eul_wid: siy-bp
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Declamations and Orations: Oration 39 (Talk for Julian and Musonius) by Himerius the Sophist

On his road to the emperor, Himerius refuses to pass a city of such worth in silence, any more than Simonides passed Elis or the piper Ismenias, summoned by Alexander, passed the Pythian festival at Delphi. Musonius, who steered the affairs of Greece, is praised for joining speech to action as Pericles, Themistocles and Alcibiades did. At the sound of chariots the speaker must go, promising to greet the city again on his return from the emperor.

Part of Declamations and Orations

Λαλιὰ εἰς Ἰουλιανὸν καὶ εἰς Μουσώνιον.

Ἠλεῖοί ποτε τῆς Σιμωνίδου λύρας λαβόμενοι, ὅτε ἐπὶ τὴν Πίσαν ἔσπευδεν ὕμνῳ κοσμῆσαι τὸν Δία, δημοσίᾳ φωνῇ τὴν Διὸς πόλιν πρὸ Διὸς ᾄδειν ἐκέλευον. τί οὖν, ὦ φίλοι, τί καὶ ὑμεῖς δρᾶσαι κελεύετε; βούλεσθε, μικρὸν ἐπισχόντες τὸν δρόμον, Ἀττικῆς ὑμᾶς σύριγγος γεύσωμεν; καὶ μὴν οὕτω τινὲς ἀρῶνται τῇ Πιερίᾳ γνήσιοι γείτονες χαίρων οὖν φέρω τοὐπίταγμα, καὶ κέρδος τὴν βίαν ἥγημαι· οὐδὲν ἐραστῇ παρʼ ἐρωμένου βαρὺ καὶ δύσκολον. ἔχαιρε μὲν Ἀνακρέων εἰς Πολυκράτους στελλόμενος τὸν μέγαν Ξάνθιππον προσφθέγξασθαι· ἡδὺ δʼ ἦν καὶ Πινδάρῳ προσειπεῖν πρὸ τοῦ Διὸς τὸν Ἱέρωνα. Ἀλκμαίων δὲ ὁ τὴν Δώριον λύραν Λυδίοις κεράσας ᾄσμασιν, ἐτύγχανε μὲν διὰ τῆς Σπάρτης εἰς Διὸς Λυκαίου κομίζων ᾄσματα· οὐ μὴν παρῆλθε τὴν Σπάρτην, πρὶν καὶ αὐτὴν τὴν πόλιν καὶ Διοσκόρους ἀσπάσασθαι. ἀκούω δὲ καὶ Ἰσμηνίαν τὸν αὐλητὴν Θήβαθεν ὑπʼ Ἀλεξάνδρου καλούμενον, ἵνʼ ἐπηχήσῃ τῷ Περσῶν φόνῳ τὰ νικητήρια, περὶ τὴν Φωκίδα πυθόμενον, ὅτι θύουσι Δελφοὶ τὰ Πύθια, καί τινος τάχα καὶ πρεσβείας παρʼ αὐτὸν ἐλθούσης μὴ σιγῇ αὐτοῖς παραδραμεῖν τὴν πανήγυριν, δέξασθαί τε τὴν πρεσβείαν, καὶ καθάπερ τι δεξιὸν τῷ βασιλεῖ σύμβολον τὴν πόλιν προσᾷσαι, ὡς τῆς νίκης ἆθλον Ἀπόλλωνος. οὐκοῦν οὐδὲ ἡμεῖς παραπλεύσαιμεν ἂν ἀρετῆς τοσαύτης πόλιν γέμουσαν· οὐ γὰρ Ἀττικὸν τὸ σιγᾶν οὐδὲ τῆς λάλου πόλεως ἄξιον. Ξέρξης μὲν γὰρ ἐν Λυδοῖς πλατάνου κόμην ἀγάμενος χρυσῷ τὸ δένδρον ἐκόσμησεν· οὐ γὰρ ᾔδει λέγειν, ἀλλʼ ὅσον ἐπλούτει χρυσοῦ, τοσοῦτον λόγων ἐπένετο. παρʼ ἡμῶν δὲ εἰκὸς τὴν πόλιν τὰ τῶν ἡμετέρων βασιλέων ἀπαιτεῖν δήπου δωρήματα. πρέπει δὲ ταύτῃ τῆς τε ἄλλης ἀρετῆς εἵνεκα, ἀτὰρ οὐχ ἥκιστα τῆς σπουδῆς, ἣν ἐπὶ σοφίᾳ παρέχεται μέση ἐν μέσοις κειμένη μικροῦ πᾶσιν ἐν κύκλῳ τοῖς τὴν φωνὴν βαρβαρίζουσιν· ἄνωθεν μὲν Παιόνων ἐπικαθημένων τῇ πόλει, ἐχομένως δὲ Ἰλλυριῶν καὶ Μυσῶν παραδιδόντων τὸ γείτοσιν εἶναι τῆς πόλεως, Θρᾴκης ἄχρι καὶ προαστείων ἐπιβεβηκυίας τοῖς ὅροις, μόνη καθάπερ τινὰ χρυσοῦν ὀμφαλὸν τὴν Ἑλλάδα γλῶσσαν ἀνέχουσα, καθαρὰν ταύτην φυλάττει τῆς ἐπιμιξίας τῆς γείτονος. ὅθεν ἐγκαλῶ τῷ Θρᾳκίῳ μύθῳ καὶ μέμφομαι, ὅτι τὸν Ὀρφέα τῆσδε ἀποσυλήσας τῆς πόλεως, Θρηικίοις ὄρεσι τὸν τῆς Καλλιόπης χαρίζεται. ταῦτά τοι καὶ σπάνει τῶν ἀκροασομένων αὐτῷ θηρίων τὴν ἐκκλησίαν ἐργάζεται. τοιγαροῦν πάντα Ἑλληνικὰ τὰ παρὰ τῇ πόλει, καὶ φωνή, καὶ τείχη, καὶ σχῆμα. ἄρχεται μὲν ἀφʼ ὅρων ἡ πόλις ἄνωθεν οἷά τινα κορυφὴν τὸν ὑπεράνω λόφον εἰς αἰθέριον μέσον ἐγείρουσα· καταβαίνουσα δὲ ἄχρι τῶν ᾐόνων κάτω, τῇδε κἀκεῖσε μερίζεται μυρίας πόλεις, τὸν ἐν μέσῳ τόπον διὰ μιᾶς κατοικίζουσα. ἐπισαλεύει δὲ καὶ αὐτοῖς τοῖς κύμασιν, ὥσπερ ἀχθομένη πρὸς τὴν ἐχομένην θάλασσαν, ὅτι αὐτὴν οὐκ ἐᾷ ῥυῆναι τοσαύτην ὅσην βούλεται. τοσαύτη δὲ οὖσα τὸ μέγεθος μυρίοις κάλλεσιν ἁπανταχόθεν ἁβρύνεται. ἐντεῦθεν ἀγοραί, λουτρὰ πλησίον, στοαὶ διὰ πάσης, ἱερὰ πανταχοῦ. ἀπορήσαις ἂν ὅ τι καὶ πρῶτον θαυμάσειας. ὥσπερ γὰρ οἱ τὸν οὐρανὸν ἐν ἠριναῖς ὥραις προσβλέποντες μερίζονται μὲν ἁπανταχοῦ τὴν ὄψιν ὑπὸ τοῦ κάλλους τῆς θέας, ἐκεῖνο δὲ ἔχει τὸν θεατὴν ὅ τι πρῶτον κεχείρωται· οὕτω καὶ ἡ πόλις καὶ πᾶσα ἐκπλήττει καὶ ἰδίᾳ πᾶσι τοῖς μέρεσιν. οὔπω τὸ μέγιστον τῆς Ἑλληνικῆς τύχης ἐκήρυξα. Ἀττικὴ Μοῦσα ποιμαίνει τὴν πόλιν· σοφιστῶν θρόνος τὸν τῶν ὑπάρχων κεκόσμηκε, καὶ μείζω δέδωκε τὴν χάριν ὁ λόγος, ἢ παρὰ τῆς τύχης ἀντείληφεν. ἐνδοξότερον γὰρ κράνος, ὅταν ὁπλίζῃ κεφαλὴν ἔνδοξον· ἐνδοξοτέρα δὲ ἀσπὶς τὸ Αἴαντος στέρνον καλύπτουσα, καὶ θρόνος, ὅταν δικάζῃ Κῦρος, καὶ κιθάρα, Πινδάρου καὶ Ἀνακρέοντος πλήττοντος. ἀναβλέψατε πρὸς θεῶν ἐν κύκλῳ, ὡς Ἕλληνες πρότερον μὲν τοῖς ὅπλοις, νυνὶ δὲ ἀρεταῖς ἀρχόντων πάντας νικῶσι. τοῦτο τῆς ὑφʼ ἥλιον τὸ πλεονέκτημα, τὸ τοῖς πηδαλίοις τῶν Μουσῶν πάσας πόλεις εὐθύνεσθαι· ἐπεὶ δὲ ἦν ἄρα τοῦτο ἀδύνατον, ὃ μόνον εἶχε τῶν ἑαυτοῦ κτημάτων τὸ κάλλιστον, τῇ νικηφόρῳ πόλει δεδώρηται, μᾶλλον ἐγείρας τὴν ἡμετέραν τέχνην, ἢ Κύλωνα τὸν Ὀλυμπιονίκην κατέχει λόγος τὸν κότινον. ὁ μὲν γὰρ τυραννίδος ἐπιθυμήσας ἥττων τῆς ἐπιθυμίας τῆς τυραννίδος ἐγένετο· σὺ δὲ βασιλεῖ δοὺς ἑαυτόν, πρὶν ὁπλισθῆναι νενίκηκας. Ὅμηρος μὲν οὖν τὸν Ἀχιλλέως βίον μιμούμενος, νῦν μὲν λύραν ποιεῖ, νῦν δὲ μελίαν λαμβάνοντα· σὺ δὲ τοῖς λόγοις ἔργα καὶ πράξεις ἀνέμιξας. οὕτω Περικλῆς ἐδημαγώγησε, καὶ Θεμιστοκλῆς τοῦτον τὸν τρόπον ἐπολιτεύσατο· τὸ βῆμα εἶχε τὸν ῥήτορα καὶ τὸν στρατηγὸν ὁ πόλεμος· ἐπʼ ἐκκλησίας ὁ λόγος, κατὰ τῶν ἐχθρῶν τὰ τρόπαια. τοιοῦτόν τι καὶ τῆς Ἀλκιβιάδου φύσεως πέρι πυνθάνομαι. Ἀλκιβιάδης ἐπειδὴ πλήρης Λυκείου καὶ τῶν ἐν τῷ Λυκείῳ λόγων ἐγένετο, δεινὸς μὲν εἰπεῖν φανείς, κρατήσας δὲ πάντας τῷ θαύματι, ἀποπηδήσας Λυκείου, δίδωσιν ἑαυτὸν δημοσίᾳ τύχῃ καὶ πράξεσι· δοὺς δέ, ὅσον τοῖς λόγοις, τοσοῦτον τοῖς ὅπλοις ἐνίκησεν. εἶχε μὲν αὐτὸν Ἑλλήσποντος διττοῖς τροπαίοις ἀνάγραπτον· εἶχε δὲ βασιλεὺς ὁ μέγας καὶ Μακεδόνες καὶ Θρᾴκη καὶ πάντες ἄνθρωποι νῦν μὲν τοῖς ὅπλοις, νῦν δὲ τοῖς λόγοις πάντας ἐλέγχοντα. ταῦτά τοι καὶ μόνος στρατηγῶν Πυθικῆς ἠξιώθη τῆς ἀναρρήσεως. ἀλλʼ ἐπειδήπερ Ἀλκιβιάδης ἐν μέσῳ καὶ λόγοι καὶ Ἀθῆναι καὶ Λύκειον καὶ Ἀττικὸς σοφιστὴς καὶ μεστὰ τούτου τὰ θέατρα, φέρε καὶ τὸν ὁμόζυγα τὸν Ἀλκιβιάδου Νικίαν τῷ λόγῳ κοσμήσωμεν, στρατηγὸν ἀγαθὸν τῷ βίῳ παντὶ θαυμάζοντες· μᾶλλον δέ, εἰ φίλον, καὶ πᾶν ὑμῖν ἐρῶ τὸ περὶ αὐτοῦ διήγημα. ὅτε ἡ πόλις ἡ τῶν Ἀθηναίων ἤκμαζε, κειμένων μὲν Λακεδαιμονίων ἐν Πύλῳ, τοῦ δήμου δὲ πάντα βραβεύοντος, τότε Ἀλκιβιάδης καὶ Νικίας τὴν στρατηγίαν διενείμαντο, φιλοτιμούμενοι μὲν πρὸς ἀλλήλους, εἴκοντες δέ, ἔνθα τὸ εἶξαι κέρδος τῆς πόλεως. τοιαύτης δὴ συζυγίας δημαγωγούσης τὰ σύμπαντα, εὐδαιμονίας ἡ πόλις πεπλήρωτο· βουλὴ μετὰ τῶν νόμων συνήδρευεν, εὐετηρία κατʼ ἀγοράν, ἱεραὶ πομπαί, τελεταὶ θεῶν, κακία φρούδη, θεσμὸς πανταχοῦ νόμου καὶ λόγου πηδάλιον· ἔλεγεν Ἀλκιβιάδης, Νικίας νόμους συνέγραφεν· ὁ μὲν ἐστρατήγει τῆς πόλεως εἴσω, ὁ δὲ περιέπλει περὶ Πελοπόννησον. ὀξὺς Ἀλκιβιάδης συνεῖναι, δεινὸς Νικίας ἐπισφραγίσαι νόμῳ τὰ δόξαντα· κοινὴ στρατηγία, κοινὰ πηδάλια, ὥσπερ ὅταν ἐκ μιᾶς πηγῆς δύο ποταμοὶ βλαστάνοντες σχίζωνται μὲν τῷ ῥείθρῳ, τῷ δὲ τῆς φύσεως κάλλει συνάπτωνται. ἀλλὰ γὰρ ἐγὼ μὲν κἂν εἰς ἐνιαυτὸν βουλοίμην παρʼ ὑμῖν μένειν καὶ ἀεὶ λόγους ἐργάζεσθαι. εἰ γάρ τις ἢ μακάρων νήσους, ἢ Αἰθιόπων λειμῶνα πάμφορον, ἢ Ἀμαλθείας κέρας ζητεῖ, πᾶσιν ἂν ἡ πόλις τὴν ἐπιθυμίαν πληρώσειε. διὸ καὶ Ὀδυσσεῖ συγγνώμην ἔχω καὶ δίδωμι, ὅτι μακρότερον τὸν παρʼ Ἀλκινόῳ λόγον εἰργάζετο, τῇ πλείονι διατριβῇ τὸν ἐκεῖ πόθον δρεπόμενος. καίτοι πόσον ὁ παρʼ ὑμῖν Ἀλκίνους τοῦ παρʼ Ὁμήρῳ σεμνότερος—τὸν ὁμώνυμον λέγω—. τοιαύτης δὲ ὑπαρχούσης τῆς πόλεως, ἄνδρα τὰ Ἑλλήνων πηδάλια σὺν σειρῆνι γλυκείᾳ νωμήσαντα καθαρῶς τίς οὐκ ἐπαινέσει; ἀεὶ γάρ τις ἐπικαθίζει πειθὼ τοῖς χείλεσι. τίς μὲν εἰς φιλίαν θερμότερος; τίς δὲ πρὸς πᾶσαν τύχην εὐάρμοστος, καὶ μέγας μέν, ὅταν ἐξ οὐρίων ἡ τύχη φέρεται, ὑψηλὸς δὲ οὐ μεῖον, κἂν ἐνδέῃ πάλιν τὸ πνεῦμα. ἀλλὰ γὰρ ἠχώ τις ἁρμάτων προσβαλεῖν ἔοικεν· ἵππων ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει· καί μοι δοκῶ βασιλέως ἀκούειν λέγοντος· νόστου δὴ μνῆσαι μεγαθύμου, φαίδιμʼ Ὀδυσσεῦ. διόπερ τήνδε μὲν τὴν φιλοτησίαν ὡς ὀλίγα φέρουσαν τὰ νῦν δέξασθε· εἰ δὲ θεοί ποτε δοῖεν ἐπάνοδον, ὥσπερ νῦν πρὸ βασιλέως τὴν πόλιν, οὕτω πάλιν καὶ μετὰ βασιλέα προσφθέγξομαι.