Πλούταρχος μηδὲ ἀναλάβῃς εἰς χεῖρας Ἀριστοτέλους τὰ περὶ οὐρανοῦ καὶ τὰ περὶ ψυχῆς, Θεοφράστου δὲ τὰ πρὸς τοὺς φυσικούς, Ἡρακλείδου δὲ τὸν Ζωροάστρην, τὸ περὶ τῶν ἐν Ἅιδου, τὸ περὶ τῶν φυσικῶς ἀπορουμένων, Δικαιάρχου δὲ τὰ περὶ ψυχῆς, ἐν οἷς πρὸς τὰ κυριώτατα καὶ μέγιστα τῶν φυσικῶν ὑπεναντιούμενοι τῷ Πλάτωνι καὶ μαχόμενοι διατελοῦσι.
Σέξτος ὁ ἐμπειρικός ... εἴγε οἱ μὲν μηδέν φασιν εἶναι αὐτὴν παρὰ τὸ πῶς ἔχον σῶμα, καθάπερ ὁ Δικαίαρχος, οἱ δὲ κτλ.
Σέξτος ὁ ἐμπειρικός οἱ μὲν μὴ εἶναι τὴν ψυχὴν ἔφασαν, ὡς οἱ περὶ τὸν Μεσσήνιον Δικαίαρχον.
Σιμπλίκιος ὁ Κίλιξ ... οἱ ἀπὸ τῆς Ἐρετρίας ἀνῄρουν τὰς ποιότητας ὡς οὐδαμῶς ἐχούσας τι κοινὸν οὐσιῶδες, ἐν δὲ τοῖς καθʼ ἕκαστα καὶ συνθέτοις ὑπαρχούσας. καὶ Δικαίαρχος δὲ ἀπὸ τῆς αὐτῆς αἰτίας τὸ μὲν ζῷον συνεχώρει εἶναι, τὴν δὲ αἰτίαν αὐτοῦ ψυχὴν ἀνῄρει.
Ἀττικός, Εὐσέβιος τούτῳ τοιγαροῦν ἑπόμενος Δικαίαρχος, καὶ τʼ ἀκόλουθον ἱκανὸς ὢν θεωρεῖν, ἀνῄρηκε τὴν ὅλην ὑπόστασιν τῆς ψυχῆς.
Ἰάμβλιχος, Ἰωάννης ὁ Στοβαῖος ἢ τὸ τῇ φύσει συμμεμιγμένον ἢ τὸ τοῦ σώματος ὂν ὥσπερ τὸ ἐψυχῶσθαι, αὐτῇ δὲ μὴ παρὸν τῇ ψυχῇ ὥσπερ ὑπάρχον, οἷα δὴ λέγεται περὶ ψυχῆς παρὰ Δικαιάρχῳ τῷ Μεσσηνίῳ.
Γαληνός θνητὴν μὲν ψυχὴν ὁ Ἐπίκουρος καὶ Δικαίαρχος ᾠήθησαν.
Νεμέσιος ὁ Ἐμέσης Δικαίαρχος δὲ ἁρμονίαν τῶν τεσσάρων στοιχείων ἀντὶ τοῦ κρᾶσιν καὶ συμφωνίαν τῶν στοιχείων. οὐ γὰρ τὴν ἐκ τῶν φθόγγων συνισταμένην, ἀλλὰ τὴν ἐν τῷ σώματι θερμῶν καὶ ψυχρῶν καὶ ὑγρῶν καὶ ξηρῶν ἐναρμόνιον κρᾶσιν καὶ συμφωνίαν βούλεται λέγειν. δῆλον δὲ ὅτι καὶ τούτων οἱ μὲν ἄλλοι τὴν ψυχὴν οὐσίαν εἶναι λέγουσιν. Ἀριστοτέλης δὲ καὶ Δικαίαρχος ἀνούσιον.
Πλούταρχος Δικαίαρχος ἁρμονίαν τῶν τεσσάρων στοιχείων
Ἰωάννης ὁ Στοβαῖος Δικαίαρχος ἁρμονίαν τῶν τεττάρων στοιχείων
Θεοδώρητος ὁ Κύρρου Δικαίαρχος δὲ τῶν τεσσάρων εἶναι στοιχείων τὴν ἁρμονίαν.
Ἑρμείας φιλόσοφος οἱ δὲ ἁρμονίαν Δικαίαρχος τὴν ψυχὴν εἶναι.
Δικαίαρχος δὲ ἁρμονίαν ὡρίσατο τὴν ψυχὴν εἶναι καὶ λύραν τὸ σῶμα.
Γαληνός Ἀριστοτέλης καὶ Δικαίαρχος τοὺς ὀνείρους εἰσάγουσιν, ἀθάνατον μὲν τὴν ψυχὴν οὐ νομίζοντες, θείου δέ τινος μετέχειν.
Πλούταρχος Ἀριστοτέλης καὶ Δικαίαρχος τὸ κατʼ ἐνθουσιασμὸν μόνον παρεισάγουσι καὶ τοὺς ὀνείρους, ἀθάνατον μὲν εἶναι οὐ νομίζοντες τὴν ψυχήν, θείου δέ τινος μετέχειν αὐτήν.
Ἀθήναιος Δικαίαρχος δʼ ἐν πρώτῳ τῆς εἰς Τροφωνίου Καταβάσεώς φησιν οὕτως: ἥ γε τὴν πολλὴν δαπάνην ἐν τοῖς δείπνοις παρέχουσα δευτέρα τράπεζα προσεγένετο, καὶ στέφανοι καὶ μύρα καὶ θυμιάματα καὶ τὰ τούτοις ἀκόλουθα πάντα.
Ἀθήναιος Δικαίαρχος δʼ ἐν τοῖς περὶ τῆς εἰς Τροφωνίου Καταβάσεώς φησι: ταὐτὸ δὲ πάθοι τις ἂν ἐπὶ τὴν Ἀθηναίων πόλιν ἀφικνούμενος κατὰ τὴν ἀπʼ Ἐλευσῖνος τὴν ἱερὰν ὁδὸν καλουμένην. καὶ γὰρ ἐνταῦθα καταστὰς, οὗ ἂν φανῇ τὸ πρῶτον ὁ τῆς Ἀθηνᾶς ἀφορώμενος νεὼς καὶ τὸ πόλισμα, ὄψεται παρὰ τὴν ὁδὸν αὐτὴν ᾠκοδομημένον μνῆμα οἷον οὐχ ἕτερον οὐδὲ σύνεγγυς οὐδέν ἐστι τῷ μεγέθει. τοῦτο δὲ τὸ μὲν πρῶτον, ὅπερ εἰκός, ἢ Μιλτιάδου φήσειεν ἂν σαφῶς ἢ Περικλέους ἢ Κίμωνος ἤ τινος ἑτέρου τῶν ἀγαθῶν ἀνδρῶν εἶναι, καὶ μάλιστα μὲν ὑπὸ τῆς πόλεως δημοσίᾳ κατεσκευασμένον, εἰ δὲ μή, δεδομένον κατασκευάσασθαι. πάλιν δʼ ὅταν ἐξετάσῃ Πυθιονίκης τῆς ἑταίρας ὄν, τίνα χρὴ προσδοκίαν λαβεῖν αὐτόν;
Πινδαρικὴ ὑπόμνησις διʼ ἐμπύρων ἐν Ἤλιδι Ἰαμίδαι ἐμαντεύοντο. ἀφʼ ὧν τὸ γένος εἶχεν Ἀγησίας. τοῦ δὲ μαντείου τοῦ ἐν Ἤλιδι καὶ Δικαίαρχος μέμνηται.
Ἀθήναιος φιλόπαις δʼ ἦν ἐκμανῶς καὶ Ἀλέξανδρος ὁ βασιλεύς. Δικαίαρχος γοῦν ἐν τῷ περὶ τῆς ἐν Ἰλίῳ θυσίας Βαγώου τοῦ εὐνούχου οὕτως αὐτόν φησιν ἡττᾶσθαι ὡς ἐν ὄψει θεάτρου ὅλου καταφιλεῖν αὐτὸν ἀνακλάσαντα, καὶ τῶν θεατῶν ἐπιφωνησάντων μετὰ κρότου οὐκ ἀπειθήσας πάλιν ἀνακλάσας ἐφίλησεν.
Θεμίστιος Κηφισοδώρους δὲ καὶ Εὐβουλίδας καὶ Τιμαίους καὶ Δικαιάρχους καὶ στρατὸν ὅλον τῶν ἐπιθεμένων Ἀριστοτέλει τῷ Σταγειρίτῃ πότʼ ἂν καταλέξαιμι εὐπετῶς, ὧν καὶ λόγοι ἐξικνοῦνται εἰς τόνδε τὸν χρόνον, διατηροῦντες τὴν ἀπέχθειαν καὶ φιλονεικίαν;
Πλούταρχος παρὰ πάντα δὲ ταῦτα χρὴ μνημονεύειν, ὡς οὐκ ἔστι πολιτεύεσθαι μόνον τὸ ἄρχειν καὶ πρεσβεύειν καὶ μέγα βοᾶν ἐν ἐκκλησίᾳ καὶ περὶ τὸ βῆμα βακχεύειν, λέγοντας καὶ γράφοντας ἃ οἱ πολλοὶ τοῦ πολιτεύεσθαι νομίζουσιν, ὥσπερ ἀμέλει καὶ φιλοσοφεῖν τοὺς ἀπὸ τοῦ δίφρου διαλεγομένους καὶ σχολὰς ἐπὶ βιβλίοις περαίνοντας. ἡ δὲ συνεχὴς ἐν ἔργοις καὶ πράξεσιν ὁρωμένη καθʼ ἡμέραν ὁμαλῶς πολιτεία καὶ φιλοσοφία λέληθεν αὐτούς. καὶ γὰρ τοὺς ἐν ταῖς στοαῖς ἀνακάμπτοντας περιπατεῖν φασιν, ὡς ἔλεγε Δικαίαρχος, οὐκέτι δὲ τοὺς εἰς ἀγρὸν ἢ πρὸς φίλον βαδίζοντας. ὅμοιον δʼ ἐστὶ τῷ φιλοσοφεῖν τὸ πολιτεύεσθαι. Σωκράτης γοῦν οὔτε βάθρα θεὶς οὔτε εἰς θρόνον καθίσας οὔθʼ ὥραν διατριβῆς ἢ περιπάτου τοῖς γνωρίμοις τεταγμένην φυλάττων, ἀλλὰ καὶ παίζων ὅτε τύχοι καὶ συμπίνων καὶ συστρατευόμενος ἐνίοις καὶ συναγοράζων, τέλος δὲ καὶ δεδεμένος καὶ πίνων τὸ φάρμακον ἐφιλοσόφει, πρῶτος ἀποδείξας τὸν βίον ἅπαντι χρόνῳ καὶ μέρει καὶ πάθεσι καὶ πράγμασιν ἁπλῶς ἅπασι φιλοσοφίαν δεχόμενον.
Λαέρτιος Διογένης ὁ δὲ Δικαίαρχος οὔτε σοφοὺς οὔτε φιλοσόφους φησὶν αὐτοὺς γεγονέναι, συνετοὺς δέ τινας καὶ νομοθετικούς.
οὐκ ἐβούλοντο οἱ παλαιοὶ Ῥωμαίων, ὦ Σήβωσε ἀνδρῶν ἄριστε, σοφοὶ εἶναι δοκεῖν, ὅθεν οὐδὲ ἐθήρων τὴν δόξαν δεινότητι λόγων ἢ περιττοῖς καὶ πιθανοῖς ἀποφθέγμασιν, οἷς ἐχρήσαντο Ἑλλήνων τινές, ἃ διαβεβόηται χρησμῶν εἶναι δοκοῦντα ἤδη πιστότερα, μηδὲν ἄγαν καὶ ἕπου θεῷ καὶ χρόνων φείδου καὶ γνῶθι σαυτὸν καὶ ἐγγύα πάρα δʼ ἄτα καὶ ἄλλα τούτοις ἐοικότα, ἴσως μὲν καὶ ὠφέλιμα τοῖς πειθομένοις, ἔχοντα δέ τι ἐν τῷ βραχεῖ τῆς ἀποδόσεως ἡδὺ καὶ προσκλητικόν. Δικαιάρχῳ δὲ οὐδὲ ταῦτα σοφῶν εἶναι ἀνδρῶν δοκεῖ, μὴ γὰρ δή γε τοὺς πάλαι λόγῳ φιλοσοφεῖν. ἀλλʼ εἶναι τὴν σοφίαν τότε γοῦν ἐπιτήδευσιν ἔργων καλῶν, χρόνῳ δὲ λόγων ὀχλικῶν γενέσθαι τέχνην. καὶ νῦν μὲν τὸν πιθανῶς διαλεχθέντα μέγαν εἶναι δοκεῖν φιλόσοφον, ἐν δὲ τοῖς πάλαι χρόνοις ὁ ἀγαθὸς μόνος ἦν φιλόσοφος, εἰ καὶ μὴ περιβλέπτους καὶ ὀχλικοὺς ἀσκοῖτο λόγους. οὐ γὰρ ἐζήτουν ἐκεῖνοί γε εἰ πολιτευτέον οὐδὲ πῶς, ἀλλʼ ἐπολιτεύοντο αὐτοὶ καλῶς, οὐδὲ εἰ χρὴ γαμεῖν, ἀλλὰ γήμαντες ὃν δεῖ τρόπον γαμεῖν ταῖς γυναιξὶ συνεβίουν. ταῦτα ἦν, φησίν, ἔργα ἀνδρῶν καὶ ἐπιτηδεύματα σοφῶν, αἱ δὲ ἀποφθέγξεις αὗται πρᾶγμα φορτικόν.
Λαέρτιος Διογένης στασιάζεται δὲ καὶ περὶ τοῦ ἀριθμοῦ αὐτῶν ... Δικαίαρχος δὲ τέσσαρας ὡμολογημένους ἡμῖν παραδίδωσι, Θαλῆν Βίαντα Πιττακὸν Σόλωνα. ἄλλους δὲ ὀνομάζει ἕξ, ὧν ἐκλέξασθαι τρεῖς, Ἀριστόδημον, Πάμφυλον, Χίλωνα Λακεδαιμόνιον, Κλεόβουλον, Ἀνάχαρσιν, Περίανδρον.
Πορφύριος ἐπεὶ δὲ τῆς Ἰταλίας ἐπέβη καὶ ἐν Κρότωνι ἐγένετο, φησὶν ὁ Δικαίαρχος, ὡς ἀνδρὸς ἀφικομένου πολυπλάνου τε καὶ περιττοῦ καὶ κατὰ τὴν ἰδίαν φύσιν ὑπὸ τῆς τύχης εὖ κεχορηγημένου, τήν τε γὰρ ἰδέαν εἶναι ἐλευθέριον καὶ μέγαν χάριν τε πλείστην καὶ κόσμον ἐπί τε τῆς φωνῆς καὶ τοῦ ἤθους καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ἔχειν, οὕτως διαθεῖναι τὴν Κροτωνιατῶν πόλιν, ὥστʼ ἐπεὶ τὸ τῶν γερόντων ἀρχεῖον ἐψυχαγώγησεν πολλὰ καὶ καλὰ διαλεχθείς, τοῖς νέοις πάλιν ἡβητικὰς ἐποιήσατο παραινέσεις ὑπὸ τῶν ἀρχόντων κελευσθείς, μετὰ δὲ ταῦτα τοῖς παισὶν ἐκ τῶν διδασκαλείων ἀθρόοις συνελθοῦσιν, εἶτα ταῖς γυναιξί, ἐπεὶ καὶ γυναικῶν σύλλογος αὐτῷ κατεσκευάσθη.
Πορφύριος Δικαίαρχος δὲ καὶ οἱ ἀκριβέστεροι καὶ τὸν Πυθαγόραν φασὶν παρεῖναι τῇ ἐπιβουλῇ. Φερεκύδην γὰρ πρὸ τῆς ἐκ Σάμου ἀπάρσεως τελευτῆσαι. τῶν δʼ ἑταίρων ἀθρόους μὲν τετταράκοντα ἐν οἰκίᾳ τινὸς παρεδρεύοντας ληφθῆναι, τοὺς δὲ πολλοὺς σποράδην κατὰ τὴν πόλιν ὡς ἔτυχον ἕκαστοι διαφθαρῆναι. Πυθαγόραν δὲ κρατουμένων τῶν φίλων τὸ μὲν πρῶτον εἰς Καυλωνίαν τὸν ὅρμον σωθῆναι, ἐκεῖθεν δὲ πάλιν εἰς Λοκρούς. πυθομένους δὲ τοὺς Λοκροὺς τῶν γερόντων τινὰς ἐπὶ τὰ τῆς χώρας ὅρια ἀποστεῖλαι. τούτους δὲ πρὸς αὐτὸν ἀπαντήσαντας εἰπεῖν: «ἡμεῖς, ὦ Πυθαγόρα, σοφὸν μὲν ἄνδρα σε καὶ δεινὸν ἀκούομεν. ἀλλʼ ἐπεὶ τοῖς ἰδίοις νόμοις οὐθὲν ἔχομεν ἐγκαλεῖν, αὐτοὶ μὲν ἐπὶ τῶν ὑπαρχόντων πειρασόμεθα μένειν, σὺ δʼ ἑτέρωθί που βάδιζε λαβὼν παρʼ ἡμῶν εἴ του κεχρημένος τυγχάνεις». ἐπεὶ δʼ ἀπὸ τῆς τῶν Λοκρῶν πόλεως τὸν εἰρημένον ἀπηλλάγη τρόπον, εἰς Τάραντα πλεῦσαι. πάλιν δὲ κἀκεῖ παραπλήσια παθόντα τοῖς περὶ Κρότωνα εἰς Μεταπόντιον ἐλθεῖν. πανταχοῦ γὰρ ἐγένοντο μεγάλαι στάσεις, ἃς ἔτι καὶ νῦν οἱ περὶ τοὺς τόπους μνημονεύουσί τε καὶ διηγοῦνται, τὰς ἐπὶ τῶν Πυθαγορείων καλοῦντες.
Πορφύριος ἐν δὲ τῇ περὶ Μεταπόντιον καὶ Πυθαγόραν αὐτὸν λέγουσι τελευτῆσαι καταφυγόντα ἐπὶ τὸ Μουσῶν ἱερόν, σπάνει τῶν ἀναγκαίων τεσσαράκοντα ἡμέρας διαμείναντα.
Λαέρτιος Διογένης φησὶ δὲ Δικαίαρχος τὸν Πυθαγόραν ἀποθανεῖν καταφυγόντα εἰς τὸ ἐν Μεταποντίῳ ἱερὸν τῶν Μουσῶν, τετταράκοντα ἡμέρας ἀσιτήσαντα.
Φλέγων ὁ Τραλλιανός ἱστορεῖ δὲ καὶ Ἡσίοδος καὶ Δικαίαρχος καὶ Κλείταρχος καὶ Καλλίμαχος καὶ ἄλλοι τινὲς περὶ Τειρεσίου τάδε. Τειρεσίαν τὸν Εὐήρους ἐν Ἀρκαδίᾳ ὄντα ἐν τῷ ὄρει τῷ ἐν Κυλλήνῃ ὄφεις ἰδόντα ὀχεύοντας τρῶσαι τὸν ἕτερον καὶ παραχρῆμα μεταβαλεῖν τὴν ἰδέαν. γενέσθαι γὰρ ἐξ ἀνδρὸς γυναῖκα καὶ μιχθῆναι ἀνδρί. τοῦ δὲ Ἀπόλλωνος αὐτῷ χρήσαντος, ὡς ἐὰν τηρήσας ὀχεύοντας ὁμοίως τρώσῃ τὸν ἕνα ἔσται οἷος ἦν, παραφυλάξαντα τὸν Τειρεσίαν ποιῆσαι τὰ ὑπὸ τοῦ θεοῦ ῥηθέντα καὶ οὕτως ἀνακομίσασθαι τὴν ἀρχαίαν φύσιν. Διὸς δὲ ἐρίσαντος Ἥρᾳ καὶ φαμένου ἐν ταῖς συνουσίαις πλεονεκτεῖν τὴν γυναῖκα τοῦ ἀνδρὸς τῇ τῶν ἀφροδισίων ἡδονῇ καὶ τῆς Ἥρας φασκούσης τὰ ἐναντία, δόξαι αὐτοῖς μεταπεμψαμένοις ἐρέσθαι τὸν Τειρεσίαν διὰ τὸ τῶν τρόπων ἀμφοτέρων πεπειρᾶσθαι. τὸν δὲ ἐρωτώμενον ἀποφήνασθαι, διότι μοιρῶν οὐσῶν δέκα τὸν ἄνδρα τέρπεσθαι τὴν μίαν, τὴν δὲ γυναῖκα τὰς ἐννέα. τὴν δὲ Ἥραν ὀργισθεῖσαν κατανύξαι αὐτοῦ τοὺς ὀφθαλμοὺς καὶ ποιῆσαι τυφλόν, τὸν δὲ Δία δωρήσασθαι αὐτῷ τὴν μαντικήν, καὶ βιοῦν ἐπὶ γενεὰς ἑπτά.
Φλέγων ὁ Τραλλιανός οἱ αὐτοὶ ἱστοροῦσιν κατὰ τὴν Λαπίθων χώραν γενέσθαι Ἐλάτῳ τῷ βασιλεῖ θυγατέρα, ὀνομαζομένην Καινίδα. ταύτῃ δὲ Ποσειδῶνα μιγέντα ἐπαγγείλασθαι ποιήσειν αὐτὴν ὃ ἂν ἐθέλῃ, τὴν δὲ ἀξιῶσαι μεταλλάξαι αὐτὴν εἰς ἄνδρα, ποιῆσαί τε ἄτρωτον. τοῦ δὲ Ποσειδῶνος κατὰ τὸ ἀξιωθὲν ποιήσαντος μετονομασθῆναι Καινέα.
Δημήτριος ὁ Φαληρεύς ὡς ὁ Δικαίαρχος «Ἐν Ἐλέᾳ, φησί, τῆς Ἰταλίας πρεσβύτην ἤδη τὴν ἡλικίαν ὄντα».
Λαέρτιος Διογένης καὶ ἐπαιδεύθη μὲν γράμματα παρὰ Διονυσίῳ οὗ καὶ μνημονεύει ἐν τοῖς Ἀντερασταῖς. ἐγυμνάσατο δὲ παρὰ Ἀρίστωνι τῷ Ἀργείῳ παλαιστῇ κτλ. εἰσὶ δʼ οἳ καὶ παλαῖσαί φασιν αὐτὸν Ἰσθμοῖ, καθὰ καὶ Δικαίαρχος ἐν πρώτῳ περὶ βίων, καὶ γραφικῆς ἐπιμεληθῆναι καὶ ποιήματα γράψαι, πρῶτον μὲν διθυράμβους, ἔπειτα καὶ μέλη καὶ τραγῳδίας.
Πλούταρχος ἀλλʼ ὅρα μή τί σοι προσῆκον ὁ Πλάτων καὶ οἰκεῖον αἰνιττόμενος λέληθεν, ἅτε δὴ τῷ Σωκράτει τὸν Λυκοῦργον ἀναμιγνὺς οὐχ ἧττον ἢ τὸν Πυθαγόραν, ὡς ᾤετο Δικαίαρχος.
Λαέρτιος Διογένης λόγος δὲ πρῶτον γράψαι αὐτὸν τὸν Φαῖδρον. καὶ γὰρ ἔχειν μειρακιῶδές τι τὸ πρόβλημα. Δικαίαρχος δὲ καὶ τὸν τρόπον τῆς γραφῆς ὅλον ἐπιμέμφεται ὡς φορτικόν.
Λαέρτιος Διογένης μαθηταὶ δʼ αὐτοῦ ... καὶ ἄλλοι πλείους, σὺν οἷς καὶ γυναῖκες δύο, Λασθένεια Μαντινικὴ καὶ Ἀξιοθέα Φλειασία, ἣ καὶ ἀνδρεῖα ἠμπίσχετο, ὥς φησι Δικαίαρχος.
Φιλόδημος τοιαῦτα γεγραφότος Δικαιάρχου Φιλόχορος ἐν τῷ τῆς Ἀτθίδος ἕκτωι παρέπαισεν ἐπὶ το ..... κτλ.
Πλούταρχος .... ᾤετο χρῆναι Δικαίαρχος εὔνους μὲν αὑτῷ παρασκευάζειν ἅπαντας, φίλους δὲ ποιεῖσθαι τοὺς ἀγαθούς.
Πορφύριος τῶν τοίνυν συντόμως τε ὁμοῦ καὶ ἀκριβῶς τὰ Ἑλληνικὰ συναγαγόντων ἐστὶν καὶ ὁ Περιπατητικὸς Δικαίαρχος, ὃς τὸν ἀρχαῖον βίον τῆς Ἑλλάδος ἀφηγούμενος τοὺς παλαιοὺς καὶ ἐγγὺς θεῶν φησὶ γεγονότας, βελτίστους τε ὄντας φύσει καὶ τὸν ἄριστον ἐζηκότας βίον, ὡς χρυσοῦν γένος νομίζεσθαι παραβαλλομένους πρὸς τοὺς νῦν, κιβδήλου καὶ φαυλοτάτης ὑπάρχοντας ὕλης, μηδὲν φονεύειν ἔμψυχον. ὃ δὴ καὶ τοὺς ποιητὰς παριστάντας χρυσοῦν μὲν ἐπονομάζειν γένος ἐσθλὰ δὲ πάντα, λέγειν, τοῖσιν ἔην· καρπὸν δʼ ἔφερεν ζείδωρος ἄρουρα αὐτομάτη πολλόν τε καὶ ἄφθονον. οἳ δʼ ἐθελημοὶ ἥσυχοι ἔργʼ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν. ἃ δὴ καὶ ἐξηγούμενος ὁ Δικαίαρχος τὸν ἐπὶ Κρόνου βίον τοιοῦτον εἶναι φησίν. εἰ δεῖ λαμβάνειν μὲν αὐτὸν ὡς γεγονότα καὶ μὴ μάτην ἐπιπεφημισμένον, τὸ δὲ λίαν μυθικὸν ἀφέντας εἰς τὸ διὰ τοῦ λόγου φυσικὸν ἀνάγειν. αὐτόματα μὲν γὰρ πάντα ἐφύετο, εἰκότως, οὐ γὰρ αὐτοί γε κατεσκεύαζον οὐθὲν διὰ τὸ μήτε τὴν γεωργικὴν ἔχειν πω τέχνην μήθʼ ἑτέραν μηδεμίαν ἁπλῶς. τὸ δʼ αὐτὸ καὶ τοῦ σχολὴν ἄγειν αἴτιον ἐγίγνετο αὐτοῖς καὶ τοῦ διάγειν ἄνευ πόνων καὶ μερίμνης, εἰ δὲ τῇ τῶν γλαφυρωτάτων ἰατρῶν ἐπακολουθῆσαι δεῖ διανοίᾳ, καὶ τοῦ μὴ νοσεῖν. οὐθὲν γὰρ εἰς ὑγίειαν αὐτῶν μεῖζον παράγγελμα εὕροι τις ἂν ἢ τὸ μὴ ποιεῖν περιττώματα, ὧν διὰ παντὸς ἐκεῖνοι καθαρὰ τὰ σώματα ἐφύλαττον. οὔτε γὰρ τῆς φύσεως ἰσχυροτέραν τροφὴν προσεφέροντο, οὔτε τὴν πλείω τῆς μετρίας διὰ τὴν ἑτοιμότητα, ἀλλʼ ὡς τὰ πολλὰ τὴν ἐλάττω διὰ τὴν σπάνιν. ἀλλὰ μὴν οὐδὲ πόλεμοι αὐτοῖς ἦσαν οὐδὲ στάσεις πρὸς ἀλλήλους, ἆθλον γὰρ οὐθὲν ἀξιόλογον ἐν τῷ μέσῳ προκείμενον ὑπῆρχεν, ὕπερ ὅτου τις ἂν διαφορὰν τοσαύτην ἐνεστήσατο. ὥστε τὸ κεφάλαιον εἶναι τοῦ βίου συνέβαινεν σχολήν, ῥᾳθυμίαν ἀπὸ τῶν ἀναγκαίων, ὑγίειαν, εἰρήνην, φιλίαν. τοῖς δὲ ὑστέροις ἐφιεμένοις μεγάλων καὶ πολλοῖς περιπίπτουσι κακοῖς ποθεινὸς εἰκότως ἐκεῖνος ὁ βίος ἐφαίνετο. δηλοῖ δὲ τὸ λιτὸν τῶν πρώτων καὶ αὐτοσχέδιον τῆς τροφῆς τὸ μεθύστερον ῥηθὲν ἅλις δρυός, τοῦ μεταβάλλοντος πρώτου, οἷα εἰκός, τοῦτο φθεγξαμένου. ὕστερον ὁ νομαδικὸς εἰσῆλθεν βίος, καθʼ ὃν περιττοτέραν ἤδη κτῆσιν προσπεριεβάλοντο καὶ ζῴων ἥψαντο, κατανοήσαντες ὅτι τὰ μὲν ἀσινῆ ἐτύγχανεν ὄντα, τὰ δὲ κακοῦργα καὶ χαλεπά. καὶ οὕτω δὴ τὰ μὲν ἐτιθάσευσαν, τοῖς δὲ ἐπέθεντο, καὶ ἅμα τῷ αὐτῷ βίῳ συνεισῆλθεν πόλεμος. καὶ ταῦτα, φησίν, οὐχ ἡμεῖς, ἀλλʼ οἱ τὰ παλαιὰ ἱστορίᾳ διεξελθόντες εἰρήκασιν. ἤδη γὰρ ἀξιόλογα κτήματα ἦν ὑπάρχοντα, οἳ μὲν ἐπὶ τὸ παρελέσθαι φιλοτιμίαν ἐποιοῦντο, ἀθροιζόμενοί τε καὶ παρακαλοῦντες ἀλλήλους, οἳ δʼ ἐπὶ τὸ διαφυλάξαι. προϊόντος δὲ κατὰ μικρὸν οὕτω τοῦ χρόνου, κατανοοῦντες ἀεὶ τῶν χρησίμων εἶναι δοκούντων, εἰς τὸ τρίτον τε καὶ γεωργικὸν ἐνέπεσον εἶδος. ταυτὶ μὲν Δικαιάρχου τὰ παλαιὰ τῶν Ἑλληνικῶν διεξιόντος μακάριόν τε τὸν βίον ἀφηγουμένου τῶν παλαιοτάτων, ὃν οὐχ ἧττον τῶν ἄλλων καὶ ἡ ἀποχὴ τῶν ἐμψύχων συνεπλήρου.
Στέφανος ὁ Βυζάντιος Πάτρα: ἓν τῶν τριῶν τῶν παρʼ Ἕλλησι κοινωνίας εἰδῶν, ὡς Δικαίαρχος, ἃ δὴ καλοῦμεν πάτραν φρατρίαν φυλήν. ἐκλήθη δὲ πάτρα μὲν εἰς τὴν δευτέραν μετάβασιν ἐλθόντων ἡ κατὰ μόνας ἑκάστῳ πρότερον οὖσα συγγένεια, ἀπὸ τοῦ πρεσβυτάτου τε καὶ μάλιστα ἰσχύσαντος ἐν τῷ γένει τὴν ἐπωνυμίαν ἔχουσα, ὃν ἂν τρόπον Αἰακίδας ἢ Πελοπίδας εἴποι τις. φατρίαν δὲ συνέβη λέγεσθαι καὶ φρατρίαν, ἐπειδή τινες εἰς ἑτέραν πάτραν ἐδίδοσαν θυγατέρας ἑαυτῶν. οὐ γὰρ ἔτι τῶν πατριωτικῶν ἱερῶν εἶχε κοινωνίαν ἡ δοθεῖσα, ἀλλʼ εἰς τὴν τοῦ λαβόντος αὐτὴν συνετέλει πάτραν, ὥστε πρότερον πόθῳ τῆς συνόδου γιγνομένης ἀδελφαῖς σὺν ἀδελφῷ ἑτέρα τις ἱερῶν ἐτέθη κοινωνικὴ σύνοδος, ἣν δὴ φρατρίαν ὠνόμαζον. καὶ πάλιν: ὥστε πάτρα μὲν ὅνπερ εἴπομεν ἐκ τῆς συγγενείας τρόπον ἐγένετο μάλιστα τῆς γονέων σὺν τέκνοις καὶ τέκνων σὺν γονεῦσι, φρατρία δὲ ἐκ τῆς τῶν ἀδελφῶν. φυλὴ δὲ καὶ φυλέται πρότερον ὠνομάσθησαν ἐκ τῆς εἰς τὰς πόλεις καὶ τὰ καλούμενα ἔθνη συνόδου γενομένης. ἕκαστον γὰρ τῶν συνελθόντων φῦλον ἐλέγετο εἶναι.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Γράνικος, οἱ δὲ Ἄτραμυς, Πελασγὸς τὸ γένος, ἀφίκετό ποτε ὑπὸ τὴν ἐν τῇ Λυκίᾳ Ἴδην, καὶ πόλιν κτίσας ἐκεῖσε ἀφʼ ἑαυτοῦ προσηγόρευσεν Ἀδραμύττιον. γεννήσας δὲ θυγατέρα Θήβην τῷ ὀνόματι, παρὰ τὴν ἀκμὴν τοῦ γάμου ἔθετο γυμνικὸν ἀγῶνα καὶ τὸν ταύτης γάμον τῷ ἀριστεύσαντι. Ἡρακλῆς δὲ κατʼ ἐκεῖνο καιροῦ φανεὶς ἔλαβε τὴν Θήβην γυναῖκα, καὶ κτίσας πόλιν ὑπὸ τὸ Πλάκιον καλούμενον ὄρος τῆς Λυκίας Πλακίαν Θήβην αὐτὴν ἀπὸ τῆς γυναικὸς ἐκάλεσεν. ἡ ἱστορία παρὰ Δικαιάρχῳ
Σχόλια εἰς Εὐριπίδην Δικαίαρχός φησιν ἐνθάδε ἀπόσπασμά τι τοῦ μετὰ τοῦ Κάδμου στόλου οἰκῆσαι.
Κλήμης ὁ Ἀλεξανδρεύς Δικαίαρχος δὲ σχιζίαν, νευρώδη, μέλανα, γρυπόν, ὑποχαροπόν, τετανότριχα
Στέφανος ὁ Βυζάντιος Χαλδαῖοι: ..... ἐκλήθησαν δὲ ἀπὸ Χαλδαίου τινός, ὡς Δικαίαρχος ἐν πρώτῳ τοῦ τῆς Ἑλλάδος βίου. τούτων δὲ συνέσει καὶ δυνάμει διάφορον γενόμενον τὸν καλούμενον Νίνον τὴν ὁμώνυμον αὑτῷ συνοικίσαι πόλιν. ἀπὸ δὲ τούτου τέταρτον ἐπὶ δέκα βασιλέα γενόμενον, ᾧ τοὔνομα Χαλδαῖον εἶναι λέγουσιν, ὅν φασι καὶ Βαβυλῶνα τὴν ὀνομαστοτάτην πόλιν περὶ τὸν Εὐφράτην ποταμὸν κατασκευάσαι, ἅπαντας εἰς ταὐτὸ συναγαγόντα τοὺς καλουμένους Χαλδαίους. λέγεται καὶ Χαλδαία χώρα. εἰσὶ δὲ καὶ Χαλδαῖοι ἔθνος πλησίον τῆς Κολχίδος. Σοφοκλῆς Τυμπανισταῖς Κόλχος τε Χαλδαῖός τε καὶ Σύρων ἔθνος.
Εὐστάθιος ὁ Θεσσαλονίκης Χαλδαῖοι κληθέντες ἀπό τινος Χαλδαίου, ὅν φασι τέταρτον ἐπὶ δέκα βασιλέα μετὰ Νίνον γενόμενον τὴν Βαβυλῶνα οἰκίσαι, καὶ τοὺς συναχθέντας καλέσαι ἀφʼ ἑαυτοῦ Χαλδαίους. λέγονται μέντοι παρά τινων καὶ οἱ περὶ τὴν Κολχίδα Χάλδοι Χαλδαῖοι τρισυλλάβως, κατὰ Δικαίαρχον.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Δικαίαρχος δὲ ἐν αʹ Ἑλλάδος βίου Σεσόγχωσιν καὶ νόμους αὐτὸν θεῖναι λέγει, ὥστε μηδένα καταλιπεῖν τὴν πατρῴαν τέχνην. τοῦτο γὰρ ὑπολαμβάνειν ἀρχὴν εἶναι πλεονεξίας. καὶ πρῶτόν φησιν αὐτὸν εὑρηκέναι ἵππων ἄνθρωπον ἐπιβαίνειν.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια φησὶν δὲ Δικαίαρχος ἐν δευτέρῳ Ἑλληνικοῦ βίου καὶ τοῦτο Σεσογχώσιδι μεμεληκέναι καὶ νόμους αὐτὸν θέσθαι λέγει ὥστε μηδένα καταλιπεῖν κτλ.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Δικαίαρχος δὲ ἐν αʹ μετὰ τὸν Ἴσιδος καὶ Ὀσίριδος Ὦρον βασιλέα γεγονέναι Σεσόγχωσιν. γίνεται δὲ ἀπὸ Σεσογχώσεως ἐπὶ τὴν Νείλου βασιλείαν ἔτη βφʹ, ἀπὸ δὲ τῆς Νείλου βασιλείας ἐπὶ τὴν Ἰλίου ἅλωσιν ζʹ, ἀπὸ δὲ τῆς Ἰλίου ἁλώσεως ἐπὶ τὴν αʹ Ὀλυμπιάδα υλςʹ, ὁμοῦ βπμγʹ.
Δικαίαρχος δέ φησιν ἐν βʹ Ἑλλάδος βίου Σεσόγχωσιν ...... μέχρις αὐτοῦ εἶναι.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Δικαίαρχος δὲ ἐν αʹ μετὰ τὸν Ὀσίριδος καὶ Ἴσιδος Ὦρον βασιλέα φησὶ γεγονέναι Σέσωστριν. ὥστε γίνεσθαι ἀπὸ μὲν τῆς Σεσώστριδος βασιλείας μέχρι τοῦ Νείλου ἔτη βφʹ, ἀπὸ δὲ τῆς Νείλου βασιλείας μέχρι τῆς αʹ Ὀλυμπιάδος ἔτη υλςʹ, ὡς εἶναι τὰ πάντα ὁμοῦ ἔτη βπλςʹ.
Ζηνόβιος ὁ Σοφιστής Μερὶς οὐ πνίγει. Δικαίαρχός φησιν ἐν τοῖς περὶ τῆς Ἑλλάδος ἐν τοῖς δείπνοις μὴ εἶναι σύνηθες τοῖς ἀρχαίοις διανέμειν μερίδας. διὰ δὲ προφάσεις τινὰς ἐνδεεστέρων γενομένων τῶν ἐδεσμάτων κρατῆσαι τὸ ἔθος τῶν μερίδων, καὶ διὰ τοῦτο τὴν παροιμίαν εἰρῆσθαι. τῶν γὰρ ἐδεσμάτων κοινῇ καὶ μὴ κατὰ μέρος τιθεμένων τὸ πρότερον οἱ δυνατώτεροι τὰς τροφὰς τῶν ἀσθενῶν ἥρπαζον, καὶ συνέβαινε τούτους ἀποπνίγεσθαι, μὴ δυναμένους ἑαυτοῖς βοηθεῖν. διὰ τοῦτο οὖν ὁ μερισμὸς ἐπενοήθη.
Ἀθήναιος ἦν γὰρ δή τινα καὶ χωρὶς τῶν ἐμφυσωμένων καὶ χορδαῖς διειλημμένων ἕτερα ψόφου μόνον παρασκευαστικά, καθάπερ τὰ κρέμβαλα. περὶ ὧν φησι Δικαίαρχος ἐν τοῖς περὶ τοῦ τῆς Ἑλλάδος βίου, ἐπιχωριάσαι φάσκων ποτὲ καθʼ ὑπερβολὴν εἰς τὸ προσορχεῖσθαί τε καὶ προσᾴδειν ταῖς γυναιξὶν ὄργανά τινα ποιά, ὧν ὅτε τις ἅπτοιτο τοῖς δακτύλοις ποιεῖν λιγυρὸν ψόφον. δηλοῦσθαι δὲ ἐν τῷ τῆς Ἀρτέμιδος ἄσματι οὗ ἐστιν ἀρχή Ἄρτεμι σοί μέ τι φρὴν ἐφίμερον ὕμνον ὑφαινέμεναι θεόθεν ἅδε τις ἀλλὰ χρυσοφάεννα κρέμβαλα χαλκοπάραια χερσίν
Στέφανος ὁ Βυζάντιος Δώριον: πόλις μία τῶν τριῶν ὧν Ὅμηρος μνημονεύει «καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον». Δικαίαρχος δὲ τέτταρας ταύτας εἶναί φησι, καὶ Πτελέας, οὐ Πτελεὸν τὴν μίαν καλεῖ, κατὰ τὸ πρῶτον τοῦ Βίου τῆς Ἑλλάδος βιβλίον.
Ἀθήναιος ὀρχήσεις δʼ εἰσὶ παρʼ Ὁμήρῳ αἳ μέν τινες τῶν κυβιστητήρων, αἳ δὲ διὰ τῆς σφαίρας. ἧς τὴν εὕρεσιν Ἀγαλλὶς ἡ Κερκυραία γραμματικὴ Ναυσικάᾳ ἀνατίθησιν ὡς πολίτιδι χαριζομένη, Δικαίαρχος δὲ Σικυωνίοις, Ἵππασος δὲ Λακεδαιμονίοις ταύτην τε καὶ τὰ γυμνάσια πρώτοις.
τὸ δρᾶμα δοκεῖ ὑποβαλέσθαι παρὰ Νεόφρονος διασκευάσας ὡς Δικαίαρχος ...... τοῦ τῆς Ἑλλάδος βίου καὶ Ἀριστοτέλης ἐν ὑπομνήμασι.
Ἀθήναιος Φίλιππος δʼ ὁ Μακεδὼν οὐκ ἐπήγετο μὲν εἰς τοὺς πολέμους γυναῖκας, ὥσπερ Δαρεῖος ὁ ὑπʼ Ἀλεξάνδρου καταλυθείς, ὃς περὶ τῶν ὅλων πολεμῶν τριακοσίας ἑξήκοντα περιήγετο παλλακάς, ὡς ἱστορεῖ Δικαίαρχος ἐν τρίτῳ περὶ τοῦ τῆς Ἑλλάδος βίου. ὁ δὲ Φίλιππος αἰεὶ κατὰ πόλεμον ἐγάμει.
Πλούταρχος ὁ μὲν οὖν Ξενοφῶν ὄνομα τῆς Ἀγησιλάου θυγατρὸς οὐ γέγραφε, καὶ ὁ Δικαίαρχος ἐπηγανάκτησεν, ὡς μήτε τὴν Ἀγησιλάου θυγατέρα μήτε τὴν Ἐπαμεινώνδου μητέρα γινωσκόντων ἡμῶν.
Πλούταρχος ὁ δὲ Δικαίαρχος Ἐχέμου φησὶ καὶ Μαράθου συστρατευσάντων τότε τοῖς Τυνδαρίδαις ἐξ Ἀρκαδίας ἀφʼ οὗ μὲν Ἐχεδημίαν προσαγορευθῆναι τὴν νῦν Ἀκαδήμειαν, ἀφʼ οὗ δὲ Μαραθῶνα τὸν δῆμον, ἐπιδόντος ἑαυτὸν ἑκουσίως κατά τι λόγιον σφαγιάσασθαι πρὸ τῆς παρατάξεως.
Ἰώσηπος ὁ ἱστορικός καὶ γὰρ ἐθνῶν τινες καὶ τῶν ἐνδοξοτάτων πόλεων ῥυπαίνειν τὴν εὐγένειαν καὶ τὰς πολιτείας ἐπεχείρησαν λοιδορεῖν, Θεόπομπος μὲν τὴν Ἀθηναίων, τὴν δὲ Λακεδαιμονίων Πολυκράτης, ὁ δὲ τὸν Τριπολιτικὸν γράψας, οὐ γὰρ δὴ Θεόπομπός ἐστιν ὡς οἴονταί τινες, καὶ τὴν Θηβαίων πόλιν προσέλαβεν.
Φώτιος ἀνεγνώσθη περὶ πολιτικῆς ὡς ἐν διαλόγῳ, Μηνᾶν πατρίκιον καὶ Θωμᾶν ῥεφερενδάριον τὰ διαλεγόμενα εἰσάγων πρόσωπα. περιέχει δὲ ἡ πραγματεία λόγους ἕξ, ἐν οἷς καὶ ἕτερον εἶδος πολιτείας παρὰ τὰ τοῖς παλαιοῖς εἰρημένα εἰσάγει, ὃ καὶ καλεῖ Δικαιαρχικόν. ἐπιμέμφεται δὲ τῆς Πλάτωνος δικαίως πολιτείας. ἣν δʼ αὐτοὶ πολιτείαν εἰσάγουσιν ἐκ τῶν τριῶν εἰδῶν τῆς πολιτείας δέον αὐτὴν συγκεῖσθαί φασι, βασιλικοῦ καὶ ἀριστοκρατικοῦ καὶ δημοκρατικοῦ, τὸ εἰλικρινὲς αὐτῇ ἑκάστης πολιτείας συνεισαγούσης, κἀκείνην τὴν ὡς ἀληθῶς ἀρίστην πολιτείαν ἀποτελούσης.
Ἀθήναιος περὶ δὲ τοῦ τῶν φιδιτίων δείπνου Δικαίαρχος τάδε ἱστορεῖ ἐν τῷ ἐπιγραφομένῳ Τριπολιτικῷ: τὸ δεῖπνον πρῶτον μὲν ἑκάστῳ χωρὶς παρατιθέμενον καὶ πρὸς ἕτερον κοινωνίαν οὐδεμίαν ἔχον.
… εἶτα μᾶζαν μὲν ὅσην ἂν ἕκαστος ᾖ βουλόμενος, καὶ πιεῖν πάλιν ὅταν ᾖ θυμὸς ἑκάστῳ κώθων παρακείμενός ἐστιν. ὄψον δὲ ταὐτὸν ἀεί ποτε πᾶσίν ἐστιν, ὕειον κρέας ἑφθόν, ἐνίοτε δʼ οὐδʼ ὁτιμενοῦν πλὴν ὄψον τι μικρὸν ἔχον σταθμὸν ὡς τέταρτον μάλιστα … καὶ παρὰ τοῦτο ἕτερον οὐδὲν πλὴν ὅ γε ἀπὸ τούτων ζωμὸς ἱκανὸς ὢν παρὰ πᾶν τὸ δεῖπνον ἅπαντας αὐτοὺς παραπέμπειν, κἂν ἄρα ἐλάα τις ἢ τυρὸς ἢ σῦκον, ἀλλὰ κἄν τι λάβωσιν ἐπιδόσιμον, ἰχθὺν ἢ λαγὼν ἢ φάτταν ἤ τι τοιοῦτον. εἶτʼ ὀξέως ἤδη δεδειπνηκόσιν ὕστερα περιφέρεται ταῦτα τὰ ἐπάικλα καλούμενα. συμφέρει δʼ ἕκαστος εἰς τὸ φιδίτιον ἀλφίτων μὲν ὡς τρία μάλιστα ἡμιμέδιμνα Ἀττικά, οἴνου δὲ χοεῖς ἕνδεκά τινας ἢ δώδεκα, παρὰ δὲ ταῦτα τυροῦ σταθμόν τινα καὶ σύκων, ἔτι δὲ εἰς ὀψωνίαν περὶ δέκα τινὰς Αἰγιναίους ὀβολούς.
Πλούταρχος οὐ γὰρ ἂν ἐπῆλθεν αὐτοῖς εἰς νοῦν βαλέσθαι τὰς τυφλὰς καὶ νωδὰς ἐκείνας ψηλαφήσεις καὶ ἐπιπηδήσεις τοῦ ἀκολάστου, μεμαθηκόσιν, εἰ μηδὲν ἄλλο, γράφειν περὶ Ὁμήρου καὶ περὶ Εὐριπίδου, ὡς Ἀριστοτέλης καὶ Ἡρακλείδης καὶ Δικαίαρχος.
Πλούταρχος οὐκ ἦν δὲ πρὸς τὸ ἡδέως ζῆν ἐπιεικέστερον μύρα καὶ θυμιάματα δυσχεραίνειν ὡς κάνθαροι καὶ γῦπες, ἢ κριτικῶν καὶ μουσικῶν λαλιὰν βδελύττεσθαι καὶ φεύγειν; ποῖος γὰρ ἂν αὐλὸς ἢ κιθάρα διηρμοσμένη πρὸς ᾠδὴν ἢ τίς χορὸς Εὐρύοπα κέλαδον ἀκροσόφων ἀγνύμενον διὰ στομάτων φθεγγόμενος οὕτως ηὔφρανεν Ἐπίκουρον καὶ Μητρόδωρον, ὡς Ἀριστοτέλην καὶ Θεόφραστον καὶ Δικαίαρχον καὶ Ἱερώνυμον οἱ περὶ χορῶν λόγοι καὶ διδασκαλιῶν καὶ τὰ διʼ αὐλῶν προβλήματα καὶ ῥυθμῶν καὶ ἁρμονιῶν κτλ.; ..... καὶ τί δήποτε τῶν γενῶν διαχεῖ τὸ χρωματικόν, ἡ δὲ ἁρμονία συνίστησιν; ἤθη δὲ ποιητῶν καὶ πλάσματα καὶ διαφοραὶ χαρακτήρων καὶ λύσεις ἀποριῶν ἐν τῷ πρέποντι καὶ γλαφυρῷ τὸ οἰκεῖον ἅμα καὶ πιθανὸν ἔχουσαι τὸ τοῦ Ξενοφῶντος ἐκεῖνό μοι δοκοῦσιν καὶ τὸν ἔρωτα ποιεῖν ἐπιλανθάνεσθαι· τοσοῦτον ἡδονῇ κρατοῦσιν.
Ἀριστοφάνους Σχόλια Ἀντίπατρος δὲ καὶ Εὐφρόνιος ἐν τοῖς Ὑπομνήμασί φασι τοὺς κυκλίους χοροὺς στῆσαι πρῶτον Λᾶσον τὸν Ἑρμιονέα, οἱ δὲ ἀρχαιότεροι Ἑλλάνικος καὶ Δικαίαρχος Ἀρίονα τὸν Μηθυμναῖον, Δικαίαρχος μὲν ἐν τῷ περὶ Διονυσιακῶν ἀγώνων, Ἑλλάνικος δὲ ἐν τοῖς Καρνεονίκαις.
Αἰσχύλου Σχόλια τὸν δὲ τρίτον ὑποκριτὴν αὐτὸς ἐξεῦρεν ὡς δὲ Δικαίαρχος ὁ Μεσσήνιος, Σοφοκλῆς.
Πλούταρχος στιχιδίοις τισὶν οὐ φαύλως ἔχουσιν, ὦ φίλε Σαραπίων, ἐνέτυχον πρῴην, ἃ Δικαίαρχος Εὐριπίδην οἴεται πρὸς Ἀρχέλαον εἰπεῖν οὐ βούλομαι πλουτοῦντι δωρεῖσθαι πένης, μή μʼ ἄφρονα κρίνῃς ἢ διδοὺς αἰτεῖν δοκῶ
Σέξτος ὁ ἐμπειρικός πολλαχῶς μὲν καὶ ἄλλως ὑπόθεσις προσαγορεύεται, τὰ νῦν δὲ ἀπαρκέσει τριχῶς λέγεσθαι. καθʼ ἕνα μὲν τρόπον ἡ δραματικὴ περιπέτεια, καθὸ καὶ τραγικὴν καὶ κωμικὴν ὑπόθεσιν εἶναι λέγομεν καὶ Δικαιάρχου τινὰς ὑποθέσεις τῶν Εὐριπίδου καὶ Σοφοκλέους μύθων, οὐκ ἄλλο τι καλοῦντες ὑπόθεσιν ἢ τὴν τοῦ δράματος περιπέτειαν.
Δικαίαρχος δὲ Αἴαντος θάνατον ἐπιγράφει. ἐν δὲ ταῖς διδασκαλίαις ψιλῶς Αἴας ἀναγέγραπται.
ὁ Τύραννος Οἰδίπους ἐπὶ διακρίσει θατέρου ἐπιγέγραπται. χαριέντως δὲ Τύραννον ἅπαντες αὐτὸν ἐπιγράφουσιν ὡς ἐξέχοντα πάσης τῆς Σοφοκλέους ποιήσεως, καίπερ ἡττηθέντα ὑπὸ Φιλοκλέους, ὥς φησι Δικαίαρχος.
τοῦτο τὸ δρᾶμα ἔνιοι νόθον ὑπενόησαν, Εὐριπίδου δὲ μὴ εἶναι, τὸν γὰρ Σοφόκλειον μᾶλλον ὑποφαίνειν χαρακτῆρα. ἐν μέντοι ταῖς Διδασκαλίαις ὡς γνήσιον ἀναγέγραπται. καὶ ἡ περὶ τὰ μετάρσια δὲ ἐν αὐτῷ πολυπραγμοσύνη τὸν Εὐριπίδην ὁμολογεῖ. πρόλογοι δὲ διττοὶ φέρονται. ὁ γοῦν Δικαίαρχος ἐκτιθεὶς τὴν ὑπόθεσιν τοῦ Ῥήσου γράφει κατὰ λέξιν οὕτως … «νῦν εὐσέληνον φέγγος ἡ διφρήλατος» καὶ τ.ἑ. καὶ ἐν ἐνίοις δὲ τῶν ἀντιγράφων ἕτερός τις φέρεται πρόλογος κτλ.
Ὑπόθεσις Ἀλκήστιδος Δικαιάρχου.
Πλατωνικὴ ὑπόμνησις τρεῖς δʼ ἔσχεν υἱούς, Φίλιππον τὸν τοῖς Εὐβούλου δράμασιν ἀγωνισάμενον, καὶ Ἀραρότα ἰδίοις τε καὶ τοῦ πατρὸς δράμασι διηγωνισμένον, καὶ τρίτον, ὃν Ἀπολλόδωρος μὲν Νικόστρατον καλεῖ, οἱ δὲ περὶ Δικαίαρχον Φιλέταιρον.
Ἀριστοφάνους Σχόλια τὸ δὲ δρᾶμα τῶν εὖ πάνυ καὶ φιλολόγως πεποιημένων. ἐδιδάχθη δὲ ἐπὶ Καλλίου τοῦ μετὰ Ἀντιγένη διὰ Φιλωνίδου εἰς Λήναια. πρῶτος ἦν, δεύτερος Φρύνιχος Μούσαις, Πλάτων τρίτος Κλεοφῶντι. οὕτω δὲ ἐθαυμάσθη διὰ τὴν ἐν αὐτῷ παράβασιν, καθʼ ἣν διαλλάττει τοὺς ἐντίμους τοῖς ἀτίμοις καὶ τοὺς πολίτας τοῖς φυγάσιν, ὥστε καὶ ἀνεδιδάχθη, ὥς φησι Δικαίαρχος.
Πλούταρχος ἐκ δὲ τῆς Κρήτης ἀποπλέων εἰς Δῆλον κατέσχε καὶ τῷ θεῷ θύσας καὶ ἀναθεὶς τὸ ἀφροδίσιον, ὃ παρὰ τῆς Ἀριάδνης ἔλαβεν, ἐχόρευσε μετὰ τῶν ἠιθέων χορείαν, ἣν ἔτι νῦν ἐπιτελεῖν Δηλίους λέγουσι, μίμημα τῶν ἐν τῷ Λαβυρίνθῳ περιόδων καὶ διεξόδων ἔν τινι ῥυθμῷ παραλλάξεις καὶ ἀνελίξεις ἔχοντι γιγνομένην. καλεῖται δὲ τὸ γένος τοῦτο τῆς χορείας ὑπὸ Δηλίων γέρανος, ὡς ἱστορεῖ Δικαίαρχος. ἐχόρευσε δὲ περὶ τὸν Κερατῶνα βωμόν, ἐκ κεράτων συνηρμοσμένον εὐωνύμων ἁπάντων. ποιῆσαι δὲ καὶ ἀγῶνά φασιν αὐτὸν ἐν Δήλῳ καὶ τοῖς νικῶσι τότε πρῶτον ὑπʼ ἐκείνου φοίνικα δοθῆναι.
Ἀριστοφάνους Σχόλια ...... ἐν τοῖς Παναθηναίοις οἱ γέροντες θαλλοὺς ἔχοντες ἐπόμπευον. ...... ὁ μέντοι Δικαίαρχος ἐν τῷ Παναθηναικῷ οὐκ οἶδα ἐξ ὅτου ποτὲ καὶ τὰς γραῦς ἐν τοῖς Παναθηναίοις ὑπείληφε θαλλοφορεῖν, πολλῶν ἀλλήλοις ὁμολογούντων περὶ τοῦ μόνους τοὺς πρεσβύτας θαλλοφορεῖν.
Ἀθήναιος τοὺς δʼ Ἐμπεδοκλέους καθαρμοὺς ἐρραψῴδησεν Ὀλυμπίασι Κλεομένης ὁ ῥαψῳδός, ὥς φησιν Δικαίαρχος ἐν τῷ Ὀλυμπικῷ.
Σοῦδα ἡ παροίνιος ᾠδή, ὡς μὲν Δικαίαρχος ἐν τῷ περὶ μουσικῶν ἀγώνων, ὅτι τρία γένη ἦν ᾠδῶν, τὸ μὲν ὑπὸ πάντων ᾀδόμενον, τὸ δὲ καθʼ ἕνα ἑξῆς, τὸ δὲ ὑπὸ τῶν συνετωτάτων ὡς ἔτυχε τῇ τάξει. ὃ δὴ καλεῖσθαι διὰ τὴν τάξιν σκολιόν.
Ἀριστοφάνους Σχόλια Δικαίαρχος ἐν τῷ περὶ μουσικῶν ἀγώνων: ἔτι δὲ κοινόν τι πάθος φαίνεται συνακολουθεῖν τοῖς διερχομένοις εἴτε μετὰ μέλους εἴτε ἄνευ μέλους, ἔχοντάς τι ἐν τῇ χειρὶ ποιεῖσθαι τὴν ἀφήγησιν. οἵ τε γὰρ ᾄδοντες ἐν τοῖς συμποσίοις ἐκ παλαιᾶς τινος παραδόσεως κλῶνα δάφνης ἢ μυρρίνης λαβόντες ᾄδουσιν.
τὴν δὲ ποίησιν ἀναγινώσκεσθαι ἀξιοῖ Ζώπυρος ὁ Μάγνης Αἰολίδι διαλέκτῳ, τὸ δʼ αὐτὸ καὶ Δικαίαρχος.
Ἀπολλώνιος ὁ Γραμματικός ὅθεν τινές, πάλιν ἀγνοήσαντες τὸ μεταβατικόν, τὸ αἴτει δʼ οἰωνὸν ἑὸν ἄγγελον μεταγράφουσιν εἰς τὸ ταχὺν ἄγγελον, ἢ τὸν ἀγαθὸν ἐκδέχονται. καὶ ἐπὶ θηλυκῆς τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν. φασὶ δὲ καὶ τὸν Ἀρίσταρχον ἀσμένως τὴν γραφὴν τοῦ Δικαιάρχου ἀναδέξασθαι, ἐν γὰρ ἁπάσαις ἦν τὸ ἑῇ ἐν πατρίδι γαίῃ ὑπολαβόντα τὸ ἑαυτῆς νοεῖσθαι ἐκ τοῦ ἑῇ, δέον πάλιν ψιλῶς μεταλαμβάνειν.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν αἰτιᾶται ἐκ τῶν ἐπῶν τούτων Δικαίαρχος τὴν παρʼ Ὁμήρῳ Πηνελόπην ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο ἄντα παρειάων καὶ τὰ ἑξῆς. οὐδαμῶς γὰρ εὔτακτον εἶναί φησι τὴν Πηνελόπην, πρῶτα μὲν ὅτι πρὸς μεθύοντας αὕτη παραγίνεται νεανίσκους, ἔπειτα τῷ κρηδέμνῳ τὰ κάλλιστα μέρη τοῦ προσώπου καλύψασα τοὺς ὀφθαλμοὺς μόνους ἀπολέλοιπε θεωρεῖσθαι. περίεργος γὰρ ἡ τοιαύτη σχηματοποιία καὶ προσποίητος, ἥ τε παράστασις τῶν θεραπαινίδων ἑκάτερθεν εἰς τὸ κατʼ ἐξοχὴν φαίνεσθαι καλὴν οὐκ ἀνεπιτήδευτον δείκνυσι.
Φιλόδημος ἐξ ὧν δὲ παρατίθεται Δικαιάρχου, λάβοι τις ἂν ὅσα βούλεται πρὸς τὴν ἐνεστηκυῖαν ὑπόθεσιν, ἢ τὸ τοὺς παλαιοὺς καὶ σοφὸν τὸν ᾠδὸν νομίζειν, ὡς εἶναι δῆλον ἐκ τοῦ παρὰ τῇ Κλυταιμνήστρᾳ καταλειφθέντος· καὶ .....γνῶναί φασιν, ὃς ἄν τι τούτων ἀκούσῃ.
Ἀθήναιος ὅτι δὲ ἐσπούδαστο παρὰ τοῖς Σικελιώταις ὁ κότταβος, δῆλον ἐκ τοῦ καὶ οἰκήματα ἐπιτήδεια τῇ παιδιᾷ κατασκευάζεσθαι, ὡς ἱστορεῖ Δικαίαρχος ἐν τῷ περὶ Ἀλκαίου.
Ἀθήναιος πρῶτον μὲν ἡ τῶν κοττάβων εὕρεσις Σικελική ἐστιν παιδιά, ταύτην πρώτων εὑρόντων Σικελῶν, ὡς Κριτίας φησὶν ὁ Καλλαίσχρου ἐν τοῖς ἐλεγείοις διὰ τούτων κότταβος ἐκ Σικελῆς ἐστι χθονὸς ἐκπρεπὲς ἔργον, ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα. Δικαίαρχος δὲ ὁ Μεσσήνιος, Ἀριστοτέλους μαθητής, ἐν τῷ περὶ Ἀλκαίου καὶ τὴν λατάγην φησὶν εἶναι Σικελικὸν ὄνομα. λατάγη δʼ ἐστὶν τὸ ὑπολειπόμενον ἀπὸ τοῦ ἐκποθέντος ποτηρίου ὑγρόν, ὃ συνεστραμμένῃ τῇ χειρὶ ἄνωθεν ἐρρίπτουν οἱ παίζοντες εἰς τὸ κοττάβιον.
Ἀθήναιος ἀγκυλοῦντα γὰρ δεῖ σφόδρα τὴν χεῖρα εὐρύθμως πέμπειν τὸν κότταβον, ὡς Δικαίαρχός φησιν καὶ Πλάτων δʼ ἐν τῷ Διὶ κακουμένῳ. παρακελεύεται δέ τις τῷ Ἡρακλεῖ μὴ σκληρὰν ἔχειν τὴν χεῖρα μέλλοντα κοτταβίζειν. ἐκάλουν δʼ ἀπʼ ἀγκύλης τὴν τοῦ κοττάβου πρόεσιν διὰ τὸ ἐπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τοῖς ἀποκοτταβισμοῖς.
Ἀθήναιος Ἡγήσανδρος δʼ ὁ Δελφὸς ἐν Ὑπομνήμασιν, ὧν ἀρχὴ «ἐν τῇ ἀρίστῃ πολιτείᾳ», φησίν: ὁ καλούμενος κότταβος παρῆλθεν εἰς τὰ συμπόσια τῶν περὶ Σικελίαν, ὥς φησιν Δικαίαρχος, πρῶτον εἰσαγαγόντων. τοσαύτη δὲ ἐγένετο σπουδὴ περὶ τὸ ἐπιτήδευμα, ὥστε εἰς τὰ συμπόσια παρεισφέρειν ἆθλα κοτταβεῖα καλούμενα. εἶτα κύλικες αἱ πρὸς τὸ πρᾶγμα χρήσιμαι μάλιστʼ εἶναι δοκοῦσαι κατεσκευάζοντο, καλούμεναι κοτταβίδες. πρὸς δὲ τούτοις οἶκοι κατεσκευάζοντο κυκλοτερεῖς, ἵνα πάντες εἰς τὸ μέσον τοῦ κοττάβου τεθέντος ἐξ ἀποστήματος ἴσου καὶ τόπων ὁμοίων ἀγωνίζοιντο περὶ τῆς νίκης. οὐ γὰρ μόνον ἐφιλοτιμοῦντο βάλλειν ἐπὶ τὸν σκοπόν, ἀλλὰ καὶ καλῶς ἕκαστα αὐτῶν, ἔδει γὰρ εἰς τὸν ἀριστερὸν ἀγκῶνα ἐρείσαντα καὶ τὴν δεξιὰν ἀγκυλώσαντα ὑγρῶς ἀφεῖναι τὴν λάταγα. οὕτω γὰρ ἐκάλουν τὸ πῖπτον ἐκ τῆς κύλικος ὑγρόν. ὥστε ἔνιοι μεῖζον ἐφρόνουν ἐπὶ τῷ καλῶς κοτταβίζειν τῶν ἐπὶ τῷ ἀκοντίζειν μέγα φρονούντων.
Ἀθήναιος ἄξιον δʼ ἐστὶ ζητῆσαι εἰ οἱ ἀρχαῖοι μεγάλοις ἔπινον ποτηρίοις. Δικαίαρχος μὲν γὰρ ὁ Μεσσήνιος, ὁ Ἀριστοτέλους μαθητής, ἐν τῷ περὶ Ἀλκαίου μικροῖς φησιν αὐτοὺς ἐκπώμασι κεχρῆσθαι καὶ ὑδαρέστερον πεπωκέναι.
Ἀθήναιος Καλλίας δʼ ὁ Μυτιληναῖος ἐν τῷ περὶ τῆς παρʼ Ἀλκαίῳ λεπάδος παρὰ τῷ Ἀλκαίῳ φησὶν εἶναι ᾠδὴν ἧς ἡ ἀρχή Πέτρας καὶ πολιᾶς θαλάσσας τέκνον, ἧς ἐπὶ τέλει γεγράφθαι ἐκ δὲ παίδων χαύνῳς φρένας, ἀ θαλασσία λεπάς. ὁ δʼ Ἀριστοφάνης γράφει ἀντὶ τοῦ λεπὰς χέλυς καί φησιν οὐκ εὖ Δικαίαρχον ἐκδεξάμενον λέγειν τὰς λεπάδας. τὰ παιδάρια δὲ ἡνίκʼ ἂν εἰς τὸ στόμα λάβωσιν, αὐλεῖν ἐν ταύταις καὶ παίζειν.
Ζηνόβιος ὁ Σοφιστής Ἐν πίθῳ τὴν κεραμείαν μανθάνω: παροιμία ἐπὶ τῶν τὰς πρώτας μαθήσεις ὑπερβαινόντων, ἁπτομένων δὲ εὐθέως τῶν μειζόνων. ὡς εἴ τις μανθάνων κεραμεύειν, πρὶν μαθεῖν πίνακας ἢ ἄλλο τι τῶν μικρῶν πλάττειν, πίθῳ ἐγχειροίη. Δικαίαρχος δέ φησιν ἕτερόν τι δηλοῦν τὴν παροιμίαν, οἱονεὶ τὴν μελέτην ἐν τοῖς ὁμοίοις ποιεῖσθαι, ὡς κυβερνήτης ἐπὶ τῆς νηὸς καὶ ἡνίοχος ἐπὶ τῶν ἵππων.
Ζηνόβιος ὁ Σοφιστής Ἡράκλειος νόσος: Δικαίαρχός φησι τὴν ἱερὰν νόσον Ἡράκλειον ὀνομάζεσθαι. εἰς ταύτην γὰρ ἐκ τῶν μακρῶν πόνων περιπεσεῖν φασι τὸν Ἡρακλέα.
Ἡράκλειος ψώρα· Δικαίαρχος τὴν ἱερὰν νόσον οὕτω φησί· καὶ γὰρ ἐκ τῶν μακρῶν πόνων ἐς τοσαύτην πεσεῖν τὸν Ἡρακλέα.
Ζηνόβιος ὁ Σοφιστής Τάδε Μῆδος οὐ φυλάξει: Δικαίαρχός φησιν, ὅτι μελλούσης τῆς Ξέρξου στρατείας γίνεσθαι οἱ Ἕλληνες ἀπογνόντες τῆς σωτηρίας τὰς οὐσίας αὑτῶν ἀνήλισκον, ἐπιλέγοντες: Τάδε Μῆδος οὐ φυλάξει.
Ζηνόβιος ὁ Σοφιστής Ἄειδε τὰ Τέλληνος: οὗτος ὁ Τέλλην ἐγένετο αὐλητὴς καὶ μελῶν ἀνυποτάκτων ποιητής. μέμνηται αὐτοῦ Δικαίαρχος ὁ Μεσσήνιος.
Τὸν αὐλητὴν αὐλεῖν: ταύτης μέμνηται Φιλήμων ὁ κωμικός. Δικαίαρχος δέ φησιν ὅτι αὐλητής τις ἐγένετο μὴ πάνυ τοῖς αὐλητικοῖς ἐμμένων νόμοις, ἀλλὰ παρακινῶν· ὅδεν εἰς παροιμίαν ἦλθεν ὁ λόγος.
Στράβων τῆς τοῦ φιλοσόφου πραγματείας εἶναι νομίζομεν, εἴπερ ἄλλην τινά, καὶ τὴν γεωγραφικήν .......... οἵ τε γὰρ πρῶτοι θαρρήσαντες αὐτῆς ἅψασθαι τοιοῦτοί τινες ὑπῆρξαν, Ὅμηρός τε καὶ Ἀναξίμανδρος ὁ Μιλήσιος καὶ Ἑκαταῖος ὁ πολίτης αὐτοῦ, καθὼς καὶ Ἐρατοσθένης φησί, καὶ Δημόκριτος δὲ καὶ Εὔδοξος καὶ Δικαίαρχος καὶ Ἔφορος καὶ ἄλλοι πλείους. ἔτι δὲ οἱ μετὰ τούτους, Ἐρατοσθένης τε καὶ Πολύβιος καὶ Ποσειδώνιος, ἄνδρες φιλόσοφοι.
Γεμῖνος ὁ Ῥόδιος καὶ ἔστι μὲν τῆς Κυλλήνης τὸ ὕψος ἔλασσον σταδίων ιεʹ, ὡς Δικαίαρχος ἀναμεμετρηκὼς ἀποφαίνεται. τοῦ δὲ Σαταβυρίου ἐλάσσων ἐστὶν ἡ κάθετος σταδίων δέκα.
Θέων ὁ Σμυρναῖος δέκα δὲ σταδίων ἐστὶν ἡ τῶν ὑψηλοτάτων ὀρῶν πρὸς τὰ χθαμαλώτατα τῆς γῆς ὑπεροχὴ κατὰ κάθετον, καθὰ Ἐρατοσθένης καὶ Δικαίαρχος εὑρηκέναι φασίν, καὶ ὀργανικῶς δὲ ταῖς τὰ ἐξ ἀποστημάτων μεγέθη μετρούσαις διόπτραις τηλικαῦτα θεωρεῖται.
Ἀγαθήμερος ὁ γεωγράφος οἱ μὲν οὖν παλαιοὶ τὴν οἰκουμένην ἔγραφον στρογγύλην, μέσην δὲ κεῖσθαι τὴν Ἑλλάδα καὶ ταύτης Δελφούς. τὸν ὀμφαλὸν γὰρ ἔχειν τῆς γῆς. πρῶτος δὲ Δημόκριτος πολύπειρος ἀνὴρ συνεῖδεν ὅτι προμήκης ἐστὶν ἡ γῆ, ἡμιόλιον τὸ μῆκος τοῦ πλάτους ἔχουσα. συνῄνεσε τούτῳ καὶ Δικαίαρχος ὁ Περιπατητικός.
Ἀγαθήμερος ὁ γεωγράφος Δικαίαρχος δὲ ὁρίζει τὴν γῆν οὐχ ὕδασιν, ἀλλὰ τομῇ εὐθείᾳ ἀκράτῳ ἀπὸ στηλῶν διὰ Σαρδοῦς Σικελίας Πελοποννήσου Καρίας Λυκίας Παμφυλίας Κιλικίας καὶ Ταύρου ἑξῆς ἕως Ἰμάου ὄρους. τῶν τοίνυν τόπων τὸν μὲν βόρειον, τὸν δὲ νότιον ὀνομάζει.
Στράβων Πολύβιος δὲ τὴν Εὐρώπην χωρογραφῶν τοὺς μὲν ἀρχαίους ἐᾶν φησι, τοὺς δʼ ἐκείνους ἐλέγχοντας ἐξετάζειν Δικαίαρχόν τε καὶ Ἐρατοσθένη τὸν τελευταῖον πραγματευσάμενον περὶ γεωγραφίας καὶ Πυθέαν, ὑφʼ οὖ παρακρουσθῆναι πολλούς κτλ. πολὺ δέ φησι βέλτιον τῷ Μεσσηνίῳ πιστεύειν ἢ τούτῳ. ὁ μέντοι γε εἰς μίαν χώραν τὴν Παγχαίαν λέγει πλεῦσαι, ὁ δὲ καὶ μέχρι τῶν τοῦ κόσμου περάτων κτλ. Ἐρατοσθένη δὲ ..... Πυθέᾳ ..... πιστεύειν, καὶ ταῦτα μηδὲ Δικαιάρχου πιστεύσαντος. τὸ μὲν οὖν μηδὲ Δικαιάρχου πιστεύσαντος γελοῖον, ὥσπερ ἐκείνῳ κανόνι χρήσασθαι προσῆκον, καθʼ οὗ τοσούτους ἐλέγχους αὐτὸς προφέρεται. Ἐρατοσθένους δὲ εἴρηται ἡ περὶ τὰ ἑσπέρια καὶ τὰ ἀρκτικὰ τῆς Εὐρώπης ἄγνοια. ἀλλʼ ἐκείνῳ μὲν καὶ Δικαιάρχῳ συγγνώμη, τοῖς μὴ κατιδοῦσι τοὺς τόπους ἐκείνους. Πολυβίῳ δὲ καὶ Ποσειδωνίῳ τίς ἂν συγγνοίη; ἀλλὰ μὴν Πολύβιός γέ ἐστιν ὁ λαοδογματικὰς καλῶν ἀποφάσεις, ἃς ποιοῦνται περὶ τῶν ἐν τούτοις τοῖς τόποις διαστημάτων καὶ ἐν ἄλλοις πολλοῖς, ἀλλʼ οὐδʼ ἐν οἷς ἐκείνους ἐλέγχει καθαρεύων. τοῦ γοῦν Δικαιάρχου μυρίους μὲν εἰπόντος τοὺς ἐπὶ στήλας ἀπὸ τῆς Πελοποννήσου σταδίους, πλείους δὲ τούτων τοὺς ἐπὶ τὸν Ἀδρίαν μέχρι τοῦ μυχοῦ, τοῦ δʼ ἐπὶ στήλας τὸ μέχρι τοῦ πορθμοῦ τρισχιλίους ἀποδόντος, ὡς γίνεσθαι τὸ λοιπὸν ἑπτακισχιλίους τὸ ἀπὸ πορθμοῦ μέχρι στηλῶν.
Στράβων .... Δικαίαρχος δὲ καὶ Ἐρατοσθένης καὶ Πολύβιος καὶ οἱ πλεῖστοι τῶν Ἑλλήνων περὶ τὸν πορθμὸν ἀποφαίνουσι τὰς στήλας
Ἰωάννης ὁ Λυδός ἀλλὰ καὶ Δικαίαρχος ἐν Περιόδῳ γῆς ἐκ τῆς Ἀτλαντικῆς θαλάττης τὸν Νεῖλον ἀναχεῖσθαι βούλεται.
Ἰωάννης ὁ Στοβαῖος πῶς ἄμπωτις καὶ πλήμμυραι γίνονται. Δικαίαρχος ὁ Μεσσήνιος ἡλίῳ καὐτὸς τὴν αἰτίαν ἀνατίθησι, καθʼ οὓς μὲν ἂν τόπους γένηται τῆς γῆς πλημμύροντι τὰ πελάγη, ἐξ ὧν δʼ ἂν τύχῃ παραποστὰς ὑποσυνέλκοντι. ταῦτα δὲ συμβαίνειν περὶ τὰς ἑῴας καὶ τὰς μεσημβρινὰς ἐκκλίσεις.
Δικαιάρχου ἀναγραφὴ τῆς Ἑλλάδος.
Φιλόδημος καὶ Δ]ι̣κ̣αίαρχο[ς ..............]κ[..]ί̣του βίο̣υ̣ ση̣μ[αίνει ............