eul_wid: uxm-aa

Διηγήσεις καὶ Ἠθοποιΐαι
Narratives and Ethopoeiae

Severus of Antioch Narratives and Ethopoeiae PDF

Di t ΣΕΥΗΡΟΥ ΔΙΗΓΗΜΑΤΑ Διήγημα τὸ κατὰ τὸ ἴον.
Di 1 (t) Ἴον τὸ ἄνθος, ἐξ ἧς ὀνομάζεται γέγονεν· ἤρα μὲν γὰρ ὁ Ζεὺς τῆς Ἰοῦς· ἐρῶν δὲ ἐπλησίαζε· καὶ συνὼν λαθεῖν ἐπετρᾶτο τὴν Ἥραν· καὶ τὸν ἔλεγχον μεταβολὴν ἐποιεῖτο τῆς φύσεως· καὶ τὸ γεγονὸς ὑποκλέψαι δοκῶν, εἰς βοῦν μεταβάλλει τὴν ἄνθρωπον· τιμῶσα δὲ ἡ γῆ τὴν τοῦ Διὸς ἐρωμένην, ἄνθος ἀνῆκε τῇ βοῒ νέμεσθαι· καὶ γεγονὸς δι’ αὐτὴν, ἐξ’ αὐτῆς ὀνομάζεται. Καὶ δηλοῖ τῆς κόρης τὰς τύχας τοῖς χρώμασιν· ἐρυθραίνεται μὲν γὰρ οἷα παρθένος· πορφύρεται δὲ οἷα βοῦς· καὶ λευκαίνεται δηλοῦν τὴν ἐν ἄνθεσι τῆς κόρης μεταβολήν· ὅσα τε βλαστήματα φαίνεται, γέγονε γηγενῆ. Τὸ κατὰ τὸν Ὑάκινθον.
Di 2 (t) Ἤνεγκεν ὁ χρόνος Ὑάκινθον· ἐν νέοις τὸ πρὶν, ἐν ἄνθεσιν ὕστερον· μειράκιον γὰρ ἦν Ἀμύκλειον πρότερον· ὥρᾳ σώματος ἐραστὴν ἐργαζόμενον τὸν Ἀπόλλωνά τε καὶ ζέφυρον· ἑκατέρου δὲ προσαγομένου τῷ νέῳ πρὸς Ἀπόλλωνα τρέπεται· καὶ χαλεπήνας ἐπὶ τούτοις ὁ ζέφυρος, φυλάττει τὸν νέον δισκεύοντα· καὶ ἀντιπνεύσας τῇ πνοῇ βιαιότερον, τὴν αὐτοῦ βολὴν εἰς αὐτὸν μετεστήσατο, τὸν αὐτὸν βάλλοντα δεικνὺς καὶ βαλλόμενον· γῆ δὲ ἐλθοῦσα τὸ πάθος ἀνῆκεν ὁμώνυμον· τὴν μνήμην τοῦ νέου φυλάττουσα. Τὸ κατὰ Νάρκισσον.
Di 3 (t) Παραλόγου πάθους ὁ λόγος ὑπῆρξε παραλογώτερος· Νάρκισσος γὰρ ἦν ἐρῶν οἴκοθεν καὶ φθειρόμενος οἴκοθεν· ὥρᾳ μὲν γὰρ διέφερε σώματος· ὅθεν δὲ τὴν ὥραν καὶ τὸν πόνον ἐκτήσατο· καταλαμβάνει γὰρ πηγὴν ὁ πιόμενος· θεατὴς δὲ τῆς οἰκείας μορφῆς καταστὰς, ἐραστὴς ὁ αὐτὸς καὶ θεατὴς κατεφαίνετο· ἤρα δὲ, ὅθεν αὐτὸς ἐξ αὐτοῦ καταφθείρεται· ἐρώμενος ἦν ἐραστὴν οὐ κτησάμενος· ἀλλ’ ἐπὶ πηγὴν ἑαυτὸν ἐπαφεὶς, ἔστεργε μὲν τὴν σκιὰν ὡς ἐρώμενος· ἑαυτοῦ δὲ λαβόμενος, ἑαυτὸν ἐναφῆκε τοῖς ὕδασι· καὶ παραψυχὴν τοῦ πάθους ζητῶν βίου στέρησιν εὕρατο, τοσοῦτον τῆς τελευτῆς ὀνησάμενος, ὅσον εἰς τέλος μεταπεσεῖν· καὶ δηλοῖ τὴν μνήμην ὁμωνύμῳ βλαστήματι. Διήγημα τὸ κατὰ τὸν Ἀρίωνα.
Di 4 (t) Ἀρίων ὁ Μηθυμναῖος πρὸς κιθάρας ἠσκεῖτο τέχνην· Περιάνδρῳ δὲ τυράννῳ συνὼν, εἰς Ἰταλίαν ἀπέπλει· ὁρμώμενος δὲ ἐκ Τάραντος, νεὼς μὲν Κορινθίας ἐπέβη· παρὰ δὲ τῶν συμπλεόντων ἐπιβουλὴν ὑφιστάμενος ἀνεβάλλετό τι τῆς μουσικῆς· καὶ δελφὶν τῷ μέλει κατακηλούμενος παρασκιρτᾷ τῇ νηΐ· καὶ κατὰ τοῦ πελάγους ἐκριφθέντα τὸν Ἀρίωνα φέρων ἐπὶ τῶν ὤμων ἐξέσωσε· καὶ νῦν παρὰ τὸν Ταίναρον Ἀρίων ἕστηκεν ἐπὶ χαλκοῦ δελφῖνος σχήματος, τῆς πάλαι τύχης σώζων ὑπόμνημα. Τὸ κατὰ τὸν Ἴκαρον.
Di 5 (t) Δαιδάλου γέγονεν Ἴκαρος· καὶ τὴν τέχνην τοῦ φύσαντος εἰς ἐπιθυμίαν ἔσχε παράλογον· πτερωτὸς γὰρ ἐπεθύμησεν αἴρεσθαι· καὶ προσελθὼν τῷ πατρὶ τὴν τέχνην τοῦ πτηνοῦ κέκληκε σύμμαχον· ὁ δὲ τήξας κηρὸν πτερὰ τοῖς ὤμοις προσεπέλασε· καὶ τέχνῃ πιστεύσας ὁ παῖς εἰς ὕψος αἴρεται· καὶ κατέστη μετέωρος· καὶ πρὸς τὸ πέλαγος πεσὼν ἀπώλετο τὸν κηρὸν ἡλίου διατήξαντος· κἀντεῦθεν ὄνομα τῇ θαλάσσῃ γεγένηται, διόπερ Ἰκάριον προσαγορεύεται πέλαγος. Τὸ κατὰ τὸν Ὦτον καὶ Ἐφιάλτην.
Di 6 (t) Ὦτος καὶ Ἐφιάλτης Ἀλωέος προῆλθον ἴσα καὶ φρονήματα καὶ μέτρον ἓν σώματος ἔχοντες· μεγέθει γὰρ διαφέροντες σώματος, βατὸν ἑαυτοῖς τὸν οὐρανὸν κατεσκεύαζον· καὶ ὄρος ἐπ’ ὄρει θέντες ἀνῄεσαν· χαλεπήνας δὲ ἐπὶ τούτοις ὁ Ζεὺς ἑνὶ κεραυνῷ τὴν ἐπιχείρησιν ἔπαυσε· δακρύουσα δὲ τὸ πάθος ἡ ἀδελφὴ δένδρου φύσιν ἠλλάξατο· καὶ μεταβαλοῦσα τὴν φύσιν, τὸ μέγεθος οἵα γέγονεν, ἔμεινεν· ὅθεν ἡ ποίησις οὐρανομήκη τὴν ἐλάτην προσήγαγεν. — ΗΘΟΠΟΙΙΑΙ Τίνας ἂν εἴποι λόγους Αἰσχίνης, εὑρὼν παρὰ Δημοσθένει εἰκόνα Φιλίππου.
Eth 1 (1t) Εὖγε τῆς δίκης, οὐκ ἐώσης διὰ παντὸς λανθάνειν τρόπον πονηρευόμενον· κηρὸς τὴν προδοσίαν, οὐ κατήγορος ἤλεγξεν. εὕρηται Δημοσθένης καινότερον τιμῶν τοὺς ἐχθροὺς, οὐ μόνον φαινομένους τοῖς σώμασιν, ἀλλὰ καὶ γραφομένους τοῖς χρώμασι. μόνος ἐδόκει φιλόπολις ὁ παρ’ ἡμῖν εἰσαγαγὼν τὸν πολέμιον, μόνος ὠνομάζετο μισοφίλιππος, ὁ σύνοικον ἑαυτῷ ποιησάμενος Φίλιππον· ὢ προδοσίας ὑπερβολῆς, κηρῷ θεραπεύει τὸν ἔρωτα, καὶ θεώμενος χαίρει τὸν οὐ φαινόμενον· προσφθέγγεται τὸν οὐκ εἰδότα πυνθάνεσθαι, θεραπεύειν ἐθέλει καὶ οὐκ αἰσθανόμενον Φίλιππον· προσκυνεῖ τὸν ἐχθρὸν ἐν μόνῃ σκιᾷ σχηματιζόμενος τὴν ἀλήθειαν· τί οὖν ἄρα συμφωνεῖ τούτῳ τῇ διανοίᾳ τὰ ῥήματα; πολλοῦ γε καὶ δεῖ. ὁπότε ἦν ἐκκλησίας καιρὸς, Δημοσθένης ἐν μέσῳ πολέμιον καὶ ἅπασι θεοῖς ἐχθρὸν ὀνομάζων τὸν Φίλιππον, ἅπαντας μᾶλλον ἐχθροὺς ὑπειληφὼς διὰ τὸν Φίλιππον, εὐπρεπεῖ λοιδορήματι γνώμης ὑποκλέπτων τὰ πονηρεύματα, καὶ βεβιασμένῃ γλώττῃ κατηγορῶν, ἐνίοτε δὲ προσκυνῶν καὶ τὸ εἴδωλον, ἔγραψεν οἴκαδε Φίλιππον. καὶ προδοσίας Αἰσχίνης ἐκρίνετο, καὶ Δημοσθένης ἐθαυμάζετο. Τίνας ἂν εἴποι λόγους Αἰσχίνης ἐν τῇ φυγῇ Δημοσθένους διδόντος αὐτῷ ἐφόδιον.
Eth 2 (1t) Μετὰ πάθος Δημόσθενες ἐλεεῖν οἶδας τοὺς δυστυχήσοντας· μετὰ πάθος σπένδῃ πρὸς τὸν πολέμιον, οἰκτείρῃ φυγὴν ἧς γέγονας αἴτιος· κατὰ φίλον πράττεις ὁ τὰ δυσμενῶν ἐνδειξάμενος. τί μὴ ταῦτα παρὰ τὸ δικαστήριον ἔπραττες, ἔνθα περί τε τοῦ βίου ψῆφος καὶ πατρίδος ἐφέρετο; τί μὴ κατὰ βραχὺ τῆς κατηγορίας τὴν συντονίαν ἐχαύνωσας; ἀλλ’ οὐδ’ ὅσον τῆς ποικιλίας ἀφῆκας τὸν λόγον, μᾶλλον δὲ οὐδ’ εἰς ἅπαξ λέγων παρέτρεχες, ἀλλ’ αὔξων τὸ δεινὸν, καὶ ἐπολυπλασίαζες τῇ πυκνότητι, καινοῖς ἐπάγων νεώτερα, καὶ τὸ πάλαι ῥηθὲν τῷ κατασκευάζειν πολλάκις ἀνανεούμενος. τί μοι δῶρον προτείνεις ὀλίγον, ὅλης τῆς πατρίδος ἐξωθησάμενος; τίνα ξένια δίδως, ξένον καταστήσας τῶν οἴκαδε; δακρύεις ἀρτίως ὁ μὴ συγχωρῶν ἐλεεῖσθαι τὰ δάκρυα· παῖδας οἰκτείρεις οὓς ἀπωθήσω τοῦ βήματος· ἐλεεῖς διωκόμενον, ὃν οὐκ ἀφῆκας πολιτευόμενον. ἀλλ’ ὡς ἔοικε νῦν δοκεῖς ἡμέτερος, ἡνίκα θαῤῥεῖς, ὡς κἂν ὁπωσοῦν συμπράξῃς, ἔτι σώζειν οὐκ ἔνεστι. τί οὖν τηνάλλως ὀδύρομαι, τῆς συμφορᾶς ἐμαυτῷ γενόμενος αἴτιος, κινήσας ἐχθρὸν, ὃς καὶ θαυμαζόμενος, ὡς εἰπεῖν, αἰτιᾶται τὸν ἐπαινέσαντα; Ποίους ἂν λόγους εἶπεν Ἡρακλῆς, τοῦ Περικλυμένου μεταβαλόντος παρὰ τὴν μάχην, καὶ τὴν οἰκείαν ἀρνουμένου μορφήν.
Eth 3 (1t) Ἡττημένη τοῖς πρώην ἡ τύχη, καθ’ ἕνα τῶν ἀγώνων προσφέρουσα, νῦν τι καινότερον ἐτεχνάσατο καθ’ ἡμῶν, εἰς ἕνα πάντας συναγαγοῦσα κινδύνους, καὶ τούτους ἀφανῶς ἐπιφέρουσα. δέδωκεν ἡμῖν ἀνταγωνιστὴν Περικλύμενον, οὐκ εἰδότα μένειν ὅπερ γεγένηται· τεθέαμαι πρότερον ἄνθρωπον, καὶ πρὶν εἰπεῖν ἀγωνίζεσθαι, τὴν φύσιν μετέβαλε, καὶ μεταβεβλημένος μένειν πάλιν ὁ αὐτὸς οὐκ ἀνέχεται. νῦν μὲν γὰρ, ὥσπερ ἐκ μηχανῆς τινος, ἀναφαίνεται λέων, εἶτα δείκνυται πάρδαλις, καὶ μετ’ ὀλίγον φυτόν· καὶ πᾶσαν ἁπλῶς σχηματίζεται φύσιν, ἑτέραν ἐφ’ ἑτέρας εὐκόλως ὑποκρινόμενος· θαυματοποιὸς δὲ οὗτός ἐστιν ὁ πολέμιος· μεῖνον ὅπερ γεγένησαι, καὶ οὐ μένεις ἔτι μεταβαλόμενος· μεταθεῖναι γὰρ τὸν βίον, οὐ τὴν θέειν παρασκευάσομεν. νῦν δὲ παντοδαπῆς φύσεως εὐπορῶν, ἀπορεῖν πρὸς τὸν ἀγῶνα παρέχεις ἡμῖν· εἷς ὢν καὶ πρὸς πολλὰ διαιρούμενος, καὶ μὴ φαινόμενος ὃ μετείληχας, συγχεῖς μετὰ τῶν ὀφθαλμῶν τὴν πρὸς τὸν ἀγῶνα παράταξιν, μεταβαλεῖν γὰρ καὶ τὴν μάχην ἀνάγκη πρὸς τὸ φαινόμενον· ἀριθμεῖν ὡς εἰκὸς τὰς μεταβολὰς, οὐκ ἀγωνίζεσθαι δέον· οὐ ταῦτα παρὰ τοὺς πρώην ὑπῆρχεν ἀγῶνας. ἆθλοί μοι πρῶτοι γεγένηνται δράκοντες, καὶ τούτους ἀνεῖλον ἔτι μειράκιον γεγονώς· ἐγκατασκήψαντα περὶ τὴν Ἑλλάδα διέφθειρα λεόντα, καὶ οἷς εἷλον ὁπλίζομαι· ὕδρα μετ’ ἐκεῖνον διέφθαρται, πλουτοῦσα ταῖς κεφαλαῖς, καὶ ταῦτα μετροῦσα τῷ φόνῳ. συνήφθην εἰς μάχην τοῖς κάτω θεοῖς· καὶ νῦν μὲν τοὺς τεθνηκότας ἀναβιοῦν παρεσκεύαζον· νῦν δὲ τοῦ φυλάττοντος ἀπεστέρησα, συλήσας τὸν Κέρβερον. ὄρνεις ἀνεῖλον φαρέτρας βελῶν κεκτημένας τὰς πτέρυγας. Ἥραν ἐναντιουμένην εἶχον σὺν Εὐρυσθεῖ, καὶ πρὸς ἄθλους, μᾶλλον δὲ πρὸς θάνατον, κατά γε ἐκείνους, ἀποστελλόμενος, ἐπανῄειν σύμβολον νίκης ἔχων, οὐ τελευτῆς· ἠλευθέρωται δι’ ἡμῶν τῶν λυμαινομένων ἡ γῆ· καὶ τόπος οὐδεὶς τῶν ἐμῶν ἀμάρτυρος πόνων καθέστηκε· νῦν δέ μοι τὰ τῆς ἀγωνίας γέγονεν ἄπορα, μήτε λήγειν τῆς μάχης, μήτε μάχεσθαι παρεχομένης τῆς τύχης. ἀπιστεῖ τοῖς ὀφθαλμοῖς ἡ διάνοια, καὶ μόλις ἐξαρκέσω θεώμενος, ἅπερ ὁρᾷν δίδωσιν οὗτος τρεπόμενος· καὶ μόνον ἐκπληττόμενος, οὐ μαχόμενος ἕστηκα, πρὸς ὅ τι μεταβληθήσεται λογιζόμενος· ἀλλὰ τί ταῦτα; πρὸς συμμαχίαν καλέσω τὴν Ἀθηνᾶν. δείξει γὰρ ἡμῖν τὸν πολέμιον· καὶ μάχης οὐ δεήσει πρὸς τὴν ἀναίρεσιν. Τίνας ἂν εἶπε λόγους Μενέλαος, τοῦ Ἀλεξάνδρου τὴν Ἑλένην ἁρπάσαντος.
Eth 4 (1t) Οἴμοι τῶν συμφορῶν. ἠτυχήσαμεν εὐσεβήσαντες, καὶ ξένον ἀποδεξάμενοι ξένοι τῶν οἰκείων γεγόναμεν. βαρβαρικὸν μετὰ πάθος τρόπον μεμάθηκα, ὡς εὖ πάσχοντες τοὺς εὖ ποιοῦντας ἀμύνονται, συμφορὰς μᾶλλον αὐτοῖς ἀποδιδόντες, ἢ χάριτας. Ἀλέξανδρος ἧκε πεπλανημένος· ἠλέουν τοῦτον ὡς ξένον, τὸ πόῤῥω τῆς πατρίδος εἶναί τινα μεγίστην συμφορὰν λογιζόμενος, ἔνδον ἐν τοῖς οἴκοις ἐλάμβανον, ἐπικουφίζειν ἐθέλων τοῦ δυστυχήματος. ὁ δὲ, ὥσπερ τοὐναντίον παρ’ ἡμῶν ἀδικούμενος, μισθὸν τῆς φιλοξενίας ἀποδέδωκε δάκρυα. κενὰ μὲν γὰρ χρημάτων τὰ οἴκαδε· χηρεύειν τῆς συνοίκου τὸν εὐεργετήσοντα παρεσκεύασε· καὶ ὡς ἔοικεν μνηστὴρ ὑπῆρχεν ὁ ξένος ὁ βάρβαρος, κἀγὼ τῇ συνοίκῳ μοιχὸν ἔτρεφον ἀγνοούμενον. οὐχ ἡμᾶς μόνον ἠδίκησας, ἄνθρωπε, πάντας δὲ μᾶλλον, ὅσοι τῆς αὐτῆς πατρίδος στερήσονται· τίς γὰρ μεθ’ ἡμᾶς ὑποδέξεται ξένον, τίς ἐλεεῖν δυστυχοῦντας ἀνέξεται, πρόδηλον ἔχων ἐκ τῆς εὐσεβείας τὸν κίνδυνον; τίς οἰκτείρειν ἐθελήσει πενόμενον, ἵνα πένης αὐτὸς παρ’ ἐκείνου γενήσεται; τί οὖν; στρατεύειν κατ’ ἐκείνου καιρὸς, καὶ ἢ τοῖς ἐμοῖς συναπόλλυσθαι, ἢ τιμωρεῖσθαι τὸν ἀδικήσοντα. Τίνας ἂν εἴποι λόγους Βρισηῒς ἀπαγομένη ὑπὸ τῶν κηρύκων.
Eth 5 (1t) Μετὰ πατρίδος ἀπώλειαν, μετὰ βασιλέως ἀναίρεσιν, μετὰ τοσοῦτον δυστυχημάτων κατάλογον, ἐκ δευτέρου πάλιν αἰχμάλωτος γίνομαι. Ἕλληνες καθ’ ἡμῶν ἐστρατεύοντο, καὶ γέγονα δορυάλωτος, Ἕλληνες καθ’ Ἑλλήνων γεγόνασι, καὶ πρὸς δουλείαν ἀπάγομαι· καὶ εἰ μὴ μόνος, ὡς ἔοικεν, ἐλευθερώσει με θάνατος, βίος δουλεύων οὐ παύσεται. Τίνας ἂν εἴποι λόγους Ἕκτωρ ἐν Ἅιδου ἀκούσας τὸν Πρίαμον συγγεύσασθαι Ἀχιλλεῖ.
Eth 6 (1t) Μόνον παίδων παρόντων πατὴρ ὑπῆρχεν ὁ Πρίαμος, μόνον τοὺς παῖδας ἀληθῶς ὁρωμένους ἠσπάζετο· ἐν βίῳ πατὴρ, καὶ μετὰ βίον ἐστὶ πολέμιος. φονεὺς ἡμέτερος ὁ πατὴρ μᾶλλόν ἐστι τοῦ τῆς Θέτιδος· ἐχθρὸς ὁ τεκὼν ὑπὲρ τὸν ἀνελόντα γεγένηται· τῷ μὲν γὰρ τὸ ἀντίπαλόν ἐστιν εὐαπολόγητον, ὁ δὲ προαγαγὼν πρὸς τὸν ἀντίπαλον σπένδεται. καὶ οὔπω τοῦτο δεινὸν, καίπερ ὑπάρχον δεινόν. ἀλλ’ ἤδη καὶ γέγονεν ὁμοτράπεζος, συνευωχεῖται πανηγυρίζοντι, καὶ κατὰ τοῦ παιδὸς ἄγοντι νικητήρια, οὗ τί ἂν γένοιτο μιαρώτερον, ἢ μᾶλλον εἰπεῖν ἀγριώτερον; οὐδὲ Πηλεὺς ὡς εἰπεῖν εὐθὺς μιαιφονοῦντι τῷ παιδὶ συνήσθιε· Πρίαμε οὐκ οἶσθα πατὴρ γενόμενος· ἢ μέχρι τοῦ τεκεῖν ὑπάρχειν ἐνόμιζες· κρεῖττον ἦν περιόντος περιορᾷν, ἢ πεπτωκότος ἐπιλανθάνεσθαι. ἅπτῃ χειρὸς συνεσθίων, ὦ Πρίαμε, δι’ ἧς ἀπώλετό σοι τὰ τιμιώτατα. οὐχ ὁρᾷς φόνῳ τοῦ σοῦ παιδὸς ᾑματωμένην τούτου τὴν δεξιὰν, καὶ ὡς εἰπεῖν ἔτι κατὰ τῆς τραπέζης ἀποστάζουσαν; ἀλλ’ ὡς ἔοικε νόμον ἀγαπᾷς, οὐκ ἀνθρώπινον, λήθῃ παραδιδοὺς μετὰ θάνατον τὰ ποθούμενα. Τίνας ἂν εἶπε λόγους ἀκούσας ἐν Ἅιδου ὁ Ἀχιλλεὺς τὸν Πύῤῥον πορθήσαντα τὴν Τροίαν.
Eth 7 (1t) Εὖ γε τῆς φύσεως, οὐ γὰρ ἤμβλυνε Πύῤῥος τοῦ τεκόντος τὴν εὔκλειαν, μᾶλλον δὲ καὶ ταύτην παρέδραμε, καὶ τὴν ἐμὴν γονὴν διὰ τῶν πράξεων ἐπεσφράγισεν. ἠρνήσατο δὲ τάχα, παῖδα τοῖς ἔργοις ἀποδείξας τὸν φύσαντα. ἐμαχόμην καλῶς, καὶ βαρβάρων πλῆθος ἀπώλεσα, μετέβαλλον Ξάνθου τὰ ῥεύματα, καὶ διὰ τῶν φόνων ἐρυθρὸν παρεσκεύαζον. δραπέτας τοὺς ἐχθροὺς ἐποίουν ἑκάστοτε, καὶ τοῖς τείχεσιν ἐναπέκλειον· ἀλλ’ ἕως τούτων ὑπῆρχεν ἡ δύναμις, μετὰ γὰρ τὸ τεῖχος ἡσύχαζον, καὶ περαιτέρω τι πράττειν οὐκ ἴσχυον. ὁ δέ γε παῖς ὁ ἐμὸς καὶ τειχῶν κατεφρόνησε, καὶ τὴν πόλιν ἔχειν εἰς τρόπαιον. ἀνῃρέθην μὲν ὑπ’ ἐχθρῶν, καὶ πάλιν τοὺς ἐχθροὺς διὰ τοῦ παιδὸς ἀνῃρήκαμεν. οὐκ ἔτι, Πύῤῥε, δακρύω τὸν θάνατον, ἔκδικόν σε, τὸν αὐτὸν καὶ παῖδα κτησάμενος. εἰ γὰρ καὶ παρὰ τὸν Ἅιδην ἐγεγόνειν ἐγὼ, ἀλλὰ καὶ παρά σοι μετὰ τῶν βαρβάρων τὸ Ἴλιον. Τίνας ἂν εἶπε λόγους ζωγράφος γράψας κόρην, καὶ ἐρασθεὶς αὐτῆς.
Eth 8 (1t) Οὐδὲν ἄρα κάλλους ἐστὶ δυνατώτερον, εἴγε καὶ διὰ χρωμάτων θηρᾷν ἐπίσταται, καὶ τοῖς ἀψύχοις ἁλίσκεσθαι παρασκευάζει τὰ ἔμψυχα. συνῆλθε πεποικιλμένῳ κηρῷ καὶ τὸν εἰργασμένον ἐρᾷν κατηνάγκασεν· ὢ τέχνης προελθούσης κατὰ τοῦ κτησαμένου. ὢ δεξιᾶς ἀδικούσης μετὰ τῶν ὀφθαλμῶν τὴν διάνοιαν. τεχνίτης καλεῖσθαι βουλόμενος ἀγαθὸς, ἐραστὴς νῦν ἀτυχὴς ὀνομάζομαι. ἔγραψα πολλάκις ἐρώντων ὑπόθεσιν, καὶ διετύπουν χρώμασι τὰ τούτων μυστήρια. ἐποίουν ἔρωτος τινὰ τετρωμένον τῷ βέλει, μὴ παρούσης πληγῆς· ἐξήπτετο πάλιν ἐκ λαμπάδος, μὴ φαινομένου πυρός. φωνὴν παρεῖχον διὰ τῆς τέχνης, ὡς εἰπεῖν τῷ κηρῷ, καὶ σκιὰν δοκεῖν διαλέγεσθαι παρεσκεύαζον. ἔγραφον ἄρτι μὲν τὸν ἐρῶντα δυσφοροῦντα πολὺ, μετ’ ὀλίγον δὲ πρὸς τὴν ἐρωμένην δηλοῦντα σχήμασι τὴν προαίρεσιν· ἄλλο τε δὲ δῶρον ἐκπέμποντα, καὶ πολλάκις ψυχαγωγούμενον, οἷα δὴ πεπεικότα, πολλάκις δὲ καὶ ἀποτυγχάνοντα, καὶ πάλιν δακρύοντα. καὶ οὐ μόνον τὰ παρ’ ἀνθρώποις ἐμιμούμην εἰκόνι, ἀλλὰ καὶ θεοὺς παρεχόμην δουλεύοντας Ἔρωτι, καὶ τὴν ἐκείνων φύσιν μετέπλαττον, πρὸς ὃ μὴ πάσχειν πεφύκασιν. οἷον τὸν Δία βοῦν ἐποίουν δι’ ἔρωτα, καὶ τὴν Εὐρώπην ἐπὶ τῶν νώτων φέρειν ἠνάγκαζον, καὶ περαιοῦσθαι διὰ τῶν χρωμάτων τὴν θάλατταν. Κύκνος ἦν δι’ ἐμὲ, καὶ ὅτε τούτῳ χαρίζεσθαι προῃρούμην, χρυσός. ἔγραφον πάλιν αὐτὸν μετὰ τοῦ κεραυνοῦ, καὶ σώζων τὸ φοβερὸν, ἀπεστρεφόμην τὸ δεδιός. τί δέ; Ἀπόλλων βραδύτερος κόρης διὰ τῆς ἐμῆς ἐγένετο δεξιᾶς, καὶ δρόμον ἀπέραντον ἐνετίθουν τοῖς χρώμασιν ἐν οὐ κινουμένοις ποσίν. οἶδα κηρῷ δήσας τὸν Ἄρεα, καὶ πᾶν μοι ἁπλῶς ἐγίνετο ὑπόθεσις· ἐγὼ δὲ καὶ νῦν ἑτέροις γεγένημαι· γράφετε ὦ τεχνῖται καινόν τι τὸν ἐμὸν ἔρωτα ἐκδιηγούμενοι· οἷς ἔπλασα, τούτοις ἑάλωκα, κόρης ἐρῶ, καὶ τυχεῖν μὲν ταύτης γέγονεν εὔπορον, οὔτε γὰρ βαδίζειν, οὔτε παραιτεῖσθαι τὴν πρᾶξιν ἐπίσταται. μίγνυσθαι δὲ ταύτῃ καὶ τὴν ἐπιθυμίαν ἄγειν εἰς πέρας ἐστὶν ἀδύνατον· πείθω τὴν οὐ πεφυκυῖαν πυνθάνεσθαι, ἀσπάζομαι φύσιν ἀναίσθητον, ἀλλ’ ὢ χρώματα τῆς τοιαύτης παύεσθε χάριτος, καὶ μὴ πάθος ἐγείρετε, μὴ παρεχόμενον μετὰ ταῦτα τὴν ἴασιν.