eul_wid: siy-cy
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Declamations and Orations: Oration 74 by Himerius the Sophist

Opening with Hesiod's line that practice improves the work, this short exhortation tells how the piper Antigenidas, before competing at the Pythian games, withdrew to rehearse among his friends on one pipe and on two. Horses, athletes, soldiers and farmers who sharpen their sickles before the Pleiades rise all prepare in advance. The Attic myth takes away the nightingale's tongue because she does not sing always, while the swans are praised as Apollo's because their hymn never stops.

Part of Declamations and Orations

Ὅτι δεῖ ἀεὶ ἐν γυμνασίαις εἶναι.

«Μελέτη δέ τοι ἔργον ὀφέλλει»· ποιητοῦ φιλοτίμου ταῦτα τὰ ῥήματα. ἀλλʼ ἵνα μὴ μόνον τοῖς ποιηταῖς περὶ τούτου πειθώμεθα, ἀλλʼ εἴ τις ἡμᾶς καὶ ἄλλος παρὰ τοῦτον προτρέπει λόγος, καὶ τούτου φανῶμεν μνημονεύοντες, φέρε τι διήγημα περὶ τούτων ὑμῖν διηγήσομαι. ἦν Πύθια, καὶ Ἀντιγενίδας αὐλὸν προήγγελλε· πρὶν δὲ αὐτῷ τὴν ἀγωνίαν πρὸς τοὺς ὁμοτέχνους συνίστασθαι, ἠρέμα ὑπαναχωρῶν τοῦ ὁμίλου ἐπὶ μόνων ἤσκει τῶν γνωρίμων τὴν ἄσκησιν, νῦν μὲν ἐφʼ ἑνὸς αὐλοῦ γυμνάζων τὸ μέλος, νῦν δὲ σφοδροτέρῳ τῷ πνεύματι κατʼ ἀμφοτέρων τῶν ὀργάνων χρώμενος, καὶ ποτὲ μὲν ἐναθύρων τῷ μέλει καὶ ὅσον εἰς προνόμιον τέχνῃ γυμνάζων τὸ μέλος, νῦν δὲ καὶ αὐτὸν ἄγων τὸν τῆς ἀγωνίας Ἀθηνᾶς ἐπικαλούμενον νόμον. πεφύκασι γάρ πως ἐγείρειν καὶ μείζους ἀεὶ τὰς τέχνας αἱ μελέται μᾶλλον ἐργάζεσθαι. οὕτω καὶ ἵππος ταχὺς πρὸς δρόμον γίνεται, ὅταν μὴ μᾶλλον ἀπὸ τῆς φάτνης ἢ τῆς μελέτης βλέπῃ τὸ στάδιον· καὶ ἀθλητῇ ταχέως φοιτᾷ τὸ κήρυγμα, ὅταν τὰ γυμνάσια πρὸ τῆς τραπέζης ἀσπάζηται. κελεύω δὲ ἐγὼ καὶ εἴ τις πολεμικὸς ἀνήρ, μὴ περιμένειν τὰς μάχας, ἀλλʼ ἐν εἰρήνῃ πρὸ τοῦ πολέμου τὰ περὶ τὰ ὅπλα γυμνάζεσθαι. ὁρῶμεν δὲ καὶ τοὺς ἀμφὶ τὴν γεωργίαν σπεύδοντας πρὶν μὲν ἢ δῦναι Πλειάδας ἐπʼ ἀρότου, πρὶν δʼ ἢ ἐπιτέλλειν τὰς θεάς, τὴν δρεπάνην θήγοντας, ἵνα αὐτοῖς τοῦ θέρους ἐνστάντος ἑτοίμως κείρωσι τὰ λήια. τοὺς δὲ περὶ λόγον σπεύδοντας τί ποτε ἄλλο προσήκει ποιεῖν, ἢ μελετᾶν ἀεὶ τοὺς λόγους; ἤκουσα δὲ ἐγώ ποτε ἀνδρὸς σοφοῦ—σοφὸς γὰρ ἦν οὗτος τὰ περὶ τὴν τέχνην, ἐφʼ ᾗ σπουδάζομεν—καὶ τοιαύτην τινὰ γνώμην ἀποφαινομένου περὶ τοῦ πράγματος, ὡς ἐκ τοῦ λαλεῖν ἀεὶ τὸ λαλεῖν παραγίνεται. ὁ δὲ δὴ μῦθος ὁ Ἀττικὸς διὰ τοῦτο ἀφαιρεῖ τῆς ἀηδόνος τὴν γλῶτταν, ὅτι μὴ λαλεῖ ἀεὶ, ἀλλὰ μερίζει σιωπῇ καὶ μέλει τὸν χρόνον. ταῦτά τοι καὶ θρῆνον αὐτῆς τὴν ᾠδὴν καλεῖ, ὀνειδίζων οἶμαι αὐτῇ, ὅτι Ἀττικὴ τὸ γένος τυγχάνουσα μὴ ἀεὶ σχολάζει τῷ μέλει. τοὺς δὲ δὴ κύκνους καὶ ἱερούς φησιν Ἀπόλλωνος καὶ θαυμάζει αὐτῶν τὴν ᾠδήν, ὅτι μὴ παύονται ὕμνον τῷ θεῷ διὰ τῆς ᾠδῆς ἐργαζόμενοι.