eul_wid: que-aa
τὰ κατὰ Λευκίππην καὶ ΚλειτοφῶνταAdventures of Leucippe and Clitophon
Achilles Tatius of Alexandria Adventures of Leucippe and Clitophon PDF
| 1.1 | Σιδὼν ἐπὶ θαλάττῃ πόλις, Ἀσσυρίων ἡ θάλασσα, μήτηρ Φοινίκων ἡ πόλις, Θηβαίων ὁ δῆμος πατήρ· δίδυμος λιμὴν ἐν κόλπῳ πλατύς, ἠρέμα κλείων τὸ πέλαγος. Ἧι γὰρ ὁ κόλπος κατὰ πλευρὰν ἐπὶ δεξιὰ κοιλαίνεται, στόμα δεύτερον ὀρώρυκται, καὶ τὸ ὕδωρ αὖθις εἰσρεῖ, καὶ γίνεται τοῦ λιμένος ἄλλος λιμήν, ὡς χειμάζειν μὲν ταύτῃ τὰς ὁλκάδας ἐν γαλήνῃ, θερίζειν δὲ τοῦ λιμένος ἐς τὸ προκόλπιον. |
| 1.2 | Ἐγὼ δὲ καὶ τἆλλα μὲν ἐπῄνουν τῆς γραφῆς, ἅτε δὲ ὢν ἐρωτικὸς περιεργότερον ἔβλεπον τὸν ἄγοντα τὸν βοῦν Ἔρωτα καὶ “οἷον” εἶπον “ἄρχει βρέφος οὐρανοῦ καὶ γῆς καὶ θαλάττης.” Ταῦτά μου λέγοντος νεανίσκος καὶ αὐτὸς παρεστὼς “ἐγὼ ταῦτ’ ἂν ἐδείκνυν” |
| 1.3 | Ὁ δ’ ἄρχεται τοῦ λέγειν ὧδε“ἐμοὶ Φοινίκη γένος, Τύρος ἡ πατρίς, ὄνομα Κλειτοφῶν, πατὴρ Ἱππίας, ἀδελφὸς πατρὸς Σώστρατος, οὐ πάντα δὲ ἀδελφός, ἀλλ’ ὅσον ἀμφοῖν εἷς πατήρ· αἱ γὰρ μητέρες τῷ μὲν ἦν Βυζαντία, τῷ δὲ ἐμῷ πατρὶ Τυρία. Ὁ μὲν οὖν τὸν πάντα χρόνον εἶχεν ἐν Βυζαντίῳ· πολὺς γὰρ ὁ τῆς μητρὸς κλῆρος ἦν αὐτῷ· ὁ δὲ ἐμὸς πατὴρ ἐν Τύρῳ κατῴκει. |
| 1.4 | Ταῦτα ὁ πατὴρ ἀναγνοὺς ἀναπηδᾷ καὶ ἐπὶ τὴν θάλατταν ἐκτρέχει καὶ μικρὸν ὕστερον αὖθις ἐπανῆκεν. Εἵποντο δὲ αὐτῷ κατόπιν πολὺ πλῆθος οἰκετῶν καὶ θεραπαινίδων, ἃς συνεκπέμψας ὁ Σώστρατος ἔτυχε ταῖς γυναιξίν· ἐν μέσοις δὲ ἦν γυνὴ μεγάλη καὶ πλουσία τῇ στολῇ. |
| 1.5 | Αἱ μὲν δὴ κατήγοντο πρὸς ἡμᾶς, καὶ αὐταῖς ὁ πατὴρ μέρος τι τῆς οἰκίας ἀποτεμόμενος εὐτρεπίζει δεῖπνον. Καὶ ἐπεὶ καιρὸς ἦν, συνεπίνομεν κατὰ δύο τὰς κλίνας διαλαχόντες, οὕτω γὰρ ἔταξεν ὁ πατήρ· αὐτὸς κἀγὼ τὴν μέσην, αἱ μητέρες αἱ δύο τὴν ἐν ἀριστερᾷ, |
| 1.6 | Ὡς δὲ ἦν ἑσπέρα, πρότεραι μὲν πρὸς ὕπνον ἐτράπησαν αἱ γυναῖκες, μικρὸν δὲ ὕστερον καὶ ἡμεῖς, οἱ μὲν δὴ ἄλλοι τῇ γαστρὶ μετρήσαντες τὴν ἡδονήν, ἐγὼ δὲ τὴν εὐωχίαν ἐν τοῖς ὀφθαλμοῖς φέρων, τῶν τε τῆς κόρης προσώπων γεμισθεὶς καὶ ἀκράτῳ θεάματι καὶ μέχρι κόρου προελθὼν ἀπῆλθον μεθύων ἔρωτι. |
| 1.7 | Ἦν δέ μοι Κλεινίας ἀνεψιός, ὀρφανὸς καὶ νέος, δύο ἀναβεβηκὼς ἔτη τῆς ἡλικίας τῆς ἐμῆς, ἔρωτι τετελεσμένος· μειρακίου δὲ ὁ ἔρως ἦν. Οὕτω δ’ εἶχε φιλοτιμίας πρὸς αὐτό, ὥστε καὶ ἵππον πριάμενος, ἐπεὶ θεασάμενον τὸ μειράκιον ἐπῄνεσεν, εὐθὺς ἐχαρίσατο φέρων αὐτῷ τὸν ἵππον. |
| 1.8 | Ὡς οὖν ταῦτα ἤκουσεν ὁ Κλεινίας, ὠχρίασεν. Ἐπιπαρώξυνεν οὖν τὸ μειράκιον ἀπωθεῖσθαι τὸν γάμον, τὸ τῶν γυναικῶν γένος λοιδορῶν. “Γάμον” εἶπεν “ἤδη σοι δίδωσιν ὁ πατήρ; τί γὰρ ἠδίκηκας, |
| 1.9 | Ἐγὼ δὲ πρὸς τὸν Κλεινίαν καταλέγω μου τὸ δρᾶμα πῶς ἐγένετο· πῶς ἴδοιμι, πῶς πάθοιμι, τὴν καταγωγήν, τὸ δεῖπνον, τὸ κάλλος τῆς κόρης. Τελευτῶν δὲ τῷ λόγῳ συνίειν ἀσχημονῶν “οὐ φέρω” λέγων “Κλεινία, τὴν ἀνίαν· ὅλος γάρ μοι προσέπεσεν ὁ ἔρως, καὶ αὐτόν μου διώκει τὸν ὕπνον τῶν ὀμμάτων· |
| 1.10 | “Μηδὲν” εἶπεν ὁ Κλεινίας “πρὸς ταῦτα ζήτει παρ’ ἄλλου μαθεῖν· αὐτοδίδακτος γάρ ἐστιν ὁ θεὸς σοφιστής. Ὥσπερ γὰρ τὰ ἀρτίτοκα τῶν βρεφῶν οὐδεὶς διδάσκει τὴν τροφήν ʽαὐτόματα γὰρ ἐκμανθάνει καὶ οἶδεν ἐν τοῖς μαζοῖς οὖσαν αὐτοῖς τὴν τράπεζαν̓, οὕτω καὶ νεανίσκος ἔρωτος πρωτοκύμων οὐ δεῖται διδασκαλίας πρὸς τὸν τοκετόν. |
| 1.11 | Κἀγὼ “μεγάλα μὲν” ἔφην “ἐφόδιά μοι δέδωκας καὶ εὔχομαι τυχεῖν, Κλεινία· φοβοῦμαι δ’ ὅμως μὴ κακῶν μοι γένηται τὸ εὐτύχημα μειζόνων ἀρχὴ καὶ ἐπιτρίψῃ με πρὸς ἔρωτα πλείονα. Ἂν οὖν αὐξηθῇ μοι τὸ δεινόν, τί δράσω; |
| 1.12 | Ἡμεῖς μὲν οὖν ταῦτα ἐφιλοσοφοῦμεν περὶ τοῦ θεοῦ· ἐξαίφνης δέ τις εἰστρέχει τῶν τοῦ Χαρικλέους οἰκετῶν, ἔχων ἐπὶ τοῦ προσώπου τὴν ἀγγελίαν τοῦ κακοῦ, ὡς τὸν Κλεινίαν εὐθὺς ἀνακραγεῖν θεασάμενον “κακόν τι γέγονε Χαρικλεῖ.” Ἅμα δὲ αὐτοῦ λέγοντος συνεξεφώνησεν ὁ οἰκέτης “τέθνηκε |
| 1.13 | Ταῦτα μὲν οὖν ἀκούων ὁ Κλεινίας ἐσίγα τινὰ χρόνον ὑπ’ ἐκπλήξεως, μεταξὺ δὲ νήψας ἐκ τοῦ κακοῦ διωλύγιον ἐκώκυσε καὶ ἐκδραμεῖν ἐπὶ τὸ σῶμα ἠπείγετο· ἐπηκολούθουν δὲ κἀγώ, παρηγορῶν ὡς ἠδυνάμην. |
| 1.14 | Ταῦτα μὲν οὖν οὕτως ἐκώκυεν ὁ πατήρ· ἑτέρωθεν δὲ καθ’ αὑτὸν ὁ Κλεινίας· καὶ ἦν θρήνων ἅμιλλα, ἐραστοῦ καὶ πατρός. “Ἐγώ μου τὸν δεσπότην ἀπολώλεκα. Τί γὰρ αὐτῷ τοιοῦτον δῶρον ἐχαριζόμην; φιάλη γὰρ οὐκ ἦν χρυσῆ, ἵν’ ἐσπένδετο πίνων καὶ ἐχρῆτό μου τῷ δώρῳ τρυφῶν; |
| 1.15 | Μετὰ δὲ τὴν ταφὴν εὐθὺς ἔσπευδον ἐπὶ τὴν κόρην· ἡ δὲ ἦν ἐν τῷ παραδείσῳ τῆς οἰκίας. Ὁ δὲ παράδεισος ἄλσος ἦν, μέγα τι χρῆμα πρὸς ὀφθαλμῶν ἡδονήν· καὶ περὶ τὸ ἄλσος τειχίον ἦν αὔταρκες εἰς ὕψος καὶ ἑκάστη πλευρὰ τοῦ τειχίου “τέσσαρες δὲ ἦσαν πλευραὶ” κατάστεγος ὑπὸ χορῷ κιόνων· ὑπὸ δὲ τοῖς κίοσιν ἔνδον ἦν ἡ τῶν δένδρων πανήγυρις. |
| 1.16 | Βουλόμενος οὖν εὐάγωγον τὴν κόρην εἰς ἔρωτα παρασκευάσαι, λόγων πρὸς τὸν Σάτυρον ἠρχόμην, ἀπὸ τοῦ ὄρνιθος λαβὼν τὴν εὐκαιρίαν. Διαβαδίζουσα γὰρ ἔτυχεν ἅμα τῇ Κλειοῖ καὶ ἐπιστᾶσα τῷ ταῷ. |
| 1.17 | Καὶ ὁ Σάτυρος συνεὶς τοῦ λόγου μου τὴν ὑπόθεσιν, ἵνα μοι μᾶλλον εἴη περὶ τούτου λέγειν, ʽἦ γὰρ ὁ ἔρωσ̓ ἔφη “τοσαύτην ἔχει τὴν ἰσχύν, ὡς καὶ μέχρις ὀρνίθων πέμπειν τὸ πῦρ;” “οὐ μέχρις ὀρνίθων” ἔφην, “τοῦτο γὰρ οὐ θαυμαστόν, ἐπεὶ καὶ αὐτὸς ἔχει πτερόν, ἀλλὰ καὶ ἑρπετῶν καὶ φυτῶν, ἐγὼ δὲ δοκῶ μοι , καὶ λίθων. |
| 1.18 | “γίνεται δὲ καὶ γάμος ἄλλος ὑδάτων διαπόντιος, καὶ ἔστιν ὁ μὲν ἐραστὴς ποταμὸς Ἠλεῖος, ἡ δὲ ἐρωμένη κρήνη Σικελική. Διὰ γὰρ τῆς θαλάττης ὁ ποταμὸς ὡς διὰ πεδίου τρέχει. |
| 1.19 | Ταῦτα ἅμα λέγων ἐνέβλεπον τῇ κόρῃ πῶς ἔχει πρὸς τὴν ἀκρόασιν τὴν ἐρωτικήν· ἡ δὲ ὑπεσήμαινεν οὐκ ἀηδῶς ἀκούειν. Τὸ δὲ κάλλος ἀστράπτον τοῦ ταῶ ἧττον ἐδόκει μοι τοῦ τῆς Λευκίππης εἶναι προσώπου. Τὸ γὰρ τοῦ σώματος κάλλος αὐτῆς πρὸς τὰ τοῦ λειμῶνος ἤριζεν ἄνθη· ναρκίσσου μὲν τὸ πρόσωπον ἔστιλβε χρόαν, ῥόδον δὲ ἀνέτελλεν ἐκ τῆς παρειᾶς, ἴον δὲ ἡ τῶν ὀφθαλμῶν ἐμάρμαιρεν αὐγή, αἱ δὲ κόμαι βοστρυχούμεναι μᾶλλον εἱλίττοντο κιττοῦ. |
| 2.1 | Ἅμα δὲ ἑαυτοὺς ἐπαινοῦντες ἐπὶ τὸ δωμάτιον ἐβαδίζομεν τῆς κόρης, ἀκροασόμενοι δῆθεν τῶν κιθαρισμάτων· οὐ γὰρ ἠδυνάμην ἐμαυτοῦ κἂν ἐπ’ ὀλίγον κρατεῖν τὸ μὴ ὁρᾶν τὴν κόρην. Ἡ δὲ πρῶτον μὲν ᾖσεν Ὁμήρου τὴν πρὸς τὸν λέοντα τοῦ συὸς μάχην· ἔπειτα δέ τι καὶ τῆς ἁπαλῆς μούσης ἐλίγαινε· ῥόδον γὰρ ἐπῄνει τὸ ᾆσμα. |
| 2.2 | Καὶ ἄρτι πέπαυτο τῶν κιθαρισμάτων καὶ πάλιν τοῦ δείπνου καιρὸς ἦν. Ἦν γὰρ ἑορτὴ προτρυγαίου Διονύσου τότε. Τὸν γὰρ Διόνυσον Τύριοι νομίζουσιν ἑαυτῶν, ἐπεὶ καὶ τὸν Κάδμου μῦθον ᾅδουσι· |
| 2.3 | Φιλοτιμούμενος οὖν ὁ πατὴρ τά τ’ ἄλλα παρασκευάσας ἐς τὸ δεῖπνον ἔτυχε πολυτελέστατα καὶ κρατῆρα παρέθηκε τὸν ἱερὸν τοῦ θεοῦ, μετὰ τὸν Γλαύκου τοῦ Χίου δεύτερον. |
| 2.4 | Κοινοῦμαι δὴ τῷ Σατύρῳ τὸ πᾶν καὶ συμπράττειν ἠξίουν· ὁ δὲ ἔλεγε καὶ αὐτὸς μὲν ἐγνωκέναι, πρὶν παρ’ ἐμοῦ μαθεῖν, ὀκνεῖν δὲ ἐλέγχειν βουλόμενον λαθεῖν. Ὁ γὰρ μετὰ κλοπῆς ἐρῶν ἂν ἐλεγχθῇ πρός τινος, ὡς ὀνειδίζοντα τὸν ἐλέγξαντα μισεῖ. |
| 2.5 | Ταῦτα εἰπὼν ἐχώρησεν ἔξω τῶν θυρῶν· ἐγὼ δὲ κατ’ ἐμαυτὸν γενόμενος καὶ ὑπὸ τοῦ Σατύρου παροξυνθείς, ἤσκουν ἐμαυτὸν εἰς εὐτολμίαν πρὸς τὴν παρθένον. “Μέχρι τίνος, ἄνανδρε, σιγᾷς; τί δὲ δειλὸς εἶ στρατιώτης ἀνδρείου θεοῦ; τὴν κόρην προσελθεῖν σοὶ περιμένεις;” Εἶτα προσετίθην “τί γάρ, |
| 2.6 | Ταῦτα διαλεγόμενος ἔλαθον ἐπιστὰς ἀπροοράτως τῇ κόρῃ καὶ ὠχρίασα ἰδὼν ἐξαίφνης, εἶτ’ ἐφοινίχθην· μόνη δ’ ἦν καὶ οὐδὲ ἡ Κλειὼ συμπαρῆν· ὅμως δ᾽ οὖν, ὡς ἂν τεθορυβημένος οὐκ ἔχων τί εἴπω “χαῖρε” |
| 2.7 | Ἔτυχε τῇ προτεραίᾳ ταύτης ἡμέρᾳ περὶ μεσημβρίαν ἡ παῖς ψάλλουσα κιθάρᾳ, ἐπιπαρῆν δὲ αὐτῇ καὶ ἡ Κλειὼ καὶ παρεκάθητο, διεβάδιζον δὲ ἐγώ· καί τις ἐξαίφνης μέλιττά ποθεν ἐπιπτᾶσα τῆς Κλειοῦς ἐπάταξε τὴν χεῖρα. |
| 2.8 | κἀν τούτῳ πόρρωθεν ἰδόντες προσιοῦσαν τὴν θεράπαιναν διελύθημεν, ἐγὼ μὲν ἄκων καὶ λυπούμενος, ἡ δ’ οὐκ οἶδ’ ὅπως. Ῥᾴων οὖν ἐγεγόνειν καὶ μεστὸς ἐλπίδων, ᾐσθόμην δὲ ἐπικαθημένου μοι τοῦ φιλήματος ὥσπερ σώματος, καὶ ἐφύλαττον ἀκριβῶς ὡς θησαυρὸν τὸ φίλημα τηρῶν ἡδονῆς, ὃ πρῶτόν ἐστιν ἐραστῇ γλυκύ. |
| 2.9 | Ἐπειδὴ δὲ τοῦ δείπνου καιρὸς ἦν, πάλιν ὁμοίως συνεπίνομεν· ᾠνοχόει δὲ ὁ Σάτυρος ἡμῖν καί τι ποιεῖ ἐρωτικόν. Διαλλάσσει τὰ ἐκπώματα καὶ τὸ μὲν ἐμὸν τῇ κόρῃ προστίθησι, τὸ δὲ ἐκείνης ἐμοὶ καὶ ἐγχέων ἀμφοτέροις καὶ ἐγκερασάμενος ὤρεγεν. |
| 2.10 | Μετὰ δὲ τὸ δεῖπνον ὁ Σάτυρός μοι προσελθὼν ἔφη “νῦν μὲν ἀνδρίζεσθαι καιρός. Ἡ γὰρ μήτηρ τῆς κόρης, ὡς οἶδας, μαλακίζεται καὶ καθ’ αὑτὴν ἀναπαύεται· μόνη δὲ ἡ παῖς βαδιεῖται κατὰ τὰ εἰθισμένα τῆς Κλειοῦς ἑπομένης, πρὶν ἐπὶ τὸν ὕπνον τραπῆναι. |
| 2.11 | Ὀλίγων δὲ ἡμερῶν διελθουσῶν, ὁ πατήρ μοι τοὺς γάμους συνεκρότει θᾶττον ἢ διεγνώκει. Ἐνύπνια γὰρ αὐτὸν διετάραττε πολλά. Ἔδοξεν ἄγειν ἡμῶν τοὺς γάμους, ἤδη δὲ ἅψαντος αὐτοῦ τὰς δᾷδας ἀποσβεσθῆναι τὸ πῦρ ᾗ καὶ μᾶλλον ἠπείγετο συναγαγεῖν ἡμᾶς. |
| 2.12 | Ἔθυεν οὖν τότε ὁ πατὴρ τὰ προτέλεια τῶν γάμων. Ὡς δὲ ἤκουσα, ἀπωλώλειν καὶ ἐζήτουν μηχανήν, δι’ ἧς ἂν ἀναβαλέσθαι δυναίμην τὸν γάμον. Σκοποῦντος δέ μου θόρυβος ἐξαίφνης γίνεται κατὰ τὸν ἀνδρῶνα· |
| 2.13 | Νεανίσκος ἦν Βυζάντιος, ὄνομα Καλλισθένης, ὀρφανὸς καὶ πλούσιος, ἄσωτος δὲ καὶ πολυτελής. Οὗτος ἀκούων τῷ Σωστράτῳ θυγατέρα εἶναι καλήν, ἰδὼν δὲ οὐδέποτε, ἤθελεν αὑτῷ ταύτην γενέσθαι γυναῖκα. Καὶ ἦν ἐξ ἀκοῆς ἐραστής· τοσαύτη γὰρ τοῖς ἀκολάστοις ὕβρις, ὡς καὶ τοῖς ὠσὶν εἰς ἔρωτα τρυφᾶν καὶ ταὐτὰ πάσχειν ὑπὸ ῥημάτων, ἃ τῇ ψυχῇ τρωθέντες διακονοῦσιν ὀφθαλμοί. |
| 2.14 | Ἐν τούτῳ δὲ τοῦ πολέμου περιστάντος καὶ τῆς παιδὸς εἰς ἡμᾶς ὑπεκκειμένης μεμαθήκει μὲν ἕκαστα τούτων, οὐδὲν δὲ ἧττον τῆς ἐπιβουλῆς εἴχετο· καὶ τοιοῦτό τι αὐτῷ συνήργησε. Χρησμὸν ἴσχουσιν οἱ Βυζάντιοι τοιόνδε Νῆσός τις πόλις ἐστὶ φυτώνυμον αἷμα λαχοῦσα, ἰσθμὸν ὁμοῦ καὶ πορθμὸν ἐπ’ ἠπείροιο φέρουσα. ἔνθ’ Ἥφαιστος ἔχων χαίρει γλαυκῶπιν Ἀθήνην κεῖθι θυηπολίην σε φέρειν κέλομαι Ἡρακλεῖ. |
| 2.15 | Ταῦτα εἰπὼν τὴν θυσίαν ἐπὶ τὴν Τύρον ἔπεμπε, καὶ τῇ πόλει συνδοκοῦν. Ὁ οὖν Καλλισθένης διαπράττεται τῶν θεωρῶν εἶς γενέσθαι· καὶ ταχὺ καταπλεύσας εἰς τὴν Τύρον καὶ ἐκμαθὼν τὴν τοῦ πατρὸς οἰκίαν ἐφήδρευε ταῖς γυναιξίν· αἱ δὲ ὀψόμεναι τὴν θυσίαν ἐξῄεσαν· |
| 2.16 | Ἔτυχεν οὖν ἡ μὲν ἐμὴ μήτηρ τότε μαλακῶς ἔχουσα· σκηψαμένη δὲ καὶ ἡ Λευκίππη νοσεῖν, ἔνδον ὑπέμεινε ʽσυνέκειτο γὰρ ἡμῖν ἐς ταὐτὸν ἐλθεῖν, ὡς ἄν τῶν πολλῶν ἐξιόντων̓, ὥστε συνέβη τὴν ἀδελφὴν τὴν ἐμὴν μετὰ τῆς Λευκίππης μητρὸς προελθεῖν. |
| 2.17 | Ὁ μὲν οὖν ταῦτα εἰπὼν καὶ τὴν θεωρίαν ἀφωσιωμένος ἀπῆλθε· ναῦν δὲ εἶχεν ἰδίαν, τοῦτο προκατασκευάσας οἴκοθεν εἰ τύχοι τῆς ἐπιχειρήσεως. Οἱ μὲν δὴ ἄλλοι θεωροὶ ἀπέπλευσαν, αὐτὸς δὲ μικρὸν ἀπεσάλευε τῆς γῆς, ἅμα μὲν ὡς ἂν δοκοίη τοῖς πολίταις ἕπεσθαι, ἅμα δὲ ἵνα μὴ πλησίον τῆς Τύρου τοῦ σκάφους ὄντος, κατάφωρος γένοιτο μετὰ τὴν ἁρπαγήν. |
| 2.18 | Πρὸ δὲ τῆς πανηγύρεως, ἣν ὁ Καλλισθένης προσεδόκα, γίνεται δὴ τὰ τοῦ ἀετοῦ καὶ τῶν μάντεων· καὶ εἰς τὴν ὑστεραίαν παρεσκευαζόμεθα νύκτωρ, ὡς θυσόμενοι τῷ θεῷ. Τούτων δὲ τὸν Ζήνωνα ἐλάνθανεν οὐδέν· ἀλλ’ ἐπειδὴ καιρὸς ἦν βαθείας ἑσπέρας, ἡμεῖς μὲν προήλθομεν, ὁ δὲ εἵπετο. |
| 2.19 | Ὀλίγας δὲ ἡμέρας διαλιπὼν πρὸς τὴν Λευκίππην διελεγόμην “μέχρι τίνος ἐπὶ τῶν φιλημάτων ἱστάμεθα, φιλτάτη; προσθῶμεν ἤδη τι καὶ ἐρωτικώτερον. Φέρε ἀνάγκην ἀλλήλοις ἐπιθῶμεν πίστεως. Ἂν γὰρ ἡμᾶς Ἀφροδίτη μυσταγωγήσῃ, οὐ μή τις ἄλλος |
| 2.20 | Ἦν δέ τις αὐτῶν οἰκέτης πολυπράγμων καὶ λάλος καὶ λίχνος καὶ πᾶν ὅ τι ἂν εἴποι τις, ὄνομα Κώνωψ. Οὗτός μοι ἐδόκει πόρρωθεν ἐπιτηρεῖν τὰ πραττόμενα ἡμῖν· μάλιστα δ᾽, ὅπερ ἦν, ὑποπτεύσας μή τι νύκτωρ ἡμῖν πραχθῇ, διενυκτέρευε μέχρι πόρρω τῆς ἑσπέρας, ἀναπετάσας τοῦ δωματίου τὰς θύρας, |
| 2.21 | “ὁ λέων κατεμέμφετο τὸν Προμηθέα πολλάκις ὅτι μέγαν μὲν αὐτὸν ἔπλασε καὶ καλὸν καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν, ἐποίησέ τε τῶν ἄλλων θηρίων δυνατώτερον. “Ὁ δὲ τοιοῦτοσ” ἔφασκε “τὸν ἀλεκτρυόνα φοβοῦμαι.” |
| 2.22 | “λέγει τοίνυν κώνωψ ἀλαζών ποτε πρὸς τὸν λέοντα “εἶτα κἀμοῦ βασιλεύειν νομίζεις ὡς τῶν ἄλλων θηρίων; ἀλλ’ οὔτ’ ἐμοῦ καλλίων οὔτε ἀλκιμώτερος ἔφυς οὔτε μείζων. Ἐπεὶ τίς σοι πρῶτόν ἐστιν ἀλκή; |
| 2.23 | καὶ ὀλίγας διαλιπὼν ἡμέρας, εἰδὼς αὐτὸν γαστρὸς ἡττώμενον, φάρμακον πριάμενος ὕπνου βαθέος ἐφ’ ἑστίασιν αὐτὸν ἐκάλεσεν. Ὁ δὲ ὑπώπτευε μέν τινα μηχανὴν καὶ ὤκνει τὸ πρῶτον· ὡς δὲ ἡ βελτίστη γαστὴρ κατηνάγκασε, πείθεται. |
| 2.24 | Ἡ δὲ πρῶτον μὲν ὑπὸ ἰλίγγου κατέπεσεν, εἶτα ἀνενεγκοῦσα τὴν Κλειὼ κατὰ κόρρης ὡς εἶχε ῥαπίζει, καὶ ἐπιλαβομένη τῶν τριχῶν ἅμα πρὸς τὴν θυγατέρα ἀνῴμωξεν “ἀπώλεσάς μου” λέγουσα “Λευκίππη, |
| 2.25 | Ἐθάρρησεν οὖν ἡ παρθένος, ὡς ἂν ἐμοῦ διαπεφευγότος, καὶ λέγει “μὴ λοιδόρει μου, μῆτερ, τὴν παρθενίαν· οὐδὲν ἔργον μοι πέπρακται τοιούτων ῥημάτων ἄξιον , οὐδὲ οἶδα τοῦτον ὅστις ἦν, εἴτε δαίμων εἴτε ἥρως εἴτε λῃστής. |
| 2.26 | Δόξαν οὖν οὕτως εἰχόμεθα ἔργου, σκηψάμενοι πρὸς τὸν θυρωρὸν ἀπιέναι πρὸς ἐρωμένην, καὶ ἐπὶ τὴν οἰκίαν ἐρχόμεθα τὴν Κλεινίου. Ἦσαν δὲ λοιπὸν μέσαι νύκτες, ὥστε μόλις ὁ θυρωρὸς ἀνέῳξεν ἡμῖν. Καὶ ὁ Κλεινίας ʽἐν ὑπερῴῳ γὰρ τὸν θάλαμον εἶχἐ διαλεγομένων ἡμῶν ἀκούσας κατατρέχει τεταραγμένος. |
| 2.27 | Ὁ οὖν Κλεινίας τῆς χειρός μου λαβόμενος ἄγει τῆς Κλειοῦς μακρὰν καὶ λέγει “δοκῶ μοι καλλίστην γνώμην εὑρηκέναι, ταύτην μὲν ὑπεξαγαγεῖν, ἡμᾶς δὲ ὀλίγας ἡμέρας ἐπισχεῖν, κἂν οὕτω δοκῇ, συσκευασαμένους ἀπελθεῖν. |
| 2.28 | Ἡ οὖν Πάνθεια ἀναστᾶσα περὶ τὰς βασάνους τῆς Κλειοῦς ηὐτρεπίζετο καὶ καλεῖν αὐτὴν ἐκέλευσεν. Ὡς δ’ ἦν ἀφανής, πάλιν ἐπὶ τὴν θυγατέρα ἵεται καὶ “οὐκ ἐρεῖσ” ἔφη “τὴν συσκευὴν τοῦ δράματος; ἰδοὺ |
| 2.29 | Ἡ δὲ Λευκίππη καθ’ ἑαυτὴν γενομένη καὶ τῶν τῆς μητρὸς γεμισθεῖσα ῥημάτων παντοδαπή τις ἦν. Ἤχθετο, ᾐσχύνετο, ὠργίζετο· ἤχθετο μὲν πεφωραμένη, ᾐσχύνετο δὲ ὀνειδιζομένη, ὠργίζετο δὲ ἀπιστουμένη. Αἰδὼς δὲ καὶ λύπη καὶ ὀργὴ τρία τῆς ψυχῆς κύματα. |
| 2.30 | Ἐν τούτῳ δὲ ἔτυχον πέμψας τὸν Σάτυρον πρὸς τὴν κόρην ἀποπειρασόμενον τῆς φυγῆς. Ἡ δὲ πρὶν ἀκοῦσαι πρὸς τὸν Σάτυρον “δέομαι” ἔφη “πρὸς θεῶν ξένων καὶ ἐγχωρίων, ἐξαρπάσατέ με τῶν τῆς μητρὸς ὀφθαλμῶν, ὅπη βούλεσθε· |
| 2.31 | Εἶχε δ’ ὁ Σάτυρος τοῦ φαρμάκου λείψανον, ᾧ τὸν Κώνωπα ἦν κατακοιμίσας· τούτου διακονούμενος ἡμῖν ἐγχεῖ λαθὼν κατὰ τῆς κύλικος τῆς τελευταίας, ἣν τῇ Πανθείᾳ προσέφερεν· ἡ δὲ ἀναστᾶσα ᾤχετο εἰς τὸν θάλαμον ἑαυτῆς καὶ εὐθὺς ἐκάθευδεν. |
| 2.32 | Ἔχαιρόν τὸ πρῶτον ὁρῶν τὴν θάλατταν οὔπω πελαγίζοντος τοῦ σκάφους, ἀλλ’ ἔτι τοῖς λιμέσιν ἐποχουμένου. Ὡς δὲ ἔδοξεν οὔριον εἶναι πρὸς ἀναγωγὴν τὸ πνεῦμα, θόρυβος ἦν πολὺς κατὰ τὸ σκάφος, τῶν ναυτῶν διαθεόντων, τοῦ κυβερνήτου κελεύοντος, |
| 2.33 | Ἔτυχε δέ τις ἡμῖν νεανίσκος παρασκηνῶν, ὃς ἐπεὶ καιρὸς ἦν ἀρίστου, φιλοφρονούμενος ἡμᾶς συναριστᾶν ἠξίου. Καὶ ἡμῖν δ’ ὁ Σάτυρος παρέφερεν· ὥστε εἰς μέσον καταθέμενοι ἃ εἴχομεν, τὸ ἄριστον ἐκοινοῦμεν, ἤδη δὲ καὶ λόγον. |
| 2.34 | Λέγει οὖν ὁ Μενέλαος “τὸ μὲν κεφάλαιον τῆς ἐμῆς ἀποδημίας ἔρως βάσκανος καὶ θήρα δυστυχής. Ἤρων μειρακίου καλοῦ, τὸ δὲ μειράκιον φιλόθηρον ἦν. Ἐπεῖχον τὰ πολλά, κρατεῖν οὐκ ἠδυνάμην· ὡς δ’ οὐκ ἔπειθον, εἱπόμην ἐπὶ τὰς ἄγρας κἀγώ. |
| 2.35 | Ὁρῶν οὖν ἐγὼ τὸν Μενέλαον κατηφῆ πάνυ τῶν ἑαυτοῦ μεμνημένον, τὸν δὲ Κλεινίαν ὑποδακρύοντα μνήμῃ Χαρικλέους, βουλόμενος αὐτοὺς τῆς λύπης ἀπαγαγεῖν, ἐμβάλλω λόγον ἐρωτικῆς ἐχόμενον ψυχαγωγίας· καὶ γὰρ οὐδὲ ἡ Λευκίππη παρῆν, ἀλλ’ ἐν μυχῷ ἐκάθευδε τῆς νεώς. |
| 2.36 | Καὶ ὁ Μενέλαος “ἀγνοεῖς, ὦ Κλειτοφῶν” ἔφη “τὸ κεφάλαιον τῆς ἡδονῆς. Ποθεινὸν γὰρ ἀεὶ τὸ ἀκόρεστον. Τὸ μὲν γὰρ εἰς χρῆσιν χρονιώτερον τῷ κόρῳ μαραίνει τὸ τερπνόν, τὸ δὲ ἁρπαζόμενον καινόν ἐστιν ἀεὶ καὶ μᾶλλον ἀνθεῖ· οὐ γὰρ γεγηρακυῖαν ἔχει τὴν ἡδονήν, καὶ ὅσον ἐλαττοῦται τῷ χρόνῳ, |
| 2.37 | Ὑπολαβὼν οὖν ἐγὼ “καὶ μὴν οὐράνιον” ἔφην “ἔοικε μᾶλλον εἶναι τὸ τῶν γυναικῶν κάλλος, ὅσον μὴ ταχὺ φθείρεται. Ἐγγὺς γὰρ τοῦ θείου τὸ ἄφθαρτον, τὸ δὲ κινούμενον ἐν φθορᾷ θνητὴν φύσιν μιμούμενον οὐκ οὐράνιόν ἐστιν ἀλλὰ πάνδημον. |
| 2.38 | Καὶ ὁ Μενέλαος “ἀλλὰ σύ μοι δοκεῖσ” ἔφη “μὴ πρωτόπειρος ἀλλὰ γέρων εἰς Ἀφροδίτην τυγχάνειν· τοσαύτας ἡμῶν κατέχεας γυναικῶν περιεργίας. Ἐν μέρει δὲ καὶ τὰ τῶν παίδων ἀντάκουσον. |
| 3.1 | Τρίτην δὲ ἡμέραν πλεόντων ἡμῶν, ἐξ αἰθρίας πολλῆς αἰφνίδιον ἀχλὺς περιχεῖται καὶ τῆς ἡμέρας ἀπωλώλει τὸ φῶς· ἐγείρεται δὲ κάτωθεν ἄνεμος ἐκ τῆς θαλάσσης κατὰ πρόσωπον τῆς νεώς, καὶ ὁ κυβερνήτης περιάγειν ἐκέλευσε τὴν κεραίαν. |
| 3.2 | Σκευοφοροῦντες οὖν κατὰ τὴν ναῦν διὰ πάσης ἡμέρας δόλιχόν τινα τοῦτον δρόμον μυρίον ἐπονοῦμεν, ἀεὶ τὸν θάνατον προσδοκῶντες. Καὶ ἦν, ὡς εἰκός, οὐ μακράν. |
| 3.3 | Τέλος ὁ κυβερνήτης ἀπειπὼν ῥίπτει μὲν τὰ πηδάλια ἐκ τῶν χειρῶν, ἀφίησι δὲ τὸ σκάφος τῇ θαλάσσῃ καὶ εὐτρεπίζει ἤδη τὴν ἐφολκίδα καὶ τοῖς ναύταις ἐμβαίνειν κελεύσας τῆς ἀποβάθρας ἦρχεν· οἱ δὲ εὐθὺς κατὰ πόδας ἐξήλλοντο. |
| 3.4 | Ἔνθα δή τις ἀπὸ τῆς νεὼς νεανίσκος εὔρωστος λαμβάνεται τοῦ κάλω καὶ ἐφέλκεται τὴν ἐφολκίδα, καὶ ἦν ἐγγὺς ἤδη τοῦ σκάφους, ηὐτρεπίζετο δὲ ἕκαστος ὡς εἰ πελάσειε πηδήσων ἐς αὐτήν. |
| 3.5 | Ἐπεὶ οὖν τὸ πλοῖον διελύθη, δαίμων τις ἀγαθὸς περιέσωσεν ἡμῖν τῆς πρῴρας μέρος, ἔνθα περικαθίσαντες ἐγώ τε καὶ ἡ Λευκίππη κατὰ ῥοῦν ἐφερόμεθα τῆς θαλάσσης· ὁ δὲ Μενέλαος καὶ ὁ Σάτυρος σὺν ἄλλοις τῶν πλωτήρων ἐπιτυχόντες τοῦ ἱστοῦ καὶ ἐπιπεσόντες ἐνήχοντο. |
| 3.6 | Ἔστι δὲ ἐν τῷ Πηλουσίῳ Διὸς ἱερὸν ἄγαλμα Κασίου· τὸ δὲ ἄγαλμα νεανίσκος, Ἀπόλλωνι μᾶλλον ἐοικώς· οὕτω γὰρ ἡλικίας εἶχε· προβέβληται δὲ τὴν χεῖρα καὶ ἔχει ῥοιὰν ἐπ’ αὐτῇ· τῆς δὲ ῥοιᾶς ὁ λόγος μυστικός. |
| 3.7 | Ὀρώρυκται μὲν οὖν εἰς τὸ μέτρον τῆς κόρης ἡ πέτρα· θέλει δὲ τὸ ὄρυγμα λέγειν, ὅτι μή τις αὐτὸ πεποίηκε χείρ, ἀλλ’ ἔστιν αὐτόχθον· ἐτράχυνε γὰρ τοῦ λίθου τὸν κόλπον ὁ γραφεύς, ὡς ἔτεκεν αὐτὸν ἡ γῆ. |
| 3.8 | Ἑξῆς δὲ τὸ τοῦ Προμηθέως ἐγεγόνει. Δέδεται μὲν ὁ Προμηθεὺς σιδήρῳ καὶ πέτρᾳ, ὥπλισται δὲ Ἡρακλῆς τόξῳ καὶ δόρατι. Ὄρνις ἐς τὴν τοῦ Προμηθέως γαστέρα τρυφᾷ· ἕστηκε γὰρ αὐτὴν ἀνοίγων, |
| 3.9 | Ἐνδιατρίψαντες οὖν ἡμερῶν δύο καὶ ἀναλαβόντες ἑαυτοὺς ἐκ τῶν κακῶν, ναῦν Αἰγυπτίαν μισθωσάμενοι ʽεἴχομεν δὲ ὀλίγον χρυσίον, ὅπερ ἐτύχομεν ἐζωσμένοἰ διὰ τοῦ Νείλου τὸν πλοῦν ἐπ’ Ἀλεξάνδρειαν ἐποιούμεθα, μάλιστα μὲν ἐκεῖ διεγνωκότες ποιήσασθαι τὴν διατριβὴν καὶ νομίζοντες ταύτῃ τάχα τοὺς φίλους εὑρήσειν προσενεχθέντας. |
| 3.10 | Ἐπεὶ οὖν νὺξ ἐγένετο καὶ ἐκείμεθα, ὡς ἦμεν, δεδεμένοι καὶ ἐκάθευδον οἱ φρουροί, τότε, ὡς ἐξὸν ἤδη, κλάειν ἦρχον τὴν Λευκίππην. Καὶ δὴ λογισάμενος ὅσων αὐτῇ γέγονα κακῶν αἴτιος, κωκύσας ἐν τῇ ψυχῇ βύθιον, τῷ δὲ νῷ κλέψας τοῦ κωκυτοῦ τὸν ψόφον “ὦ θεοὶ καὶ δαίμονεσ” ἔφην “εἴπερ ἐστέ που καὶ ἀκούετε, τί τηλικοῦτον ἠδικήκαμεν, ὡς ἐν ὀλίγαις ἡμέραις τοσούτῳ πλήθει βαπτισθῆναι κακῶν; |
| 3.11 | Ταῦτα μὲν οὖν ἐθρήνουν ἡσυχῆ, κλάειν δὲ οὐκ ἠδυνάμην· τοῦτο γὰρ ἴδιον τῶν ὀφθαλμῶν ἐν τοῖς μεγάλοις κακοῖς. Ἐν μὲν γὰρ ταῖς μετρίαις συμφοραῖς ἀφθόνως τὰ δάκρυα καταρρεῖ καὶ ἔστι τοῖς πάσχουσιν εἰς τοὺς κολάζοντας ἱκετηρία καὶ τοὺς ἀλγοῦντας ὥσπερ οἰδοῦντος τραύματος ἐκένωσεν· ἐν δὲ τοῖς ὑπερβάλλουσι δεινοῖς φεύγει τὰ δάκρυα καὶ προδίδωσι τοὺς ὀφθαλμούς. |
| 3.12 | Ταῦθ’ ἡμᾶς διαλεγομένους ἔλαθεν ἕως γενομένη· καί τις ἵππον ἐπελαύνων ἔρχεται, κόμην ἔχων πολλὴν καὶ ἀγρίαν· ἐκόμα δὲ καὶ ὁ ἵππος. Γυμνὸς ἦν ὁ ἵππος ἄστρωτος καὶ οὐκ εἶχε φάλαρα· τοιοῦτοι γὰρ τοῖς λῃσταῖς εἰσιν οἱ ἵπποι. Ἀπὸ δὲ τοῦ λῃστάρχου παρῆν καὶ “εἴ τισ” ἔφη “παρθένος ἐστὶν ἐν τοῖς εἰλημμένοις, ταύτην ἀπάγειν πρὸς τὸν θεόν, ἱερεῖον |
| 3.13 | Καὶ ἐπεὶ δύο σταδίους τῆς κώμης προήλθομεν, ἀλαλαγμὸς ἀκούεται πολὺς καὶ σάλπιγγος ἦχος καὶ ἐπιφαίνεται φάλαγξ στρατιωτική, πάντες ὁπλῖται. Οἱ δὲ λῃσταὶ κατιδόντες, ἡμᾶς μέσους διαλαβόντες ἔμενον ἐπιόντας, ὡς αὐτοὺς ἀμυνούμενοι. |
| 3.14 | Ἦν δὲ περὶ δείλην ὁ καιρός· καὶ ὁ στρατηγὸς διαλαβὼν ἡμῶν ἕκαστον ἐπυνθάνετο τίνες εἴημεν καὶ πῶς ληφθείημεν· διηγεῖτο δὲ ἄλλος ἄλλο τι, κἀγὼ τἀμὰ εἶπον. Ἐπεὶ οὖν ἅπαντα ἔμαθεν, ἐκέλευσεν ἀκολουθεῖν, αὐτὸς δὲ ὅπλα δώσειν ὑπέσχετο· διεγνώκει γὰρ ἀναμείνας στρατιὰν ἐπελθεῖν τῷ μεγάλῳ λῃστηρίῳ· ἐλέγοντο δὲ ἀμφὶ τοὺς μυρίους εἶναι. |
| 3.15 | Τῇ δ’ ὑστεραίᾳ πρὸς τὴν διάβασιν παρεσκευάζετο καὶ ἐπεχείρει τὴν διώρυχα χῶσαι, ἥτις ἦν ἐμποδών. Καὶ γὰρ ἑωρῶμεν τοὺς λῃστὰς μετὰ πλείστης δυνάμεως ἐπὶ θάτερα τῆς διώρυχος ἑστῶτας ἐν τοῖς ὅπλοις· βωμὸς δέ τις αὐτοῖς αὐτοσχέδιος ἦν πηλοῦ πεποιημένος καὶ σορὸς τοῦ βωμοῦ πλησίον. |
| 3.16 | Ἑσπέρας δὲ γενομένης ἡ διῶρυξ κέχωστο πᾶσα, οἱ δὲ στρατιῶται διαβάντες αὐλίζονται μικρὸν ἄνω τῆς διώρυχος καὶ περὶ δεῖπνον ἦσαν· ὁ δὲ στρατηγὸς ἐπεχείρει με παρηγορεῖν ἀνιαρῶς ἔχοντα. |
| 3.17 | Ταῦτα εἰπὼν ἀνατείνω τὸ ξίφος ἄνω, ὡς καθήσων ἐμαυτῷ κατὰ τῆς σφαγῆς, καὶ ὁρῶ δύο τινὰς ἐξ ἐναντίας ʽσεληναία δὲ ἦν’ σπουδῇ θέοντας. Ἐπέσχον οὖν λῃστὰς εἶναι δοκῶν, ὡς ἂν ὑπ’ αὐτῶν ἀποθάνοιμι. |
| 3.18 | Μόλις οὖν ἀναζωπυρήσας λέγω πρὸς τὸν· Μενέλαον “οὐκ ἐρεῖς μοι τί ταῦτα; οὐχὶ Λευκίππην ὁρῶ; ταύτην οὐ κρατῶ καὶ ἀκούω λαλούσης; ἃ οὖν χθὲς ἐθεασάμην τίνα ἦν; ἢ γὰρ ἐκεῖνά ἐστιν ἢ ταῦτα ἐνύπνια. |
| 3.19 | Ὁ οὖν Μενέλαος λέγει “οἶδας ὡς Αἰγύπτιός εἰμι τὸ γένος· φθάνω γάρ σοι ταῦτα εἰπὼν ἐπὶ τῆς νεώς. Ἦν οὖν μοι τὰ πλεῖστα τῶν κτημάτων περὶ ταύτην τὴν κώμην καὶ οἱ ἄρχοντες αὐτῆς γνώριμοι. |
| 3.20 | Καὶ ὁ Σάτυρος λέγει “ἅμα δὲ βιαζόμενος ἐπὶ τὸ στρατόπεδον ἔκλαον, ὦ δέσποτα, καὶ ὠδυρόμην, τὰ περὶ τῆς Λευκίππης πυθόμενος, καὶ ἐδεόμην Μενελάου παντὶ τρόπῳ σῶσαι τὴν κόρην. |
| 3.21 | “λέγω οὖν πρὸς τὸν Μενέλαον “θεὸς ἡμῖν, ἂν θέλῃς χρηστὸς γενέσθαι, συναγωνιεῖται· δυνησόμεθα γὰρ καὶ τὴν κόρην σῶσαι καὶ τοὺς λῃστὰς λαθεῖν· |
| 3.22 | “Ὁ δὲ χρηστὸς οὗτος “μέγα μὲν” ἔφη “τὸ ἔργον, ἀλλ’ ὑπὲρ φίλου, κἂν ἀποθανεῖν δεήσῃ, καλὸς ὁ κίνδυνος, γλυκὺς ὁ θάνατος.” “Νομίζω δὲ” ἔφην “ζῆν καὶ Κλειτοφῶντα. |
| 3.23 | Ὡς οὖν ἤκουσα, παντοδαπὸς ἐγινόμην καὶ διηπόρουν ὅ τι ποιήσω πρὸς τὸν Μενέλαον ἀντάξιον. Τὸ δ’ οὖν κοινότατον, προσπεσὼν κατησπαζόμην καὶ προσεκύνουν ὡς θεὸν καί μου κατὰ τῆς ψυχῆς ἀθρόα κατεχεῖτο ἡδονή. |
| 3.24 | Ἅμα δὲ τῇ ἕῳ προσάγω τὸν Μενέλαον τῷ στρατηγῷ καὶ ἅπαντα λέγω, ὁ δὲ συνήδετο καὶ τὸν Μενέλαον ποιεῖται φίλον, πυνθάνεται δὲ πόση δύναμίς ἐστι τοῖς ἐναντίοις. Ὁ δὲ ἔλεγε πᾶσαν ἐμπεπλῆσθαι τὴν ἑξῆς κώμην ἀνδρῶν ἀπονενοημένων καὶ πολὺ συνηθροῖσθαι λῃστήριον, ὡς εἶναι μυρίους. |
| 3.25 | “Καὶ τίς ὁ ὄρνις οὗτος, ὅστισ” ἔφην “τοσαύτης τιμῆς ἠξίωται; ποίαν δὲ καὶ κομίζει ταφήν;” “Φοίνιξ μὲν ὁ ὄρνις ὄνομα, τὸ δὲ γένος Αἰθίοψ, μέγεθος κατὰ ταών· |
| 4.1 | Ἔδοξεν οὖν τῷ στρατηγῷ μαθόντι τήν τε τῶν ἐναντίων παρασκευὴν καὶ τὴν τῶν συμμάχων ἀναβολὴν εἰς τὴν κώμην ἀναστρέψαι πάλιν, ὅθενπερ ἐξωρμήσαμεν, ἔστ’ ἂν οἱ σύμμαχοι παραγένωνται· ἐμοὶ δέ τις οἶκος ἀπετέτακτο ἅμα τῇ Λευκίππῃ μικρὸν ἀνωτέρω τῆς τοῦ στρατηγοῦ καταγωγῆς. |
| 4.2 | “Ἐν τούτῳ δὴ Χαρμίδης ʽτοῦτο γὰρ ἦν ὄνομα τῷ στρατηγᾦ ἐπιβάλλει τῇ Λευκίππῃ τὸν ὀφθαλμόν, ἀπὸ τοιαύτης ἀφορμῆς αὐτὴν ἰδών. Ἔτυχον ποτάμιον θηρίον ἄνδρες τεθηρακότες θέας ἄξιον· ἵππον δὲ αὐτὸν τοῦ Νείλου καλοῦσιν οἱ Αἰγύπτιοι. |
| 4.3 | “καλεῖ δὴ πρὸς τὴν θέαν ἡμᾶς ὁ στρατηγός· καὶ ἡ Λευκίππη συμπαρῆν. Ἡμεῖς μὲν οὖν ἐπὶ τὸ θηρίον τοὺς ὀφθαλμοὺς εἴχομεν, ἐπὶ τὴν Λευκίππην δὲ ὁ στρατηγός· |
| 4.4 | Καὶ ὁ Μενέλαος ʽἦ γὰρ ἐλέφαντἀ ἔφη “ἤδη τεθέασαί ποτε;” “Καὶ μάλα” ὁ Χαρμίδης εἶπεν, “καὶ ἀκήκοα παρὰ τῶν ἀκριβῶς εἰδότων τῆς γενέσεως αὐτοῦ |
| 4.5 | “Καὶ πόθεν” ἔφην “οὕτως ἀμόρφῳ θηρίῳ τοσαύτη τῆς εὐωδίας ἡδονή;” “Ὅτι” ἔφη Χαρμίδης “τοιαύτην ποιεῖται καὶ τὴν τροφήν. Ἰνδῶν γὰρ ἡ γῆ γείτων ἡλίου· πρῶτοι γὰρ ἀνατέλλοντα τὸν θεὸν ὁρῶσιν Ἰνδοί, καὶ αὐτοῖς θερμότερον τὸ φῶς ἐπικάθηται, καὶ τηρεῖ τὸ σῶμα τοῦ πυρὸς τὴν βαφήν. |
| 4.6 | Ἐπεὶ οὖν ἐκ τῶν λόγων ἀπηλλάγημεν τοῦ στρατηγοῦ, μικρὸν διαλιπὼν “ὅτι οὐ δύναταί τις τρωθεὶς ἀνέχεσθαι θλιβόμενος τῷ πυρὶ” τὸν Μενέλαον μεταπέμπεται καὶ τῆς χειρὸς λαβόμενος λέγει “ἀγαθὸν εἰς φιλίαν οἶδά σε ἐξ ὧν ἔπραξας εἰς Κλειτοφῶντα· |
| 4.7 | Μικρὸν οὖν διαλιπὼν ὁ Μενέλαος, ἀπελθὼν πρὸς τὸν Χαρμίδην “κατείργασται τὸ ἔργον” ἔφη, “καίτοι τὸ πρῶτον ἠρνεῖτο ἰσχυρῶς ἡ γυνή· δεομένου δέ μου καὶ ὑπομιμνήσκοντος τῆς εὐεργεσίας ἐπένευσεν. |
| 4.8 | Ὡς οὖν ταῦτα ὁ Μενέλαος ἐλθὼν ἀπαγγέλλει μοι, πρὸς τοῦτο ἀνεβόησα ὡς θᾶττον ἂν ἀποθάνοιμι ἢ περιίδω Λευκίππης φίλημα ἀλλοτριούμενον. “Οὗ τί γὰρ” ἔφην “ἐστὶ γλυκύτερον; |
| 4.9 | Σκοπούντων οὖν ἡμῶν εἰστρέχει τις τεθορυβημένος καὶ λέγει τὴν Λευκίππην ἄφνω βαδίζουσαν καταπεσεῖν καὶ τὼ ὀφθαλμὼ διαστρέφειν. Ἀναπηδήσαντες οὖν ἐθέομεν ἐπ’ αὐτὴν καὶ ὁρῶμεν ἐπὶ τῆς γῆς κειμένην. |
| 4.10 | Ταῦτά με λέγοντα παρηγόρουν οἱ ἀμφὶ τὸν Μενέλαον, φάσκοντες μὴ ἔμμονα εἶναι τὰ τοιαῦτα νοσήματα, πολλάκις δὲ ἡλικίας ζεούσης ὑπάρχειν. ʽΤὸ γὰρ αἷμα πάντη νεάζον καὶ ὑπὸ πολλῆς ἀκμῆς ἀναζέον ὑπερβλύζει πολλάκις τὰς φλέβας, καὶ τὴν κεφαλὴν ἔνδον περικλύζον βαπτίζει τοῦ λογισμοῦ τὴν ἀναπνοήν. |
| 4.11 | Ἐν τούτῳ δὴ ἔρχεταί τις παρὰ τοῦ τῆς Αἰγύπτου σατράπου, κομίζων ἐπιστολὴν τῷ στρατηγῷ. Ἐπέσπευδε δὲ αὐτόν, ὡς εἰκός, ἐπὶ τὸν πόλεμον τὰ γράμματα· ἐκέλευσε γὰρ εὐθὺς πάντας ἐν τοῖς ὅπλοις γενέσθαι ὡς ἐπὶ τοὺς βουκόλους. |
| 4.12 | Νεῖλος ὁ πολὺς πάντα αὐτοῖς γίνεται, καὶ ποταμὸς καὶ γῆ καὶ θάλασσα καὶ λίμνη· καὶ ἔστι τὸ θέαμα καινόν, ναῦς ὁμοῦ καὶ δίκελλα, κώπη καὶ ἄροτρον, πηδάλιον καὶ τρόπαιον, ναυτῶν ὁμοῦ καὶ γεωργῶν καταγωγή, ἰχθύων ὁμοῦ καὶ βοῶν· ὃ πέπλευκας, φυτεύεις, καὶ ὃ φυτεύεις, τοῦτο πέλαγος γεωργούμενον. |
| 4.13 | Ἐπεὶ τοίνυν ἑώρων τὸν στρατηγὸν προσπελάζοντα, τεχνάζονταί τι τοιοῦτον. Συναγαγόντες πάντας τοὺς γέροντας καὶ ἐπιθέντες αὐτοῖς ἱκετηρίας ῥάβδους φοινικίνας, ὄπισθεν ἐπιτάττουσι τῶν νέων τοὺς ἀκμαιοτάτους ἀσπίσι καὶ λόγχαις ὡπλισμένους. |
| 4.14 | Ἦσαν δὲ τῶν πραττομένων σκοποὶ πόρρωθεν, οὕς οἱ βουκόλοι προκαθίσαντες ἐκέλευον, εἰ διαβαίνοντας ἴδοιεν τοὺς πολεμίους, τὸ χῶμα τοῦ ποταμοῦ κόψαντας ἐπαφεῖναι τὸ ὕδωρ πᾶν τοῖς ἐναντίοις. |
| 4.15 | Δέκα δὲ τῇ Λευκίππῃ διεληλύθεσαν ἡμέραι τῆς μανίας, ἡ δὲ νόσος οὐκ ἐκουφίζετο. Ἅπαξ οὖν ποτε καθεύδουσα, ταύτην ἀφίησιν ὀνειροπολουμένη τὴν φωνὴν “διὰ σὲ μαίνομαι, Γοργία.” Ἐπεὶ οὖν ἕως ἐγένετο, λέγω τῷ Μενελάῳ τὸ λεχθὲν καὶ ἐσκόπουν εἴ τις εἴη που κατὰ τὴν κώμην Γοργίας. |
| 4.16 | Κἀν τούτῳ παρῆν ὁ Χαιρέας, ἄγων τὸν ἄνθρωπον. Λέγω οὖν πρὸς ἀμφοτέρους “τοὺς μὲν τέτταρας χρυσοῦς ἤδη λάβετε μισθὸν ἀγαθῆς μηνύσεως· ἀκούσατε δὲ ὡς ἔχω περὶ τοῦ φαρμάκου. Ὁρᾶτε ὡς καὶ τῶν παρόντων τῇ γυναικὶ κακῶν αἴτιον γέγονε φάρμακον. |
| 4.17 | Ἐπεὶ οὖν καιρὸς ἦν αὐτῇ πιεῖν τὸ φάρμακον, ἐγχέας προσηυχόμην αὐτῷ “ὦ γῆς τέκνον, φάρμακον, ὦ δῶρον Ἀσκληπιοῦ, ἀλήθευσόν σου τὰ ἐπαγγέλματα· εὐτυχέστερον ἐμοῦ γενοῦ καὶ σῶζέ μοι τὴν φιλτάτην. Νίκησον τὸ φάρμακον ἐκεῖνο τὸ βάρβαρον |
| 4.18 | Ἐν τούτῳ δὲ καὶ τοὺς· λῃστὰς ἐπελθοῦσα δύναμις μείζων ἀπὸ τῆς μητροπόλεως παρεστήσατο καὶ πᾶσαν αὐτῶν εἰς ἔδαφος κατέστρεψε τὴν πόλιν. Ἐλευθερωθέντος δὲ τοῦ ποταμοῦ τῆς τῶν βουκόλων ὕβρεως, παρεσκευαζόμεθα τὸν ἐπὶ τὴν Ἀλεξάνδρειαν πλοῦν. Συνέπλει δὲ ἡμῖν καὶ ὁ Χαιρέας, φίλος ἤδη γενόμενος ἐκ τῆς τοῦ φαρμάκου μηνύσεως. |
| 4.19 | Εἶδον δὲ καὶ ἄλλο θηρίον τοῦ Νείλου ὑπὲρ τὸν ἵππον τὸν ποτάμιον εἰς ἀλκὴν ἐπαινούμενον, κροκόδειλος δὲ ὄνομα ἦν αὐτῷ· παρήλλακτο δὲ τὴν μορφὴν εἰς ἰχθὺν ὁμοῦ καὶ θηρίον. Μέγας μὲν γὰρ ἐκ κεφαλῆς ἐς οὐράν, τὸ δὲ εὖρος τοῦ μεγέθους οὐ κατὰ λόγον. |
| 5.1 | Τριῶν δὲ πλεύσαντες ἡμερῶν εἰς Ἀλεξάνδρειαν ἤλθομεν. Ἀνιόντι δέ μοι κατὰ τὰς Ἡλίου καλουμένας πύλας, συνηντᾶτο εὐθὺς τῆς πόλεως ἀστράπτον τὸ κάλλος, καί μου τοὺς ὀφθαλμοὺς ἐγέμισεν ἡδονῆς. |
| 5.2 | Ἦν δέ πως κατὰ δαίμονα ἱερομηνία τοῦ μεγάλου θεοῦ, ὃν Δία μὲν Ἕλληνες, Σέραπιν δὲ καλοῦσιν Αἰγύπτιοι. Ἦν δὲ καὶ πυρὸς δᾳδουχία· καὶ τοῦτο μέγιστον ἐθεασάμην. |
| 5.3 | Ὁ γὰρ Χαιρέας πρὸ πολλοῦ τῆς Λευκίππης ἐλάνθανεν ἐρῶν καὶ διὰ τοῦτο μεμηνύκει τὸ φάρμακον, ἅμα μὲν ἀφορμὴν οἰκειότητος ἑαυτῷ θηρώμενος, ἅμα δὲ καὶ ἑαυτῷ σώζων τὴν κόρην. |
| 5.4 | Λέγει οὖν ὁ Μενέλαος “ἐμοὶ δοκεῖ τὴν εἰς Φάρον ὁδὸν ἐπισχεῖν· ὁρᾷς γὰρ οὐκ ἀγαθὰ δύο σύμβολα, τό τε τοῦ ὄρνιθος καθ’ ἡμῶν πτερὸν καὶ τῆς εἰκόνος τὴν ἀπειλήν. Λέγουσι δὲ οἱ τῶν συμβόλων ἐξηγηταὶ σκοπεῖν τοὺς μύθους τῶν εἰκόνων, ἂν ἐξιοῦσιν ἡμῖν ἐπὶ πρᾶξιν συντύχωσι, καὶ ἐξομοιοῦν τὸ ἀποβησόμενον τῷ τῆς ἱστορίας λόγῳ. |
| 5.5 | Ἡ δὲ Λευκίππη λέγει πρός με ʽφιλόμυθον γάρ πως τὸ τῶν γυναικῶν γένοσ̓ “τί βούλεται τῆς εἰκόνος ὁ μῦθος καὶ τίνες αἱ ὄρνιθες αὗται καὶ τίνες αἱ γυναῖκες καὶ τίς ὁ ἀναιδὴς ἐκεῖνος ἀνήρ;” Κἀγὼ καταλέγειν ἄρχομαι “ἀηδὼν καὶ χελιδὼν καὶ ἔποψ· |
| 5.6 | Τότε μὲν οὖν οὕτως ἐξεφύγομεν τὴν ἐπιβουλήν· ἐκερδήσαμεν δὲ οὐδὲν ἢ μίαν ἡμέραν. Τῇ γὰρ ὑστεραίᾳ παρῆν ἕωθεν ὁ Χαιρέας, καὶ ἡμεῖς αἰδεσθέντες ἀντιλέγειν οὐκ εἴχομεν. Ἐπιβάντες οὖν σκάφους, ἤλθομεν εἰς τὴν Φάρον, ὁ δὲ Μενέλαος ἔμεινεν αὐτοῦ, |
| 5.7 | Ἑσπέρας οὖν γενομένης ὑπεξέρχεται μὲν ὁ Χαιρέας, πρόφασιν ποιησάμενος τὴν γαστέρα. Μετὰ μικρὸν δὲ βοή τις ἐξαίφνης περὶ τὰς θύρας ἦν, καὶ εὐθὺς εἰστρέχουσιν ἄνθρωποι μεγάλοι καὶ πολλοί, μαχαίρας ἐσπασμένοι, καὶ ἐπὶ τὴν κόρην πάντες ὥρμησαν. |
| 5.8 | Ταῦτα καταθρηνήσας καὶ θάψας τὸ σῶμα πάλιν εἰς τὴν Ἀλεξάνδρειαν ἔρχομαι, καὶ θεραπευθεὶς ἄκων τὸ τραῦμα, τοῦ Μενελάου με παρηγοροῦντος διεκαρτέρησα ζῶν. |
| 5.9 | “Εὐθὺς μὲν γὰρ” ἔφη “ῥαγείσης τῆς νεὼς ἐπὶ τὸ κέρας ᾖξα, καὶ ἄκρου λαβόμενος μόλις, ἀνδρῶν ἤδη πεπληρωμένου, περιβαλὼν τὰς χεῖρας ἐπεχείρουν ἔχεσθαι παρακρεμάμενος. Ὀλίγον δὲ ἡμῶν ἐμπελαγισάντων, κῦμα μέγιστον ἆραν τὸ ξύλον προσρήγνυσιν ὄρθιον ὑφάλῳ πέτρᾳ κατὰ θάτερον, οὗ ἐγὼ ἔτυχον κρεμάμενος. |
| 5.10 | “δύο δὲ πλεύσαντες ἡμέρας ἐπὶ τὴν πόλιν ἥκομεν, καὶ δέομαι τῶν ἐν τῷ πλοίῳ Σιδωνίων ʽΞενοδάμας δὲ ὁ ἔμπορος ἦν καὶ Θεόφιλος ὁ τούτου πενθερὸσ̓ μηδενὶ Τυρίων, εἰ περιτύχοιεν, κατειπεῖν ὡς ἐκ ναυαγίας περιγενοίμην, ὡς ἂν μὴ μάθοιεν συναποδεδημηκότα. |
| 5.11 | Ταῦτα ἀκούσας ἀνῴμωξα ἐπὶ τῇ τῆς Τύχης παιδιᾷ “ὦ δαῖμον” λέγων, “νῦν μὲν Σώστρατός μοι Λευκίππην ἐκδίδωσι καί μοι γάμους ἐκ μέσου πολέμου πέμπει, μετρήσας ἀκριβῶς τὰς ἡμέρας, ἵνα μὴ φθάσῃ τὴν φυγήν. |
| 5.12 | Καὶ ὁ Κλεινίας “οὐκ ἀπὸ τρόπου δοκεῖ μοι” φησὶν “ὁ Σάτυρος λέγειν· κάλλος γὰρ καὶ πλοῦτος καὶ ἔρως εἰ συνῆλθον ἐπὶ σέ, οὐχ ἕδρας ἔργον οὐδ᾽ ἀναβολῆς. Τὸ μὲν γὰρ κάλλος ἡδονήν, ὁ δὲ πλοῦτος τρυφήν, ὁ δὲ ἔρως αἰδῶ· μισεῖ δὲ ὁ θεὸς τοὺς ἀλαζόνας. |
| 5.13 | Ἐπείσθην καὶ ᾠχόμην· ἡ δὲ ὡς εἶδέ με, ἀναθοροῦσα περιβάλλει καὶ πᾶν μου τὸ πρόσωπον ἐμπίπλησι φιλημάτων. Ἦν δὲ τῷ ὄντι καλὴ καὶ γάλακτι μὲν ἂν εἶπες αὐτῆς τὸ πρόσωπον κεχρῖσθαι, ῥόδον δὲ ἐμπεφυτεῦσθαι ταῖς παρειαῖς. |
| 5.14 | Τότε μὲν οὖν ἐν τούτοις ἦμεν· ἑσπέρας δὲ γενομένης ἡ μὲν ἐπεχείρει με κρατεῖν ἐκεῖ κοιμησόμενον, ἐγὼ δὲ παρῃτούμην, εἰπὼν ἃ καὶ πρὸς τὸν Σάτυρον ἔτυχον προαγορεύσας. Μόλις οὖν ἀφίησιν ἀνιωμένη. |
| 5.15 | Τῇ δὲ ἐπιούσῃ στελλόμεθα πρὸς ἀποδημίαν· κατὰ τύχην δὲ καὶ τὸ πνεῦμα ἐκάλει ἡμᾶς. Καὶ ὁ Μενέλαος μέχρι τοῦ λιμένος ἐλθὼν καὶ ἀσπασάμενος, εὐτυχεστέρας εἰπὼν νῦν ἡμᾶς τυχεῖν τῆς θαλάσσης ἀπετράπετο αὖθις, νεανίσκος πάνυ χρηστὸς καὶ θεῶν ἄξιος καὶ ἅμα δακρύων ἐμπεπλησμένος· καὶ ἡμῖν δὲ πᾶσι κατεφέρετο δάκρυα. |
| 5.16 | Κἀγὼ εἶπον “μή με βιάσῃ λῦσαι θεσμὸν ὁσίας νεκρῶν· οὔπω τῆς ἀθλίας ἐκείνης τοὺς ὅρους παρήλθομεν, ἕως ἂν γῆς ἐπιβῶμεν ἑτέρας. Οὐκ ἤκουσας, ὡς ἐν θαλάσσῃ τέθνηκεν; ἔτι πλέω Λευκίππης τὸν τάφον· τάχα που περὶ τὴν ναῦν αὐτῆς εἰλεῖται τὸ εἴδωλον. |
| 5.17 | Πέντε δὲ τῶν ἑξῆς ἡμερῶν διανύσαντες τὸν πλοῦν ἥκομεν εἰς τὴν Ἔφεσον. Οἰκία μεγάλη καὶ πρώτη τῶν ἐκεῖ, θεραπεία πολλὴ καὶ ἡ ἄλλη παρασκευὴ πολυτελής. |
| 5.18 | Ἑστιωμένῳ δέ μοι μεταξὺ σημαίνει νεύσας ὁ Σάτυρος προανίστασθαι, καὶ ἦν τὸ πρόσωπον ἐσπουδακώς. Σκηψάμενος οὖν ὑπό τινος τῶν κατὰ τὴν γαστέρα ἐπείγεσθαι ἐξανίσταμαι· καὶ ἐπεὶ προῆλθον, |
| 5.19 | Τούτοις ἐντυχὼν πάντα ἐγινόμην ὁμοῦ· ἀνεφλεγόμην, ὠχρίων, ἐθαύμαζον, ἠπίστουν, ἔχαιρον, |
| 5.20 | “Οἴμοι, πῶς ἀπολογήσομαι, Σάτυρε;” ἔφην· “ἑαλώκαμεν· Λευκίππη κατέγνωκεν ἡμῶν· τάχα δὲ καὶ μεμισήμεθα. Ἀλλὰ πῶς ἐσώθη φράσον σὺ καὶ τίνος σῶμα ἐθάψαμεν;” “Αὐτή σοι κατὰ καιρὸν φράσει· τὸ δὲ νῦν” ὁ Σάτυρος ἔφη “ἀντιγράψαι σε δεῖ καὶ ἱλάσασθαι τὴν κόρην. |
| 5.21 | Ἄρχομαι δὴ γράφειν Χαῖρέ μοι, ὦ δέσποινα Λευκίππη. Δυστυχῶ μὲν ἐν οἷς εὐτυχῶ, ὅτι σὲ παρὼν παροῦσαν ὡς ἀποδημοῦσαν ὁρῶ διὰ γραμμάτων. Εἰ μὲν οὖν τὴν ἀλήθειαν περιμένεις, μηδὲν προκαταγινώσκουσά μου, μαθήσῃ τὴν σήν με παρθενίαν μεμιμημένον, εἴ τις ἐστὶ καὶ ἐν ἀνδράσι παρθενία· εἰ δέ με χωρὶς ἀπολογίας ἤδη μεμίσηκας, ὄμνυμί σοι τοὺς σώσαντάς σε θεοὺς ὡς ἐν βραχεῖ σοι τὸ ἔργον ἀπολογήσομαι. Ἔρρωσό μοι, φιλτάτη, καὶ ἵλεως γένοιο δίδωμι δὲ τῷ Σατύρῳ τὴν ἐπιστολὴν καὶ δέομαι τὰ εἰκότα εἰπεῖν πρὸς αὐτὴν περὶ ἐμοῦ· ἐγὼ δὲ αὖθις ἐπὶ τὸ συμπόσιον ἀπῄειν, ἡδονῆς ἅμα καὶ λύπης γεγεμισμένος· ᾔδειν γὰρ τὴν Μελίτην οὐκ ἀνήσουσάν με τῆς νυκτὸς τὸ μὴ οὐ γενέσθαι τοὺς γάμους ἡμῖν· ἐμοὶ δ’ ἀδύνατον ἦν Λευκίππην ἀπολαβόντι γυναῖκα ἑτέραν κἂν ἰδεῖν. |
| 5.22 | Τότε μὲν οὖν καὶ μάλα μόλις ἠνέσχετο· τῇ δὲ ὑστεραίᾳ καλέσασα τὰς θεραπαινίδας, αἷς τὴν ἐπιμέλειαν τῆς Λευκίππης ἐνεχείρισεν, ἐπηρώτα μὲν τὸ πρῶτον, εἰ ἀξίως αὐτῇ κέχρηνται· φασκουσῶν δὲ μηδὲν τῶν δεόντων ἐπιλιπεῖν αὐτῇ, ἄγειν ἐκέλευσε τὴν ἄνθρωπον πρὸς αὐτήν. |
| 5.23 | Ἐγὼ δὲ τούτων ἐπιστάμενος οὐδὲν ἠθύμουν μὲν σκοπῶν πῶς ἂν διακρουσαίμην καὶ τὴν ἐπιοῦσαν νύκτα τὴν γυναῖκα καὶ πῶς ἂν συντυχεῖν Λευκίππῃ δυναίμην. |
| 5.24 | Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, λανθάνει με διαρρυεῖσα ἡ τῆς Λευκίππης ἐπιστολή· ἔτυχον γὰρ αὐτὴν εἴσω τοῦ χιτωνίσκου προσδεδεμένην ἐκ τῶν τῆς ὀθόνης θυσάνων ἔχων· καὶ ἡ Μελίτη ἀναιρεῖται λαθοῦσα· ἐδεδίει γὰρ μή τινα τῶν πρός με αὐτῆς γραμμάτων ἦν. |
| 5.25 | Ἦν δὲ πρὸς ἑσπέραν, καὶ ἔτυχεν Θέρσανδρος ἐκ τῆς πρώτης ὀργῆς πρὸς ἑταῖρόν τινα τῶν ἐγχωρίων ἐκθορών. Ἡ δὲ διαλεχθεῖσα τῷ τὴν φυλακὴν τὴν ἐμὴν πεπιστευμένῳ εἰσέρχεται πρός με λαθοῦσα τοὺς ἄλλους, θεράποντας δύο τοῦ δωματίου προκαθίσασα, |
| 5.26 | Ταῦτα ἔλεγε καὶ ἅμα ἔκλαεν· ὡς δὲ ἐσιώπων ἐγὼ κάτω νενευκώς, μικρὸν διαλιποῦσα λέγει μεταβαλοῦσα “ἃ μὲν εἶπον, ὦ φίλτατε, θυμὸς ἔλεγε καὶ λύπη· ἃ δὲ νῦν μέλλω λέγειν, ἔρως λέγει. Κἂν ὀργίζωμαι, |
| 5.27 | Ταῦτα φιλοσοφήσασα ʽδιδάσκει γὰρ ὁ Ἔρως καὶ λόγουσ̓ ἔλυε τὰ δεσμὰ καὶ τὰς χεῖρας κατεφίλει καὶ τοῖς ὀφθαλμοῖς καὶ τῇ καρδίᾳ προσέφερε καὶ εἶπεν “ὁρᾷς πῶς πηδᾷ καὶ πάλλει πυκνὸν παλμὸν ἀγωνίας γέμοντα καὶ ἐλπίδος “γένοιτο δὲ καὶ ἡδονῆσ” καὶ |
| 6.1 | Ἐπεὶ οὖν τὴν Μελίτην ἰασάμην, λέγω πρὸς αὐτὴν “ἀλλ’ ὅπως μοι τῆς φυγῆς παράσχῃς τὴν ἀσφάλειαν καὶ τἆλλα ὅσα ὑπέσχου περὶ Λευκίππης.” “Μὴ φροντίσῃσ” εἶπε “τοῦ γε κατ’ ἐκείνην μέρους, ἀλλ̓ ἤδη νόμιζε Λευκίππην ἔχειν· σὺ δὲ ἔνδυθι τὴν ἐσθῆτα τὴν ἐμὴν καὶ κλέπτε τὸ πρόσωπον τῷ πέπλῳ. |
| 6.2 | Ἐγὼ μὲν δὴ τοῦτον τὸν τρόπον ὑπεκδύομαι, καὶ ὁ φύλαξ τοῦ οἰκήματος ἀνεχώρησε νομίσας τὴν δέσποιναν εἶναι, νευσάσης αὐτῷ τῆς Μελανθοῦς· καὶ διὰ τῶν ἐρήμων τῆς οἰκίας ἐπί τινα θύραν οὐκ ἐν ὁδῷ κειμένην ἔρχομαι, καί με ὁ πρὸς τῆς Μελίτης ταύτῃ προστεταγμένος ἀπολαμβάνει. |
| 6.3 | Καὶ ὁ μὲν οὕτως ἔπραξεν· ἐμοὶ δὲ ἡ συνήθης τύχη πάλιν ἐπιτίθεται καὶ συντίθεται κατ’ ἐμοῦ δρᾶμα καινόν· ἐπάγει γάρ μοι τὸν Θέρσανδρον αὖθις ἐπανελθόντα. Μεταπεισθεὶς γὰρ ὑπὸ τοῦ φίλου, πρὸς ὃν ᾤχετο, μὴ ἀπόκοιτος γενέσθαι, δειπνήσας πάλιν ἀνέστρεφεν ἐπὶ τὴν οἰκίαν. |
| 6.4 | Ἐπῄνεσεν ὁ Θέρσανδρος καὶ ἐκέλευσε τοῦτο ποιεῖν. Ἔρχεται δὴ σπουδῇ μάλα ὁ Σωσθένης εἰς τοὺς ἀγρούς, καὶ τὴν καλύβην ἑωρακώς, ἔνθα ἡ Λευκίππη διανυκτερεύειν ἔμελλε, δύο τῶν ἐργατῶν παραλαβών, τοὺς μὲν κελεύει τὰς θεραπαινίδας, αἵπερ ἦσαν ἅμα τῇ Λευκίππῃ παροῦσαι, περιελθεῖν δόλῳ καὶ καλεσαμένους ὅτι πορρωτάτω διατρίβειν ἔχοντας ἐφ’ ὁμιλίᾳ· |
| 6.5 | Ἐν τούτῳ δὲ ἐγὼ τὴν ἐσθῆτα τῆς Μελίτης εἶχον ἠμφιεσμένος καὶ ἀπερισκέπτως ἐμπίπτω κατὰ πρόσωπον αὐτοῖς, καί με ὁ Σωσθένης πρῶτος γνωρίσας “ἀλλ’ ἰδοὺ” φησὶν “οὗτος ὁ μοιχὸς βακχεύων ἡμῖν |
| 6.6 | Ἐγὼ μὲν οὖν οὕτως εἶχον τὴν ψυχὴν κακῶς· ὁ δὲ Θέρσανδρος ἐμβαλών με εἰς τὸ δεσμωτήριον, ὡς εἶχεν ὁρμῆς ἐπὶ τὴν Λευκίππην ἵεται. Ὡς δὲ παρῆσαν ἐπὶ τὸ δωμάτιον, καταλαμβάνουσιν αὐτὴν χαμαὶ κειμένην, ἐν νῷ καθεστηκυῖαν ὧν ἔτυχεν ὁ Σωσθένης εἰπών, ἐμφαίνουσαν τοῖς προσώποις λύπην ὁμοῦ καὶ δέος. |
| 6.7 | Ἡ δὲ ὡς ἤκουσεν, ἐνεπλήσθη δακρύων, καὶ εἶχεν αὐτῆς ἴδιον κάλλος καὶ τὰ δάκρυα. Δάκρυον γὰρ ὀφθαλμὸν ἀνίστησι καὶ ποιεῖ προπετέστερον· κἂν μὲν ἄμορφος ᾖ καὶ ἄγροικος, προστίθησιν εἰς δυσμορφίαν· ἐὰν δὲ ἡδὺς καὶ τοῦ μέλανος ἔχων τὴν βαφὴν ἠρέμα τῷ λευκῷ στεφανούμενος, ὅταν τοῖς δάκρυσιν ὑγρανθῇ, ἔοικε πηγῆς ἐγκύμονι μαζῷ. |
| 6.8 | Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, ἔτυχεν ἐπὶ τὴν Λευκίππην μετὰ τὴν πρός με ὁμιλίαν εὐθὺς εἰς τοὺς ἀγροὺς ἡ Μελίτη νεανίσκον ἀποστείλασα, ἐπείγειν αὐτὴν εἰς τὴν ἐπάνοδον, μηδὲν ἔτι δεομένη φαρμάκων. |
| 6.9 | Ἐπεὶ γὰρ ὁ Θέρσανδρος εἰσελθὼν εἰς τὴν οἰκίαν ἐβόα πάλιν “ σὺ τὸν μοιχὸν ἐξέκλεψας· σὺ τῶν δεσμῶν ἐξέλυσας καὶ τῆς οἰκίας ἐξαπέστειλας· σὸν τὸ ἔργον· τί οὖν οὐκ ἠκολούθεις αὐτῷ; τί δὲ ἐνταῦθα μένεις, ἀλλ’ οὐκ ἄπει πρὸς τὸν ἐρώμενον, ἵνα αὐτὸν ἴδῃς στερροτέροις δεσμοῖς δεδεμένον;” ἡ Μελίτη “ποῖον μοιχόν;” ἔφη· “τί πάσχεις; εἰ γὰρ θέλεις τὴν μανίαν ἀφεὶς ἀκοῦσαι τὸ πᾶν, μαθήσῃ ῥᾳδίως τὴν ἀλήθειαν. |
| 6.10 | Ταῦτα δὲ ἔλεγε προσποιησαμένη τὸν ἀφανισμὸν τῆς Λευκίππης μὴ ἐγνωκέναι· ταμιευσαμένη αὖθις, εἰ ζητήσει ὁ Θέρσανδρος εὑρεῖν τὴν ἀλήθειαν, τὰς θεραπαινίδας ἀγαγεῖν, αἷς συναπελθοῦσα ἔτυχεν, ἂν μὴ παραγένηται περὶ τὴν ἕω, λεγούσας, ὅπερ ἦν, οὐδαμοῦ φαίνεσθαι τὴν κόρην. |
| 6.11 | Καὶ ἅμα λέγουσα χειρός τε ἔθιγε καὶ καταφιλεῖν ἤθελεν. Ἐγεγόνει δὲ ἡμερώτερος, καὶ αὐτὸν ἔσαινε τῶν λεγομένων τὸ πιθανόν, καὶ τὸ τῆς Λευκίππης σύμφωνον τῷ λόγῳ τοῦ Σωσθένους μέρος τῆς ὑπονοίας μετέφερεν· οὐ μέντοι τέλεον ἐπίστευσε· ζηλοτυπία γὰρ ἅπαξ ἐμπεσοῦσα ψυχῇ δυσέκνιπτόν ἐστιν. |
| 6.12 | Καὶ ἡ Λευκίππη “τοιαῦτα σοὶ” ἔφη “γένοιτο εὐτυχήματα, οἷα ἐμοὶ κομίζων πάρει.” Ὁ δὲ Σωσθένης τὴν εἰρωνείαν οὐ συνείς, ἀλλὰ νομίζων αὐτὴν τὰ ὄντα λέγειν, φιλοφρονούμενος προσετίθει “βούλομαι δέ σοι καὶ τὸν Θέρσανδρον ὅστις ἐστὶν εἰπεῖν, ὡς ἂν μᾶλλον ἡσθείης. |
| 6.13 | Καὶ ὁ Σωσθένης σπουδάσας εἶπε “παίζεις.” “Πῶς παίζω;” ἔφη. “Ἔα με, ἄνθρωπε, ὑπὸ τῆς ἐμαυτῆς συντρίβεσθαι τύχης καὶ τοῦ κατέχοντός με δαίμονος· οἶδα γὰρ οὖσα ἐν πειρατηρίῳ.” “Δοκεῖς μοι” ἔφη “μαίνεσθαι μανίαν ἀνήκεστον. |
| 6.14 | Τὰ μὲν δὴ κατὰ Λευκίππην εἶχεν οὕτως· Κλεινίας δὲ καὶ ὁ Σάτυρος πυθόμενοί με ἐν τῷ δεσμωτηρίῳ καθεῖρχθαι ʽδιηγγέλκει γὰρ αὐτοῖς ἡ Μελίτἠ τῆς νυκτὸς εὐθὺς ἐπὶ τὸ οἴκημα σπουδῇ παρῆσαν. Καὶ ἤθελον μὲν αὐτοῦ καταμεῖναι σὺν ἐμοί, ὁ δὲ ἐπὶ τῶν δεσμῶν οὐκ ἐπέτρεπεν, ἀλλ’ ἐκέλευεν ἀπαλλάττεσθαι αὐτοὺς τὴν ταχίστην. |
| 6.15 | Ἡμέρας δὲ γενομένης ὁ μὲν Σωσθένης ἐπὶ τὸν Θέρσανδρον ἔσπευδεν, οἱ δὲ ἀμφὶ τὸν Σάτυρον ἐπ̓ ἐμέ. Ὡς δὲ εἶδεν ὁ Θέρσανδρος τὸν Σωσθένην, ἐπυνθάνετο πῶς ἔχει τὰ κατὰ τὴν κόρην εἰς πειθὼ πρὸς αὐτόν. |
| 6.16 | “Οἴμοι Κλειτοφῶν” ʽτοῦτο γὰρ ἔλεγε πολλάκισ̓ “οὐκ οἶδας ποῦ γέγονα καὶ ποῦ καθεῖργμαι· οὐδὲ γὰρ ἐγὼ τίς σὲ κατέχει τύχη, ἀλλὰ τὴν αὐτὴν ἄγνοιαν δυστυχοῦμεν. |
| 6.17 | Ταῦτα ἀκούσας ὁ Θέρσανδρος μικρον ἀναχωρήσας λέγει πρὸς τὸν Σωσθένην “ἤκουσας ἀπίστων ῥημάτων γεμόντων ἔρωτος, ὅσα εἶπεν, ὅσα ὠδύρατο, οἷα ἑαυτὴν κατεμέμψατο; ὁ μοιχός μου κρατεῖ πανταχοῦ· δοκῶ, ὁ λῃστὴς καὶ φαρμακεύς ἐστι. Μελίτη φιλεῖ, Λευκίππη φιλεῖ. |
| 6.18 | Διαλιπὼν οὖν ὀλίγον ἐφ’ οἷς πρὸς ἑαυτὴν ἐλάλησεν ἡ Λευκίππη, ὡς ἂν μὴ δοκοίη τι κατακοῦσαι τῶν ὑπ’ αὐτῆς εἰρημένων, εἰσέρχεται σχηματίσας ἑαυτὸν εἰς τὸ ἐπαγωγότερον πρὸς θέαν, ὡς ᾤετο. Ἐπεὶ δὲ εἶδε τὴν Λευκίππην, ἀνεφλέγη τὴν ψυχήν, |
| 6.19 | Ταῦτα ἀκούσας ὁ Θέρσανδρος οὐκ εἶχεν ὅστις γένηται· καὶ γὰρ ἤρα καὶ ὠργίζετο. Θυμὸς δὲ καὶ ἔρως δύο λαμπάδες. Ἔχει γὰρ καὶ ὁ θυμὸς ἄλλο πῦρ, καὶ ἔστι τὴν μὲν φύσιν ἐναντιώτατον, τὴν δὲ βίαν ὅμοιον. |
| 6.20 | Ὁ Θέρσανδρος οὖν τὸ μὲν πρῶτον ἐλπίζων εἰς τὸν ἔρωτα εὐτυχήσειν ὅλος Λευκίππης δοῦλος ἦν· ἀτυχήσας δὲ ὧν ἤλπισεν ἀφῆκε τῷ θυμῷ τὰς ἡνίας. Ῥαπίζει δὴ κατὰ κόρρης αὐτὴν “ὦ κακόδαιμον ἀνδράποδον” λέγων “καὶ ἀληθῶς ἐρωτιῶν· πάντων γάρ σου κατήκουσα. |
| 6.21 | “Πείσθητι τῷ Σωσθένει” φησὶν ἡ Λευκίππη· “συμβουλεύει γὰρ καλῶς· τὰς βασάνους παράστησον. Φερέτω τροχόν· ἰδοὺ χεῖρες, τεινέτω. Φερέτω καὶ μάστιγας· ἰδοὺ νῶτον, τυπτέτω. Κομιζέτω πῦρ· |
| 6.22 | Καὶ ἡ Λευκίππη εἶπεν “εἰ παρθένος καὶ μετὰ Σωσθένην ἐγὼ πυθοῦ Σωσθένους· οὗτος γὰρ ὄντως γέγονέ μοι λῃστής· ἐκεῖνοι γὰρ ἦσαν ὑμῶν μετριώτεροι, |
| 7.1 | Ταῦτ’ ἀκούσας ὁ Θέρσανδρος, παντοδαπὸς ἦν· ἤχθετο, ὠργίζετο, ἐβουλεύετο· ὠργίζετο μὲν ὡς ὑβρισμένος, ἤχθετο δὲ ὡς ἀποτυχών, ἐβουλεύετο δὲ ὡς ἐρῶν. Τὴν οὖν ψυχὴν διασπώμενος, οὐδὲν εἰπὼν πρὸς τὴν Λευκίππην ἐξεπήδησεν. |
| 7.2 | Ὡς οὖν ὁ ἄνθρωπος ἐγένετό μου πλησίον, τοῦ δράματος ἤρχετο. Ἀνοιμώξας γὰρ πάνυ κακούργως “τίνα βίον” ἔφη “βιωσόμεθ’ ἔτι καὶ τί φυλαξόμεθα πρὸς ἀκίνδυνον ζωήν; οὐ γὰρ αὐτάρκης ἡμῖν ὁ δίκαιος τρόπος· ἐμπίπτουσαι δὲ αἱ τύχαι βαπτίζουσιν ἡμᾶς. Ἔδει γάρ με μαντεύσασθαι τίς ἦν ὁ συμβαδίζων |
| 7.3 | Ὡς δ’ ἐπαύσατο, τὴν ἀντίδοσιν ᾔτει τοῦ λόγου τῶν ἀτυχημάτων “λέγοις ἂν” εἰπὼν “καὶ σὺ τὰ σαυτοῦ.” Ὁ δὲ “βαδίζων ἔτυχον” εἶπε “τὴν ἐξ ἄστεος χθές·” |
| 7.4 | Ὡς δ’ ἤκουσά μου τὸν μῦθον τῶν κακῶν, οὔτε ἀνῴμωξα οὔτε ἔκλαυσα· οὔτε γὰρ φωνὴν εἶχον οὔτε δάκρυα· ἀλλὰ τρόμος μὲν εὐθὺς περιεχύθη μου τῷ σώματι καὶ ἡ καρδία μου ἐλέλυτο, ὀλίγον δέ τί μοι τῆς ψυχῆς ὑπολέλειπτο. |
| 7.5 | Ἔλεγον οὖν “τίς με δαίμων ἐξηπάτησεν ὀλίγῃ χαρᾷ; τίς μοι Λευκίππην ἔδειξεν εἰς καινὴν ὑπόθεσιν συμφορῶν; Ἀλλ’ οὐδὲ ἐκόρεσά μου τοὺς ὀφθαλμούς, οἷς μόνοις ηὐτύχησα, οὐδὲ ἐνεπλήσθην κἂν βλέπων. |
| 7.6 | Μεταξὺ δέ μου θρηνοῦντος Κλεινίας εἰσέρχεται, καὶ καταλέγω τὸ πᾶν αὐτῷ καὶ ὅτι μοι δέδοκται πάντως ἀποθανεῖν· ὁ δὲ παρεμυθεῖτο. “Τίς γὰρ οἶδεν εἰ ζῇ πάλιν; |
| 7.7 | τῇ δ’ ὑστεραίᾳ ἀπηγόμην ἐπὶ τὸ δικαστήριον. Παρασκευὴ δὲ πολλὴ ἦν τοῦ Θερσάνδρου κατ’ ἐμοῦ, καὶ πλῆθος ῥητόρων οὐχ ἧττον δέκα· καὶ ἡ Μελίτη σπουδῇ πρὸς τὴν ἀπολογίαν παρεσκεύαστο. |
| 7.8 | Ταῦτα εἰπόντος ἐμοῦ πάντας ἔκπληξις κατέσχε ἐπὶ τῷ παραλόγῳ τοῦ πράγματος, μάλιστα δὲ τὴν Μελίτην. Καὶ οἱ μὲν τοῦ Θερσάνδρου ῥήτορες μεθ̓ ἡδονῆς ἀνεβόησαν ἐπινίκιον, οἱ δὲ τῆς Μελίτης ἀνεπύθοντο τίνα ταῦτα εἴη τὰ λεχθέντα. |
| 7.9 | Ἐν τούτῳ δὲ ὁ Κλεινίας θορύβου πολλοῦ κατὰ τὸ δικαστήριον ὄντος ἀνελθὼν “κἀμοί τινα λόγον” εἶπε “συγχωρήσατε· περὶ γὰρ ψυχῆς ἀνδρὸς ὁ ἀγών.” |
| 7.10 | Ταῦτα εἰπόντος τοῦ Κλεινίου, τοῖς μὲν πολλοῖς ἐδόκει πιθανὸς ὁ λόγος, οἱ δὲ τοῦ Θερσάνδρου ῥήτορες καὶ ὅσοι τῶν φίλων συμπαρῆσαν, ἐπεβόων ἀνελεῖν τὸν ἀνδροφόνον τὸν αὑτοῦ κατειπόντα θεοῦ προνοίᾳ. |
| 7.11 | Ἐν τούτῳ δὲ ὁ Θέρσανδρος πρὸ τῆς προκλήσεως ἀπὸ τῆς Μελίτης οὕτω γενομένης παρελθὼν “ἱκανῶς μὲν” εἶπεν “οὗτος, ὅστις ποτέ ἐστι, κατελήρησε μυθολογῶν· ἐγὼ δὲ ὑμῶν τεθαύμακα τῆς ἀναλγησίας εἰ φονέα ἐπ’ αὐτοφώρῳ λαβόντες ʽμεῖζον δὲ τῆς φωράσεως τὸ αὐτὸν ἑαυτοῦ κατειπεῖν’ οὐ δὴ κελεύετε τῷ δημίῳ, καθέζεσθε δὲ γόητος ἀκούοντες πιθανῶς μὲν ὑποκρινομένου, πιθανῶς δὲ δακρύοντος, ὃν νομίζω καὶ αὐτὸν κοινωνὸν γενόμενον τοῦ φόνου περὶ ἑαυτοῦ φοβεῖσθαι, ὥστ’ οὐκ οἶδα τί δεῖ βασάνων ἔτι περὶ πράγματος οὕτω σαφῶς ἐληλεγμένου. |
| 7.12 | Ταῦτα λέγοντος τοῦ Θερσάνδρου καὶ διομνυμένου περὶ τοῦ Σωσθένους οὐκ εἰδέναι τί γέγονεν, ἔδοξε τῷ προέδρῳ τῶν δικαστῶν ʽἦν δὲ τοῦ βασιλικοῦ γένους καὶ τὰς μὲν φονικὰς ἐδίκαζε δίκας, κατὰ δὲ τὸν νόμον συμβούλους ἐκ τῶν γεραιτέρων εἶχεν, οὓς ἐπιγνώμονας ἐλάμβανε τῆς γνώσεωσ̓ ἔδοξεν οὖν αὐτῷ διασκοπήσαντι σὺν τοῖς παρέδροις αὐτοῦ θάνατον μὲν ἐμοῦ καταγνῶναι κατὰ τὸν νόμον, ὃς ἐκέλευσε τὸν αὑτοῦ κατειπόντα φόνον τεθνάναι, περὶ δὲ Μελίτης κρίσιν γενέσθαι δευτέραν ἐν ταῖς βασάνοις τῶν θεραπαινίδων, Θέρσανδρον δὲ ἐπομόσαι περὶ τοῦ Σωσθένους ἐν γράμμασιν, ἦ μὴν οὐκ εἰδέναι τί γέγονε, κἀμὲ δέ, ὡς ἤδη κατάδικον, βασανισθῆναι περὶ τοῦ Μελίτην τῷ φόνῳ συνεγνωκέναι. |
| 7.13 | Παρὰ δὲ τὸν αὐτὸν χρόνον καὶ ἡ Λευκίππη τὰς μὲν τοῦ δωματίου θύρας ἀνεῳγμένας ὁρῶσα, τὸν δὲ Σωσθένην μὴ παρόντα περιεσκόπει μὴ πρὸ θυρῶν εἴη. Ὡς δ’ ἦν οὐδαμοῦ, θάρσος αὐτὴν καὶ ἐλπὶς ἡ συνήθης εἰσέρχεται· μνήμη γὰρ αὐτῇ τοῦ πολλάκις παρὰ δόξαν σεσῶσθαι πρὸς τὸ παρὸν τῶν κινδύνων τὴν ἐλπίδα προὐξένει ἀποχρῆσθαι τῇ Τύχῃ. |
| 7.14 | Ὡς δ’ ἀπηλλάγην ἐγὼ τῶν βασάνων, διελέλυτο μὲν τὸ δικαστήριον, ὄχλος δ’ ἦν περὶ ἐμὲ καὶ θόρυβος τῶν μὲν ἐλεούντων, τῶν δὲ ἐκθειαζόντων, τῶν δὲ ἀναπυνθανομένων. Ἔνθα καὶ ὁ Σώστρατος ἐπιστὰς ὁρᾷ με καὶ γνωρίζει. |
| 7.15 | Ἐν τούτῳ δὲ ἔρχεταί τις τῶν τοῦ νεὼ προπόλων ἐπὶ τὸν ἱερέα σπουδῇ μάλα θέων καὶ λέγει πάντων ἀκουόντων “κόρη τις ἐπὶ τὴν Ἄρτεμιν ξένη κατέφυγεν.” Ἐγὼ μὲν δὴ τοῦτο ἀκούσας ἀναπτεροῦμαι καὶ τὰ ὄμματα ἀνεγείρω καὶ ἀναβιοῦν ἠρχόμην· ὁ δὲ Κλεινίας πρὸς τὸν Σώστρατον “ἀληθῆ μου, πάτερ” εἶπε “τὰ μαντεύματα,” καὶ ἅμα πρὸς τὸν ἄγγελον |
| 7.16 | Κἀν τούτῳ παρῆν ὁ Κλεινίας καὶ ὁ Σώστρατος. Καὶ ὁ μὲν Κλεινίας ἐβόα “ποῖ ἄγετε τὸν ἄνθρωπον; οὐκ ἔστι φονεὺς ἐφ’ ᾗ καταδεδίκασται.” Καὶ ὁ Σώστρατος ἐν μέρει ταῦτα ἔλεγε καὶ ὡς εἴη αὐτὸς τῆς ἀνῃρῆσθαι δοκούσης πατήρ· οἱ δὲ παρόντες μαθόντες τὸ πᾶν εὐφήμουν τε τὴν Ἄρτεμιν καὶ περιίσταντό με καὶ ἄγειν εἰς τὸ δεσμωτήριον οὐκ ἐπέτρεπον. |
| 8.1 | Ἄρτι δὲ ἡμῶν μελλόντων καθέζεσθαι καὶ περὶ τούτων διαλέγεσθαι Θέρσανδρος σπουδῇ μάλα μάρτυρας ἄγων τινὰς ἔρχεται πρὸς τὸν νεὼν καὶ μεγάλῃ τῇ φωνῇ πρὸς τὸ ἱερέα “μαρτύρομαι” ἔφη “τῶνδε ἐναντίον ὅτι μὴ δεόντως ἐξαιρῇ δεσμῶν καὶ θανάτου κατεγνωσμένον ἄνθρωπον ἐκ τῶν νόμων ἀποθανεῖν. |
| 8.2 | “Ποῖ φύγωμεν ἔτι τοὺς βιαίους; ποῖ καταδράμωμεν; ἐπὶ τίνα θεῶν μετὰ τὴν Ἄρτεμιν; Ἐν αὐτοῖς τυπτόμεθα τοῖς ἱεροῖς, ἐν τοῖς τῆς αὐλαίας παιόμεθα χωρίοις. Ταῦτα ἐν ἐρημίαις μόναις γίνεται, ὅπου μηδεὶς μάρτυς μηδ’ ἄνθρωπός ἐστι· σὺ δὲ αὐτῶν ἐν ὄψει τυραννεῖς τῶν θεῶν. |
| 8.3 | Ταῦτά μου βοῶντος ὁ ὄχλος συνερρύη τῶν ἐν τῷ ἱερῷ παρόντων· καὶ οὗτοι ἐκάκιζον αὐτὸν καὶ ὁ ἱερεὺς αὐτὸς ὅτι οὐκ αἰσχύνεται τοιαῦτα ποιῶν οὕτω φανερῶς καὶ ἐν τῷ ἱερῷ· ἐγὼ δὲ τεθαρρηκὼς “τοιαῦτα” ἔφην “ὦ ἄνδρες, πέπονθα, ἐλεύθερός τε ὢν καὶ πόλεως οὐκ ἀσήμου, ἐπιβουλευθεὶς μὲν εἰς τὴν ψυχὴν ὑπὸ τούτου, σωθεὶς δὲ ὑπὸ τῆς Ἀρτέμιδος, ἣ τοῦτον ἀπέφηνε συκοφάντην. |
| 8.4 | ὡς δὲ ἀπηλλάγη ποτέ, κἀγὼ ἐξελθὼν ἐκάθηρα τὸ πρόσωπον. Τοῦ δὲ δείπνου καιρὸς ἦν, καὶ ὑπεδέξατο ἡμᾶς ὁ ἱερεὺς μάλα φιλοφρόνως. Ἐγὼ δὲ εἰς τὸν Σώστρατον ὀρθοῖς τοῖς ὀφθαλμοῖς ἰδεῖν οὐκ ἠδυνάμην, συνειδὼς οἷα αὐτὸν διατεθείκειν· καὶ ὁ Σώστρατος δὲ τὰς τῶν ὀφθαλμῶν ὁρῶν ἀμύξεις τῶν ἐμῶν, ἃς ἔτυχον ὑπ’ αὐτοῦ παθών, ἀντῃσχύνετό με βλέπειν· καὶ ἡ Λευκίππη δὲ τὰ πολλὰ εἰς γῆν ἔβλεπε, |
| 8.5 | κἀγὼ πάντα τὰ κατὰ τὴν ἀποδημίαν τὴν ἀπὸ Τύρου διηγοῦμαι, τὸν πλοῦν, τὴν ναυαγίαν, τὴν Αἴγυπτον, τοὺς βουκόλους, τῆς Λευκίππης τὴν ἀπαγωγήν, τὴν παρὰ τῷ βωμῷ πλαστὴν γαστέρα, τὴν Μενελάου τέχνην, τὸν ἔρωτα τοῦ στρατηγοῦ, τὸ Χαιρέου φάρμακον, τὴν τῶν λῃστῶν ἁρπαγήν, τὸ τοῦ μηροῦ τραῦμα, καὶ ἔδειξα τὴν οὐλήν. |
| 8.6 | “Ὁρᾷς τουτὶ τὸ ἄλσος τὸ κατόπιν τοῦ νεώ. Ἐνθάδε ἐστὶ σπήλαιον ἀπόρρητον γυναιξί, καθαραῖς δὲ εἰσελθούσαις οὐκ ἀπόρρητον παρθένοις· ἀνάκειται δὲ σύριγξ ὀλίγον ἔνδον τῶν τοῦ σπηλαίου θυρῶν. |
| 8.7 | Καὶ εὐθὺς ἡ Λευκίππη πρὶν τὸν ἱερέα εἰπεῖν τὸν ἑξῆς λόγον “ὡς γέ μοι δοκεῖ, μηδὲ εἴπῃς· ἐγὼ γὰρ ἑτοίμη εἰς τὸ τῆς σύριγγος σπήλαιον εἰσελθεῖν καὶ χωρὶς προκλήσεως κατακεκλεῖσθαι.” “Ἀγαθὰ λέγεισ” ὁ ἱερεὺς εἶπε “καί σοι συνήδομαι ὑπὲρ σωφροσύνης καὶ |
| 8.8 | Ἡκούσης δὲ τῆς κυρίας ὁ Θέρσανδρος εἶπεν ὧδε “Οὐκ οἶδα τίνος ἄρξωμαι λόγου καὶ πόθεν, οὐδὲ τίνων κατηγορήσω πρῶτον καὶ τίνων δεύτερον. Τά τε γὰρ τετολμημένα πολλὰ ὑπὸ πολλῶν καὶ οὐδὲν οὐδενὸς τῷ μεγέθει δεύτερον· πάντα δὲ ἀλλήλων γυμνὰ καὶ μεθ’ ὧν οὐδ’ ἂν ἅψωμαι κατηγορῶν. |
| 8.9 | Ὁ μὲν δὴ ταῦτα εἰπὼν ἐπαύσατο· παρελθὼν δὲ ὁ ἱερεὺς ʽἦν δὲ εἰπεῖν οὐκ ἀδύνατος, μάλιστα δὲ τὴν Ἀριστοφάνους ἐζηλωκὼς κωμῳδίαν’ ἤρξατο αὐτὸς λέγειν, πάνυ ἀστείως καὶ κωμῳδικῶς εἰς πορνείαν αὐτοῦ καθαπτόμενος “παρὰ τὴν θεὸν” λέγων “λοιδορεῖσθαι μὲν οὕτως ἀκόσμως τοῖς εὖ βεβιωκόσι στόματος ἐστὶν οὐ καθαροῦ. |
| 8.10 | Μέλλοντος δὲ ὑπὲρ ἐμοῦ καὶ τῆς Μελίτης ἀνδρὸς οὐκ ἀδόξου μὲν ῥήτορος, ὄντος δὲ τῆς βουλῆς, λέγειν, φθάσας ῥήτωρ ἕτερος, ὄνομα Σώπατρος, Θερσάνδρου συνήγορος, “ἀλλ’ ἐμὸσ” εἶπεν “ἐντεῦθεν ὁ λόγος κατὰ τούτων τῶν μοιχῶν, ὦ βέλτιστε Νικόστρατε ʽτοῦτο γὰρ ἦν ὄνομα τὠμῷ ῥήτορἰ, εἶτα σός· ὁ γὰρ Θέρσανδρος ἃ εἶπε, πρὸς τὸν ἱερέα μόνον ἀπετείνατο, ὀλίγον ἁψάμενος ὅσον ἐπιψαῦσαι καὶ τοῦ κατὰ τὸν δεσμώτην μέρους. |
| 8.11 | Ἔτι τοῦ Σωπάτρου λέγοντος ὑποτεμὼν αὐτοῦ τὸν λόγον ὁ Θέρσανδρος “ἀλλ’ οὐκ” ἔφη “ δεῖ λόγων. Δύο γὰρ προκαλοῦμαι προκλήσεις Μελίτην τε ταύτην καὶ τὴν δοκοῦσαν εἶναι τοῦ θεοπρόπου θυγατέρα, |
| 8.12 | Τὸ δὲ τῆς Στυγὸς ὕδωρ εἶχεν οὕτως. Παρθένος ἦν εὐειδής, ὄνομα Ῥοδῶπις, κυνηγίων ἐρῶσα καὶ θήρας· πόδες ταχεῖς, εὔστοχοι χεῖρες, ζώνη καὶ μίτρα καὶ ἀνεζωσμένος εἰς γόνυ χιτὼν καὶ κατὰ ἄνδρας κουρὰ τριχῶν. Ὁρᾷ ταύτην Ἄρτεμις, καὶ ἐπῄνει καὶ ἐκάλει καὶ σύνθηρον ἐποιήσατο, καὶ τὰ πλεῖστα κοινὰ ἦν αὐταῖς θηράματα. |
| 8.13 | Ταῦτα εἰπόντες, καὶ τοῦ καιροῦ προελθόντος εἰσἑσπέραν, ἀπῄειμεν κοιμησόμενοι, χωρὶς ἕκαστος. Τῇ δὲ ὑστεραίᾳ ὁ δῆμος μὲν ἅπας παρῆν, ἡγεῖτο δὲ Θέρσανδρος φαιδρῷ τῷ προσώπῳ καὶ εἰς ἡμᾶς ἅμα βλέπων σὺν γέλωτι, ἐστόλιστο δὲ ἡ Λευκίππη τῇ ἱερᾷ στολῇ. Ποδήρης ὁ χιτών, ὀθόνης ὁ χιτών, ζώνη κατὰ μέσον τὸν χιτῶνα, ταινία περὶ τὴν κεφαλὴν φοινικοβαφής, ἀσάνδαλος ὁ ποῦς. |
| 8.14 | Ταῦτά μου πρὸς ἐμαυτὸν λαλοῦντος μέλος ἐξηκούετο μουσικόν, καὶ ἐλέγετο μηδεπώποτε λιγυρώτερον οὕτως ἀκουσθῆναι, καὶ εὐθὺς ἀνεῳγμένας εἴδομεν τὰς θύρας. |
| 8.15 | Τῇ δὲ ὑστεραίᾳ τὸν Σωσθένην ἦγον ἐπὶ τοὺς ἄρχοντας οἱ ταύτην ἔχοντες τὴν πίστιν. Ὁ δὲ ἐπὶ βασάνους ἑαυτὸν ἀγόμενον ἰδὼν πάντα σαφῶς λέγει, ὅσα τε ἐτόλμησεν ὁ Θέρσανδρος καὶ ὅσα αὐτὸς ὑπηρέτησεν· οὐ παρέλιπε δὲ οὐδὲ ὅσα ἰδίᾳ πρὸ τῶν τῆς Λευκίππης θυρῶν διελέχθησαν πρὸς ἀλλήλους περὶ αὐτῆς. |
| 8.16 | “Γυναῖκα” ἔφη “κακοδαίμονα ἐξαπατήσαντες οἱ λῃσταὶ τῶν ἐπὶ μισθῷ πωλουσῶν τὰ Ἀφροδίτης, ὡς δὴ ναυκλήρῳ τινὶ συνεσομένην ἐπὶ τοῦ σκάφους, ταύτην εἶχον ἐπὶ τῆς νεώς, ἀγνοοῦσαν τὴν ἀλήθειαν ἐφ̓ ὃ παρῆν, ὑποπίνουσαν δὲ ἡσυχῆ σύν τινι τῶν πειρατῶν· |
| 8.17 | Λέγει δὴ καὶ ὁ Σώστρατος “ἐπεὶ τοίνυν τοὺς ὑμετέρους μύθους, ὦ παιδία, κατελέξατε, φέρε ἀκούσατε” ἔφη “καὶ παρ’ ἐμοῦ τὰ οἴκοι πραχθέντα περὶ Καλλιγόνην τὴν σήν, ὦ Κλειτοφῶν, ἀδελφήν, |
| 8.18 | “Ἐπεὶ δ’ ἐνικήσαμεν τὸν πόλεμον ἐπιφανείᾳ τῶν θεῶν καὶ ὑποστρέψαντες εἰς τὸ Βυζάντιον, εὐφημοῦντες τὸν Ἡρακλέα καὶ τὴν Ἄρτεμιν ἐχειροτονήθημεν ἐγὼ μὲν ἐνταῦθα τῇ Ἀρτέμιδι, ὁ δὲ εἰς Τύρον Ἡρακλεῖ, λαβόμενός μου τῆς δεξιᾶς ὁ Καλλισθένης διηγεῖται πρῶτον τὰ πεπραγμένα αὐτῷ περὶ τὴν Καλλιγόνην. |
| 8.19 | αὐτὸν τρόπον· τῇ δὲ ὑστεραίᾳ παραγενόμενος ὁ Κλεινίας ἔφη Θέρσανδρον διὰ τῆς νυκτὸς ἀποδεδρακέναι· τὴν γαρ ἔφεσιν οὐχ ὡς ἀγωνιούμενον πεποιῆσθαι, βουλόμενον δὲ μετὰ προφάσεως ἐπισχεθῆναι τὸν ἔλεγχον ὧν ἐτόλμησε. |