Εἰς τὸν Ἑρμογένην τὸν τῆς Ἑλλάδος ἀνθύπατον.
Ἐπόθησάν ποτε καὶ Φιλοκτήτην μετὰ τὴν νόσον οἱ Ἕλληνες καὶ πολλὰ τοῖς θεοῖς ηὔξαντο· ὁ δὲ λωφήσαντος αὐτῷ τοῦ πάθους, λαβὼν εἰς χεῖρας τὰ τόξα, ἐζήτει μαθεῖν εἰ πέμπει πάλιν φιλόσκοπα. Φιλοκτήτην μὲν οὖν ἐκεῖνον καὶ ἐπὶ τὸν ἆθλον ἤγειρεν Ὀδυσσεὺς παρὼν καὶ διδοὺς τῆς τέχνης τὸ σύνθημα, Ὀδυσσεὺς ἐκεῖνος, ὃς καὶ τὴν Ὁμήρου ποίησιν μικροῦ δεῖν πᾶσαν ἐργάζεται, αὐτὴν διδοὺς μετʼ ᾠδῆς καὶ μέλους ψάλλεσθαι· περὶ μὲν γὰρ Ἀχιλλέα τὸν Θέτιδος ὀλίγα ἐκεῖνος ἀσχολεῖ τὴν ποίησιν, μάχην τε αὐτοῦ γράφων ἐπὶ Σκαμάνδρῳ καὶ δρόμον, Ὀδυσσεὺς δὲ αὐτὸς πανταχοῦ τέ ἐστι τῶν ἐπῶν καὶ περὶ αὐτὸν τὰ πολλὰ κάμνων ὁ ποιητὴς ἁλίσκεται. τῆς μὲν οὖν Φιλοκτήτου νίκης καὶ ὅσα κατὰ τὴν Τροίαν εἰργάζετο τοξεύων οὗτος ὁ Φιλοκτήτης, Ὀδυσσεὺς ἐλάμβανε τὴν αἰτίαν παρʼ Ἕλλησι. σὺ δὲ ἡμᾶς, ὦ φίλος, οὐχ Ἡρακλέους τόξα, μέλη δὲ τὰ Μουσῶν λαβόντας κελεύεις τοξεύειν Ἕλλησιν. ἰδού σοι καὶ ταῦτα πείθομαι. ἀλλʼ εἰ γὰρ καὶ πάλαι τὴν ἐμὴν ἐκίνησα φόρμιγγα, ὥς σʼ ἐπόθουν ἐν μέσοις ἐγὼ προσειπεῖν τοῖς Ἕλλησι, νυνὶ δὲ κατηγορῆσαι μεθʼ ὑμῶν, ὦ παῖδες, τῶν Ἀττικῶν ἐρώτων βούλομαι, ὅτι πολὺν χρόνον τὰ μέλη κοιμίσαντες, τοῖς Ἐφυραίοις ἔρωσι τοῦτον ἀφῆκαν ποιμαίνεσθαι. ὢ πῶς ἂν εἴποιμι μεθʼ οἵας σιγῆς τὴν χειμέριον ὥραν παρήλθομεν; λευκαὶ μὲν Ὑμηττοῦ δειράδες, Πληιάδες δὲ εἰς δύσιν ἔσπευδον, ἥλιος δὲ οὐκέτι τὰ πυρώδη πυρσεύειν ἤθελεν, ἀλλὰ πρᾶον ποιήσας τὸ φῶς καὶ μείλιχον, ἐκάλει τὰς Μούσας ἀφʼ Ἑλικῶνος ἐλθεῖν· αἱ δὲ ἐλθοῦσαι τοὺς συνήθεις χοροὺς περὶ τοὺς Ἀττικοὺς λειμῶνας ἵστασαν. χειμῶνος δὲ ἤδη λαμπροῦ πᾶσαν κατειληφότος τὴν ἤπειρον, ἀγέλαι μὲν νέων περὶ τοὺς ἡγεμόνας ἐχόρευον, εὐτρεπεῖς δὲ ἦσαν πρὸς μέλος Ἀττικὸν ποιμένων σύριγγες, προσηχῆσαι τὸ μέλος τῷ Μουσηγέτῃ σπεύδουσαι. ὁ δὲ δὴ Μουσηγέτης αὐτός, ὃν ἐκάλει μὲν Ἀττικὸς λεώς, ἐπόθει δὲ ἡ θεὸς ἡ παρθένος, πόρρωθεν τὰς Ἀττικὰς Μούσας ἠσπάζετο. πῶς οὐκ ἐπὶ τούτοις ἐγὼ τοῖς Ἀττικοῖς ἔρωσι μέμψωμαι; νῦν ἔδει μοι Τηΐων μελῶν, νῦν ἔδει μοι τῆς Ἀνακρέοντος λύρας, ἥν, ὅταν ὑπὸ παιδικῶν ἐκεῖνος ὑπεροφθῇ ποτε, καὶ κατʼ αὐτῶν Ἐρώτων οἶδεν ἐργάσασθαι· εἶπον ἂν πρὸς αὐτοὺς τὰ ἐκείνου ῥήματα· «ὑβρισταὶ καὶ ἀτάσθαλοι, καὶ οὐκ εἰδότες ἐφʼ οὓς τὰ βέλη κυκλώσεσθε·» τάχα δʼ ἂν καὶ ἠπείλησα τὴν ἀπειλήν, ἣν Ἀνακρέων ἀπειλεῖ τοῖς Ἔρωσιν· ἐκεῖνος γάρ ποτε ἐρασθεὶς ἐφήβου καλοῦ, ἐπειδήπερ ἑώρα τὸν ἔφηβον ὀλίγον αὐτοῦ φροντίζοντα, λύραν ἁρμόσας ἠπείλει τοῖς Ἔρωσιν, εἰ μὴ αὐτῷ τιτρώσκοιεν αὐτίκα τὸν ἔφηβον, μηκέτι μέλος εὔφημον εἰς αὐτοὺς ἀνακρούσασθαι. ἀλλʼ ἐνταῦθα γενόμενος μακαρίζω τὴν ποίησιν, εἰ τοσοῦτον ἔξεστιν, ὥστε κατʼ Ἐρώτων αὐτῶν μέγα καὶ φοβερὸν ἀνατείνασθαι· ἐγὼ δέ—ἀδικοῦσα γάρ με τῶν λόγων ἡ τέχνη οὐ λύραν ἐδίδαξεν οὐδὲ βάρβιτον, ἀλλὰ τὰ πεζὰ ταῦτα χορεύειν ταῖς Μούσαις—ἐκεῖνα μὲν ποιηταῖς ἀφήσω μαίνεσθαι· ἐγὼ δὲ τὸν ἐμαυτοῦ τρόπον τῷ Μουσηγέτῃ μέμψομαι. τί μοι τοσοῦτον κατὰ τῶν μουσικῶν ὑπέροπτος; τί μοι τοσοῦτον Ἀττικῶν θεάτρων ἠμέλησας, ὦ Μουσῶν ἔρνος καὶ βλάστημα; οὐχ ὑπὸ σοὶ μὲν τὰ Μουσῶν χορεύειν ὀφείλομεν; οὐ διὰ τοῦτό σε θεὸς ἤγαγεν Ἕλλησιν, ἵνα πάλιν ἡβήσωσιν ἀρχαίαν ἥβην οἱ λόγοι; ἢ τοὺς μὲν τὰ Δίκης καὶ Θέμιδος τελεῖσθαι μέλλοντας καὶ πανημερίους ἐχρῆν καὶ παρὰ πᾶσαν ὥραν ἔτους ὑπὸ σοὶ τελεῖσθαι καὶ φθεγγομένῳ καὶ φαίνοντι, τοὺς δὲ Ἑρμοῦ καὶ Μουσῶν προφήτας ὀψὲ καὶ μόλις ἐχρῆν τὴν ἐκεχειρίαν δέξασθαι; πότε μὲν ἂν ἥδιον κατὰ τὴν χειμέριον ὥραν ἐν τεμένει Μουσῶν ἐσκιρτήσαμεν, ἢ παρὰ σοῦ λαβόντες τὸ σύνθημα, ὃν καὶ βασιλέα τῆς ἡμετέρας τέχνης προσειπὼν ἄν τις οὐ ψεύσαιτο; πότε δʼ ἂν μᾶλλον εὐανθεῖς τε καὶ γενναίους τοὺς λόγους ἐδείξαμεν, ἢ σὲ θεατὴν τῶν πόνων κτησάμενοι; ἢ Σατύρους μὲν οἴει καὶ Βάκχας κατὰ Λυδίαν μὴ πρότερον εὐάζειν τῷ Διονύσῳ καὶ μαίνεσθαι, πρὶν ἂν ἔαρ τε ἔλθῃ καὶ ἐπιστὰς ὁ θεὸς δοίη τὸ μανίας σύνθημα, ἡμᾶς δὲ οὐ πολλὰ ποθῆσαι τὸν τὴν ὥραν ἡμῖν ἐμφανεστέραν ποιήσαντα; ὦ τολμηροί τινες ἄρα ἐκεῖνοι οἱ πρὸ τῆς ἐπιδημίας τῆς σῆς κατὰ τὴν χειμέριον ὥραν τὰ λόγων χορεῦσαι τολμήσαντες· τίνα ποτʼ ἄρα τῆς μουσικῆς προστησάμενοι τὴν ἑαυτῶν τέχνην εἰργάσαντο; σιγᾷ καὶ κύκνος παρὰ Καΰστρῳ ἑτέρου τινὸς ἀνέμου πνεύσαντος, ἀλλὰ κἂν ἄλλοι πολλάκις ᾄδωσιν ὄρνιθες, αὐτὸς περιμένει τὸν Ζέφυρον, ὑπʼ ἐκείνῳ μόνῳ βουλόμενος τὴν ἑαυτοῦ μουσικὴν ἐργάζεσθαι. ἀλλὰ γὰρ ὥρα μοι καταλύειν τὸ ἔγκλημα. ἔμαθον τοῦ Μουσηγέτου τὸν νοῦν καὶ διʼ ὃ ταύτην τὴν ὥραν εἰς τὴν ἐπιδημίαν προὐτίμησεν· ἐδίδαξέ με τοῦτο πρώην ἐφʼ ἡμῖν ἡ ποίησις, ὥστε δὴ καὶ παλινῳδίαν ᾆσαι βούλομαι καὶ ὑπὲρ τοῦ Μουσηγέτου πρὸς ὑμᾶς ἀπολογήσασθαι, τὸν μῦθον ἐκεῖνον ἀναλαβών. τὸν Νεῖλον τὸν ποταμὸν τὸν Αἰγύπτιον ἀεὶ μὲν ποθοῦσιν Αἰγύπτιοι, καὶ παρεῖναι διὰ τῶν προφητῶν ἐξ Αἰθιοπίας εὔχονται· ὁ δὲ ποθεῖ μὲν καὶ ταῖς ἄλλαις ὥραις τοῦ ἔτους τὴν Αἴγυπτον, ἅτε σοφὴν οὖσαν καὶ ἔνθεον, καὶ τὰς εὐχὰς αὐτῶν ἡδέως προσίεται· ἐπειδὰν δὲ Αἰγύπτιοι Δημήτρια θύσαντες περὶ τὰς ἅλως πονήσωσι, τότε ἐκχυθεὶς ἐξ Αἰθιοπίας πολύς, πέλαγος ἐξαίφνης ἅπασαν ποιεῖ τὴν Αἴγυπτον. ἴδοις ἄν, ἴδοις καὶ τὰ μεγάλα τότε κατὰ τὴν ἐκεῖσε χώραν θαύματα· ἐπὶ μιᾶς γῆς πλωτῆρα τὸν αὐτὸν καὶ γηπόνον, καὶ νεμομένας βοῦς καὶ μετʼ ὀλίγον ὁλκάδας, καὶ νῆσον ἐξαίφνης τὴν πρόσθεν πόλιν χερσεύουσαν. τότε δὴ τότε πᾶσαν εὐπαθεῖν λόγος τὴν Αἴγυπτον ἐν χοροῖς τε εἶναι καὶ μέλεσι· πλέουσι μὲν τὸν Νεῖλον αἱ συνήθεις ὁλκάδες, οὐ κατὰ χρείαν μόνον, ὥσπερ καὶ πρώην ἀνήγοντο, ἀλλʼ οἷον πομπήν τινα διὰ τοῦ πελάγους τῷ ποταμῷ πομπεύουσαι· οἱ δὲ δὴ πλωτῆρες αὐτῶν ὑπερήδονται καὶ πάντες χορεύουσιν, ἀντὶ τῶν ὅπλων τῶν ναυτικῶν φέροντες κύμβαλα. πλεῖ ποτὲ καὶ μυριόφορτος ὁλκάς, πολὺν μὲν χρόνον χερσεύουσα, ὅτι μὴ πέλαγος τοσοῦτον εὕρισκεν, ὥστε καὶ λῦσαι τὰ πείσματα· τότε δὴ καὶ ἐκ λιμνῶν ἀνάγεται καὶ τοῖς παντοίοις ἀνέμοις ἁπλώσασα μετέωρος ὑπὲρ τῶν κυμάτων φέρεται. πῶς ὑμῖν, ὦ παῖδες, ἔχειν ταῦτα δοκεῖ; ἆρʼ οὐχὶ καλῶς τά τε ἄλλα καὶ ὅτι τοῖς παροῦσι μάλα προσφόρως ἀπείκασται; ἐθέλω δὲ ὑμῖν καὶ Ἀλκαίου τινὰ λόγον εἰπεῖν, ὃν ἐκεῖνος ᾖσεν ἐν μέλεσι παιᾶνα γράφων Ἀπόλλωνι. ἐρῶ δὲ ὑμῖν οὐ κατὰ τὰ μέλη τὰ Λέσβια, ἐπεὶ μηδὲ ποιητικός τις ἐγώ, ἀλλὰ τὸ μέτρον αὐτὸ λύσας εἰς λόγον τῆς λύρας. ὅτε Ἀπόλλων ἐγένετο, κοσμήσας αὐτὸν ὁ Ζεὺς μίτρᾳ τε χρυσῇ καὶ λύρᾳ, δούς τε ἐπὶ τούτοις ἅρμα ἐλαύνειν—κύκνοι δὲ ἦσαν τὸ ἅρμα—εἰς Δελφοὺς πέμπει καὶ Κασταλίας νάματα, ἐκεῖθεν προφητεύοντα δίκην καὶ θέμιν τοῖς Ἕλλησιν. ὁ δὲ ἐπιβὰς ἐπὶ τῶν ἁρμάτων ἐφῆκε τοὺς κύκνους ἐς Ὑπερβορέους πέτεσθαι. Δελφοὶ μὲν οὖν, ὡς ᾔσθοντο, παιᾶνα συνθέντες καὶ μέλος, καὶ χοροὺς ἠιθέων περὶ τὸν τρίποδα στήσαντες, ἐκάλουν τὸν θεὸν ἐξ Ὑπερβορέων ἐλθεῖν· ὁ δὲ ἔτος ὅλον παρὰ τοῖς ἐκεῖ θεμιστεύσας ἀνθρώποις, ἐπειδὴ καιρὸν ἐνομοθέτει καὶ τοὺς Δελφικοὺς ἠχῆσαι τρίποδας, αὖθις κελεύει τοῖς κύκνοις ἐξ Ὑπερβορέων ἀφίπτασθαι. ἦν μὲν οὖν θέρος καὶ τοῦ θέρους τὸ μέσον αὐτό, ὅτε ἐξ Ὑπερβορέων Ἀλκαῖος ἄγει τὸν Ἀπόλλωνα· ὅθεν δὴ θέρους ἐκλάμποντος καὶ ἐπιδημοῦντος Ἀπόλλωνος θερινόν τι καὶ ἡ λύρα περὶ τὸν θεὸν ἁβρύνεται. ᾄδουσι μὲν ἀηδόνες αὐτῷ ὁποῖον εἰκὸς ᾆσαι παρʼ Ἀλκαίῳ τὰς ὄρνιθας· ᾄδουσι δὲ καὶ χελιδόνες καὶ τέττιγες, οὐ τὴν ἑαυτῶν τύχην τὴν ἐν ἀνθρώποις ἀγγέλλουσαι, ἀλλὰ πάντα τὰ μέλη κατὰ θεοῦ φθεγγόμεναι· ῥεῖ καὶ ἀργυροῖς ἡ Κασταλία κατὰ ποίησιν νάμασι, καὶ Κηφισὸς μέγας αἴρεται πορφύρων τοῖς κύμασι, τὸν Ἐνιπέα τοῦ Ὁμήρου μιμούμενος. βιάζεται μὲν γὰρ Ἀλκαῖος ὁμοίως Ὁμήρῳ ποιῆσαι καὶ ὕδωρ θεῶν ἐπιδημίαν αἰσθέσθαι δυνάμενον. ἆρʼ οὐχ ἱκανῶς ὑμῖν δοκεῖ λελῦσθαι τὸ ἔγκλημα; καὶ μὴν ἔγωγε ἕτοιμος αὐτός τε ἐπιψηφίσασθαι, καὶ ὑμᾶς ἀξιοῦν τὴν αὐτὴν φέρειν ὑπὲρ τῶν παρόντων ψῆφον ἐμοί. ἐγὼ δὲ ἤδη τὸν Μουσηγέτην προσφθέγξομαι, ὀλίγα πρότερον ψυχῆς πέρι διεξελθών, ἵνα καθάπερ ἐν κατόπτρῳ τινὶ τοῖς περὶ θείας καὶ μακαρίας ψυχῆς λόγοις ἐμφερόμενον τὸν ἄνδρα σκέψησθε. ἔχει δὲ ὧδε ψυχὴ θεία καὶ νεοτελής. τῶν καλλίστων ἀεὶ καὶ μεγίστων ἐπιτηδευμάτων ὀρέγεται· ἅτε γὰρ ὀπαδὸς θεοῦ γενομένη καὶ πολλάκις ἐν τῇ περιφορᾷ τὸ τῆς ἀληθείας πεδίον ἰδοῦσα καὶ τῶν ἐκεῖ θεαμάτων ἐμφορηθεῖσα τῆς θέας, ἐπειδὰν συντυχίᾳ τινὶ χρησαμένη, περιρρυέντων αὐτῇ τῶν πτερῶν, τὸν τῇδε οἰκῆσαι τόπον σῶμα περιθεμένη δέξηται, κἂν ἐπʼ ὀλίγον εἰς τὴν ἐναντίαν τύχην πεσοῦσα, λήθης τῶν ἐκεῖ θεαμάτων ἐμπλησθῇ, οὐ μέχρι παντὸς ἄπτερός τε μένει καὶ ἐν ἀγνοίᾳ καταναλίσκει τὸν βίον· ἀλλʼ ἐπειδὰν ἴδῃ τι τῶν τῇδε καλῶν, ἐγείρεταί τε καὶ πρὸς ἐκεῖνα τῇ μνήμῃ φέρεται, ἅ ποτʼ εἶδεν, ὅτε μετὰ τῶν θεῶν περὶ τὸν οὐρανὸν αὐτὸν ἐστρέφετο· κινηθεῖσα δὲ μετεωροπολεῖ τε καὶ τὸν ἐκεῖ τόπον ζητεῖ καὶ τὰ ὄντα περιεργάζεται. τὸ δὲ ἥμερον τῆς ἀληθῶς θείας φύσεως τοῖς πειρωμένοις ἐπιδείκνυται· ἀρχική τε νόμων ἐθέλει καὶ πόλεων γίνεσθαι, πημαίνει δὲ οὐδένα πώποτε· οὐ γὰρ θέμις θείαν ποτὲ φύσιν κακοῦ τινος ἀνθρώποις αἰτίαν γίνεσθαι, κρείττων τέ ἐστι φόβων καὶ βασιλεύει τῶν ἡδονῶν, καὶ καθαρὰ πάθους φαίνεται· σῶμα δὲ διαπλάττει πρὸς τὴν ἑαυτῆς φύσιν ἁρμόζουσα, ὄμμα μέλαν ζητεῖ, πρόσωπον ἐμβριθές, μελῶν συμμετρίαν ἀληθῆ, ὃ δὴ κάλλος σοφῶν παῖδες ἐπονομάζουσιν, ἵνα καλόν τε καὶ γενναῖον ἐξ ἀμφοῖν τὸ σῶμα πήξασα οἷον θεοῦ τινος εἰκόνα τοῖς ἀνθρώποις παρέχῃ ἰνδάλλεσθαι. ὁρᾶτε ὅπως ὁ λόγος ὑμῖν γράφει τὸν ἄνδρα, παντὸς κηροῦ καὶ πάντων χρωμάτων ἀκριβεστέραν εἰκόνα διʼ ἑαυτοῦ ταύτην ἐκτυπωσάμενος. εἰ μὲν οὖν καὶ τὰς πάσας τέχνας ἔτι καὶ νῦν εὐδοκιμεῖν συνέβαινε τὰς ἀμφὶ τὴν πλαστικήν, καὶ ὅσαι περὶ τὴν τῶν σωμάτων ἀπεικασίαν ἐσπούδασαν, ἀγώνισμα ἄν σε προὐθέμην ἔγωγε καὶ τῶν δημιουργῶν ταῖς χερσίν. οὐ γὰρ δὴ Λυσίππῳ ὄνομά τʼ ἐδίδου καὶ δόξαν Ἀλέξανδρος ὑπʼ ἐκείνου πλαττόμενος, ὡς καὶ αὐτὴν τὴν ποίησιν σφόδρα θαυμάσαι τὸ φιλοτέχνημα. ἢ οὐκ ἀκούετε τὸ ἐπίγραμμα τὸ ἐπὶ εἰκόνος τῆς Ἀλεξάνδρου λεγόμενον, τὸ Λύσιππε πλάστα Σικυώνιε, δαιδαλέη χείρ, καὶ ὅσα ἄλλα τῷ ποιητῇ πρὸς τούτοις εἰς τὸν τεχνίτην πεποίηται; σὲ δέ τις τοῖς Ἕλλησιν ἐκτυπωσάμενος πῶς οὐκ ἂν εἰκότως μέγα κατὰ τῶν ἄλλων δημιουργῶν ἐφρόνησεν, ἅτε φιλόσοφόν τε ὁμοῦ καὶ στρατηγὸν μιμησάμενος; εἶτα ποιήσεως ἠπόρησέ τις κοσμῆσαι δυναμένης τὸ δημιούργημα, ἀλλʼ οὐ πᾶσα μὲν ἂν λύρα, πᾶσα δὲ ἄλλη ποίησις ἔργον ἐποιήσατο τὴν εἰκόνα τὴν σήν; ἔδωκα δʼ ἂν ἔγωγε καὶ ἀνάστασιν τῷ ἀγάλματι ἐν Ἀττικοῖς τεμένεσι παρὰ τὴν θεὸν τὴν παρθένον—σὺ γὰρ τὴν σοφίαν καὶ τὴν σωφροσύνην τετίμηκας—, εἴπερ δὴ συνεχώρουν τοῦτο οἱ σύμπαντες Ἕλληνες. εἰ δʼ ἄρα ἠμφισβήτουν τοῦ ἀναθήματος, ἀγαγών σε ἂν εἰς Δελφούς, παρὰ τὸν τρίποδα τῶν ἑπτὰ σοφῶν ἀνέθηκα, ἅτε κοινωνόν τε ἐκείνοις τῆς γνώμης τυγχάνοντα, καὶ ἅμα πρέπον ἐν Πυθίου κατὰ τὴν δημοσίαν πανήγυριν τοῖς εἰσαφικνουμένοις τὸ ἀνάθημα φαίνεσθαι. νυνὶ δὲ ἐπεὶ μηδὲ Λύσιππος μηδὲ ἄλλος τις τῶν ὄντων οἷός τέ ἐστιν ἀξίαν χεῖρα παρασχέσθαι τοῦ παραδείγματος, σπουδάζουσι μὲν καὶ αἱ νέαι περὶ σὲ τέχναι, χορηγοῦσι δὲ αὐταῖς οἱ τῶν πανταχόθεν λογάδες, Ἀττικοῖς δὲ θεάτροις πρέπον εἶναι τὸ ἀνάθημα κρίνοντες ἀνατιθέναι οὕτως ψηφίζονται. ἐγὼ δὲ σὲ λόγῳ τε γράψαι καὶ τοῖς ἐμοῖς φαρμάκοις ἐσπούδασα, ἃ μηδεὶς πώποτε χρόνος νεανιεύσεται ἀφανίσαι. φέρε οὖν καθʼ ἕκαστον τῶν σῶν καλῶν διεξιὼν διηγήσομαι—μή τις δὲ ἄρα τῶν κομψοτέρων ἡμᾶς αἰτιάσηται σπάνει τῶν ἀληθινῶν ἐγκωμίων πορρωτέρω τῶν γινομένων ἀναβιβάζειν τὸν λόγον—· εἰρήσεται δὲ ταῦτα καθʼ ὅσον ὅ τε καιρὸς καὶ τὸ τοῦ λόγου μέτρον ἐνδίδωσι. καίτοιγε ἐβουλόμην καθάπερ τις ἵππος ἄφετος καθημένου πεδίου λαβόμενος, τοσοῦτον δραμεῖν ἐν τοῖς λόγοις, ὅσον εἰκὸς ἀνδρὸς τοσούτου φύσιν ἀνακηρῦξαι τῷ γένει τῷ τῶν ἀνθρώπων σπεύδοντα. ἀλλʼ ἐνταῦθα πάλιν ἑτέραν κατηγορίαν φυλαττόμενος μακρολογίαν μὲν εἰσαῦθις ὑπερθήσομαι, νῦν δὲ ἐπιτρέψω τῷ λόγῳ διαλέγεσθαι ὑπὲρ ὧν καὶ λέγειν ἐξ ἀρχῆς ὡρμήθη ὁ λόγος οὗτος. ἡνίκα τοίνυν ἐφʼ ἑτέροις μὲν ἦν ἀγαγεῖν τε καὶ ἡγεῖσθαι τῶν ἐπιτηδευμάτων αὐτοῦ, ἐκείνους μὲν τοὺς λόγους, ἐκεῖνα δὲ τὰ ἔργα ἐμάνθανεν, ἃ τοῖς τε ἡγουμένοις βουλομένοις ἦν καὶ ἃ ἐδόκει κάλλιστα φαίνεσθαι· εὐπειθὲς γὰρ τὸ φιλόσοφον. ἐν δὲ ταῖς βασιλικαῖς αὐλαῖς κατὰ τὴν πρώτην ἡλικίαν γενόμενος, τοσαύτης ἠξίωτο πίστεως, ὥστε μόνος ἀξιόχρεως φύλαξ τῶν ἀπορρήτων νομίζεσθαι· καὶ τοῦτο μὲν ἐχρημάτιζεν ὑπὲρ ἐκείνων τοῖς θεοῖς, τοῦτο δὲ διεπόρθμευε τὰς θείας φήμας ἐπὶ τὸν πέμψαντα· νόμων τε ἐξηγητὴς καὶ ἐθῶν τῶν καλλίστων ἐγένετο, πραΰνειν ἀεὶ τὴν διάνοιαν τοῦ κρατοῦντος βουλόμενος, ὥσπερ που φασὶ καὶ Πυθαγόραν τὸν Σάμιον, ἡνίκα Φαλάριδι περὶ Σικελίαν ὡμίλει. λέγεται γὰρ δὴ ὁ Φάλαρις, αὐξανομένης αὐτῷ τῆς τυραννίδος, τῆς Πυθαγόρου συνηθείας εἰς ἐπιθυμίαν ἐλθεῖν. ἦλθε δὴ ὁ Πυθαγόρας καλούμενος, οἰόμενος, εἰ συγγένοιτο Φαλάριδι, βελτίω τὸ λοιπὸν αὐτὸν τοῖς ἀρχομένοις ἀπεργάσασθαι. ἀνιάτως δὲ πρὸς τὴν μεταβολὴν τοῦ τρόπου τοῦ Φαλάριδος ἔχοντος, ὡς οὐδὲν προὐχώρει τῶν προκειμένων, παραχρῆμα ἐκ Σικελίας ὁ Πυθαγόρας ἀπηλλάττετο. ἐκεῖνος μὲν οὖν αὐτὸς προαπεῖπεν ἢ τὸν τύραννον φιλανθρωπότερον ποιῆσαι, ἢ πεῖσαι τοῖς ἀρχομένοις σπείσασθαι· οὑτοσὶ δὲ μέχρι τοσούτου διαλεγόμενος εἴρηκεν, ὡς πραοτέραν τὴν ἀρχὴν τοῦ κρατοῦντος ἀποφῆναι, μύθους τε ἀρχαίους καὶ τὰ ἐκ ποιήσεως καὶ συγγραφῆς διηγούμενος· ἦν γὰρ ἤδη καὶ πρὸ φιλοσοφίας φιλομαθής. ἀνὴρ δὲ ἤδη γενόμενος καὶ τὸ τέλειον τῆς ἡλικίας λαβών, ὅτε φρόνησις τοὺς αὐτὴν κεκτημένους ἐκ τῆς αἱρέσεως τοῦ βίου δείκνυσι, τιμαῖς μὲν ἐκείναις καὶ δυνάμεσι χαίρειν εἰπὼν ἀπηλλάττετο, ἀρετῆς δὲ καὶ ἐπιστήμης ἐραστὴς γενόμενος, αἷς ψυχὴ τρέφεται καὶ ἀρδομένη μετέωρος καὶ κούφη πρὸς τὴν ἄνω πορείαν γίνεται, τοσοῦτον ἐν αὐταῖς ἔλαμψεν, ὥστε εἴ τις ἔτι σῶμα οἰκῶν τὸν ἐκεῖ τόπον ἱστόρησε καὶ τῷ τῆς ψυχῆς κυβερνήτῃ τῶν ἄνω θεαμάτων ἥψατο, τοσοῦτον ἐκεῖνον γενέσθαι πείθομαι ἐγώ. ἀκούω καὶ Πλάτωνα τὸν Σωκράτους ὁμιλητὴν τὰ μὲν πρῶτα τοῦ βίου πάλην τε ἀσκῆσαι καὶ ἐπιμεληθῆναι τοῦ σώματος· προϊούσης δὲ τῆς ἡλικίας αὐτῷ, ἀκούσαντα Σωκράτους διαλεγομένου τοῖς νέοις, τοσοῦτον ἔρωτα φιλοσοφίας λαβεῖν, ὥστε ἀποστραφῆναι μὲν τὰ πρόσθεν ἐπιτηδεύματα, συγγενόμενον δὲ Σωκράτει, πηγὴν καὶ ἀρχὴν φιλοσοφίας γενέσθαι τοῖς ὕστερον. τοιοῦτός τις ἔρως καὶ τοῦτον φιλοσοφίας λαμβάνει· ἅτε δὴ οὖν ἐκ θεοῦ τινος κατασχεθεὶς καὶ οἷόν τις ἄνθους τῶν μεγίστων μυστηρίων ἁψάμενος, οὐδενὶ μέτρῳ τῆς τούτων τελετῆς ἐνεπίμπλατο. πρῶτον μὲν δὴ τῶν ὀργάνων πλείστην ποιεῖται τὴν ἐπιμέλειαν, καθάπερ τις τεχνίτης ἀγαθός, ὃς τότε κάλλιστα ἕκαστον τῶν ἐγχειρουμένων οἴεται ἀπεργάζεσθαι, ὅταν μηδὲν ἀπῇ τῶν ὀργάνων, οἷς ἂν προσῇ τὸ προτεθὲν ἀποτελεσθῆναι δημιούργημα. ἐκεῖθεν ἀπόδειξίν τε μανθάνει καὶ σοφιστὰς ἑλεῖν καὶ τῶν ἀδολεσχούντων κρατεῖν, καὶ τεχνικὴν ἁρμονίαν προστίθησι τῷ εὐγενεῖ τῶν ὀνομάτων, ᾗ πέφυκέ τε καὶ λέγεται μόνος ἀκριβῶς ἐξεπιστάμενος ῥήτωρ τε ἐπιστήμων καὶ ποιητὴς ἔνθεος γίνεσθαι, καὶ πάντα ἁπλῶς ταῦτα κτησάμενος διανοίᾳ παρακατατίθεται. ἠθροισμένων δὲ αὐτῷ τῶν ὀργάνων, οὕτως ἤδη καὶ ἐπὶ τὴν θεωρίαν τῶν πραγμάτων ἔρχεται. τριχῆ δὲ τῆς πάσης φιλοσοφίας νενεμημένης, καὶ τῆς μὲν εἰς τὰς πράξεις, τῆς δὲ περὶ τὴν φύσιν, τῆς δὲ τὰ ὑπὲρ οὐρανὸν ζητούσης τε καὶ πραγματευομένης, οὐ τὴν μὲν εἶδε, τῆς δὲ ἠμέλησε, τὴν δὲ ὡς ἄχρηστον πρὸς χρῆσιν εὐδαίμονος ἠτίμασεν, ἀλλὰ πάσαις δοὺς ἑαυτὸν οὕτως ἁπάσας ἐκτήσατο, ὡς οὐδεὶς ἕτερος μίαν τινὰ κτήσασθαι περὶ πολλοῦ ποιησάμενος. πρεσβεύει μὲν οὖν τὴν Πλάτωνος καὶ Ἀριστοτέλους δόξαν καὶ ἐπὶ ταῖς τούτων φιλοσοφίαις ἐσπούδακεν· ἐπῄει δὲ καὶ τὰ τούτων συγγράμματα. οἶδεν ὅσα περὶ τὴν στοὰν ἐφιλοσόφησαν Ζήνωνές τε καὶ Κλεάνθαι, ἔτι δὲ Χρύσιπποί τε καὶ ὅσοι τὴν ἄλογον πρᾶξιν λόγῳ κοσμήσαντες, ἐξ ἑτέρας εἰς ἑτέραν τὴν ἑαυτῶν φιλοσοφίαν μετεκόσμησαν. οἶδε δὲ καὶ τὰς κοινὰς Ἐπικούρου τε καὶ Δημοκρίτου δόξας καὶ ὃν τρόπον ἐκεῖνοι περὶ τῆς φύσεως ἐφαντάσθησαν· καὶ μὴν καὶ τὰς Ἀκαδημίας ἁπάσας ἐπίσταται, καὶ τὴν ἐκ Λυκείου μέχρι Λιβύης τε καὶ Κυρήνης σοφίαν ἀποδημήσασαν. τοὺς δὲ Πύρρωνος τρόπους καὶ τὴν ἐκεῖθεν ἔριν παρὰ τοῖς πᾶσιν ἀνθήσασαν οὐχ ὡς μέγα τι σπούδασμα, οἷον δέ τι παρόψημα τῆς ἄλλης φιλοσοφίας εἶναι νομίζων, μετέρχεται. ἀστρονομίας τε ἐπιστήμων καὶ γεωγραφίας γενόμενος γινώσκει μὲν καὶ τὰ παρὰ τοῖς ἄλλοις συγγράμματα, πείρᾳ δὲ ταῦτα καὶ ἀκριβῶς μαθεῖν βουλόμενος καὶ θεατὴν αὑτὸν ἐπιστῆσαι τῶν εἰρημένων ἐν τοῖς βιβλίοις, περίπολος μικροῦ πάσης τῆς ὑφʼ ἥλιον γίνεται, μιμητὴς Πλάτωνος. καὶ γὰρ ἐκεῖνος μετὰ τὴν Σωκράτους νουθεσίαν εἰς Αἴγυπτόν τε καὶ τοὺς ἐκεῖ προφήτας ἔρχεται, πλέον τι τῶν Ἀττικῶν μαθημάτων ἐρευνήσασθαι παρʼ ἐκείνοις βουλόμενος, ἔτι δὲ εἰς Σικελίαν καὶ παρʼ οἷς ἔτι μετὰ Πυθαγόραν ἡ Πυθαγόρου φιλοσοφία διασῴζεται. ἀκούω δὲ ἔγωγε καὶ περὶ Διονύσου τοιόνδε τινὰ λόγον. τὸν Διόνυσον φασὶν οἱ μῦθοι, πρὶν εἰς θεῶν φύσιν ἐλθεῖν, ἱερά τε δρῶντα καὶ βουλόμενόν τι πλέον παρʼ ἐκεῖνα μαθεῖν, οὕτως εἴς τε Αἴγυπτον καὶ τὸν Νεῖλον δραμεῖν, ἔτι δὲ παρʼ Ἰνδούς τε καὶ Αἰθίοπας καὶ τοὺς ἄλλους ἀνθρώπους ἅπαντας πολυπραγμονοῦντα τὴν φύσιν· ἐλθόντα δὲ ἐκεῖθεν εἰς Ἕλληνας ἀσμένως μὲν καὶ πᾶσιν ὀφθῆναι τοῖς Ἕλλησι καὶ τὰς ὑπʼ αὐτῶν τιμὰς ἀποδέξασθαι· βουλόμενον δὲ Ἀθηναίοις πρώτοις τῶν ἑαυτοῦ δώρων ἀπάρξασθαι καὶ ἀγωγίμων, Ἀθήναζε ἐλθεῖν· τοὺς δὲ Ἀθηναίους—τυχεῖν γὰρ τότε πανηγυρίζοντας—δημοσίαν τε ἄγειν Διονύσῳ τὴν πανήγυριν καὶ τὸ ἐκ τούτου λοιπὸν ὡς θεῷ πομπεύειν τῷ Διονύσῳ ψηφίσασθαι. τοιοῦτος μὲν τῆς ἀποδημίας ὁ νοῦς, καὶ αὐτοῦ διηγουμένου ἔθνη τε ὁμοῦ καὶ πόλεις ἀκούων τοῦτο μὲν τῆς μνήμης αὐτόν, τοῦτο δὲ τῆς ἡδονῆς θαυμάσαις. ἀτεχνῶς γὰρ οἷον μέλιτος σταγόνες τῶν τούτου λόγων ἀποστάζουσαι, γλυκείας πληροῦσιν ἡδονῆς τοὺς ἀκροωμένους ἅπαντας· ὥστε ἔγωγε πρότερον ἐπὶ τοῖς Ἡροδότου λόγοις ἡδέως διατιθέμενος, παῖδα ἤδη τὸν Ἡρόδοτον πρὸς τὴν τούτου χάριν ὑπείληφα· μικροὶ δέ μοι λοιπὸν Ἑλλάνικοί τε καὶ Δούριδες, ἔτι δὲ ἡ τοῦ Ἁλικαρνασέως ποίησις καὶ ὅσοις λόγῳ γράψαι τὴν οἰκουμένην σπουδὴ ἐγένετο, πρὸς ἐκείνας τὰς ἴυγγας, αἷς οὕτω κατακηλεῖ τοὺς ἀκούοντας. εἰκασθῆναι δὲ ἅπαξ θεῷ βουλόμενος, καὶ γνοὺς τὸ θεῖον ἐπιμελὲς τῆς ἀνθρωπίνης φύσεως, τὴν πολιτικὴν ἀρετὴν ἐκράτυνε, τὼ λόγω Ἕλληνά τε καὶ Ἰταλιώτην ὥσπερ τινὰς οἶμαι δορυφόρους πρὸς τὴν τοιαύτην ἕξιν ὑπηρέτας κτησάμενος. ἔστι δέ τις πόλις ἐπὶ τῷ στόματι τοῦ Εὐξείνου πόντου κειμένη ἐν ἀριστερᾷ τοῖς εἰς τὸν Πόντον εἰσπλέουσι κατʼ αὐτὸ μάλιστα τῆς Εὐρώπης τὸ ἔσχατον, μεγάλη τε καὶ εὐδαίμων, καθʼ ἣν πορθμὸς ὀλίγος θαλάσσης θλιβόμενος σχίζει τὰς ἠπείρους τῷ ῥεύματι, οἷον ὅρος τις μέσος ἀμφοτέραις γινόμενος. ἐνταῦθα ἐλθὼν δίδωσιν ἑαυτὸν εὐνομωτάτῳ βασιλεῖ καὶ γενναίῳ τὴν φύσιν, παρʼ ᾧ δυνατὸν τῇ παρασκευῇ τῆς ἐπιστήμης χρήσασθαι. ὃς δὲ ἄσμενός τε τὸν ἄνδρα δέχεται καὶ κοινωνὸν εὐθὺς τῶν πραγμάτων ἐποιήσατο, οὐχ ἧττον ἢ Θησέα μὲν Ἡρακλῆς, Κῦρος δὲ Κλέαρχον, Σιμωνίδην δὲ Ἱέρων, Ἀλκιβιάδης δὲ Σωκράτην. καὶ τοίνυν τούτῳ μὲν τὰ πάντα ἐπείθετο, πρὸς δὲ τοῦτον ἑώρα, τοῦτον δὲ καθάπερ τινὰ κυβερνήτην νομίζων τῆς ἀρχῆς, ἐθαύμαζεν· ὡς τοὔνομα μὲν τῆς ἡγεμονίας ἐκεῖνον, τὸ δὲ ἔργον τοῦτον παρέχεσθαι, κατὰ Θεμιστοκλέα τὸν πάνσοφον, ὃς Εὐρυβιάδῃ συστράτηγος ταχθείς, ἡνίκα ἐπὶ Πέρσας ὁ τῶν Ἑλλήνων στόλος ἀνήγετο, τὸ μὲν σχῆμα τῆς ναυαρχίας παρεχώρει τῷ Λάκωνι, ἑαυτὸν δὲ ἐπὶ τῆς χρείας ἐδείκνυε τοῖς Ἕλλησι ναυαρχεῖν. τίνες μὲν οὐ φιλάνθρωποι νόμοι διὰ τοῦτον ἐτολμήθησαν; τίνες δὲ οὐ τῶν κινδυνευόντων διὰ τοῦτον τοὺς κινδύνους ἀπέφυγον; τίνες μὲν τῶν ἀξίων ἀρχῆς διὰ τοῦτον οὐκ ἔτυχον; τίνες δὲ τῶν τινὸς δεομένων οὐκ ἐπὶ τοῦτον κατέφυγον; μέσος γὰρ βασιλέως τε καὶ τῶν ἀρχομένων ἑστώς, ἐκείνῳ μὲν τὰς τῶν ὑπηκόων χρείας, τοῖς δὲ τὰ παρὰ τοῦ βασιλέως διηκόνει προστάγματα· ὁποῖον δὴ καὶ τὸν Ἑρμῆν οἱ μῦθοι λέγουσιν ἄγγελόν τε εἶναι Διὸς καὶ τὴν ἐκείνου διάνοιαν θεοῖς τε ἀγγέλλειν καὶ ἀνθρώποις μανθάνοντα. ἐπεὶ δὲ καὶ θεός τε καὶ χρόνος καὶ τοῦτον αὐτοκράτορα τῇ μεγίστῃ γῆς ἀρχῇ ἐγκατέστησεν—εἴπερ μέγιστον καὶ κάλλιστον τῶν ὑφʼ ἥλιον τὸ τῶν Ἑλλήνων γένος πεπίστευται—, ἐνταῦθά μοι λοιπὸν Ἕλληνες αὐτοὶ τῆς εὐφημίας συλλάβεσθε, καὶ πρῶτοι μὲν ἡμεῖς Ἀττικός τε καὶ ἀρχαῖος λαὸς κοινῇ τὴν εὐφημίαν συμπλέξαντες οἷόν τινα χορὸν παναρμόνιον περὶ τοὺς τῆς Δίκης θρόνους στησόμεθα· δώσω δὲ ἐγὼ τοῦ χοροῦ τὸ σύνθημα. γαλήνη μὲν ἔχει τοὺς ἀρχομένους ἅπαντας, καθάπερ ἐκ τρικυμίας καὶ ζάλης εἰς ὅρμον ἐλθόντας ἀκύμαντον· ὕβρεως δὲ οὐκ ἔργον ἐστίν, οὐκ ὄνομα· λόγος δὲ εὐθύνει τὰ σύμπαντα, οὐδὲν σιδήρου δεόμενος· οἶδα δὲ ἐγὼ καὶ ποιμένας, ὅσοι προβατεύειν χρηστοί, ὀλίγον μὲν χρωμένους καλαύροπι, ποιμαίνοντας δὲ τὰ θρέμματα τῇ σύριγγι. νῦν ὄντως ἔγνωμεν τὸν Ὁμηρικὸν ἐκεῖνον ἄρχοντα, ὃν ἐκ φιλανθρωπίας εἰκάσαι βουλόμενος, πατρὸς προσηγορίᾳ τετίμηκε· «Πατήρ, φησίν, ὣς ἤπιος ἦεν». καλὸν μὲν γάρ, καλὸν καὶ αὐτὸν οὕτως ἔτι προσφθέγγεσθαι, ὃς μόνος μὲν ὑπὲρ ἁπάντων πονεῖς, μόνος δὲ ἕλκεις ὑπὲρ Ἑλλήνων ἄγρυπνον ὄμμα καὶ νόημα, ὥσπερ τις κυβερνήτης χρηστός, ὃς πάντας ἀφεὶς τοὺς πλωτῆρας ἀπόνως ἐπὶ τῆς ὁλκάδος φέρεσθαι, μόνος ἐπὶ τῶν οἰάκων ἑστὼς εὐθύνει τὸ σκάφος ἀκύμαντον. σὲ μὲν πολλάκις Ἑωσφόρος ἤγαγεν ἐπὶ τὰ δίκης ἀνάκτορα, Ἕσπερος δὲ πάλιν ἐκεῖθεν προὔπεμψε, καθαρὸν ἐπαστράπτων τοῖς ὀργίοις τὸ φέγγος. σὲ μὲν καλοῦσι δῆμοι καὶ πόλεις, σὲ δὲ παρʼ αὐτοὺς ἐλθεῖν προσεύχονται, καὶ μακαρίζουσι μὲν Ἀθηναίους τῆς τύχης, οὐκ ἔχουσι δὲ ὃ πρὸς τοὺς νικήσαντας φθέγξονται. ἡμεῖς τοι καὶ τὸν Ἀπόλλωνα τὸν Δήλιον ἐπείσαμεν ἀφέντα τὴν νῆσον καὶ στῆναι παρʼ ἡμῖν καὶ πατρῷον γενέσθαι καὶ ἐν Ἀθηναίοις πᾶσι πρώτην ἁρμόσαι τὴν φόρμιγγα. διὰ σὲ καὶ λόγοι θάλλουσι καὶ τολμῶσιν ὅπερ οὐ πρόσθεν ἐτόλμησαν. ἀλλʼ ὦ πᾶσι μὲν ὕμνοις ἄξιε καὶ ἔπεσιν ᾄδεσθαι, μάλιστα δὲ πάντων ἐμοὶ καὶ λόγοις, οὓς καὶ ἐν σπαργάνοις αὐτοῖς πλαττομένους ἠγάπησας καὶ πολλάκις περὶ αὐτῶν ἐμάντευσας, ὡς πᾶσα ἀνάγκη τούτους ἡβήσαντας πολὺ καὶ μέγα κατὰ ἀνθρώπους ἐκλάμψαι τῷ θαύματι. ἄθρησον, εἴ σοι πληροῦσι τὸ μάντευμα· ἐγὼ δὲ αὐτοῖς θαρρεῖν καὶ πηδᾶν ἐγκελεύσομαι. ἄγε δή μοι πτεροῦσθε τὸ λοιπόν, ὦ λόγοι, καὶ τὸ κάτω μεθέντες πρὸς αἰθέρα τὸ ἐντεῦθεν φέρεσθε. πτεροῖ γὰρ ὑμᾶς ὁ Μουσηγέτης καὶ τοῖς ὑφʼ ἥλιον δείκνυσιν, οὐ κατὰ Δαίδαλον προστιθεὶς πτερά, οἷς ἐπαρθέντα λόγος τὸν Ἀττικὸν νεανίσκον Ἴκαρον πιστεῦσαι μὲν ὑπὲρ θαλάσσης πτήσεσθαι, ἐγγὺς δὲ ἡλίου γενόμενον ὁμοῦ τε τῷ κηρῷ λυθῆναι καὶ μῦθον γενέσθαι μετὰ τῶν πτερῶν τοῖς ὕστερον· τὰ δὲ ὑμῶν πτερὰ Μοῦσαι μὲν ἔφυσαν ἐν Μνημοσύνης κήποις, ἔθρεψαν δὲ Ὧραι καὶ Χάριτες, ἐκ πηγῶν ἀληθείας ἐπάρδουσαι. ὅθεν αἴρεσθε μὲν ὑπὲρ τοὺς πολλοὺς καὶ κουφίζεσθε, βεβήλοις δὲ ἐστὲ καὶ ἀπτέροις ψυχαῖς ἀθέατοι οὐχ ἧττον ἢ Κιμμερίοις φασὶ τὸν ἥλιον. διὸ δὴ καὶ κατὰ φύσιν τὴν ἡμετέραν αὐτὸν τὸν ἐραστὴν προσείπατε. ἦλθες ἐμοὶ γλυκύ τε φάος καὶ μείλιχον, ὁποῖον Ἑωσφόρος μὲν ἀνθρώποις ἔλαμψεν ἠρινῆς ἡμέρας ἄγγελος, ἥλιος δὲ κατὰ μεσημβρίαν ἔστησε τοῖς ἐν χειμῶνι κάμνουσιν. ἐγὼ δὲ σὲ καὶ ἐπὶ Ἴστρου δίναις ἔτι μετὰ τῶν κύκνων ἐκεῖ τῷ Μουσηγέτῃ χορεύοντα καὶ ἰδεῖν ἐπόθησα, καί τινα ἐζήτουν καὶ αὐτὸς τοιαύτην εὑρεῖν τέχνην, διʼ ἧς ἀρθεὶς ἀφʼ Ἑλλήνων ὑπόπτερος, μετάρσιος ἐκεῖσε πέτωμαι. ἀλλὰ γὰρ ἔφθης, ὦ φίλε, τοὺς ἡμετέρους πόθους· ἔδει γὰρ ἔδει πᾶσιν ἐκλάμψαι τοῖς Ἕλλησι μέγα τε οὕτω καὶ κάλλιστον θέαμα. ἀλλʼ ἐθέλω γὰρ αὐτοῖς τοῖς θεοῖς τι μικρὸν ὑπὲρ Ἑλλήνων εὔξασθαι· καλῶ δὲ πρῶτον εἰς εὐχὴν τὰς ἐμὰς θεὰς τὰς Μούσας. ὦ Διὸς παῖδες, ἴτε, ἴτε Μοῦσαι χρυσοπτέρυγοι —ἔπεισι γάρ μοι καὶ ποιητικὸν εἰς ὑμᾶς ἀναφθέγξασθαι—, εἴτε καθʼ Ἑλικῶνα καὶ Πιερίαν ἅμα Ἀπόλλωνι τὸν χορὸν ἐξελίττετε, γλυκύ τι καὶ θεῖον μέλος ἐπηχοῦσαι τῇ φόρμιγγι, εἴτε περὶ Δελφοὺς καὶ Κασταλίαν ὁμοῦ νύμφαις ἐκεῖ Κασταλίσιν ἀθύρετε, ἢ κατὰ τοὺς Ἀττικοὺς λειμῶνας ἱπτάμεναι στεφάνους τῷ Μουσηγέτῃ συμπλέκετε· ἔλθετε εὐχῆς ἐπήκοοι ταύτης, ἣν ὑπὲρ Ἑλλήνων εὔχομαι, καὶ τόνδε τὸν ἄνδρα δοίητε ἐπὶ πλεῖστον τὰς τῶν νέων εὐθύνειν ἀγέλας, ἵνα καὶ δευτέρου καὶ τρίτου κρατῆρος οἱ λόγοι τούτῳ σπείσωσιν.