eul_wid: siy-be
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Declamations and Orations: Oration 28 (To Count Athenaeus) by Himerius the Sophist

Count Athenaeus is praised for his own merits rather than his good fortune, after a survey of the poets who sang the fame of men: Pindar for Hiero, Anacreon for Polycrates, Alcaeus, and Sappho. The emperor's choice and his subjects' longing prove his worth in office; he emulates Demosthenes, and is as versatile as Proteus. The speech is offered as first-fruits of friendship, like the small Athena Phidias made before the great one.

Part of Declamations and Orations

Εἰς Ἀθήναιον κόμητα.

Τὴν δὲ Ὁμήρου τὴν μεγάλην ἠχὼ τί τῶν ἁπάντων ἐξέμηνεν; οὐκ ἀνδρῶν δόξα; ...

Ἦιδε μὲν Ὀλυμπιάσι τὴν Ἱέρωνος δόξαν πρὸς λύραν ὁ Πίνδαρος, ᾖδε δὲ Ἀνακρέων τὴν Πολυκράτους τύχην Σαμίων τῇ θεῷ πέμπουσαν ἱερά· καὶ Ἀλκαῖος ἐν ᾠδαῖς εἶχε Θαλῆν, ὅτε καὶ Λέσβος πανήγυριν ἤγειρε· Σαπφὼ δὲ μόνη γυναικῶν μετὰ λύρας ἐρασθεῖσα καλῶν, καὶ διὰ τοῦτο Ἀφροδίτῃ καὶ τοῖς Ἔρωσι ὅλην ἀνιεῖσα τὴν ποίησιν, παρθένου κάλλος καὶ χάριτας τῶν μελῶν ἐποιεῖτο τὴν πρόφασιν ...

Ταυτὶ μὲν γάρ, εἰ καὶ μακάρια, τύχης ἂν εἶναι δόξειεν μᾶλλον ἐγκώμια· ἐγὼ δὲ ἀρετὴν ζητῶ, καὶ ἀπὸ ταύτης εἶναι τοὺς τῶν ἀνδρῶν ἐπαίνους βούλομαι ...

Τῆς δὲ ἀρχικῆς ἀρετῆς διπλᾶ τεκμήρια, βασιλέως τε αἱ ψῆφοι καὶ τῶν ἀρχομένων οἱ πόθοι ...

Ἐπεὶ ὁ Χρόνος εἰς ἄνδρας τοῦτον ἐνέγραψε, ζηλωτὴς τοῦ Παιανιέως τὰ πάντα γίνεται· ὥσπερ γὰρ ἐκεῖνον βῆμα εἶχε μετʼ Ἰσαῖον καὶ δικαστήρια, οὕτω καὶ τοῦτον ἀγοραὶ καὶ λόγοι καὶ τὸ πάντων κρατεῖν καὶ τὸ διὰ πάντων θαυμάζεσθαι ...

Μετὰ τῶν ἔργων τὴν φύσιν σκέπτεσθαι ἄξιον· καὶ ἴσον τις εὑρήσει τάς τε πράξεις ἠχούσας καὶ τὴν φύσιν, ὅθεν κατώρθωνται. τίνα δὴ τῆς φύσεως τοῦδε γνωρίσματα; ὀξὺς φρόνησιν, ὑψηλὸς γνώμην, εὖ ποιεῖν ἄοκνος, δημοτικὸς τὸν τρόπον· εἰ μὲν εἰπεῖν δέοιτο, τὸν Περικλέα νικῶν, εἰ δέ τι πρᾶξαι, τὸν Ἀλκιβιάδην μιμούμενος· μᾶλλον δὲ καὶ φιλόπολις καὶ χρημάτων κρείττων, ὅπερ ἡ συγγραφὴ τὸν Περικλέα προσείρηκεν· ἐν δὲ τῷ πράττειν πολλῷ τοῦ Κλεινίου θερμότερος, ἁπάσης ἀτεχνῶς λύρας οὐ μεῖον πρὸς πᾶσαν πρᾶξιν εὐάρμοστος ...

Τοιοῦτόν τινα καὶ τὸν Πρωτέα γενέσθαι μῦθοι δηλοῦσιν Αἰγύπτιοι, ὅταν αὐτὸν νῦν μὲν εἰς ὕδωρ ἀμείβουσι, νῦν δὲ εἰς δένδρον καὶ φλόγα· τὸ εὔκολον γὰρ τῆς φύσεως σημῆναι ταύτῃ βουλόμενοι εἰς πολυειδεῖς μορφὰς τὸν Πρωτέα τοῦτον ἀμείβουσιν. οὐκοῦν Ἑρμῆν τοῦτον τὸν λόγιον κατὰ πάσης μερίσαντες Ἀθηναίων παῖδες τῆς πόλεως ἄλλην αὐτοῦ κατʼ ἄλλο μέρος προσηγορίαν ἀσπάζονται ...

Ἐποίει Φειδίας πρὸ τῆς μεγάλης παρθένου μικράν τινα παρθένον ἐπʼ ἀκροπόλεως, Περικλέους τοῦτο προστάξαντος, ἐπειδὴ οὐκ ἐχώρει τῇ Φειδίου τέχνῃ τὸ δαίδαλμα περὶ μὲν ἐκεῖνο σπουδάσαι, ὅσον ἐδίδου, τὸ μέγεθος, τῇ δὲ μεγάλῃ παρθένῳ τὴν ὅλην τῆς αὑτοῦ τέχνης τηρῆσαι δύναμιν ...

Αὗταί σοι φιλίας ἀπαρχαὶ καὶ λόγων· μαντικοὶ δὲ ὄντες οἱ λόγοι καὶ πρός γε δεξιοὶ τά τε τοιαῦτα μαντεύεσθαι καὶ κρείττω, τύχην καὶ σκῆπτρα Ἑλλήνων προαγορεύουσι καὶ βασιλέως τιμὰς καὶ εὐφημίας ...