διαιρεῖται ἡ ποιητικὴ εἰς δʹ· εἰς τραγῳδίαν, κωμῳδίαν, ἐποποιίαν καὶ
ἱστορίαν. διαφέρει δὲ ἡ κωμῳδία τῆς τραγῳδίας, ὅτι ἡ μὲν κωμῳδία ἀπὸ
γέλωτος εἰς γέλωτα καταλήγει, ἡ δὲ τραγῳδία ἀπὸ θρήνου εἰς θρῆνον. ἡ δὲ
ἐποποιία διαφέρει τῆς τε κωμῳδίας καὶ τῆς τραγῳδίας, καθὸ ὁ μὲν ἐποποιὸς
ἤτοι ὁ Ὅμηρος δείκνυσι τὸ οἰκεῖον πρόσωπον σὺν τῷ καὶ ἕτερον παρεισάγειν
πρόσωπον, ὁ δὲ τραγῳδὸς καὶ ὁ κωμῳδὸς οὐ παριστᾷ τὸ οἰκεῖον πρόσωπον
λέγον· ὁ δέ γε ἱστορικὸς «ἀπʼ ἀρχῆς ἄκρας» τὸ οἰκεῖον παριστᾷ πρόσωπον, καὶ
οὐχ ἕτερον.