Προτρεπτικὸς εἰς τοὺς προσελθόντας ἑταίρους.
ἡμετέραν τὴν τελετὴν κατοπτεύοντας. ποῦ ποτε οὖν ταῖς Μούσαις οὗτοι ἐτελέσθησαν; τί οὖν ἀναπεπταμένα ... οὐκοῦν παράγωμεν ἤδη τοὺς μύστας, οὐκοῦν πῦρ αὐτοῖς τὸ μυστικὸν ἀναφαίνωμεν. πρὶν δὲ ... θέλω μέλος ᾆσαι προνόμιον· ἔστω δὲ τὸ μέλος εἰκὼν ἱερά, τὴν πατρίδα ἑρμηνεύουσα τῶν νέων ... ἐν Ἀθήναις ὀψὲ Λύκειον καὶ τὰς διατριβὰς τὰς μετὰ Σωκράτους ἀνευρίσκονται. ὡς δὲ τῇδε κἀκεῖσε ... πράττοντες ἄγευστοι λόγων ἀληθινῶν καὶ φιλοσοφίας ἐτύγχανον· ἐπεὶ δὲ τύχῃ τινὶ καθάπερ ...ῶς τὴν Σωκράτους φιλοσοφίαν προσβλέψειαν, πάντα ἤδη τὰ λοιπὰ ῥίψαντες, καθάπερ ... γλώττης ἐξήττηντο. ἦν οὖν ἰδεῖν καθάπερ ἐπὶ σκηνῆς, ὅταν οἱ μηχανοποιοὶ τὰ ...τάττωσιν, οὕτως κἀκείνους μετὰ τὴν συνουσίαν Σωκράτους καὶ βίῳ καὶ λόγῳ καὶ πᾶσιν ἁπλῶς εἰς ... ὁ θυμοειδὴς τὴν ψυχήν, λόγῳ κεράσας τὸ πάθος, ἀνδρεῖος ἤκουσεν· ὁ τὸν βίον ἁβρός, μέτρον ἐπιθεὶς τῇ φύσει τὴν σωφροσύνην ἐλάμβανε, καὶ τὴν ἀχλὺν τῆς ψυχῆς ἀφελὼν ἑτέραν σοφίαν εἴληφε, καὶ τιμᾶν οἶκον καὶ θεοὺς σέβειν δι...ς· τίς γὰρ ἂν κατὰ κυνὸς εὐορκεῖν καὶ πλατάνου μαθών, εἶτα οὐ πολλῷ πλεῖον εὐλαβέστερος εἰς θεῶν ὅρκους ἐγένετο; ὁ δὲ Ἀλκιβιάδης ἐκ τῶν σοφιστῶν μεταταξάμενος πάντα τροπαίων ἐπλήρωσεν. ἐνταῦθα ... ερωτας ἐρᾶν δικαίως ἐμάνθανε καὶ Φιλόλαον, ὅστις ἦν ἐραστὴς γνήσιος ἐν τοῖς Σωκράτους λόγοις ...σίας μόνον τὰ θέατρα, ἀλλὰ αὐτῷ καὶ παλαίστραι καὶ στενωποὶ καὶ συμπόσια ...γματα, οὐδεὶς δὲ τρόπος τὰ μετέωρα περιεργάζεσθαι, καθάπερ παρὰ τοῖς ἄλλοις ...ναι τὴν μουσικὴν ἐπὶ πᾶσαν ὀργάνου φύσιν τὴν ἑαυτῶν τέχνην μερίζοντες προσφόρῳ τῆς ψυχῆς μέρει τῶν ἀκροωμένων ἕκαστον ἄγουσιν· οὕτω κἀκεῖνος πολύμορφόν τινα λόγων ἰδ... ἀκοὴν ἑκάστην ἐθήρευσε.
Τοιοῦτόν τινα τάχα καὶ τὸν Ὀρφέα γενέσθαι σοφιστὴν ὁ μῦθος αἰνίττεται ... αὐτῷ ἀφʼ ὅλης οἶμαι τῆς φύσεως καθίζει τῆς λύρας θέατρον, τὸ πολύτροπον καὶ πολυειδὲς ... τῶν ἀκροωμένων πιστούμενος. ἀλλὰ καὶ τὸν Ὀδυσσέα θαυμάζων Ὅμηρος· ἄνδρα μοι ἔννεπε, Μοῦσα πολύτροπον· τὰ πολλὰ τῆς Ὀδυσσέως τέχνης ἑνὶ δεδήλωται ῥήματι· αὐχμὸν γὰρ προβάλλει τὸ μονοειδὲς πασ... νόμοις τῆς φύσεως. μερίζουσι μὲν γὰρ εἰς ποικίλας ὥρας ἐκεῖνοι τὸν χρόνον, μερίζουσι δὲ οὐρανῶν ... κίνησιν· καὶ ψυχὴ δὲ τριχῶς, ὡς λόγος, ἐκείνοις σχίζεται, καὶ τὸ πᾶν τοῦτο, ποικίλων στοιχείων ... ἐν οὐρανῷ τοῦδε τοῦ παντὸς ἡνίοχος, ὃν εἴτε Ἀπόλλωνα, εἴτε Ἥλιον σοφῶν ἡγεμόνες θεσπίζονται ... εἴδεσι χαίρει ταῖς τῶν ἀνθρώπων χορείαις φαινόμενος· ἂν μουσικὴν ποθῇς τινα λύραν, ἐγγὺς ἠχου... πάθος, πλησίον ὁ Παιάν· ἂν κάμνῃ προφήτης, οὐ κάμνει μέλος πεμπόμενον· ἂν αἰθέριον πυρσὸν ... τοῖς ἅπασι χαρίζεται. Κιμμέριοι δέ, δῆμος κατηφὴς καὶ ἀνήλιος, νυκτὶ συζῶντες τάχα καὶ μισοῦσι ὃν οὔποτε εἶδον ἥλιον. ἡδὺς δὲ καὶ λειμὼν παντοίοις βρύων τοῖς ἄνθεσι, καὶ ὅρμος ἐκεῖνος τίμιος, ὃν συνελθὸν κάλλος ... τί δὲ καὶ ταὼς ὑπὲρ τοὺς ἄλλους ὄρνιθας θαυμάζεται, ἢ ὅτι ποικίλην ἀνθέων βαφὴν τῇ ὠ... καὶ ἡ Σύβαρις ἐν λόγοις, ὅτι ποικίλη κατὰ τὴν τράπεζαν. ἀμείβει τὴν φύσιν εἰς πολλὰς ἰδέας καὶ θάλασσα· πορφύρει μὲν ὅταν εἰς γαλήνην στορέσῃ τὰ κύματα, ζοφῶδες δὲ ἔχει τὸ πρόσωπον, ὅταν ἀγριαίνῃ ταρασσομένη τοῖς πνεύμασι· καὶ νῦν μὲν ἀφρῷ λευκῷ ... πορφύρεται. τὰ δὲ Ἀλκινόου βασίλεια καὶ τοὺς Φαιακίους κήπους οὐ διὰ τοῦτο θαυμάζομεν, ὅτι πανδοκεῖα ... Ὁμήρου διὰ μιᾶς ὥρας τὰ πασῶν ἔχειν χαρίζεται ποικίλοις ἀγαθοῖς καὶ τὸ τῆς Ἀμαλθείας κέρας ...νουσι τάχα που κἀκεῖνα λόγων εἰκόνα τετίμηται. τί γὰρ ἂν κάλλιον λόγων τοῖς ἀνθρώποις ἡ τύχη δέδωκε; ... Σωκράτους φωνή, τοῦτο Ὁμήρου ποιητική, τοῦτο Πυθαγόρου μουσική, τοῦτο Ἡροδότου συγγραφή, τοῦτο ἑλ... ὀργάνων φύσεις αἱ Μοῦσαι πανταχόθεν κομίσασαι τὴν πάντων ἠχὼ τῆς νάπης λύραν εἰργάσαντο ἐ... διὰ Σωκράτους τὴν τελετὴν ἐμιμήσαντο. ἡμῖν δὲ ὥρα τὸν πυρσὸν ἀνάπτειν, ὡς εἴρηται.