Ἀρεοπαγιτικὸς ἢ ἐλευθερωτικός.
Ἄνδρες οἱ καὶ θεοῖς ὑπὲρ νίκης πάλαι, καὶ νῦν Ἀθηναίοις ὑπὲρ ἐλευθερίας δικάζοντες ...
Οὐκοῦν τῷ νόμῳ πειθόμενος, τὰ τῆς χρείας μόνης φθέγξομαι ῥήματα ... ἐγὼ καὶ σοφιστὴς ἐγενόμην παρʼ ὑμῖν καὶ πατήρ· εἰ σοφιστὴς δεξιός, ὑμεῖς ἐπίστασθε· λέγω γὰρ ἀεί, καὶ τὴν ἐμὴν πολιτείαν ἔχει τὰ θέατρα· εἰ πατὴρ Ἀττικός, ἡ παροῦσα δείκνυσι πρόφασις· οὐ γὰρ ἀνέχομαι τὸν Ἀθηναίων παῖδα μὴ προσαγορεύειν ἐλεύθερον· πιστεύω καὶ πρὸ ἥβης τὴν ἐλευθερίαν τῷ παιδί. ἐμός ἐστιν, Ἀθηναῖός ἐστι, πόλεως καὶ πλέον τιμώσης τὸ κοινὸν γῆρας ἢ τὸ τῶν πατέρων ἕτεροι ...
Οὗτός ἐστιν ἐκ Πλουτάρχου, διʼ οὗ πάντας ὑμεῖς παιδεύετε· οὗτος ἐκ Μινουκιανοῦ, τοῦ διὰ τῆς ἑαυτοῦ φωνῆς πολλοὺς πολλάκις ἐλευθερώσαντος· τὸν ἐκ Νικαγόρου προσήγαγον ὑμῖν, τὸν ἐξ ἐμαυτοῦ. σοφιστῶν ὑμῖν καὶ φιλοσόφων λέγω κατάλογον, Ἀττικὴν ὄντως εὐγένειαν ...
Ἀφῆκα πολλάκις τὰς τοῦ σοφιστοῦ φωνάς, νῦν τὰς τοῦ πατρὸς ἀφίημι ...
Ἐδώκατέ μοι παῖδα διʼ Ἀττικοῦ γένους, λάβετε τοῦτον καὶ διὰ τῆς ψήφου τῆς ὑμετέρας ἐλεύθερον. οὐκοῦν ἄφετέ μοι τῇ ψήφῳ τὸν παῖδα καὶ φωνὴν ἐλευθέριον συνεπηχήσατε, ἵνα ὡς Ἀθηναῖος—ἴσον γὰρ εἰπεῖν ἐλεύθερος—καὶ λέγῃ καὶ γράφῃ παρʼ ὑμῖν, κἂν οἱ θεοὶ βούλωνται, καὶ πολιτεύηται.