Εἰς τοὺς ἐν τῇ συμπληγάδι ὄντας καὶ τῆς ἀκροάσεως ἀπολιμπανομένους.
Συνάγει ποτὲ καὶ Ἀχιλλέως ἀπόντος ἐκκλησίαν Ὅμηρος, ἀλλὰ μικρὰν ταύτην καὶ σκυθρωπάζουσαν, ὥσπερ οἶμαι ἐθέλων ἐνδείξασθαι, ὅτι ἄκων καὶ μὴ βουλόμενος τοῦτον ἀγείρει τὸν σύλλογον. ἐκεῖνο τὸ θέατρον καὶ τὴν ἐπʼ αὐτῷ γνώμην τοῦ ποιητοῦ κατανόησον, ὅτι στυγνάζει μὲν ὁ βασιλεὺς ἐπὶ τοῖς παροῦσι πράγμασι καὶ κατηγορεῖ τῆς τύχης, ὅτι αὐτῷ τραυματίαν τὸν λαὸν ὅλον πεποίηκεν· οἱ δὲ αὐτοῦ στρατιῶται καὶ στρατηγοί, ὁ μὲν ἐπὶ τοῦ μετώπου τὴν πληγὴν δείκνυσι, τῷ δὲ ἡ κεφαλὴ βέβληται, ὁ δὲ πονηρῶς ἔχει τὴν χεῖρα, τῷ δὲ εἰς σκέλος τὸ βέλος πέπηγε. χαλεπῶς μὲν οὖν ὁ βασιλεὺς καὶ τοῦτο φέρει τὸ θέαμα· καὶ γάρ πως καὶ φιλοστρατιώτης ἡμῖν λίαν ὑπὸ τῆς ποιήσεως ἐκεῖνος δείκνυται· λυπεῖ δὲ αὐτὸν καὶ κατηφῆ πλέον ἐργάζεται αὐτὸς ὁ τῶν Ἑλλήνων ἔξαρχος καιρίᾳ πληγῇ ἀποβιασθεὶς μένειν ἀπόμαχος. ἀποδεξώμεθα τοῦτο τοῦ βασιλέως, ὦ παῖδες· στρατηγικῆς γὰρ οἶμαί που τοῦτο διανοίας τεκμήριον, καὶ νικῶσι στρατιώταις συνήδεσθαι καὶ σφαλλομένοις συνάχθεσθαι. οὐ γὰρ δὴ χοροῦ μὲν δεξιὸς ὁ καὶ τὰ ἀτερπῆ τῶν χορευτῶν ὑπομένων, οὐδὲ ναυτικῆς ὁ τῶν ναυτῶν τὴν ἀτεχνίαν φέρων· οὐδὲ λύρα φθέγγεται μέλος, ἐπειδὰν εἷς φθόγγος λείπει τῷ παντὶ τῆς ἁρμονίας συστήματι. καὶ τεττίγων δὲ ἀκούομεν ἡδέως, ἀλλʼ ὅταν πάντες ὁμοῦ τὸ θερινὸν μέλος ἐργάζωνται.
ἀλλʼ οὐ γὰρ ἔτι τάχα σκυθρωπάζειν καιρός· παλινῳδίαν ἡ τύχη πρὸς ἡμᾶς ἐπαγγέλλεται. φέρε οὖν τοὺς στυγνοτέρους ἀφέντες τῶν λόγων, τὴν θεῶν νίκην ὑμνήσωμεν, καὶ παρεῖναι τῷδε καθικετεύσωμεν· Νίκη χρυσοπτέρυγε, Νίκη Διὸς τοῦ μεγάλου παῖ, εὐπατέρεια καὶ φιλόγελως —τούτοις γὰρ σὲ τοῖς ὀνόμασιν ἀγάλλει ἡ ποίησις—, ἵλεως εἴης καὶ δοίης θῦσαι πάλιν κατὰ βαρβάρων ὥσπερ καὶ πρόσθεν τὰ νικητήρια.