷ, πέμπε· περὶ γὰρ δὴ τοὺς τοιούτους οὐκ ἂν τηνάλλως ἀναλωθείη πόνος.