Εἰς Μουσώνιον τὸν ἀνθύπατον Ἑλλάδος.
Ὀκνοῦντά με πάνυ τὰ θέατρα, καὶ τῶν πανδήμων συλλόγων ἀπάγειν τοὺς λόγους σπεύδοντα, λῦσαι τὸν νόμον ἠνάγκασας. λύει καὶ κύκνος σιγήν, λύραν ὅταν Ἀπόλλωνος ἀκούσῃ πλήττοντος, καὶ τῶν ἄντρων ἐξάγει τὴν ἀηδόνα πρὸς ἥλιον λιγυρὸν ἠχήσας ὁ Ζέφυρος ...
Τολμᾷ καὶ ναύτης τὰ κύματα, καὶ βακχεῖος ἀνὴρ θαρρῶν ἐγείρει τὸ σκίρτημα, ὁ μέν, ἔαρ ὅταν ἴδῃ κοιμίζον θάλατταν, ὁ δέ, ὅταν Διονύσου θύρσον δονοῦντος αἰσθάνηται ...
Σὲ μὲν ποιητής τις εὔτολμος οὐκ ἂν οἶμαι ὀκνήσειεν οὐδʼ αὐτῷ εἰκάσαι Ἀπόλλωνι· τόξα δέ σοι καὶ βέλη τοσοῦτον φίλα, ὅσον Ἀπόλλωνος φύσιν ἐνδείξασθαι, ἀναίμακτα δὲ μένει ἀεί· σῆς γὰρ ἀκίδος φόνον ἀνθρώπων οὐ θέμις ἅψασθαι, ἀλλά τις ἔφυγε διὰ σὴν ψῆφον καὶ δήμιον ἤδη τὸ ξίφος κατὰ τῆς σφαγῆς ἀνατείνοντα ...
Οὕτω καὶ πῶλος καλῶς πωλεύεται καὶ σκύλαξ δεξιῶς σκυλακεύεται, ὅταν ἄνευ κέντρου καὶ μάστιγος ὁ μὲν πωλοδάμνης τὸν ἵππον, ὁ δὲ σκυλακευτὴς τὸν κύνα χειρὶ τιθασεύων ἐκτρέφειν βούλοιτο ...
Τί Κῦρον ἐν Πέρσαις μέγαν ἐποίησεν; ἥμερος τρόπος καὶ μείλιχος ...
Εὐτύχησε γὰρ ἀεὶ κατὰ βαρβάρων ἡ πόλις ...
Ἀγγέλλει ποτὲ τὴν νίκην τῶν τις ἀριστέων τῷ δήμῳ· οἱ δὲ οὕτως αὐτὸν τῆς προθυμίας ἠγάσθησαν, ὥστε χαλκοῦς παρʼ Ἀθηναίοις ἀπὸ τῶν λόγων ἐκείνων ἕστηκεν ...
Ὦ Μουσῶν ἔρνος, ὦ θρέμμα Χαρίτων ἥδιστον ...