ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ζ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.
Ἀθηνᾶ ἐπιστᾶσα ὄναρ Ναυσικάᾳ τῇ Ἀλκινόου θυγατρὶ κελεύει αὐτῇ τὴν ἐσθῆτα ἐπὶ ποταμὸν ἀγαγούσῃ πλύνειν, πλησίον γὰρ αὐτῇ εἶναι τὸν γάμον. ἡ δὲ, τὸ κελευσθὲν ποιεῖ. ἔπειτα παίζει μετὰ τῶν θεραπαίνων. ἀκούσας δʼ αὐτῶν ὁ Ὀδυσσεὺς ἐξυπνίζεται, καὶ δεηθεὶς Ναυσικάας ἐσθῆτα καὶ τροφὴν παρʼ αὐτῆς λαβὼν ἕπεται αὐτῇ εἰς τὴν πόλιν. ΟΔΥΣΣΕΙΑΣ Ζ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.
Ὅτι Ὀδυσσέως μὲν ἄφιξις εἰς Φαίακας, ἡ ζῆτα ῥαψῳδία ἐπιγέγραπται. πλάττει δʼ ἐνταῦθα ὁ ποιητὴς τὴν βασιλικὴν θυγατέραν Ναυσικάαν γενομένην ἐπὶ μεγάλῳ ἀγαθῷ τοῦ Ὀδυσσέως, οὐκ ἄνευ Ἀθηνᾶς. καὶ ἔστιν εἰπεῖν οὐκ ἀφυῶς τὸν Ὀδυσσέα ὥσπερ φιλογύναιον διὰ τὴν ἄλοχον Πηνελόπην, οὕτως ἄλλον τρόπον γυναικοφίλαν, ὡς τοιούτοις προσώποις φιλούμενον, καὶ ὑπʼ αὐτῶν ὠφελούμενον. οὐ μόνον γὰρ πρὸς αὐτοῦ ἐστι Κίρκη καὶ Καλυψὼ ἐρωτικῶς, ἀλλὰ καὶ ἡ Ἀθηνᾶ τρόπον ἕτερον κηδεμονικῶς, διὰ τὸ χαίρειν τῷ ὁμοίῳ οἷα συνετῷ καὶ σοφῷ. ἔχει δέ τι καὶ τῆς Ἑλένης ἐν Τροίᾳ ἀπονάμενος ὁ Ὀδυσσεύς. καὶ νῦν δὲ, εἰς τὰ μέγιστα συντελέσει αὐτῷ ἡ Ναυσικάα ὡς φανήσεται. ἡ δὲ Πηνελόπη ὅτι ἔπαθλον αὐτῷ κεῖται τῶν μυρίων ἀγώνων, ἐκδηλότατον. Ὅτι συλληπτικὸν ἐνταῦθα σχῆμα τὸ, καθεῦδε πολύτλας Ὀδυσσεὺς, ὕπνῳ καὶ καμάτῳ ἀρημένος, καμάτου γὰρ βλάπτοντος, ὁ δὲ, συνέβαλε καὶ τὸν ὕπνον ὡς τοιοῦτον. τινὲς δὲ, στίξαντες τελείαν ἐν τῷ ὕπνῳ, φασὶν ὡς ἐκάθευδεν ὑπνῶν καί τοι καμάτῳ παρεθείς. ἕτεροι δὲ δασύναντες τὸ ἁρημένος, νοοῦσιν ἀντὶ τοῦ, ὕπνῳ καὶ καμάτῳ κεκρατημένος. Πάνυ δὲ προσφυῶς ἐνταῦθα πολύτλαν ἔφη τὸν τοσαῦτα κακὰ τλάντα προσεχῶς Ὀδυσσέα. ἵνα λέγῃ ὡς ὁ πολλὰ τλὰς, μόλις νῦν ὑπνῶν ἀναπαύεται. Διατί δὲ τὸ καθεῦδε προπερισπᾶται, ἐν ἄλλοις εἴρηται. Ὅτι τῇ φρονήσει Ἀθηνᾷ τὰ κατὰ τὴν ῥηθεῖσαν Ναυσικάαν ὁ ποιητὴς ἀνατίθησιν, ὡς πάνυ σοφῶς αὐτὸς καὶ συνετώτατα τὸ τοιοῦτον πλάσμα μεταχειρισάμενος. ἦν μὲν γὰρ αὐτῷ καὶ ἄλλως πως ἐνδῦσαι τὸν γυμνὸν Ὀδυσσέα ἐν τῇ ἐσχατιᾷ, διὰ ὑλοτόμου τυχὸν ἢ ἀγρότου ἢ ἁλιέως ἢ ὁπωσοῦν ἑτέρως. ὁ δὲ, τὸ ἐνδοξότατον ἐπελέξατο, τὸ διὰ τῆς βασιλικῆς νεάνιδος τοῦτο ποιῆσαι. ὑφʼ ἧς καὶ εἰς τὰ βασίλια δώματα ποδηγηθήσεται. καὶ οὕτω τὸ πλάσμα εὐοδώτερον ἔσται καὶ πιθανώτερον. ἔσται δὲ ἡ τῆς καθʼ Ὅμηρον Ἀθηνᾶς μέθοδος, ὄνειρος ἐρεθίζων εἰς ἔργα τὴν Ναυσικάαν ὡς ἐν τοῖς ἐφεξῆς δηλωθήσεται.
Ὅτι οἱ Φαίακες πρὶν μέν ποτʼ αἴνεον ἐν εὐρυχόρῳ Ὑπερείῃ, ἀγχοῦ Κυκλώπων, ἀνδρῶν ὑπερηνορεόντων. οἵ σφεας σινέσκοντο. βίῃ δὲ φέρτεροι ἦσαν. ἔνθεν ἀναστήσας, ἄγε Ναυσίθοος θεοειδής. εἷσεν δʼ ἐν Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων. ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει καὶ ἐδείματο οἴκους. καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας. ἀλλʼ ὁ μὲν, ἤδη Κηρὶ δαμεὶς, Ἄϊδόσδε βεβήκει. Ἀλκίνοος δὲ τότʼ ἦρχε. θεῶν ἄπο μήδεα εἰδώς. ἤγουν θεόσοφος. καὶ νῦν μὲν, ἁπλῶς οὕτω Ναυσιθόου καὶ Ἀλκινόου ἐμνήσθη. προϊὼν δὲ, γενεαλογήσει ἀκριβέστερον. καταμερίσας καὶ τὴν ἱστορίαν ταύτην διὰ ποικιλίαν, τόποις διαφόροις. Ὅρα δὲ ὡς κοιμίσας τὸν Ὀδυσσέα μετὰ τὸν οὕτω πολὺν κίνδυνον εἶτα τῶν ἐφεξῆς γινόμενος, ἱστορίαν παρενέπλεξεν, οὐκ ἀναγκαίαν μὲν ἄλλως, ὅμως δὲ γοργῶς ποικίλλουσαν καὶ ἐξαιροῦσαν τὸ τῆς γραφῆς μονοειδές. ἔστι δὲ καὶ χρήσιμος ἡ ἱστορία καὶ ἀξία μαθεῖν. Τὴν δὲ ῥηθεῖσαν Ὑπέρειαν, πόλιν Σικελίας τινές φασι τὴν ὕστερον Καμαρίναν. οἱ δὲ, νῆσον πλησίον τῆς τῶν Κυκλώπων χώρας. εἰ δὲ καὶ εὐρύχορος αὕτη οἶδεν ἡ Ὁμηρικὴ Μοῦσα. Ἀεὶ δὲ παρʼ Ὁμήρῳ εὐρύχορος, συστέλλει τὴν παραλήγουσαν. ἔνθα δηλαδὴ ἔστιν εὐρὺ χορεύειν. ἵνα ᾖ χώρας εὐδαίμονος ἐπίθετον τὸ οὕτως εὐρύχορον. τὸ δέ γε παρὰ τοῖς ὕστερον εὐρύχορον, πλάτος μόνον χώρας δηλοῖ. Σημείωσαι δὲ ὅτι οὐ συντρέχειν δοκοῦσι τῷ ποιητῇ οἱ τὴν Ὑπέρειαν νῆσον λέγοντες. πῶς γὰρ ἂν νησιῶται ὄντες οἱ ἐν αὐτῇ, ὑπὸ Κυκλώπων ἐβλάπτοντο οἷς νῆες οὐκ ἦσαν κατὰ τὴν Ὁμηρικὴν ἱστορίαν; ἐν δὲ τῷ, ἀγχοῦ Κυκλώπων, θεωρεῖταί τι ἀστεῖον. τό δέ ἐστιν, ὡς ἀγχίθεοι ὄντες οἱ Φαίακες, καλῶς ἔφυγον τὸ ἀγχοῦ Κυκλώπων εἶναι τῶν ἀθεμίστων. οἳ καὶ ὡς ὑπερήνορες ἦσαν, δηλώσει τὰ ἐφεξῆς. Τὸ δὲ οἳ σφέας σινέσκοντο, ἀσαφὲς μὲν κατὰ τὸ, τίνες τίνας ἐσίνοντο. ἐκ δὲ τοῦ ὑπερηνορεόντων δῆλον ὡς οἱ Κύκλωπες τοὺς Φαίακας ἐλύπουν. ὑπερηνορεόντων γὰρ ἀνδρῶν τὸ οὕτω ποιεῖν. Δῆλον δὲ ἐκ τοῦ σινέσκοντο, ὅτι δύνανται σίντιες καὶ σίνται λέγεσθαι καὶ οἱ Κύκλωπες. ὃ δὴ οὐ λῃστῶν μόνον κλῆσις, ἀλλὰ καὶ κλεπτῶν. ὡς δηλοῖ καὶ Ὀππιανὸς ἐν τῷ, σίντῃσι μέγαν πόνον, ὅ ἐστι τοῖς κλέπταις. Τὸ δὲ βίῃ δὲ φέρτεροι ἦσαν, μαλθακοὺς ἐμφαίνει τοὺς Φαίακας εἶναι τὰ εἰς μάχην, ἐπεὶ καὶ τοιοῦτοι οἱ ἐν τρυφαῖς. Τὸ δὲ ἀναστήσας, νῦν μὲν, ἀντὶ τοῦ ἀπαναστήσας, μετοικίσας. δηλοῖ δέ ποτε καὶ τὸ ἁπλῶς ἀναστατῶσαι. Τὸ δὲ εἷσεν ἐν Σχερίῃ, ἀντὶ τοῦ, ἵδρυσεν. ἀπὸ τοῦ ἕω ἐξ οὗ καὶ τὸ ἕξω καὶ τὸ ἕδος. περὶ δὲ Σχερίης ἐγράφη οὐ πρὸ πολλῶν· ἀλλαχοῦ δὲ, καὶ περὶ ἀλφηστῶν ἀνδρῶν. Τὸ δὲ ἑκὰς ἀνδρῶν ἀλφηστάων, ἐκτοπισμόν τινα τῆς Σχερίας παραλαλεῖ ὡς εἴπερ μὴ ἦν ἡ νῦν Κέρκυρα ἡ γνωριζομένη, ἀλλά τις ἄγνωστος κατὰ τὴν Ὠγυγίαν. Ὅτι δὲ τοιοῦτόν τι βούλεται καὶ περὶ τῆς φαιακικῆς Σχερίας ὁ ποιητὴς, ἐν τοῖς ἐφεξῆς δηλωθήσεται σαφέστερον. ὅς γε, φασὶν, οὐδὲ ὠνόμασε Κέρκυραν τὴν Σχερίαν, ἵνα μὴ ἐλέγχοιτο ῥᾳδίως ὅτε τῆς καθʼ ἡμᾶς οἰκουμένης ἔξω πλάττει αὐτήν. Σημείωσαι δὲ καὶ ὅτι ἐν μὲν Ἰλιάδι πόλεως ἀφανισμὸν ἐξέφρασεν ἐν δυσὶν ἔπεσιν. ἐνταῦθα δὲ, τοὐναντίον ἐν διστίχῳ φράσει πόλεως ἐδήλωσε κατασκευὴν ἐντελῆ. εἰπών. ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει καὶ ἑξῆς ὡς προσεχῶς γέγραπται. Ἔνθα ὅρα τήν τε ἐν τοῖς ῥήμασι καίριον εὐπορίαν, καὶ τὴν τῶν λέξεων ὁμοιοκαταληξίαν καθʼ ὑπαλλαγὴν, τὸ ἔλασε καὶ ἐποίησε. καὶ τὰ ὑποτεταγμένα τούτοις, τὸ ἐδείματο καὶ ἐδάσσατο. ἔστι δὲ τὸ ἤλασεν, ἀντὶ τοῦ περιέτεινε. μετενεχθὲν ἀπὸ τοῦ ἐλαυνομένου ἵππου ἢ σιδήρου. Τὸ δὲ ἐδάσσατο ἀρούρας, ἀνάδασμον γῆς εἰπεῖν ἐχορήγησε τοῖς ὕστερον. Τὸ δὲ θεοῦ ἄπο μήδεα εἰδὼς ὥσπερ καὶ τὸ θεοειδὴς, θείου τινὸς καὶ σοφοῦ ἀνδρὸς ἔπαινός ἐστιν. Ὅτι κυριολεκτῶν καὶ ἐνταῦθα τὸν θάλαμον ὃς ἦν κοιτὼν ἐνδοτάτω, φησί. βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον ᾧ ἔνι κούρη κοιμᾶτο. ἡ τοῦ Ἀλκινόου δηλαδὴ θυγάτηρ. ἣν καὶ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίαν ἱστορεῖ. ἐπαινῶν καὶ τὰς παρʼ αὐτῇ ἀμφιπόλους, ἐν οἷς φησί. πὰρ δὲ δύʼ ἀμφίπολοι Χαρίτων ἄπο κάλλος ἔχουσαι ὅ ἐστι καλαὶ καὶ οὐ δουλοπρεπεῖς, σταθμοῖϊν ἦσαν ἑκάτερθεν. θύραι δʼ ἐπέκειντο φαειναί. ὅ ἐστι κεκλεισμέναι ἦσαν. ἐφάνη γὰρ ἀλλαχοῦ, ἀνακλίνειν τὸ ἀνοίγειν, ὡς τὸ, ἀνακλῖναι πυκινὸν νέφος. ᾧ ἀκόλουθον ἐπὶ τοῦ κλείειν, τὸ ἐπικεῖσθαι καὶ τὸ ἐπιθεῖναι. διὸ ἔφη ἐκεῖ Ὅμηρος, ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι. Ἰστέον δὲ ὅτι προϊὼν ὁ ποιητὴς ἐπὶ πλέον σεμνυνεῖ καὶ τὴν δέσποιναν καὶ τὰς ἀμφιπόλους. αὐτὰς μὲν, διὰ τοῦ Ὀδυσσέως νύμφαις ἀγρονόμοις εἰκάσας. τὴν δὲ νεᾶνιν, Ἀρτέμιδι κυνηγετούσῃ. Τὸ δὲ ἀμφίπολοι σταθμοῖϊν ἑκάτερθεν ὅ ἐστιν ἑκατέρωθεν τῶν παραστάδων, ἐκ τῆς α ῥαψῳδίας παρείλκυσται. ἔνθα κεῖται τὸ, ἀμφίπολος ἑκάτερθεν παρέστη. Τὸ δὲ σχῆμα τοῦ, Χαρίτων ἄπο κάλλος ἔχουσαι, ὅμοιον τῷ, θεῶν ἄπο μήδεα εἰδώς. Ὅτι τὸ, ἡ δὲ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης, στῆ δʼ ἂρ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε. λέγεται μὲν περὶ τῆς ὀνειροποιουμένης Ἀθηνᾶς. δύναται δέ ποτε παρῳδηθῆναι καὶ εἴς τινα ταχυτάτην ὁδόν. Ἰστέον δὲ ὡς καὶ τῇ Ναυσικάᾳ ὄνειρος ἐπιφαίνεται ἐναργὴς ὅ ἐστιν αὐτόχρημα ὅραμα, περὶ ὄρθρον, ὅτε μάλιστα οἱ ὄνειροι δοκοῦσιν ἀληθεύειν ὡς καὶ ἀλλαχοῦ φαίνεται. ἐρεῖ γοῦν, ὡς αὐτίκα μετὰ τὸν ὄνειρον ἠὼς ἦλθεν ἐΰθρονος, ἥ μιν ἔγειρεν. ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον. ὁμοιοῦται δὲ ὥσπερ ὁ ἐν Ἰλιάδι βασιλικὸς ὄνειρος φιλουμένῳ προσώπῳ τῷ Νέστορι, καὶ πρὸ τούτων δὲ ὁ τῆς Πηνελόπης, γυναικὶ συγγενεῖ, οὕτω καὶ ὁ παρὼν, κούρῃ τινὶ, ἣ ὁμηλίκη μὲν ἦν τῇ νεάνιδι κεχάριστο δὲ θυμῷ. ἤγουν ἐφιλεῖτο αὐτῇ κατὰ τὸ, Νεστορίδι τῷ μῷ κεχαρισμένε θυμῷ. εἰ δὲ ἐφιλεῖτο ἡ τοιαύτη κόρη τῇ βασιλίδι, πιθανῶς ἄρα καὶ ἀνειδωλοποιεῖτο ἐν ὕπνοις. λέγει δὲ τὸ ῥηθὲν ὅραμα παραινετικῶς, ὅσα ἄν τις ὀνειδίσῃ εὐγενεῖ παρθένῳ μεθήμονι, ὅ ἐστιν ἀμελούσῃ τῶν τοῦ οἴκου. εἰσὶ δὲ ἐκεῖνα τοιαῦτα. τί νύ σε ὧδε μεθήμονα γείνατο μήτηρ; εἵματα μέντοι κεῖται ἀκηδέα σιγαλόεντα. σοὶ δὲ γάμος σχεδόν ἐστιν. ἵνα χρὴ καλὰ μὲν αὐτὴν ἕννυσθαι. τὰ δὲ, τοῖσι παρασχεῖν οἵ κε σʼ ἄγωνται, ἔθος γάρ φασιν ἦν, τὰς νύμφας τοῖς τοῦ νυμφίου, ἐσθῆτας ἐν τῷ τοῦ γάμου καιρῷ χαρίζεσθαι. εἶτα καὶ τὸ χρήσιμον τῆς τοιαύτης ἐπιμελείας ὁ ὄνειρος ἐκτιθεὶς, λέγει ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει ἐσθλή. χαίρουσι δὲ πατὴρ καὶ πότνια μήτηρ. εἶτα ἴομεν φησὶ πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένῃφι. καίτοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι. διʼ ἔργου τάχος. ἐπεὶ οὔτοι ἔτι δὴν παρθένος ἔσσεαι. ἤδη γάρ σε, μνῶνται ἀριστῆες κατὰ δῆμον ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ. τοῦτο δὲ, πρὸς εὐγενῆ παρθένον πρέπει ῥηθῆναι. καὶ ποιήσει οὕτως ἡ Ναυσικάα διδοῦσα ἑαυτὴν εἰς ὑπερεσίαν εὐτελῆ κατὰ ἡρωϊκὴν ἀφέλειαν καὶ ἁπλότητα, διʼ ἣν καὶ ψυχρολουτεῖ ἐν τοῖς ἑξῆς. καὶ φέρει ἐκ θαλάμου ἐσθῆτα φαεινήν. καὶ κατατίθησιν ἐπʼ ἀπήνης. καὶ μάστιγα καὶ ἡνίον λαβοῦσα, μαστίζει τὰς ἡμιόνους. καὶ ἐν τῷ ἐκ τοῦ ποταμοῦ ἐπανιέναι ζεύξασα τὰς ἡμιόνους, πτύσσει τὰ εἵματα. καὶ τοιαῦτα μὲν ταῦτα. Σιγαλόεντα δὲ εἵματα εἴπερ λέγει τὰ μὴ σκληρὰ μηδὲ κτυποῦντα διὰ τὸ ἀντιτυπεῖν ἀλλὰ τὰ ἁπαλὰ, γλυκέως λέγει καὶ ἀφελῶς. τὸ γὰρ σιγᾶν, κυρίως ἐπὶ ἐμψύχων. μᾶλλον δὲ, ἐπὶ λογικῶν. Τὸ δὲ ἐκ γάρ τοι τούτων φάτις ἀναβαίνει ἐσθλὴ, γνωμικὸν μὲν οὐκ ἂν εἴη, χρήσιμον δὲ ἄλλως ἐστὶ τοῖς ὀτρύνουσι τινὰ εἴς τι σπουδαῖον. Φάτις δὲ, ἡ φήμη, ἀπὸ τοῦ πέφαται. ὡς ἀπὸ τοῦ πέφασαι ἡ φάσις καὶ ἐκ τοῦ πέφαμαι ἡ φάμα Δωρικῶς καὶ ἡ φήμη κοινῶς. Τὸ δὲ ἀναβαίνει, ἀναστροφὴν δοκεῖ ἔχειν. ἵνα λέγῃ, ὅτι φάτις ἀνὰ τοὺς ἀνθρώπους βαίνει. ἣ καὶ ἄλλως, ὁμοιότητά τινα ἔχει πρὸς τὸ ἀναδέδρομε. Τὸ δὲ ἐσθλὴ, πρὸς ἀκρίβειαν λόγου κεῖται καὶ διαστολήν. ἔστι γὰρ καὶ φάτις ἀναβαίνουσα οὐκ ἐσθλὴ, ὥσπερ καὶ ἀοιδή, τοιαύτη δὲ φάτις, ᾗ χαίρουσιν οἱ οἰκεῖοι. καὶ μάλιστα πατὴρ καὶ πότνια μήτηρ. Συνέριθος δὲ κυρίως ὥσπερ καὶ ἔριθος, ἡ συνεργαζομένη ἔριον. καταχρηστικῶς δὲ, καὶ ἡ ἁπλῶς συνεργαζομένη. Ὅτι ἐπίτηδες ἡ ἐν ὀνείροις μυθικὴ Ἀθηνᾶ πλυνέουσαν τὴν βασιλικὴν παῖδα ἐς ποταμὸν προκαλεῖται, ἵνα οὕτως ἐνδύσῃ διʼ αὐτῆς ὁ ποιητὴς τὸν γεγυμνωμένον ναυαγὸν Ὀδυσσέα. διὸ αὐτὴ μὲν, συμβουλεύει τῇ παιδὶ, ἐποτρύναι Ἀλκίνοον τὸν πατέρα ἠῶθι πρὸ, ἡμιόνους καὶ ἅμαξαν ἐφοπλίσαι. ἣ ἄγοι ἂν, ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα. πολλὸν γάρ φησιν ἄπο πλυνοί εἰσι πόληος. ἡ δὲ παῖς, πείθεται. καὶ λαλεῖ τῷ πατρὶ οὕτω. καὶ ἐκεῖνος ὑπακούει ἐν τοῖς ἑξῆς. καὶ κελεύει ἐφοπλισθῆναι αὐτῇ ἀπήνην ὑψηλὴν εὔκυκλον, ὑπερτερίῃ ἀραρυῖαν. καὶ οἱ κελευσθέντες δμῶες ἐπείθοντο καὶ ἅμαξαν ἐΰτροχον ἡμιονείην ὅπλεον. ἡμιόνους δʼ ὕπαγον. ζεῦξαν δʼ ὑπʼ ἀπήνῃ. ἤγουν ὑπέζευξαν τῇ ἀπήνῃ. ὃ ταυτόν ἐστι τῷ, ἤγαγον ὑπὸ ζυγόν. ἐξ οὗ καὶ ζυγῶσαι τὸ ὑπὸ ζυγὸν ἀγαγεῖν τι τῶν ὑποζυγίων. καὶ ἐκ τούτου ζύγωθρον, μοχλὸς συνέχων τὰς δύο θύρας. ὁ καὶ ὀχεὺς ἐν Ἰλιάδι. Ἰστέον δὲ ὅτι ταυτὸν ἅμαξαν καὶ ἀπήνην εἰπεῖν. καὶ ὅτι οὐχʼ ἁπλῶς ἅμαξα ἡ τῶν ἡμιόνων, ἀλλὰ χρὴ προσκεῖσθαι καὶ τὸ, ἡμιονεία, καὶ ὅτι πλείων ἡ χρῆσις τοῦ ἀπήνη ἐνταῦθα ἤπερ τοῦ ἅμαξα, διὰ τὸ καιριώτατον. ἅμαξαν μὲν γὰρ, δὶς λέγει. ἀπήνην δὲ, πλεονάκις. τὸ μέντοι ἅρμα, ἐπὶ ἵππων μόνων εἴωθε λέγεσθαι. Τοῦ δὲ δὲ ἐφοπλίζειν, ἐφοπλέειν ἐστὶ τὸ πρωτότυπον, καθὰ καὶ τοῦ ἀφρίζειν, τὸ ἀφρέειν, ὡς ἡ Ἰλιὰς δηλοῖ. φησὶ γοῦν. ἅμαξαν ὅπλεον. Τὸ δὲ ἄγειν, οὐ κυρίως μὲν ὅμως δὲ, ἐπὶ ἀψύχων κἀνταῦθα ἔθετο. τοιαῦτα γὰρ τὰ ζῶστρα καὶ οἱ πέπλοι καὶ τὰ ῥήγεα. Ἔφη δὲ ζῶστρα ἐνταῦθα εἰσάπαξ, τὰ πρὸς τὴν ζώνην ἐπιτήδεια οἷς ἔστι ζώσασθαι. Πέπλοι δὲ καὶ νῦν συνήθως, γυναικεῖα περιβλήματα. διὸ καὶ ἐπὶ γυναικῶν μόνων τὸ εὔπεπλον λέγεται. ῥήγεα δὲ, πιθανότητος χάριν παρείληπται, ἵνα ἐξ αὐτῶν ἐνδύσηται ὁ Ὀδυσσεύς. πέπλον γὰρ οὐκ ἂν ἀμφιέσηται γυναικικῶς. Πλυνοὶ δὲ παρὰ μὲν ἄλλοις, σκάφαι τινὲς χρήσιμοι πλύνειν. παρὰ δὲ Ὁμήρῳ, βόθροι ἐν οἷς ἔπλυνον. διὸ προϊὼν φησίν· ἐσφόρεον μέλαν ὕδωρ. στεῖβον δʼ ἐν βόθροισι θοῶς. δεικνὺς, ὡς ταυτόν ἐστι βόθρους εἰπεῖν καὶ πλυνούς. ὧν ἡ χρῆσις καὶ παρὰ τῷ κομικῷ. Εὔκυκλος δὲ ἀπήνη ὡς ὁ ποιητὴς εὐθὺς ἑρμηνεύει, ἡ εὔτροχος ἅμαξα. ἐπεὶ καὶ κύκλα λέγονται οἱ τροχοί. ὅθεν καὶ κυκλήσειν ἐν Ἰλιάδι, τὸ ἐφʼ ἁμαξῶν ἀγαγεῖν. Ὑπερτερία δὲ, τὸ ἐπικείμενον τετράγωνον πλινθίον τῷ ἄξονι, παρὰ τὸ ὑπερκεῖσθαι αὐτοῦ. ἐν δὲ Ἰλιάδι, πείρινθα τοῦτο εἶπεν ὁ ποιητής. Σημείωσαι δὲ ὅτι τὸ τοιοῦτον ὄνομα φέρεταί πως καὶ ἕως ἄρτι. ἐθνικοὶ γὰρ Ἰταλικοὶ παρακόπτοντες βερτέρην ταύτην φασὶ κατὰ παραφθοράν. Τὸ δὲ ὑπερτερίῃ ἀραρυῖαν, βούλεται δηλοῦν, ὡς εὖ ἥρμοσται ἡ ὑπερτερίη τῷ ἄξονι εἴτε καταμόνας οἱ τροχοὶ κινοῦνται, εἴτε συστρέφονται τῷ ἄξονι. Τὸ δὲ ὁπλέειν καὶ τὸ ὁπλίζεσθαι, λέγοιτο ἂν καὶ ἐντύνεσθαι. ὡς δηλοῖ τὸ, συνέριθος ἅμʼ ἕψομαι ὄφρα τάχιστα ἐντύνεαι. ἐπεὶ καὶ ἔντεα, τὰ ὅπλα, ἐξ ὧν τὸ ἐντύνεσθαι. Ὅτι χρήσιμον εἰς προτροπὴν τοῦ πλεῦσαι, ἢ ἐφʼ ἵππου ἢ ἁμάξης ὁδεῦσαι, τὸ, καὶ δὲ σοὶ ὧδε πολὺ κάλλιον ἠὲ πόδεσσιν ἔρχεσθαι. Ἀθηνᾶ δὲ τοῦτο λέγει τῇ βασιλικῇ κόρῃ. ἔνθα ἔστιν ἰδεῖν οὐ μόνον τὸ σεμνὸν τῆς πορείας, ἀλλὰ καὶ τὸ πιθανὸν τοῦ κατὰ τὴν ἀπήνην πλάσματος. μακρᾶς γὰρ οὔσης τῆς ἐς τὰς πλυνοὺς ὁδοῦ πολλῶν δὲ καὶ τῶν πλυθησομένων πέπλων τε καὶ λοιπῶν, χρεία ἦν καὶ ἁμάξης τοιαύτης πρός τε φόρτον καὶ πρὸς ἔντιμον πορείαν τῆς βασιλίδος. διὸ καὶ δουλίδες αὐτῇ ἕπονται. τοῦτο δὲ, καὶ ἄλλου χάριν. ἵνα δηλαδὴ παίζουσαι καὶ ᾄδουσαι, ἀφυπνίσωσι τὸν Ὀδυσσέα οὗ χάριν ταῦτα. καὶ οὕτως, εἰς ἱκετείαν ἐκκαλέσωνται. ὅτι δὲ καὶ νῦν πρώτως ἡ κόρη ἄπεισιν ἐς ποταμὸν πλυνέουσα, δηλώσει αὐτὴ μετʼ ὀλίγα πιθανῶς, εἰποῦσα τὸ, τά δʼ ἐμῇ φρενὶ πάντα μέμηλε. δήλη δὲ ἐν τοῖς τοιούτοις ἡ ἡρωϊκὴ ἀφέλεια καὶ εὐτέλεια. εἵματα γὰρ φοροῦσιν οἱ βασιλεῖς πλυνόμενα καὶ οὐχʼ ἁπλῶς, ἀλλὰ καὶ ἐν ποταμῷ καὶ οὐδαμοῦ χρυσὸς ἐνταῦθα ἤ τι ἕτερον ἀπρόσιτον ὕδατι, ἀλλʼ ἔχαιρον καθαρὰ φοροῦντες νεόπλητα. Ὅτι σεμνολογῶν ὁ ποιητὴς τὰ οὐράνια, φησὶν ὡς ἀπέβη Ἀθήνη Οὔλυμπόνδε. ὅθι φασὶ θεῶν ἔδος ἀσφαλὲς αἰεὶ ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται. οὔτέ ποτʼ ὄμβρῳ δεύεται. οὔτε χιὼν ἐπιπίλναται ἀλλʼ αἴθρη πέπταται ἀννέφελος. λευκή δʼ ἐπιδέδρομεν αἴγλη. τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα. καὶ τοιοῦτος μὲν ὁ Ὄλυμπος τά γε ἄνω. τὰ γάρ τοι κάτω καὶ μετὰ τὰ νέφη, ἀγάννιφός που λέγεται. Τὸ δὲ αἴθριον τοῦ Ὀλύμπου καὶ ἀνέφελον καὶ αἰγλῆεν, εὔλογον. διότι οὐδὲ ἀναθυμίασις ἄνεισιν ἕως τῶν ὑψηλοτάτων. Ἰστέον δὲ ὡς πολλὰ καὶ ἄλλα ὄρη μὴ νεφελοῦσθαι τὰς κορυφὰς ἱστόρηνται, γνωσθέντα ἐκ πείρας θυτικῆς. θύσαντες γὰρ καὶ τῇ σποδῷ ἐντυπώσαντες γράμματα, εἶτα εἰς ἔτος ἀνελθόντες, εὗρον αὐτὰ πάλιν διηρθρωμένα καὶ εἰς τὸ πᾶν ἀσκέδαστα. οἱ δὲ παλαιοὶ φασὶ καὶ ἐπουράνιον καλεῖσθαι τὴν τοῦ Μακεδονικοῦ Ὀλύμπου κορυφήν. σημειούμενοι καὶ ὅτι οὐρανός ἐστι καθʼ Ὅμηρον, τὸ ἀπὸ νεφῶν ἕως τοῦ κατηστερισμένου τόπου διάστημα. συνωνύμως τῷ καταστερισμένῳ. καλούμενον καὶ αὐτὸ οὐρανός. Ὅρα δὲ ὅτι τὸ μὲν εἶναι θεῶν ἔδος τὸν Ὄλυμπον, ἐνδοιαστικῶς εἶπεν. ἔφη γάρ. ὅθι φασὶ θεῶν ἕδος εἶναι. τὰ δὲ ἑξῆς ἤγουν τὸ μὴ ἀνέμους ἔχειν μηδὲ ὄμβρους μηδὲ χιόνα αἴθρην δὲ καὶ αἴγλην, ἀποφαντικῶς προήγαγεν. ἐκεῖνο μὲν γὰρ, μυθικόν. ταῦτα δὲ, ἀληθῆ. ἄλλως δέ γε καὶ τὸ μυθικὸν θεραπεύεται, εἰ θεοὶ ὑπονοηθεῖεν οἱ ἀστέρες καὶ τὰ προσεχῶς ὑπʼ αὐτοὺς καὶ κατʼ αὐτούς. τότε γὰρ τὸ φασὶν, οὐ κατʼ ἐνδοιασμὸν κείσεται, ἀλλὰ κατὰ κοινὴν δόξαν. αἰγλήεντα γὰρ τὰ ἐκεῖ καὶ μεστὰ αἴθρης, καὶ νεφέλαις ἀσκίαστα. Τεχνικῶς δὲ τὸ χωρίον κατὰ γοργότητα προῆκται καὶ κάλλος. ὡράϊσται γὰρ παρίσοις τῷ, τινάσσεται. δεύεται. πίλναται. πέπταται. τούτων δὲ τῶν τεσσάρων τὰ μὲν δύο, ἄλλως παθητικῶς λέγονται, τὸ τινάσσεται καὶ τὸ δεύεται. τὸ δὲ πίλναται καὶ τὸ πέπταται, ἑτέρως κατὰ μόνην φωνὴν παθητικήν. οὐ πελάζει γὰρ περὶ τὸν οὐρανὸν χιὼν, ἀλλὰ αἴθρη ἥπλωται. καὶ εἴρηται τοῦτο μὲν, κατὰ θέσιν. ἐκεῖνα δὲ τὰ τρία, κατὰ ἄρσιν. Γίνεται δὲ τὸ πίλναται, ἀπὸ τοῦ πελῶ μεταβληθέντος τοῦ ε εἰς ι ἅμα τῇ ἐπενθέσει τοῦ ν. ὁμοίως τῷ κεδῶ κιδνῶ. καὶ ἑτέροις πολλοῖς. Αἴθρη δὲ, φανερῶς ἡ εὐδία. ὅθεν δοκεῖ καὶ Βορέας αἰθρηγενέτης γίνεσθαι. Τὸ δὲ πέπταται ἀντὶ τοῦ ἐξήπλωται, ἀπὸ μικροπρεποῦς λέξεως εἰς μέγα πρᾶγμα τέτραπται. κυρίως γὰρ ἐπὶ πτηνῶν ἡ λέξις. ἐνταῦθα δὲ ἁπλῶς τὸ χύμα τῆς ἄνω αἰθρίας δηλοῖ. Τὸ δὲ ἀννέφελος, εἰ καὶ μὴ ἐδίπλαζε τὸ ν, ὅμως εἶχε καὶ ἄλλως ἐκτείνειν τὴν ἄρχουσαν, ὡς τὸ ἀκάματος καὶ ἀθάνατος. Τὸ δὲ ἐπιδέδρομεν, ἀντὶ τοῦ ἐπιτρέχει. ἐπιπολάζει. καὶ ἔχει διαφορὰν πολλὴν πρὸς τὸ ἀναδέδρομεν. ὅπερ οὐκ ἔστιν οἰκεῖον ἐνταῦθα λεχθῆναι. οὐ γὰρ κάτωθεν ἀναδέδρομεν εἰς Ὄλυμπον αἴθρη οὗ νεφελώδη τὰ κάτω, ἀλλʼ ἐπιδέδρομεν ὡς εἴρηται. Ὅτι ἀφελῶς ἡ δέσποινα ἐνταῦθα ἐπʼ ἐσχάρῃ κάθηται, ἴσως διὰ τὸ προῤῥηθὲν ψύχος. οὕτω δὲ καθημένην καὶ ἐν τοῖς ἑξῆς, Ὀδυσσεὺς ἱκετεύσει αὐτήν. κάθηται δὲ νῦν σὺν ἀμφιπόλοισι γυναιξὶ, ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, τουτέστι μέλανα κατὰ τὸ ἰοδνεφὲς εἶρος ὃ πρὸ τούτου εἶχεν ἡ Ἑλένη. καὶ ἄλλως δὲ εἰπεῖν, ἁλιπόρφυρα, τὰ ὅμοια πορφυρούσῃ ἁλί. ἢ τὰ ἐκ θαλασσίας πορφύρας. Τὸ δὲ ἀμφιπόλοισι γυναιξὶ, διὰ τὸ σαφὲς οὕτως ἐφράσθη. οὐ μόνον διότι καὶ τύμβοι ἀμφίπολοι λέγονται ὡς καὶ ἀλλαχοῦ ἐγράφη, ἀλλὰ καὶ ὡς εἰκὸς ὂν, καὶ ἐπὶ ἀνδρῶν νοεῖσθαι τὸ τοὺς δεσπότας ἀμφιπολεῖν. Ἠλάκατα δὲ, ὅτι τὰ ἔρια, πολλαχοῦ δηλοῦται. καὶ ὅτι στρωφᾶν, τὸ στρέφειν ἤτοι κλώθειν, λέγεται. Ὅτι ξυμβαλέσθαι καὶ ξυμβαλεῖν, οὐ μόνον τὸ νοῆσαι καὶ τὸ κατὰ μάχην συμμίξαι, ἀλλὰ καὶ τὸ ἀντιβολῆσαι ἤτοι συναντῆσαι. οἷον. τῷ δὲ θύραζε ἐρχομένῳ ξύμβλητο ἐς βουλὴν, ἵνα μιν κάλεον οἱ δεῖνα. Καὶ ὅρα τὸ κάλεον. ἐξ οὗ ἡ σύγκλητος βουλή. κεῖται δὲ καὶ ἐν Ἰλιάδι τὸ, ξύμβληντο βασιλῆες, ἤγουν συνήντησαν. Ὅτι τὸ παππάζειν ὅπερ ἐν Ἰλιάδι κεῖται, ἐκ τοῦ ἐνταῦθα ῥηθέντος πρὸς τὸν πατέρα Ἀλκίνοον ὑπὸ τῆς θυγατρὸς, παρῆκται. φησὶ γὰρ ἐκείνη οὕτω ἀφελῶς. πάππα φίλε. οὐκ ἂν δή μοι ἐφοπλίσειας ἀπήνην ὑψηλὴν εὔκυκλον ἵνα κλυτὰ εἵματʼ ἄγωμαι ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται; ἔστι δὲ ὁ πάππας, συγγενικὴ λέξις, προσφωνουμένη ἐκ παιδὸς πρὸς πατέρα ὡς ἐν Ἰλιάδι καλῶς γέγραπται. Τὸ δὲ ἐφοπλίσειας, γράφεται καὶ ἐφοπλίσειαν. δμῶες γὰρ μετʼ ὀλίγα κελευσθέντες ὡς καὶ προεγράφη, ὁπλέουσι τὴν ἅμαξαν. ἔστι δὲ ἀστειότερον κατὰ ἀφέλειαν νεωτερικὴν, τὸ ἐφοπλίσειας. ὅθεν ὁ γέρων πατὴρ διορθούμενος τὸ ἀφελὲς, ἐρεῖ ὅτι δμῶες ἐφοπλίσειαν ἀπήνην, οὐ μὴν ἐγὼ δηλαδή. Τὸ δὲ εἵματʼ ἄγεσθαι, ταυτὸν τῷ, ἐσθῆτα φέρειν. ὅπερ καὶ ἐν τῇ ἐφεξῆς ῥαψῳδίᾳ καὶ μετʼ ὀλίγα δὲ, κεῖται. καὶ ἔστιν ὅμοιον ἐσθῆτα ἑνικῶς προσηγορικῷ λόγῳ εἰπεῖν, καὶ εἵματα πληθυντικῶς, ὡς καὶ μετʼ ὀλίγα ῥηθήσεται. Σημείωσαι δὲ ὅτι τε παθητικῶς ἔφη τὸ ἄγωμαι, καὶ ὅτι ἀντὶ τοῦ φέρω δοκεῖ αὐτὸ εἰπεῖν ὡς ἐπὶ ἐμψύχων. πλὴν ὅσον οὐκ αὐτὴ ἀλλʼ ἡ ἅμαξα φέρει τὰ εἵματα. Τὸ δὲ ῥερυπωμένα, κοινότερον ἐῤῥέθη. τὸ γὰρ Ἀττικὸν ἐῤῥυπωμένα. προετιμήθη δὲ τὸ κοινὸν, ἵνα μὴ χωλὸν ἀθεράπευτον διὰ τοῦ Ἀττικισμοῦ τὸ ἔπος γένηται. ὅλως γὰρ, οὐκ ἔστιν ἐν δακτυλικῷ μέτρῳ ἢ τὸ ἐῤῥυπῶσθαι εἰπεῖν, ἢ τὰς ἀπὸ τοῦ τοιούτου παρακειμένου κινήσεις, διὰ τὸ παρασπίζεσθαι τὴν ῥυ βραχεῖαν συλλαβὴν, ἑκατέρωθεν μακραῖς λέξεσι. δῆλον δὲ ὅτι Ἀττικοὶ μὲν, εὐφωνίας στοχάζονται ἐν τῷ, ἐῤῥητορευκὼς καὶ ἐῤῥηγμένος καὶ ἐῤῥυπωμένος. Ὅμηρος δʼ ἐνταῦθα, τῆς καλλιφωνίας τὴν κανονικὴν ὀρθότητα προέκρινε, ῥερυπωμένα εἵματα εἰπών. αἱ γὰρ δύο ἄρχουσαι λέξεις τοῦ ἐῤῥυπωμένα, ποδιζόμεναι μετὰ τῆς μοι ἀντωνυμίας τῆς ὄπισθεν αὐτῶν κειμένης, ἢ ἀμφίβραχυν ἐποίησαν ἂν λόγῳ κοινῆς συλλαβῆς ἄδεκτον Ὁμηρικῷ μέτρῳ, ἢ παλιμβακχεῖον ἀκάθαρτον ὥς φασιν οἱ παλαιοὶ, ὅπέρ ἐστιν ἀθεράπευτον ὡς μὴ οἷόν τε συμβιβασθῆναι μέτρῳ ἡρωϊκῷ. ἔστι δὲ παλιμβακχεῖος ἢ προπαροξυτόνως παλιμβάκχειος, πεντάχρονος ποὺς, ἐκ δύο μακρῶν καὶ βραχείας. οἷον Ἥφαιστος. ἀνάπαλιν ἔχων τῷ βακχείῳ, πενταχρόνῳ ὄντι ἐκ βραχείας καὶ δύο μακρῶν. οἷον νοήμων. ἔχοντι τὴν κλῆσιν, ἀπὸ τοῦ Βάκχου Διονύσου. ᾧ ὕμνους ἐκ τοιούτου μέτρου ᾖδον οἱ διθυραμβοποιοί. Ὅτι κοσμίῳ ἀνδρὶ προσρηθήσεται τὸ, καὶ δέ σοι αὐτῷ ἔοικε, μετὰ πρώτοισιν ἐόντα βουλὰς βουλεύειν, καθαρὰ χροῒ εἵματʼ ἔχοντα. ὅ ἐστι μὴ ῥερυπωμένα. διὸ ἀκολούθως ἀλλαχοῦ κεῖται τὸ, κάθηρε δὲ ῥύπα. ὅ ἐστι τὰ ἐῤῥυπωμένα. ἵνα εἶεν καθαρὰ εἵματα καὶ νεόπλυτα δὲ, ἅτις καθήρειε. Τὸ δὲ μετὰ πρώτοισιν ἐόντα, γράφεται καὶ ἐόντι κατὰ πτῶσιν δοτικήν. καὶ εἰσὶ καὶ ἄμφω ἀσολοίκιστα. τό, τε εἰπεῖν ἔοικέ σοι πρώτῳ ὄντι βουλεύειν. καὶ, ἔοικε βουλεύειν σε πρῶτον ἐόντα. τὸ γὰρ βουλεύειν, εἰσαγωγόν ἐστι πτώσεως αἰτιατικῆς. Τὸ δὲ βουλὰς βουλεύειν, Ἀττικόν ἐστιν ὡς καὶ τὸ ξείνους ξενίζειν. καὶ ἕτερα μυρία. Ὅτι τοὺς ἠϊθέους διαστέλλει καὶ ἐνταῦθα πρὸς τοὺς ὀπυίοντας, εἰπών. οἱ δύο ὀπυίοντες. τρεῖς δʼ ἠΐθεοι θαλέθοντες. ὡς εἶναι ἠΐθεον, τὸν μήπω γάμῳ ἐκδοθέντα. Ὅρα δὲ ὡς θαλέθοντας εἶπε τοὺς ἠϊθέους. οἱ γὰρ ὀπυίοντες, ἤδη που φθίνουσι. διὸ καὶ τῶν τις παλαιῶν, φίλον χθὲς μὲν ἄζυγα σήμερον δὲ γυναικὶ ἐκδοθέντα οἰκτισάμενος, οἴμοι ἔφη, χθὲς ἔζη, ὡς δῆθεν σήμερον τεθνεώς. Ὅτι τρυφῆς δηλωτικὸν τὸ, ἠΐθεοι θαλέθοντες. οἳ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματʼ ἔχοντες ἐς χορὸν ἔρχεσθαι. περὶ τῶν Ἀλκινόου δὲ πέντε φίλων υἱῶν ὁ λόγος. Ἔνθα ὅρα ἐν μὲν Ἰλιάδι, τοὺς υἱοὺς ὁ Πρίαμος ἡρωϊκὰ φρονῶν, μέμφεται ὡς χοροιτυπίαις ἀρίστους. ἐνταῦθα δὲ παρὰ τῷ Φαίακι βασιλεῖ ἐπεὶ ἄλλα παρʼ ἄλλοις καλὰ, ἐπαινοῦνται οἱ παῖδες ὡς αἰεὶ χορεύειν ἐθέλοντες. καὶ αὐτὸς ἀκούων ἀνέχεται. τρυφηταὶ γὰρ οἱ Φαίακες καὶ οὐ κατὰ τοὺς Τρῶας ἀρειμάνιοι. Ὅτι σώφρονος παρθένου ἦθος δηλοῖ τὸ, αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι πατρὶ φίλῳ. Ναυσικάα δὲ ἡ τοῦτο ποιοῦσα. ἣ τὴν μὲν διʼ ὀνείρου ὑποτεθεῖσαν πλύσιν τῶν ἱματίων, ἐξέφῃνε. τὸ δὲ σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἐσίγησε κατὰ λόγον αἰδοῦς. ὁ μέντοι πατὴρ, πάντα ἐνόει φησί. διὸ καὶ πεισθεὶς, λέγει. οὔτε τοι ἡμιόνων φθονέω τέκος, οὔτε τευ ἄλλου. ὥστε δηλαδὴ οὐδὲ γάμου ὃν σὺ αἰδουμένη σεσίγηκας. οὐχʼ ἁπλῶς δὲ οὕτω, τὰ περὶ γάμου παραῤῥιπτεῖ ὁ ποιητὴς, ἀλλὰ πρὸς πιθανότητα τῶν ἐς ὕστερον, ἔνθα καὶ ἡ κόρη εὔξεται, τὸν Ὀδυσσέα σχεῖν ἄνδρα καὶ ὁ πατὴρ δὲ Ἀλκίνοος γαμβρὸν αὐτὸν εὐτυχῆσαι, διὰ τὸ ὡραίαν δηλαδὴ γάμου τὴν παῖδα εἶναι. ταῦτα δὲ, φίλον τὸν Ὀδυσσέα τοῖς βασιλεῦσι ποιεῖ, ὅπερ αὐτὸς εὔξατο. καὶ οὕτω πιθανολογεῖται τὰ εἰς αὐτὸν ἐκ τῶν Φαιάκων ἀγαθά. Ὅτι ἐν τῷ, κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινὴν, ἐσθῆτα λέγει κατὰ τρόπον προσηγορίας τὰ πολλὰ ἱμάτια ὡς καὶ πρὸ ὀλίγων ἐῤῥέθη. καὶ ἔστιν ἡ τούτου χρῆσις πολλὴ ἐν τοῖς κατὰ τὴν Ναυσικάαν. ἔστι δὲ τοιαύτη ἐσθὴς, ὡς μὲν ἓν ἀνθʼ ἑνὸς εἰπεῖν, εἵματα κατὰ τὸν ποιητήν. ἄλλως δὲ κατὰ τὸν αὐτὸν, ζῶστρα καὶ πέπλοι καὶ ῥήγεα. Ἐσθῆτα δέ φασι φαεινὴν λέγει, τὴν φύσει τοιαύτην. ἄλλως γὰρ, ἐῤῥύπωτο. εἰκὸς δὲ, καὶ τὴν λεπτὴν οὕτω λέγεσθαι. ὡς δὲ ἡ ἐσθῆς καὶ τὸ ἔσθος τὰ ψιλούμενα, ἐκ τοῦ δασυνομένου ἕω γίνεται ἀφʼ οὗ καὶ τὰ εἵματα δασυνόμενα λόγῳ ἄλλῳ καὶ αὐτὰ ὁμοίως τῷ θήματι, δῆλον ἐκ τῶν παλαιῶν. Ὅτι ἐφόδια τρυφερὰ ἤτοι δείπνου λαμπροῦ παρασκευὴ φράζεται ἐν τῷ, μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέα ἐδωδὴν παντοίην. ἐν δʼ ὄψα τίθει. ἐν δʼ οἶνον ἔχευεν ἀσκῷ ἐν αἰγείῳ. δῶκε δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον, εἵως χυτλώσαιτο σὺν ταῖς δεῖνα. κίστη δὲ παρʼ Ἀττικοῖς, ἐδεσματοθήκη, ὡς ἑρμηνεύουσιν οἱ παλαιοί. καὶ σώζεται μέχρι νῦν ἡ τοιαύτη λέξις παρὰ πολλοῖς. οὐκ ἄποθεν δέ φασιν ἐστὶ τοῦ ἐγκεῖσθαί τι ἐν αὐτῇ, τουτέστιν, ἔοικεν ἡ λέξις ἐτυμολογεῖσθαι παρὰ τὸ κεῖσθαι. Τὸ δὲ ἐδωδὴν παντοίην, ποικιλίαν ἄρτων δηλοῖ καὶ τοιούτων τινῶν. τὰ γὰρ ὄψα, ἰδίᾳ ἐκπεφώνηται. Αἴγειον δὲ ἀσκὸν κἀνταῦθα, παρατετηρημένως εἶπεν. ὡς τοιούτου δεξιοῦ ὄντος εἰς οἴνου ὑποδοχήν. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἀσκοῦ φέρεται παροιμία τὸ, ἀσκῷ φλαυρίζεις. οἷον. κενῷ σώματι φλυαρεῖς. Λήκυθος δὲ, ἀγγεῖον ἐλαιοδόχον, παρὰ τὸ ἔλαιον κεύθειν. ἵνα ᾖ ἐλαιόκυθός τις. Ὅτι δὲ ἡ λήκυθος καὶ ὄλπη λέγεται, φέρει χρῆσιν Ἀθήναιος ἐξ Ἀχαιοῦ γλαφυροῦ φησι ποιητοῦ. λέγων καὶ ὅτι λήκυθοι καὶ ἐκ τιμίας ἐγένοντο ὕλης. οἷον. στέφανοι καὶ διλήκυθον μύρου χρυσοῦν καὶ ἀργυροῦν. δοκεῖ δὲ ἡ ῥηθεῖσα ὄλπη γίνεσθαι, παρὰ τὸ ἔλαιον πεπάσθαι ἤγουν κεκτῆσθαι. Ἔλαιον δὲ ὑγρὸν οὐ μόνον ὡς χαλαστικὸν καὶ ὑγροποιὸν καὶ διατηροῦν τὸ ἀλιφὲν σῶμα ἐν ὑγρότητι ὡς μὴ σκελετεύεσθαι, ἀλλὰ καὶ ὅτι οὐκ ἀποκρυσταλοῦται τῷ ψύχει διὰ τὴν ἐν αὐτῷ ποιότητα οὐ μὴν ἁπλῶς ὑγρότητα. εἰ δὲ τὸ ἔλαιον ᾧ χρῆται ἡ βασιλικὴ νεᾶνις ἔχει τι ξενίζον, οὐκ ἔστιν ἀποφῄνασθαι σταθερῶς. ἴσως γὰρ ὕστερον τὰ τοιαῦτα ἐπενοήθη. ὧν πολυειδῶν ὄντων, ἐγίνετό τι καὶ ἐξ ἀκάνθης. ὡς δηλοῖ ὁ γράψας τὸ, ἐν Καρμανίᾳ ἱστορεῖ Κτησίας, ἔλαιον γίνεσθαι ἀκάνθινον, ᾧ χρῆσθαι τὸν βασιλέα. Ὅτι δὲ ὥσπερ σπηλαίου καὶ προσκεφαλαίου καὶ τυχαίου ὑποκοριστικὰ σπηλάδιον προσκεφαλάδιον τυχάδιον οὕτω καὶ ἐλαίου ἐλάδιον, δηλοῦσιν οἱ τεχνικοί. κεῖται οὖν παρὰ τῷ δειπνοσοφιστῇ, ἐλαδίου κοτύλη. Τὸ δὲ εἵως χυτλώσαιτο, ἀντὶ τοῦ ὅπως μετὰ λουτρὸν χυλωθείη ἀλειψαμένη. ἐντεῦθεν δὲ καὶ χύτλα ἁπλῶς τὰ λουτρὰ πλεονασμῷ τοῦ τ. κοινῶς γὰρ μέχρι καὶ τῶν ἄρτι, χυλοῦσθαι, τὸ ἐξ ὑετῶν τυχὸν ὑγραίνεσθαι. καὶ ὁλόχυλος, ὁ λίαν τοῦτο παθών. οἱ δὲ παλαιοὶ, φασὶ καὶ ὅτι χύτλα, τὸ μεθʼ ὕδατος ἔλαιον, ὅθεν τὸ χυτλώσασθαι. Ὅρα δὲ τὸ εἵως κἀνταῦθα, γενόμενον πλεονασμῷ τοῦ ε καὶ ἐπενθέσει τοῦ ι. τὸ γὰρ ἁπλοῦν ἐστιν, ὡς χυτλώσαιτο. Ὅτι τὸν τῶν ἡμιόνων ἐν τῷ συντόνως κινεῖσθαι ἦχον, εἰς καναχὴν ὀνοματοποιεῖ, φησὶ γάρ. μάστιξε δʼ ἐλάαν, καναχὴ δʼ ἦν ἡμιονοῖϊν. αἵ δʼ ἄμοτον τανύοντο. τουτέστιν εὐτόνως ἐκινοῦντο. Ἄμοτον δὲ ὅτι τὸ ἐντελὲς κυρίως καὶ πληρέστατον ἐκ μεταφορᾶς σωμάτων ἢ τραυμάτων μὴ δεομένων μότου, καὶ ἐν ἄλλοις ἐῤῥέθη. Ὅτι τὴν τοῦ πλύνειν διασκευὴν, οὕτω προάγει ὁ ποιητής. αἵ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο. Ἔνθʼ ἤτοι πλυνοὶ ἦσαν ἐπηετανοὶ, πολὺ δʼ ὕδωρ καλὸν ὑπεκπρορέει μάλα περ ῥυπόωντα καθῆραι, ἔνθα ἡμιόνους μὲν, ὑπεκπροέλυσαν ἀπήνης. καὶ τοὺς μὲν, σεῦαν ποταμὸν παραδινήεντα, τρώγειν ἄγρωστιν μελιηδέα. αἵ δʼ ἀπʼ ἀπήνης εἵματα χερσὶν ἕλοντο, καὶ ἐσφόρεον μέλαν ὕδωρ. στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι. αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα. ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός. ᾗχι μάλιστα λάϊγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα. τὰ μέντοι ἐφεξῆς στενολεσχῶν, ἐπάγει. αἱ δὲ, λοεσσάμεναι καὶ ἀλειψάμεναι λίπʼ ἐλαίῳ δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσι ποταμοῖο. εἵματα δʼ ἠελΐοιο μένον τερσήμεναι αὐγῇ. τουτέστι ξηρανθῆναι. ἡλίῳ μὲν γάρ φασι, ξηραίνεταί τι καὶ τέρσεται καθʼ Ὅμηρον. ἀνέμῳ δὲ, ψύχεται καὶ ἀναψύχεται. Περικαλλέα δὲ ῥοῦν ποταμοῦ λέγει, ἐπεὶ καὶ τὸ ὕδωρ ὑποκατιὼν, καλὸν ἔφη ἐν τῷ, πολύ δʼ ὕδωρ καλόν. ὅπερ τὸν ποταμὸν περιφραστικῶς δηλοῖ. καθὰ καὶ τὸ πολὺ ἁλμυρὸν ὕδωρ, τὴν θάλασσαν. Τῶν δὲ πλυνῶν ἡ ἐτυμολογία, ἐν τῷ, αὐτὰρ ἐπεὶ ἔπλυναν. βόθροι δὲ, οἱ πλυνοὶ ὥσπερ καὶ προεῤῥέθη, τουτέστιν ὀρύγματα. διὸ ἐπηετανοὺς αὐτοὺς εἶπεν, ὡς διʼ ὅλου ἔτους κοίλους μένοντας, καὶ μὴ ἀναπληρουμένους οἷα εἰκὸς πάσχειν τὰ βεβοθρευμένα διʼ ὀρύξεως. ἕτερος δέ που ποταμὸς, λαΐνους ἔχει πλυνούς. εἰκὸς δὲ, ἀλλαχοῦ καὶ ξυλίνους εἶναι. οὐκ ἐξ ἀνάγκης δὲ πλυνὸς ἔνθα τι πλύνεται, εἴγε λάϊγγας ποτὶ χέρσον ἀποπλύνει θάλασσα. Ἐν δὲ τῷ, πολὺ ὕδωρ καὶ ἐσφόρεον μέλαν ὕδωρ, ἐκτείνεται τὸ υ. ἀλλαχοῦ δὲ, οὐχʼ οὕτως. οἷον ἐν τῷ, γίνετο δʼ ὑγρὸν ὕδωρ. καὶ, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ. Ἐν δὲ τῷ ὑπεκπρορέει, καὶ ὑπεκπροέλυσαν ἀπήνης, οὐκ ἀλόγιστος ἡ ὁμοιότης τῆς τῶν ἐπαλλήλων προθέσεων συνθέσεως. ἐν μὲν γὰρ τῷ ὑπεκπρορέειν, ἡ μὲν ὑπο, τὴν κάτωθέν ποθεν ἀνάδοσιν δηλοῖ τοῦ ὕδατος. ἡ δὲ εκ, τὴν ἔξοδον αὐτοῦ. ἡ δὲ προ, τὴν αὐτοῦ πρόοδον, οὕτω δὲ καὶ ἐν τῷ, ὑπεκπροέλυσαν ἀπήνης, λέγει ὅτι τοὺς ἐζευγμένους ἡμιόνους ὑπὸ τῇ ἀπήνῃ, ἔξω ζυγοῦ ἀγαγόντες, προέρχεσθαι ἀφῆκαν εἰς νομήν. Ἐν δὲ τῷ, μάλα περ ῥυπόωντα καθῆραι, ὕδατός φασι μέμνηται ὁ ποιητὴς ῥυπτικοῦ. λέγοντες καὶ ὅτι Πινδάρου τὸ ὕδωρ ἄριστον πάντων εἰπόντος, Ὅμηρος ἄλλως αὐτὸ σεμνύνων, τροφιμώτατόν τε οἶδεν ἐκεῖνο ἐν οἷς αἰγείρων ὑδατοτροφέων ἄλσος λέγει. καὶ τὸ διαυγὲς αὐτοῦ ἐπαινεῖ ἐν τῷ, κρῆναι πίσυρες ῥέον ὕδατι λευκῷ. καὶ τὸ κοῦφον, ἱμερτὸν καλεῖ, ὡς τὸν Τιταρήσιον ὃς τῷ Πηνειῷ ἐπιτρέχει. τὸ γλυκερόν τε ὕδωρ φιλεῖ. καὶ τὴν τοῦ χλιαροῦ φύσιν ἀγαθὴν οἶδε πρὸς τραύματα. διὸ τὸν Εὐρύπυλον τοιούτῳ καταιονεῖ πρὸς παρηγορίαν ὀδύνης. ὅπου γε εἰ ἐπισχεῖν φασιν ἔδει αἱμοῤῥαγίαν, τὸ ψυχρὸν ἐπιτήδειον ἦν, ὡς συστρέφον καὶ συσφίγγον. Τοῦ δὲ ῥυπόωντα ἡ συζυγία, δευτέρα τῶν περισπωμένων ἐστὶν ὅτε κοινογραφεῖται, ὡς δῆλον ἐκ τοῦ, τί ποτε οἰόμεθα τοὺς πάλαι ποτε Πυθαγοριστὰς ῥυπᾶν. ὁ Ἀθήναιος δὲ οὕτω γράφει, ὅτι δὲ καὶ ῥυπῶ ῥυπώσω ἐστὶν ἐν τρίτῃ συζυγίᾳ, ἐδήλωσεν Ὅμηρος ἐν τῷ, τά μοι ῥερυπωμένα κεῖται. Δινήεις δὲ ποταμὸς, ὁ καὶ αὐτὸς ὡς πολλαχοῦ φαίνεται δινούμενός που καθὰ καὶ ἡ θάλασσα, ἤτοι δίνας ἔχων. διὸ ἐρεῖ. βαθείῃ δʼ ἔμβαλε δίνῃ. Τὸ δὲ τρώγειν, ὠνοματοπεποίηται ἐπὶ ἀλόγων, τραχύτητα ἔχον καὶ ἑτερότητα πολλὴν πρὸς τὸ ἐσθίειν ὅπερ ἐπὶ λογικῶν μάλιστα λέγεται. δῆλον δὲ ὡς ἐκ τοῦ τρώγειν οὗ δεύτερος ἀόριστος τὸ ἔτραγον, καὶ τράγος γίνεται, ζῷον τοῦτο βορώτατον, ὡς ἡ ἐνάργεια δηλοῖ. ἵνα ᾖ τράγος, ὁ ὡς εἰπεῖν φάγος. παράγωγα δὲ τοῦ τρώγειν καὶ τοῦ τραγεῖν, καὶ τὰ τρωγάλια καὶ τὸ τράγημα καὶ τὸ αὐτοῦ ῥῆμα τὸ τραγηματίζω, περὶ ὧν προδεδήλωται. ἀναλογία δὲ τραγήματος. ὡς φαγήματος. ἵνα ᾖ τραγῶ τραγήσω τράγημα. ὡς φαγῶ φαγήσω φάγημα. ᾧ σύστοιχον, καὶ ἡ ἀλλαχοῦ φαγησιποσία. Ἡ δὲ ἄγρωστις βοτάνη ἣν ἀγρίαν ἡ κοινὴ γλῶσσα φησὶν, ὅτι μηλιηδής ἐστιν ὅ ἐστι γλυκεῖα, δῆλον. ἔστι δὲ καὶ διουρητική. καὶ φιλεῖται τοῖς ἀλόγοις ζῴοις. Ἐσφόρεον δὲ ὕδωρ, ἀντὶ τοῦ ἔφερον ἔσω τῶν πλυνῶν. ἐναντίον δὲ πρὸς τοῦτο, τὸ ἐκφορεῖν. Τὸ δὲ στεῖβον, ἀντὶ, τοῦ, ἐπάτουν. ἔτριβον τοῖς ποσίν. ὅθεν καὶ στίβος ἡ ὁδὸς ἡ καὶ τρίβος ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη. καὶ στιβὰς, ἡ καταπεπιλημένη στρωμνή. Τὸ δὲ θοῶς ἔριδα προφέρειν, δοκεῖ ἐτυμολογία εἶναι τῆς ἐρίθου καὶ συνερίθου. εἰ γὰρ καὶ παρὰ τὸ ἔριον ἐῤῥέθη γίνεσθαι ἡ ἔριθος, ἀλλʼ οὐκ ἀπίθανον, ἔριθον λέγεσθαι καὶ τὴν προφέρουσαν θοῶς ἔριδα. Τὸ δὲ ῥύπα, μεταπλασμὸν ἔπαθεν. ὡς γὰρ ὁ ζυγὸς τὸ ζυγὸν καὶ τὰ ὅμοια, οὕτω καὶ ὁ ῥύπος τὸ ῥύπον. οὗ ἡ εὐθεῖα παρὰ Θεοκρίτῳ, εἰπόντι, ἅπαν ῥύπον. λέγει δὲ ῥύπα, τὰ ῥύπου μετέχοντα. Τὸ δὲ πέτασαν, δηλοῖ μὲν πάλιν τὸ ἥπλωσαν. ἔστι δὲ ἴσως καιριώτερον τοῦ. αἴθρη πέπταται. ἐκεῖνο γὰρ, ἐπὶ μεγίστου πράγματος τέτραπται. λάϊγγας δὲ λέγει, τὰ σμικρὰ λιθάρια τὰ πρὸ τῶν χειλέων τοῦ ποταμοῦ. Τὸ δὲ ἀλειψάμεναι λίπʼ ἐλαίῳ, ταυτόν ἐστιν ὡς καὶ εἴπερ εἶπε, χυτλωσάμεναι ὑγρῷ ἐλαίῳ, τὸ πρὸ ὀλίγων ῥηθέν. καθὰ καὶ τὸ λίπα ἔλαιον, καθʼ ὁμοιότητα ἐῤῥέθη τοῦ, ὑγρὸν ἔλαιον. Ὅτι παιζούσας πλάττων τὰς περὶ τὴν βασιλικὴν νεάνιδα, φησί. σφαίρῃ ταί τʼ ἂρ ἔπαιζον ἀπὸ κρήδεμνα βαλοῦσαι, ὅ ἐστιν ἀποῤῥίψασαι. καὶ γυμναῖς ἀφελῶς παίζουσαι ταῖς κεφαλαῖς. ταῖς δὲ, Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς. εἶτα καὶ ἀποσεμνύνουσα ἡ Ὁμηρικὴ Μοῦσα οἷα εὖ εἰδυῖα τήν τε δέσποιναν καὶ τὰς ἀμφιπόλους, κατὰ σεμνοτέραν παραβολὴν, ἐπάγει. οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεος ἰοχέαιρα ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον. τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι. τῇ δὲ, ἅμα νύμφαι κοῦραι Διὸς αἰγιόχοιο ἀγρονόμοι παίζουσι. γέγηθε δέ τε φρένα Λητώ. πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα. ῥεῖα δʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι, ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής. ἐπὶ δὲ τούτοις δεικνὺς καὶ διατί παίζειν τὰ γυναικάρια ἔπλασεν, ἐπάγει. ἀλλʼ ὅτε δὴ ἔμελλεν ἡ βασιλικὴ παῖς πάλιν οἶκονδε νέεσθαι ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά. τότε δὴ Ἀθηνᾶ νοήσασα, ὡς Ὀδυσσεὺς ἔγροιτο, ἴδοι τε τὴν βασιλικὴν κόρην ἡγησομένην αὐτῷ εἰς Ἀλκινόου, ἐποίησε τάδε. Σφαῖραν ἔπειτʼ ἔῤῥιψε μετʼ ἀμφίπολον βασίλεια. ἤγουν ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἡ δέσποινα. ἀμφιπόλου μὲν ἅμαρτεν, ἤγουν ἀπέτυχεν, ἠστόχησε, βαθείῃ δʼ ἔμβαλε δίνῃ. δινήεις γὰρ ἤδη πέπλασται ὁ ποταμός. αἵ δʼ ἐπὶ μακρὸν ἄϋσαν. ὃς δὴ νόμος γυναικῶν ἐπὶ τοῖς καινοτέροις. ὅ δʼ ἔγρετο δῖος Ὀδυσσεύς. οὐχʼ οὕτω τῇ μολπῇ ὅσον τῇ μακρᾷ βοῇ, ἀφυπνισθείς. ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν, τὰ αὐτῷ δοκοῦντα. Καὶ σημείωσαι ὅτι διαβεβόηται τοῖς παλαιοῖς τὸ χωρίον τοῦτο ἐπὶ συντομίᾳ ὡς οὕτω τάχιστα καὶ οὐ διὰ περιττολογίας ἀφυπνίζει τὸν Ὀδυσσέα. ἐν οἷς ἐπαινεῖται καὶ τὸ, βαθείῃ δίνῃ. καὶ τὸ, μακρὸν ἄϋσαν ἵνα αἱ μὲν γυναῖκες, θορυβηθῶσι διὰ τὸ μὴ πρὸς ὄχθαις ἀλλʼ εἰς βάθος τὴν σφαῖραν πεσεῖν, καὶ διὰ τοῦτο βοήσωσιν. Ὀδυσσεὺς δὲ, ἀνεγερθῇ διὰ τὸ μακρὸν τῆς βοῆς. Ἐν τούτοις δὲ, πρῶτα μὲν ῥητέον ὡς καὶ πάλαι ποτὲ τὸ σφαιρίζειν διὰ σπουδῆς ἤγετο. οὐχʼ ἁπλοῦν ὂν οὐδὲ αὐτὸ, ἀλλὰ διαφορὰς ἔχον ῥηθησομένας ἐν τοῖς ἑξῆς. μάλιστα δέ φασιν ἐπεμελήθησαν ὕστερον σφαιριστικῆς, πόλεων μὲν, κοινῇ Λακεδαιμόνιοι. βασιλέων δὲ, ὁ μέγας Ἀλέξανδρος. ἰδιωτῶν δὲ, Σοφοκλῆς ὁ τραγικός. ὃς καὶ, ὅτε φασὶ τὰς πλυντρίας ἐδίδασκε, τὸ τῆς Ναυσικάας πρόσωπον σφαίρᾳ παιζούσης ὑποκρινόμενος, ἰσχυρῶς εὐδοκίμησεν. εἶτα ἰστέον καὶ ὅτι παρὰ τὴν σφαῖραν ᾗ παρώνυμον ὁ Ἐμπεδόκλειος σφαῖρος, πέπαικταί τινι παλαιῷ εἰς ἄσωτον βραχυήλικα τὸ, Χαρίδης ὁ μικρὸς, ἐν πένθʼ ἡμέραις σφαῖραν ἐποίησε τὴν πατρῴαν οὐσίαν. οὕτω συνεστρόγγυλεν ἰταμῶς καὶ ταχύ. Ἰστέον δὲ καὶ ὅτι σφαῖρα μὲν γίνεται, ἢ παρὰ τὸ σπῶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, ἡ συνεσπαμένη καὶ εἰς ἑαυτὴν συνεστραμμένη καὶ κυκλοτερῶς, ἢ παρὰ τὸ αἴρω κατὰ τοὶς παλαιοὺς, ἡ εἰς ὕψος ἀειρομένη. ἐξ αὐτῆς δὲ, τὸ σφαιρομαχεῖν καὶ σφαιρίζειν παρὰ Πλάτωνι. Τὸ δὲ Ναυσικάα, σημειῶδες, ἐπεὶ τὸ μὲν ἁπλοῦν, νηυσὶ διὰ τοῦ η παρὰ τῷ ποιητῇ. τὰ δὲ σύνθετα, διὰ τοῦ α. Ναυσικάα. Ναυσίθοος. Ναυσίκλυτος. καὶ τὰ ὅμοια. Τὸ δὲ εἶσι κατʼ οὔρεος, Ἀττικὴν ἔχει σύνταξιν. ὡς καὶ τὸ, κατὰ σπλάγχνων ἔβαψε ξίφος. καὶ τὸ, ὁρᾶν κατὰ γῆς. καὶ τὸ, κατὰ δὲ κεφαλῆς οὔλας ἧκε κόμας. ὅτι δὲ καὶ μετὰ αἰτιατικῆς δύναται ἡ τοιαύτη συνταχθῆναι πρόθεσις, δηλοῖ ἐπαχθὲν εὐθὺς τὸ, ἢ κατὰ Τηΰγετον ἢ Ἐρύμανθον. ὧν τὸ μὲν Τηΰγετον ἤγουν Ταύγετον περὶ οὗ πολλαχοῦ δηλοῦται, ὄρος ἐστὶ Λακωνικόν. περὶ οὗ φησὶν ὁ γεωγράφος, ὅτι τε ὄρος τὸ Ταύγετον, ὑψηλὸν καὶ ὄρθιον, μικρὸν ὑπὲρ τῆς Λακωνικῆς θαλάσσης, συνάπτει δὲ πρὸς ἄρκτον ταῖς Ἀρκαδικαῖς ὑπωρείαις. καὶ ὅτι ὄρος Ταύγετον, ᾧ ὑποπέπτωκε Σπάρτη ἐν μεσογαίῳ καὶ Ἀμύκλαι Ὁ δὲ Ἐρύμανθος, ὄρος τε καὶ ποταμὸς περὶ Ἀρκαδίαν, ἔνθα ὁ Ἐρυμάνθιος κάπρος ὁ κατὰ Ἡρακλέα. φαίνεται δʼ ἐν τούτοις κάπρους μάλιστα τρέφεσθαι καὶ ἐλάφους. περιᾴδεται γοῦν καὶ ὁ Ἐρυμάνθιος κάπρος, ἐξ οὗ ληφθὲν εἴρηται τὸ, Ἐρυμάνθιοι τῷ ὄντι σύαγροι περιεφέροντο, σιβύναις ἀργυρέαις διαπεπερονημένοι. Καὶ ὅρα τὸ σύαγροι, ὅπερ Ἴων ἀνὴρ διαλύσας, σύες ἄγριοι ἐρεῖ. καὶ τὸ, σιβύναις οὐ μὴν ζιβύνες κοινότερον διὰ τοῦ ζῆτα. Ἰοχέαιρα δὲ ὡς καὶ ἐν ἄλλοις δεδήλωται, ἢ ἡ χαίρουσα ἰοῖς, ἢ μᾶλλον ἡ χέουσα ἰούς. κατὰ τὸ, βέλεα στονόεντα χέοντο. τοῦτο δὲ, καὶ ἀσπίδος ἐπίθετον τῆς ἰοφόρου, παρὰ τοῖς ὕστερον. Κοῦραι δὲ Διὸς τουτέστιν ἀέρος, νύμφαι αἱ κατʼ ἀλληγορίαν τὴν πολλαχοῦ ῥηθεῖσαν, διὰ τὸ ἐξ ἀέρος ἐνδίδοσθαι τῇ γῇ τὸ θρεπτικὸν ἐν φυτοῖς καὶ γόνιμον, εἰς ὃ αἱ νύμφαι ἀλληγοροῦνται ὡς καὶ μετʼ ὀλίγα ῥηθήσεται. Ἀγρονόμοι δὲ παροξυτόνως μὲν, αἱ τὰ ἄγρια νέμουσαι ἢ ἐν ἀγρῷ νέμουσαι. εἰ δὲ καὶ παροξύνεται ἴσως ἡ λέξις, πάθος ἂν εἴη δηλοῦσα καθʼ ὁμοιότητα τοῦ προτότοκοι καὶ τῶν ὁμοίων. δοκεῖ δὲ ἀπεμφαίνειν ἡ τοιαύτη σημασία. οὐ γὰρ ἂν αἱ νύμφαι νέμεσθαι λεχθεῖεν ἂν, εἰ μὴ ἄρα τὸ νέμεσθαι νοηθείη ἀντὶ τοῦ ἁπλῶς διάγειν καὶ οἰκεῖν. οὗ χρήσεις, ἐν τῇ Ὁμηρικῇ Βοιωτίᾳ ἱκαναί. Τὸ δὲ παίζειν, σεσημείωται ὡς μὴ ἀναλογοῦν. λέγεται γὰρ ὅτι τὰ εἰς ζω εἰ παραλήγονται τῇ αι διφθόγγῳ, ἀνεκφώνητον ἔχουσι τὸ ι. οἷον. σφαδᾴζω. βορᾴζω τὸ ἐσθίω. ματᾴζω τὸ μάταια φρονῶ. τὸ παίζω φασὶν ἐκ τοῦ παῖς παιδὸς παιδίζω συγκέκοπται. Τὸ δὲ γέγηθε δέ τε φρένα Λητὼ, παρῳδίαν ἔχει τοῦ, γέγηθε δέ τε φρένα ποιμήν. Τὸ δὲ πασῶν ὑπερέχειν κάρη καὶ μέτωπα καὶ ἀριγνώτην εἶναι, γυναικὸς καλῆς ἔπαινος. ἰδίᾳ τῶν μετώπων ἐκφωνηθέντων ποιητικῷ τρόπῳ μετὰ τὸ κάρη. Τὸ δὲ καλαὶ δέ τε πᾶσαι, οὐ περιττῶς κεῖται, ἀλλʼ οἷον ἐπιφωνηματικῶς. ἵνα οὕτω σὺν τῇ δεσποίνῃ καὶ τὰς ἀμφιπόλους σεμνύνῃ. Ἀδμὴς δὲ, νῦν μὲν παρθένου ἐπίθετον. πρὸ δὲ τούτων, καὶ βοὸς ἀδαμάστου. ἣν δηλαδὴ οὔπω ταῦρος ἐδάμασε. ὥστε, καλῶς καὶ ἀταύρωτος γυνὴ λέγεται ἡ ἄζυξ καὶ παρθένος. ἣν καὶ ἀταυρώτην λέγει ὁ κωμικός. Τὸ δὲ πτύσσειν εἵματα ὅ ἐστι διπλοῦν, συντελεῖ καὶ εἰς νόησιν τοῦ περιπτύσσεσθαι. καὶ τοῦ, μύθοις προσπτύσσεσθαι ὅπερ πρὸ τούτων ἔφη ὁ ποιητής. Τὸ δὲ σφαῖραν ἔπειτʼ ἔῤῥιψε βασίλεια, Διονυσόδωρος λέγεται γράψαι, πάλλαν ἔπειτʼ ἔῤῥιψεν. ὡς ταυτὸν ὂν εἰπεῖν σφαῖραν καὶ πάλλαν ἀπὸ τοῦ πάλλεσθαι. Ῥωμαῖοι μέντοι, πίλαν τὴν σφαῖραν φασὶν, ὡς ἐν Λατινικῷ εὕρηται λεξικῷ, κατά τινα συγγένειαν τοῦ ι πρὸς τὸ ἄλφα. ἐπεί τοι καὶ πῖλος παρὰ τοῖς ἀρχαίοις ἐκαλεῖτο. Σουΐδας γοῦν ἐν τῷ α, φησίν. ὡς ἡ Λάρισσα σφαιρίζουσα πίλῳ, ὤλισθεν εἰς τὸν Πηνειόν. σκοπητέον δὲ εἴπερ ἡ κατὰ σφαῖραν αὕτη παιδιὰ, ἡ λεγομένη ἐφετίνδα ἐστί. τοιαύτη δὲ λέγεται παρὰ τοῖς παλαιοῖς, ὅταν ἄλλῳ προσδείξαντες τὴν σφαῖραν, ἄλλῳ ἐφῶσιν. ἡ δʼ αὐτὴ καὶ φεννὶς ἐλέγετο. ἔστι γάρ φασι φεννὶς, παιδιὰ διὰ σφαίρας. ὁπηνίκα ἑτέρῳ προδεικνύντες, εἶτα ἄλλῳ ἀφιᾶσι τὴν σφαῖραν, ὥσπερ φενακίζοντες. Ὅτι ἀπορῶν τις ποῦ ἐστι καὶ δεδιὼς, ἐρεῖ ἂν κατὰ τὸν Ὀδυσσέα ᾤμοι ἐγώ. τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω; ἦ ῥʼ οἵγε ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι. ἠὲ φιλόξενοι καί σφιν νόος ἐστὶ θεουδής. ὅ ἐστι θεοειδής. ἤτοι προσηνής, ἢ θεοῖς ἁδῶν ὅ ἐστιν ἀρέσκων, εἰ δὲ καὶ λεπτῆς τινος ἐκεῖνος ἀκούσει φωνῆς, οἰκεῖον ἐπενεγκεῖν καὶ τὸ, ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀϋτή. Καὶ ὅρα ὡς ἐπὶ φωνῆς καινότερον τὸ θῆλυς ἔθετο καθὰ καὶ προεμνημονεύθη. Ὅτι αἰνιττόμενος ὁ ποιητὴς νύμφας εἶναι ἀλληγορικῶς τὰς περὶ γῆν φυσικὰς δυνάμεις τὰς τῶν φυτῶν αὐξητικὰς ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, φησί. κουράων νυμφάων αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα, καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα. Λέγει δὲ πίσεα ὡς καὶ ἐν ἄλλοις ἐδηλώθη, τοὺς ὑγροὺς τόπους καὶ δυναμένους πίσαι τουτέστι ποτίσαι. οὗ ἡ χρῆσις παρὰ Πινδάρῳ. οἱ δὲ παλαιοὶ, ἑρμηνεύουσιν οὕτω. πίσεα, ἕλη. πεδία. λειμῶνες. ποτίστραι. οἱ δʼ αὐτοὶ λέγουσιν ὅτι καὶ Εὔπολις ἐν δήμοις, πίσει φησὶν ἀντὶ τοῦ ποτιεῖ. ἐξ οὗ καὶ πίστρα ἡ ποτίστρα. καὶ πιστὸν τὸ πινόμενον. οὗ χρῆσις παρʼ Αἰσχύλῳ, εἰπόντι. φάρμακα, τὰ μὲν χριστὰ τὰ δὲ πιστά. Κοῦραι δὲ κατὰ τὸν ποιητὴν αἱ ῥηθεῖσαι νύμφαι, διὰ τὸ ἀεὶ νεάζειν κατὰ φύσιν καὶ μὴ γηρᾶν. διὸ καὶ νύμφαι αἱ αὐταὶ καλοῦνται, διὰ τὸ ἀεὶ νέον. ἢ κατὰ τὸ νῦν φαίνεσθαι ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη. ὃ καὶ συμβιβαστέον πρὸς τὸ, ἀεὶ νέον ἐρχομενάων, τὸ ἐν Ἰλιάδι κείμενον. Ὅτι ὥσπερ ἀλφισταὶ ἄνθρωποι κατὰ ἐπίθετον ἰδικὸν, οὕτω καὶ αὐδήεντες ὡς πολλαχοῦ δεδήλωται. φησὶ γοῦν Ὀδυσσεὺς μετὰ κίνδυνον γνοὺς τὰς γυναικικὰς φωνάς. ἦ δήπου ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων. ὡς εἴπερ εἶπεν, ὅτι οὐκέτι πλανῶμαι, ἀλλʼ οἰκουμένης ἐπέβην. δύναται δὲ εἰπεῖν αὐτὸ καὶ ὁ ἐκ βαρβάρου γῆς εἰς μὴ τοιαύτην ἐλθών. Ὅτι ἐπιβολὴ πείρας ἀκριβοῦς τὸ, ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι καὶ ἴδωμαι. Ὅτι κοινῶς μὲν, τὸ ὑποδύεσθαι, κρύψιν τινὰ δηλοῖ καὶ αἰτιατικῇ συντάσσεται. οἷον. τάφον ὑπέδυ. ἢ θάμνους ὑπέδυ. ὁ δὲ ποιητὴς ἐνταῦθα, θάμνων ὑπεδύσετο φησὶν Ὀδυσσεὺς, ἀντὶ τοῦ, ὑπεξῆλθεν ἐκ τῶν θάμνων. καινότερον τοῦτο φράσας καὶ ἀσυνήθως τοῖς ὕστερον. Ὅτι ἐκ πυκινῆς ὕλης Ὀδυσσεὺς πτόρθον κλάσε χειρὶ παχείῃ, φύλλων ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός. αἰδεῖται γὰρ γυμνοῦσθαι κούρῃσιν ἐϋπλοκάμοισιν ἐπελθὼν, ὡς μετʼ ὀλίγα ἐρεῖ. Πυκινὴν δὲ ὕλην λέγει, τὰς προσεχῶς εἰρημένας θάμνους. αἳ παρὰ τὸ θαμὰ ὅ ἐστι πυκνῶς, ἐτυμολογοῦνται. ὁ δὲ πτόρθος, ἔοικε κλάδος εἶναι πλατύς τε καὶ ἐπιμήκης. καὶ δοκεῖ οὕτω λεχθῆναι, παρὰ τὸ διαπετάσαι καὶ τὸ ὄρθιον. οἱονεὶ ὁ διαπετασμένος εἰς ὀρθόν. οὐ ψιλὸς δὲ οὗτος, ἀλλὰ πτόρθος φύλλων οἷος συγκρύψαι τὰ μὴ οἷά τε ὁρᾶσθαι. εἰκὸς δὲ καὶ ἐξ ἀειθαλοῦς φυτοῦ εἶναι τὸν πτόρθον. ἄλλως γὰρ, ὑπερβῆναι τὸν φυλλοχόον μῆνα φαίνεται ὁ καιρὸς, ὡς καὶ προεσημειώθη. δύναται δὲ καὶ ἐκ μὴ ἀειθαλῶν δένδρων εὑρεθῆναί τις πολύφυλλος πτόρθος ἐν ὕλῃ πυκνῇ. Τὸ δὲ κλᾶν, ὀνοματοποιεῖται. καθὰ καὶ τὸ θλᾶν καὶ τὸ θραύειν καὶ ὅσα τοιαῦτα. Τὸ δὲ χειρὶ παχείῃ, νῦν μὲν, καὶ ἐν ἄλλοις δὲ ὁμοίοις τόποις, καλῶς κεῖται. ἐπὶ δὲ Πηνελόπης ὅτε ῥηθείη, ἀκύρως τεθὲν παρέλκει. ὅτι δὲ καὶ ἄλλα τινὰ προστίθησιν ἀκύρως ὁ ποιητὴς, ἐν τοῖς εἰς τὴν Ἰλιάδα σεσημείωται. Μήδεα δὲ τὰ αἰδοῖα, παρὰ τὸ μέδειν ὡς καὶ ἑτέρωθι ἐδηλώθη. ἀρχὴ γάρ τις ἐν τοῖς ζῴοις καὶ αὐτά. Ἡσίοδος δὲ καὶ ἄλλοι, μέζεα ταῦτα φασὶ, συστολῇ τῆς ἀρχούσης καὶ τροπῇ συνήθει τοῦ δ εἰς ζῆτα. Ὅτι τὸν Ὀδυσσέα γυμνὸν ὄντα, καὶ δυσπρόσιτον διατοῦτο φανῆναι μετὰ βλοσυρότητος μέλλοντα ταῖς κόραις, λέοντι παραβάλλει. εἰπών. βῆ δʼ ἴμεν ὥστε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς. ὅστʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος. ἐν δέ οἱ ὄσσε δαίεται. αὐτὰρ ὁ βουσὶ μετέρχεται ἠὲ ὀΐεσσιν. ἠὲ μετʼ ἀγροτέρας ἐλάφους. κέλεται δέ ἑ γαστὴρ μήλων πειρήσοντα, καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν. ὣς Ὀδυσσεὺς κούρῃσιν ἔμελλε μίξεσθαι γυμνός περ ἐών. χρειὼ γὰρ ἵκανεν. εἶτα δεικνὺς ὡς οὐ πρὸς τὴν Ὀδυσσέως ἀνδρίαν ἡ παραβολὴ ἀλλὰ πρὸς ἔκπληξιν ἣν ἐξ αὐτοῦ αἱ γυναῖκες ἔπαθον, ἐπάγει. σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ. εἰ γὰρ καὶ τὴν ἅλμην ἀποπλυνάμενος κάλλεϊ καὶ χάρισι στίλβει, ἀλλὰ νῦν διὰ τὴν πολυήμερον κάκωσιν, πολὺ τὸ σμερδαλέον ἔχει ἄλουτος ὤν. οὗ δεῖγμα, ὁ τῶν ἀμφιπόλων φόβος. φησὶ γάρ. τρέσσαν δʼ ἄλλυδις ἄλλη ἐπʼ ἠϊόνας προυχούσας. πλάττει δὲ ταῦτα Ὅμηρος κατὰ τὸ εἰκός. καὶ πᾶσα μὲν γάρ φασι νεότης, διὰ ἀπειρίαν ἔμφοβος. ἡ δὲ θήλεια, μᾶλλον. μάλιστα δὲ, αἳ ἐν τρυφῇ διὰ τὸ ἄηθες καταπλήττονται. ἡ μέντοι Ναυσικάα μόνη ἔμενεν οὐδέν τι ἀγεννὲς παθοῦσα, διὰ σύνεσιν. διὸ λέγει ὁ ποιητὴς ὡς ἡ Ἀθηνᾶ ταύτῃ θάρσος ἐνὶ φρεσὶ θῆκε, καὶ ἐκ δέος εἵλετο γύων. στῆ δʼ ἄντα σχομένη, ἤγουν κρατηθεῖσα ἡ ἐπισχοῦσα ἑαυτὴν τῆς φυγῆς. λογίζεται γὰρ φρονίμως, ὡς οὐδέν τι ἔχει φοβερὸν ἡ νῆσος καθάπερ αὐτὴ κατασκευάσει ἐν τοῖς ἑξῆς. ὥστε οὐδὲ φοβητέον τὸν βλεπόμενον. Ὁμήρου δὲ καὶ τοῦτο δεινότης διὰ τὸ εὐπλαστότερον. εἰ γὰρ ἡ τοῦ βασιλέως θυγάτηρ ἔφυγεν, εἰς κακόζηλον ἐνέπιπτεν ἡ Ὁμηρικὴ πλάσις καὶ οὐκ ἦν καλῶς πιθανεύσασθαι τὰ ἐφεξῆς. ὥστε καὶ τὸ Ὁμηρικὸν εὐμέθοδον εἴη ἂν, ἡ τὴν κόρην ποιοῦσα μένειν Ἀθηνᾶ. εἶχε μὲν γὰρ Ὀδυσσεὺς ἐν τῷ τὰς γυναῖκας φυγεῖν, αὐτὸς λαβὼν ἐνδύσασθαι καὶ γενέσθαι τῆς πόλεως. πολλαὶ δὲ ἂν οὕτω τῶν Ὁμηρικῶν Χαρίτων ἐπέλιπον ἐνταυθοῖ. διὸ κατά τινα Ἀθηνᾶν, τὸ εὐπλαστατότερον φρονίμως ἐπελέξατο. Ὅρα δὲ καὶ ὡς ἐν τῇ ῥηθείσῃ παραβολῇ στρέψας ὁ ποιητὴς τὸ νόημα, τὰς κόρας ἃς φθάσας νύμφαις εἴκασεν ἐρεσιβίοις, τὰς αὐτὰς κατὰ νοῦν ἄλλον, βουσὶ καὶ ἐλάφοις ἐνταῦθα καὶ μήλοις ἐξομοιοῖ αἷς ἐπέρχεται λέων. τοιαῦτα δὲ καὶ ἐν ἄλλοις ποιεῖ. ὡς καὶ ὅτε τὸν Ἀγαμέμνονα πῇ μὲν, τρισὶ θεοῖς εἰκάζει ἐν Ἰλιάδι. πῇ δὲ ταύρῳ ἀγέλης ἐξάρχοντι. κατὰ διαφόρους ἐννοίας τὰ τοιαῦτα ποιῶν. καὶ οὕτω μὲν ταῦτα. Τὸ δὲ ἀλκὶ πεποιθὼς, πολλαχοῦ κεῖται καὶ ἐν Ἰλιάδι παρὰ τῷ ποιητῇ. καὶ δεδήλωται περὶ αὐτοῦ τὸ ἀρκοῦν. Τὸ δὲ ὑόμενος καὶ ἀήμενος, διʼ ὁμοιότητα ἐτέθη πλείω. ἵνα μὴ λέοντι ἁπλῶς ὁ τῇ ἅλμῃ κεκακωμένος εἰκάζηται, ἀλλὰ χειμαζομένῳ καὶ οὕτως ἐπὶ πλέον ἀγριουμένῳ. Τὸ δὲ ὄσσε δαίεται τουτέστι πυρόεν βλέπει, συντομώτατα μὲν ἐῤῥέθη. ἀλλαχοῦ γὰρ, πυρὶ λαμπετόωντι ἐοίκασιν οἱ τοιοῦτοι ὀφθαλμοί. δοκεῖ δὲ καί τι ἀστειότητος ἔχειν ἀντιθετικῆς. ἵνα λέγῃ ὡς αὐτὸς μὲν, πρόεισιν ὑόμενος. οἱ δὲ ὀφθαλμοὶ αὐτῷ, καίονται. ὡς τοῦ πολλοῦ ὑετοῦ ἀνάπτοντος αὐτῷ τὸν θυμόν. Ὅτι δὲ οὐ μόνον λέων καὶ σῦς ἄγριος ὄσσε δαίεται καὶ πῦρ δέδορκεν ἀλλὰ καὶ δράκων, δηλοῖ ὁ γράψας τὸ, δράκοντες πῦρ ὁρῶντες οἷον ὀξύτατον. Τὸ δὲ βουσὶ μετέρχεται, κρεῖττον γράφειν, ἐπέρχεται. Ἀγρότεραι δὲ καὶ ἐνταῦθα ἔλαφοι, οὐ μόνον αἱ ἄγριαι, ἀλλὰ καὶ αἱ ἀγηρότεραι, καὶ κατὰ τὴν ζωϊκὴν ἱστορίαν, πολυχρόνιοι. Τὸ δὲ κέλεται γαστὴρ, συντελεῖ καὶ αὐτὸ πάνυ εἰς τὴν παραβολὴν ὡς γὰρ τὸν λέοντα ἡ γαστὴρ πείθει καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν κατὰ τὸν παρὰ τῷ Ἀράτῳ μονόλυκον, οὕτω καὶ Ὀδυσσεὺς φανεῖται ἀναγκαίως ταῖς κόραις. χρειὼ γὰρ ἵκανεν. Ἐκ δὲ τοῦ, κέλεται γαστὴρ λαβόντες οἱ μεθʼ Ὅμηρον, δέσποιναν ἐφίστασθαι τοῖς τὴν ζῴοις γαστέρα εἶπον. Τὸ δὲ κούρῃσι μίξεσθαι, οὐ παιγνιῶδες κατὰ τὸ, μίγη φιλότητι καὶ εὐνῇ. καὶ, ἀνδράσι μίσγεται ἀμφαδίην πρὶν γάμον ἐλθεῖν ἀλλʼ ὥσπερ καὶ Φαίαξιν ἐπιμίσγεται ἀντιθέοισιν ὁ Ὀδυσσεύς, οὕτω καὶ ἐνταῦθα ταῖς κόραις. Τὸ δὲ ἔτρεσαν, ἐπὶ φυγῆς ἐνταῦθα. εἰ καὶ οἱ μεθʼ Ὅμηρον ἄλλως χρῶνται τῇ λέξει. Ἠΐονες δὲ προὔχουσαι, αἱ προκείμεναι. ἵνα καθʼ ὃν λόγον προβλῆτες πέτραι λέγονται, οὕτω καὶ αἰγιαλοὶ προὔχοντες. χρήσιμον δʼ ἐνταῦθα καὶ τὸ, ἀσκοῦ προὔχοντα πόδα. ἐντεῦθεν δέ ποτε μεταφορικῶς καὶ προέχειν τὸ ἀξιωματικῶς ὑπερέχειν. Τὸ δὲ μένειν καὶ θάρσος ἔχειν, οὐ μακράν ἐστι τοῦ μένος καὶ θάρσος σχεῖν. Τὸ δὲ θάρσος ἐνὶ φρεσὶ θῆκε, καὶ τὸ, ἐκ δέος εἵλετο γυίων, ἐκ παραλλήλου δηλοῦσι τὸ αὐτό. ἡ γὰρ τοῦ θάρσους ἔνθεσις, δέους ἐστὶν ἐξαίρεσις. Τὸ δὲ σχομένη, ἐνταῦθα μὲν, μέσως ἐῤῥέθη ὡς ἀνωτέρω ἡρμηνεύθη. ἐν δὲ τῷ, σχομένη λιπαρὰ κρήδεμνα, ἐνέργειαν δηλοῖ ὡς προδεδήλωται. Ὅτι μερμηρίξας Ὀδυσσεὺς ἢ γούνων λίσσοιτο λαβὼν εὐώπιδα κούρην ἢ αὔτως ἤγουν οὕτως ὡς ἔχει ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι λίσσοιτο εἰ δείξειε πόλιν καὶ εἵματα δοίη, ἔκρινε κέρδιον εἶναι, λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι. Καὶ ὅρα ὡς παρὰ τρεῖς λέξεις, δὶς τὸν αὐτὸν ἔφη στίχον, τὸ ἐπέεσσιν ἀποσταδὰ μελιχίοισι, διὰ τὸ τῶν λέξεων καίριον καὶ τὸ τῆς συνθήκης εὐάρμοστον. αἰτία δὲ τῆς κερδίονος κρίσεως, αὕτη. μὴ οἱ φησὶ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη, διὰ τὸ ἐνταῦθα ἴσως μὴ τοιοῦτον ἔθος εἶναι. πῶς δὲ τὸ τοιοῦτον σκέμμα κέρδιον τῷ Ὀδυσσεῖ, αὐτίκα μετʼ ὀλίγα δηλωθήσεται. Καὶ ὅρα ὅτι τὸ λαβεῖν καὶ γενικῇ συνέταξεν ἐν τῷ, γούνων λαβὼν, καὶ αἰτιατικῇ ἐν τῷ, γοῦνα λαβόντι. οἱ δὲ μεθʼ Ὅμηρον, λαβέσθαι φασὶ μετὰ γενικῆς. ὅτι δὲ τὸ, γούνων λαβὼν ἀντὶ τοῦ ἁψάμενός ἐστι, δηλοῖ μετʼ ὀλίγα τὸ, δείδια γούνων ἅψασθαι. Τὸ δὲ ἀποσταδὰ ὅ ἐστι πόῤῥω καὶ ἐκ διαστήματος, κατὰ τὸ ἀναφανδὰ ἐσχημάτισται, ὡς γὰρ ἀναφανδὸν ἀναφανδὰ, οὕτως ἀποσταδὸν ἀποσταδά. Πρωτότυπον δὲ μειλιχίου λόγου, ὁ μείλιχος. ᾧ ἀνάλογον ἔχει, ὁ Φρύνιχος. ὁ τάριχος. ὁ κόψιχος ὅπερ ἐστὶ κόσσυφος, ὁ δόλιχος, ὀσπρίου εἶδος. ὁ Θευδέριχος. ὁ Ἰάμβλιχος. Τὸ δὲ εἰ δείξειε πόλιν, ἀντὶ τοῦ εἴπως δείξει, αὐτὸ δὲ, ταυτόν ἐστι τῷ ὅπως, κατὰ μετάληψιν συνδέσμων ὥς φασιν οἱ ῥήτορες. Ὅτι μερμηρίξας Ὀδυσσεὺς ὡς ἐῤῥέθη τὸ κέρδιον, αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον. τὴν βασιλίδα παῖδα κολακεύων λόγοις ἐπαινετηρίοις. ὧν οἱ πλείους, χρήσιμοι ἐγκωμίοις παραπλέκεσθαι γυναικῶν. λέγει δὲ τοιαῦτα ὁ Ὁμηρικὸς πολύμητις ῥήτωρ. γουνοῦμαί σε ἄνασσα, θεὸς νύ τις, ἢ βροτός ἐσσι. εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, Ἀρτέμιδί σε ἔγωγε Διὸς κούρῃ μεγάλοιο εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐΐσκω, τοῦτο δὲ, ἢ διὰ τὸ εὑρεθῆναι ὀρειφοῖτιν καὶ ταύτην, ἢ καὶ ὡς εἰκὸς διὰ τὸ ἀπὸ ζωγραφικῶν ἐκτυπώσεων ἐμφερές. εἰ δέ τις ἐσσὶ βροτῶν οἳ ἐπὶ χθονὶ ναιετάουσι, τρισμάκαρες μὲν σοίγε πατὴρ καὶ πότνια μήτηρ. τρισμάκαρες δὲ κασίγνητοι. μάλα που σφίσι θυμὸς αἰὲν εὐφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο, λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν. κεῖνος δʼ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων, ὃς κέ σʼ ἑέδνοισι βρίσας, οἶκονδʼ ἀγάγηται. εἰ δὲ τοῦθʼ οὕτως ἔχει, τίς ἂν εἴει Ὀδυσσεὺς περιφρονήσας τοιαύτην γυναῖκα; οἵα δὲ καὶ ἡ Πηνελόπη ἣν τῆς τοιαύτης κόρης προτίθησιν; εἶτα ὑψῶν τὸν ἔπαινον συγκριτικῶς, ἐπάγει. οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν οὔτʼ ἄνδρα οὔτε γυναῖκα. σέβας μʼ ἔχει εἰσορόωντα. ὥς τε ἀσυγκρίτου τῆς κήρης οὔσης ὡς πρὸς τοὺς ὁμοειδεῖς ἀνθρώπους, ἐξ ἀνάγκης εἰς τὸν καθά περ Εὐριπίδης φησὶ, πρωτόγονον Δήλιον φοίνικα ἀφορᾷ, ᾧ οὐδὲν φυτὸν ὅμοιον εἰς κάλλος. καὶ ἄλλως δὲ εἰπεῖν, θείῳ μὲν ἤδη προσώπῳ εἰκάσας αὐτὴν, ἀνθρώπῳ δὲ παραβαλεῖν οὐκ ἔχων, ζῴῳ δὲ ἀλόγῳ σμικροπρεπὲς κρίνας ὁμοιῶσαι, παρατίθησιν αὐτὴν ἔρνει εὐγενεῖ. ὃ θάλος ἐνταῦθα εἶπεν ὁ ποιητής. καὶ συγκρίνας ἢ ἐκεῖνον τῇ κόρῃ ἢ ταύτην ἐκείνῳ διὰ τὸ εὐφυὲς καὶ κατὰ σῶμα εὐσταλὲς καὶ ὄρθιον καὶ εὔμηκες. μᾶλλον μὲν οὖν ἀντεξετάσας τὸ ἐπὶ τῷ φοίνικι θαῦμα καὶ τὸ ἐπὶ τῇ κόρῃ, ἄγει αὐτὰ πρὸς ἶσον. καὶ λέγει ἐπίσης ἄμφω θαυμάσαι, ἵνα πιθανῶς δόξῃ καὶ καλῶς ἣν ἀσύγκριτον ἀνθρώποις ἔφη, ἐξισάζειν οὕτω τῷ φοίνικι. θείῳ τινὶ καὶ αὐτῷ εἶναι δοκοῦντι ὡς αὐτίκα ῥηθήσεται ἐν τοῖς ἐφεξῆς. νῦν γοῦν τέως φησί. Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ, φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα, ἦλθον γὰρ κἀκεῖσε. πολὺς δέ μοι ἕσπετο λαὸς τὴν ὁδὸν, ἣ δὴ ἔμελλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι. ὡς δʼ αὕτως κἀκεῖνο ἰδὼν, ἐτεθήπεα θυμῷ δήν. ἐπεὶ οὔπω. τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης. ὥς σε γύναι ἄγαμαί τε, τέθηπά τε. δείδια δʼ, αἰνῶς γούνων ἅψασθαι. χαλεπὸν δέ με πένθος ἱκάνει. εἶτα εἰπὼν ὡς χθιζὸς ἐεικοστῷ ἔκφυγον ἤματι τὸν πόντον. καὶ εὐλαβεῖσθαι προσεπειπὼν μή που καὶ τῇδε πάθοι κακὸν, ἐπιφέρει τὰ εἰς ἱκετείαν, καὶ φησίν. ἀλλὰ ἄνασσʼ ἐλέαιρε. σὲ γὰρ κακὰ πολλὰ μογήσας, ἐς πρώτην ἱκόμην. τῶν δʼ ἄλλων οὔ τινα οἶδα ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν, ἄστυ δέ μοι δεῖξον. δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι εἴτι που εἴλυμα σπείρων ἔσχες ἐνθάδʼ ἰοῦσα. ἐφʼ οἷς ἐπιτείνων Ὀδυσσεὺς τὸ τοῦ λόγου μειλίχιον, καὶ τὴν τοῖς ἀποροῦσιν εὐπόριστον ἀμοιβὴν τὴν εὐχὴν δηλαδὴ, προτείνων τῇ νεάνιδι, φησί. σοὶ δὲ θεὸς τόσα δοίη ὅσα φρεσὶ σῇσι μενοινᾷς. εἶτα ὡς οἷον ὑπειπὼν αὐτὸς ἑαυτῷ τί δὲ ὦ Ὀδυσσεῦ εἴ σοι κακὰ μενοινᾷ ἡ κόρη αὕτη ὥς που καὶ ἡ τοῦ Ἀντιφάτου κορίσκη, περὶ ἧς ἐν τοῖς ἑξῆς δηλοῖ ὁ ποιητὴς ὡς ἐπὶ κακῷ τοῖς τοῦ Ὀδυσσέως ἐκείνη εἰς τὸν τοῦ πατρὸς οἶκον ἡγήσατο, ἐπιφέρει διὰ σαφήνειαν, διάρθρωσιν τῆς εὐχῆς. εἰπών. ἄνδρά τε καὶ οἶκον καὶ ὁμοφροσύνην ὀπάσειεν ἐσθλήν. ὃ δὴ καὶ ἐξαίρων, γνωματεύει οὕτως. οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν, οἶκον ἔχητον ἀνὴρ ἠδὲ γυνή. πόλλʼ ἄλγεα δυσμενέεσσι. χάρματα δʼ εὐμενέτῃσι. μάλιστα δʼ ἔκλυον αὐτοί. τουτέστιν ἐξάκουστοι ἐγένοντο. καὶ ταῦτα μὲν ὁ Ὀδυσσεύς. ἡ δὲ κόρη, αὐτὸν εὔξεται ἄνδρα σχεῖν. οὐ τῷ Ὀδυσσεῖ ἔκφορον θεμένη τὸν λόγον, οὐδὲ γὰρ ἐχρῆν, ἀλλὰ ταῖς ἡλικιώτῃσιν ἀμφιπόλοις ἠρέμα καθʼ ἑαυτάς. τοῦτο δὲ, ἐπαινεῖ φασιν Ἔφορος, λέγων εὐφυῶς πρὸς ἀρετὴν ψυχῆς εἶναι τὴν παῖδα. καὶ διατοῦτο τοῦ ὁμοίου καταστοχάσασθαι καὶ εὔξασθαι τυχεῖν αὐτοῦ. Ἰστέον δὲ ὅτι μειλίχιοι μὲν οἱ τοῦ Ὀδυσσέως λόγοι, διὰ τὸ ἐγκωμιαστικὸν εἶδος. εἰώθαμεν γὰρ οἱ πολλοὶ, τοῖς εἰς ἡμᾶς αὐτοὺς ἐπαίνοις χαίροντες, μειλίσσεσθαι. κερδαλέοι δὲ, διότι μικρὰ αἰτήσας, δὸς γάρ φησι ῥάκος καὶ ἄστυ δεῖξον, κερδαίνει μεγάλα ἐκ τῆς βασιλικῆς παιδός, ὑπαχθείσης οἷς ἐπαινέθη καὶ διακρινάσης τὸ δέον. ἵνα μὴ δὲ ὁ Ὀδυσσεὺς μίλεον ἐνταῦθα αἶνον ἐρεῖ, ἔνθα διδάσκει ὁ ποιητὴς τοὺς αἰτουμένους, μὴ εἰς τοὺς λόγους τῶν αἰτούντων ἀλλʼ εἰς τὴν χρείαν ἀφορᾶν. ἰδοὺ γὰρ ἡ Ναυσικάα μέτρια ζητηθεῖσα, μεγάλα καλὰ ποιεῖ πρὸς τὴν τοῦ αἰτησαμένου ποιότητα. ὁ τοιοῦτος λογισμὸς, τὸ τοῦ κυνικοῦ Διογένους ἐξέφῃνε σκῶμμα. ὃς δεξιωθεὶς πρὸς βασιλέως ὀστέοις ὡς κύων, κυνῶν μὲν ἔφη τὸ βρῶμα οὐ βασιλικὸν δὲ ὅμως τὸ δῶρον. ὡς χρεὼν ὂν, τοὺς μεγάλους καὶ μεγαλοδώρους εἶναι. ἐντεῦθεν περιᾴδεται βασιλεὺς ὃς ἀνδρὶ ταπεινῷ δούς τινα δωρεὰν καὶ ἀκούσας πολλὴν αὐτὴν εἶναι, εἶπε, τῷ λαβόντι τοιαύτην φανῆναι, αὐτῷ δὲ ὡς βασιλεῖ, μικρὰν εἶναι. ἱστορεῖ δέ που καὶ Πλούταρχος μεγάλην βασιλικὴν δωρεάν. ἣν κωλύοντος τοῦ βασιλικοῦ ταμιούχου, ὁ βασιλεὺς δυσανασχετήσας, ἐπλήθυνεν ἐπιβαλὼν πλέον ἀργύριον. ἐπαινεῖται δὲ καὶ ὁ ἐπὶ ἑρμαίῳ ἤτοι εὑρήματι θησαυροῦ προσενεχθέντι. παραχωρήσας τῷ εὑρηκότι, χρᾶσθαι τῷ τῆς τύχης καλῷ. ὡς δὲ ὁ εὑρὼν ἐπέμενε πλεῖον εἶναι τὸ εὑρημένον ἢ κατὰ τὴν αὐτοῦ ἀξίαν, ἐπιτάξας καὶ παραχρᾶσθαι οἷς εὕρηκεν. Ἔτι ἰστέον καὶ ὅτι ἐν τῷ, μειλίχιον καὶ κερδαλέον φάτο μῦθον, τὴν τοῦ κατὰ τὸν Ὀδυσσέα λόγου ἰδέαν θεωρητικῶς χαρακτηρίζει ὁ ποιητής. μονονουχὶ λέγων, ὡς ἐμβριθὲς οὐδὲν ἔχει κατὰ τὰς ἐν Ἰλιάδι ἐκείνου δημηγορίας. μόνα δὲ λαλεῖ ὅσα πρὸς κέδρους αὐτῷ ἔσται. διὸ καὶ τὸ ἐπὶ τῇ κόρῃ θάμβος, πολύ. καὶ ὁ ἔπαινος, οὐ μέτριος. καὶ ἡ εὐχὴ δὲ, πρὸς ἐπίτασιν. καὶ ἄλλως δὲ φράσαι, ῥητορικῶς θεωρεῖ ὁ ποιητής. ἑρμηνεύων ὡς οἱ ἐνταῦθα τοῦ Ὀδυσσέως λόγοι, δεινῶς μεθοδεύονται κατὰ λόγον γλυκύτητος. τοιοῦτος γὰρ ὁ μειλίχιος λόγος. διὸ καὶ αἱ συγκρίσεις αὐτῷ, ἡ μέν, τολμηρὰ, ἡ πρὸς τὴν Ἄρτεμιν. ἡ δὲ, γλυκέως ἀφελής. ἡ πρὸς τὸν Φοίνικα. ἔχει δὲ καὶ ἐπίδειξιν σοφίας τὸ περὶ ὁμοφροσύνης γνωμικόν. καὶ ὅλως, ἡ λαλιὰ πᾶσα πρὸς τὸ κερδαλέον διεσκεύασται, ἐπεὶ καὶ τοιούτου λόγου ἦν καιρός. Ἰστέον δὲ ὅτι τὸ δριμύτερον τῶν νοημάτων, ἐπίτηδες προέταξε, τὴν πρὸς τὸ θεῖον δηλαδὴ σύγκρισιν. κερδαλεώτατα καὶ τοῦτο ποιήσας. καὶ ἁρπάσας οὕτω τὴν τῆς κόρης γνώμην ὑπὲρ ἑαυτοῦ. καὶ ἔστι μὲν μειλίχιον τὸ, γουνοῦμαί σε ἄνασσα, εἰς πλέον δὲ τὸ, ἀλλʼ ἄνασσʼ ἐλέαιρε. Τὸ δὲ γουνοῦμαι, δῆλον ὡς οὐκ ἐνεργείᾳ ἐνταῦθα, προαιρέσει δὲ μόνῃ. ἄλλως γὰρ ἐρεῖ δεδιέναι γούνων ἅψασθαι. Σημείωσαι δὲ καὶ ὅπως Ὅμηρος τὸν ῥήτορα Ὀδυσσέα, πλάττει ἐκεῖνο εἰπόντα, ὃ καὶ αὐτὸς ἔφη πρὸ μικροῦ. ἐκεῖνός τε γὰρ ἐν παραβολῇ, Ἀρτέμιδι τὴν κόρην εἴκασε, καὶ Ὀδυσσεὺς δὲ ὁμοίως λέγει. Φυὴν δὲ καὶ νῦν οἱ παλαιοὶ λέγουσι, τὴν ἐκ πάντων τῶν τῶν μελῶν ἀναλογίαν. ὃ δὴ κάλλους ἐστὶν ἴδιον. Τὸ δὲ ἄγχιστα ἐΐσκω, ἀντὶ τοῦ, σχεδὸν ἤτοι ἐγγὺς, οὐ μὴν αὐτόχρημα. οὐ γὰρ ἦν σύγκρισις. Θάλος δὲ, ὡς ἐπὶ φυτοῦ εἶπε. καὶ ἔστι τοῦτο ἀφορμὴ καὶ ἀρχὴ τῆς ἐφεξῆς πρὸς φοίνικος ἔρνος συγκρίσεως. ἐπεὶ καὶ ταυτὸν ἔρνος καὶ θάλος. ὁ δέ γε παρὰ τοῖς ὕστερον θαλλὸς ἐν δυσὶ λάμβδα καὶ ὀξυτόνως, δηλοῖ μὲν καὶ αὐτὸς πᾶν τὸ θάλλον καθὰ καὶ τὸ θάλος, ἐθέλει δὲ ἔχειν προσθήκην. διὸ κατὰ Αἴλιον Διονύσιον, προστιθέασιν, ἐλάας ἢ ἄλλου τινός. καὶ θαλλοφόροι δέ τινες ἦσαν ἐν Ἀθήναις. τοιοῦτοι δὲ ἔν τισιν ἑορταῖς οἱ γεραίτατοι. Σημείωσαι δὲ καὶ τὸ, σφίσι θυμὸς ἰαίνεται λευσσόντων, δοκοῦν σολοίκως ἔχειν, λεύσσουσι γὰρ ὤφειλεν εἰπεῖν. ἔστι δὲ τοιοῦτον σχῆμα καὶ ἐν τοῖς κατὰ τὸν Κύκλωπα, ὅτε εἴπῃ, ἡμῖν δὲ κατεκλάσθη φίλον ἦτορ δεισάντων φθόγγον βαρύν. καινοπρεπὲς γὰρ καὶ αὐτό. σόλοικον δὲ, οὐκ ἄν. Ἰστέον γὰρ ὅτι δυσχερές ἐστι σολοικίσαι τὸν πλαγιάζοντα. χρηστέον δὲ τοιούτοις σχήμασιν, ὅτε τι συγχέει πάθος τὴν ψυχήν. ὡς ἐνταῦθα μὲν τὸν Ὀδυσσέα τὸ πολὺ σέβας ὡς αὐτὸς λέγει, τουτέστιν ἡ ἔκπληξις, ἐκεῖ δὲ, τὸ δέος, ὡς δηλοῖ τὸ, δεισάντων. οὐκ ἔχει γὰρ κρατεῖν τῆς κατʼ ὀρθὸν φράσεως ὁ τε ταραγμένος τὴν ψυχήν. Τὸ δὲ εἰσοιχνεῦσαν, ἄδηλον εἴτε οὐδέτερόν ἐστιν εἴτε θηλυκὴ μετοχὴ ἀντὶ τοῦ, εἰσοιχνέουσαν. δύναται γὰρ καὶ οὕτω κατὰ σχῆμα Ἀττικόν. Ἀττικίζει γὰρ πάντως ὁ εἰπὼν ἐνταῦθα, τοιόνδε θάλος, χορὸν εἰσπορευομένην. ταυτὸν ὂν τῷ, τοιάνδε θαλερὰν κόρην χορεύουσαν. τοιοῦτον δέ τι καὶ τὸ, φίλε τέκνον, ἀντὶ τοῦ, φίλε υἱέ. Ἰστέον δὲ ὡς δυνατὸν ὂν εἰσοιχνοῦσαν εἰπεῖν κοινότερον, ὅμως ὁ ποιητὴς εἵλετο τὸ καινότερον ὡς φίλον αὐτῷ καθὰ καὶ ἄλλοι προαιροῦνται. οὕτω Δωριεῖς ἐν τῷ, λεξεῖται ποιησεῖται ἐσσεῖται, μεταθέντες τὴν παρατέλευτον ει δίφθογγον εἰς τὴν ου, παρενθέσει τοῦ ν, ποιησοῦντι φασὶ καὶ τελεσοῦντι καὶ ἐσσοῦντι. πᾶς γὰρ μέλλων καθʼ Ἡρακλείδην τοιοῦτος ἐπὶ τρίτου πληθυντικοῦ, Δωρικῶς εἰς τὸ τι λήγει τῆς ου διφθόγγου παραληγούσης. οὕτω δὲ καὶ ἐπὶ τοῦ ποιοῦντι ἀντὶ τοῦ ποιοῦσι καὶ ὀρθοῦντι ἀντὶ τοῦ ὀρθοῦσι καὶ τῶν ὁμοίων θεμάτων τῆς πρώτης καὶ τρίτης τῶν περισπωμένων. ἔτι δὲ καὶ τῶν μελλόντων. ποιησοῦντι γὰρ καὶ ὀρθωσοῦντι καὶ τὰ ὅμοια. ἐπὶ μέντοι δευτέρας, διὰ τοῦ α μηκυνομένου καὶ τοῦ ν. γελασοῦντι γὰρ καὶ γελᾶντι. καὶ βοασοῦντι βοᾶντι. ἐπὶ δὲ βαρυτόνων, ἡ ον συλλαβὴ ἐν τούτοις παρατελευτᾷ. οἷον. λέγοντι ἀντὶ τοῦ λέγουσι. καὶ τὰ ὅμοια. τῶν δʼ αὐτῶν Δωριέων, καὶ τὸ φρονοῦσι καὶ νοοῦσι, φρονεῦντι λέγειν καὶ νοεῦντι ἐπὶ περισπωμένων δηλαδή. ἅπερ ἐξάρσει τοῦ ν λεγόμενα, Αἰολικά ἐστιν. οἷον. φρονεῦτι. ἔτι δὲ καὶ εὖτι ἀντὶ τοῦ, εἰσίν. ὅπερ ἄλλως ἐντὶ λέγεται. Δώριον ὁμοῦ ὂν καὶ Αἰολικὸν. Δώριον μὲν φησὶ, διὰ τὸ ν καὶ τὸ τ. Αἰολικὸν δὲ, διὰ τὴν παράληξιν τοῦ ε. τὰ γὰρ εἰς σι περαιούμενα τρίτα πληθυντικὰ θέματα τῇ ει διφθόγγῳ παραληγόμενα, μετατιθέασι τὸ μὲν ἰῶτα εἰς ν Δωρικᾶς, τὸ δὲ σίγμα εἰς τ. τιθεῖσι τιθέντι. ἱεῖσιν ἱέντι. οὕτω δὲ καὶ Αἰολικῶς, οἴκεντι φίλεντι, ἤγουν οἰκοῦσι φιλοῦσι. τοιοῦτον δὲ καὶ τὸ εἰσὶν ὅτε γένοιτο ἐντί. τοιαῦτα ὁ Ἡρακλείδης εἰπών. εἶτα καὶ ὅτι ἔνιοι ἀκέραιον τὸ εἰσὶ δωριζόμενον ἐντὶ γενέσθαι φασὶν, ἐπάγει ὡς αἰολικεύοντές τινες αὐτὸ παρατίθενται εἰς πίστιν τὸ, τιθεῖσι τιθέντι καὶ τὰ ὅμοια. Αἰολικὰ ὄντα ταῦτα δίχα μυρίων ἄλλων. παρὰ τὸ πολλοὺς χαίρειν ταῖς ξενιζούσαις τῶν λέξεων μᾶλλον ἤπερ ταῖς συνήθεσι. Τὸ δὲ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων, τρεῖς ἐπιτάσεις ἔχει, τὸ περι, τὸ μακάρτατος. καὶ τὸ ἔξοχον πρὸς ἔνδειξιν πάνυ πολλῆς μακαριότητος. ὁποία ἡ τοῦ τρισμάκαρος. Τὸ δὲ βρίσας, ἀντὶ τοῦ, νικήσας ἕδνων πλήθει τοὺς ἄλλους μνηστῆρας διὰ τὸ τῆς κόρης δηλαδὴ περιμάχητον. καὶ ἔστιν ἡ μεταφορὰ, ἐκ τῶν σταθμιζομένων ῥοπῶν. Εἰς δὲ τὴν Δῆλον ὅτι παρέβαλον οἱ Ἕλληνες εἰς Τροῖαν πλέοντες, καὶ ὁ Λυκόφρων ἱστορεῖ. ὡς δὲ ἱερὰ ἡ Δῆλος Ἀπόλλωνος ὅ ἐστιν Ἡλίου διʼ οὗ δῆλα γίνεται τὰ περὶ γῆν, ἐν ἄλλοις ἐγράφη. ὡς δὲ καὶ πρῶτον ἐκεῖ φοῖνιξ ἐκ γῆς ἀνῆλθεν, ἐῤῥέθη παρʼ Εὐριπίδῃ τε καὶ ἑτέροις. ὡς δὲ καὶ δάφνη πρωτογόνος ἔφυ ἐκεῖ διὰ τὴν Λητὼ καὶ ὡς ἀμφοτέρων ἁψαμένη δάφνης τε ταύτης καὶ φοίνικος τοῦ ῥηθέντος ὅτε ὤδινε, μαῖα γάρ φασιν οὐκ ἦν, ἐγέννησεν Ἄρτεμιν καὶ Ἀπόλλωνα, παλαιὸς καὶ τοῦτο μῦθος φησί. Τὸν δὲ ῥηθέντα βωμὸν, οὐκ ἐν ναῷ ἀλλʼ αἴθριον ὑπονοητέον. οὐ γὰρ εἰκὸς περιῳκοδομῆσθαι τὸν λεχθέντα φοίνικα. τοιοῦτος δὲ ἦν καὶ ἐν Ἰλιάδι βωμὸς περὶ ὃν ἡ καλὴ πλατάνιστος καὶ τὸ ἀγλαὸν ὕδωρ. Τὸ δὲ φοίνικος, βραχὺ ἐν τῇ εὐθείᾳ ἔχον τὸ δίχρονον ἢ γοῦν ἀλλὰ θέσει μακρὸν, ἐνταῦθα φύσει μακρὸν αὐτὸ ἔχει. Ἐνταῦθα δὲ ἰστέον ὅτι τε καθὰ ἐλαία ἔτι δὲ καὶ λωτὸς, λέγεται αὐτὰ τὲ τὰ φυτὰ καὶ ὁ καρπὸς δὲ αὐτῶν, οὕτω καὶ φοῖνιξ, τὸ φυτὸν καὶ τὸ αὐτοῦ τρόφιμον. καὶ ὅτι σημασίαι φοίνικος, οὐ μόνον τὰ εἰρημένα δύο, καὶ κύριον ὄνομα, καὶ ὁ πυῤῥοῦ μετίσχων χρώματος ὡς ἐν Ἰλιάδι φοῖνιξ ἵππος δηλοῖ, ἀλλὰ καὶ ἕτερα ὡς μετʼ ὀλίγα εἰρήσεται. Ἔρνος δὲ, οὐ μόνον τὸ εὐθαλὲς φυτὸν ὡς ἐῤῥέθη, ἀλλά ποτε καὶ τὸ ἄνθος κατὰ τοὺς παλαιούς. Τὸ δὲ ἀνερχόμενον, γλυκέως καὶ αὐτὸ ἐπὶ ἔρνους κεῖται καθὰ καὶ τὸ ἀναδέδρομεν ἐπὶ πέτρας, δηλοῖ δὲ, ταχεῖαν φυτοῦ αὔξησιν. Ἰστέον δὲ ὡς Ὅμηρος μὲν, ἠρέμα Ἡλίου ἀνῆκε τὴν εὐγενῆ βασιλικὴν κορίσκην διὰ μέσου τοῦ κατὰ τὸν Δήλιον φοίνικα ἔρνους. ὅπερ Ἀπόλλωνι ἀνεῖται Ἡλίῳ κατὰ τὸν μῦθον, ὁ δὲ πανηγυρικὸς χορὸς ὃς ᾄδων ποιήματα εἰς τὸν Φαληρέα Δημήτρηον, ἡλιόμορφον ἐκεῖνον ἐξόχως τε εὐγενέταν προσηγόρευσε, θρασύτερον εἰς τὸν ἄνδρα ἐλάλησε τὸ ἡλιόμορφος. Ἰστέον δὲ ὅτι περὶ Ἀπόλλωνος Δηλίου ἤγουν γεννηθέντος ἐν Δήλῳ τῇ νήσῳ, αἴνιγμα φέρεται ἐοικὸς τοῖς τοῦ Θεοκρίτου σκληροῖς, τοιοῦτον. ἐν φανερᾷ γενόμην. πάτρην δέ μου, ἁλμυρὸν ὕδωρ ἀμφὶς ἔχει. μήτηρ δʼ ἔστʼ ἀριθμοῖο πάϊς. ἤγουν ἐν τῇ Δήλῳ ἐγεννήθην. μητέρα δʼ ἔχω, Λητὼ τὴν παῖδα τοῦ Κοίου. ὃς ὁμώνυμός ἐστι τῷ παρὰ Μακεδόσι κοίῳ τουτέστι τῷ ἀριθμῷ. Ἔτι ἰστέον καὶ ὅτι Φοῖνιξ οὐ μόνον κύριον, καὶ ὀρνέου δὲ ὄνομα, καὶ δένδρου, καὶ καρποῦ τοῦ ἐξ αὐτοῦ πρὸς ὁμοιότητα ἐλαίας καὶ ῥοιᾶς, ἀλλὰ καί τις βαφὴ, καὶ ἵππου δὲ ὡς ἐῤῥέθη ἐπίθετον. πρὸς δὲ τούτοις, καὶ ἔθνος. καὶ μουσικόν τι ὄργανον. οἷον. φοίνικες. πηκτίδες. μαγαδίδες. σαμβύκαι. καὶ ἑξῆς παρὰ τῷ Ἀθηναίῳ. ἐν οἷς καὶ σκινδαψοί. Ὅτι δὲ μία τῶν Κυκλάδων ἡ Δῆλος, ἡ ἱστορία διασαφεῖ. λέγουσα καὶ ὡς Ὀρτυγία ἐκλήθη κατά τινας ἐξ ὀρτύγων. ὧν τὰς ἀγέλας φερομένας, ἐκ τοῦ πελάγους, ἱζάνειν εἰς τὴν νῆσον διὰ τὸ αὐτῆς εὔορμον ὡς ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται. ὁ δέ γε μῦθος, ἄλλα περί τε Δήλου καὶ Ὀρτυγίας, βούλεται. κείμενα καὶ ἐν τοῖς τοῦ Λυκόφρονος. Τὸ δὲ πολὺς δέ μοι ἕσπετο λαὸς, τίμιον τὸν Ὀδυσσέα παριστᾷ. ἵνα μὴ φορτηγός τις εἶναι φασὶν ἢ κωπηλάτης δοκοίη. Ἐν δὲ τῷ, οὔπω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης, τὸ μὲν ἀνῆλθεν, ἀφελῆ γλυκύτητα ἔχει ἐκφύσεως λεχθὲν φυτοῦ. δόρυ δὲ, ἢ ξύλον ἁπλῶς λέγει, ἢ μάλιστα, ξυλῶδες φυτόν. δύναται δὲ τὸ ῥηθὲν, σκωπτικῶς προσαρμόσαι καὶ ἀνδρὶ ἀνοήτῳ καὶ ἀφυεῖ. Εἰς τοὺς δὲ ἐνταῦθα γυναικείους Ὁμηρικοὺς ἐπαίνους, σημείωσαι παλαιὸν ὕστερον οὐδέν τι ἐοικὸς τοῖς Ὁμήρου, τὸ κάλλει καλῆς. μεγέθει μεγάλης. τέχνῃ σοφῆς. καλὸν δὲ ὅμως καὶ αὐτό. ἔτι δὲ, καὶ Φιλοξένου τοῦ Κυθηρίου τὸ, ὦ καλλιπρόσωπε χρυσεοβόστρυχε χαριτόφωνε κάλλος ἐρώτων. ἅπερ ἐκεῖνος εἶπεν ἐπὶ Γαλατείᾳ τῇ Νηρηΐδι, ἐπαινῶν αὐτὴν ὡς ἐρωμένην. ἐφʼ οἷς παίζων τις ὅτι μὴ καὶ ὀφθαλμοὺς ἐκείνης ἐπῄνησε, φησί. τυφλὸς ὁ ἔπαινος, καὶ κατʼ οὐδὲν ὅμοιος Ἰβυκείῳ ἐκείνῳ τῷ, γλαυκέων χαρίτων θάλαμος καλλικόμων μελέδημα. σὲ μὲν, Κύπρις ἅτʼ ἀγανοβλέφαρος Πειθὼ, ῥοδέοισιν ἄνθεσι θρέψαν. οὐ δὲ τῷ, λάμπεις ἐπὶ πορφυραῖς παρειῇσι φῶς ἔρωτος. Σημείωσαι δʼ ἐν τούτοις καὶ ὅτι ὅμοια νοούντων ἀλλήλοις τοῦ ἀνελθεῖν τοῦ ἀνέρχεσθαι τοῦ ἀναδραμεῖν, ὧν χρήσεις τοῦ μὲν ἀνήλυθε καὶ τοῦ ἀνέρχεσθαι, ἐν τῷ προκειμένῳ χωρίῳ, τοῦ δὲ λοιποῦ, ἐν τῷ, ἀνέδραμεν ἔρνεϊ ἶσος, Ἡρόδοτος τὸ ἀναδραμεῖν φαίνεται φιλεῖν. Ὅρα δὲ καὶ τὸ, σέβασμʼ ἔχει, καὶ τὸ ἄγαμαι, καὶ τὸ τέθηπα, ἐπικεχυμένα ἀλλήλοις κατὰ σημασίαν ἰσοδύναμον. Ἐν δὲ τῷ, οἳ τήνδε πόλιν ἔχουσιν, οὐ δεικτικὸν τὸ τήνδε ἀλλʼ ἀναφορικόν. οὐ γὰρ ἔχει δεῖξαι Ὀδυσσεὺς δακτύλῳ τὴν τοιαύτην πόλιν. ὅτι δὲ ταυτὸν πόλιν εἰπεῖν καὶ ἄστυ, δηλοῖ ἐπαγαγὼν εὐθύς. ἄστυ δέ μοι δεῖξον. καὶ ῥάκος δὲ καὶ σπεῖρον ἐνταῦθα εἰς ταυτὸν ἄγει. εἰπών. δὸς ῥάκος εἴτι που εἴλυμα σπείρων ἔχεις. ὅ ἐστι κάλυμμα ῥάκους. Ὁμοφροσύνη δὲ, τὸ τὰ αὐτὰ βουλεύεσθαι. ὁ σπάνιον ἐν ταῖς κατʼ ἀνθρώπους συζυγίαις. οἱ πλείους γὰρ ζυγομαχοῦσι κατὰ τὸν βίον. Τὸ δὲ ἄλγεα δυσμενέεσσι. τοὺς φθονεροὺς διαζωγραφεῖ. οἳ ἀλγοῦσιν ἐπὶ τοῖς ἑτέρων ἀγαθοῖς. ὥσπερ αὖ πάλιν οἱ εὐμενέται, χάρμα ἔχουσιν. Ὅρα δὲ καὶ ὅτι δυνάμενος εἰπεῖν εὐμενέεσι καθʼ ὁμοιότητα τοῦ δυσμενέεσιν, ὅμως οὐκ ἠθέλησεν ἐπιβούλως καλλωπίσαι. ἵνα μὴ ἀχρειώσῃ τὸ τοῦ λόγου πιθανὸν τῇ πρὸς κάλλος ἐπιβουλῇ. πάντως δὲ οὐκ ἐξ ὀνόματος τοῦ μένος, γίνεται ὥσπερ ὁ δυσμενὴς οὕτω καὶ ὁ εὐμενέτης, ἀλλὰ ἀπὸ ῥήματος περισπωμένου μὲν οὐκ ἐν χρήσει δὲ συνήθει κειμένου. ὡς ἔστι νοεῖν καὶ ἐκ τοῦ ὑπομενετέον. οὗ χρῆσις παρὰ τοῖς σοφοῖς. Ὅτι ἔπαινος ἀγαθοῦ ἀνδρὸς τὸ, ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι ἀνδρὶ ἔοικας. λέγει δὲ κακὸν ἐνταῦθα, τὸν δυσγενῆ πρὸς Ὀδυσσέα δὲ ὁ τοιοῦτος λόγος ἐκ τῆς κόρης. Ἔνθα σημείωσαι ὡς γυναικεῖον ἦθος μιμεῖται Ὅμηρος, διὸ πολλὰ ἐξ Ὀδυσσέως τοῦ ῥήτορος ἀκούσασα εἰς εἰκασμὸν, οὐκ ἔχει αὐτὴ καλόν τι εἰπεῖν οἷα κορίσκη ἁπαλή. ἀλλʼ ἀρκεῖται, εἰποῦσα τὸν αὐτῆς ἐπαινέτην μὴ ἐοικέναι ἀνδρὶ κακῷ ἢ ἄφρονι, ἀλλὰ φρονίμῳ δηλαδὴ καὶ δεινῶς λαλήσαντι τὰ εἰς συμφέρον αὐτῷ. ἄλλως μέντοι φιλοτιμουμένη καὶ αὐτὴ, γνωματεύει ὅτι θεὸς αἴτιος τοῦ τε ὀλβίους τινὰς εἶναι καὶ τοῦ μὴ τοιούτους. παραμυθομένη οὕτω τὸν Ὀδυσσέα. φησὶ γοῦν. Ζεὺς αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν ἐσθλοῖς ἠδὲ κακοῖσιν ὅπως ἐθέλῃσιν ἑκάστῳ. καί που σοὶ τάγʼ ἔδωκε. σὲ δὲ χρὴ τετλάμεν ἔμπης. παραμυθητικὸς δὲ ὁ λόγος πρὸς δυστυχῆ ἄνθρωπον. Ἰστέον δὲ ὅτι τὸ, ἐσθλοῖς ἠδὲ κακοῖς, οἱ μὲν, ἐπὶ ἀνθρώπων νοοῦσι τῶν ὀλβιζομένων. οἱ δὲ, οὐδέτερα ταῦτα ὀνόματα ἐκδέχονται. λέγοντες ὅτι νέμει ὄλβον θεὸς ἔν τε ἐσθλοῖς πράγμασι καὶ ἐν κακοῖς. δοκοῦσι δὲ οὐ πάνυ καλῶς λέγειν. οὐ γὰρ ἂν εἴη τις ὄλβιος ἐν κακοῖς. ὡς τοῦ ὄλβου, ἐπὶ εὐδαιμονίας λεγομένου. εἰ μὴ ἄρα τις βαρυνόμενος ἢ ἀστεϊζόμενος τὸ τοιοῦτον εἴπῃ. ὡς καὶ Οἰδίπους παρὰ Σοφοκλεῖ, κάλλος κακῶν ἑαυτὸν ἀποκαλεῖ. τουτέστιν ἐν κακοῖς κάλλιστον. εἰ δὲ καὶ ὄλβον τὸν ἁπλῶς εἴπῃ τις πλοῦτον ὡς τὸ, ὄλβῳ τε πλούτῳ τε, εἴη ἂν καὶ οὕτω τις ὄλβιος ἐν κακοῖς, τουτέστι πλούσιος. δύναται δὲ καὶ ἄλλως κατὰ τὴν Ὁμηρικὴν δόξαν ὄλβιός τις εἶναι οὐκ ἐν μόνοις ἐσθλοῖς ἀλλʼ ἐν ἐσθλοῖς ὁμοῦ καὶ κακοῖς, ἀναμὶξ χορηγουμένοις ἐκ τῶν παρὰ τῷ Διῒ πίθων οὓς ἡ Ἰλιὰς ἐδήλωσεν. ἐξ ὧν κεράννυται τὸ ἐν ἀνθρώποις εὔδαιμον. ὡς μὴ ἐξὸν ὂν ἄκρατον εἶναί τινι ἀγαθὸν, ἀλλὰ κατά τι κέρασμα θεόσδοτον. Ὅτι ταλαπείριον ἱκέτην λέγει, ἢ τὸν ταλαίπωρον, ἢ τὸν τῆλε περάσαντα. καὶ νῦν μὲν ἡ κόρη οὕτω καλεῖ τὸν Ὀδυσσέα. ἐν τοῖς ἑξῆς δὲ, αὐτὸς ἐρεῖ τὸ, καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος τηλόθεν ἐξ ἀπίης γαίης. ὅ πέρ ἐστιν ἐτυμολογία τοῦ ταλαπείριος. οἱ δὲ παλαιοὶ, γράφουσι καὶ οὕτω. ταλαπείριον, τραγικοὶ τὸν ταλαίπωρον. Ὅμηρος δὲ, τὸν πόῤῥωθεν ἀφιγμένον. Ὅτι διήγημα ἐνταῦθα σύντομον τὸ, Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν. εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο. τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε. Ὀδυσσέως δὲ ὥσπερ τὸ γνωματεύσασθαι οὕτω καὶ τὸ γοργῶς διηγήσασθαι ἀπώνατο ἡ κόρη. καὶ ἐκεῖνος γὰρ, τὴν μακρὰν κάκωσιν οὕτως ἐπέτεμε. χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον, τόφρα δέ μʼ αἰεὶ κῦμα φόρει κραιπναί τε θύελλαι νήσου ἀπʼ Ὠγυγίης. τρισὶ γὰρ καὶ αὐτὸς ἔπεσιν ἐμπεριγράψας τὸ κατʼ αὐτὸν διήγημα. εἶτα ἐπήγαγεν ἠθικῶς τὸ. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων, ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν. οὐ γὰρ ὀΐω παύσασθαι. Ἰστέον δὲ ὅτι τὸ εἰπεῖν ὡς ἐξ Ἀλκινόου ἔχεται ἤτοι ἐξέχεται καὶ ἤρτηται τοῦ Ἀλκινόου ἡ τῶν Φαιάκων ἀρχὴ ὃ δὴ καὶ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται, βασιλέα ὑποβάλλει Φαιάκων νοεῖν τὸν Ἀλκίνοον. ἐν δὲ τοῖς ἑξῆς, ἀριστοκρατία ἐμφαίνεται παρὰ Φαίαξιν ἔνθα τρισκαίδεκα ἱστορηθήσονται βασιλεῖς. καὶ ἔστιν οἷον συνέλευσις ἐν τούτοις, βασιλείας τε καὶ ἀριστοκρατίας. ὁποῖόν τι καὶ περὶ Λακεδαίμονα ὕστερον τὸ κατὰ τοὺς ἐφόρους καὶ τοὺς βασιλεῖς. εἰ δὲ ὑπερέχει μὲν τῶν ἄλλων ὁ Ἀλκίνοος αὐτὸς δὲ πείθεται ὡς φανεῖται οἷς ἡ γυνὴ Ἀρήτη βούλεται, εἴποι ἄν τις καὶ γυναικοκρατεῖσθαι τὴν γῆν τῶν Φαιάκων. Ὅτι ἐκφαίνων ὁ ποιητὴς πῶς ἡ Ἀθηνᾶ ἐλέχθη θάρσος ἐμβαλεῖν τῇ Ναυσικάᾳ ὥστε μεῖναι φανέντος τοῦ Ὀδυσσέως. καὶ δηλῶν ὡς κατὰ σύνεσιν γενέσθαι τοῦτο φαίνεται καθὰ καὶ ἐλέχθη, πλάττει τὴν κόρην θαῤῥύνουσαν καὶ τὰς ἀμφιπόλους ὡς μηκέτι φεύγειν ἀλογίστως ἀλλὰ στῆναι οἷα μηδέν τι καινὸν ἰδούσας ἀλλὰ ἁπλῶς ἄνθρωπον. καὶ αὐτὸν δύστηνον. ἀλήτην. κομιδῆς ἄξιον. φησὶ γάρ. στῆτέ μοι ἀμφίπολοι. πόσε φεύγετε φῶτα ἰδοῦσαι; ἢ μή που τινὰ δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν. οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται, ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται δηϊοτῆτα φέρων. οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ. ἔσχατοι. οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος. εἶτα ἐπὶ πλέον ἐξαιροῦσα τὸ τῶν ἀμφιπόλων δέος, καὶ θάρσος αὐταῖς ἐν φρεσὶ τιθεμένη, ἐπάγει. ἀλλʼ ὅ δέ τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει, ὃν νῦν χρὴ κομέειν. πρὸς γὰρ Διὸς εἰσὶν ἅπαντες ξεῖνοί τε πτωχοί τε. δόσις δʼ ὀλίγη τε φίλη τε. ἐφʼ οἷς ἐκπληροῦσα καὶ τὴν τοῦ ξένου ἱκετείαν, ἐπιφέρει. ἀλλὰ δότʼ ἀμφίπολοι ξείνῳ βρῶσιν τε πόσιν τε. λούσατέ τʼ ἐν ποταμῷ ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο. Νοητέον δὲ ὅτι κατὰ τὸ σιωπώμενον, καὶ εἵματα ἐκέλευσε παραθεῖναι τῷ Ὀδυσσεῖ. ὅ ἐστι φᾶρος τε χιτῶνα τε, καὶ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον. ὃ καὶ ἐποίησαν ἐκεῖναι. διὸ μετʼ ὀλίγα ἐρεῖ. εἵματα ἅ οἱ πόρε παρθένος ἀδμής. Ὅρα δὲ τὴν σύντομον τῆς κόρης ἀντίθεσιν καὶ τὴν ἐπʼ αὐτῇ λύσιν ἐν τῷ, ἢ μή τινα δυσμενῆ φατὲ εἶναι ἄνδρα. οὐκ ἔσθʼ οὗτος ἀνὴρ, καὶ τὰ ἑξῆς. ἐπεὶ γὰρ εἰκὸς εἰπεῖν ἀντιπαραστατικῶς τὰς ἀμφιπόλους ὡς εἰ καὶ φῶτα βλέπομεν καὶ μή τι ἄγριον, ἀλλὰ δυσμενὴς ὁ ἀνὴρ, θεμένη τοῦτο ἡ κόρη, ἐπιφέρει εὐθὺς λύσιν ὡς οὔτε ἐστὶν οὔτε γενήσεται θνητὸς ὃς ἂν ἵκηται πολεμήσων Φαίαξιν. ὃ μιμησάμενος Ἡρόδοτος, σχηματίζει καὶ αὐτός που ἐν τοῖς κατʼ αὐτὸν, οὕτως. οὐκ ἔστιν οὗτος ἀνὴρ ᾧ ἐστι δύναμις τοσαύτη, ὡς τό δέ τι ποιῆσαι. Ἰστέον δὲ ὅτι ἐκπλαγῆναι μὲν τὰς δμωὰς φῶτα ἰδούσας, οὐ καινόν. ἐπεὶ καὶ Φαίακες ἐν τοῖς ἑξῆς ἄνεῳ γίνονται φῶτα ἰδόντες. τὸν Ὀδυσσέα δηλαδή. τὸ δὲ καὶ τρέσαι ἰδούσας, ἀλλὰ τοῦτο γυναικικὸν καὶ ἀγενές. καὶ τοῦτο μὲν, τοιόνδε. ἡ δὲ κόρη τὴν ῥηθεῖσαν κατασκευάζουσα πρότασιν, φησί. μάλα γὰρ φίλοι ἀθανάτοισιν. οἰκέομεν δʼ ἀπάνευθε. μονονουχὶ λέγουσα ὡς εἰ καὶ μὴ πολεμισταὶ οἱ Φαίακες οἷς οὐ μέλει βιὸς οὐδὲ φαρέτρη ὡς ἐν τοῖς ἑξῆς λεχθήσεται οὐδὲ εἰσὶν ἀπροσπέλαστοι διʼ ἀνδρίαν, ἀλλʼ ὅμως θεοφιλεῖς ὄντες, οὐκ ἄν τι κακὸν ἐκ πολεμίων πάθοιεν. ἄλλως τε καὶ πάνυ ἐκτετοπισμένοι ὄντες, καὶ οὔτινας ἐγγὺς ἔχοντες ὡς ἐν τοῖς ἐφεξῆς που καὶ αὐτὸ εἰρήσεται. καὶ οὕτω μὲν ἡ κόρη ἔλυσε τὴν ἀντίθεσιν. Τὸ δὲ οὐκ ἔστιν οὐδὲ γένηται, ἐπιτείνει τὴν ἄκραν τῶν Φαιάκων ἀσφάλειαν πρὸς ἔκπληξιν δῆθεν τοῦ ναυαγοῦ ξένου. Διερὸς δὲ βροτὸς ὁ ζῶν καὶ ἐῤῥωμένος. τὴν μὲν γὰρ ζωὴν, ὑγρότης καὶ θερμότης συνέχει. τὸν δὲ θάνατον, τὰ ἐναντία ποιεῖ. ὅθεν καὶ νεκροὶ ἀλίβαντες οἱ ζωτικῆς λιβάδος ἄμοιροι. καὶ ὁ κωμικὸς δὲ παίζων, αὐαίνου λίθον ἐν ᾅδου εἶναι πλάττει. ἀπὸ τοῦ αὐαινωθεὶς τοὔνομα. Πλούταρχος δὲ ἐν τοῖς κατʼ αὐτὸν συμποσιακοῖς φησὶν οὕτως. ὑγρότητι καὶ θερμότητι τεθήλασι τὰ ζῷα. ἡ δὲ ψυχρότης καὶ ξηρότης, ὀλέθρια. διὸ χαριέντως Ὅμηρος διερὸν βροτὸν καλεῖ. καὶ τὸ μὲν χαίρειν, ἰαίνεσθαι λέγει. ὡς καὶ χαλκὸς ἰαίνεται πυρί. ῥιγεδανὸν δὲ καὶ κρυερὸν, τὸ λυπηρὸν καὶ φοβερόν. ὁ δὲ ἀλίβας καὶ ὁ σκελετὸς, ἐπὶ νεκρῶν λέγονται. λοιδορουμένων τῶν παλαιῶν, τῷ ὀνόματι τῆς ξηρότητος. καὶ τοιαῦτα μὲν καὶ τὰ τοῦ Πλουτάρχου. ὁ δὲ ἐν τοῖς τοιούτοις διαληφθεὶς ἀλίβας, βαρύνεται καθʼ ὁμοιότητα τοῦ ἁλίκρας. ἔστι δὲ ἁλίκρας κατὰ Αἴλιον Διονύσιον, ὁ θαλάσσῃ μεμιγμένος. καθὰ καὶ χαλκόκρας, ὁ χαλκῷ φησι κεκραμένος. τὰ δὲ ῥηθέντα ἐνταῦθα εἰς τὸ, διερὸς βροτὸς, χρήσιμα καὶ ἐν τοῖς ἑξῆς εἰς τὸ, διερῷ ποδί. ὅτι δὲ ὁ ὑγιὴς καὶ ἡ ὑγίεια ἐκ τοῦ ὑγροῦ παράγεται, ἐν ἄλλοις δεδήλωται. Τὸ δὲ δηϊοτῆτα φέρων, πρὸς διαστολὴν κεῖται. ἄλλως γὰρ, ἔπλεόν τινες ἴσως εἰς Φαίακας. ἐξ ὧν καὶ τὰς ἀμφιπόλους εἶχον ὡς εἰκὸς οἱ ἐν τῇ νήσῳ. Τὸ δὲ μάλα φίλοι ἀθανάτοισι παιδευτικῶς ἔχει. ὡς τῶν θεοφιλῶν, οὐ πειρωμένων δηϊοτῆτος. Τὸ δὲ οἰκέομεν ἐναλλαγὴν ἔχει σχήματος. ὤφειλε γὰρ ἀκολούθως τοῖς ἀνωτέρω εἰπεῖν. οἰκέουσι δʼ ἀπάνευθεν. ὅμως δὲ κοινοῦται τὸν λόγον ἡ κόρη ὡς καὶ αὐτὴ Φαίαξ. Τοῦ δὲ ἀπάνευθεν, ἑρμηνεία εὐθὺς τὸ ἔσχατοι. καὶ τὸ, οὐδέ τις ἡμῖν ἐπιμίσγεται. ἐκτετοπίσθαι γὰρ ὁ ποιητὴς βούλεται τὴν Φαιακίαν ὡς ἐν τοῖς ἑξῆς φανήσεται. καὶ μὴν οἱ Κερκυραῖοι Φαίακες, κατέναντι κεῖνται τῆς Ἠπείρου, ὡς καὶ Ὅμηρος ὕστερον παραδηλοῖ ἐν τοῖς κατὰ τὸν Φείδωνα. οὐδὲν δὲ καινὸν ἐὰν οἱ Κερκυραῖοι ἁπλοϊκώτερον ἑαυτοὺς ἐκτοπίζωσιν οὐκ ἀληθῆ λαλοῦντες, εἰ καὶ τὸν Ἀχελῷον μέγιστόν που εἶπεν ὁ Ἀχιλλεὺς ἐν ποταμοῖς. ἁπλούστερον λέγων, καὶ ταῦτα, ἑτέρων ἐχόντων τὸ τοιοῦτον σεμνολόγημα. οὕτω καὶ Αἰσχύλος φησὶ τερατωδέστερον καὶ τραγικώτερον, τὸ, ἔστι τις πόλις Κάνωβος ἐσχάτη χθονός. τερατευόμενος καὶ αὐτός. οὐ γὰρ ἐσχάτη γῆς ἁπάσης ἡ Κάνωβος, ἀλλʼ ἢ μόνης τῆς ἐκεῖ ὡς ἀγχίαλος. Σημείωσαι δὲ ὅτι οὐκ αὐτὸς ὁ ποιητὴς ἀναιδῶς οὕτω τὴν τῶν Φαιάκων ἐκτοπίζει γῆν, ἀλλʼ ἡ Ὁμηρικὴ κόρη καὶ οἱ λοιποὶ δὲ Φαίακες. οὐχʼ οὕτως οὐδʼ αὐτοὶ εἰδότες, οὐδὲ πρὸς ἀλήθειαν λαλοῦντες, ἀλλʼ ἐθέλοντες τοιοῦτοι δοκεῖν τοῖς πολλοῖς, διὰ τὸ ἀνεπιβούλευτον. ἵνα δηλαδὴ μὴ πολεμοῖντο φθονούμενοι διὰ τὸ τῆς χώρας εὔδαιμον, ὃ πολλαχοῦ γίνεται. Ἰστέον δὲ καὶ ὅτι ἀστείως ἡ κόρη τὸ ψεῦδος σοφίζεται. οἰκοῦσι μὲν γὰρ ἀπάνευθε τῶν κύκλων οἱ Φαίακες πολυκλύστῳ ἐνὶ πόντῳ καθὰ νησιῶται, καὶ ἔσχατοι ἐκεῖ πρὸς τῇ ἠπείρῳ. καὶ οὔτις αὐτοῖς ἐπιμίσγεται ἁπλῶς δίχα τοῦ πλεῦσαι. βούλονται δὲ, ταῦτα καθʼ ὑπερβολὴν νοηθῆναι ὡς ἐπὶ πολλῷ ἐκτοπισμῷ. Ὀδυσσεὺς δὲ, γελῴη ἂν ἐπὶ τούτοις οἷα τὴν κόρην ψευδομένην εἰδώς. Τὸ δὲ ἐνθάδʼ ἱκάνει, τόδʼ ἱκάνει ἐν τοῖς ἑξῆς ἐρεῖ ὁ ποιητὴς, ὡς ἐκεῖ φανεῖται. Τὸ δὲ κομέειν, λέγεται καὶ κομίζειν. μετʼ ὀλίγα γοῦν, πλαχθέντα κομίσσατο ἐρεῖ, παραγώγως. ὅθεν καὶ κομιδὴ ἡ ἐπιμέλεια. καὶ εὐκόμιστος κατὰ τοὺς παλαιοὺς, ὁ ἐπιμελείας τετευχώς. Τὸ δὲ πρὸς θεοῦ εἶναι τοὺς ξένους καὶ τοὺς πτωχοὺς καὶ τὰ ἑξῆς, φιλοξένου ἤθους λόγος ἐστί. ξένοι δὲ καὶ πτωχοὶ, διαφέρουσιν. οὔτε γὰρ ἅπας ξένος, πτωχός ἐστιν. οὔτε ὁ πτωχὸς, ξένος, εἰ μὴ καὶ ἐπιξενωθῆ. Ἡ δὲ πρὸς τοὺς τοιούτους δόσις, ὀλίγη μέν τι τῷ διδόντι, πολλὴ δὲ τῷ λαμβάνοντι. ἀρκεῖται γὰρ ἐνδεὴς εὐγνώμων, καὶ ὀλίγον λαβών. ἑτεροῖον δὲ πάντως τὸ ἐνταῦθα ὀλίγον τε φίλον τε, παρὰ τὸ ἐν Ἰλιάδι. ἐκεῖ μὲν γὰρ, γέρας Ἀχιλλεὺς ἔρχεται ἔχων τὸ τοιοῦτον. ἐνταῦθα δὲ Ὀδυσσεὺς, δῶρον πτωχικόν. παρέξεσται δὲ ὅμως ἡ ὀλίγη τε φίλη τε δόσις ἐκ τῶν ἐκεῖ. Αἱ δὲ ἀμφίπολοι, σεμνὴ λέξις ἤπερ τὸ, δμωαὶ καὶ δμωΐδες καὶ δουλίδες καὶ δοῦλαι. διὸ καὶ Ὀδυσσεὺς θαῤῥεῖ εἰπεῖν, ἀμφίπολοι στῆθʼ οὕτως ἀπόπροθεν. σεμνὸν δὲ οὐδὲν ἧττον καὶ τὸ παῖς καὶ παιδίσκη, ἀντὶ τοῦ, δοῦλος καὶ δούλη. αἴτιον δὲ, ὅτι οὔτε τὸ τοῦ παιδὸς ὄνομα ἐξ ἀνάγκης δοῦλον σημαίνει, οὔτε τὸ τῆς ἀμφιπόλου, ὡς πολλαχοῦ δηλοῦται. οὕτω δὲ οὐδὲ ὁ πρόσπολος δουλικὸν ἀεὶ ὄνομά ἐστιν, οὐδὲ μὴν ὁ πρόσπολος. διόπερ ὁ γράψας τὸ, πίνειν ὁ πόσον κεν ἔχων ἀφίκοιο οἴκαδε ἄνευ προπόλου, ἀσαφῶς ἔγραψε. πρόπολον εἰπὼν, ἢ δοῦλον, ἢ τὸν ἁπλῶς προοδεύοντα εἰς χειραγωγίαν ὁδοῦ. χρῆσις δὲ προπόλου, ἔν τε τῷ τοῦ κωμικοῦ Πλούτῳ, καὶ ἐν τῷ, ἀλλʼ ὦ Δελφῶν πλείστας ἀκονῶν Φοῖβε μαχαίρας καὶ προδιδάσκων τοὺς σοὺς προπόλους. Τὸ δὲ ὑγρὸν ἔλαιον ὃ καὶ λίπα φησὶν ἐλλειπτικῶς, ἔν τε τῷ, ἀλειψάμεναι λίπʼ ἐλαίῳ, καὶ λοέσσατο καὶ λίπʼ ἄλειψε, προϊὼν καὶ ἀλοιφὴν λέγει ἐν τῷ, ἀμφὶ δʼ ἐλαίῳ χρίσομαι, ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή. ὡς εἶναι ταυτὸν κατὰ πολυωνυμίαν, ἔλαιον καὶ ἀλοιφὴν καὶ λίπα. δῆλον δὲ ἐκ τῶν ἐνταῦθα λεγομένων, ὡς καὶ ἐψυχρολούτουν οἱ παλαιοί. ὅτι δὲ καὶ θερμοῖς ἐχρῶντο λοετροῖς, ἐν ἄλλοις δηλοῖ ὁ ποιητής. Ὅτι δὲ οὐχʼ ἁπλῶς ἐλαίῳ πρὸς θεραπείαν ἰατρικώτερον οἱ παλαιοὶ ἐχρίοντο συνήθως καθὰ μυριαχοῦ δείκνυται, ἀλλά τινες καὶ πολυτελεῖ ἐχρῶντο ἐλαίῳ, δηλοῖ ὁ γράψας τὸ, τοῖς μὲν γυμνασίοις ὡς βαλανείοις χρώμενοι, ἀλειφόμενοι δʼ ἐλαίῳ πολυτελεῖ καὶ μύροις. Ἰστέον δὲ καὶ ὡς κοινότερον μὲν τὸ λίπʼ ἐλαίῳ, ἀποκεκόφθαι δοκεῖ ἐκ τοῦ λιπαρῷ. ἵνα ᾖ λιπαρὸν ἔλαιον, οὐ πρὸς διαστολὴν ἑτέρου μὴ τοιούτου, ἀλλὰ τὸ ἁπλῶς φύσει τοιοῦτον ὑγρόν. Ἡρῳδιανὸς μέντοι ἄλλως αὐτὸ σχηματίζων, φησὶν ὅτι τοῦ ἄλειφα καὶ λίπα ἡ κατάληξις, οὐκ ἀήθης. ἀλλὰ τὸ μὲν ἄλειφα, ὥσπερ θένω θέναρ καὶ κείρω κέρας, οὕτω καὶ αὐτὸ ἐκ τοῦ ἀλείφω, ἄλειφαρ ἢ ἄλειφας. καὶ ὑποστολῇ τοῦ ρ ἢ τοῦ σίγμα, ἄλειφα. τὸ δὲ λίπα, ἐξ ἀναλόγου ἀντιπαραθέσεως ἐγένετο. ὡς γὰρ κῶος κῶας, ὕδος ὕδας, γῆρος γῆρας, οὕτω καὶ λίπος λίπας ἐξ οὗ τὸ λίπα, ἵνα ᾖ γένος μὲν τὸ λίπα, εἶδος δὲ τὸ ἔλαιον. Ὅτι τὸ, λοῦσθαι ποταμοῖο ῥοῇσιν ὅ ἐστι ῥείθροις, ἀπὸ τοῦ λόεσθαι γίνεται. ἀφʼ οὗ καὶ λοετρόν. ὅθεν καὶ παρὰ τῷ κωμικῷ τὸ, ψυχρᾷ θαλάττῃ λούμενος. οὕτω γὰρ οἱ Ἀττικοὶ, οὐ μὴν λουόμενος. καὶ προϊὼν δὲ λοέσσομαι λέγει ἐν ἁπλότητι. καὶ ἀπολούσομαι κατὰ συναίρεσιν. ὅτι δὲ καθὰ λόεσθαι λοῦσθαι οὕτω καὶ λοετρὸν καὶ λουτρὸν, δῆλόν ἐστι. λοῦτρον μέντοι μοναχῶς, τὸ ἀπόλουμα βαρυτόνως. ὃ γλίττον ἄλλοι φασὶν, ὡς δηλοῖ ὁ ἐπιμερίσας οὕτω, γλίον τὸ εὔτονον. γλία, ἡ κόλλα. γλιᾶσθαι, τὸ παίζειν ἢ προθυμεῖσθαι. γλίττων ὁ ἐν ταῖς ἐμβάσεσι γινόμενος ῥύπος. καὶ σημείωσαι τὰς ἐμβάσεις. Ὅτι σώφρονος ἀνδρὸς λόγος τὸ, ἄντην οὐκ ἂν ἔγωγε λοέσσομαι αἰδέομαι γὰρ γυμνοῦσθαι, κούρῃσιν ἐϋπλοκάμοισι μετελθών. αὐτὸ δὲ μόνον τὸ αἰδέομαι γὰρ γυμνοῦσθαι. Ὀδυσσεὺς δὲ καὶ ταῦτα φησὶ καὶ ἕτερά τινα ἐν στίχοις πέντε. ἃ μὴ θέλων ὁ ποιητὴς δισσεῦσαι διὰ τῶν δουλίδων πρὸς τὴν Ναυσικάαν, φησὶ κομματικῶς καὶ πάνυ γοργῶς, εἶπον δʼ ἄρα κούρῃ, τουτέστιν ἐξεῖπον τῇ δεσποίνῃ τοὺς τοῦ Ὀδυσσέως λόγους. Ὅτι λούματος φραστικὸν τὸ, αὐτὰρ ὃ χρόα νίζετο ἅλμην ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους. ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο. Ἔστι δὲ τὸ μὲν ἀμπέχειν, ὅμοιον τῷ περιέχειν, ἤτοι ἐνδύειν. καὶ ὡς εἰπεῖν, ἀμφιέχειν. τροπῇ τοῦ φ εἰς τὸ ἀντίστοιχον πι κατὰ Ἴωνας. ὅθεν καὶ τὸ ἀμπίσχειν. καὶ ἡ ἀμπεχόνη. καὶ τὸ ἀμπέχονον. ὅτι δὲ τοῦ ἀμπέχω καὶ μέλλων ἐστὶν ἀμφέξω ἀντὶ τοῦ ἐνδύσομαι, ὁ Ἀθήναιος δηλοῖ. Ἁλὸς δὲ χνόος, ἡ ἀκαθαρσία κατὰ τοὺς παλαιοὺς, ἤγουν ἡ ἐν ἄλλοις, ἁλὸς ἄχνη. Ἰστέον δὲ ὅτι τὸ, χρόα νίζετο ἅλμην, ἀντίπτωσιν πάσχει. ἢ γὰρ, τὸν χρόα ἔσμηχεν ἐκ τῆς ἅλμης. ἢ μᾶλλον, τὴν ἅλμην ἐκ τοῦ χροός, κατὰ τὸ, ἐκ κεφαλῆς ἔσμηχεν ἁλὸς χνόον. καὶ, ἅλμην ὤμοιϊν ἀπολούσομαι. ἔνθα τὸ ἅλμην τὴν τὸ σῶμα δηλαδὴ δριμύττουσαν, πρὸς διαστολὴν ἐῤῥέθη τῶν τε διὰ ῥύπου ἀπέλευσιν λουομένων, καὶ τῶν ἄλλως διὰ τημέλειαν σώματος. καὶ τοῦτο μὲν, λοῦμα τῷ τληπαθεῖ Ὀδυσσεῖ, κατʼ ἀνάγκην. ἀλλαχοῦ δὲ γυνή τις θυμῆρες ἐκέρασε κατὰ κρατός τε καὶ ὤμων. καὶ χαίρει μὲν καὶ Ὀδυσσεὺς θερμοῖς λοετροῖς. πλὴν καὶ ἄλλως οἶδεν ὑπομένειν ὥσπερ ἀσιτίαν καὶ ῥύπον καὶ ῥῖγος καὶ γυμνότητα, οὕτω καὶ ἀλουσίαν. φάναι τὸ τοῦ Ἀλέξιδος. ἐντούτοις δὲ κειμένου καὶ τοῦ αὐτὰρ ἐπειδὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν, ἰστέον ὅτι πάντα μὲν, τὸν χρόα ὅλον εἰπεῖν δοκεῖ τὸν προειρημένον. τὸ δὲ λίπα, οὐ σαφῶς φράσαι, διὰ τὴν κατʼ αὐτὸ ἀποκοπήν. ἄδηλον γὰρ, εἴτε λιπαρὸν ἔλαιον ἤλειψε κατὰ πάντα τὸν χρόα εἴτε λιπαρῷ ἐλαίῳ πάντα ἤλοιψεν. Ἔτι ἰστέον καὶ ὅτι ἰσοδυναμούντων κατὰ νοῦν τοῦ τε χρίω καὶ τοῦ ἀλείφω, τὸ μὲν χρίω, παρὰ τὸν χροῦν ἐῤῥέθη ὃς χρίεται. τὸ δὲ ἀλείφω, παρὰ τὸ ἀλέω καὶ τὴν ἐξ αὐτοῦ ἀλέαν ὅ ἐστι θερμασίαν, ἐπενθέσει τοῦ ι. ὅπερ ἐστὶν ὅτε μονάζει ἐκδραμόντος ἐν ταῖς ἐκ τοῦ ἀλείφω παραγωγαῖς τοῦ φυσικοῦ ε. γίνεται δὲ αὐτὸ οὐ μόνον ἐν τῇ συναλιφῇ τῇ δηλούσῃ κράσιν καὶ συναίρεσιν, ἀλλὰ καὶ ἐπὶ ἄλλων. τὰ γάρ φασιν ἐκ τοῦ ἀλείφω ὀνόματα διὰ μὲν τοῦ π τ ὄντα, φυλάττει τὴν δίφθογγον ὡς καὶ ἐν ἄλλοις δηλοῦται. οἷον ἀλειπτόν. ἀνήλειπτον. ἀναπάλειπτον. διὰ δὲ τοῦ φ, μόνον τὸ ἰῶτα ἔχουσιν. οἷον. ἀνηλιφὴς ναῦς ἡ μὴ ἀλιφεῖσα πίσσῃ. καὶ πισσαλιφὴς, ἡ πεπισσωμένη. τὸ ἄλειφαρ ἢ ἄλειφα δίχα τοῦ ρ, οὐ σύνθετον κατὰ ταῦτα καὶ κατὰ τὴν συναλιφὴν, διὸ καὶ φυλάσσει τὴν θεματικὴν δίφθογγον. ὅτι δὲ ἄλλως ἐκ τοῦ ἀλείφω καὶ ἡ ἀλοιφὴ γίνεται καὶ ὁ ἀλοιμὸς, ἑτέρωθι γέγραπται. Ὅτι λουσάμενον τὸν Ὀδυσσέα, ἔθηκεν ἡ Ἀθηνᾶ μείζονά τʼ εἰσιδέειν, καὶ πάσσονα. κὰδ δὲ κάρητος οὔλας ἧκε κόμας ὑακινθίνῳ ἄνθει ὁμοίας. ὅ ἐστι μελαίνας κατὰ τὸν ὑάκινθον τὸ ἄνθος, ὁποίας καὶ τοῖς Ἰνδοῖς ὁ περιηγητὴς χρώζει τὰς κόμας. οὐ γὰρ ἔχει πιθανῶς ξανθὰς πλάσαι τρίχας τῷ ὁμογέροντι καθὰ τῷ Μενελάῳ καὶ τῷ Ῥαδαμάνθυϊ. καὶ ἐν τοῖς ἑξῆς δέ που, κυάνεαι γίνονται τῷ Ὀδυσσεῖ γενειάδες πρὸς τῆς Ἀθηνᾶς. καὶ ὅμως, ἐναντιοῦται πρὸς ταῦτα τὸ, ξανθάς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας. ἴσως οὖν, ἐνταῦθα τὸ χρόνιον τῆς κακώσεως τὴν μελανίαν ἐποίησε τῶν τριχῶν. ἢ καὶ ἄλλως, οὐ κατὰ μελανίαν ἡ πρὸς ὑάκινθον τῆς κόμης ὁμοίωσις, ἀλλὰ πρὸς τὸ οὖλον αὐτῆς, ἤγουν πρὸς τὸ οὐλότριχον. εἶτα παραδηλῶν ὡς φύσει καλὸς ὢν ὁ Ὀδυσσεὺς, ἐξηλλάγη πρὸς τὸ κάλλιον. καὶ ὡς τοῦ μὲν καλὸν εἶναι, ἡ φύσις, τοῦ δὲ τοιοῦτον δοκεῖν, ἡ θεόθεν χάρις αἰτία, εἰκάζει αὐτὸν ἀργύρῳ χρυσωθέντι. εἰπών. ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ, ἀνὴρ ἴδρις. ὃν Ἥφαιστος δέδαε καὶ Παλλὰς Ἀθήνη τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει, ὣς ἄρα τῷ, κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις ἡ Ἀθηνᾶ. τοῦτο δὲ καὶ ἄλλως φράζων, ἐπιφέρει. ἕζετʼ ἔπειτʼ ἀπάνευθε κάλλεϊ καὶ χάρισι στίλβων. θηεῖτο δὲ κούρη. τά δʼ αὐτὰ ῥητῶς περὶ Ὀδυσσέως πλάττει, καὶ ὅτε τῇ Πηνελόπῃ ἀνεγνωρίσθη. ἔνθα μετὰ τὸ περιβαλέσθαι τὸν Ὀδυσσέα φᾶρος καλὸν καὶ χιτῶνα, ἐπάγει ὅτι κατὰ κεφαλῆς χεῦε πολὺ κάλλος Ἀθήνη καὶ τὰ ἑξῆς. δηλοῖ δʼ ἐν τούτοις ὁ ποιητὴς, ὡς τὸ σῶμα λουτροῖς τε τημελούμενον, κάλλιον γίνεται. καὶ ἱματίων δὲ λαμπρῶν περιθέσει, εἰς τὸ καλὸν ἐξαλλάττεται. ὥσπερ αὖ πάλιν αὐχμοῦ πιναρότης καὶ κακὰ σπεῖρα, τὸ λαμπρὸν εἶδος ἀφανίζουσιν. ἀμέλει, καὶ ἡ Ἀθηνᾶ οὕτω τὸν Ὀδυσσέα ἐπικρύψει καὶ ποιήσει πᾶσιν ἄγνωστον. ὑποκατιὼν δὲ ὁ ποιητὴς, εἰς πλέον αὔξει τῇ κόρῃ τὸ ἐπὶ Ὀδυσσεῖ θαῦμα. καὶ Τηλέμαχος μὲν ἐν τοῖς εἰσέπειτα περὶ Ὀδυσσέως μεταβληθέντος εἰς τὸ φαιδρότερον, ἀλλοῖος μοι ξεῖνʼ ἐφάνης ἐρεῖ καὶ τὰ ἑξῆς. ἡ δὲ Φαιακικὴ νεᾶνις ταῖς εὐπλοκάμοις καὶ λευκωλένοις ἀμφιπόλοις ἐκκαλύπτουσα ὡς καὶ προελέχθη τὸν ἔρωτα, λέγει. ὡς πρόσθε μὲν δή μοι ἀεικέλιος ἐδόκει εἶναι, νῦν δὲ θεοῖσιν ἔοικε τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη ἐνθάδε νεαιτάων, καί οἱ ἄδοι τουτέστιν ἀρέσκοι, αὐτόθι μένειν. Καὶ ὅτι τῷ μὲν Ὀδυσσεῖ ἔφη ἡ κόρη αὐτὸ δὴ μόνον ὡς οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικε. ταῖς δʼ ἀμφιπόλοις κατʼ ἰδίαν λαλοῦσα, ἐθάῤῥησεν οὐ θεῷ ἑνί τινι αὐτὸν εἰκάσαι ὡς ἐκεῖνος αὐτὴν τῇ Ἀρτέμιδι, ἀλλὰ θεοῖς. καὶ οὕτως ἐνδιαθετώτερον ἀντέδωκε τὴν σύγκρισιν. οὐδὲ γὰρ ἀκούοντος ἐκείνου ἔφη, ἀλλʼ ἰδίᾳ ὄντος. ὁ δέ γε πολὺς πόθος, ἐν τοῖς ἑξῆς πείσει τὴν κόρην, εἰπεῖν πλαγίως πως καὶ πρὸς τὸν Ὀδυσσέα τοιοῦτόν τι καὶ ἀντεπαινέσαι, ὡς κατὰ τόπον ῥηθήσεται. καὶ τοιόνδε μὲν καὶ τοῦτο. Τοῦ δὲ κάρητος, εὐθεῖα τὸ κάρηαρ, οὗ γενικὴ, καρήατος. καὶ ἐν συγκοπῇ, κάρητος. Οὖλαι δὲ κόμαι αἱ συνεστραμμέναι, παρὰ τὸ εἰλεῖν ἢ καὶ εἴλειν βαρυτόνως. ἀμφοτέρως γὰρ λέγεται. Ἰστέον δὲ ὅτι ὡς ἀπὸ τῶν τοιούτων τριχῶν, στρεψίκαλλος ἄνθρωπος κατὰ τοὺς παλαιοὺς, ὁ μὴ ἁπλοῦς ἀλλʼ ὡς εἰπεῖν στρέφις. ὡς ἀπὸ ἐρίων δηλαδὴ ἐχόντων συνεστραμμένους τοὺς μαλλούς. οἱ δὲ παλαιοὶ, φασὶ καὶ ὅτι οὐ μόνον οὖλαι ἀλλὰ καὶ ἐπιστροφίδες, αἱ συνεστραμμέναι τρίχες. Τὸ δὲ καθῆκε κόμας, ποιεῖ παρὰ τοῖς μεθʼ Ὅμηρον ῥήτορσι. καὶ γένειον καθειμένον, τὸ βαθύ. Τὸ δὲ χρυσὸν περιχεύεται, τὸν χρυσοχόον συντίθησι. Δέδαε δὲ, ἀντὶ τοῦ ἐδίδαξε. διὸ οἱ μεθʼ Ὅμηρον σοφισταὶ λαβόντες οἶμαι ἐντεῦθεν, τὸ ἐκ τοῦ μανθάνειν γράμματα σόφισμα ἔπλεξαν. ὥσπερ γὰρ δέδαεν οὐ μόνον τὸ ἐδιδάχθη ἀλλὰ καὶ τὸ ἐδίδαξεν, οὕτω καὶ τὸ μανθάνειν, ἄμφω ταῦτα δηλοῖ. Ἰστέον δὲ καὶ ὅτι σεμνὸν μὲν τὸ εἰπεῖν ἀνδρὸς ἔργα ὃν Ἥφαιστος καὶ Ἀθηνᾶ ἐδίδαξε τέχνην παντοίην χαλκευτικὴν δηλαδὴ καὶ χρυσοχοϊκήν. Ἥφαιστος μὲν, διὰ τὴν ἐν πυρὶ τῶν τοιούτων ἐργασίαν. Ἀθηνᾶ δὲ, διὰ τὸ ἐπιστατεῖν τοῖς χειρώναξι. τὸ δέ γε εἰπεῖν τι ἔργον Ἡφαίστοιο ἢ Ἀθηνᾶς, πρὸς τῇ σεμνότητι, καὶ ὑπερβολὴν ἔχει ὡς οἱ παλαιοί φασιν. οὕτω γοῦν καθʼ ὑπερβολὴν πέπλασται καὶ ἡ τῶν Ἀχιλλείων ὅπλων παρὰ τοῦ Ἡφαίστου ἐν Ἰλιάδι ποίησις. Τὸ δὲ ἕζετʼ ἔπειτʼ ἀπάνευθε κιὼν, ἐκ τοῦ ἐν Ἰλιάδι ἕζετʼ ἔπειτʼ ἀπάνευθε νεῶν, παρῴδηται. Τὸ δὲ τοιόσδε πόσις ἐνθάδε νεαιτάων, οὐ περὶ Φαίακος τινὸς ἡ κόρη εὔξατο, ἀλλὰ περὶ τοῦ Ὀδυσσέως. ἵνα τοιόσδε μένων καὶ μὴ μεταβληθεὶς καὶ προσμείνας τῇ νήσῳ, εἴη αὐτῇ πόσις. διὸ καὶ ἑρμηνεύων Ὅμηρος τὸ ἐνθάδε νεαιτάων ἵνα μὴ περί τινος τῶν Φαιάκων νοοῖτο, ἐπήγαγε τὸ, καὶ οἱ ἄδοι αὐτόθι μίμνειν. οἱονεὶ λέγων, ἐνθάδε νεαιτάων καὶ ἀρεσκόμενος αὐτόθι μένειν. ἐν τούτοις δὲ καὶ πρὸς θεοῦ πεμφθῆναι τὸν Ὀδυσσέα ἡ κόρη λέγει, ἐν οἷς φησιν ὡς οὐ πάντων ἀέκητι θεῶν Φαίαξιν ἐπιμίσγεται. εἰ γὰρ καὶ Ποσειδῶνι τυχὸν ἀπέχθεται ἢ Νηρηΐσιν, ἀλλʼ εἰσὶν ἕτεροι πρὸς αὐτοῦ. Τὸ δὲ ἄδοι, ἀντὶ τοῦ ἀρέσκοι, ἔοικεν Ἰωνικὸς δεύτερος ἀόριστος εἶναι τοῦ ἥδω. διὸ συστέλλει μὲν ὡς δεύτερος ἀόριστος τὴν παραλήγουσαν, ψιλοῦται δὲ Ἰωνικῶς. κεῖται δʼ ἐν τῷ τόπῳ τούτῳ καὶ τὸ δέατο, ἀντὶ τοῦ ἐδόκει. λέξις ἀχρηστοτάτη τοῖς πεζολόγοις καθὰ καὶ τὸ ῥηθὲν ἄδοι, ᾧ κοινὸν σύστοιχον τὸ ἀδεῖν.
Ὅτι χαρὰν ἐπὶ ἐνδημίᾳ ξένου δηλοῖ παρῳδηθὲν τὸ, οὐκ ἀέκητι θεοῦ ὃς Ὄλυμπον ἔχει, ἡμῖν ὅδʼ ἀνὴρ ἐπιμίσγεται. Ὅτι καὶ παρὰ τῷ ποιητῇ ἐπιτραπέζιος λέξις πολλαχοῦ τὸ παραθεῖναι. οἷον. πὰρ δʼ ἂρ Ὀδυσσεῖ θέσσαν βρῶσιν τε πόσιν τε. Ὅτι ἔπινε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς, ἁρπαλέως. δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος. τοῦτο δὲ, παντὶ οὕτω πειναλέῳ ἀνδρὶ προσαρμόζει. Ἰστέον δὲ ὅτι Σικελῶν κατὰ τὴν Ἡρακλείδου παράδοσιν τὸ ε ᾧ ἕπεται τὸ σίγμα, μετατιθέντων εἰς ἰῶτα οἷον ἑστία ἱστίη ὡς καὶ μετʼ ὀλίγα εἰρήσεται, δοκεῖ τὸ ἔσθω ἡμαρτημένον εἶναι. γενόμενον μὲν ἀπὸ τοῦ ἔθω προσλήψει τοῦ σίγμα. μὴ τρέψαν δὲ τὸ ε εἰς ι κατὰ τὸ ἔχω ἴσχω καὶ τὰ ὅμοια. αὐτὸ δὲ τὸ ἔθω οὗ χρῆσις ἐν τῷ, ἔθων Οἰνῆος ἀλωὴν, ἀπὸ τοῦ ἔδω λέγει ὁ Ἡρακλείδης παρῆκται Δωριέων ἔθει. οἳ φησὶ καὶ τὸν μαδὸν, μασθὸν λέγουσι. καὶ τὸ ψεῦδος ψύθος, ἄραντες τὸ ε. Τὸ δὲ ἁρπαλέως πάνυ ἀστείως ἔχον, τὸ πολὺ δηλοῖ τῆς εἰς τὸ ἐσθίειν σπουδῆς. Ὅτι οὐ μόνον ἵπποι κρατερώνυχες οἱ καὶ χαλκόποδες ἐν Ἰλιάδι, ἀλλὰ καὶ ἡμίονοι ἐνταῦθα. φησὶ γοῦν. ζεῦξαν δʼ ἡμιόνους κρατερώνυχας. Ὅτι δὲ καὶ λύκοι λέγονται κρατερώνυχες, ἀλλαχοῦ δηλοῦται. ἐν τούτοις δὲ, κεῖνται καὶ στεναὶ προαναφωνήσεις τῶν ἐφεξῆς. Ὅτι ἔργα κατʼ ἐξοχὴν ἐνταῦθα, τὰ γεωργικὰ ἐν τῷ, ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων. Καὶ ὅρα καὶ νῦν τὸ ἴομεν συστέλλον τὴν παραλήγουσαν καθʼ ὁμοιότητα τοῦ τίομεν καὶ κυλίομεν καὶ τῶν ὁμοίων. Ὅτι τὸ ἡγεμονεύειν ὅ ἐστι προηγεῖσθαι ὁδοῦ, αἰτιατικῇ συντάξας κἀνταῦθα Ὅμηρος, φησίν. ἔρχεσθον. ἐγώ δʼ ὁδὸν ἡγεμονεύσω. ἤγουν προηγήσομαι εἰς ὁδόν. Ὅτι ἐπιβαλὼν ὁ ποιητὴς ἐκφράσαι διὰ τῆς κόρης τὴν τῶν Φαιάκων πόλιν, περὶ μὲν αὐτῆς ἐκείνης, οὐδέν τι πλέον φησὶν, ἢ ὅτι περὶ αὐτὴν πύργος ὑψηλός. περιηγεῖται δὲ τὰ τοῦ λιμένος μάλιστα, λέγων. καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος. λεπτή δʼ εἰσίθμη. νῆες δʼ ὁδὸν ἀμφιέλισσαι εἰρύαται. πᾶσι γὰρ, ἐπίστιόν ἐστιν ἑκάστῳ. ἔνθα δʼ αὐτοῖς ἀγορὴ καλὸν ποσιδήϊον ἀμφίς. ῥυτοῖσι λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα. ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι, σπείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά. οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη. ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νηῶν καὶ νῆες ἐΐσαι. ᾗσιν ἀγαλλόμενοι, πολιὴν περόωσι θάλασσαν. προαναφωνεῖ δὲ ταῦτα ὁ ποιητὴς, ἵνα πιθανολογηθῇ ὁ διὰ Φαιακικῆς νηὸς εἰς Ἰθάκην σωτήριος τοῦ Ὀδυσσέως πλοῦς. Ἀρετὴ δὲ λιμένος καὶ ἡ λεπτὴ εἰσίθμη, τουτέστι ἡ στενὴ δίοδος εἰς αὐτὸν, παρὰ τὸ εἰσιέναι γινομένη πλεονασμῷ τοῦ θῆτα. οὕτω καὶ τοῦ κατὰ Λαιστρυγόνας λιμένος, ἀραιὴ λεχθήσεται εἴσοδος. Ἐν οἷς ὅρα ὡς τῆς μὲν ἐνταῦθα εἰσίθμης, μετάληψις ἐκεῖ τὸ εἴσοδος. τῆς δὲ ἐκεῖ ἀραιᾶς, ἑρμηνεία ἐνταῦθα ἡ λεπτή. Ἐπίστιον δὲ, τὸ ὡς ἄν τις εἴποι ἐποίκειον. Ἰώνων δὲ ἡ λέξις, διὸ καὶ ψιλοῦται. καθὰ καὶ τὸ Ζεὺς καθάρσιος καὶ ἐπίστιος παρὰ Ἡροδότῳ, ἀντὶ τοῦ ἐφέστιος. καὶ Ἀθηναίων ἐπίστια. γίνεται δὲ ἀπὸ τῆς ἱστίας. ἥτις ὁμοίως τῇ ἑστία δασύνεται. αὐτὴ μὲν, ἀπὸ τοῦ ἵστασθαι. ἀπὸ τοῦ ἑστάναι δὲ, ἡ ἑστία. λέγεται δὲ τὸ ἐπίστιον, καὶ νεώριον. καὶ νεὼν περιεκτικῶς. καὶ νεῶν οἶκοι. καλοῦνται δὲ καὶ οἱ αἰγιαλοὶ, νεῶνες καὶ οἶκοι νεῶν. Αἴλιος δὲ Διονύσιος, λέγει ὅτι Ἴωνες μὲν, νεῶνας φασίν. Ἀττικοὶ δὲ, νεωσοίκους καὶ νεώρια. οἱ δʼ αὐτοὶ, καὶ νεωρεῖν φασι τὸ ναυφυλακεῖν. ὅτι δὲ ψιλωτικοὶ τῶν δασυνομένων οἱ Ἴωνες, δηλοῖ καὶ τὸ, λεύκιππος Περσεφόνη παρὰ Πινδάρῳ. καὶ τὸ αὐτόδιον, ὅ ἐστι κατὰ τὴν ὁδόν. καὶ ὁ ἀντήλιος, ἤγουν παρήλιος. καὶ ὁ ἀπηλιώτης. καὶ ἔπηλις ἡ ἐπὶ τοῦ προσώπου μελανία καὶ τὸ πῶμα τῆς λάρνακος ὥς φασιν οἱ παλαιοὶ κατὰ τὸν Σοφοκλῆν. ἡ δʼ αὐτὴ, καὶ ἔφηλις κοινῶς ὡς ἀπὸ τοῦ ἥλου. λέγονται δὲ Ἰωνικῶς, καὶ ἀντήλια τὰ καὶ παρώπια ἤγουν τὰ περὶ τὰς ὄψεις τῶν ἵππων ὡς φησιν Αἴλιος Διονύσιος. Ἰστέον δὲ ὡς εἰ καὶ Ἰώνων ἐστὶν ἡ ψίλωσις τοῦ ἐπίστιον, ἀλλʼ αὐτὴ ἡ λέξις τοῦ ἱστίου καθὰ καὶ ἡ ἱστία, Σικελῶν εἶναι πρὸ βραχέων ἐῤῥέθη καθʼ Ἡρακλείδην. ὃς εἰπὼν ὡς Σικελοὶ τὸ ἀρκτικὸν ε ᾧ ἕπεται τὸ σίγμα εἰς ι μετατιθέασιν, ἐπάγει ὅτι οὕτω τὴν τοιαύτην ἀκολουθίαν ἐκεῖνοι σώζουσιν, ὥστε κἂν μὴ ἕπηται τὸ σίγμα φύσει ἀλλʼ ἔξωθεν παρεισπέσῃ, ὁμοίως ποιοῦσι. τὸ γοῦν ἔχω, ἴσχω φασί. καὶ τὸ ἕπω, ἵσπω καὶ ἐνίσπω. οὕτω δὲ καὶ τὸ ἕζω ὅθεν τὸ καθέζομαι, ἵζω λέγουσι διὰ τὸ φύσει ἑπόμενον σίγμα τὸ ἀρκτικὸν τῆς συνθέσεως. τὸ γὰρ ζῆτα, ἐκ τοῦ σίγμα καὶ δέλτα σύγκειται. ταύτῃ τοι τὸ ἔσθω γραφόμενον φησὶ διὰ τοῦ ε, ἁμαρτάνεται. ὡς οἷα ὀφεῖλον, ἴσθω εἶναι. καὶ οὕτω μὲν τοῦτο. Ἰστέον δὲ καὶ ὡς εἰ καὶ τὸ ἐπίστιον Ἰωνικόν ἐστι καὶ Σικελικὸν, ἀλλὰ τὸ ἐφέστιον, ἀττικίζεται. Τὸ δὲ ἑκάστῳ, πρὸς λόγου ἀσφάλειαν πρόσκειται. οὐ γὰρ πᾶσι κοινὸν ἦν ἓν μόνον ἐπίστιον, ἀλλʼ ἰδίᾳ ἑκάστῳ. ταυτὸν δὲ, ἑνὶ ἑκάστῳ καὶ πᾶσιν εἰπεῖν. Ποσιδήϊον δὲ, τὸ τοῦ Ποσειδῶνος ἱερόν, οὗ ἡ προπαραλήγουσα, διὰ τοῦ ἰῶτα γράφεται, ὡς ἀποδραμόντος ἐκ τῆς διφθόγγου τοῦ ε, καθὰ ἐν τοῖς τοῦ περιηγητοῦ γέγραπται. ἁπλοῦν δὲ τοῦ ποσιδήϊον παραγώγου ὀνόματος, ἢ τὸ ποσιδεῖον προπερισπωμένως ὡς τὸ Ἰσεῖον καὶ εἰδωλεῖον καὶ Ἡρακλεῖον ἃ δηλοῖ ναὸν Ἴσιδος καὶ εἰδώλων καὶ Ἡρακλέους, ἢ προπαροξυτόνως Ποσείδιον. ὥσπερ φασὶ καὶ Ἀπολλώνιον βραχέως, ἱερὸν Ἀπόλλωνος. καὶ Ποσειδώνιον, τὸ τοῦ Ποσειδῶνος. καὶ Ἀθήναιον, τὸ τῆς Ἀθηνᾶς. ἐχρῆν δὲ τοὺς ἐκ Ποσειδῶνος κατάγοντας ὡς ἡ ἐφεξῆς ῥαψῳδίᾳ δηλώσει ἔτι δὲ καὶ ναυτικωτάτους καὶ νησιώτας, ἱερὸν Ποσειδῶνος τιμᾶν κατʼ ἐξαίρετον. Σημείωσαι δὲ ὅτι πολλὰ περιεκτικὰ διφοροῦνται παρὰ τοῖς παλαιοῖς. ὧν καὶ τὸ ῥηθὲν Ἀπολλώνιον διὰ τοῦ ι. κατά τινας δὲ, διὰ διφθόγγου κατὰ τὸ Ἡράκλειον. καθʼ ἑτέρους δὲ, Ἀπολλωνεῖον ὡς Ἰσεῖον. οὕτως οὖν ἴσως ἀδιάκριτον καὶ τὸ Ποσιδεῖον ἢ Ποσίδειον. ἐξ οὗ κατὰ διάλυσιν καὶ ἔκτασιν τὸ ποσιδήϊον. εἰς δὲ τὰ καινὰ περιεκτικὰ, τακτέον καὶ τὸ ἐν τοῖς τοῦ Ἀθηναίου χορηγεῖον τοῦ Διονύσου. ἔτι δὲ καὶ τὸ παρʼ ἄλλοις, ἅλειον. ὅπερ ἦν Ἡλίου ἱερὸν κατὰ ῥοδίους. Δωρικὴ δέ φασιν ἡ τοιαύτη φράσις. Ἰστέον δὲ ὅτι τὸ εἰρημένον ῥοδιακῶς ἅλειον, κοινῶς ἡλιεῖον λέγεται ὡς δηλοῖ ὁ γράψας ὅτι Ἡφαιστεῖον καὶ Ἡλιεῖον, ἱερὸν Ἡφαίστου καὶ Ἡλίου. ἐκεῖνος δὲ καὶ τὸ προῤῥηθὲν Ἀθήναιον ὕποπτον ποιεῖ ἐν τῷ εἰπεῖν Ἥραιος μὲν, κύριον. ἡραῖος δὲ, ναὸς Ἥρας. δόξοι γὰρ ἂν ἴσως οὕτω, καὶ τὸ Ἀθήναιον προπερισπᾶσθαι. οὐ καλὸν μέντοι τοῦτο. ἀλλʼ ὁ μὲν ἡραῖος ναὸς, ἑτέρῳ λόγῳ προπερισπασθήσεται. τὸ δὲ ἀθήναιον, τονώσει ὁμοίως ἑαυτῷ, τὰ ἥραια. καὶ οὕτω μὲν ταῦτα. Ὁμοιότης δὲ ἀπελεύσεως τοῦ ε ψιλοῦ ἐκ τῆς ει διφθόγγου ὁποίαν ἔπαθεν ἡ μετὰ τὴν ἄρχουσαν δευτέρα συλλαβὴ τοῦ ποσιδήϊον, ὡς ἐκ πολλῶν ὀλίγα παραθέσθαι, καὶ ἐν τῷ ἰκόνιον ὡς ἐκ τῆς εἰκόνος. καὶ τῷ χιράδες ἐκ τοῦ χεὶρ χειρός. χιράδες γὰρ, αἱ ἐκ τῶν χειρῶν ῥαγάδες. καὶ τῷ λιμὸς ἀπὸ τοῦ λέλειμμαι, καὶ τῷ χίδρα, ὡς χειρὶ δρεπόμενα καὶ ψωχόμενα. ὁποῖα τὰ ἐκ ληΐων καὶ λοιπῶν σπορίμων. Ἀλκμὰν δέ φασι χίδρα οἶδε, τοὺς ἑφθοὺς πυρούς. Τὸ δὲ ἀμφὶς, ἀντὶ τοῦ κύκλῳ. ἵνα ἡ ἀγορὰ εἴη πάντοθεν καλὴ διὰ τὸ ἐσκευάσθαι εἰς ποσιδήϊον. Ῥυτοὶ δὲ λίθοι, οἱ ἑλκυστοὶ διὰ τὸ μέγεθος. Κατωρυχέες δὲ, οἱ κατορωρυγμένοι, ὅ ἐστιν εὖ τεθεμελιωμένοι. ἢ ὧν τὸ μὲν, κατορώρυκται. τὸ δὲ, ὑπερφαίνεται. Τὰ δὲ τῶν νηῶν ὅπλα ἑρμηνεύων, ἔφη πείσματα περὶ ὧν καὶ προεῤῥέθη. καὶ σπεῖρα, ἤγουν ὑφάσματα ἐξ ὧν τὰ ἱστία. ἣ σπεῖρας διʼ ὧν αἱ σπεῖρας διʼ ὧν αἱ νῆες ἕλκονται. ἢ διʼ ὧν οἱ τροχίλοι δεσμοῦνται. Τὸ δὲ καὶ ἀποξύνουσιν ἐρετμὰ, δύναται μὲν ταυτὸν τῷ λεπτύνουσιν ἢ καὶ ἀποξύουσι. σχήματος δὲ ἔχει ἐναλλαγήν. εἶχε γὰρ εἰπεῖν, πείσματα καὶ σπεῖρα καὶ ἐρετμά. ὁ δὲ, ἀνελπίστως ἔφρασε μετὰ καὶ ῥήματος, περιαιρῶν τῆς φράσεως τὸ ὁμοειδές. Ἐν δὲ τῷ, ἀλλʼ ἱστοὶ, ὅρα ὡς ἦν μὲν τῷ ποιητῇ, φράσαι καλῶς ὅτι οὐ μέλλουσι τοῖς Φαίαξιν ὀϊστοὶ ἀλλʼ ἱστοί. ὁ δὲ, τὸ σεμνότερον ἐπιλεξάμενος, εἶπεν ὡς οὐ μέλει αὐτοῖς βιός. ἵνα μὴ κάλλος ἐπιτηδεύσητο ἄκαιρον. Σημείωσαι δὲ καὶ ὡς εἴπερ οὕτως οἱ Φαίακες ἀπόλεμοι, οὐδʼ ἂν ἡ βασιλικὴ παῖς δαΐφρονα τὸν πατέρα καλοίη, ὡς δαΐα φρονοῦντα. ὡς φρόνιμον δὲ ἀπὸ μαθήσεως καὶ συνεθισμοῦ. Τὸ δὲ αἷς ἀγαλλόμενοι, ἀγάλματα καὶ τοῖς Φαίαξι τὰς νῆας ὑποβάλλει κατὰ τὸ Ὁμηρικὸν ἔθος εἰπεῖν. Ὅτι μιμούμενος ὁ ποιητὴς τὸ τοῦ δήμου ἀτάσθαλον βωμολόχον καὶ ὡς αὐτός φησιν ὑπερφίαλον, κωμικεύεται κατὰ τῆς Ναυσικάας. πλάττων αὐτὴν κατὰ ἠθοποιΐαν, λέγουσαν ὡς εἴποι ἄν τις κακώτερος ἤγουν κακὸς δυσγενὴς ἀντιβολήσας. τίς δʼ ὅ δὲ Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε ξεῖνος. ποῦ δέ μιν εὗρε. πόσις νύ οἱ ἔσσεται αὐτῇ. ἢ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν. ἢ τίς οἱ εὐξαμένη πολυάρητος θεὸς ἦλθεν οὐρανόθεν καταβάς. ἕξει δέ μιν ἤματα πάντα. βέλτερον εἴ κʼ αὐτή περ ἐποιχομένη πόσιν εὗρεν ἄλλοθεν. ἦ γὰρ τούς δέ γʼ ἀτιμάζει κατὰ δῆμον Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί. Καὶ ταῦτα εἰποῦσα ἡ κόρη, ἐπάγει. ὣς ἐρέουσιν. ἐμοὶ δʼ ἂν ὀνείδεα ταῦτα γένοιτο. τὰ δὲ τοιαῦτα ὀνείδη, καὶ φῆμιν ἀδευκέα πρὸ τούτων εἶπε καὶ μῶμον. ἔφη γάρ. τῶν ἀλεείνω φῆμιν ἀδευκέα μή τις ὀπίσσω μωμεύῃ. μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον. Καὶ ὅρα ἐν τούτοις τὸ φῆμιν. οὗ καθὰ καὶ ἐν ἄλλοις ἐγράφη, διὰ τοῦ ἰῶτα τὸ τέλος ὡς ἀπὸ εὐθείας τῆς, ἡ φῆμις ὡς ἡ μῆνις. Ἀδευκὴς δὲ καὶ νῦν, ἢ ἡ ἀδόκητος παρὰ δέκω, ἢ ἡ δακνηρὰ τὸ καὶ πικρά. ἵνα λέγηται φῆμις ἀδευκὴς ὡς καὶ καπνὸς ἀδευκής. Τὸ δὲ εὗρεν, ἀστείως ἔχει ῥηθὲν ὡς ἐπὶ ἑρμαίου τινός. εὕρημα γὰρ, τὸ κατὰ τύχην ἀγαθόν. δὶς δὲ τοῦτο ἔφη ἐνταῦθα, διὰ τὸ καίριον. Καὶ ὅρα ὡς ἐντεῦθεν ἡ κόρη ἀρξαμένη, ἀντισεμνύνει τὸν Ὀδυσσέα ἐφʼ οἷς πρὸς ἐκείνου προεπηνέθη. καὶ εἰποῦσα εὐτυχῶς αὐτὸν εὑρεῖν εἰς ἄνδρα. εἶτα καὶ θεῷ αὐτὸν εἰκάζει, ὡς ἐκεῖνος αὐτὴν θεᾷ τῇ Ἀρτέμιδι. καὶ καλὸν καὶ μέγαν τὸν Ὀδυσσέα λέγει, ὡς ἐκεῖνος αὐτὴν τοῦ εἴδους καὶ τοῦ μεγέθους. καὶ τῆς φυῆς ἐθαύμασε. μετʼ ὀλίγα δὲ, καὶ ἥρωα προσφωνεῖ. καὶ οὕτως ὃν ἔρωτα εἶχεν εἰς νοῦν, ἀνεκάλυψε κατὰ θαυμασίαν μέθοδον ὡς ἄλλου τινὸς δῆθεν τοιαῦτα ἐροῦντος. ἄλλως γὰρ, ἀνέκφορος ἦν ἤδη δὲ καὶ ἑαυτὴν πάνυ συνιστᾷ εἰ οὕτως ἐστὶν ἀξιέραστος ὡς μὴ μόνον πολλοὺς αὐτὴν μνηστῆρας Φαίακας ἔχειν ἀλλʼ ἔχειν τι καὶ θεοῦ ἐφολκόν. Τὸ δὲ οὔ τινες ἐγγύθεν εἰσὶ, πρὸς θάμβος καὶ τερατείαν ἐῤῥέθη. ἄλλως γὰρ, ἀντικρὺ τῆς Ἠπείρου κείμενοι, ἐγγυτάτω εἶχον τοὺς Ἠπειρώτας οἱ Φαίακες. Σημείωσαι δὲ καὶ ὡς ἀφόρητον κακὸν τοὺς τοῦ δήμου καὶ ἡ βασιλικὴ αὕτη παῖς οἶδε, μὴ δὲ τῶν μειζόνων φειδομένους ἐν καιρῷ. Ὅτι γνώμη παιδευτικὴ τὸ, καί δʼ ἄλλῃ νεμεσῶ ἥτις τοιαῦτά γε ῥέζοι, τουτέστιν. ἥτʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων, ἀνδράσι μίσγεται ὅ ἐστι σύνεστι, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν. ἤγουν πρὶν φανερῶς ἄνδρα λαβεῖν. ἐπεί τοι μετὰ γάμον, οὐ κεκώλυται καὶ ἑτέροις ἀνδράσι μίσγεσθαι ἐμφανιζομένας, ὃ καὶ ἡ Ἑλένη πρὸ βραχέων ἐποίησε. καὶ ἡ Πηνελόπη δέ. καὶ ἄλλως δὲ, μιχθήσονται ὅ ἐστι παρέσονται καὶ παρθένοι ἀνδράσιν ἐνώπιον γονέων. ὡς ἡ Ναυσικάα ἐν τοῖς ἑξῆς παρέσται καὶ ἐν ἐπηκόῳ προσφωνήσει τὸν Ὀδυσσέα, ἕτερον μέντοι τοῦτο μίσγεσθαι. ὁ δὲ ποιητὴς ἐνταῦθα φησὶν ἀνδράσι μίσγεσθαι οὐκ ἂν τολμήσῃ παρθένος, ὄντων ὅ ἐστι ζώντων τῶν τεκόντων. οὓς φίλους κατʼ ἐξοχὴν καλέσας, ἐπήγαγε πρὸς ἑρμηνείαν τὸ, πατρὸς καὶ μητρός. Τὸ δὲ νεμεσῶ, νῦν μὲν, ἐνεργητικῶς ἐξεφωνήθη. τὰ πλείω δὲ, παθητικῶς λέγεται. Ὅτι ὁ συμβουλευόμενός τινι περὶ τῆς οἴκαδε πομπῆς, ἐρεῖ. ξεῖνε, σύ δʼ ὧδʼ ἐμέθεν ξυνίει ἔπος ὄφρα τάχιστα πομπῆς καὶ νόστοιο τύχῃς. Καὶ ὅρα τὸ, ξυνίει ἔπος, αἰτιατικῇ συνταχθέν. δῆλον δʼ ὅτι καὶ γενικῇ συντάσσεταί ποτε Ἀττικῶς. Ὅτι ἀγλαὸν ἄλσος Ἀθηνᾶς ὑπογράφων, οὕτω φησί. δήομεν ἀγλαὸν ἄλσος Ἀθήνης, αἰγείρων. ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών. ἔνθα τεθαλυῖαν ἀλωὴν καὶ τέμενος εἶναι τοῦ Ἀλκινόου ἡ κόρη φησὶν, ἐγγὺς τῆς πόλεως. Ἔστι δὲ τέμενος, ἰδιαίτατος τόπος περιωρισμένος καὶ οὕτως ἀποτετμημένος τῶν ἐγγύς. τέμενος γὰρ ἐπὶ ναοῦ, οἱ μεθʼ Ὅμηρον οἴδασιν. ὁ δὲ ποιητὴς οὐδὲ ἱερὸν ἁπλῶς τόπον λέγει τὸ τέμενος, ἀλλὰ τὸν κατὰ ἀποτομὴν ὄντά τινος. Τὸ δὲ ἄλσος, Αἰολικὴ λέξις ἀπὸ τοῦ ἄλλω ἄλσω. διὸ καὶ ψιλοῦται. ψιλωτικοὶ γὰρ ὥσπερ Ἴωνες, οὕτω καὶ Αἰολεῖς. Ἐν δὲ τῷ, Ἀθήνης, λείπει τὸ ἱερόν. προϊὼν οὖν φησὶν ἐντελῶς, κλειτὸν ἄλσος ἵκοντο ἱρὸν Ἀθηναίης. Αἰγείρων δὲ τὸ ἄλσος, ἐπεὶ κατὰ τοὺς σοφοὺς μεγαλοπρεπέστερον τὸ τῶν ἀειθαλῶν καὶ ἀκάρπων φυτῶν κτῆμα. Τὸ δὲ νάει, πρωτότυπόν ἐστι τῶν Νηΐδων καὶ τοῦ νάματος καὶ τοῦ Νηρέως καὶ τῶν τοιούτων. Ἐν δὲ τῷ, ἀμφὶ δὲ λειμὼν, λείπει τὸ ἐστίν. οὐ γὰρ δήπου τὸ νάειν προσαρμόττει καὶ τῷ λειμῶνι. Ὅτι κεῖται καὶ ἐνταῦθα χρόνος ἐπὶ ὀλιγίστου ἐν τῷ, ἔνθα καθεζόμενος, μεῖναι χρόνον εἰσόκεν ἡμεῖς ἄστυδε ἔλθωμεν, ὃ πάνυ ἦν ἐγγυτάτω. Ὅτι ἐν τῷ, ἐπὰν ἡμᾶς ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι, ἀντὶ τοῦ στοχάζεσθαι κεῖται τὸ ἔλπεσθαι. Ὅτι ἐνδόξου ἀνθρώπου δώματα ὑπογράφει τὸ, ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί. καὶ ἂν πάϊς ἡγήσαιτο νήπιος. οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται τὰ τῶν ἄλλων. τοῦτο δὲ ὡς οἷον προαναφωνητικῶς εἶπε. νεάνιδι γὰρ εἰκασθεῖσα ἡ Ἀθηνᾶ, δείξει τῷ Ὀδυσσεῖ τὰ τοῦ βασιλέως δώματα. οὕτω γὰρ ἐχρῆν, ἵνα μὴ τελείῳ προσώπῳ περιτυχὼν ὁ ξένος καὶ ἀλήτης, λόγους δώσει τῷ ποιητῇ ἔξω καιροῦ. διὸ οὐδὲ ἡμέρας οὔσης εἰσέρχεται τὴν πόλιν Ὀδυσσεὺς, ἀλλὰ μετὰ δύσιν ἡλίου. ὡς ἂν μή τινι περιτυχὼν ἢ θεαθεὶς, πράγματα ἕξει ἐν μὴ δέοντι. κερτομούμενος κατὰ τὸν ποιητὴν ἢ ἐρωτώμενος. Τὸ δὲ καὶ ἂν πάϊς ἡγήσαιτο, Ἀττικὸς ἀνὴρ συναλείψας, κἂν πάϊς ἐρεῖ. καθὰ καὶ Σοφοκλῆς τὸ, καὶ ἂν ἐξέπραξεν εἰ κατημέλησʼ ἐγὼ, κἂν ἐξέπραξεν ἔφη. Ὅτι τὸ ὅτε εἰσέλθῃς περιφράζων, φησίν. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή. ἔστι δὲ τὸ κεκύθωσιν ἤτοι κρύψωσιν, ἢ δεύτερος ἀόριστος ἐκ τοῦ κεύθω ἔκυθον καὶ Ἰωνικῶς κέκυθον, ἢ μέσος παρακείμενος τοῦ αὐτοῦ ῥήματος καθʼ ὁμοιότητα τοῦ ἐληλύθωσιν. Ὅτι ὡς καὶ προεγράφη ἀφελῶς κατὰ ἀρχαϊσμὸν ἡ Ἀρήτη κάθηται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ, ἠλακάτα στρωφῶσα, ὡς καὶ τοῦτο προεδηλώθη, ἁλιπόρφυρα. θαῦμα ἰδέσθαι. κίονι κεκλιμένη. δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν. ἔνθα καὶ ὁ τοῦ Ἀλκινόου θρόνος ποτὶ κέκλιται αὐγῇ ἢ αὐτῇ. τῷ, ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὣς, κατὰ τὸν τῆς κόρης λόγον. ἣ μηδὲν ὑψηλὸν φρονοῦσα, ἀθανάτῳ εἰκάζει τὸν τρυφῶντα πατέρα ὡς δῆθεν θεῖον ὂν τὸ τοιοῦτον. Αὐγὴν δέ φασι πυρὸς λέγει, τὸν φωτιζόμενον τόπον ὑπὸ πυρός. Τὸ δὲ κεκλίσθαι ὅτι οὐ μόνον ἀνάκλισιν ἀλλὰ καὶ περιοχήν τινα δηλοῖ, πολλαχοῦ τῆς ποιήσεως φαίνεται. Περὶ δὲ ἐσχάρας ᾗ παρώνυμος ὁ κοινῶς παρεσχαρίτης λεγόμενος, δηλοῦται μὲν καὶ ἐν ἄλλοις. ἐνταῦθα δὲ, μνηστέον τοῦ εἰπόντος ὅτι βωμὸς μὲν, ὁ προσβάσεις ἔχων. ἐσχάρα δὲ, ἡ πρὸς βιωτικὴν γινομένη χρῆσιν ἐπὶ γῆς. τὰ δὲ πολυτελῆ φησιν, ἑστίαι. μέγαρον δὲ, περιῳκοδομημένον ἐστὶ, καὶ σημαίνει οἶκον. γράφεται δὲ καὶ ἱστία διὰ τοῦ ἰῶτα ὡς ἐν τοῖς ἑξῆς φανεῖται, καὶ διὰ τοῦ ε. ὅθεν ὁ ἄοικος, ἀνέστιος. Ἑστία δέ φησι, καὶ σωματοειδὴς θεὰ, ἡ καὶ διὰ τοῦ ι οἷον. Ἱστίην καὶ Δήμητραν καὶ Ἶριν χρυσοπέδιλον. Νεάνθης δέ φασιν ὁ Κυζικηνὸς, λέγει ὡς βωμοὶ μὲν, δαιμόνων. ἐσχάραι δʼ, ἡρώων. Σοφοκλῆς δὲ, καὶ ἀντὶ βωμοῦ οἶδεν ἐσχάραν. λέγει δὲ καὶ Εὐριπίδης, μηλοσφαγεῖ τε δαιμόνων ἐπʼ ἐσχάραις. ὅτι δὲ καὶ ἕλκους ἐσχάρα τροπικῶς, ἀλλαχοῦ ἐῤῥέθη. καὶ ὅτι αἱ εἰρημέναι προσβάσεις, ἐτυμολογοῦσι τοὺς βωμούς. καὶ ὅτι ἡ πρόσγειος ἐσχάρα, καὶ βαῦνος λέγεται εἰσέτι καὶ νῦν, ἀφʼ ἧς ὁ βάναυσος. εἰ δὲ ἡ θυτικὴ ἐσχάρα παρὰ τὸ ἔχειν ἀρὰς παρῆκται, ζητητέον καὶ αὐτὸ ἑτέρωθι. οἰκονομικῶς δὲ πλάττει ὁ ποιητὴς ἐπʼ ἐσχάρῃ νῦν καθῆσθαι ἀπεριέργως τοὺς βασιλεῖς. ἵνα αὐτόματος ἐπελθὼν Ὀδυσσεὺς, ἐντύχῃ αὐτοῖς καὶ ἱκετεύσῃ. παραμειψάμενος μὲν κατὰ τὴν συμβουλὴν τῆς κόρης, τὸν πατέρα μητρὸς δὲ περὶ γούνασι χεῖρας βαλών. ὅ ἐστι περιφραστικῶς, γουνασάμενος. ἵνα φησὶ, νόστιμον ἦμαρ ἴδηαι χαίρων, καρπαλίμως. εἰ καὶ μάλαπερ τηλόθεν ἐσσί. Καὶ ὅρα ὡς τῇ γυναικί, ἐφʼ οἷς δέον ὁ Ἀλκίνοος εἰς τὰ μάλιστα πείθεται. ὡς δὲ καὶ τιμᾷ ἐκεῖνος τὴν γυναῖκα καὶ ὡς εὐλόγως, ἡ ἐφεξῆς ῥαψῳδία ἐρεῖ. Ὅτι ἐν τῷ, αἱ δὲ, τουτέστιν αἱ ἡμίονοι εὖ μὲν τρώχων εὖ δὲ πλίσσοντο πόδεσσι, τὸ μὲν τρώχων, ἀντὶ τοῦ ἔτρεχον, ἀπὸ τοῦ τρωχῷ. οὗ ἡ γραφὴ, ὁμοία τῷ στρωφῶ καὶ τρωπῶ καὶ τοῖς ὁμοίοις. Τὸ δὲ πλίσσοντο, λέξις μέν ἐστιν Ἰωνική. κατὰ δὲ τοὺς πλείονας, Δωρική. δηλοῖ δὲ, τὸ βηματίζειν καὶ μεταφέρειν σκέλος παρὰ σκέλος. ὅθεν καὶ πλὶξ, τὸ βῆμα. τὸ δʼ αὐτὸ, καὶ πλίγμα. καὶ πλίξας, ὁ βηματίσας. καὶ περιπεπλιγμένον, τὸ περιβεβηκός. καὶ ἀπεπλίξατο, τὸ ἀπέβη, παρὰ τῷ κωμικῷ ἐν Ἀχαρνεῦσι. καὶ Ἱπποκράτης δέ φασι πλίγμα λέγει, τὸ μεταξὺ τῶν μηρῶν διάστημα. ὅθεν καὶ διαπεπλίχθαι, τὸ περιπλέκειν τοὺς πόδας. ἔστι δὲ τὸ μὲν τροχάζειν, συντόνου κινήσεως. ἑτεροίας δὲ, τὸ πλίσσεσθαι πόδεσσιν. ἵνα λέγῃ τὰς ἡμιόνους, ἀγαθὰς εἶναι καὶ τρέχειν καὶ ἄλλως δὲ ἁπλῶς βαδίζειν. Ὅτι νόῳ ἐπέβαλλεν ἱμάσθλην ἡ κόρη, τουτέστι, φρονίμως ἡνιόχευεν ὅπως ἅμα ἕποιντο οἱ πεζοί. καὶ ἄλλως δὲ ἡ κόρη νόῳ ἱμάσσει, ὡς μετροῦσα τὴν ὥραν. ἵνα πρὸς ἑσπέραν εἰς τὴν πόλιν ἔλθῃ ὡς καὶ μετʼ ὀλίγα ῥηθήσεται. Ἡ δὲ ἱμάσθλη, γίνεται μὲν παρὰ τὸν ἱμάντα ἐξ οὗ ἴσως κατὰ ἀφαίρεσιν τῆς ἀρχούσης, καὶ ὁ μεμαλαγμένος λῶρος. λέγεται δὲ πολυωνυμίας λόγῳ, καὶ μάστιξ ἡ αὐτὴ, ἔτι δὲ καὶ κέντρον. ἀφʼ οὗ ἵπποι κεντρηνεκέες. ἀνάπαλιν αὐτοὶ ὄντες τοῖς δίχα κέντροιο θέουσι. τοιούτου δὲ κέντρου, σύνθετον καὶ τὸ βούκεντρον, ἑτεροῖον μέντοι παντελῶς αὐτό. πρὸς ὅπερ ὁ ἀντιβαίνων βοῦς, λακτίζειν πρὸς κέντρα λέγεται. δῆλον δʼ ὅτι καὶ ἐπὶ ἀνδρείου μορίου κωμικεύεται τὸ κέντρον, ὡς δηλοῖ τὸ, εἰς οὐχʼ ὁσίην τρυμαλίην τὸ κέντρον ὠθεῖ. Ὅτι πρὸς τὸν δυσωπούμενον ἄρτι γοῦν ἐλεῆσαι εἰ καὶ μὴ πρὸ τούτου ἐπείθετο, εἰκὸς ῥηθῆναι τὸ, κλῦθί μοι ὁ δεῖνα. νῦν δή περ μου ἄκουσον, ἐπεὶ πάρος οὔποτʼ ἄκουσας ῥαιομένου, ὅτε μʼ ἔῤῥαιεν ὁ δεῖνα. δὸς δέ με φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν. ὃ δή τις καὶ ἐν Ἰλιάδι ἱκετεύων εὔξατο, ἐθέλων καὶ φιληθῆναι καὶ ἐλέους τυχεῖν. Ὅτι τὸ, οὔπω φαίνετο ἐναντίη, ἀντὶ τοῦ, οὐ παρίστατο ἐναργὴς, ἀλλὰ πόῤῥωθεν ἐβοήθει. περὶ Ἀθηνᾶς δὲ ὁ λόγος. Ὅτι τὸ ζαφελῶς μενεαίνειν, ἐχρῆν μὲν βαρύνεσθαι ὡς ἀπὸ βαρυτόνου ὀνόματος τοῦ ζάφελος, καθὰ καὶ ἐν Ἰλιάδι γέγραπται. ἐπεκράτησε δὲ ἡ τοῦ Ἀριστάρχου ἐπὶ τῷ περισπασμῷ ἀρέσκεια. διατί δὲ τῷ Ποσειδῶνι ζαφελῶς μενεαίνοντι κατὰ Ὀδυσσέως ἡ Ἀθηνᾶ οὐκ ἀντέστη, Εὐριπίδης ἐξ Ὁμήρου κερδήσας, λύει σαφέστερον ἐν τῷ κατʼ αὐτὸν Ἱππολύτῳ. ἔνθα ἡ Ἄρτεμις ἔθος εἶναι θεοῖς φησι, μὴ ἀντικαθίστασθαι ἀλλήλοις ὅτέ τινα βλάπτουσι, κἂν ὁ φίλτατος ἀνθρώπων εἴη. καθὰ καὶ αὐτὴ οὐκ ἀντέπραξε τῇ Ἀφροδίτῃ ἐφʼ οἷς ἐθανάτου τὸν φίλον Ἱππόλυτον.