eul_wid: siy-bu
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Declamations and Orations: Oration 44 (Talk for a Companion's Birthday) by Himerius the Sophist

A companion's birthday falls at the turn of the year when Demeter's harvest gives way to Bacchus's vintage, and Himerius, kept apart from him, compares himself to Odysseus competing at Alcinous's games while he longed for home. The friend is hailed as a hero, and the wonders of Egypt, the Nile flood, the pyramids and the singing statue of Memnon, adorn the feast. Xenophon's devotion to Cyrus alone and the Andrians' gift of bare fire to Apollo excuse a small offering.

Part of Declamations and Orations

Λαλιὰ εἰς τὸ γενέθλιον ἑταίρου τινός.

Ὀδυσσέα παρʼ Ὁμήρῳ πατρίδα ποθοῦντα καὶ τῶν οἰκείων τὴν μνήμην εἰς ἀρετῆς ἐπίδειξιν ἤγειρε ξενίας χάριν ἀγωνοθετῶν ὁ Ἀλκίνοος. δημοτελὴς γὰρ ἦν ἡ τῆς πανηγύρεως πρόφασις καὶ θεοῖς τελούμενα ἀθύρματα καὶ Φαίακες ἅπαντες λευχειμονοῦντες ἐν μέσῳ. ὁ δὲ παρὼν μόνῳ τῷ σώματι—τὴν γὰρ ψυχὴν ἐθήρα τῆς θρεψαμένης ὁ πόθος—ἐθάρρει τοὺς ἄθλους καὶ βασιλεῖ θεατῇ τὴν ἀγωνίαν ηὐτρέπιζε. τοῦτο δὲ τὴν γνώμην ἡρμήνευεν, ὅτι φιλῶν τὴν μονήν, οὕτω πρὸς τὴν χρείαν καλούμενος ἀφορμὴν ἐξεῦρε τῆς ἀπουσίας μνημόσυνον. ἆρʼ οὖν οὐ ταὐτὸν ἐφʼ ἡμῶν, ὦ φίλοι, πάθος συμβέβηκεν; ἆρʼ οὐχὶ εἰκὼν ὁμοιότροπος πρὸς τἀμὰ σχηματίζεται; φέρε τοίνυν καὶ ἡμεῖς διὰ μιᾶς τῆς σπουδῆς καὶ τὸν γενέθλιον ᾄσωμεν, καὶ τὸν χωρισμὸν ἰασώμεθα, καὶ λόγῳ ζηλώσωμεν τὸν πάλαι τὰς χεῖρας ἀγωνιστὴν Ἰθακήσιον. ἔστι δʼ οἶμαι ὁμοία φωνῆς ἁρμονίας καὶ σώματος ῥώμης ἐπίδειξις. ὢ τοῦ παντὸς ἔτους τροπὴ καλλίστη καὶ τίμιος, ἐν ᾗ τὰ τῆς χώρας ἐξαίρετα Δημήτηρ καὶ Βάκχος συμβαίνουσιν· ἡ μὲν ἤδη πονοῦσα περὶ τὰς ἅλως καὶ λήγουσα, ὁ δὲ πρὶν λήγειν ἀρχόμενος, δώρῳ τὸ δῶρον διαδεχόμενος. ὦ δύο ταμίαι τοῦ βίου καιρὸν τὸν ἕνα κληρώσαντες· τρίτος δὲ ὁ ἐμὸς οὑτοσὶ μετὰ τῶν θεῶν ἀριθμούμενος, ὃν θνητὸν λέγειν αἰσχύνομαι, θεὸν δὲ ὀνομάζειν φυλάττομαι—τὸ μὲν γὰρ τόλμης ὑπεύθυνον, τὸ δὲ ψεῦδος προβαλλόμενον—· ἥρωα δὲ φήσω, καὶ πέποιθα τελεσιουργεῖν ἑκάτερον τὸν ἔπαινον. οὐ γάρ σοι τέρπει τὴν φρένα ξένων ἐγκωμίων ὀνόματα. οὐκ ἐξ ἐλέφαντος ὦμος τῶν Πελοπιδῶν τὸ γνώρισμα, οὐ πτέρνης τάχος ὀξύτατον τῶν Περσειδῶν τὸ ἐγκώμιον, οὐ κρωβύλος χρυσοῦς ὑπὲρ κεφαλῆς ἀνακείμενος τῶν Κεκροπιδῶν τὸ σύμβολον, ἀλλʼ αἰδώς, χάρις, εὐγένεια τῶν σῶν τρόπων τὰ κτήματα. εἰ δὲ τῆς ἡμέρας ἠξίωσας τῆς γενεθλίας τὴν Αἴγυπτον καὶ παρὼν ἐνταῦθα τελεῖς τὸ τῆς πανηγύρεως εὔχαρι, ἄκουε τῆς χώρας τὸ κάλλιστον. τί ποτʼ οὖν, τίνι κεκόσμηται; ἔγνως τοῦ Νείλου τοὺς ἔρωτας, ἀκροατὴς γεγονὼς καὶ πάλιν αὐτόπτης τοῦ θαύματος· ἔγνως καὶ τούτου τὴν σύνευνον, καρπῶν ποικίλων φορὰν κυοφοροῦσαν καὶ τίκτουσαν. τὸ δὲ δὴ μεῖζον τοῦ πράγματος, ὅτι καὶ λείπων ὁ ποταμὸς τοσοῦτον ἄπεστιν ὅσον ποθῆσαι καὶ στέργεσθαι. ἔστη τις ἀφορῶν καὶ τῶν πυραμίδων τὸ μέγεθος, καὶ τὸν Ἆπιν ἐθαύμασεν ἐν μόσχου προσχήματι προφήτην ὄντα τοῦ μέλλοντος· ἡ δὲ τῆς Μερόης ἠχὴ καὶ τῶν Καταδούπων ὁ κτύπος πολλάκις ἐπέσχε τοὺς ὁδοιποροῦντας τῷ θαύματι. Μέμνων δὲ ἐκεῖνο τὸ μάρμαρον, τὸ διʼ ἀψύχου φωνῆς ζωτικὸν ἐκπέμπον τὸ φώνημα, θεὸς ἐνομίσθη θεὸν προσαγορεύων τὸν Ἥλιον. ταῦτα τῆς Αἰγύπτου τὰ κάλλιστα· ταῦτα κοσμεῖ σοι τὴν πανήγυριν. πρόσθες δὲ εἰ βούλει καὶ τὴν μικρὰν τὴν ἐμὴν Μοῦσαν θαύμασι, τὴν πολλοῖς μὲν ἴσως ἀρέσκουσαν, ἕνα δὲ μόνον προκρίνουσαν. ἐπεὶ καὶ Ξενοφῶντα κατέχει λόγος, τὸν ἥδιστον, τὸν μελισσῶν σμήνη παραδραμόντα τῷ λόγῳ καὶ τὸ μέλι βρύον τῇ διηγήσει μιμούμενον, μὴ φίλου σχεῖν εἰς τάξιν Ἀλκιβιάδην τὸν ἥρωα, εἰ καὶ συνεφοίτα καὶ μόνον ἠγάπα καὶ Σωκράτους ἤκουσε κατὰ ταὐτὸν ὁ Κλεινίου, μήτε Πλάτωνος τοῦ σοφιστοῦ τὴν ἑταιρίαν ἀσπάσασθαι· ᾔδει γὰρ αὐτὸν ἐν φιλοσοφίᾳ πολύφιλον καὶ μεταλλάττοντα πρὸς τοὺς πλουσίους τὸν ἔρωτα· Κύρῳ δὲ μόνῳ συνών, τῆς Κύρου γέγονε παιδείας καλὸν ἐργαστήριον. ὁ δὴ Κῦρος εἰ τὴν ἀξίαν ἐγνώρισεν, ἐγὼ μὲν οὐκ ἔγνων ἐκ πείρας· Κῦρον δὲ εὑρίσκω παρὰ Ξενοφῶντος διὰ παντὸς κοσμούμενον. ἀλλʼ ὦ γενναῖε —νικᾷς γὰρ τοὺς λόγους τῇ χορηγίᾳ τῶν τρόπων—, μὴ τῷ μεγέθει κρίνῃς τὸ χαριστήριον, ἀλλὰ τῇ γνώμῃ, καὶ τῷ χρόνῳ μόνῳ λογίζου τὴν ἀδράνειαν τοῦ μέλους. Ἄνδριοι μὲν γάρ, δῆμος εὐγνωμοσύνης οὐκ ἄπειρος, τύχης πειραθέντες δεξιᾶς παρʼ Ἀπόλλωνος, εἶτα βουληθέντες εὐγνωμονεῖν τὴν ἀντίδοσιν, πῦρ μόνον ὑφῆψαν, θυσίας ἑτέρας οὐκ εὐποροῦντες βελτίονος. ὁ δὲ θεὸς ἥσθη τῷ τρόπῳ καὶ μόνην τὴν φλόγα προσίετο καὶ σπονδῆς προέκρινε τὰ τῆς προαιρέσεως σύμβολα. ἡμεῖς δέ, ὦ φίλοι, βραχέα μὲν λέγομεν, μείζονα δʼ ὠδίνομεν ἔνδον. εἴη δὲ καὶ ταῦτα τελεσφόρα σοὶ προσαγαγεῖν καὶ ὥρια.