ΑΡΑΒΙΚΗ ΑΡΧΑΙΟΛΟΓΙΑ.
Στέφανος ὁ Βυζάντιος Ἀταφηνοὶ, ἔθνος μέγα Ἀραβίας, περὶ οὗ Γλαῦκος ἐν δευτέρᾳ.
Δούμαθα, πόλις Ἀραβίας. Ὁ πολίτης Δουμαθηνός, ὡς Γλαῦκος ἐν βʹ Ἀραβικῆς ἀρχαιολογίας.
Ἔρθα, πόλις Παρθίας ἐπὶ τῷ Εὐφράτῃ. Τὸ ἐθνικὸν Ἐρθηνός, ὡς Γλαῦκος ἐν Ἀραβικῶν δευτέρῳ.
Νέγλα, πολίχνιον Ἀραβίας. Γλαῦκος δευτέρῳ Ἀραβικῆς ἀρχαιολογίας. Τὸ ἐθνικὸν Νέγλιος ἢ Νεχλίτης τῷ ἔθει τῆς χώρας.
Ὄμανα, πόλις τῆς εὐδαίμονος Ἀραβίας. Γλαῦκος δευτέρῳ Ἀρ. ἀρχ. Τὸ ἐθνικὸν Ὀμανεύς.
Εὐαληνοὶ, ἔθνος περὶ οὗ φησὶ Γλαῦκος ἐν δευτέρῳ Περὶ Ἀραβίας.
Στέφανος ὁ Βυζάντιος Ἀΐλανον, πόλις Ἀραβίας, ἧς ὁ πολίτης Ἀϊλανίτης. Τινὲς δὲ κόλπον Αἴλα … φασί. Γλαῦκος δὲ κώμην αὐτὴν λέγει ἐν Ἀραβικῶν τρίτῳ· «Τὰ πρὸς ἕω τῆς Αΐλας.» Ὁ πολίτης Αἰλανίτης.
Βασιννοὶ, Ἀραβικὸν ἔθνος. Γλαῦκος ἐν τρίτῳ Ἀραβικῆς ἀρχαιολογίας.
Στέφανος ὁ Βυζάντιος Γάδδα, χωρίον Ἀραβίας. Γλαῦκος ἐν τετάρτῳ. Καὶ θηλυκῶς καὶ οὐδετέρως. Τὸ ἐθνικὸν Γαδδηνός.
Στέφανος ὁ Βυζάντιος Χαράκμωβα, πόλις τῆς νῦν τρίτης Παλαιστίνης ... ὁ πολίτης .. Χαρακμωβηνός ... Γλαῦκος ἐν Ἀραβικῆς ἀρχαιολογίας τετάρτῳ· «Ἡσύχαζον δʼ ἐν τούτοις Χαρακμωβηνοί.»
Στέφανος ὁ Βυζάντιος Σαλμηνοὶ, ἔθνος νομαδικὸν, ὡς Γλαῦκος ἐν … Ἀραβικῆς ἀρχαιολογίας.
Γέα, πόλις πλησίον Πετρῶν ἐν Ἀραβίᾳ, ὡς Γλαῦκος ἐν Ἀραβικῇ ἀρχαιολογίᾳ.
Ἀρίνδηλα, πόλις Παλαιστίνης, Γλαῦκος δὲ κώμην αὐτὴν καλεῖ.