τὸ ἴδιον κωμικοῦ στίχου τὸ ἐκ τρισυλλάβων ὡς ἐπὶ τὸ πλεῖστον συγκεῖσθαι, οἷον ἢ φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθʼ ἱερῶν. καὶ ἄλλως ἡ αὐτή
τὸ παρὰ τῷ κωμικῷ ἰαμβικὸν μέτρον ἐν τῇ πρώτῃ καὶ τρίτῃ καὶ πέμπτῃ βάσει δέχεται πόδας εʹ· δάκτυλον … , σπονδεῖον … , χορεῖον … , ἀνάπαιστον … καὶ τὸν ὁμώνυμον ἴαμβον … , ἐν δὲ τῇ δευτέρᾳ καὶ τετάρτῃ τοὺς ἀπὸ βραχέων ἀρχομένους, οἷον· χορεῖον … , ἀνάπαιστον … , ἴαμβον … , ἐν δὲ τῇ ἕκτῃ ἢ ἴαμβον … ἢ πυρρίχιον … .