eul_wid: siy-bj
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Declamations and Orations: Oration 33 (To Phoebus, Son of the Proconsul Alexander) by Himerius the Sophist

Phoebus, son of the proconsul Alexander, has moved from a lesser teacher to a sophist's door, and Himerius greets him with a story fit for the occasion. Isocrates, who brought rhetoric from its old bombast to rhythm and order, took in Nicocles, son of Evagoras, ruler of Cyprus, sent by a father who saw the boy drawn to Attic speech; schooled in exhortations, Nicocles became in deeds what he had learnt in words.

Part of Declamations and Orations

Εἰς τὸν Ἀλεξάνδρου τοῦ ἀνθυπάτου παῖδα Φοῖβον.

Σοφιστοῦ δὲ θύραν ἐκ μικροτέρας γλώττης ἀμείψαντας σοφιστικοῖς εἰκὸς οἶμαι περιτυγχάνειν καὶ διηγήμασιν. Ἰσοκράτης ὁ σοφιστής—γνώριμον δὲ ἅπασιν οἶμαι μετὰ τῶν λόγων καὶ τοὔνομα, ὅτι διʼ ἐκεῖνον σοφιστῶν γλῶττα τὰς ποιητικὰς ἀτιμάσασα οἰκεῖον νόμον ἠσπάσατο—λόγῳ μὲν ἀεὶ τοῖς λόγων ἐρῶσι τὰ βασίλεια τῶν ἑαυτοῦ μουσείων ἀνεπετάννυεν ... τούτῳ καὶ προτελεῖν τῇ ἡλικίᾳ βουλόμενος, οὐχ ἥκιστα δὲ ὅστις εὐφυὴς τῶν νέων βασιλείου γένους πα... καὶ ἄλλος ταύτης ἠξιώθη τῆς χάριτος, καὶ μάλα ἐν δίκῃ αἱ Ἰσοκράτους βίβλοι σημαίνουσιν, ὃν δὲ ἐγὼ ... δεδήλωκα, θέλω καὶ πρὸς ὑμᾶς ἀφηγήσασθαι.

Ἦν παῖς Εὐαγόρᾳ τῷ Κυπρίων τυράννῳ ... Λυκείου, Λυκαβηττὸν πνέων αὐτόν, τοῖς ἄλλοις καθαρῶς Ἀττικός. τοῦτον ὁ πατὴρ αἰσθόμενος ... ἐπιθυμίαις ταῖς περὶ αὐτοὺς ἀττικίζοντα, ἵνα κληρονόμον ἀγαθὸν τῆς ἑαυτοῦ δόξης παισὶ Κυπρίων ... περὶ αὐτοῦ βουλεύεται. Ἰσοκράτης τὸν μὲν θρόνον εἶχεν Ἀθηναίων, τὴν δόξαν δὲ ὁπόσην ὁρᾷ καὶ Ἥλιος, ὅτι τὴν ῥητορικὴν ἐκ παλαιᾶς πλάνης ἀτόπῳ λέξει φλεγμαίνουσαν καθήρας τῇ τέχνῃ εἰς ὀρθὴν ὁδὸν καὶ ῥυθμὸν καὶ τάξιν ἤγαγεν ... πάντας ὁρῶν, ὅσοι τῆς ἀκριβοῦς ὠρέγοντο τέχνης, ἁπανταχόθεν συρρέοντας, στέλλειν παῖδα ... ὁ δὲ τὸν Νικοκλέα δεξάμενος κατά τε τὴν ἄλλην παιδείαν ἤσκησε καὶ προτρεπτικοῖς ἐπ... συνεργὸν τῆς ἑαυτοῦ σπουδῆς τὴν τοῦ νεανίσκου προθυμίαν λαβών—ἔρωτος γὰρ λόγοι χηρεύσαντες ἀτελεῖς οἶμαι καὶ ἄπτεροι—, ἐπεὶ δὲ τῆς πηγῆς ταύτης ἄδην ὁ Νικοκλῆς ἀρυόμενος τοιοῦτος ἔργοις ἐγένετο, οἷον εἶναι ... φωνῆς ὁμιλητὴν γενόμενον γνήσιον.