Κατʼ Ἐπικούρου.
Οἶδε ῥητορικὴ καὶ φιλοσοφίας ὕλην ποιήσασθαι· τύραννος γὰρ ἡ τοῦ λέγειν ἄνωθεν δύναμις ...
Νῦν μέν, εἰ καὶ μὴ πρότερον, εἴσεται σαφῶς Ἐπίκουρος, ὅτι πρόνοια διοικεῖ τὴν τῶν ὅλων φύσιν, οὐ δογματίζων, ἀλλὰ κρινόμενος. τὸ γὰρ τοὺς πονηροὺς κρίνεσθαι καὶ κολάζεσθαι καὶ διδόναι δίκην, οὐκ εἰκῆ φερομένης καὶ μάτην φύσεως, ἀλλὰ θεσμοῦ καὶ νόμου καὶ πολιτείας καί, τὸ μέγιστον, αὐτῆς τῆς προνοίας λαμπρὸν ὑπάρχει τεκμήριον ... ἤδη μὲν οὖν προὔργου τι τῆς γραφῆς, ἄνδρες Ἀθηναῖοι, γεγένηται· στυγνάζων ἧκεν ἐπὶ τὴν κρίσιν Ἐπίκουρος, καὶ τὸ τῆς ἡδονῆς δόγμα τῇ κατηφείᾳ διέφθαρκε. διʼ ἀμφότερα δὲ μισεῖσθαι δίκαιος, καὶ ὧν ἰδίᾳ παιδεύει, καὶ ὧν δημοσίᾳ πλάττεται· ἐκεῖ μὲν γὰρ τὴν ἡδονὴν θρυλεῖ, ἵνα τὴν ὥραν τὴν τῶν χρωμένων καρπώσηται· ἐνταῦθα δὲ τὴν σεμνότητα καθυποκρίνεται, ἵνα ὑφαρπάσῃ τὸ δικαστήριον ...
Ἡ μὲν κρίσις παράδοξος· ἀνὴρ πρὸς τὴν φύσιν τῶν ὅλων κρίνεται, καὶ πονηρὸς σοφιστὴς πρὸς τὴν πρόνοιαν δικάζεται ...
Οἴχεται μὲν ἀρετὴ πᾶσα τοῖς Ἐπικούρου λόγοις καὶ δόγμασιν· οἴχεται δὲ δικαστήρια καὶ κρίσεις καὶ τῶν μὲν ἀγαθῶν αἱ τιμαί, τῶν δὲ ἐναντίων τὸ τίμημα ...
Ἀναβαίνει δὲ καὶ εἰς οὐρανὸν ἄνω τοῖς ἀδικήμασι, καὶ τόπος οὐδεὶς τῆς θρασύτητος Ἐπικούρου καὶ τῶν τολμημάτων ἐξαίρετος. τὸ δʼ αἴτιον· ᾐσχύνθη τοῖς ἀρχαίοις ἐμμεῖναι φιλοσοφίας ὅροις Ἐπίκουρος καὶ τὴν αὐτὴν ὁδὸν ἐλθεῖν τοῖς πρότερον φιλοσοφήσασιν ὤκνησε, μᾶλλον δὲ μικροψυχίαν καταγνοὺς τῶν ὅσοι παρʼ ἡμῖν ἐπὶ πονηροῖς δόγμασι πλημμελοῦντες ἐκολάσθησαν, ἔγνω πάντας ἀθρόως ὑπερβαλέσθαι τοῖς ἀδικήμασιν ...
Ἢ πῶς οὐκ ἄξιος μέμψεως, τοσαύτης καὶ τηλικαύτης ἐπωνυμίας ἐπιχειρῶν καταψεύδεσθαι; ποῦ γὰρ ὁμολογεῖ ταῦτα; ποῦ δὲ συμβαίνει καὶ μίγνυται ἡδονὴ πόνοις, καρτηρία τρυφῇ, ἀκαδημία καὶ πόρναι, φιλοσοφία καὶ πότος, σωφρονούντων βίος καὶ ἀκόλαστα μειράκια; ...
Ὁ δὲ τί προῄρηται καὶ τί τετόλμηκε; πόλεμον ἀπειλεῖ καὶ μάχην τοῖς νόμοις ὅλης τῆς φύσεως· ἐμάνη μανίαν καθʼ ἡλικίας ἁπάσης Ἐπίκουρος καὶ δυσσεβεῖς ἔρωτας ἠράσθη πάντων, ὅσοι τὴν ὥραν ὑπὲρ τοὺς ἄλλους θαυμάζονται ...
Πρότερον δὲ αὐτοῦ τὴν ἀπολογίαν σκεψώμεθα. δόγματος οὖν ἀπαιτεῖς δίκας; οὔκ, ἀλλʼ ἀσεβείας. δογματίζειν μὲν γὰρ ἐξόν, ἀσεβεῖν δὲ οὐκ ἐπιτέτραπται. εἰ μὲν οὖν ἔχεις εἰπεῖν ὡς οὐκ ἀσεβεῖς οἷς εἴρηκας, οὐ κρίνω τοὺς λόγους· εἰ δʼ ἀσέβεια τοῖς λόγοις πρόσεστιν, οὐ διὰ τοὺς λόγους κερδανεῖς τὴν δίκην, ἀλλὰ κολασθήσῃ πλέον οἷς ἐπὶ τὸ ἀδικεῖν τοῖς λόγοις κέχρησαι. οὐ γὰρ εἴ τις, ἐξὸν χρῆσθαι πρὸς ἃ δεῖ, κἂν πρὸς ἃ μὴ δεῖ θέλει, δίκην οὐ δώσει κρινόμενος· τοὐναντίον δὲ ὑφέξει λόγον, ὅτι καλὸν πρᾶγμα πονηρᾷ γνώμῃ διέφθειρε ...
Καλοῦμεν ἐπὶ τὸ βῆμα τοὺς ῥήτορας· κἂν ὀκνῇ τις, πολλάκις ἡ κοινὴ φωνὴ τῆς πόλεως ἐπὶ τὸ λέγειν ἐγείρει καὶ τὸν οὐ λέγειν βουλόμενον ...
Παρέρχεταί τις εἰς τὸ σεμνὸν Ἐπικούρου φροντιστήριον νέος ἢ νέα· ἄγει ταύτην τὴν ἡλικίαν τὸ λαμπρὸν τοῦτο συνέδριον ...
Ὑπὲρ τὸν Ἰξίονα τὸ θράσος ἄνθρωπος, ὑπὲρ τὸν Σαλμωνέα τὴν ὕβριν, τὴν τόλμαν ὑπὲρ τὸν Τάνταλον. ἀλλʼ ἐκεῖνα μὲν μῦθοι καὶ τῇ σκηνῇ μόλις τά γε τοιαῦτα πιστεύομεν· Ἐπίκουρος δὲ οὐκ ἐν μύθοις, ἀλλʼ ἐν δόγμασι καὶ πράξεσι νικῶν ἐκείνους εὑρίσκεται· κἀκεῖνοι μὲν ἑτέρωθί που ταῦτα τολμῆσαι λέγονται, οἱ μὲν ἐν ὄρεσιν, οἱ δὲ ἐν νάπαις, οἱ δὲ ἐν βαρβάροις τισὶ καὶ ἀπερριμμένοις χωρίοις—δίδωσι δέ πως συγγνώμην καὶ τόπου φύσις ἐγκλήμασιν—, Ἐπίκουρος δὲ Ἀθήνησι ταῦτα φιλοσοφεῖ· Ἀθήνησι δὲ ὅταν εἴπω, τὸ μέγιστον εἶπον τῆς εὐσεβείας κεφάλαιον ...
Οὐδὲν ὁ Σωκράτης σοὶ δοκεῖ πρὸς μίμησιν; ...
Καὶ τί, φησί, τῶν ὑπευθύνων ἠσέβησα; αὐτό μοι λέγεις, Ἐπίκουρε, τὸ μεῖζον ἔγκλημα, ὅτι μὴ δυσσεβεῖς μόνον, ἀλλʼ ὅτι καινά· ὅθεν διχόθεν ὑπεύθυνος. βωμοὺς οὐκ ἀνέτρεψας; ἀλλὰ μάτην ἑστῶτας ἔδειξας, πρόνοιαν ἀνελών, διʼ ἣν βωμοὺς ἱδρυσάμεθα. θυσίαν καινὴν οὐκ ἔθυσας; ἀλλὰ πάσας ἀθρόως ἀνῄρηκας. μηδὲ ῥυέσθω τῆς τιμωρίας Ἐπίκουρος, ὅτι μὴ κατὰ τοὺς πρότερον κατὰ θεῶν ἐθρασύνατο. πάντας μὲν γὰρ ἀσεβῆσαι τρόπους ἑνὶ τῶν κατὰ τὴν πόλιν ἀδύνατον· εἰ δὲ ἕκαστος ἀνθʼ ὧν ἔδρασε προβαλλόμενος ἃ μὴ πεποίηκε, τὴν τιμωρίαν ἐκφεύξεται, τίς ὑφέξει τῶν ἀσεβῶν, οὐ πάντας ἀσεβεῖν ἐγχωροῦντος ἑκάστῳ, καὶ τοῖς κρινομένοις ἐξὸν ἀντὶ τῶν πεπραγμένων τὰ μὴ πεπραγμένα προτείνεσθαι; οὐ δὴ ταῦτα γε νοῦν ἐχόντων, τὰς διαδύσεις προσίεσθαι· οὐ γὰρ ὑπὲρ ὧν τις οὐκ εὐθύνεται τὴν ἀπολογίαν προσῆκε ποιεῖσθαι, ἀλλʼ ἐφʼ οἷς οἵ τε κρίνοντες κατηγοροῦσιν, οἵ τε δικάζοντες κάθηνται. οἱ δὲ ἀφέντες τὸ δικαιότατον ἐπὶ τὸ ῥᾷστον βαδίζουσι· τὸ μὲν γὰρ δικαιότατον, λύειν τὸ ἔγκλημα διʼ ὃ κρίνεται· τὸ ῥᾷστον δέ, ἀπολογεῖσθαι περὶ τούτων ἐφʼ οἷς οὐ φεύγει τις δίκας ...
Εἴπερ οὖν, ὅτι μήπω δέδωκας δίκην, οὐκ εἶναι νομίζεις πρόνοιαν, ὀρθῶς βεβούλευσαι· εἰ δὲ διὰ τὴν φύσιν τῶν ὅλων, ὁ λόγος μάταιος. ἀλλὰ πόθεν, πρὸς τῶν ἀτόμων καὶ τοῦ κενοῦ τοῦ πολυθρυλήτου, ταύτην τὴν δόξαν ἐξεύρηκας; ... ἄτακτός τις ἐνοχλεῖ τὴν τῶν ὅλων φύσιν φορὰ καὶ κίνησις· ἀλλʼ ἀρχαῖον τὸ χάος καὶ τῶν σῶν λόγων πρεσβύτερον. ... ἀλλʼ οὐδὲ πείθεται τοῖς ὡρισμένοις νόμοις τῆς φύσεως· καὶ μὴν ἅπαντα καὶ τάξει χωρεῖ, καὶ τῆς προνοίας ταύτης μέγιστον οἶμαι τεκμήριον τὸ πάντα σῴζεσθαι· ἀταξία μὲν γὰρ φθοράν, τάξις δὲ σωτηρίαν ἐργάζεται ...
Τί συλᾷς ἐκ Δελφῶν, ὡς ἐξ οὐρανοῦ, τὴν Πρόνοιαν; ἀλλʼ ὅμως ἐκινεῖτο μὲν Παρνασσὸς καὶ κατὰ Περσῶν ἐκραδαίνετο, κορυφαὶ δὲ ὀρῶν ἀντὶ βελῶν ἐτοξεύοντο, Πέρσαι δὲ ἔπιπτον, τάφοις ταῖς πέτραις χρησάμενοι· Ἐπικούρου δὲ ταῦτα λέγειν κατὰ τῆς θεοῦ τολμήσαντος, οὐκ ὄρη σείεται, οὐχ Ὑμηττὸς συγκραδαίνεται, οὐ πρηστῆρες οὐδὲ σκηπτοὶ αὐτῇ τοῦτον ἀκαδημίᾳ συναφανίζουσι; συνίημι τὸ στρατήγημα τῶν θεῶν· ὑμετέραις ψήφοις τοῦτον ἐτήρησαν, ἵνα Ἀττικὸν δικαστήριον ἴσα Πυθίῳ βουλεύσηται ...
Εἰ μὲν οὖν γράψαι τοσοῦτον μόνον ἐτόλμησεν, ὅσον καθαιρεῖν τὰ τῆς Προνοίας ἀγάλματα, ἔδει διδόναι δίκην ὡς ἀσεβήσαντα· εἰ δὲ εἰς αὐτὴν ἐκείνην ἀσεβεῖ, ἧς οὐρανὸς καὶ γῆ καὶ στοιχείων φύσεις ἀγάλματα, ὡς μέτριόν τι δρᾶσαι διανοηθέντος φεισόμεθα; ...
Εὐτυχοῦσι γάρ, φησίν, οἱ κακοί. καὶ τί κακίας μεῖζον δυστύχημα; δυστυχοῦσι γὰρ οἱ σοφοί. εἶτα εὐτυχίαν ἄλλην ἀρετῆς ἡγῇ βελτίονα; οὐχ εἷς βίος ἀνθρώπου γνώμης ὑπάρχει καὶ φύσεως, ἀλλὰ σχίζονται μὲν οἱ τῶν βιούντων σκοποί, συμμερίζονται δὲ πέρας ἑκάστῳ τὸ πρόσφορον. οὐκ ἐρᾷ σοφὸς τὴν ἀρχὴν οὐδενὸς τῶν πάντων, ἐφʼ οἷς οἱ πλεῖστοι τοὺς κεκτημένους εὐδαιμονίζουσιν· οὔκουν οὐδὲ ζημίαν τὸ μὴ τυγχάνειν ὑπείληφε. τί οὖν ἐκείνῳ τέλος, καὶ πρὸς τί βλέπων καὶ πόνους πονεῖ καὶ νύκτωρ ἀγρυπνεῖ καὶ μεθʼ ἡμέρας ἐσπούδακεν; ἀρετῆς κτῆσις, ὦ τάν. ταύτην δὲ πῶς αἱρεῖ, κἀκ τίνος τρόπου τῆς θείας ἐκείνης θήρας ἐγκρατὴς γίνεται; πλούτῳ καὶ χρήμασιν οὐκ ἔστιν ἀρετή. ῥώμῃ τοῦ σώματος; ὑπὲρ ἅπαντα κότινον ὁ ταύτης στέφανος. δυνάμει τῇ κατὰ πόλεμον; καὶ τίνα τρόπαια τῶν ἀπὸ κακίας μείζονα; μήτʼ οὖν πενομένῳ τῷ σοφῷ πενίαν πρόφερε· οὐ γὰρ ἦν σκοπὸς τὰ χρήματα· μήτε νοσοῦντι τὴν ἀρρωστίαν ὀνείδιζε, εἴπερ ὑγιαίνει τὰ κρείττονα· μήτε ἡττωμένῳ τῶν δυναστευόντων ἐν πόλεσιν, εἴπερ κρατεῖ τοῖς ἀμείνοσι. τοσοῦτον γὰρ ἂν δέοι σπουδαῖος ἀνὴρ μεταδιώκειν τὴν τῶν τοιούτων κτῆσιν, ἢ δυστυχεῖν ὑπολαμβάνειν τῷ στέρεσθαι, ὥστε ἤδη τινές, καὶ μάλα τῶν ὀνομαστῶν ἐπὶ σοφίᾳ καὶ ἀρετῇ, οἳ τούτων ἑκόντες ἀπέστησαν, ἵνα πάσης ἑαυτοὺς τῆς ἔξωθεν ἀσχολίας ἐλευθερώσαντες τὸν ἀθάνατον τῆς ἀρετῆς πλοῦτον ἀλλάξωνται. Ἀναξαγόρας γῆν ἀνῆκε τὴν ἑαυτοῦ πᾶσαν μηλόβοτον, ἔργῳ νομοθετῶν, τίς γεωργία τοῖς σοφωτέροις ἁρμόττουσα. ἑκὼν δὲ ἐνόσει σῶμα Δημόκριτος, ἵνα ὑγιαίνῃ τὰ κρείττονα ...
Τί οὖν ἐγκαλεῖς Προνοίᾳ ὡς μὴ μεριζούσῃ κατʼ ἀξίαν τὸ δίκαιον; εἰ γὰρ καὶ περιόντων ὑπερορῶσι τῶν ἐκτὸς ἁπάντων, πῶς ἢ ἄχθονται μὴ παρόντων, ἢ ὅπως ὑπάρχῃ σπουδάζουσι; τίς γὰρ πλουτῶν οὐκ ἀσχολίαν ἄγει μεγίστην αὐτὰ τὰ χρήματα; θείων δὲ γνῶσις καὶ ἀνθρωπίνων πραγμάτων καὶ τοσαύτης καὶ τηλικαύτης σοφίας μέγεθος ἆρά σοι δοκεῖ πάρεργον μὲν εἶναι τοῦ χρηματιστοῦ, τοῦ δὲ περιεργοῦντος ἐφόλκιον, τοῦ δὲ τὰς ἐν πόλει τιμὰς διώκοντος ἐπακολούθημα;
Μὴ τοίνυν κακοδαίμονας κάλει τοὺς τὴν μεγίστην εὐδαιμονίαν εὐδαιμονήσαντας, μηδὲ δυστυχεῖς τοὺς ὁμοιουμένους τοῖς κρείττοσι, μηδὲ πένητας, ὧν θησαυρὸς ἀθάνατος, μηδὲ ἀτίμους, οὓς ἴσα θεοῖς θαυμάζομεν.
Πολλοὶ γὰρ πολλάκις κακοὶ μὲν γνώμην τυγχάνουσιν, ἐπαινοῦνται δὲ πολλάκις παρʼ ἐνίων, τῆς χρείας ποιούσης ἀντὶ τῆς ἀληθείας τὸν ἔπαινον ...
Καίτοιγε ἡδέως ἂν ἐροίμην τοὺς ὀνειδίζειν τοῖς σοφοῖς τὴν δυστυχίαν ἐθέλοντας· πότερον ἦσαν τοιοῦτοι, πρὶν γενέσθαι σοφοί, ἢ μετὰ ταῦτα τῶν λεγομένων εὐτυχημάτων ἀφῄρηνται; εἰ μὲν πρότερον, οὐ τῆς ἀρετῆς τὸ ἔγκλημα· εἰ δὲ ἐξ οὗ ταύτην εἰλήφασιν, οὐχ ὧν ἐπόθουν ἀλλʼ ὧν οὐκ ἐπόθουν ἐστέρηνται.