eul_wid: bww-br
ἘπιδημίωνEpidemics
Hippocrates and the Hippocratic Corpus Epidemics PDF
| 1.1 | ἐν Θάσῳ φθινοπώρου περὶ ἰσημερίην καὶ ὑπὸ πληιάδα ὕδατα πολλά, συνεχέα μαλθακῶς, ἐν νοτίοις. χειμὼν νότιος, σμικρὰ βόρεια, αὐχμοί· τὸ σύνολον ἔς γε χειμῶνα οἷον ἔαρ γίνεται. ἔαρ δὲ νότιον ψυχεινόν, σμικρὰ ὕσματα. θέρος ὡς ἐπὶ τὸ πολὺ ἐπινέφελον. ἀνυδρίαι. ἐτησίαι ὀλίγα, σμικρά, διεσπασμένως ἔπνευσαν. |
| 1.2 | ἐν Θάσῳ πρωὶ τοῦ φθινοπώρου χειμῶνες οὐ κατὰ καιρόν, ἀλλʼ ἐξαίφνης ἐν βορείοισι καὶ νοτίοισι πολλοῖς ὑγροὶ καὶ προεκρηγνύμενοι. ταῦτα δὴ ἐγένετο τοιαῦτα μέχρι πληϊάδος δύσιος καὶ ὑπὸ πληϊάδα. χειμὼν δὲ βόρειος· ὕδατα πολλά, λάβρα, μεγάλα, χιόνες· μειξαίθρια τὰ πλεῖστα. ταῦτα δὲ ἐγένετο μὲν πάντα, οὐ λίην δὲ ἀκαίρως τὰ τῶν ψυχέων. ἤδη δὲ μεθʼ ἡλίου τροπὰς χειμερινὰς καὶ ἡνίκα ζέφυρος πνεῖν ἄρχεται, ὀπισθοχειμῶνες μεγάλοι, βόρεια πολλά, χιὼν καὶ ὕδατα πολλὰ συνεχέως, οὐρανὸς λαι λαπώδης καὶ ἐπινέφελος. ταῦτα δὲ συνέτεινε καὶ οὐκ ἀνίει μέχρι ἰσημερίης. ἔαρ δὲ ψυχρόν, βόρειον, ὑδατῶδες, ἐπινέφελον. θέρος οὐ λίην καυματῶδες ἐγένετο· ἐτησίαι συνεχέες ἔπνευσαν. ταχὺ δὲ περὶ ἀρκτοῦρον ἐν βορείοισι πολλὰ πάλιν ὕδατα. |
| 1.3 | χΙΙΙ. ἐν Θάσῳ πρὸ ἀρκτούρου ὀλίγον καὶ ἐπʼ ἀρκτούρου ὕδατα πολλὰ μεγάλα ἐν βορείοις. περὶ δὲ ἰσημερίην καὶ μέχρι πληϊάδος νότια ὕσματα ὀλίγα. χειμὼν βόρειος, αὐχμοί, ψύχεα, πνεύματα μεγάλα, χιόνες. περὶ δὲ ἰσημερίην χειμῶνες μέγιστοι. ἔαρ βόρειον, αὐχμοί, ὕσματα ὀλίγα, ψύχεα. περὶ δὲ ἡλίου τροπὰς θερινὰς ὕδατα ὀλίγα, μεγάλα ψύχεα μέχρι κυνὸς ἐπλησίασε. μετὰ δὲ κύνα μέχρι ἀρκτούρου θέρος θερμόν· καύματα μεγάλα καὶ οὐκ ἐκ προσαγωγῆς, ἀλλὰ συνεχέα καὶ βίαια· ὕδωρ οὐκ ἐγένετο· ἐτησίαι ἔπνευσαν. περὶ ἀρκτοῦρον ὕσματα νότια μέχρι ἰσημερίης. |
| 1.4 | α′. Φιλίσκος ᾤκει παρὰ τὸ τεῖχος· κατεκλίνη, τῇ πρώτῃ πυρετὸς ὀξύς, ἵδρωσεν, ἐς νύκτα ἐπιπόνως· δευτέρῃ πάντα παρωξύνθη, ὀψὲ δὲ ἀπὸ κλυσματίου καλῶς διῆλθε· νύκτα διʼ ἡσυχίης. τρίτῃ πρωὶ καὶ μέχρι μέσου ἡμέρης ἔδοξε γενέσθαι ἄπυρος, πρὸς δείλην δὲ πυρετὸς ὀξὺς μετὰ ἱδρῶτος, διψώδης, γλῶσσα ἐπεξηραίνετο, μέλανα οὔρησε· νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, πάντα παρέκρουσε. τετάρτῃ πάντα παρωξύνθη, οὖρα μέλανα· νύκτα εὐφορωτέρην, οὖρα εὐχροώτερα. πέμπτῃ περὶ μέσον ἡμέρης σμικρὸν ἀπὸ ῥινῶν ἔσταξεν ἄκρητον· οὖρα δὲ ποικίλα, ἔχοντα ἐναιωρήματα στρογγύλα, γονοειδέα, διεσπας μένα, οὐχ ἱδρύετο· προσθεμένῳ δὲ βάλανον φυσώδεα σμικρὰ διῆλθε. νύκτα ἐπιπόνως, ὕπνοι σμικροί, λόγοι, λῆρος, ἄκρεα πάντοθεν ψυχρὰ καὶ οὐκέτι ἀναθερμαινόμενα, οὔρησε μέλανα, ἐκοιμήθη σμικρὰ πρὸς ἡμέρην, ἄφωνος, ἵδρωσε ψυχρῷ, ἄκρεα πελιδνά. περὶ δὲ μέσον ἡμέρης ἑκταῖος ἀπέθανεν. τούτῳ πνεῦμα διὰ τέλεος, ὥσπερ ἀνακαλεομένῳ, ἀραιὸν μέγα· σπλὴν ἐπήρθη περιφερεῖ κυρτώματι, ἱδρῶτες ψυχροὶ διὰ τέλεος. οἱ παροξυσμοὶ ἐν ἀρτίῃσιν. |
| 3.1 | α′. Πυθίωνι, ὃς ᾤκει παρὰ Γῆς ἱρόν, ἤρξατο τρόμος ἀπὸ χειρῶν· τῇ πρώτῃ πυρετὸς ὀξύς· λῆρος. δευτέρῃ πάντα παρωξύνθη. τρίτῃ τὰ αὐτά. τετάρτῃ ἀπὸ κοιλίης ὀλίγα, ἄκρητα, χολώδεα διῆλθε. πέμπτῃ πάντα παρωξύνθη· ὕπνοι λεπτοί· κοιλίη ἔστη. ἕκτῃ πτύαλα ποικίλα, ὑπέρυθρα. ἑβδόμῃ στόμα παρειρύσθη. ὀγδόῃ πάντα παρωξύνθη, τρόμοι παρέμενον· οὖρα δὲ κατʼ ἀρχὰς μὲν καὶ μέχρι τῆς ὀγδόης λεπτά, ἄχρω· ἐναιώρημα εἶχον ἐπινέφελον. δεκάτῃ ἵδρωσε, πτύαλα ὑποπέπονα, ἐκρίθη· οὖρα ὑπόλεπτα περὶ κρίσιν. μετὰ δὲ κρίσιν, τεσσαράκοντα ἡμέρῃσιν ὕστερον, ἐμπύημα περὶ ἕδρην, καὶ στραγγουριώδης ἐγένετο ἀπόστασις. |
| 3.2 | ἔτος νότιον ἔπομβρον· ἄπνοια διὰ τέλεος· αὐχμῶν δὲ γενομένων τοὺς ὑπόπροσθεν χρόνους ἐν νοτίοισι περὶ ἀρκτοῦρον ὕδατα πολλά. φθινόπωρον σκιῶδες, ἐπινέφελον, ὑδάτων πλήθεα. χειμὼν νότιος, ὑγρός, μαλθακὸς μετὰ ἡλίου τροπάς· ὕστερον πολλῷ, πλησίον ἰσημερίης, ὀπισθοχειμῶνες, καὶ ἤδη περὶ ἰσημερίην βόρεια, χιονώδεα, οὐ πολὺν χρόνον. ἦρ πάλιν νότιον, ἄπνοον· ὕδατα πολλὰ διὰ τέλεος μέχρι κυνός. θέρος αἴθριον, θερμόν, πνίγεα μεγάλα· ἐτησίαι σμικρὰ διεσπασμένως ἔπνευσαν· πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν βορείοισιν ὕδατα πολλά. |
| 3.3 | α′. Ἐν Θάσῳ τὸν Πάριον, ὃς κατέκειτο ὑπὲρ Ἀρτεμισίου, πυρετὸς ἔλαβεν ὀξύς, κατʼ ἀρχὰς συνεχής, καυσώδης· δίψος· ἀρχόμενος κωματώδης καὶ πάλιν ἄγρυπνος· κοιλίη ταραχώδης ἐν ἀρχῇσιν, οὖρα λεπτά. ἕκτῃ οὔρησεν ἐλαιῶδες, παρέκρουσεν. ἑβδόμῃ παρωξύνθη πάντα, οὐδὲν ἐκοιμήθη, ἀλλὰ οὖρά τε ὅμοια καὶ τὰ τῆς γνώμης ταραχώδεα· ἀπὸ δὲ κοιλίης χολώδεα, λιπαρὰ διῆλθεν. ὀγδόῃ σμικρὸν ἀπὸ ῥινῶν ἔσταξεν, ἤμεσεν ἰώδεα ὀλίγα, σμικρὰ ἐκοιμήθη. ἐνάτῃ διὰ τῶν αὐτῶν. δεκάτῃ πάντα συνέδωκεν. ἑνδεκάτῃ ἵδρωσε διʼ ὅλου· περιέψυξε, ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. τεσσαρεσκαιδεκάτῃ πυρετὸς ὀξύς, διαχωρήματα χολώδεα, λεπτά, πολλά, οὔροισιν ἐναιώρημα, παρέκρουσεν. ἑπτακαιδεκάτῃ ἐπιπόνως· οὔτε γὰρ ὕπνοι, ὅ τε πυρετὸς ἐπέτεινεν. εἰκοστῇ ἵδρωσε διʼ ὅλου· ἄπυρος, διαχωρήματα χολώδεα, ἀπόσιτος, κωματώδης· εἰκοστῇ τετάρτῃ ὑπέστρεψε. τριηκοστῇ τετάρτῃ ἄπυρος, κοιλίη οὐ συνίστατο, καὶ πάλιν ἀνεθερμάνθη. τεσσαρακοστῇ ἄπυρος, κοιλίη συνέστη χρόνον οὐ πολύν, ἀπόσιτος, σμικρὰ πάλιν ἐπύρεξε καὶ διὰ παντὸς πεπλανημένως· ἄπυρος τὰ μέν, τὰ δʼ οὔ· εἰ γάρ τι διαλίποι καὶ διακουφίσαι, ταχὺ πάλιν ὑπέστρεφε. σιταρίοισί τε ὀλίγοισι καὶ φαύλοισι προσεχρῆτο. ὕπνοι κακοί, περὶ τὰς ὑποστροφὰς παρέκρουσεν. οὖρα πάχος μὲν ἔχοντα οὔρει τηνικαῦτα, ταραχώδεα δὲ καὶ πονηρά. καὶ τὰ κατὰ κοιλίην συνιστάμενα καὶ πάλιν διαλυόμενα. πυρέτια συνεχέα. διαχωρήματα λεπτά, πολλά. ἐν εἴκοσι καὶ ἑκατὸν ἔθανε. τούτῳ κοιλίη συνεχέως ἀπὸ τῆς πρώτης ὑγρὴ χολώδεσιν, ὑγροῖσι πολλοῖσιν ἦν ἢ συν ισταμένη ζέουσι καὶ ἀπέπτοισιν· οὖρα διὰ τέλεος κακά· κωματώδης τὰ πλεῖστα, μετὰ πόνων ἄγρυπνος, ἀπόσιτος συνεχέως. |