ΥΠΟΘΕΣΙΣ ΤΗΣ Π. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.
Ἐλθόντος εἰς τοὺς ἀγροὺς Τηλεμάχου, πέμπεται Εὔμαιος εἰς τὴν πόλιν ὀφείλων ἐπαγγεῖλαι τοῦ δεσπότου τὴν παρουσίαν. γίνεται δὲ ἐν τοῖς ἑξῆς Ὀδυσσέως πρὸς τὸν υἱὸν ἀναγνωρισμὸς κατὰ βούλησιν Ἀθηνᾶς καὶ τῶν ἐπὶ τὴν ἐνέδραν Τηλεμάχου τεταγμένων ἐπὶ τὴν πόλιν ὑποστροφή. ΟΔΥΣΣΕΙΑΣ Π. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.
Ὅτι ἀναγνωρισμὸς Ὀδυσσέως ἡ ῥαψῳδία αὕτη ἐπιγέγραπται. ἀνεγνωρίσθη γὰρ ἀναγκαίως ἐνταῦθα τῷ υἱῷ Τηλεμάχῳ, ἵνα προβουλεύσωνται. Ὅτι τὸ, ἐντύνοντʼ ἄριστον ἅμα ἠοῖ κηάμενοι πῦρ, δεῖπνον δηλοῖ σκευάζεσθαι τῷ Εὐμαίῳ καὶ τῷ Ὀδυσσεῖ. διὸ καὶ πρὸ ὀλίγων ἐῤῥέθη τὸ, ἅμα ἠοῖ φαινομένῃ δειπνήσας. ταυτὸν οὖν ἐνταῦθα δεῖπνον καὶ ἄριστον συνωνυμίας λόγῳ, γενόμενα τὸ μὲν παρὰ τὸ δεῖ πονεῖν, τὸ δὲ παρὰ τὸ ἄρην τηνικαῦτα συνίστασθαι, ὥς περ αὖ πάλιν ἑσπέρας δόρυ παύεται, τουτέστι πόλεμος, κατὰ τὸ, ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι. Σημειοῦνται δὲ οἱ παλαιοὶ ὅτι ἅπαξ ἐνταῦθα ἡ τοῦ ἀρίστου λέξις εἴρηται καὶ ἅπαξ ἐν Ἰλιάδι, καὶ ἐλέχθη περὶ τούτου καὶ ἐκεῖ. Ἰστέον δὲ ὅτι ἐν τοῖς τοῦ Ἀθηναίου φέρεται περὶ ἀρίστου καὶ δείπνου καὶ τῶν τούτοις ὁμοστοίχων καὶ τοιαῦτα τινά. ἄριστον, τὸ ἀκράτισμα, ἤγουν τὸ πρωϊνὸν ἔμβρωμα, ὃ ἡμεῖς ἀκρατισμόν, φησι, καλοῦμεν διὰ τὸ ἐν ἀκράτῳ βρέχειν καὶ προσίεσθαι ψωμούς. προφέρει δὲ ὁ αὐτὸς καὶ χρήσεις, ἐν αἷς καὶ τὸ, ἀκρατιοῦμαι μικρὸν εἶθʼ ἥξω πάλιν. λέγει δὲ καὶ ὅτι Φιλήμων τροφαῖς τέσσαρσι χρᾶσθαι φησὶ τοὺς παλαιοὺς, ἀκρατίσματι, ἀρίστῳ, ἑσπερίσματι, δείπνῳ· καὶ ὅτι τὸν μὲν ἀκρατισμὸν διανηστισμὸν ἐκεῖνοι ἔλεγον, τὸ δὲ ἄριστον δορπηστὸν, τὸ δὲ δεῖπνον ἐπιδορπίδα. ἔστι δέ, φησιν, ἡ τάξις τῶν ὀνομάτων καὶ παρʼ Αἰσχύλῳ, ἐν οἷς παράγει τὸν Παλαμήδην λέγοντα οὕτω· σῖτον δʼ εἰδέναι διώρισα, ἄριστα δεῖπνα δόρπαθʼ αἱρεῖσθαι τρία. τῆς δὲ τετάρτης, φησὶ, τροφῆς οὕτω μέμνηται Ὅμηρος· ἔρχεο δειελιήσας, ὃ καλοῦσι τινὲς δειλινὸν βρῶμα, μεταξὺ ὂν τοῦ ὑφʼ ἡμῶν λεγομένου ἀρίστου καὶ δείπνου. ὅτι δὲ τοῦτο ἤγουν τὸ δειελιήσας ἀντιλέγεται ὡς μὴ δηλοῦν τετάρτην τροφὴν, ἐπεὶ μηδὲ οἶδεν Ὅμηρος τροφὰς ἐφʼ ἑκάστης ἡμέρας τέσσαρας, ἐν τοῖς ἑξῆς που ῥηθήσεται. ὁ δὲ Ἀθήναιος λέγει καὶ ὡς ἄριστον μέν ἐστι τὸ ὑπὸ τὴν ἕω λαμβανόμενον, δεῖπνον δὲ τὸ μεσημβρινὸν, ὃ ἡμεῖς ἄριστον φαμέν· δόρπον δὲ τὸ ἑσπερινόν. ἐπὶ δὲ τούτοις ἐπικρίνει συνωνυμεῖν τὸ ἄριστον τῷ δείπνῳ ἐξ Ὁμηρικῆς χρήσεως ὡρμημένος. Ὅτι τὸν Τηλέμαχον ἐλθόντα περίσαινον κύνες ὑλακόμωροι, οὐδʼ ὕλαον προσιόντα. ἐνόησε δὲ ὁ ἐμφρόντις Ὀδυσσεὺς σαίνοντάς τε κύνας, περὶ δὲ κτύπος ἦλθε ποδοῖϊν, ἤγουν περιῆλθεν αὐτὸν ὁ κτύπος τῶν ποδῶν τοῦ υἱοῦ. οὕτω καὶ ὁ γέρων Νέστωρ ἐν Ἰλιάδι νοεῖ πρὸ τῶν ἄλλων τὸ ἐλπιζόμενον, ὅτε φησὶν ἐκεῖνος, ἵππων μʼ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει. καὶ εἰκότως ταῦτα. ἐκεῖ τε γὰρ ὁ Νέστωρ ἐφʼ οἷς ἐλπίζει ἐγρήγορε. καὶ νῦν δὲ ὁμοίως ὁ Ὀδυσσεὺς προσδοκῶν τὸν υἱόν. διὸ καὶ λέγει πρὸς Εὔμαιον· ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ ἑταῖρος, ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχʼ ὑλάουσιν ἀλλὰ περισαίνουσι. ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω, ὃν κτύπον ἀνωτέρω ἔφη ὡς ταυτὸν ὂν οὕτως ἢ οὕτως εἰπεῖν. οὐκ ἔχει δὲ καιριωτέραν ἐπὶ κυνῶν λέξιν εἰπεῖν τοῦ σαίνειν καὶ τοῦ ὑλάειν, ἐξ οὗ παράγωγον τὸ ὑλάσσειν καὶ τὸ ὑλακτεῖν. ὧν ἀγριώτατον μὲν ἡ ὑλακὴ, ἐξ οὗ κύνες ὑλακόμωροι, ὡς προδεδήλωται· πραῢ δὲ τὸ σαίνειν, παραχθὲν ἐκ τοῦ τὸ οὐραῖον τηνικαῦτα σείεσθαι. ἀπὸ γὰρ τοῦ σέω, σῶ, ἐξ οὗ τὸ σείω, ἐξ αὐτοῦ καὶ τὸ σαίνω, κυριολεκτούμενον μὲν ἐπὶ κυνῶν, ἤδη δὲ καὶ ἐπὶ ἑτέρων ζῴων, μεταφερόμενον δὲ τροπικῶς καὶ εἰς τοὺς ὑπούλους καὶ κολακικοὺς, ἔτι δὲ καὶ εἰς τοὺς λαιθάργως δάκνοντας. Ἰστέον δὲ ὅτι ἐκ τοῦ, ὡς ἐῤῥέθη, σέω, οὗ παράγωγα τὸ σείω καὶ τὸ σαίνω, προῆλθε καὶ τὸ σήθω, ἀφʼ οὗ καὶ σητάνειος ἄρτος, καὶ τηλία, ἧς χρῆσις καὶ παρὰ τῷ κωμικῷ. ἐκεῖθεν δὲ καὶ τὸ σόω, οὗ σύνθετον παράγωγον ὁ λαοσσόος Ἄρης, ὅ περ εἰκὸς γενόμενον σούω προσλήψει τοῦ υ σχεῖν ῥῆμα ἐκ κινήσεως Λακωνικὸν τὸ ἀπέσσουα, ἤγουν ἀφώρμησεν, ἀπῆλθεν, ἀπέθανεν. καὶ τὸ σούσθω δὲ παρὰ Σοφοκλεῖ ἐκ τοῦ σόω, θέματος ὥρμηται. σοέσθω γὰρ ἐκεῖθεν καὶ κράσει σούσθω. ἔτι ἐκ τοῦ σέω σῶ ἐκείνου τοῦ πρώτου καὶ τὸ σύω τὸ ὁρμῶ. τοῦ δὲ σαίνειν σύνθετον τὸ σαίνουρον, πρὸς ἀναλογίαν τοῦ λόφουρον, ἴσως δὲ καὶ ὁ σάννας ἢ σάννος ἐξ αὐτοῦ παρῆκται, ὃς ὅτι τὸν εὐήθη σημαίνει, ἀλλαχοῦ ἐγράφη. καὶ τοῦτο μὲν τοιοῦτον. Δῆλον δὲ ὅτι διὰ τὸ, ὡς ἐῤῥέθη, καίριον ἐπέμεινε καὶ τῇ τοῦ σαίνειν λέξει καὶ τῇ τοῦ ὑλάειν. Ὅρα δὲ ὡς τὸ μὲν ὑλακόμωροι ἐκτείνει τὴν ἄρχουσαν, τὸ δὲ ὕλαον καὶ τὸ οὐχʼ ὑλάουσι συστέλλει αὐτήν. Ἰστέον δὲ ὅτι τὸ, ἀλλὰ περισαίνουσιν, ἀναγκαίως πρόσκειται. οὐ γὰρ ἁπλῶς φίλου ἥκοντος σύμβολον τὸ μὴ ὑλάειν τοὺς κύνας, εἰ μὴ καὶ περισαίνουσι. Τὸ δὲ περὶ δὲ κτύπος ἦλθε ποδοῖϊν ἐσχημάτισται. τὸ γὰρ ὀρθὸν καὶ σαφὲς καὶ κοινὸν ἦν τὸ, σαίνοντάς τε κύνας κτύπον τε ποδῶν. ὁ δὲ, ὑποστίξας εἰς τὸ κύνας, ἐπήγαγεν ὡς ἀπὸ ἄλλης ἀρχῆς ἰδικὴν ἔννοιαν τὸ, περὶ δὲ κτύπος ἦλθε ποδῶν. ἔστι δὲ τὸ περιῆλθε ταυτὸν τῷ ἠκούσθη, περὶ αὐτὸν ἦλθε. παρὰ δὲ τοῖς ὕστερον περιελθεῖν λέγεται καὶ τὸ ὑπούλως μετελθεῖν, καὶ τὸ κατεργάσασθαι δὲ, οἷον, περιῆλθε τὸν δεῖνα τὸ φάρμακον. δῆλον δὲ καὶ ὅτι ταυτὸν τὸ, περὶ δὲ κτύπος ἦλθε ποδοῖϊν, καὶ, ποδῶν δʼ ὑπὸ δοῦπον ἄκουσεν. Ἐν δὲ τῷ, ἑταῖρος ἢ καὶ γνώριμος ἄλλος, διορίζει τοῦ ἑταίρου τὸν γνώριμον. καὶ ἴσως μὲν τιμιώτερον ὁ ἑταῖρος τοῦ ἁπλῶς γνωρίμου. ἴσως δὲ καθολικώτερόν τι ὁ γνώριμος, περιέχων τόν τε ἑταῖρον καὶ τοὺς ἄλλους ὁπωσοῦν συνήθεις. ἅπαξ δέ, φασιν, ὧδε ἡ τοῦ γνωρίμου κεῖται λέξις. Τὸ δὲ ἄλλος, ἑτεροιότητα δηλοῖ γνωρίμου καὶ ἑταίρου, καὶ οὐκ ἔστι κατὰ τὸ κοινὸν σύνηθες, οἷον τὸ, οὐχʼ οὗτος ἐστὶν ἀλλὰ ἄλλος, καθʼ ὃ σημαινόμενον μετʼ ὀλίγα κεῖται τὸ, ἠέ τις ἀνδρῶν ἄλλος ἔγημεν, ὃς δὴ ἄλλος ἀντιδιαστέλλεται πρὸς τὸν Ὀδυσσέα. Σημείωσαι δʼ ἐν τοῖς περὶ τοῦ ὑλάειν ῥηθεῖσι καὶ ὅτι τὸ αὐτὸ καὶ ῥάζειν καὶ ῥοίζειν λέγεται. φέρεται γὰρ ἐν ῥητορικῷ λεξικῷ, ὅτι ῥάζειν καὶ ῥοίζειν κυρίως μὲν τὸ ὑλακτεῖν· μετήνεκται δὲ καὶ ἐπὶ τοὺς πικραινομένους καὶ σκαιολογοῦντας. Ὅτι ἀπόβασιν δηλοῖ στοχαστικοῦ λόγου τὸ, οὔ πω πᾶν εἴρηται ἔπος ὅτε τόδε τι γέγονεν, οἷον ἐνταῦθα, ὅτε οἱ φίλος υἱὸς ἔστη ἐνὶ προθύροισιν. ἅμα γὰρ Ὀδυσσεὺς ἔφη ὡς ἥξει τις καὶ εὐθὺς ἐπέστη ὁ Τηλέμαχος. οἷς ἐπάγων τὰ εἰκότα ὁ ποιητὴς φησί· ταφὼν δʼ ἀνόρουσε συβώτης, ὅ περ ἐν Ἰλιάδι ἐπὶ Ἀχιλλέως κεῖται. ἐκ δʼ ἄρα οἱ χειρῶν πέσεν ἄγγεα, τοῖς ἐπονεῖτο κιρνὰς αἴθοπα οἶνον, καθὰ πρὸ τούτων ἐπὶ τῷ Ὀδυσσεῖ δραμόντι σκύτος ἐξέπεσε χειρὸς ὃ μετεχειρίζετο. ὁ δʼ ἀντίος ἤλυθεν ἄνακτος, κῦσε δέ μιν κεφαλὴν καὶ ἄμφω φάεα καλὰ, χεῖράς τε ἀμφοτέρας, ὃ συγκεφαλαιωσάμενος μετʼ ὀλίγα ἐρεῖ· πάντα κύσε περιφύς. Οὐχʼ ὡς δοῦλος δὲ ταῦτα ποιεῖ, δούλων γὰρ οὐκ ἦν ἄμφω φάεα φιλεῖν, οἷα δέ τις καθʼ αἷμα οἰκεῖος, ὡς καὶ ἡ ἐφεξῆς δηλώσει παραβολή· ὁμοιότητα πατρικήν τινα πρὸς Τηλέμαχον παραδεικνῦσα ἐν αὐτῇ. εἰπὼν γὰρ, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ, ἐπιφέρει· ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζει ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ, μοῦνον τηλύγετον, τῷ ἐπʼ ἄλγεα πολλὰ μογήσοι ἤγουν ἐμόγησεν, ὣς τότε Τηλέμαχον θοειδέα δῖος ὑφορβὸς πάντα κύσε περιφὺς ὡς ἐκ θανάτοιο φυγόντα, καὶ δὴ ὀλοφυρόμενος προσεῖπεν ἀφελῶς τὸ περιφερόμενον· ἦλθες Τηλέμαχε γλυκερὸν φάος. οὔ σε ἔγωγε ὄψεσθαι ἐφάμην ἐπεὶ ᾤχεο νηῒ Πύλονδε· ἀλλʼ ἄγε νῦν εἴσελθε φίλον τέκος καὶ ἑξῆς. Καὶ ὅρα ὡς πάνυ τὰ τῆς ῥηθείσης παραβολῆς ηὔξηται. παῖδα γὰρ ὑποτίθεται πρὸς ἔνδειξιν πολλῆς φιλοστοργίας, καὶ αὐτὸν φιλούμενον πατρὶ καὶ ἐκ γῆς ἀλλοδαπῆς ἐλθόντα καὶ μετὰ πολυετῆ ἀποδημίαν καὶ μόνον ὄντα τῷ πατρὶ, τυχὸν δὲ καὶ μεθʼ ὃν οὐκέτι ἐλπὶς τεκεῖν καὶ πεπαιδευμένον. τοιοῦτος γὰρ παῖς, ἐφʼ ᾧ πολλὰ μογήσει πατήρ. ὡς οὖν τοιούτῳ υἱῷ προσφέρεται πατὴρ ἐπανελθόντι, οὕτω καὶ ὁ Εὔμαιος διετέθη ἐπὶ τῷ Τηλεμάχῳ. διὸ οὐ μόνον ἐλευθέρια φιλεῖ, ἀλλὰ καὶ φίλον τέκος καλεῖ. καιρία δὲ λέξις ὡς ἐν ποιήσει καὶ τὸ κύσεν ἀντὶ τοῦ ἐφίλησε, διὸ καὶ δὶς αὐτῇ μόνος ἐνταῦθα χρῆται. τὸ μέντοι φιλεῖν τῇ ὁμωνυμίᾳ σχιζόμενον εἰς διάφορα οὐχʼ οὕτω φιλεῖ λέγειν ὁ ποιητής. Σημείωσαι δὲ ὅτι ἐν μὲν τῷ, κῦσε δέ μιν κεφαλὴν, ἐκτείνει τὸ κῦσε τὴν παραλήγουσαν. ἐν δὲ τῷ, πάντα κύσε, συστέλλει αὐτήν. Ἰστέον δὲ καὶ ὅτι ἐκ τοῦ, οὔ πω πᾶν εἴρητο ἔπος ὅτε τόδε γέγονε, λαβόντες οἱ μεθʼ Ὅμηρον ἔγραψαν παροιμίας τοιαύτας εὐτραπέλους, πρὶν ὀπτῆσαι τὰ ἄλευρα, ἤγουν τὰ ἄλφιτα τοῖς ὀπτωμένοις ἐπιπασσόμενα, καὶ, πρὶν τοὺς ἰχθῦς ἑλεῖν, σὺ τὴν ἅλμην κυκᾷς, καὶ, πρὶν ἐσφάχθαι δέρεις. Ὅρα δὲ τὸ κιρνὰς οἶνον ἀντὶ τοῦ κιρνῶν ἐπιλεγὲν ὡς ποιητικώτερον. ἄλλως γὰρ οὐκ ἐκώλυεν εἰπεῖν κιρνῶν αἴθοπα οἶνον. θέμα δὲ αὐτοῦ τὸ κίρνημι, οὗ παρατατικὸς, ἐκίρνην, ἡ μετοχὴ, κιρνὰς καὶ συνανακιρνάμενος. Τὸ δὲ κῦσε δέ μιν κεφαλὴν καὶ ἑξῆς, σχῆμα ἐστὶ συνηθέστατον Ὁμήρῳ, καὶ ἔχει αὐτὸ συντάξεις τρεῖς· ἢ γὰρ ἔκυσεν αὐτοῦ κεφαλὴν καὶ φάεα, ἢ ἔκυσεν αὐτὸν κατὰ κεφαλὴν καὶ φάεα, ἢ ἔκυσεν αὐτὸν, ἤγουν τὴν κεφαλὴν καὶ τὰ φάη. φιλεῖ δέ τινος ὀφθαλμοὺς ὁ γλυκερὸν φάος ἐλθεῖν αὐτὸν λέγων. Τίς δὲ ἡ ἀπία γῆ, καὶ ἀλλαχοῦ δηλοῦται. Τὸ δὲ δεκάτῳ ἐνιαυτῷ, ἁπλῶς παρέῤῥιπται κατὰ τέλειον ἀριθμὸν, εἰ μὴ ἄρα ὁ ποιητὴς ἔφη τοῦτο ὡς πρὸς εἰκόνα τῆς τοῦ Ὀδυσσέως πλάνης. Τὸ δὲ περιφὺς ἀντὶ τοῦ περιπλακεὶς, καὶ ἔστιν ἕτερον τοῦ ἐμφὺς χειρὶ, ἢ ἐμφὺς χείλεσι, καὶ ὅλως μέρει τινί. Τὸ δὲ ὡς ἐκ θανάτοιο φυγόντα, ἑρμηνεύεται ἐν τῷ, οὔ σε ὄψεσθαι ἐφάμην. Ἰστέον δὲ ὅτι τὸ, ἦλθες Τηλέμαχε, γλυκερὸν φάος, οὕτω πεφίληται τοῖς πολλοῖς, ὥστε καὶ παροιμιακῶς ἐπιφωνεῖσθαι φίλοις ἐξ ἀποδημίας ἥκουσιν. Ὅτι φιλοφροσύνης τὸ, ἀλλʼ ἄγε νῦν εἴσελθε φίλον τέκος ὄφρα σε θυμῷ τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα. εἰ δὲ καὶ ἀγροτικῷ ἀνδρὶ ἀστικὸς ἐνδημήσας ὁ τοιοῦτος ἐστὶ, καλὸν εἰπεῖν καὶ τὸ, οὐ μὲν γάρ τι θαμὰ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας, ἀλλʼ ἐπιδημεύεις. ὣς γὰρ δή σοι εὔαδε θυμῷ. Ἔστι δὲ ἐπιδημεύειν τὸ ἐν πόλει διατρίβειν καὶ ὡς εἰπεῖν ἐπὶ τοῦ δήμου· ὅθεν καὶ ἐπίδημος εἴη ἂν ὁ τοιοῦτος, ἀπεναντίας τῷ ἀποδήμῳ καὶ τῷ ἀποδημοῦντι. γίνεται δὲ ἐκ τοῦ ἐπιδημέω πλεονασμῷ τοῦ υ ὁμοίως τῷ, χέω χεύω, δισκέω δισκεύω. Τὸ δὲ εὔαδε δηλοῖ μὲν τὸ ἤρεσκε, γίνεται δὲ παρὰ τὸ ἥδω, ἧδε, καὶ ἐν διαλύσει, ἕαδε, καὶ Αἰολικῶς, εὔαδε· διὸ καὶ ψιλοῦται. Εὐμαίου δὲ οἱ προσεχῶς ῥηθέντες λόγοι, ὃς ἐθέλων συνεχῶς τὸν Τηλέμαχον βλέπειν ὀνειδίζει ἐφʼ οἷς ἐπιδημεύων εὐαρεστεῖται ἀνδρῶν μνηστήρων προσορᾶν ἀΐδηλον ὅμιλον. Περὶ δὲ τοῦ ἀΐδηλον καὶ ἀείδελον ἀρκούντως γέγραπται ἀλλαχοῦ. Σημείωσαι δʼ ἐν τούτοις τὴν φιλοστοργίαν Εὐμαίου, εἴ γε τὸν συχνὰ ἐρχόμενον σπάνιον αὐτῷ θέαν εἶναι φησὶν, οἷα ἐπιθυμῶν ἀεὶ βλέπειν αὐτόν. ὅτι δὲ ἐθάμιζε Τηλέμαχος εἰς τὸν ἀγρὸν, δηλοῦσιν οἵ τε κύνες ὡς συνήθη τοῦτον σαίνοντες καὶ οἱ μνηστῆρες οἰηθέντες μὴ πλεῦσαι αὐτὸν, ἀλλʼ ἐν ἀγροῖς εἶναι ὡς πολλάκις τοῦτο ποιοῦντα. Ὅτι πράγματος μέλλοντος ὑπόσχεσιν καὶ φιλόφρονα δὲ ἔλευσιν φράζει τὸ, ἔσσεται οὕτως ἄττα, σέθεν δʼ ἕνεκʼ ἐνθάδʼ ἱκάνω, ὄφρα σέ τε ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω. Τηλέμαχος δὲ ταῦτα λέγει πρὸς Εὔμαιον, ὃς καὶ εὐθὺς ἐρωτᾷ εἴ περ αὐτῷ ἔτι ἐν μεγάροις μήτηρ μένει, ἠέ τις ἤδη ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ χήτει ἐνευναίων κάκʼ ἀράχνια κεῖται ἔχουσα. ἐχρῆν δὲ τὸν Τηλέμαχον οὕτω πρὸ πάντων ἐρωτῆσαι, τὸ μὲν φύσει, τὸ δὲ καὶ πρὸς οἰκονομίαν Ὁμηρικὴν, ὡς ἂν εὐμεθόδως ἀκούων μανθάνοι τὰ κατὰ τὸν οἶκον ὁ Ὀδυσσεύς. Ὅρα δὲ τὸ ἄττα πολλαχοῦ κείμενον ἐνταῦθα, ὅ πέρ ἐστι προσφώνησις ἀδελφοῦ νέου πρὸς πρεσβύτερον. καὶ ἔστιν ἡ λέξις ἀπαράγωγος, ἀκίνητος καὶ τὸ ὅλον εἰπεῖν πρωτόθετος. οὐ γάρ ἐστιν ἀρχήν τινα τοῦ ἄττα εὑρεῖν καὶ οὐδὲ ἑρμηνείαν ἔχει· διὸ καὶ ἀμετάληπτος ἤγουν ἀνερμήνευτος ὑπὸ τῶν παλαιῶν λέγεται. πολλὴ δὲ οἰκείωσις ἀδελφὸν προσφωνεῖσθαι ὑπὸ Τηλεμάχου τὸν Εὔμαιον, καθὰ καὶ τὸ ἠθεῖον πρὸ τούτων ὀνομασθῆναι τὸν δεσπότην Ὀδυσσέα ὑπὸ δούλου τοῦ Εὐμαίου, πλὴν ἐκεῖνο μὲν οὐ κατʼ ὄψιν δῆθεν παρόντι τῷ Ὀδυσσεῖ προσεφωνήθη. Τηλέμαχος δὲ ὀφθαλμοῖς βλέπων τὸν Εὔμαιον ἀδελφικῶς προσφωνεῖ. Σημείωσαι δὲ καὶ ὅτι Εὔμαιος μὲν, ὡς προείρηται, φίλον τέκος αὐτὸν ἐκάλεσεν· αὐτὸς δὲ ἀπαξιῶν ἴσως τὴν τοιαύτην προσφώνησιν ὡς ἀδελφῷ αὐτῷ πρεσβυτέρῳ προσφέρεται· οὐ γὰρ ἂν φίλον πατέρα καλέσῃ τὸν δοῦλον αὐτὸς, ἀπαξιοῦντος Ὁμήρου τοῦτο διὰ τὸ καὶ τὸν πατέρα Ὀδυσσέα παρεῖναι. Ὅρα δὲ τὸ, ὀφθαλμοῖσιν ἰδὼν, ἄλλως γὰρ ἀφʼ ἱκανοῦ τῇ φαντασίᾳ ἔβλεπεν αὐτὸν, ἐξότου Ἀθηνᾶ παρῄνεσεν αὐτῷ πρώτιστα συβώτῃ ἐσαφικέσθαι. Τὸ δὲ Ὀδυσσέως εὐνὴ χήτει ἐνευναίων κακὰ ἔχει ἀράχνια, συμβολικῶς ἐῤῥέθη, ἀντὶ τοῦ, στερουμένη τῶν ἐγκοιμωμένων γέμει ἀραχνίων, ἤγουν ἠμέληται διὰ τὸ μὴ εἶναι τὸν Ὀδυσσέα· εἰώθασι γὰρ οἱ ἀράχναι ἱστουργεῖν ἐν τόποις ἀμελουμένοις. διὸ καὶ παρὰ Ἡσιόδῳ τὸ, ἐκ δʼ ἀγγέων ἐλάσειας ἀράχνια, ἀντὶ τοῦ ἐπιμέλειαν θήσεις τῶν ἀγγείων, ὡς ἐπιλιπεῖν τὰ ἀράχνια οἷα καρποῦ εἰσενεχθέντος. οὕτω δὲ καί τις ἕτερος ποιητὴς μισοπόλεμος ἐθέλων εἰρήνην εὔξασθαι ἀράχνας ἐπεύχεται νήματα ὑφάναι τοῖς ὅπλοις, ἐπειδὴ ἐν εἰρήνης καιρῷ ἀμελουμένων τῶν ὅπλων ποιοῦσιν οὕτως οἱ ἀράχναι, ὑφαίνοντες ἐν αὐτοῖς ἱστούς. παροιμιῶδες οὖν τὸ κακὰ ἀράχνια ἔχειν κείμενον ἐπὶ τῶν πάντῃ ἀμελουμένων σκευῶν, εἴτε ὅπλον εἴη ἐκεῖνο εἴτε ἄγγος εἴτε εὐνή. Τὸ δὲ χήτει φασὶν οἱ παλαιοὶ εὐθεῖαν ἔχειν τὸ χῆτος, οἳ καὶ ἐνευναίῳ γράφουσι κατὰ δοτικὴν πτῶσιν, χήτει ἐνευναίῳ, ἵνα εἴη τὸ ἐνεύναιον χῆτος· τὸ μέντοι συνηθέστερον κατὰ γενικὴν πληθυντικὴν γράφεται ἐνευναίων, ἵνα λέγῃ πάλιν ἐν χήτει τῶν ἐγκοιμήτρων. ἐνεύναια γὰρ, ὡς καὶ πρὸ ὀλίγων, τὰ ἐγκοίτια. δῆλον δὲ καὶ ὡς κοινότερον θηλυκοῦ γένους τὸ χήτει ὁμοίως τῇ σπάνει καὶ τοῖς τοιούτοις. Τηρητέον δʼ ἐνταῦθα ὡς εἰ καὶ παραδέδοται λέχος μὲν ἡ κλίνη, εὐνὴ δὲ ἡ ἐπʼ αὐτὴν στρωμνὴ κατὰ τὸ, ἐμβάλετʼ εὐνῇ δέμνια καὶ χλαῖναν, ἅ περ ἐξηγεῖται τὴν εὐνὴν, ἀλλὰ τὸ ἐνεύναιον ἀμφότερα δηλοῖ, τήν τε εἰρημένην δηλαδὴ εὐνὴν καὶ τὸ ὑποκείμενον λέχος. Ὅτι φιλάνδρου γυναικὸς δεῖγμα τὸ, καὶ λίην κείνη γε μένει τετληότι θυμῷ ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ φθινύθουσι νύκτες τε καὶ ἤματα δακρυχεούσῃ. Τιμῆς δὲ ἔνδειξις τὸ, τῷ δʼ ἕδρης ἐπιόντι ὑπόειξεν ὁ δεῖνα, ἤγουν ἐξεχώρησε τῆς ἕδρας ἀναστὰς διὰ τιμὴν τοῦ ἐπιόντος. ἐκεῖνος δὲ αὖθις, εἴ περ ἂν τιμᾷ τὸν τοιοῦτον, εἴποι ἂν, ἧσο, ὦ ξεῖνε, ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην. ποιεῖ δὲ τὸ μὲν πρῶτον ὁ πτωχὸς Ὀδυσσεὺς, τὸ δὲ ἐφεξῆς λέγει ὁ υἱὸς Τηλέμαχος, τιμῶν ἐκεῖνον ὡς ἁπλῶς ξένον, προσθεὶς καὶ ὡς εὑρήσομεν ἕδρην σταθμῷ ἐν ἡμετέρῳ, πάρα δʼ ἀνὴρ ὃς καταθήσει, τουτέστιν ὁ Εὔμαιος. Ἰστέον δὲ ὡς χαίροι ἂν, ὥς πέρ που ἡ Ἀθηνᾶ πεπνυμένῳ ἀνδρὶ δικαίῳ, οὕτω καὶ νῦν Ὀδυσσεὺς τῷ υἱῷ ποιοῦντι τὸ καθῆκον, καὶ μᾶλλον ὅτι ἑτέρωθεν ἐρήτυεν αὐτὸν ὅτε ὑπεῖκεν αὐτῷ τῆς ἕδρας. σταθμὸς δὲ καὶ ἐνταῦθα ἡ ἀγροτικὴ οἴκησις. σύστοιχον δὲ τούτῳ καὶ τὸ κλίσιον. τὸ μέντοι δῶμα καὶ τὸ μέγαρον ἀστικώτερα. Ὅτι ὁ συβώτης τῷ Τηλεμάχῳ χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν. καὶ τοῦτο μόνον πλεονεκτεῖ αὐτὸς τοῦ πλανήτου πατρὸς, τὸ χλωρὰς ῥῶπας ὑποτεθῆναι αὐτῷ ἀγροικώτερον. οὐ γὰρ ἀπηξίου τὰ τοιαῦτα ὁ ἡρωϊκὸς βίος. Τὸ δὲ ὑποχεῦε ῥῶπας καὶ κῶας τὸ ἁπαλὸν καὶ ὑγρὸν τοῦ στρώματος δηλοῖ. Ὅτι ἐν τῷ, τοῖσι δὲ κρειῶν πίνακας παρέθηκεν ὀπταλέων, ἃ δὴ τῇ προτέρῃ ὑπέλειπον ἔδοντες, πίνακας μὲν τὰ κάνεα λέγει κατὰ λόγον πολυωνυμίας, ὧν καὶ εὐθὺς μέμνηται ἐν τῷ, σῖτον παρενήνεεν ἐν κανέοισι, προτέραν δὲ τὴν χθὲς, ἣν καὶ προτεραίαν φαμέν. Τὸ δὲ ἃ ὑπέλειπον ἔδοντες, δηλοῖ μὲν τὰ ἕωλα, σύστοιχον δέ ἐστι τῷ, χαριζομένη παρεόντων. Σημείωσαι δʼ ἐνταῦθα καὶ ὅτι οὐ μόνοις μνηστῆρσι τοῖς τρυφῶσιν οἰκεῖον τὸ, σῖτον παρενήνεεν ἐν κανέοις, ἀλλʼ ἰδοὺ καὶ νῦν ἔνθα σώφρων ἡ δίαιτα. καὶ τὰ μὲν κρέα ἕωλα, ἐν δὲ κισσυβίῳ τὸ κέρασμα. σῖτον δὲ παρενήνεεν Εὔμαιος, ὅ ἐστι παρετίθει συνάγων ἐν τῷ κανῷ. Σημείωσαι δὲ ὅτι τὸ, κρειῶν πίνακας πρὸς διαστολὴν κεῖται τοῦ, πίνακας σίτου καὶ τῶν τοιούτων, ἐν οἷς καὶ οἴνου πίνακες λέγοιντο ἄν. καὶ μᾶλλον τοῦτο κυρίως. δοκεῖ γὰρ ἐκ τοῦ πίνειν παρῆκται ὁ πίναξ, συνδηλουμένου καὶ τοῦ ἐσθίειν τρόπῳ συλληπτικῷ· διὸ ἡ παρὰ τοῖς ὕστερον χρῆσις τῶν πινάκων εἰς ἄμφω ὑπουργεῖ. ὅτι δὲ πίνακες καὶ αἱ σανίδες, δηλοῦσι σὺν ἄλλοις καὶ χρήσεις Ὁμηρικαί. Ὅτι Τηλεμάχου εἰπόντος πρὸς Εὔμαιον ἄττα πόθεν τοι ξεῖνος ὅδʼ ἵκετο καὶ ἑξῆς, ὁ Εὔμαιος τὸν πλατὺν λῆρον τῆς δεσποτικῆς ψευδολογίας ἐπιτεμὼν στενοχωρεῖ ἐν οὐδὲ ὅλοις πέντε στίχοις, ἀνακεφαλαιούμενος οὕτως· ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων, ὃ καὶ Ὀδυσσεὺς φθάσας ἔφη. φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσε τά γε δαίμων. νῦν δʼ αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς ἤλυθʼ ἐμὸν πρὸς σταθμόν. εἶτα ἐνιστῶν τὴν ὑπὲρ τοῦ δῆθεν ξένου ἀξίωσιν φησίν· ἐγὼ δέ τοι ἐγγυαλίξω, τουτέστιν ἐν γύοις, ὅ ἐστι χερσὶ θήσω, καὶ ὡς εἰπεῖν ἐγχειρίσω, ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι, ἐπεὶ δηλαδὴ καὶ ἐμός. κοινὰ γὰρ τὰ τῶν φιλούντων, καθὰ καὶ ὁ σταθμὸς οὗτος κοινός. δηλοῦται δʼ αὐτὸ διὰ τοῦ, νῦν μὲν τὸν Εὔμαιον εἰπεῖν, ἤλυθʼ ἐμὸν πρὸς σταθμόν. πρὸ δὲ αὐτοῦ τὸν Τηλέμαχον, δήομεν ἕδρην σταθμῷ ἐν ἡμετέρῳ. τοῦτο δὲ καὶ αὐτόθεν κοινοποιεῖται τὸν σταθμὸν διὰ τῆς ἡμέτερος ἀντωνυμίας. Σημείωσαι δὲ ὅτι ἐπίτηδες ὁ ποιητὴς τὴν μακρὰν τοῦ Ὀδυσσέως διήγησιν ἐν βραχεῖ παρεδήλωσε· μυθολογεύειν γὰρ ἐν διττολογίᾳ τὸ ἀριδήλως φρασθὲν οὐκ ἐθέλει, μὴ καὶ ἀποκναίσῃ τοὺς ἀκροατὰς, ὅς γε, εἰ καὶ τὸν Ὀδυσσέα ἔπλασεν ἐρωτηθέντα παρὰ τοῦ Τηλεμάχου, οὐκ ἂν ἄλλως εἰ μὴ οὕτως ἀπολογούμενον πεποίηκεν, οἷα φειδόμενος ὀλιγάκις ψεύδεσιν ἐναδολεσχεῖν. εἰκὸς δὲ καὶ εὐλαβηθῆναι τὸν δοῦλον Εὔμαιον, μή ποτε οὐκ ἐξισχύσῃ πλατέως καὶ καλῶς φράσαι κατὰ τὸν σοφὸν ξένον καὶ μᾶλλον ἀκροωμένου αὐτοῦ. Ὅτι βαρυνθεὶς ὁ Τηλέμαχος ἐφʼ οἷς ὁ Εὔμαιος ἐγγυαλίξειν εἶπεν αὐτῷ τὸν ξένον ἱκέτην, φησίν· ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες· πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ; ἐρεῖ δὲ αὐτὸ καὶ ἕτερός τις ἀδυνατῶν ξενίσαι τινά. εἶτα ἐπάγει καὶ αἴτιον τὸ, αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα ἄνδρʼ ἀπαμύνασθαι ὅτε τις πρότερος χαλεπήνῃ, ὅ περ ὁμολογία ἐστὶν ἀδυναμίας. Ἔνθα σημείωσαι ὅτι τῶν τις παλαιῶν ἐρωτηθεὶς τί ἐστι τὸ δικανικὸν τῆς ῥητορικῆς εἶδος, τὸν στίχον εἶπε, δηλαδὴ τὸ, ἄνδρʼ ἀπαμύνασθαι ὅτε τις πρότερος χαλεπήνῃ, οὐκ ἀκριβῶς μὲν, εὐφυῶς δὲ ὅμως ἐκεῖνος εἰπών. ὁ δὲ Τηλέμαχος καὶ ἕτερον αἴτιον λέγει τὸ, μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ, εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν, περὶ ἧς προεγράφη, ἢ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος μνᾶται ἀνὴρ, καὶ πλεῖστα πόρῃσιν, ἕδνα δηλαδή· ἃ δὴ ἀκούων Ὀδυσσεὺς ἐρεθίζεται πάντως. ὅθεν καὶ ταχὺ σπεύσει τελεσθῆναι τὴν μνηστηροφονίαν. ἐπὶ δὲ τούτοις προνοούμενος ἄλλως τοῦ ξένου ἐνδύσειν αὐτὸν ἔφη καὶ πέμψειν ὅπῃ κραδίη κελεύει. εἰ δʼ ἐθέλεις, φησὶ, σὺ κόμισσον αὐτὸν ἐνὶ σταθμοῖσιν ἐρύξας, εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα ἔδμεναι, ὡς ἂν μή σε κατατρύχοι καὶ ἑταίρους. κεῖσε δʼ ἂν οὔ μιν ἔγωγε μετὰ μνηστῆρας ἐῷμι, τουτέστι συγχωροίην ἔρχεσθαι. διατί; λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι, μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν. πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα ἄνδρα καὶ ἴφθιμον, ἐπειὴ πολὺ φέρτεροί εἰσιν, οἱ πλέονες δηλαδή. τοῦτο δὲ καὶ γνωμικῶς δοκεῖ λέγεσθαι. Καὶ σημείωσαι ὅτι τὸ τῆς μνηστηροκτονίας δυσχερὲς καὶ ἄπορον τοῦτο ἐστὶν, ὃ νῦν διὰ τοῦ Τηλεμάχου λαλεῖται, τὸ μὴ αὐτὸν ἕνα Ὀδυσσέα δυνατὸν εἶναι τῶν τοσούτων περιγενήσεσθαι. Ὁμήρου δὲ εἰς τοῦτο λύσεις πολλαὶ, ὧν μία καὶ τὸ τὸν Ὀδυσσέα καὶ τριηκοσίοις ἂν ἔχειν ἀντιστῆναι. τέως μέντοι Ὀδυσσεὺς γνοὺς ἐνταῦθα μὴ ἂν παραδεχθῆναι τοῦτον εἰπόντα τῷ υἱῷ περιγενήσεσθαι τῶν τῆς γυναικὸς μνηστήρων, εὐθὺς ἐρεῖ τι πρὸς τὸν τοιοῦτον λόγον τοῦ παιδός. ἐν τοῖς ἐφεξῆς δὲ καὶ πάνυ πείσει αὐτὸν ὡς ἐχέγγυος ὁ πατὴρ εἷς ὢν τίσεσθαι τοὺς μνηστῆρας. Ἰστέον δὲ καὶ ὅτι αἰδὼς καὶ νέμεσις κωλύει τὴν Πηνελόπην λαβεῖν ἄνδρα. ὧν τὸ μὲν δηλοῦται διὰ τοῦ, εὐνήν τʼ αἰδομένη πόσιος, τὸ δὲ ἐν τῷ, δήμοιό τε φῆμιν. ὑποπτεύει γὰρ τὴν ἐκ τοῦ δήμου νέμεσιν. ὡς δὲ τὸ αἰδομένη διφορεῖται, ἔστι γὰρ καὶ αἰδουμένη, καὶ ὅτι ἐκ τοῦ φημίζω φημίσω ἡ κατʼ ἀνθρώπου φῆμις, πολλαχοῦ δηλοῦται. Ἐν δὲ τῷ, καὶ σῖτον ἅπαντα, δυσχερὲς ἀρσενικοῦ γένους νοῆσαι τὴν λέξιν. σῖτος μὲν γὰρ ὁ ἀκατέργαστος, ἐπὶ δὲ βρώματος οὐδετέρως τὸ σῖτον λέγεται. ἔστιν οὖν ἴσως θεραπεία ἢ τὸ εἰπεῖν, εἵματα ἅπαντα πέμψω καὶ τὸ σῖτον, ἢ καὶ τὸ στίξαι εἰς τὸ σῖτον, εἶτα ἐπαγαγεῖν τὸ ἅπαντα οὐδετέρως ὡς ἐπὶ ὄψων. Τὸ δὲ, ἐμοὶ δʼ ἄχος ἔσσεται, καὶ τὸ, πρῆξαι δʼ ἀργαλέον τι, ὡς πρὸς τὸ, ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ, εἴρηνται. ἄχος μὲν γὰρ παθεῖν τὸ χαλεπανθῆναι πρός τινος, πρῆξαι δὲ τὸ ἀπαμύνασθαι. Ἐν δὲ τῷ, μετὰ πλεόνεσσιν, ἡ μετα συνήθως ἀντὶ τῆς εν προθέσεως κεῖται. Ὅτι εὔλογον τόλμαν λόγου δηλοῖ τὸ, ὦ φίλʼ, ἐπεί μοι καὶ ἀμείψασθαι θέμις ἐστίν. Ὅτι ὁ μαθὼν ἔκ τινος κακὰ πάσχειν ἐκεῖνον καὶ ἀνέχεσθαι δύναται εἰπεῖν τοιαῦτα· ἦ μάλα μευ καταδάπτεται ἀκούοντος φίλον κῆρ, οἷα φατὲ τοὺς δεῖνα ἀτάσθαλα μηχανάασθαι ἐν μεγάροις ἀέκητι σέθεν τοιούτου ἐόντος. εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἢ σέ γε λαοὶ ἐχθαίρουσʼ ἀνὰ δῆμον ἐπισπόμενοι θεοῦ ὀμφῇ, ἃ καὶ ἀλλαχοῦ κεῖνται. ἤ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷς περ ἀνὴρ μαρναμένοισι πέποιθε καὶ εἰ μέγα νεῖκος ὄρηται, ἤγουν καὶ εἰ μεγάλη μάχη ἐγείρεται. σέμνωμα δὲ τοῦτο ἀδελφότητος ἀγαθῆς καὶ ἔπαινος ἀληθής. πολυχειρία γὰρ ἐπικουρίας τοῖς ἀνθρώποις ἐξ ἀγαθῶν ἀδελφῶν γίνεται. Ὀδυσσεὺς δὲ ταῦτα πρὸς Τηλέμαχον λέγει, μαθὼν αὐτὸν δεδιότα τοὺς μνηστῆρας. Ὅρα δὲ τὸ καταδάπτεται, πρωτότυπον ὂν τοῦ δαρδάπτειν, ὡς καὶ τὸ μαίρειν τοῦ μαρμαίρειν. ἐκ δὲ τοῦ δάπτειν καὶ ἡ δαπάνη. καὶ δαπταὶ παρὰ Λυκόφρονι αἱ δακνηραὶ μυῖαι. γίνεται δὲ τὸ δάπτειν ἐκ τοῦ δῶ δάπτω, ὡς ῥῶ ῥάπτω, βῶ βάπτω καὶ τὰ ὅμοια. Τὸ δὲ ἐπιμέμφεαι κασιγνήτοις, ἀντιπτωτικῶς κεῖται ἀντὶ τοῦ κασιγνήτων. ὡς γὰρ τὸ, εὐχωλῆς ἐπιμέμφεται ἐν Ἰλιάδι, οὕτω καὶ ἐνταῦθα τὸ, κασιγνήτοις ἐπιμέμφεαι, ἤγουν χρῄζεις ἀδελφῶν, ὡς μὴ ὄντων σοι δηλαδὴ, ἵνα λέγῃ ὅτι ἢ οὐκ εἰσί σοι ἀδελφοί. καὶ ἄλλως δὲ, δύναται καὶ ἐπὶ ἀδελφῶν ὄντων ἐρωτηθῆναι τὸ, ἢ κασιγνήτοις ἐπιμέμφεαι, ἵνα λέγῃ ὅτι ἢ ἀδελφοὺς ἔχων ἐπιμέμφῃ αὐτοῖς ὡς μὴ ἐπικουροῦσί σοι, ὃ καὶ αὐτὸ ἀπαγορεύει σὺν τοῖς ἄλλοις ὁ Τηλέμαχος, εἰπὼν ὅτι οὐδὲ κασιγνήτοις ἐπιμέμφομαι, ὡς ἀστόργοις δηλαδὴ, καὶ ἔστι τοῦτο κρεῖττον τοῦ πρώτου, ὡς δηλώσει εὐθὺς τὰ ἐφεξῆς. Ὅτι σχηματίζων Ὀδυσσεὺς ἐν ἐπηκόῳ Τηλεμάχου καὶ Εὐμαίου τὸν λόγον φησίν· αἲ γὰρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐνὶ θυμῷ, ἤγουν νεάζοιμι κατὰ σὲ ἔχων ὃν ἔχω θυμὸν, ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός. καὶ ἰδοὺ αὐτός ἐστιν ὁ λαλῶν Ὀδυσσεὺς, λανθάνων καὶ τὸν υἱὸν καὶ τὸν Εὔμαιον. καὶ λαλῶν μὲν τἀληθὲς μὴ, νοούμενος δέ. τέρπει δὲ ὅμως οὕτως ὁ ποιητὴς τὸν ἀκροατὴν τῷ σχηματισμῷ. εἶτα ἐπάγει κατὰ θυμὸν ἐνδιάθετον· αὐτίκʼ ἔπειτα ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς ἤγουν πολέμιος, εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην ἐλθὼν ἐς μέγαρον Ὀδυσῆος. ἐπεὶ δὲ ἀνεξέλεγκτον τὸ τοῦ ξένου αὔχημα καὶ ὑποδύσκολον, ἐπιφέρει ἀντιπαραστατικῶς τὸ, εἰ δʼ αὖ με πληθύϊ δαμασαίατο μοῦνον ἐόντα, βουλοίμην κʼ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι τεθνάμεν, ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι. ἃ καὶ διασκευάζων φησί· ξείνους τε στυφελιζομένους, δμωάς τε γυναῖκας ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλὰ, καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας μὰψ αὕτως ἀτέλεστον ἀνηνύστῳ ἐπὶ ἔργῳ, ὃ ταυτόν ἐστι τῷ ἀτέλεστον. ἐρεθισμοὶ δὲ ταῦτα τοῦ Τηλεμάχου ὡς ἂν ἐπὶ πλέον θυμωθείη κατὰ τῶν μνηστήρων. Ἐνταῦθα δὲ δοκεῖ ὁ ξένος ἐνστατικῶς μὲν εἰπεῖν, ὡς ἐγὼ νέος ὢν κατὰ σὲ τὸν Τηλέμαχον πᾶσιν ἂν τοῖς μνηστῆρσιν ἐγενόμην κακόν· κατὰ δὲ ἀντιπαράστασιν, ὅτι κἂν εἰ μὴ ἐγενόμην αὐτοῖς κακὸν ἀλλʼ ἔπεσον φονευθεὶς, οὐκ ἂν ἦν μοι οὐδὲ τοῦτο ἀβούλητον. καὶ οὕτως ἀντιπίπτει τῷ Τηλεμάχῳ εἰπόντι μὴ δύνασθαι αὐτὸν ἕνα ὄντα πρῆξαί τι παρὰ πολλοῖς. Ὅρα δὲ ὡς ἐν εὐχῆς τύπῳ εἰπὼν εἴθε εἴην Ὀδυσσεὺς ὡς ἂν ποιήσαιμι τὰ καὶ τὰ, λαλεῖ ἐν σχήματι ἀλλοτρίῳ ἐμφαντικῶς, ἅ περ ἐν τοῖς ἑξῆς ποιήσει αὐτός. ὑπανοίγει δὲ τὴν ἔμφασιν οὐ μόνον τὸ, ἠὲ καὶ αὐτὸς, ὁ Ὀδυσσεὺς δηλαδὴ, ὡς εἴρηται, ἀλλὰ καὶ τὸ, ἐν ἐμοῖς μεγάροις τεθνάμεν. καὶ ὅμως ἠχρείωσαν τὸ σχῆμα τοῦτο τινὲς, παρεμβαλόντες μετὰ τὸ, ἠὲ καὶ αὐτὸς, τὸ, ἔλθοι ἀλητεύων, ἔτι γὰρ καὶ ἐλπίδος αἶσα. τοῦ γὰρ τοιούτου στίχου παρεντεθέντος, ἐγκόπτεται ὁ εἱρμὸς τῆς εὐφυοῦς ἐμφάσεως. διὸ καλῶς οἱ παλαιοὶ ἐπιστήσαντες ἐνόθευσαν τὸν στίχον ὀβελίσαντες, εἰ μὴ ἄρα τις εἴπῃ, ὡς ἐπίτηδες ὁ ῥηθεὶς στίχος ὑπὸ Ὀδυσσέως παρενεβλήθη, διʼ αὐτὸ μάλιστα τοῦτο ἵνα ἡ ἔμφασις ἐπισκιασθῇ, καὶ μὴ ὑποπτευθῇ διὰ τὸ εὐσύντακτον τοῦ σχηματισμοῦ, ὅτι Ὀδυσσεύς ἐστιν ὁ λαλῶν. διὸ καὶ τὸ, νέος εἴην, πρὸς ἐπίκρυψιν ἑαυτοῦ ὁ Ὀδυσσεὺς ἔφη, ὡς μὴ τοιοῦτος φαινόμενος, καὶ τὸ, τῷδʼ ἐνὶ θυμῷ, ὡς προθυμίαν μὲν ἔχων, ἰσχὺν δὲ δῆθεν μὴ ἔχων. Τὸ δὲ ἀλλότριος φὼς, κακοῦ δηλοῖ ἐπίτασιν. πολέμιος γὰρ ἀνὴρ ἀνελών τινα οὐκ ἀρκεῖται οὕτω ποιήσας, ἀλλὰ καὶ προσαικίζεται τὸν πεσόντα, καὶ ἕτερα δὲ δεινὰ ἐπʼ αὐτῷ ποιεῖ. Τὸ δὲ εἴ με πληθύϊ δαμάσαιντο, ἐντρέπων τὸν Τηλέμαχον εἶπεν, ὃς εὐλαβεῖται τοὺς μνηστῆρας ὡς πλέονας. Ἐν δὲ τῷ, ξείνους στυφελιζομένους καὶ ἑξῆς, ὅρα ὡς δυνάμενος παθητικῶς εἰπεῖν πάντα, οἷον, ξείνους στυφελιζομένους, δουλίδας ῥυσταζομένας, οἶνον διαφυσσόμενον, σῖτον δαπανώμενον, ὁ δὲ ἓν παρʼ ἓν ἔθετο, πάθος δηλαδὴ καὶ ἐνέργειαν σχηματίσας οὕτως ποικιλώτερον, καὶ τοὺς ξένους μὲν καὶ τὸν οἶνον ἐκθέμενος πάσχοντας ὑπὸ μνηστήρων, τοὺς μὲν, τὸ στυφελίζεσθαι ἤγουν ἐστυμμένως ἑλίσσεσθαι, τὸν δὲ τὸ ἀντλεῖσθαι, ἐπὶ δὲ τῶν δουλίδων καὶ τοῦ σίτου μνησθεὶς τῶν μνηστήρων ἐνεργούντων βίαν μὲν εἰς τὰς δμωὰς, δαπάνην δὲ εἰς τὸν σῖτον. ἐν οἷς θαυμασία καὶ ἡ εὐταξία τοῦ σχήματος· εἰπὼν γὰρ ξένους προπηλακιζομένους τοὺς πάσχοντας δηλαδὴ τὴν ὕβριν, εἶτα τοὺς ἑλκυσμὸν ποιοῦντας μνηστῆρας ἐν τῷ δμωὰς ῥυστάζοντας, φυλάσσει καὶ ἐφεξῆς τὴν τοῦ σχήματος ὁμοιότητα, εἰπὼν καὶ οἶνον διαφυσσόμενον, ὃς πάσχει τὸ ἀντλεῖσθαι καὶ σῖτον ἔδοντας τοὺς ποιοῦντας τὴν τοῦ σίτου δαπάνην. Ἰστέον δὲ ὅτι τὸ ῥυστάζειν βίαιον δηλοῖ ἑλκυσμὸν γυναικῶν ὡς ἐπὶ πολὺ, καθὰ καὶ τὸ ἑλκῆσαι, ὡς προδεδήλωται. Τὸ δὲ ἀφύσσειν δόξοι ἂν ἐκ τοῦ ὕειν γίνεσθαι, ἀφʼ οὗ καὶ ὁ ὑετός. ὕει μὲν γάρ πως εἰς πίθον ἢ ἀμφιφορέα ὁ πληρῶν ὑγροῦ, ἀφύει δὲ καὶ ἀφύσσει παραγώγως ὁ ἐκκενῶν ἤτοι ἐξαντλῶν. ὅτε μέντοι ἐκ πληγῆς ἀφύσσονταί που ἕτερα, ἐκεῖ καὶ ἀπὸ τοῦ στερεῖσθαι τῆς συμφυΐας αὐτὰ, ἡ λέξις ἐτυμολογεῖσθαι λέγεται. Τὸ δὲ μὰψ αὕτως ἐκ παραλλήλου ταυτὸν νοοῦσι, δηλοῦντα ἐπίτασίν τινα τοῦ μάτην διὰ τοῦ διπλωθῆναι ὁμοῦ κείμενα. Τὸ δὲ ἀνηνύστῳ ἐπὶ ἔργῳ, ἀναλόγως ἔχει. εἰ γάρ ἐστι τὸ ἀνυστὸν, ἔστι καὶ τὸ ἀνήνυστον. τὸ δὲ ἀνήνυτον ἀπέῤῥιψε τὸ σίγμα ὁμοίως τῷ, γνωτὸς καὶ ἀλλόγνωτος, ὧν προϋπάρχει τὸ γνωστὸς, ἔτι δὲ καὶ κατὰ τὸ ἐραστὸς ἐρατὸς ὁ ἐπιθυμητὸς, ὅθεν καὶ ἡ Ἐρατὼ Μοῦσα, καὶ κατὰ τὸ, ἀγάζω ἀγαστὸς, καὶ ἀπελεύσει τοῦ σίγμα καὶ τροπῇ τοῦ τ εἰς θῆτα ἀγαθόν. κεῖνται δὲ ἑτέρωθι καὶ ἄλλα τοιαῦτα· ὧν καὶ τὸ, θαυμαστὰ θαυματὰ παρὰ Πινδάρῳ. δοκεῖ δὲ ὅμως καὶ τὸ ἀνήνυτος ἐκ τοῦ ἀνυτὸς γίνεσθαι, οὗ δίδωσιν ἔμφασιν ὁ Ἄνυτος τὸ κύριον, προπαροξυνθεὶς πρὸς σημασίαν διάφορον. Ὅτι λυπηρόν ἐστι τῷ Τηλεμάχῳ μὴ πολύχουν αὐτῷ εἶναι τὸ γένος, ἀλλὰ κατὰ μοναδικὴν σειρὰν καταβαίνειν τὴν διαδοχὴν στενοχωρουμένην εἰς τηλυγέτους. φησὶ γάρ· ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων· ὅ περ ἑρμηνεύων ἐπάγει· μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε. μοῦνον δʼ αὖτʼ Ὀδυσῆα πατὴρ τέκεν. αὐτὰρ Ὀδυσσεὺς μοῦνον ἔμʼ ἐν μεγάροισι τεκὼν λίπεν, οὐδʼ ἀπόνητο, τουτέστιν οὐδὲν ἐξ ἐμοῦ ὠφελήθη, ὡς εἰκὸς ὠφελεῖσθαι πατέρας ὑπὸ τέκνων. διὸ, τουτέστι διὰ τὴν τοιαύτην μόνωσιν, δυσμενέες μάλα μυρίοι εἰσὶν ἐν οἴκῳ, λέγων τοῦτο περὶ μνηστήρων τῶν ἐκ Δουλιχίου καὶ Σάμης καὶ Ζακύνθου καὶ Ἰθάκης. τόσσοι γὰρ, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, μητέρα ἐμὴν μνῶνται, καὶ τὰ ἐφεξῆς τῶν καὶ ἑτέρωθι γραφέντων. Ὅρα δὲ ὅτι τε τρεῖς στίχοι ἐφεξῆς ἔχουσι κείμενον ἐξ ἀρχῆς τὸ μοῦνον κατὰ σχῆμα ἐπαναφορᾶς, οἷς σύστοιχον καὶ τὸ ἐμούνωσε, καὶ ὅτι τὸ ἐμόνωσεν ἀντὶ τοῦ ἀῤῥένων παίδων ἐστέρησε τῶν ἐπέκεινα ἑνὸς, ὡς δηλοῖ καὶ τὸ, οὔ τι κασιγνήτοις ἐπιμέμφομαι τὸ πρὸ ὀλίγων ῥηθέν· πῶς γὰρ ἄν τις μέμφοιτο οἷς οὐδόλως ἔχει; κατὰ μέντοι τὴν προῤῥηθεῖσαν ἑτέραν ἑρμηνείαν τὴν νοοῦσαν τὸ, ἢ κασιγνήτοις ἐπιμέμφεαι ἀντὶ τοῦ ἢ χρῄζεις κασιγνήτων, οὐκ ἂν ἔχοι ὁ Τηλέμαχος εἰπεῖν ὅτι οὐ κασιγνήτοις ἐπιμέμφομαι. πῶς γὰρ ἂν τοῦτο εἴποι ὁ χρήζων μάλιστα κασιγνήτων διὰ τὸ μεμονῶσθαι; Ὅρα δὲ καὶ ὅτι ἐπιμείνας τῇ ἀπὸ τοῦ τίκτειν κινήσει ὅμως ὡς ἐνῆν ἤλλαξε πολυειδῶς τὰς ἐκεῖθεν λέξεις διὰ τοῦ, οἶον ἔτικτε, καὶ, πατὴρ τέκε, καὶ, τεκὼν λίπε. Τὸ δὲ μάλα μυρίοι ὅμοιόν ἐστι τῷ, μάλα μυρίαι, ὃ φθάσας εἶπε διὰ τοὺς ὕας. οὔτε γὰρ ἐκεῖναι ἀληθῶς μάλα μυρίαι, ὡς προεδηλώθη, οὔτε μὴν οἱ μνηστῆρες, πολὺ ὄντες ἐλάττονες δὲ ἐκείνων. Ἰστέον δὲ ὅτι γενεαλογοῦσι Διὸς μὲν καὶ Εὐρυοδίας Ἀρκείσιον· αὐτοῦ δὲ καὶ Χαλκομεδούσης Λαέρτην· τοῦ δὲ καὶ Ἀντικλείας Ὀδυσσέα· οὗ καὶ Πηνελόπης Τηλέμαχον· αὐτοῦ δὲ καὶ Πολυκάστης τῆς Νέστορος Περσέπτολιν, ὡς Ἡσίοδος. Τηλεμάχῳ δʼ ἂρ ἔτικτεν ἐΰζωνος Πολυκάστη Νέστορος ὁπλοτάτη κούρη Νηληϊάδεω Περσέπτολιν μιχθεῖσα διὰ χρυσῆν Ἀφροδίτην. Ἀριστοτέλης δὲ ἐν Ἰθακησίων πολιτείᾳ καὶ Ἑλλάνικος δὲ Τηλέμαχόν φασι Ναυσικάαν γῆμαι τὴν Ἀλκινόου καὶ γεννῆσαι τὸν Περσέπτολιν· τινὲς δὲ καὶ τοιούτοις λόγοις ἐνευκαιροῦσιν. ἐκ Κίρκης υἱοὶ καθʼ Ἡσίοδον Ὀδυσσεῖ Ἄγριος καὶ Λατῖνος, ἐκ δὲ Καλυψοῦς Ναυσίθοος καὶ Ναυσίνοος. Ὁ δὲ τὴν τηλεγόνειαν γράψας Κυρηναῖος ἐκ μὲν Καλυψοῦς Τηλέγονον υἱὸν Ὀδυσσεῖ ἀναγράφει ἢ Τηλέδαμον· ἐκ δὲ Πηνελόπης Τηλέμαχον καὶ Ἀρκεσίλαον· κατὰ δὲ Λυσίμαχον υἱὸς αὐτῷ ἐξ Εὐίππης Θεσπρωτίδος Λεοντόφρων, ὃν ἄλλοι Δόρυκλόν φασί. Σοφοκλῆς δὲ ἐκ τῆς αὐτῆς Εὐρύαλον ἱστορεῖ, ὃν ἀπέκτεινε Τηλέμαχος. ὁ δὲ τοὺς νόστους ποιήσας Κολοφώνιος Τηλέμαχον μέν φησι τὴν Κίρκην ὕστερον γῆμαι, Τηλέγονον δὲ τὸν ἐκ Κίρκης ἀντιγῆμαι Πηνελόπην. περιττὰ ταῦτα καὶ κενὴ μοχθηρία. εἰ δʼ οὖν στενῶς φράζοιντο, μικρὸν τὸ βλάβος. Ἔτι ἰστέον καὶ ὡς ἐν τῷ ῥηθέντι χωρίῳ τεσσάρων μνησθεὶς νήσων Δουλίχιον μὲν καὶ Σάμην δίχα ἐπιθέτων προάγει, Ζάκυνθον δὲ ὑλήεντα συνήθως λέγει, κραναὴν δὲ τὴν πατρίδα Ἰθάκην, ὃ δηλοῖ τὴν τραχεῖαν. ὅθεν μέχρι καὶ νῦν τινὲς τῶν μὴ κατὰ γλῶσσαν λογάδα ὁμιλούντων τὴν ἄπηλον γῆν ξηρὰν εἶναι φασὶν ὡς τὸ κάκαρον, ὃ κρανίον ἐκεῖνοι νοοῦσιν. Ὅτι στέλλει Τηλέμαχος τὸν Εὔμαιον ἀγγελοῦντα τῇ Πηνελόπῃ, ὅτι σῶς ἐστὶ καὶ ἐκ Πύλου ἦλθεν. ἐπισκήπτει δὲ μόνῃ τῇ μητρὶ ἀπαγγεῖλαι, τῶν δʼ ἄλλων, φησὶ, μήτις Ἀχαιῶν πευθέσθω. πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται· ὅ περ ἀνδρὸς λόγος πολλοὺς ἐπιβούλους ἔχοντος. Ὁμηρικῆς δὲ καὶ τοῦτο δεινότητος οἰκονομία, ἵνα λείψαντος καὶ τοῦ Εὐμαίου σχοίη χώραν πιθανῶς ὁ τοῦ πατρὸς ἀναγνωρισμὸς ἐν ἀδείᾳ γενέσθαι. Ἰστέον δὲ ὅτι ἀορίστως εἰπόντος τοῦ Τηλεμάχου ὡς πολλοὶ αὐτῷ κακὰ μηχανῶνται καὶ μή τις πευθέσθω, καὶ ὡς οἷον εἰπεῖν μυστηριασθέντος, λέγει Εὔμαιος· γινώσκω, φρονέω, τά γε δὴ νοέοντι κελεύεις, τρὶς φράσας τὴν αὐτὴν ἔννοιαν. νοεῖ δὲ πάντως ὁ Εὔμαιος πολλοὺς τούς τε μνηστῆρας καὶ τῶν πολιτῶν οὐκ ὀλίγους καὶ τῶν δουλίδων πολλὰς, ἅ περ οὐκ ἐχρῆν ἄρτι πρὸς ἔπος φράζειν Τελέμαχον. Ὅτι σταλεὶς εἰς τὴν δέσποιναν Εὔμαιος ὑπὸ Τηλεμάχου ἐρωτᾷ, εἰ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθῃ δυσμόρῳ, φησίν· ὃς τέως μὲν ὑπὲρ Ὀδυσσέως μέγα ἀχεύων ἔργα τʼ ἐποπτεύεσκε, μετὰ δμώων τʼ ἐνὶ οἴκῳ πῖνε καὶ ἦσθεν ὅτε θυμὸς ἐνὶ στήθεσιν ἀνώγοι, ζῶν καὶ αὐτὸς κατὰ ἡρωϊκὴν ἀφέλειαν. αὐτὰρ νῦν, φησὶν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε, οὔ πώ μίν φασι φαγέμεν καὶ πιέμεν αὕτως, οὐδʼ ἐπὶ ἔργα ἰδεῖν· ἀλλὰ στοναχῇ τε γόῳ τε ἧσται ὀδυρόμενος, φθινύθει δʼ ἀμφʼ ὀστεόφιν χρὼς, τουτέστι μόνον τὸ ἐπιφαινόμενον τοῦ χρωτὸς ἐμπεριλείπεται μετὰ τῶν ὀστῶν διὰ τὸ καὶ λυπεῖσθαι καὶ ἀσιτεῖν. Τὸ δὲ ἐποπτεύειν, ὃ ταυτόν ἐστι τῷ ἐπὶ ἔργα ἰδεῖν, νῦν μὲν ἐπὶ ἔργων τηρήσεως τέθειται, ὕστερον δὲ παρʼ Ἀθηναίοις ἱερὰ λέξις ἐστὶν, ὡς δηλοῖ καὶ παρὰ τῷ κωμικῷ τὸ, μάλʼ ἐποπτεύειν δοκῶ. Τὸ δὲ ἧσται ὀδυρόμενος καὶ ἑξῆς, ἐσχημάτισται καινότερον. ἦν δὲ τὸ κοινὸν καὶ ὀρθὸν ἧσθαι ὀδυρόμενον καὶ φθινύθειν, ἵνα ᾖ τὸ πᾶν οὕτως· οὔ πώ μίν φασι φαγεῖν καὶ πιεῖν καὶ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ ἧσθαι ὀδυρόμενον καὶ φθινύθειν. αἴτιον δὲ καὶ νῦν ἡ τελεία στιγμὴ ἐν τῷ, ἐπὶ ἔργα ἰδεῖν, ὅθεν γέγονεν ἄλλη συντάξεως ἀρχὴ τὸ, ἀλλὰ ποιεῖ τόδε τι. καὶ οὕτω μὲν ὁ Εὔμαιος περὶ τοῦ γέροντος ἐρωτᾷ. Τηλέμαχος δὲ δεικνύς τε ἅμα ὡς οὐ χρὴ τοῖς μὴ πάνυ ἀναγκαίοις ἐνασχολεῖσθαι παρὰ τὸ δέον, καὶ ἅμα καὶ ποικιλίαν ἀγγελίας τεχνώμενος οἷος ὁ ταῦτα πλάττων ποιητὴς, αὐτὸν μὲν κωλύει μὴ πλάζεσθαι εἰκῇ, ἐθέλει δὲ τῇ μητρὶ ἀναθεῖναι τὸ ἔργον, ἵνα ἐκείνη ὀτρυνεῖ ἀμφίπολον ἀγγεῖλαι τῷ γέροντι, ἐπειδὰν αὐτὴ μάθοι ὅ περ ἐθέλει. βούλεται δὲ πάντως αὐτὸ τοῦτο μόνον πυθέσθαι ὅτι ἐκ Πύλου τε ἦλθεν ὁ υἱὸς καὶ σῶς ἐστίν. εἰ δέ τι καὶ ἄλλο τῆς ἀποδημίας χρὴ μαθεῖν αὐτὴν, ἐρεῖ αὐτὸς ὁ Τηλέμαχος τῇ μητρί. διὸ καὶ ὁ Μέδων μετʼ ὀλίγα οὕτως ἐρεῖ ἀγγέλλων· ἤδη τοι βασίλεια φίλος πάϊς ἐκ Πύλου εἰλήλουθεν. Ἔστι δὲ ἡ τοῦ Τηλεμάχου φράσις τοιαύτη· ἄλγιον, τουτέστι λυπηρὸν μέν ἐστι τὸ οὕτω τὸν γέροντα πάσχειν, ἀλλʼ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ, ἢ ἀχνύμενόν περ. εἰ γάρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι, πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ, τουτέστιν, εἴ περ αὐθαίρετα ἢ μᾶλλον αὐτόθεν ἀγειρόμενα ἢ ἀγρευόμενα καὶ παραυτὰ γινόμενα ἦν τοῖς ἀνθρώποις πάντα τὰ πράγματα, πρῶτον ἂν τὸν τοῦ Ὀδυσσέως εἱλόμεθα νόστον, ἀλλὰ μὴν οὐκ αὐτάγρετα πάντα βροτοῖς. λείπει γὰρ ἐνταῦθα τῷ τοιούτῳ ὑποθετικῷ σχήματι ἡ λεγομένη πρόσληψις, ὑπομενετέον ἄρα. καὶ ἔστι πως τὸ σχῆμα τοῦτο γνωμολογία λανθάνουσα, ὡς εἴ τις εἴποι· εἴ περ ἦν τοῖς ἀχαρίστοις χαίρειν, εὖ ἂν ἔσχε τῷ δεῖνι ἀχαρίστῳ ὄντι. κἀνταῦθα γὰρ ἡ πρόσληψις γνωμικὴ οὖσα τὸ, ἀλλὰ μὴν οὐκ ἔστι τοῖς ἀχαρίστοις χαίρειν, ἔξωθεν ὡς εἰκὸς νοηθήσεται. εἰ δέ ποτέ τις μικρόν τι παραποιήσας εἴπῃ, οὐ γάρ πως αὐτάγρετα πάντα βροτοῖς, ὀρθὸν ἂν τότε ποιήσειε γνωμικόν. Τὸ δὲ ἄλγιον κεῖταί που καὶ πρὸ τούτων παροιμιακῶς ἐν τῷ, ἄλγιον οὐ γὰρ τῷ δεῖνι τάδε ἐλυσιτέλησεν. ἐνταῦθα δὲ ὁ τοιοῦτος ὅλος στίχος οἰκεῖος ῥηθῆναι, ὅτε διάτι κατεπεῖγον οὐ γίνεται τοῦ ἀχνυμένου ἐπιστροφή. καὶ τοιαῦτα μὲν ταῦτα. ὁ δὲ Τηλέμαχος παραγγέλλει τῷ δούλῳ καὶ τὸ, ἀλλὰ σύ γʼ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατʼ ἀγροὺς πλάζεσθαι, ἤγουν πλάζου, μετʼ ἐκεῖνον, ἤγουν διʼ ἐκεῖνον τὸν Λαέρτην· εἰπὲ δὲ τῇ μητρὶ ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα κρύβδην· κείνη γάρ κεν, ὡς ἐῤῥέθη, ἀγγείλειε γέροντι. Καὶ ὅρα ὅτι δυνάμενος εἰπεῖν ὀτρυνέμεν ἀγγεῖλαι γέροντι καὶ οὕτως ἀπαλλαγῆναι πολυλογίας, ὁ δὲ εἰπὼν μόνον τὸ ὀτρυνέμεν ἀναγκαίως ἐπήγαγε τὸ, κείνη γάρ κεν ἀγγείλειε γέροντι. νοητέον δὲ ὡς εἰ καὶ μὴ ἐξεφωνήθη που ἐν τοῖς ἑξῆς γενέσθαι τοῦτο, ἀλλὰ, ὡς εἰκὸς, κατὰ τὸ σιωπώμενον ἔσταλται ἡ ταμία εἰς τὸν γέροντα. Ὅρα δὲ καὶ ἐνταῦθα τὸ κρύβδην, ὅμοιον ὂν τῷ, τῶν δʼ ἄλλων μή τις πευθέσθω, ὃ πρὸ ὀλίγων ἐῤῥέθη. Ὅτι καὶ ἐνταῦθα ἐν τῷ, πέδιλα δησάμενος ὑπὸ ποσὶ, τὰ ὑποδήματα ἐτυμολογεῖ, ταυτὰ δηλαδὴ τοῖς πεδίλοις ὄντα. Ὅτι μετὰ τὴν Εὐμαίου εἰς τὴν πόλιν ὑποχώρησιν προελθὼν Ὀδυσσεὺς τοῦ σταθμοῦ ἐντυγχάνει τῇ Ἀθηνᾷ, ὅτε σχεδὸν ἐλθοῦσα ἐκείνη δέμας ἤϊκτο γυναικὶ καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα εἰδυίῃ. εἶτα εἰσελθὼν ἀναγνωρίζεται τῷ υἱῷ. ἔδει γὰρ πάντως ἐξελθόντα τὸν Ὀδυσσέα περιεργάσασθαι πρῶτα μή τις ἔξω που ὢν καὶ μαθὼν τὰ ἔσω γινόμενα θήσει ἀνάπυστον τὸ τέως κρυπτόμενον. Κλαύσονται γὰρ, ὡς εἰκὸς, καὶ Ὀδυσσεὺς καὶ Τηλέμαχος ἐπὶ τῷ ἀναγνωρισμῷ καὶ διαχεθήσονται καὶ κατατενοῦσι ῥήσεις μακράς. τούτοις δὲ καιρὸν χρὴ ἐπιστῆσαι τὸν δέοντα. ὧν πάντων ταμίας ὁ ἔμφρων τοῦ Ὀδυσσέως λόγος καὶ ἡ σύνεσις Ἀθηνᾶ, ἣν πλάττει Ὅμηρος ὑποτιθεμένην τὰ ποιητέα τῷ Ὀδυσσεῖ. ἔστη γάρ, φησι, κατʼ ἀντίθυρον κλισίης, τουτέστιν ἀντικρὺ τῆς θύρας, Ὀδυσῆϊ φανεῖσα. καὶ Τηλέμαχος μὲν οὐκ εἶδεν αὐτὴν οὐδʼ ἐνόησε. μόνῳ γὰρ ἐπεφάνη τῷ Ὀδυσσεῖ, οὐ μὴν καὶ τῷ υἱῷ, κατὰ μὲν τὴν ἀλήθειαν, ἐπεὶ οὐκ εἶχε νοῆσαι Τηλέμαχος τὰ ἔνδον κρυπτικῶς τῷ Ὀδυσσεῖ μελετώμενα, κατὰ δὲ τὸ φαινόμενον τῆς ποιήσεως, οὐ γάρ πως πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς. ἀλλʼ Ὀδυσσεύς τε κύνες τε ἴδον, οἷς δηλαδὴ οὐκ ἐπέκρυψεν ἑαυτὴν ἡ μυθικὴ Ἀθηνᾶ, καὶ δὴ οὐχʼ ὑλάοντο, κνυζηθμῷ δʼ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν, τουτέστιν ἔφυγον εἰς ἕτερόν τι μέρος τοῦ σταθμοῦ, ὃν καὶ κλισίαν νῦν τε ἔφη καὶ μετʼ ὀλίγα ἐρεῖ. καὶ οἱ μὲν κύνες οὕτως ἔφυγον διὰ τῆς Ἀθηνᾶς, ἵνα μὴ παρόντες καὶ ἐμπηδήσαντες τῷ Ὀδυσσεῖ παράσχοιεν αὖθις πράγματα. ἡ δὲ ἐπʼ ὀφρύσι νεῦσε τῷ Ὀδυσσεῖ, ἵνα δηλαδὴ μὴ φωνήσασα ἐξακουσθείη τῷ Τηλεμάχῳ, νόησε δὲ δῖος Ὀδυσσεύς. ἐκ δʼ ἦλθε μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς. στῆ δὲ πάροιθʼ αὐτῆς, τουτέστιν οὐκ ἦλθεν ὀπίσω τοῦ δεόντως ἐν τοῖς ἑξῆς φρονῆσαι. καὶ τὸ ἐντεῦθεν ἡ μυθικὴ μὲν Ἀθηνᾶ πρὸς δὲ ἀλήθειαν ἀγχίνοια ἡ τοῦ ἥρωος ὑποτίθεται αὐτῷ, γνωρισθῆναι τῷ υἱῷ. φησὶ γάρ· ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε, ὡς ἂν μνηστῆρσι θάνατον καὶ κῆρʼ ἀραρόντε ἔρχησθον προτὶ ἄστυ, καὶ οὐδʼ ἐγὼ αὐτὴ δηρὸν ἀπέσσομαι. τὸ δʼ ἐντεῦθεν εἰσελθὼν Ὀδυσσεὺς καὶ γνωρισθεὶς καὶ ἀνακινήσας τὸ βουλευτικὸν λαλεῖ μετὰ τοῦ υἱοῦ τὰ περὶ τῶν ἑξῆς, Ὁμήρου οἰκονομοῦντος διʼ εὐκρίνειαν τὰ τοιαῦτα κατὰ συνήθη σχηματισμὸν προεκθετικόν. Ἰστέον δὲ ὅτι πρὸς τέρας ἐλαλήθη τὸ μὴ ὑλάειν τοὺς κύνας· ἐχρῆν γὰρ Ἀθηνᾶς ἐπιφανείσης τερατολογηθῆναι καὶ τοιοῦτόν τι, ὡς ἄρα πτοηθέντες αὐτὴν οἱ κύνες ἔφυγον. διὸ κρεῖττον ἐστὶ ποιὸν κλαυθμὸν τῶν κυνῶν νοῆσαι τὸν κνυζηθμὸν ἤ περ ποππυσμόν τινα κατὰ τοὺς παλαιοὺς καὶ ποιὸν ἦχον, ὃν Ὀδυσσεὺς ἐποίησεν ἐπὶ συστολῇ τῶν κυνῶν. Δῆλον δὲ ὡς ἐκ τοῦ κνυζῶ κνυζήσω ὁ κνυζηθμὸς, ὡς ὀρχήσω ὀρχηθμὸς, καὶ ὡς ἄλλο ῥῆμα τοῦτο παρὰ τὸ, κνυζώσω δέ οἱ ὄσσε, καθὰ καὶ ἐκεῖ δεδήλωται, ὥστε τὸ κνυζῶ πολλαῖς μεμέρισται συζυγίαις. τριχῶς γὰρ φέρεται· κνυζῶ κνυζεῖς, κνυζῶ κνυζᾷς, ὡς ἐν τοῖς τοῦ Ἀθηναίου, καὶ κνυζῶ κνυζοῖς. οὐ πολλὰ δὲ τῶν περισπωμένων ῥημάτων οὕτω τριλογοῦνται, πλείω δὲ τὰ καὶ περισπώμενα, ὡς δῆλον ἔκ τε τοῦ στέρεσθαι καὶ στερεῖσθαι καὶ μυρίων ἄλλων, ἐν οἷς καὶ τὸ ξυρεῖσθαι καὶ ξύρεσθαι, οὗ μετοχὴ παθητικὴ παρὰ τῷ δειπνοσοφιστῇ τὸ, ξυρόμενοι καὶ λεαινόμενοι διετέλουν ἄνδρες ὄντες. ἔνθα ὅρα τὸ, ἄνδρες ὄντες, ῥηθὲν σκωπτικῶς κατὰ τῶν ψιλούντων ἀνδρῶν τοὺς πώγωνας, οὓς εὐφυῶς ἔσκωψέ τις ὡς οἷα δοκοῦντας αὐτὸ ποιεῖν διὰ τὸ αἰδεῖσθαι, εἴ περ ἄνδρας αὐτοὺς ἡ φύσις ἀπετέλεσεν. Ὅτι δὲ γυναικεῖον τὸ τοιοῦτον, δηλοῖ καὶ ὁ κωμικὸς ἐν τῷ, ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι. Τὸ δὲ ἐπʼ ὀφρύσι νεύειν, λέγεται καὶ κεφαλῇ νεύειν, ὡς ἐν τοῖς ἑξῆς φανεῖται. τῷ μέντοι Ἴρῳ ἐπιλλίζουσιν οἱ μνηστῆρες, ἤγουν ὀφθαλμοῖς ἐννεύουσι. καὶ ἔστι κεφαλῇ μὲν κατανεύειν κατὰ τὸ ὅλον, ἐπιλλίζειν δὲ καὶ ὀφρύσι νεύειν, ὃ καὶ ἐν Ἰλιάδι κεῖται, ἀπὸ μερῶν· μέρη γὰρ πάντως κεφαλῆς ὀφρύες καὶ ἴλλοι, ἐν οἷς φαίνεται κατάνευσις ὥς περ καὶ ἀνάνευσις· στόματι γὰρ μύλλειν μὲν ἔστιν, ἐννεύειν δὲ οὐκ ἔστιν. Ὅρα δὲ καὶ τὸ μέγαρον ἐπὶ σταθμοῦ ἐνταῦθα ῥηθέν· καὶ τὸ παρὲξ αἰτιατικῇ τε συνταχθὲν καὶ διὰ τοῦ κ γραφὲν ἐν τῷ, παρὲκ μέγα τειχίον αὐλῆς. Τὸ δὲ φάο, περὶ οὗ καὶ προεγράφη, δεύτερόν ἐστι κοινὸν πρόσωπον προστακτικὸν γινόμενον ἐκ τοῦ φάσο ἐνδείᾳ τοῦ σ. Τὸ δὲ ἀραρόντε δύσχρηστον μὲν εἰς ῥητορείαν· νοῦν δὲ ὑποβάλλει χρηστὸν ἐν τῷ, θάνατον ἀραρόντε, τουτέστι τεχνησάμενοι, τεκτήναντες· λέξις γάρ ἐστι τεκτονικὴ, χρόνου δευτέρου ἀορίστου. ἐκ τοῦ ἄραρον γὰρ ἡ μετοχὴ ἀραρών. Ὅτι ἐπεὶ οὐχʼ ἡδὺς ἤδη προσέβαλε τῇ τοῦ υἱοῦ ὄψει Ὀδυσσεὺς καὶ ἦν εἰκὸς ἀπεύξασθαι αὐτὸν τὴν πατρικὴν θέαν μετὰ τὸν ἀναγνωρισμὸν καὶ ἑλέσθαι μηδʼ ἂν ἐλθεῖν, εἰ τοιοῦτος ἐστὶν, ὁποῖον αὐτὸν ἡ Ἀθηνᾶ προσεμόρφωσε, πλάττει ἐνταῦθα μεταβολὴν αὐτῷ τεραστίαν ὁ ποιητὴς ὑπὸ Ἀθηνᾶς, ἵνα τε φιληθείη τῷ υἱῷ γενόμενος ὁ πρὶν ἐκεῖνος καλὸς Ὀδυσσεὺς, καὶ ἅμα, ἵνα καὶ θεοφιλὴς φανεὶς ἐπάγηται πιθανῶς τὸν υἱὸν εἰς τὸ ἐφεξῆς μέγα καὶ κινδυνῶδες ἔργον. γίνεται δὲ καὶ νῦν ἡ μεταβολὴ τοῦ Ὀδυσσέως κατὰ Ὁμηρικὸν ἔθος διʼ ἐπαφῆς. ῥάβδῳ γὰρ ἡ Ἀθηνᾶ μεταποιεῖ αὐτὸν, καθὰ καὶ πρὸ τούτων, πλὴν ὅσον ἐκεῖ μὲν οἷα μὴ λαμπροῦ τοῦ πράγματος ὄντος ῥάβδον ἁπλῶς εἶπεν ὁ ποιητὴς, ἐνταῦθα δὲ χρυσέαν ῥάβδον. φησὶ γὰρ, ὅτι χρυσείῃ ῥάβδῳ ἐπιμασαμένη, ὅ ἐστιν ἐφαψαμένη Ἀθήνη, φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα θῆκεν ἀμφὶ στήθεσσιν, ἀπεναντίας πρὸς τὸ, ῥάκος κακὸν βάλε καὶ τὰ ἑξῆς, ὡς προπεποίηται. δέμας δʼ ὤφελλε καὶ ἥβην, ἡ κάρψασα πρὶν χρόα καλὸν τῷ Ὀδυσσεῖ ἐπὶ μέλεσιν. ἂψ δὲ μελαγχροιὴς ἐγένετο, γναθμοὶ δʼ ἐτάνυσθεν τῷ κνυζωθέντι πρὸ τούτων τοὺς καλοὺς ὀφθαλμούς. κυάνεαι δʼ ἐγένοντο γενειάδες ἢ ἐθειράδες ἀμφὶ γένειον, καὶ οὐκέτι κακόθριξ ὁ ἀνὴρ, ὡς ἔστιν ἐκ μέρους νοεῖν. καὶ ἡ μὲν οὕτω ποιήσασα ᾤχετο, Ὀδυσσεὺς δὲ ἤϊεν ἐς κλισίην, τουτέστιν ἐπορεύετο, ἐκ τοῦ ἐΐω ἐνεστῶτος, οὗ συναίρεσις τὸ εἴω. θάμβησε δέ μιν φίλος υἱὸς, ὡς εἰκὸς, καὶ οὐ μόνον, ἀλλὰ καὶ ταρβήσας ἑτέρωσε βάλεν ὄμματα, μὴ θεὸς εἴη φανεὶς, δηλαδὴ ἐναργής. καὶ τοίνυν λαλεῖ τὸ περιᾳδόμενον· ἀλλοῖός μοι ξεῖνε φάνης νέον ἠὲ πάροιθεν, ἄλλα δὲ εἵματʼ ἔχεις, καί τοι χρὼς οὐκέθʼ ὁμοῖος. ὧν ὁ μὲν πρῶτος στίχος παροιμιωδῶς ἐπιφωνεῖται τοῖς ἁπλῶς ἀλλοιουμένοις, ὁ δὲ δεύτερος παραπλακείη ἂν ἐπὶ τῶν ἐκ πενίας ἢ εἰδεχθείας εἰς τὸ ἀνάπαλιν μεταποιηθέντων. Εἶτα ἐπιφέρει ὁ νέος καὶ τὰ ἐφεξῆς εἰκότα ῥηθῆναι· ἦ μάλα τοι θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν· ἀλλʼ ἵληθι, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ, ἠδὲ χρύσεα δῶρα τετυγμένα, τουτέστιν ἐσκευασμένα χρυσῷ. φείδεο δʼ ἡμέων. ταῦτα δὲ παρῳδηθήσεταί ποτε εἰς μέγα τι πρόσωπον. καὶ οὕτω μὲν ὁ Τηλέμαχος. Ὀδυσσεὺς δέ φησιν, ὡς οὔ τί τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐΐσκεις; ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων πάσχεις ἄλγεα πολλὰ βίας ὑποδέγμενος ἀνδρῶν. Ἰστέον δὲ ὅτι, οὔ τί τοι θεός εἰμι καὶ τὸ ἑξῆς, ἔχοι ἄν ποτε παροιμιακῶς ῥηθῆναι, ὅτε τις οὐκ ἐθέλει ἀκούειν ἐπαίνους τοὺς ὑπὲρ ἑαυτόν. Τὸ δὲ οὗ ἕνεκα σὺ στεναχίζων καὶ ἑξῆς, πολυπενθὴς ἀνὴρ ἀκούσοι ἄν ποθεν. Ἰστέον δὲ ὅτι τὸ ἀμφὶ στήθεσφιν, τὸ ὅλον δηλοῖ σῶμα ὡς ἀπὸ μέρους τοῦ προφαινομένου. διὸ μετʼ ὀλίγα ἐρεῖ κάλλιον τὸ, καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι. Δέμας δὲ ὀφέλλεται τῷ Ὀδυσσεῖ, καθὰ καὶ ἐν τῇ τῶν Φαιάκων γῇ. Ἥβην δὲ οἱ μὲν Ἀττικοὶ ἐπὶ νεανικῆς ἡλικίας τίθενται, ὅθεν καὶ ἡβυλλιᾶν ἐπὶ μειρακίσκης κατὰ τὸν κωμικόν. ἥβη δὲ ἄρτι ἐπὶ Ὀδυσσέως τοῦ ὠμογέροντος οὐκ ἂν κυριολεκτοῖτο, εἰ μὴ ὅτι γε κατὰ μῦθον, ὡς τῆς Ἀθηνᾶς τοιοῦτον ἐκφηνάσης αὐτόν. ἐναλίγκιος γοῦν μετʼ ὀλίγα ῥηθήσεται ἀνδρὶ νέῳ. εἰ δʼ ἴσως καὶ κυριολεκτεῖται, πρωθήβης γοῦν τέως οὐκ ἂν εἴη Ὀδυσσεύς. μελαγχροιὴς δὲ ἱστορεῖται νῦν φύσει εἶναι ὁ Ὀδυσσεύς. διὸ καὶ τλήμων ἦν. στερεότερα γάρ, φασι, τὰ μέλανα τῶν σωμάτων, ὡς τὰ λευκὰ εὐπαθέστερα. Ἀττικὸς δὲ ἀνὴρ συγκόψας τὸ μελαγχροιὴς μελαγχρὴς λέγει, ὅθεν καὶ Μένανδρος μελαγχρές, φασιν, εἶπε μειράκιον. Τὸ δὲ γναθμοὶ ἐτάνυσθεν, ἀντὶ τοῦ ἐπαχύνθησαν, οἱ πρὸ τούτου δηλαδὴ ῥυσοί. χρήσιμον δὲ τοῦτο καὶ εἰς τὸ τανύπεπλος γυνή. οὕτω γὰρ κἀκείνη τανύει τοὺς πέπλους διὰ τὸ ἔμπαχυ. Αἱ δὲ κυάνεαι γενειάδες ὑποκινοῦσι μὲν ἀπορίαν διὰ τὸ, ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ὅ περ ἐν τῷ τέλει τῆς μ ῥαψῳδίας· εἴρηται δὲ περὶ τοῦ τοιούτου ἐκεῖ. οἱ δὲ παλαιοί φασι καὶ ὅτι πρὸς τὸ πιθανὸν τῆς τοῦ Ὀδυσσέως φαλακρώσεως ἐκεῖνο ἐῤῥέθη. αἱ γὰρ ξανθαὶ τρίχες ἀραιαί, φασιν, εἰσὶ καὶ εὐχερῶς φαλακροῦνται. ὀλέσω οὖν, φασὶ, τὰς τρίχας οὕτως, ὡς ἔμφασιν δοῦναι προϋπαρχούσης ξανθότητος. καὶ ἔστι σκοπὸς τοῦ τοιούτου λόγου, μὴ ξανθὰς ἀλλὰ κυανέας εἶναι καὶ τὰς κόμας τῷ Ὀδυσσεῖ. Ὅτι δὲ φαλακρὸς ὁ Ὀδυσσεὺς, δηλώσει τὰ ἐφεξῆς. Ἐτυμολογικὸν δὲ τὸ, γενειάδες ἀμφὶ γένειον, ἤγουν τρίχες ἀμφὶ τὴν γνάθον. εἰ δὲ γράφεται ἐθειράδες, δῆλον ὡς ἀπὸ τοῦ ἐθείρω ἡ ἔθειρα, ὡς ἀλλαχοῦ ἐφάνη. ἀπʼ αὐτῆς δὲ παράγωγον ἡ ἐθειρὰς, ὁμοίως τῷ, μαῖα μαιὰς, ὡς τὸ, μαιάδος υἷϊ. Τὸ δὲ ἑτέρωσε ἔβαλεν ὄμματα, ὅ ἐστιν εἶδε, μεταλαβόντες οἱ μεθʼ Ὅμηρον ἔῤῥιψέ ποι ὄψεις ἢ ὀφθαλμοὺς λέγουσιν, ὡς τοῦ βάλλειν ταυτόν ποτε δηλοῦντος τῷ ῥίπτειν. δύναται δέ τις καὶ ἰλλῷ ἀνδρὶ, ὅ πέρ ἐστι στραβῷ, οὐκ ἀφυῶς ἐπισκῶψαι τὸ ἑτέρωσε βάλλειν ὄμματα. Τὸ δὲ ἀλλοῖον φανῆναι τὸν Ὀδυσσέα νῦν ἤ περ πάροιθεν ἔχει μέν τι καὶ μεταβολῆς καὶ ἀλλοιώσεως καὶ ἑτεροιότητος ἐξάπαντος. ἔδοξε δέ τισιν ὅμως μεταμορφωτικὸν τοῦτο εἰπεῖν ἰδιαζόντως. μεταβολὴ μὲν γάρ, φασι, πάθος κοινὸν ἐπί τε καιρῶν καὶ πράξεων παντοίων. Εὐριπίδης οὖν παριστὰς τὴν τῆς λέξεως δύναμίν φησι· μεταβολὴ πάντων γλυκύ. μεταμόρφωσις δὲ μορφὴ χαρακτῆρος καὶ σώματος, τυπωθεῖσα εἰς ἕτερον χαρακτῆρα, ὁποῖον, φασὶ, τὸ ἀλλοῖός μοι ξεῖνε καὶ ἑξῆς. ἀλλοίωσις δὲ προτέρας ὑπολήψεως ποίησις ἑτέρα, ἑτεροίωσις δὲ ἡ ἀφʼ ἑτέρου σώματος εἰς ἕτερον μεταβολὴ, ὡς τῆς Νιόβης εἰς λίθον. καὶ τοιαύτη μὲν ἡ εἰρημένη παράδοσις, μὴ ἀκριβωσαμένη ὡς οὐχʼ ἑτεροιοῦσθαι, ἀλλὰ μεταμορφοῦσθαι οἱ μυθογράφοι φασὶ τοὺς ἀπὸ σώματος ἄλλου εἰς ἄλλο μεταπίπτοντας, ὡς δηλοῦσιν οἱ τὰ περὶ μεταμορφώσεων ληρήσαντες. δοκεῖ γοῦν προσφυέστερον εἶναι εἰπεῖν τὸν Ὀδυσσέα ἠλλοιῶσθαι νῦν, Ὁμήρου ἐνδιδόντος εἰς τοῦτο ἀρχὴν διὰ τοῦ εἰπεῖν ὅτι ἀλλοῖός μοι ἐφάνης. ἄλλως δέ γε προσαρμόζει ἐνταῦθα καὶ τὸ μεταμορφωθῆναι διὰ μόνον τὸ πρόσωπον. ἀρέσκει γὰρ τοῖς παλαιοῖς ἐπὶ προσώπου τιθέναι τὴν μορφήν. διὸ καὶ φασὶν ὅτι εὐειδὴς μὲν ὁ τοῦ εἴδους εὖ ἔχων ἤγουν ἅπαν τὸ σῶμα καλὸς, εὔμορφος δὲ ὁ μορφῆς εὖ ἔχων· οἷον εὐπρόσωπος. καὶ οὕτω μὲν ταῦτα. Τὸ δὲ ἵληθι λέγεται μὲν καὶ ἵλαθι. σύστοιχον δὲ αὐτῷ καὶ τὸ ἱλήκοις καὶ τὰ κατʼ αὐτό. Ὅτι Ὀδυσσεὺς εἰπὼν τὰ ἀνωτέρω δηλωθέντα υἱὸν κύσεν, ὅ ἐστιν ἐφίλησε, κὰδ δὲ παρειῶν δάκρυον ἧκε χαμᾶζε δαψιλῶς οὕτω ὑφʼ ἡδονῆς, πάρος δʼ ἔχε νωλεμὲς αἰεὶ, τουτέστι, πρὶν μέντοι ἐπεῖχεν αὐτὸ, τλήμων κἀνταῦθα ὢν τότε· οὗ καὶ ὅτε τῇ Πηνελόπῃ ἐντύχοι, οἱ ὀφθαλμοὶ ὡσεὶ κέρα ἢ σίδηρος στήσονται· καὶ Τηλέμαχος δὲ μετʼ ὀλίγα, ἐπεί περ ἠκριβώσατο, ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο δάκρυα λείβων. ἔνθα καὶ ἐμφαίνων οἷος ἦν ἀμφοῖν γόος φησίν· ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο. Καὶ ὅρα τὸ ἵμερος, οὐ γὰρ ἁπλῶς ἀλλοία ὄρεξις, ἀλλʼ ἵμερος ὅ πέρ ἐστιν ἐπιθυμίας ἐπίτασις. διὸ καὶ παραβολικῶς ὑποδεικνὺς τὸ πρᾶγμα φησί· κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ περ οἰωνοὶ φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι· ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον. καλῶς ἄρα καὶ ὁ Εὔμαιος νῦν ἀποδημεῖ, ὡς ἂν καταμόνας ταῦτα γίνοιτο. εἶτα διασαφῶν τὸν τοῦ γόου ἵμερον ἐπὶ πλέον, φησί· καὶ δὴ ἂν ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, εἰ μὴ Τηλέμαχος ἐρωτήσας τὸν πατέρα, ὅπως ἦλθεν εἰς Ἰθάκην, ἔπαυσε τὸν γόον, τρέψας τὸ παθητικὸν εἰς ἀφήγησιν. καὶ ἰδοὺ πρῶτος αὕτη τῷ πατρὶ πεῖρα τοῦ φρόνιμον εἶναι τὸν Τηλέμαχον· ὃς καὶ μετʼ ὀλίγα δεικνὺς, ὡς καὶ μέγας ὀρθοῖτʼ ἄν ποτε ὑπὸ σμικροτέρων, ὑποθήσει τῷ πατρὶ βούλευμά τι καλὸν, ὅ περ ἐκεῖνος οὐκ ἀπέβαλεν. Ὅρα δὲ ὥς περ ἐν ἄλλοις, οὕτω καὶ ἐν τῷ, υἱὸν κύσεν, ὅτι τοῦ φιλεῖν τρία δηλοῦντος· τὸ ἀγαπᾶν, τὸ ξενίζειν, καὶ τὸ φιλοφρόνως χείλη συμβάλλειν, ὥς φασιν οἱ παλαιοὶ, τὰ μὲν πρῶτα δύο σημαινόμενα τοῦ φιλεῖν χρηστά εἰσι καὶ ποιηταῖς, τὸ δὲ τρίτον φιλῆσαι κύσαι φιλοῦσι γράφειν, ὡς πολλαχοῦ φαίνεται. δῆλον δʼ ὅτι κύειν καὶ τὸ ἔγκυον εἶναι δηλοῖ, ὃ διαφέρει τοῦ τίκτειν καθότι αὐτὸ ἀπαλλάττει τοῦ κύειν. καὶ φέρεται εἰς τοῦτο χρῆσις ἐξ Ἀντιόπης τὸ, κύουσα τίκτον, ἤγουν κατὰ γαστρὸς φέρουσα εἶτα ἔτεκον. οἱ δέ γε ὕστερον καὶ αὐτὸ τὸ τίκτειν κύειν ἔλεγον. Ἰστέον δὲ ὅτι τὸ, ἀμφιχυθεὶς πατέρα, ἐμφαντικώτερόν ἐστι τοῦ ἐμφὺς καὶ τοῦ περιφὺς καὶ τῶν ἄλλων, καὶ δηλοῖ τὴν ἄγαν διόλου περιπλοκὴν, ὁρμηθὲν ἐκ τοῦ, νήδυμος ἀμφιχυθείς. Ἐν δὲ τῇ ῥηθείσῃ παραβολῇ σημείωσαι ὅτι ἐξ ἀνομίου παραβολικὴν ὁμοιότητα καὶ νῦν ἐπορίσατο. φήνη μὲν γὰρ καὶ αἰγυπιὸς ἐπὶ στερήσει τέκνων κλαίουσι λυπούμενοι. Ὀδυσσεὺς δὲ τὸν παῖδα σχὼν κλαίει χαίρων. πρὸς μόνην οὖν τὴν ὀξύτητα τοῦ κλαυθμοῦ ἡ παραβολὴ καὶ τὸ ἐξάκουστον τῆς βοῆς, ὡς ἐκεῖ τῆς κλαγγῆς, ἴσως δὲ καὶ πρὸς τὸ ἐλεεινόν. Ἐν δὲ τῷ, οἰωνὸς καὶ ἑξῆς, γένος μὲν ὁ οἰωνὸς, εἴδη δὲ ἡ φήνη καὶ ὁ αἰγυπιός. εἰ δὲ ἴσως ὁ αἰγυπιὸς πάντων τῶν ἀετῶν κατηγορεῖται, εἴη ἂν γένος ὑπάλληλον ὁ αἰγυπιὸς, εἶδος δὲ πάλιν αὐτοῦ ἡ φήνη. πάνυ δὲ πολὺς ὁ λιγὺς τῶν ἡρώων κλαυθμὸς, εἰ καὶ φήνης καὶ αἰγυπιοῦ ἀδινώτερος ἦν· ὅσῳ δʼ ἂν πλείων, τοσούτῳ καὶ εὐγενέστερος. τὸ γὰρ μινυρίζειν οὐκ εὐγενές. Ζῴων δὲ ἰδιότητα ἱστόρησεν ἡ παραβολὴ, ὧν πολὺ τὸ φιλότεκνον. μάλιστα δὲ τοιοῦτον ἡ φήνη, γένος αὕτη ἀετῶδες, ἣν λόγος ἐκτρέφειν καὶ τοὺς ἐκθέτους ἀετιδεῖς. Τὸ δὲ ἐξείλοντο καὶ νῦν ἀντὶ τοῦ, ὡς ἐξαίρετά τινα ἔλαβον. Πετεηνὰ δὲ τὰ πτῆναι δυνάμενα καὶ ὡς εἰπεῖν ἐκπετήσιμα. Τὸ δὲ ἐλεεινὸν ἀναμεμίχθαι δηλοῖ καὶ τῷ καθʼ ἡδονὴν δακρύῳ ἔλεόν τινα, οἷς διʼ ἀνάμνησιν προϋπαρξάντων κακῶν γίνεται. Δῆλον δὲ καὶ ὅτι ἔνδοξος ἡ παραβολὴ, ὡς ἐξ εὐγενῶν γαμψωνύχων οἰωνῶν συγκεκροτημένη. καὶ κλαυθμὸν δὲ μέγαν ἐμφαίνει τῇ τῶν ἀρετῶν βοῇ, οὐχʼ ἁπλῶς ἀλλʼ ὅτε τῶν φίλων τέκνων ἀποστερηθεῖεν. Ὅτι οὐκ ἔχων ῥᾷον συγκαταθέσθαι ὁ Τηλέμαχος πατέρα εἶναι τὸν φανέντα ἢ ἁπλῶς ἄνδρα τινὰ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρα εἶναι, φησίν· οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι πατὴρ ἐμὸς, ἀλλά με δαίμων θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω. οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο ᾧ αὐτοῦ νόῳ, ἤγουν κατὰ ἴδιον αὐτοῦ νοῦν, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα. ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο· νῦν δὲ θεοῖς ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι· ὅ περ ἄλλος πρὸ τούτων ἔφρασεν ἐν τῷ, μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι. καὶ ταῦτα μὲν ὁ Τηλέμαχος. ἐν οἷς τὸ, οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ καὶ ὁ ἐφεξῆς αὐτῷ στίχος ἁρμόσοι ἂν εἰς ἔπαινον μεγαλουργοῦ τινὸς ἀνδρός. Ὀδυσσεὺς δὲ, οὔ σε ἔοικε, φησὶ, φίλον πατέρα ἔνδον ἐόντα, οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι. οὐ μὲν γάρ τοι ἔτι ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεὺς, ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε παθὼν καὶ πολλὰ δʼ ἀνατλὰς ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν· ὅ περ ἐπιτομή ἐστι τῆς εἰκοσαετοῦς ἀποδημίας τοῦ Ὀδυσσέως. τοῦτο δέ, φησι, τὸ ἔργον Ἀθηνᾶς ἐστὶν, ἥ τέ με τοῖον ἔθηκε ὅπως ἐθέλει· δύναται γάρ· ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ὡς πρὸ τούτου, ἄλλοτε δʼ αὖτε, ὡς νῦν, ἀνδρὶ νέῳ, καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι. ῥηΐδιον δὲ θεῷ, ὃς οὐρανὸν εὐρὺν ἔχει, ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι, οἷον, τὸ μὲν διὰ κάλλους, τὸ δὲ διὰ τοῦ κατʼ εἶδος αἴσχους. καὶ ἰδοὺ σεμνὴ αὕτη λύσις τῆς τε παρὰ τῷ Τηλεμάχῳ εὐλόγου ἀπορίας καὶ τῆς ἐπὶ τῷ πλάσματι τῷ κατὰ τὴν Ἀθηνᾶν. διὸ καὶ οὐκέτι ἀπορεῖ ἐπὶ πλέον ὁ Τηλέμαχος. Ὅρα δʼ ἐν τοῖς ῥηθεῖσι τὸ, ἀλλά με δαίμων θέλγει, οὐδʼ ἐνταῦθα ἐπὶ καλῷ ῥηθέν. ἀπάτην γὰρ νῦν τὸ θέλγειν δηλοῖ καὶ ἐπίτασιν ὀδυρμοῦ, ὡς δηλοῖ προσκείμενον τὸ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω. ἐκφανεστάτη δὲ καὶ μετʼ ὀλίγα ἡ φαυλότης τῆς λέξεως ἐν τῷ, τοὺς δὲ ἤγουν τοὺς μνηστῆρας Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς. Τὸ δὲ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν ῥᾳδίως μεταβαλεῖ τινὰ, ἐγκείμενον φυσικῶς τῇ τοῦ φρονίμου παιδὸς ψυχῇ, ποιεῖ αὐτὸν ἑτοίμως παραδεχόμενον τοὺς τοῦ πατρὸς λόγους ὅτε σεμναῖς ἐννοίαις χρώμενος, ὡς ἐῤῥέθη, δύνασθαι εἴπῃ τὸν θεὸν ἀλλοιοῦν ἀνθρώπους καὶ ἢ κυδαίνειν ἢ κακοποιεῖν· ὃ γνωμικῶς εἶπεν Ὀδυσσεὺς, δύνασθαι μέντοι αὐτὰ οὐχʼ ἁπλῶς, ἀλλὰ ῥᾷον, ὡς καὶ ὁ Τηλέμαχος ἔφη καὶ μετʼ αὐτὸν ὁ πατήρ. μή ποτε δὲ καὶ ἐνταῦθα τὸ ῥηθὲν νόημα ἐκ τοῦ υἱοῦ πορισάμενος ὁ Ὀδυσσεὺς ἐξ αὐτοῦ ἔπεισεν αὐτὸν κατὰ φιλόσοφον μέθοδον. ἐξ ὧν γὰρ οἶδε δοξάζειν τὸν Τηλέμαχον, ὅτι δηλαδὴ οὐκ ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο, ὅτε μὴ θεὸς αὐτὸς ποιεῖ αὐτὰ, ἐξ ἐκείνων αὐτῶν ὁ παλαιὸς ῥήτωρ τὸν νέον ἔπεισε τοῖς οἰκείοις, ὅ φασιν, ἑαλωκότα πτεροῖς. Τὸ δὲ ὅτε μὴ θεὸς αὐτὸς, ὅμοιόν ἐστι τῷ, ὅτι μὴ θεὸς αὐτὸς, καὶ τῷ, εἰ μὴ ἄρα θεὸς αὐτός. Τὸ δὲ θεοῖσιν ἔοικας, κατὰ μὲν τὸ πληθυντικῶς εἰρῆσθαι σεμνότερόν ἐστι τοῦ, θεός ἐσσι, κατὰ δὲ τὸ ἔοικας ἐπιεικέστερον φαίνεται. σεμνότερον δὲ αὐτοῦ τὸ θεός ἐσσι διὰ τὸ ἀποφαντικῶς προενεχθῆναι. Τὸ δὲ, οὔ σε ἔοικεν οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι, παραινεθήσεται ὁ μὴ ῥᾳδίως πιστεύων τοῖς ἀληθῶς φαινομένοις. Ἔστι δὲ τὸ ἀγάασθαι, τουτέστιν ἐκπλήττεσθαι, ἐπίτασίς τις τοῦ θαυμάζειν. Τὸ δὲ περιώσιον ἤτοι μέγα, ὡς ἐκ τοῦ περιαύειν γίνεται, ἵνα δηλοῖ πως τὸ περιβόητον, ἐν τοῖς εἰς τὴν Ἰλιάδα δηλοῦται. Ὅτι συγκεφαλαιούμενος ὁ ποιητὴς διὰ τοῦ Ὀδυσσέως τὸν ἐκ Φαιάκων εἰς Ἰθάκην πλοῦν, ὡς αὐτοὶ ἄγαγον αὐτὸν εἰς Ἰθάκην, καὶ ὅτι εὕδοντα ἐν νηῒ ἄγοντες, εἶτα κατέθεσαν εἰς Ἰθάκην, καὶ ὡς πολλὰ ἔδωκαν αὐτῷ, καὶ ὡς ἐν τῷ κατὰ τὴν Ἰθάκην σπηλαίῳ ἐκεῖνα κεῖνται, ὃ καὶ πληθύνων ἐν σπήεσσι λέγει, στίχοις ἓξ ἐμπεριγράφει τὴν τοιαύτην κεφαλαίωσιν, οἷα μὴ θέλων μηδὲ νῦν τὰ ἀριζήλως εἰρημένα μακρολογεῖν, καὶ ταῦτα πρὸς ἀκροατὴν συνετόν. κεῖται δʼ ἐνταῦθα καὶ τὸ, Φαίηκές με ἄγαγον, οἵ τε καὶ ἄλλους ἀνθρώπους πέμπουσιν, ὅ τις σφέας εἰσαφίκηται. παρεσημειώθη δὲ τοῦτο εἰς μνήμην τοῦ καὶ ἐπὶ τῶν Ἰθακησίων πορθμέων ἐν τοῖς ἑξῆς ῥηθήσεσθαι τὸ, οἳ πάντας ἀνθρώπους πέμπουσι καὶ ἑξῆς, ἁρμόζον ὡς ἴδιόν τι τοῖς πορθμεύουσιν ἐπιλέγεσθαι. ἐν ᾧ καὶ αὐτῷ ἔστιν ἰδεῖν ὅτι ἐκ τοῦ, οἳ καὶ ἄλλους ἀνθρώπους πέμπουσιν, εἰς τὸ ἑνικὸν κατέβη τὸ, ὅ τις σφέας εἰσαφίκηται, διὰ τὸ ἀκριβέστερον. οὐ γὰρ ἁπλῶς πάντας πέμπουσιν, ἀλλʼ ὃς ἂν εἰς αὐτοὺς ἔλθῃ. Περὶ δὲ τοῦ ὅ τις ἤτοι ὅς τις προδεδήλωται. κεῖται δʼ αὐτοῦ χρῆσις καὶ μετʼ ὀλίγα ἐν τῷ, ἠδʼ ὅ τις οὐκ ἀλέγει. Ὅτι θέλων ὁ ποιητὴς πιθανολογῆσαι τὴν ὑποδύσκολον μνηστηροφονίαν ποιεῖ τὸν Ὀδυσσέα πολυπραγμοῦντα ἐκ τοῦ υἱοῦ τὸν ἀριθμὸν τῶν μνηστήρων, ὡς ἂν ἢ ἀξιόμαχος ὢν ἀποδύσηται εἰς τὸν ἀγῶνα, ὃ καὶ γενήσεται, ἢ μὴ δυνάμενος ἀντιστήσεσθαι διζήσεται καὶ ἑτέρους συμμάχους. φησὶ γοῦν· ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον, ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί. καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας φράσσομαι εἴ κεν νῶϊ δυνησόμεθα ἀντιφέρεσθαι μόνω ἄνευθʼ ἄλλων, ἢ καὶ διζησόμεθʼ ἄλλους. ὁ δὲ ἀδύνατον κρίνων τὴν διὰ μόνων τῶν δύο τούτων ἄμυναν, φησίν· ὦ πάτερ, ἤτοι σεῖο μέγα κλέος αἰὲν ἄκουον, χεῖράς τʼ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν· ἃ δὴ χρήσιμα εἰς ἔπαινον ἀνδρείου καὶ φρονίμου τινός· ἀλλὰ λίην μέγα εἶπες. ἄγη μʼ ἔχει, οὐδέ κεν εἴη ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι· ὃ δὴ παρῳδηθῆναι δύναται, ὅτε τις μικρᾷ δυνάμει μεγίστων κατεπιχειρεῖ. ἐφʼ οἷς ὁ βασιλικὸς νεανίας τὸν τοῦ πατρὸς λόγον πληρῶν ἐπιφέρει· μνηστήρων δʼ οὔτʼ ἂρ δεκὰς ἀτρεκὲς, ἤγουν ἀληθῶς καταμόνας, οὔτε δύω οἶαι, ἀλλὰ πολὺ πλέονες. τάχα δʼ εἴσεαι ἐνθάδʼ ἀριθμόν. ἐκ μὲν Δουλιχίοιο δύο καὶ πεντήκοντα κοῦροι κεκριμένοι, ὅ ἐστιν ἔκκριτοι· τοίους γὰρ ἔδει τοὺς τὴν Πηνελόπην μνηστευομένους εἶναι· ἓξ δὲ δρηστῆρες, ὅ ἐστι θεράποντες ὑπουργοὶ ἕπονται. ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν· ἐκ δὲ Ζακύνθου ἐείκοσιν· ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι· καί σφιν ἅμα ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς, καὶ δοιὼ θεράποντε εἴτουν δρηστῆρε δαήμονε δαιτροσυνάων. Καὶ σημείωσαι κἀνταῦθα τὸ ἡρωϊκὸν εὐτελές. τοῖς γὰρ τοσούτοις δύο ἦσαν δαιτροὶ, ὡς τῶν βρωμάτων οὐ πολυειδῶν ὄντων. ἀριθμὸς δὲ τῶν μνηστήρων μόνων, ὀκτὼ καὶ ἑκατόν· συναριθμουμένων δὲ καὶ τῶν ἓξ δρηστήρων καὶ τῶν δύο δαιτρῶν, οἳ οὐδʼ αὐτοὶ ἐκφευξοῦνται τὸν θάνατον φαύλοις δεσπόταις συγκινδυνεύσαντες, γίνονται οἱ ὅλοι κακοὶ ἓξ καὶ δέκα καὶ ἑκατόν. ὁ δὲ Μέδων καὶ ὁ ἀοιδὸς συναριθμοῦνται μὲν, οὐκ εἰσὶ δὲ θανάτου ἄξιοι· ἀγαθοὶ γάρ εἰσι· διὸ καὶ περισωθήσονται. ὅθεν καὶ προοιμιάζεται τὸ μὴ θανεῖν τῷ Μέδοντι μὲν τὸ κῆρυξ· τίμιοι γὰρ οἱ τοιοῦτοι καὶ ἄσυλοι· τῷ ἀοιδῷ δὲ τὸ θεῖος· ὁ γὰρ τοιοῦτος οὐδὲν ἂν πάθοι ὅτι μηδὲ ποιήσοι κακόν. Ὅτι δὲ ὁ Μέδων ἀγαθὸς τῷ τοῦ Ὀδυσσέως οἴκῳ, μαρτυρήσει καὶ ἐν τοῖς ἑξῆς ὁ Τηλέμαχος, ὅτε καὶ περιποιηθήσεται. ὡς δὲ καὶ ὁ ἀοιδὸς ἀνάγκῃ ἄειδε τοῖς μνηστῆρσι, προϊστόρηται. τέως γε μὴν ἀρκεῖ αὐτοῖς ἡ ἐκ τοῦ υἱοῦ πρὸς τὸν Ὀδυσσέα σύστασις, φαῦλον μὲν περὶ αὐτῶν εἰπόντος οὐδὲν, σεμνύναντος δὲ τὸν μὲν διὰ τοῦ κῆρυξ, τὸν δὲ διὰ τοῦ θεῖος. Ἐνδοξότερον δὲ φαίνεται τὸ ἐκ Δουλιχίου φῦλον. πλείους τε γάρ εἰσι κοῦροι ἔκκριτοι καὶ δρηστῆρας αὐτοὶ μόνοι ἔχειν λέγονται. Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν ὁ γλυκὺς ἀριθμεῖν καὶ νῦν καὶ ἀλλαχοῦ λέγει κοινότερον. καινολόγος δέ τις ποιητὴς μεταθεὶς ἀμιθρεῖν λέγει τὸ ἀριθμεῖν. Ἐν δὲ τῷ, ὄφρʼ εἰδέω, φυσικῶς ἔγκειται τὸ ε, ὡς ἐν τῷ ποιέω καὶ τοῖς ὁμοίοις. εἰδέω γὰρ εἰδῶ εἰδήσω, ὡς ποιέω ποιῶ ποιήσω, καὶ ἐκεῖθεν καὶ τὸ εἰδήσειν καὶ ἡ εἴδησις καὶ ὁ εἰδηκὼς, ἐξ οὗ κατὰ συγκοπὴν ὁ εἰδὼς, ὥς περ καὶ τὸ εἰδέναι ἐκ τοῦ εἰδηκέναι. Ἐν δὲ τῷ, ὅσσοι τε καὶ οἵ τινες, ποσοῦ μὲν τὸ ὅσσοι, ποιοῦ δὲ τὸ οἵ τινες. Νῶϊ δὲ δίχα τοῦ ν ἀντὶ τοῦ ἡμεῖς, τὸ μέντοι νῶϊν μετὰ τοῦ ν γενικὴ καὶ δοτική ἐστι τῶν δυϊκῶν, κειμένη ἀντὶ τοῦ ἡμῖν. Ἐν δὲ τῷ, πολλοῖσι καὶ ἰφθίμοισιν, ἀκρίβειά ἐστι λόγου. ἀνάνδροις μὲν γὰρ πολλοῖς μάχοιντο ἂν ἀνδρεῖοι δύο, ἤδη δέ που καὶ εἷς. πολλοῖς δὲ καὶ ἰφθίμοις οὐκ ἂν προσμίξοι ἀκινδύνως. Ὅτι Τηλέμαχος μὲν ὀκνῶν τὴν κατὰ τῶν μνηστήρων μάχην φησίν· ὡς εἴ περ τῶν μνηστήρων πάντων ἀντήσομεν, ὅ ἐστιν ἄντην ἔλθωμεν, ἔνδον ἐόντων καὶ μὴ ἐσκεδασμένων που ἔξω, μὴ πολύπικρα καὶ αἰνὰ, τουτέστι πολυπίκρως καὶ αἰνῶς, βίας ἀποτίσεαι ἐλθὼν, ἤγουν πειραθῇς ἀμυντικῶς ἐκδικῆσαι τὰς βίας αὐτῶν. ἀλλὰ σὺ εἰ δύνασαί τινα ἀμύντορα μερμηρίξαι, φράζευ, ὃς ἂν νῶϊν ἀμύνοι πρόφρονι θυμῷ· ὅ περ ἑρμηνεία ἐστὶ τοῦ, ἀμύντορα. καὶ οὕτω μὲν ὁ Τηλέμαχος. Ὀδυσσεὺς δὲ λύων τὸ ἄπορον φησὶ μεγαληγόρως καὶ σεμνῶς· τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καὶ φράσαι, εἴ κεν νῶϊν, ἤγουν ἡμῖν, Ἀθήνη σὺν Διῒ πατρὶ ἀρκέσει, ἠέ τινʼ ἄλλον ἀμύντορα μερμηρίξω. καὶ ὁ νεανίας φησίν· ἐσθλώ τοι τούτω γʼ ἐπαμύντορε, τοὺς ἀγορεύεις, ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥς τε καὶ ἄλλοις ἀνδράσι κρατέουσι καὶ ἑξῆς. πρέπει δὲ πάντως ἐπὶ ἐνδόξων βοηθῶν λέγεσθαι τὸ, ἐσθλοί τοι οὗτοί γε ἐπαμύντορες, οὓς ἀγορεύεις. εἰ δὲ καὶ εἰς ἑνικὸν σχῆμα παρῳδηθῇ, ἐπιπρέπει ὁ πᾶς λόγος θεῷ, οἷον· ἐσθλός τοι οὗτος ἐπαμύντωρ, ὃν ἀγορεύεις, ὕψι περ ἐν νεφέεσσι καθήμενος, ὅς τε καὶ ἄλλοις ἀνδράσι τε κρατέει καὶ ἀθανάτοισιν. Ὅρα δὲ τὴν ἔλλειψιν ἐν τῷ, μὴ πολύπικρα καὶ ἑξῆς. λείπει γὰρ τὸ σκόπει, ἢ σκέπου, ἢ δέδοικα, ἤ τι τοιοῦτον· ἵνα λέγῃ, ὅτι δέος ἐστὶ μὴ τίσεσθαι τοὺς κακοὺς προθέμενος πικρανθῇς αὐτός. Ὅρα δὲ καὶ ὅτι τὸ ἀμύντωρ, ὃ καὶ ἡρμήνευσεν, ὡς ἐῤῥέθη, τρὶς ἐνταῦθα κεῖται κατὰ σχῆμα ἐπιμονῆς, καὶ ὅτι πάνυ καὶ πιθανῶς καὶ, ὡς ἐῤῥέθη, σεμνῶς, κατέστησεν ὁ ποιητὴς οὐκ ἀπίθανον εἶναι τὴν τῶν μνηστήρων πανωλεθρίαν εἰ θεὸς ἐπαμύνῃ, οἷα τοῦ παιδὸς μὲν ἀπορήσαντος, τοῦ δὲ Ὀδυσσέως φιλοσόφως λύσαντος. εἰ δὲ καὶ ἀόπλοις ἐκείνοις ἔνοπλοι οὗτοι ἐμπέσοιεν, καὶ μεθύουσι νήφοντες καὶ πάντῃ ἀνελπίστως καὶ οὐδὲ μόνοι οὗτοι οἱ δύο ἀλλὰ σὺν ἑτέροις τισὶν, ἐπίτασίς τίς ἐστι ταῦτα τῆς πιθανότητος. ὅτι δὲ πλάσει ὁ ποιητὴς καὶ αὐτὴν τηνικαῦτα παρεῖναι τὴν Ἀθηνᾶν, ἐκεῖ φανεῖται. Ὅτι ἐπικουρίας ὑποσχετικὸν τὸ, οὐ μέντοι κεῖνοί γε πολὺν χρόνον ἀμφὶς ἔσονται φυλόπιδος κρατερῆς, ὁπότε ἡμῖν μένος κρίνηται Ἄρηος, ἤγουν ὅτε πολεμοῦμεν. συμβολικὸς δὲ ὁ λόγος καὶ οἷον αἰνιγματώδης διὰ τὸ ἀσαφές. Ἔστι δὲ κρίνεσθαι μένος Ἄρεος, ὅτε σύμμιξις πολέμου γένηται. τότε γὰρ διακρίνεται τὸ τῶν μερῶν μένος καί πως διακεκριμένως οἱ τοιοῦτοι μίγνυνται, τὴν ἀρχὴν μὲν συμπλεκόμενοι, τῷ δὲ τέλει τῆς μάχης διακρινόμενοι ὅτε νίκη ἑτεραλκὴς γένηται. Τὸ δὲ ἀμφὶς φυλόπιδος, ἀντὶ τοῦ, ἰδίᾳ καὶ χωρὶς καὶ πόῤῥω τῆς μάχης. Ὅτι προεκτιθεὶς ἐνταῦθα σαφέστερον τὰ ἐφεξῆς ὁ ποιητὴς καὶ προθεωρῶν, ὅπως μεθοδεύσοι αὐτὰ, ποιεῖ τὸν Ὀδυσσέα λέγοντα τῷ υἱῷ, ὡς σὺ μὲν ἕωθεν ἐλθὼν οἴκαδε μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει. ἐμὲ δὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει, οὐκ ἐν τῷ νῦν σχήματι, ἀλλὰ πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι. εἶτα λαλεῖ τινὰ γυμναστικὰ εἰς καρτερίαν καὶ τληπάθειαν, εἰπών· εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ τετλάτω ἐν στήθεσσιν, ὅ πέρ ἐστι περίφρασις τοῦ, σὺ δὲ τλῆθι κακῶς πάσχοντος ἐμοῖο, ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε, ἢ βέλεσι βάλλωσι, σὺ δʼ εἰσορόων ἀνέχεσθαι, ἤτοι ἀνέχου. παύεσθαι μέντοι ἄνωγε ἀφροσυνάων μειλιχίοις ἐπέεσσι παραυδῶν, ὅ ἐστι παραινῶν. οἱ δέ τοι οὐχὶ πείσονται, δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ· τουτέστιν ἐγγὺς αὐτῶν ἵσταται ὄλεθρος ὁ ἀποκείμενος. εἶτα προσεπιβάλλει προεκθετικῶς καὶ ἑτέραν παραγγελίαν χρησίμην εἰς τὰ ἑξῆς, εἰπών· ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· ὅ περ καὶ μετʼ ὀλίγα ἐν ἑτέρᾳ παραινέσει ἀπαραποιήτως λέγει· ὁππότε ἂν πολύβουλος ἐνὶ φρεσὶ θήσει Ἀθήνη, νεύσω μέντοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσας, ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται, ἐς μυχὸν ὑψηλοῦ θαλάμου κατάθες ἀείρας πάντα μάλα. μνηστῆρας δὲ μαλακοῖς ἐπέεσσι παρφάσθαι, ἤτοι παράφαθι, παραλόγισαι, εἴ πέρ σε μεταλλῶσι ποθέοντες· ἐκ καπνοῦ κατέθηκα, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει οἷα ποτὲ Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς. ἀλλὰ κατῄκισται ὅσον πυρὸς ἵκετʼ ἀϋτμή. πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε θεὸς, μή πως οἰνωθέντες ἔριν στήσαντες ἐν ὑμῖν ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα καὶ μνηστὺν, ἤγουν τὴν τῆς Πηνελόπης μνηστείαν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος. ἡμῖν δέ, φησι, μόνοις, δύο φάσγανα καὶ δύο δοῦρε καλλιπέειν ἤτοι κατάλιπε, καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι, ἤγουν ὥστε ἑλεῖν αὐτὰ χερσὶ καὶ ἀντικαταστῆναι τοῖς μνηστῆρσι. τοὺς δὲ Παλλὰς Ἀθηναίη θέλξει, ὡς ἐῤῥέθη πρὸ μικροῦ, καὶ Ζεὺς, τουτέστιν ὁ ἐν ἡμῖν νοῦς καὶ ἡ φρόνησις. Καὶ ὅρα τὸ τοῦ Ὀδυσσέως βαθὺ καὶ ἐπιχειρηματικόν. συμβουλεύει μὲν γὰρ τῷ υἱῷ· συστεῖλαι τὰ Ἀρεϊκὰ ὅπλα· ὑποβάλλει δὲ αἰτίαν εἰπεῖν τῆς πράξεως εἴ τίς που αὐτὸν ἐρωτήσει, μίαν μὲν ὑπὲρ τῶν ὅπλων, ἵνα δῆθεν μὴ ἀχρειῶνται καπνῷ πρόχειρα κείμενα, ἑτέραν δὲ ὑπὲρ τῶν μνηστήρων, μή πως οἴνῳ κατασχεθέντες ἐπεγερθῶσιν ἀλλήλοις ὡς ἀντερασταί. τοῦτο δὲ ἔχει τι καὶ σκώμματος, εἴ γε λεληθότως ἐν τῷ δοκεῖν ὑπὲρ αὐτῶν λέγειν σκώπτει αὐτοὺς καὶ ὡς μεθύσους. ἐν δὲ τούτοις καὶ γνωμικὸν ἀστείως ὡς ῥήτωρ χορηγεῖ πρὸς ἀπολογίαν τῷ υἱῷ τὸ, αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος, ἤγουν πρόχειρος εἰς μάχην ἀνὴρ κατὰ τοὺς παλαιοὺς παρακειμένου σιδήρου, ἵνα ὥς περ σίδηρον ἡ μαγνῆτις, οὕτως αὐτὸς ἐπάγηται τὸν θυμούμενον καὶ ἀληθῶς ὅπλον ἀχορηγήτου θυμοῦ κατὰ τὸν εἰπόντα πᾶν τὸ παρατυχόν. Ἰστέον δὲ ὅτι εἰ καὶ ἐν ἄλλοις ταυτὸν τὸ παραυδᾶν καὶ τὸ παρφάσθαι, ἀλλʼ ἐνταῦθα, ὡς ἐφάνη, ἀγαθὸν μὲν τὸ παραυδᾶν, τὸ δὲ παρφάσθαι, ὃ σύστοιχόν ἐστι τῷ παραιφάσκειν καὶ τῇ παραιφάσει, ἔχει τι ψόγου διὰ τὸ δηλοῦν ἀπάτην καὶ παραλογισμόν. Τὸ δὲ πολύβουλος Ἀθήνη, πάνυ συντελεῖ πρὸς τὸ ἀλληγορικῶς Ἀθηνᾶν τὴν φρόνησιν λέγεσθαι. Ἀρήϊα δὲ τεύχεα πρὸς διαστολὴν τῶν ἐν ἄλλαις τέχναις ὅπλων. Τὸ δὲ ἐκ καπνοῦ κατέθηκα, ἀντὶ τοῦ ἔξω καπνοῦ. καὶ ἔστιν ἀνάπαλιν πρὸς τὸ ὑπὲρ καπνοῦ. ἐκεῖνο μὲν γὰρ ὡς ἐπὶ πολὺ ἐπὶ τῶν ἀμελουμένων παροιμιάζεται, οἷα τῶν ὑπὲρ καπνοῦ τιθεμένων ἤδη πως καὶ ἀμελουμένων. τὸ δὲ ἐκ καπνοῦ ἐπιμέλειαν δηλοῖ, ἐπεὶ μὴ ἐῶνται τὰ τοιαῦτα σώματα καπνίζεσθαι, ἀλλὰ δηλαδὴ ἐκτὸς καπνοῦ τίθενται, ἵνα λαμπρὰ ὦσι καὶ οὕτως ἐκπληκτικά. ὅτι δὲ τὸ μὴ ἐκ καπνοῦ τὰ ὅπλα τεθεῖσθαι ἀμέλειαν αὐτῶν ἐμφαίνει, δηλοῖ ὁ γράψας τὸ, ἡ δʼ ἀσπὶς ἐν τῷ φεψάλῳ κρεμήσεται, ἀμεληθεῖσα δηλονότι διὰ τὸ εἰρήνην εἶναι. παράφρασις δὲ πάντως τοῦ καπνοῦ προκεῖσθαί τι τὸ ἐν φεψάλῳ κρέμασθαι. φέψαλοι γάρ, φασι, καὶ φεψάλυγες, ὧν χρῆσις καὶ παρὰ Λυκόφρονι, σπινθῆρες ἀναφερόμενοι ἐκ τῶν καιομένων ξύλων, οἷς οὐκ ἂν εἴη μὴ καὶ καπνὸν συναναφέρεσθαι. οὐ πάρεργον δʼ ἐνταῦθα εἰπεῖν καὶ ὅτι ἐκ τοῦ φέβω φέψω εἴη ἂν ὁ φέψαλος, οὗ δηλαδὴ φέβεταί τις τὸ ἅλμα ἤγουν φεύγει. Τὸ δὲ κατῄκισται ἀντὶ τοῦ κακῶς ἔπαθεν, ἐκ μεταφορᾶς τῶν αἰκιζομένων σωμάτων· ἢ ἀεικῶς καὶ ἀεικελίως ἔχει τῆς προτέρας καταστάσεως. Ἀϋτμὴ δὲ πυρὸς ὁ καπνὸς, ὡς ἀναθυμίασις, παρὰ τὸ ἄω καὶ ἀΰω τὸ πνέω· ἐπεὶ πνευμάτων ἡ ἀναθυμίασις γεννητικόν. Τὸ δὲ τρώσητε ἀντὶ τοῦ βλάψητε· ἐξ οὗ καὶ τρώμη, ἡ τρῶσις Ἰωνικῶς. Βοάγρια δὲ, ὡς καὶ ἐν Ἰλιάδι, ἀσπίδες ἐκ βοῶν ἀγρίων καὶ ὅσα ἄλλα ἐῤῥέθη ἐκεῖ. Ἰστέον δὲ καὶ ὅτι ἡ περὶ τῶν ὅπλων ἐνταῦθα παραγγελία τῇ τῆς τ μάλιστα ῥαψῳδίᾳ ᾠκείωται κατὰ τοὺς παλαιούς· ὧδε γὰρ ὀβελίζονταί, φασι, τὰ τοιαῦτα ἔπη μετὰ καὶ ἀστερίσκων· ἐκεῖ δὲ καιριώτατα κεῖνται ὅπου καὶ εἶδεν Ὀδυσσεὺς τὰ ὅπλα. νῦν γάρ, φησιν, ἐν ἀγροῖς ὢν πῶς οἶδεν ὅτι πρόχειρα κεῖνται ὅπλα ἐν τῷ οἴκῳ; Σημείωσαι δὲ καὶ τὸ ἄδηλον ἐν τούτοις τῆς τῶν πραγμάτων συμπτώσεως. οὐ γὰρ συνεῖδεν Ὀδυσσεὺς νῦν, εἰ καὶ ἄλλων ὅπλων δεήσονται ἐπέκεινα τῶν δύο φασγάνων καὶ δύο δουράτων καὶ δύο βοαγρίων· ὅτε μέντοι προσεπιγένωνται καὶ οἱ δύο δοῦλοι ἐπαμύντορες, τότε δεηθέντες εὐπορήσουσι καὶ ἑτέρων ὅπλων, ὡς τὸ πρᾶγμα δίδωσιν. Ὅτι Ὀδυσσεὺς μετὰ τὸ βουλεύσασθαι, ὅσα ἐχρῆν, παραινεῖ τῷ υἱῷ μηδενὶ ἐκφῆναι τὴν πατρικὴν ἔλευσιν, φυλάσσων τὸ, κρύβδην οὐδʼ ἀναφανδὰ εἰς τὴν πατρίδα ἐλθεῖν, ὃ καὶ προπαρήγγελται. φησὶ γοῦν οὕτως· εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο, μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος, μὴ Λαέρτης, μὴ συβώτης, μήτε τις οἰκήων, τουτέστι τῶν ἁπλῶς ἐν τῷ οἴκῳ, μήτʼ αὐτὴ Πηνελόπεια, ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθὺν, τὴν κατὰ ψυχὴν δηλαδὴ ὁρμήν. καί τινος δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν, ἤτοι πειρηθείημεν, ὅς τε ἡμᾶς τίει καὶ δείδιε θυμῷ, καὶ ὃς οὐκ ἀλέγει, σὲ δʼ ἀτιμᾷ τοῖον ἐόντα. καὶ οὕτω μὲν ὁ πατήρ. Τηλέμαχος δὲ καὶ νῦν δεικνὺς κατʼ ἴχνη θέειν τῆς πατρικῆς ἀγχινοίας, καί πως καὶ ὀρθοῦν ἐθέλων τραγῳδικῶς, τὸν μέγαν, ὡς καὶ προεῤῥέθη, ὁ σμικρότερος, πρῶτα μὲν ἑαυτὸν συνιστᾷ ἐφʼ οἷς ἀπῃτήθη σιγᾶν, εἰπών· ὦ πάτερ, ἤτοι ἐμὸν θυμὸν καὶ ἔπειτά γε ὀΐω γνώσεαι, οὐ μὲν γάρ τι χαλιφροσύναι με ἔχουσιν. εἶτα καὶ διορθούμενος εὐλαβῶς τὸν πατέρα ἐπὶ τῷ κατὰ τοὺς δμῶας κεφαλαίῳ φησίν· ἀλλʼ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω ἡμῖν ἀμφοτέροισι, σὲ δὲ φράζεσθαι ἄνωγα. δηθὰ γὰρ αὕτως εἴσῃ ἑκάστου πειρητίζων, ἔργα μετερχόμενος. τοὶ δʼ ἐν μεγάροισιν ἕκηλοι χρήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδέ τι φειδώ. ἔστι δὲ ὁ τοῦ λόγου νοῦς, ὅτι ἀκερδές ἐστι τὸ πειρᾶσθαί σε τῶν ἀνδρῶν, ὧν οἱ πλείους ἔξω τῆς νήσου περὶ τὴν ἤπειρον. ἐν ὅσῳ γὰρ αὐτὸς μετέρχῃ τὰ ἐκείνων ἔργα, ἐν τοσούτῳ οἱ μνηστῆρες τὰ κατʼ οἶκον ἐκκενώσουσι. διὸ καὶ συμβουλευόμενος τὸ ἄλλως ποιητέον φησίν· ἀλλʼ ἤτοι σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα, αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλιτεῖς εἰσὶν, ἤτοι ἀναμάρτητοι. πᾶσαι γὰρ ἐν τῷ οἴκῳ οὖσαι οὐ δώσουσι τριβὴν καιροῦ. ἀνδρῶν δʼ οὐκ ἂν ἔγωγε κατὰ σταθμοὺς ἐθέλοιμι ἡμέας πειράζειν, ἀλλʼ ὕστερα ταῦτα πένεσθαι εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας· ἐξ οὗ δηλαδὴ ὁρμώμενος ἔφης ἀμύντορα τὸν Δία ἡμῖν ἔσεσθαι. ὡς εἴ γε μὴ τοῦθʼ οὕτως ἔχει, τότε δὴ καὶ δμώων πειρητέον, καὶ ἑτέρους δὲ προσαιτεριστέον ἀμύντορας. Ἰστέον δὲ ὅτι τὸ, καὶ αἵματος ἡμετέροιο διασάφησίς ἐστι τοῦ, ἐμός ἐσσι. ἄλλως γὰρ τὸ ἐμὸς οὐ δηλωτικόν ἐστι τοῦ ἐξ αἵματος ἤτοι σπέρματος. Τὸ δὲ σὲ ἀτιμᾷ τοῖον ἐόντα, ἔμφασίν τε ἔχει ἐπαίνου μυστικὴν ὡς μεγάλου φανέντος τοῦ Τηλεμάχου κατὰ τὴν νῦν πεῖραν. καὶ ἄλλως δὲ χαρίζεται αὐτῷ, ὡς λυπουμένου τοῦ πατρὸς εἴ περ ἀτιμᾶται ὁ τοιοῦτος Τηλέμαχος. τοῦτό τε αὖθις ἀνταποδιδοὺς ὁ υἱὸς ἁμαρτητικὰς ἔφη δμωΐδας τὰς ἀτιμαζούσας τὸν Ὀδυσσέα, ὡς δηλοῖ τὸ, αἵ σε ἀτιμάζουσι καὶ αἳ νηλιτεῖς εἰσί. Δῆλον δὲ ὅτι πρωτότυπον τοῦ ἀτιμάζω τὸ ἀτιμᾶν, ἐξ οὗ καὶ τὸ ἠτίμησε καὶ τὸ ἀτίμητος ἐν Ἰλιάδι. Τὸ δὲ καὶ ἔπειτά γε ὀΐω γνώσεαι, ἀποστατικῶς μὲν ἔχει ἐπεντεθειμένον τὸ ὀΐω, ἢ καὶ ἄλλως ἐλλιπῶς ἐφράσθη ἀντὶ τοῦ, ἔπειτα ὡς ὀΐω γνώσεαι. καὶ οὕτως ἐσχημάτισται· ὡς τό γε κοινότερον ἦν ἂν οὕτως· ἔπειτά γε ὀΐω σε γνώσεσθαι. ἐνδοιασμὸν δὲ εὐλαβῆ ἔχει, ὡς ἂν μὴ δόξῃ καὶ ὁ νεανίας ἀλαζονεύεσθαι, οἷς λέγει μὴ ἔχεσθαι χαλιφροσύναις, τουτέστιν ἀφροσύναις, ἐξ ὧν χαλίφρων ὁ τὰς φρένας κεχαλασμένος καὶ ἔκλυτος, ὡς καὶ ἀλλαχοῦ ἐγράφη. οὕτω δὲ καὶ τὸ, σὲ δὲ φράζεσθαι ἄνωγα, ἐπιεικῶς ὁ νεανίας ἔφη διʼ εὐλάβειαν, ἵνα μὴ τῷ ἀποφαντικῷ τῆς βουλῆς λυπήσῃ τὸν πατέρα. Ἔστι δὲ τὸ, σὲ δὲ φράζεσθαι ἄνωγα, ἀντὶ τοῦ, σὺ δὲ φράζου εἴτε συμφέρον εἴτε καὶ μὴ, ὅ περ ἂν ἐγὼ εἴπω, ἢ καὶ ὅ περ σὺ εἶπας περὶ τοῦ ἀποπειρᾶσθαι τῶν ἀνδρῶν. Τὸ δὲ πειρητίζειν ταυτὸν τῷ πειρᾶσθαι, ἅ περ ἄμφω ἐν τούτοις κεῖνται. γίνεται δὲ ἀπὸ τοῦ πεῖραρ πείρατος κατὰ τροπὴν φωνήεντος ἔθιμον. Δεδάεσθαι δὲ τὸ μανθάνειν, ἐξ οὗ ἀόριστος τὸ δεδάασθαι, εἰς τοσοῦτον οὐκ εὔχρηστον γράφειν, ὥστε ἄτριπτον καὶ τῷ ποιητῇ. γέγονε δὲ κατὰ ἀναδιπλασιασμὸν καὶ ἀπέλευσιν διχρόνου ἐκ τοῦ δαίεσθαι, ὅ ἐστι μανθάνειν. Τὸ δὲ κατὰ σταθμοὺς πειράζειν ὅμοιόν ἐστι τῷ πειρητίζειν ἐν τῷ ἔργα μετέρχεσθαι, τὰ γεωργικὰ δηλαδή. Σημείωσαι δὲ καὶ ὅτι οὐκ ἔσχεν ὁ γέρων ἀντειπεῖν οἷς ἐνόησεν ὁ Τηλέμαχος, ὡς εἶναι κἀνταῦθα εἰπεῖν τὸ, σύν τε δύʼ ἐρχομένω καὶ ἑξῆς, καὶ τὸ, συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν. Τὸ δὲ, ἀλλʼ οὔ τοι τόδε κέρδος καὶ ἑξῆς οἱ δύο στίχοι, τέλους εἰσὶ δηλωτικοὶ οὐκ ἀγαθοῦ. Οἱ δὲ ἀνωτέρω ἕτεροι δύο στίχοι, ἤγουν τὸ, ὦ πάτερ ἤτοι ἐμὸν θυμὸν καὶ ἑξῆς, προσώπου εἰσὶ συστατικοὶ ἐπὶ φρονήσει. Βιαίαν δὲ δαπάνην φράζει τὸ, οἱ δʼ ἐν μεγάροισιν ἕκηλοι χρήματα δαρδάπτουσι καὶ ἑξῆς. Κώλυσις δὲ ἀκαίρου πείρας τὸ, ἀνδρῶν δʼ οὐκ ἂν ἔγωγε καὶ ἑξῆς οἱ δύο στίχοι. Ἰστέον δὲ καὶ ὅτι ὀκνεῖ Ὀδυσσεὺς ἀκουσθῆναι τοῖς οἰκείοις ὡς ἔνδον ἐστὶν, ἵνα μὴ περιχαρεῖς γενόμενοι ἐπίσημον τὴν αὐτοῦ ποιήσωσιν ἔλευσιν καὶ οὕτω κωλυθῇ μὲν ἡ τῶν μνηστήρων πανωλεθρία, γένηται δὲ καὶ ὁ ἀναγνωρισμὸς ἧττον παράδοξος, ἄλλως δέ γε πάνυ θαυμάσιον τῷ τε Λαέρτῃ καὶ τῇ Πηνελόπῃ, αἴφνης τὸν Ὀδυσσέα ἰδεῖν καὶ ἅμα τοὺς μνηστῆρας τεθνεῶτας μαθεῖν. ποιεῖ δὲ τοῦτο καὶ τοῖς Ἰθακησίοις πάνυ πολλὴν κατάπληξιν. Ὅτι κατάγεται ναῦς ἐνταῦθα εὐεργὴς, τουτέστιν ἐλλιμενίζεται, ἣ ἔφερε Τηλέμαχον Πυλόθεν. Καὶ ὅρα τὸ φέρειν ἐπὶ ἐμψύχου καὶ νῦν λεχθέν. καλῶς μέντοι ἐπὶ νηὸς, ἧς τὰ ἐντὸς φόρτος λέγεται. Ὅτι δύο τούτους Ὅμηρος πλάσας τὸν κήρυκα Μέδοντα καὶ τὸν συβώτην Εὔμαιον τῆς αὐτῆς ἕνεκʼ ἀγγελίης ἵκοντας εἰς Πηνελόπην ποιεῖ αὐτοὺς διαφόρως ἀπαγγέλλοντας, ποικίλλων καὶ οὕτω τὴν γραφήν. κῆρυξ μὲν γὰρ μέσῃσι μετὰ δμωῇσιν ἔειπε, γοργῶς ἀγγείλας. ἦ δή τοι βασίλεια, φίλος πάϊς εἰλήλουθε. συβώτης δὲ τῇ δεσποίνῃ ἄγχι παραστὰς εἶπε πάνθʼ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι, ὅ περ οὐκ ἀξιοῖ ἄρτι Ὅμηρος εἰπεῖν ὡς ἤδη ῥηθέν. ἔστι δὲ ἐκεῖνο, ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα, ὅ περ οὐδὲ ἀκέραιον ὂν ἔπος πληθύνει συνήθως ὁ ποιητὴς εἰπὼν, πάνθʼ ὅσα, ὡς εἴ περ ἦσαν πολλά. καὶ εἰσὶν ἀληθῶς εἰ καὶ μὴ πολλὰ, πλείω δʼ οὖν ὧν εἶπεν ὁ κῆρυξ. οὐ γὰρ μόνον φησὶν ὁ συβώτης κατὰ τὸν κήρυκα ὅτι ἦλθεν ὁ παῖς, ἀλλὰ καὶ ὅτι σῶς ἐστίν. ἐνταῦθα δὲ συννοεῖται καὶ ἡ τῶν ἑταίρων σωτηρία καὶ ἡ τῆς νεώς. πολύνους ἄρα ἡ διὰ τοῦ συβώτου ἀγγελία πρὸς τὴν δέσποιναν. διὸ καὶ τὸ πάντα οἰκεῖον ἐπʼ αὐτῆς, διʼ οὗ ποσὸν δηλοῦται διωρισμένον, ὡς καὶ ἐν τῷ, πᾶσαι κρῆναι καὶ πάντες ποταμοί. οὐ μὴν συνεχὲς ὡς ἐν τῷ, πᾶν δʼ ὑπερθερμάνθη ξίφος αἵματι. Ἰστέον δὲ καὶ ὅτι ὥς περ ἐνταῦθα δοκεῖ τὸ πάντα ἐπὶ δύο εἰπεῖν, ἤγουν ἐπὶ τοῦ σῶς ἐστὶ καὶ τοῦ ἐλήλυθεν, οὕτω καὶ πρὸ τούτων ἐν τῷ, ἐμοὶ δʼ ἐπὶ πάντʼ ἔταλτο, ἤγουν τὸ ἀνακλῖναι λόχον καὶ τὸ ἐπιθεῖναι. Κεῖται δʼ ἐνταῦθα καὶ ἀπειπεῖν τὸ ἀπαρτίσαι λόγον ἐν τῷ, ἐπεὶ δὲ πᾶσαν ἐφημοσύνην ἀπέειπε. λέγει δὲ πᾶσαν ἐφημοσύνην τὴν ῥηθεῖσαν τοῦ Τηλεμάχου ἐντολὴν ἐπὶ τῇ βραχυτάτῃ ἀγγελίᾳ. Καὶ ὅρα καὶ τὸ πᾶσαν, ὡς ἐπὶ πολλοῦ τινὸς ῥηθέν. Ἰστέον δὲ ὅτι ἄλλως κοινότερον τὸ ἀπειπεῖν παρὰ τοῖς μεθʼ Ὅμηρον· ταυτὸν γάρ ἐστι τῷ ἀπαγορεῦσαι, οἷον· τάλαινʼ ἀπεῖπον ἄλγει. τὸ δʼ αὐτὸ καὶ ἀπαυδᾶν καὶ ἀπειρηκέναι λέγεται. Ὅτι τὸ, λίπε δʼ ἕρκεά τε μέγαρόν τε, ἀντὶ τοῦ μακρὰν γέγονε τοῦ οἴκου. ἀφελῶς δὲ τοῦτο ἐῤῥέθη κατὰ περίφρασιν ἀντὶ τοῦ, ἀνεχώρησε. Τὰ δὲ ἕρκεα ὑποκατιὼν τειχίον λέγει αὐλῆς. Ὅτι σιγηλῆς λύπης δήλωσις τὸ, οἱ δεῖνα ἀκάχοντο κατήφησαν δʼ ἐνὶ θυμῷ. πάσχουσι δὲ τοῦτο οἱ μνηστῆρες μαθόντες ἐπανελθεῖν ἀβλαβῆ τὸν Τηλέμαχον. Ὅρα δὲ τὸ κατήφησαν ἐκ τοῦ κατηφῶ κατηφήσω τοῦ καὶ ἐν ἄλλοις κειμένου, τὸ μέντοι κατηφιᾶν κοινόν. ὅμοιον δὲ καὶ τὸ μειδῶ μειδήσω καὶ μειδιῶ. Δῆλον δὲ ὅτι ταυτὸν τὸ ἀκάχοντο καὶ τὸ κατήφησαν. Ὅτι αὐτοσχέδιον ἀγορὰν φράζει τὸ, ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς, αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο. μνηστῆρες δὲ τοῦτο ποιοῦσιν, οἳ καὶ νῦν, καθά που καὶ ἀλλαχοῦ, μέγα ἔργον τελεσθῆναι φασὶ Τηλεμάχῳ τήνδε ὁδὸν, ἣν ἔλεγον μὴ ἂν τελεσθήσεσθαι. καὶ τοῦτο μὲν λόγος Εὐρυμάχου. Ἀντίνοος δὲ μετʼ ὀλίγα ὑψηλότερον τὸν λόγον μεταχειριζόμενος ἐν τῷ ἐπανελθεῖν ἐκ τοῦ λόχου φησὶν ἐν θαύματι· ὦ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος ἔλυσαν, οἷα θεοφιλῆ. καὶ κατασκευάζων ἐπάγει· ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας αἰὲν ἐπασσύτεροι, τουτέστι πυκνότεροι, ὡς πολλαχοῦ φαίνεται. ἅμα δʼ ἠελίῳ καταδύντι οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ὅ ἐστιν ἀνεπαυσάμεθα, ἀνεπνεύσαμεν, ὡς ἀπὸ τοῦ ἄω ἄσω, ἀλλʼ ἐνὶ πόντῳ νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες αὐτόν. καλῶς ἄρα περιώδευε τὸν πλοῦν, ἵνα ἐκφύγῃ τοὺς οὕτω τεχνικῶς λοχῶντας. καὶ ἦν οὐκ ἄνευ ἀγαθῆς τύχης τὸ διεκφυγεῖν αὐτόν. διὸ καὶ θαυμάζουσιν, ὡς εἰκὸς, οἱ ἐνεδρεύσαντες. Τὸ δὲ νύκτα ἄσαμεν ἤγουν, ὡς ἐῤῥέθη, ἀνεπαυσάμεθα, κεῖσθαι ἀφετέον παρʼ Ὁμήρῳ οἷα οὐκ εὔχρηστον ὂν εἰς γραφὴν ὥς περ οὐδὲ τὸ φθίσωμεν, οὗ περ ἐδιφορεῖτο ἡ γραφή. Ὅτι ἐρέτας ἁλιῆας ἐνταῦθα λέγει ὁ ποιητὴς ἢ κοινῶς τοὺς ἁλιευτὰς ἢ καὶ ἄλλως ἁπλῶς τοὺς περὶ ἅλα πονουμένους, κυριολεκτῶν πάντως. Ὅτι Εὐρυμάχου εἰπόντος, δεῖν εἶναι σταλῆναι τοὺς ἀνακαλεσομένους ἐκ τοῦ λόχου τὸν Ἀντίνοον καὶ τοὺς περὶ αὐτὸν, οὔ πω πᾶν εἴρητο, καὶ Ἀμφίνομος εἷς τῶν μνηστήρων ἴδε νῆα, ᾗ συννοητέον καὶ τοὺς ἐν αὐτῇ, στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντὸς, ἱστία τε στέλλοντας, ἐρετμά τε χερσὶν ἔχοντας, ὃ δὴ βραχυτάτη ἐστὶ κατάπλου διασκευὴ, ὡς καὶ προείρηται. ἡδὺ δʼ ἂρ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι, μή τινα ἔτι ἀγγελίην ὀτρύνομεν, οἵδε γὰρ ἔνδον. ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν ὡς εἴ περ ἦσαν θεοφιλεῖς οἱ ὑπερφίαλοι, ἢ εἴσιδον αὐτοὶ νῆα παρερχομένην, τὴν τοῦ Τηλεμάχου δηλαδή. τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι, ἤγουν καταλαβεῖν, ὡς ἀπὸ τοῦ κιχαίνω ἢ κίχημι. Καὶ ὅρα τὸ, οὔ πω πᾶν εἴρητο, καινῶς λεχθὲν, ὡς καὶ προεμνημονεύθη. λείπει γὰρ ἢ τὸ ἔπος ἢ τὸ νόημα ἢ ἴσως τὸ ῥῆμα, ληφθὲν ἀπὸ κοινοῦ ἐκ τοῦ εἴρητο· τῇ σπουδῇ δὲ τοῦ λαλοῦντος καὶ ἡ φράσις συντετρόχασται. Τὸ δὲ ἐκγελάσαι ἴσως μὲν τὸ χανδὸν γελάσαι δηλοῖ, ἴσως δὲ καὶ τὸ ἐξεπιπολῆς οἷα βαρυνομένης τῆς ψυχῆς διὰ τὸ περισωθῆναι τὸν Τηλέμαχον κατὰ τὸ, ἐκ δʼ ἐγέλασε Ζεὺς, παρʼ Ἡσιόδῳ. Ὅτι δὲ βαρύνεται ὁ Εὐρύμαχος, δῆλον καὶ ἐκ τοῦ μὴ πρὸς ὄνομα ἐθελῆσαι φράσαι τοὺς ἐλλοχῶντας ἀλλὰ κατὰ ἀντωνυμίαν. ἀγείρομεν γάρ, φησιν, οἳ τάχιστα κείνοις ἀγγείλωσι νέεσθαι. ὧν καὶ αὐτῶν χρῄζει ὁ ποιητὴς εἰς τὴν μετὰ μικρὸν ἀναίρεσιν, ἵνα μηδεὶς ἐκφύγῃ τὸν ὄλεθρον. Τὸ δὲ ἤ τις ἔειπε θεῶν, ἦθος δηλοῖ τοῦ Ἀμφινόμου ὡς οἷα ἐπιῤῥεπῶς ἔχοντος ἀνάγειν εἰς τὸ θεῖον τὰ πράγματα. διὸ καὶ μετʼ ὀλίγα ἐν τοῖς κατὰ Τηλεμάχου θεῶν εἴρεσθαι βουλὰς συμβουλεύει καὶ μὴ ἄλλως ἐγχειρῆσαι κτείνειν ἐκεῖνον. Ὅτι δὲ Δουλιχεὺς ὁ τοιοῦτος Ἀμφίνομος καὶ ὡς προσεῖχεν αὐτῷ ἡ Πηνελόπη, μετʼ ὀλίγα ῥηθήσεται. Ὅτι μυστηριακῆς ἀγορᾶς τὸ, αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων. ἔστι δὲ μεταΐζειν τὸ συνίζειν. Ὅτι Ἀντίνοος μηδὲν κατὰ Τηλεμάχου ἀνύσας ἐν τῷ λοχᾶν καὶ ὅμως ἑαυτὸν συνιστῶν ὡς μὴ φαύλως λοχαγήσαντα, εἰ καὶ εὐτυχῶς ἀπήλλαξεν ὁ Τηλέμαχος, καὶ μέθοδον δὲ ἑτέραν ὑποβάλλων, διʼ ἧς ὁ κατὰ θάλασσαν εὐπραγήσας κινδυνεύσει κατὰ χέρσον, δημηγορεῖ παρὰ τοῖς μνηστῆρσιν, ὡς τέως μὲν ἀπήγαγεν αὐτὸν οἴκαδε θεὸς, ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον μηδʼ ὑμᾶς ὑπεκφύγῃ, τοὺς τοσούτους δηλαδὴ, εἰ καὶ τοὺς εἴκοσι διέδρα τοὺς ἐλλοχῶντας. καὶ αἰτίαν προστιθεὶς φησίν· οὐ γὰρ ὀΐω τούτου γε ζώοντος ἀνύσεσθαι τάδε ἔργα, τὰ ὑπʼ αὐτοῦ δηλονότι ῥηθησόμενα. αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε, ὅ περ ἔπαινός ἐστι φρονίμου ἀνδρός. λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν, ἤγουν οὐδεμίαν χάριν ἡμῖν ἔχουσιν, οὐ κεχαρισμένοι εἰσὶν ἡμῖν οἷα τὸ βασιλικὸν γένος φιλοῦντες εὐνοϊκῶς. εἶτα καὶ εἰς τὸν μέλλοντα χρόνον καταβαίνων τεχνικῶς καὶ οὕτω ἐπιμᾶλλον ἀξιῶν κατʼ ἐκείνου φησίν· ἀλλʼ ἄγετε πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς εἰς ἀγορήν· οὐ γάρ τι μεθησέμεναι ὀΐω, ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς οὕτω πως δριμύτατα καὶ συντομώτατα, οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν. οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα, μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον· ἀλλὰ φθέωμεν, ἤγουν φθῶμεν, προλάβωμεν, ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος, ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν, δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε κείνου μητέρι δοῖμεν ἔχειν, ἠδʼ ὅς τις ὀπυίει. Καὶ ὅρα τὸν νοῦν ὃς τοσούτους μνηστῆρας ἐν τῷ τοῦ Ὀδυσσέως οἴκῳ συνεῖχεν· οὐ δή που γὰρ πᾶσιν αὐτὸ τοῦτο τέλος ἀρίδηλον τὸ τὴν Πηνελόπην γυναῖκα σχεῖν, ἀλλὰ τοῦτο μὲν ἐχρῆν ἕνα τινὰ εὐτυχῆσαι τὸν ἐπικριθέντα ὑπʼ αὐτῆς, οἱ δὲ λοιποὶ συντεθειμένον εἶχον δάσασθαι τὰ τοῦ Ὀδυσσέως ἅπαντα κτήματα κατὰ μοῖραν, εἰ δή τις ἐν τοῖς τοιούτοις μοῖρα ἤτοι προσῆκον, μόνα δὲ ἀφεῖναι τῇ γυναικὶ τὰ δώματα, ὡς εἰ καί τις πίθον πρὸς βίαν ἀπαντλήσας ἀγαπητῶς ἀφήσει τῷ δεσπότῃ, κἂν γοῦν τὸ ἀγγεῖον κενόν. Τηλεμάχου δὲ αὐτοῖς ἐν τῷ δασμῷ μνεία οὐδεμία, πρῶτον γὰρ κτεῖναι αὐτὸν ἐβούλοντο, καὶ ταῦτα μὲν οὕτω γενναίως δημηγορηθέντα καὶ πεῖσαι τοὺς κακοὺς ἰσχύοντα. Ἐν οἷς ὅρα καὶ ὡς δεδίασιν οἱ ἐν τέλει τὴν τοῦ δήμου ὀξύτητα ὡς ταπολλὰ, καθὰ καὶ ἡ τοῦ Εὐριπίδου Ἑκάβη δηλοῖ. Ἐπεὶ δὲ προφανῶς ἄδικος ἡ τοῦ Ἀντινόου ἀξίωσις, καὶ, ὡς αὐτὸς ὡμολόγησε, κακὰ τὰ κατὰ μνηστῆρας ἔργα, καὶ οἶδεν ὡς οὐκ ἂν ἔχοι πείσειν· αὐτέλεγκτον γὰρ φύσει τὸ συνειδός· ἔτι δὲ εἰκὸς καὶ ἔλεον τοῦ μηδὲν αἰτίου Τηλεμάχου ὑπεῖναι τισὶν, ἐκβάλλων ἐκείνων τὸ τοιοῦτον καλὸν, ἐπάγει· εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βούλεσθε αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα, μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέα ἔδωμεν ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος μνάσθω ἕδνοισι διζήμενοι. ἡ δʼ ἂν ἔπειτα γήμαιτο ὃς ἂν πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι. Ἔστι δὲ καὶ ἐν τούτοις ἰδεῖν, οἷόν τι χρῆμα ὁ κακός. ἰδοὺ γὰρ Ἀντίνοος εἰδὼς καὶ ὁμολογῶν κακὰ εἶναι τὰ τῶν μνηστήρων ἔργα, ὅμως καὶ αὐτὸς ποιεῖν ἐπιμόνως αὐτὰ βούλεται καὶ τοὺς ἄλλους προτρέπεται. ὁ δὲ ποιητὴς καὶ θεόμαχον αὐτὸν παρεμφαίνει. πῶς γὰρ οὐ τοιοῦτος, ὃς διαβεβαιωσάμενος ὅτι θεὸς κακότητος ἔλυσε τὸν Τηλέμαχον καὶ ἀπήγαγεν οἴκαδε, εἶτα πάλιν αὐτῷ ἐπιτίθεσθαι βούλεται; Τὸ δὲ τοὺς λαοὺς μηδόλως ἦρα φέρειν τοῖς μνηστῆρσι, πιθανολογίαν τινὰ χορηγεῖ τῇ καθʼ Ὅμηρον ἱστορίᾳ. οἱ γὰρ τοιοῦτοι οὐκ ἂν λυπηθεῖεν ὕστερον, οὐδʼ ἀμύναιντο πεσόντων μνηστήρων. Ὅτι δὲ ἦρα τὴν χάριν λέγει, προδεδήλωται σαφῶς. Τὸ δὲ ὁμηγυρίζειν ὅμοιόν ἐστι τῷ σωφρονίζειν καὶ τοῖς τοιούτοις. ὁμηγυρέονται μὲν γάρ τινες αὐτοὶ, ὁμηγυρίζονται δὲ ὑπʼ ἄλλων. Τὸ δὲ ἀπομηνίσει περιττὴν κἀνταῦθα ὡς καὶ ἐν Ἰλιάδι ἔχει τὴν πρόθεσιν. ἄλλως γὰρ κυρίως ἀπομηνῖσαι τὸ ἀποθέσθαι μῆνιν. τοῦτο δὲ καὶ ἐσχημάτισται. τὸ γὰρ ἀκόλουθον ἦν κοινότερον οὕτω· οὐ γάρ μιν μεθήσειν ὀΐω, ἀλλʼ ἀπομηνίσειν, ἐρέειν τε ἀναστάντα. Τὸ δὲ ῥάπτειν φόνον ποιητῇ μὲν χρήσιμον, κακόζηλον δὲ ἐν λόγῳ πεζῷ διὰ τὸ μὴ προσκεῖσθαι καὶ ἑτέραν τινὰ λέξιν σύστοιχον πρὸς τὸ ῥάπτειν. ἀνάττικον δὲ τὸ ἐράπτομεν διʼ ἑνὸς ῥῶ, φυσικὸν δὲ ὅμως καὶ κοινόν. Τὸ δὲ ἐκίχημεν παρατατικός ἐστι τοῦ κίχημι· ἐξ οὗ τὸ κιχῆναι, ὡς καὶ πρὸ βραχέων εἴρηται. Τὸ δὲ μή τι κακὸν ῥέξωσιν ἐλλειπτικῶς ἔχει. λείπει γὰρ τὸ, διὸ δέδοικα ἢ ἄλλο τι ὅμοιον. θυμοῦ δὲ σχῆμα τοῦ πολλοῦ μὴ ἐῶντος λαλεῖν ἀνελλιπῶς, ὁποῖόν τι καὶ τὸ, ἀλλʼ ἄγετε πρὶν κεῖνον ὁμηγυρίσασθαι εἰς ἀγορὴν Ἀχαιούς. ἐν γὰρ τῷ ἄγετε λείπει ῥῆμα πληθυντικὸν, οἷον τὸ, ὀλοθρεύσωμεν ἢ ἀνέλωμεν ἢ ἑτεροῖόν τι τοιοῦτον πρὸς ἀκολουθίαν τοῦ, φραζώμεθα λυγρὸν ὄλεθρον. οὕτω δὲ καὶ τὸ, εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βούλεσθε αὐτὸν ζῆν, ἄρσεώς τινος λείπεται, οἷον· εἰ δὲ ἀφανδάνει, καὶ οὐ δοκεῖ καλὸν ὁ φόνος ἀλλὰ βούλεσθε αὐτὸν ζῆν. τοῦτο μέντοι δύναται καὶ ἀνελλιπῶς ἔχειν, εἴ τις νοήσει τὸν ἀλλα σύνδεσμον ἀντὶ τοῦ δε, ἵνα λέγῃ, ὡς εἴ περ ὑμῖν τάδε ἀφανδάνει, βούλεσθε δὲ αὐτὸν ζῆν. Τὸ δὲ ἐπʼ ἀγροῦ ἐπιθέσθαι τῷ Τηλεμάχῳ ἢ ἐν ὁδῷ πάνυ δυνατῶς καὶ ἀσφαλῶς ὁ κακὸς Ἀντίνοος ὑποτίθησι, καὶ εἰ ἐξενίκησεν ἡ τοιαύτη βουλὴ, ἦν ἂν ἄφυκτον τὸ κακόν. αὐξήσας οὖν οὕτω τὸ δεινὸν ὁ ποιητὴς καὶ τὸν ἀκροατὴν θέμενος ἐναγώνιον λύσει τὴν ἀγωνίαν ταύτην καὶ τὸ ἄπορον πιθανῶς διὰ τοῦ Ἀμφινόμου. Τὸ δὲ θυμηδὲς ὁμοίως παρῆκται τῷ μελιηδές. ἐναντίον δὲ πρὸς τὸ θυμηδὲς τὸ θυμαλγές. Τὸ δὲ πλεῖστα πόροι, πρὸς τὴν τῆς Πηνελόπης ἀξίαν ἐῤῥέθη, ὡς πλείστων ἀξιουμένης. Τὸ δὲ μόρσιμος ἔλθοι, τὸν Ὀδυσσέα ἐθέλει προκαλεῖσθαι ἀστείως, ὃς καὶ πλεῖστα τῇ Πηνελόπῃ πάλαι ποτὲ χρόνου ἔπορε. καὶ ἔστι τοῦτο οἷόν τις φήμη μαντευομένη τὰ ὑπὲρ Ὀδυσσέως, λελοξευμένου τοῦ πόροι, καὶ νοουμένου ἐπὶ Ὀδυσσέως ἀντὶ τοῦ, ἔπορε, σχήματι Ἀττικῷ. Ὅτι Ἀντινόου συμβουλευσαμένου κτεῖναι Τηλέμαχον, Ἀμφίνομος Νίσου φαίδιμος υἱὸς, ὃς ἐκ Δουλιχίου ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ ἥνδανε μύθοισι, φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν. ὁ τοίνυν Ἀμφίνομος μόνος οὗτος ἀντειπὼν, ὦ φίλοι, φησὶν, οὐκ ἂν ἔγωγε κατακτείνειν ἐθέλοιμι Τηλέμαχον. δεινὸν δὲ γένος βασιλήϊόν ἐστι κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς. Εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες, αὐτός τε κτενέω, τούς τʼ ἄλλους πάντας ἀνώξω· οὗ θέμα ἀνώγω τὸ κελεύω. εἰ δέ κʼ ἀποτρωπῶσιν ἤτοι ἀποτρέπωσιν αἱ ῥηθεῖσαι θέμιστες, παύσασθαι ἄνωγα. καὶ οὕτω προθέσει μαντείας ἐκφεύγει προφανῆ κίνδυνον ὁ Τηλέμαχος. καὶ οὐκ ἔστιν ἄλλως λῦσαι πιθανώτερον τὴν ἀπορίαν τοῦ πῶς ὁ Τηλέμαχος οὐκ ἐπεβουλεύθη ἐπʼ ἀγροῦ ἢ ἐν ὁδῷ. οὐχʼ ἁπλῶς δὲ ἁνδάνει τῇ Πηνελόπῃ ὁ Ἀμφίνομος, ἀλλὰ μάλιστα τῶν λοιπῶν μνηστήρων. καὶ οὐδʼ ὡς ἀνδρεῖος, τοιοῦτοι γὰρ μάλιστα Ἀντίνοος καὶ Εὐρύμαχος, οἳ ἀρετῇ πάντων ἦσαν ἔξοχοι, ἀλλʼ ὡς φρεσὶ κεχρημένος ἀγαθαῖς· χαίροι γὰρ ἂν ἡ περίφρων τῷ ὁμοίῳ. οὐκ ἔσται δὲ ὄφελος τῷ Ἀμφινόμῳ, εἰ μόνον φρεσὶ κέχρηται ἀγαθαῖς· καὶ κλέπτης γὰρ ἄν ποτε ἢ καὶ μοιχὸς φρεσὶ χρώμενοι ἀγαθαῖς, ὡς μὲν τοιοῦτοι, ἐπαινοῖντο ἂν, ὡς δὲ φαῦλοι κολάζοιντο· οὕτω καὶ Ἀμφίνομος ὡς μὲν φρεσὶ κεχρημένος ἀγαθαῖς ἁνδάνει τῇ Πηνελόπῃ, ὡς δὲ μνηστὴρ ἀφανδάνει. ἐπίτηδες δὲ καὶ τοὺς τοιούτους ὁ ποιητὴς συμπαραλαμβάνει τοῖς ἀτασθάλοις μνηστῆρσιν, ὡς ἂν βραχύ τι ἀνασειράζοιτο ἡ τῶν πλειόνων ὕβρις. Ὅρα δὲ καὶ τὸ, φρεσὶ κέχρητο, ἐξ οὗ παρὰ τῷ ῥήτορι τὸ, κέχρηται συμφορᾷ, καὶ ὅσα τοιαῦτα. καὶ ὡς θεῖον τὸ βασιλικόν ἐστι γένος, καὶ οἷον δεινὸν εἶναι κτείνεσθαι διὰ τὴν θειότητα. καιρία δὲ λέξις τὸ κτείνειν, διὸ καὶ ἐπιμένει αὐτῇ. Τὸ δὲ θεῶν εἰρώμεθα βουλὰς, ὅμοιον ὡς εἰ καὶ εἶπεν ὅτι κτείνωμεν Τηλέμαχον θεοῦ ἐπισπόμενοι ὀμφῇ. Τὸ δὲ θέμιστες Διὸς φασί τινες μὴ δεῖν ἐπὶ μαντείας τίθεσθαι· ἀγορᾶς γὰρ καὶ βουλῆς λέξιν εἶναι τὴν θέμιν· διὸ ἀντὶ τοῦ θέμιστες τόμουραι γράφουσιν, ὅ ἐστι μαντεῖαι, ὡς καὶ προγέγραπται. ὄρος γὰρ κατὰ τὸν γεωγράφον Τόμουρος, ὑφʼ ὃ κεῖται ἱερὸν τὸ ἐν Δωδώνῃ κατὰ Θεσπρωτίαν. ἐξ οὗ τόμουροι, οἱ ὑπὸ τοῦ ποιητοῦ λεγόμενοι ὑποφῆται Διὸς ἀνιπτόποδες χαμαιεῦναι, καὶ αἱ μαντεῖαι τόμουραι. βέλτιον γάρ, φησι, τομούρους ἢ θέμιστας γράφειν. θέμιστες γὰρ οὐ τὰ μαντεῖα ἀλλʼ αἱ βουλαὶ καὶ τὰ βουλεύματα καὶ τὰ νομοθετήματα. Τοῖς δὲ ῥηθεῖσι τομούροις καὶ ὁ παρὰ τῷ Λυκόφρονι συνονομάζεται τόμουρος νημερτέστατος, ἤγουν ὁ τὸ μὴ ὂν ὁρῶν μαντικῶς. Ὅτι εἰ καὶ καταμόνας οἱ μνηστῆρες ἐβουλεύσαντο κατὰ Τηλεμάχου, ἀλλʼ ὅμως ὁ προδηλωθεὶς κῆρυξ Μέδων μαθὼν κατεμήνυσε τῇ Πηνελόπῃ. καὶ αὐτὴ γνοῦσα ἐνόησε φανῆναι τοῖς μνηστῆρσιν, ὡς καὶ ἄλλοτε ποιεῖν εἴωθε κατὰ ποσὰ χρονικὰ διαστήματα, καὶ δὴ ἐμφανισθεῖσα τοὺς μὲν ἄλλους ἀφίησι καθῆσθαι ἐπὶ ξεστοῖσι θρόνοισιν, Ἀντινόῳ δέ φησιν ἐπιπλήττουσα· Ἀντίνοε ὕβριν ἔχων κακομήχανε, καὶ δὲ ἤγουν δή σέ φασιν ἐν Ἰθάκῃ μεθʼ ὁμήλικας εἶναι ἄριστον βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα· μάργε, τουτέστι μαινόμενε, τί δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι οἷσιν ἄρα Ζεὺς μάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν. εἶτα ἑρμηνεύουσα τὸ, οὐδʼ ἱκέτας ἐμπάζεαι, καὶ εἰς ἀχρηστίαν δὲ ὀνειδίζουσα ἐρωτᾷ λόγους ἀναμνηστικοὺς, ὧν Ὀδυσσεὺς ὠφελήσας Εὐπείθην τὸν Ἀντινόου πατέρα εἰποῦσα· ἢ οὐκ οἶσθα ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο, τουτέστιν ἱκέτευε φεύγων, δῆμον ὑποδδείσας τὸν τῶν Ἰθακησίων. δὴ γὰρ κεχολώατο λίην, οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν ὁ Εὐπείθης ἤκαχε Θεσπρωτούς. οἱ δὲ, τουτέστιν οἱ Θεσπρωτοὶ, ἡμῖν ἄρθμιοι ἦσαν, ἤγουν φίλοι. καὶ οἱ μὲν Ἰθακήσιοι ἔθελον φθῖσαι τὸν Εὐπείθην καὶ ἀποῤῥαῖσαι φίλον ἦτορ, ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν. ἀλλʼ Ὀδυσσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ. τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα, παῖδά τʼ ἀποκτείνεις, ἐμέ τε μεγάλως ἀκαχίζεις, ἣν δηλαδὴ ἐχρῆν ὡς μνηστὴν θεραπεύειν. ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους. τοῦτο δὲ λέγει ἐμφαίνουσα, διατί πρὸς μόνον αὐτὸν ἀπετείνατο τοὺς λόγους, ὡς πάντων δηλαδὴ αἴτιον καὶ πείθοντα καὶ τοὺς ἄλλους ἕπεσθαι οἷς αὐτὸς ἐθέλει. Σημείωσαι δὲ, ὡς οὐ πρὸς τρυφὴν ἡ Πηνελόπη τοῖς μνηστῆρσιν ἐπεφαίνετο, ἀλλʼ ὅτε τι τυχὸν κατήπειγεν, ὡς καὶ ἐνταῦθα ἡ κατὰ τοῦ παιδὸς ἐπιβουλὴ ἐμφανίζει αὐτὴν παύσουσαν τὸ μελετώμενον κακόν. Ὕβριν δὲ ἔχων ὁ ὑβριστὴς ὡς ἐν περιφράσει. Κακομήχανον δὲ καλεῖ τὸν Ἀντίνοον, ὅ περ ὅμοιόν ἐστι πρὸς τὸ ἀμήχανος Ἥρη, ὡς ἀεί τε τοιοῦτον καὶ πρὸς διαστολὴν ἴσως τοῦ μὴ τοιούτου Ἀμφινόμου, ὃς ἀεὶ ἁνδάνων αὐτῇ μύθοις οἷα φρεσὶ κεχρημένος ἀγαθαῖς, ὅ ἐστιν οὐ διὰ καλλιέπειαν ἀλλʼ ὅτι νοῦν αὐτῷ εἶχον οἱ λόγοι φρενήρει ὄντι, καὶ νῦν αὐτῇ μάλιστα ἤρεσεν ἂν ὑπὲρ τοῦ παιδὸς λαλήσας. ῥητορικῶς δὲ ἡ Πηνελόπη τὸ ἄριστον εἶναι βουλῇ καὶ μύθοις τὸν Ἀντίνοον ἀνατρέπει, ἐξ ὧν ἀδίκως ποιεῖ ὁ ἁμαρτάνων εἰς αὐτὸν τὸν ἱκέσιον. ὡς γὰρ Διομήδης καὶ Γλαῦκος, ξένοι πατρῷοι, ἤδη δὲ καὶ Μέντης καὶ Τηλέμαχος, οὕτω καὶ νῦν Τηλέμαχος καὶ Ἀντίνοος ἱκέται πατρῷοι ἀλλήλοις συνάγονται. καὶ ἔστιν οὐ μόνον Εὐπείθης ἱκέτης τῷ Ὀδυσσεῖ καὶ διʼ ἐκεῖνον καὶ Ἀντίνοος ἱκέτης πατρῷος τῷ Τηλεμάχῳ, ἀλλὰ καὶ ἀνάπαλιν Ὀδυσσεύς τε ἱκέτης τῷ Εὐπείθει, οὐχʼ ὡς ἱκετεύσας μέντοι, ἀλλʼ ὡς ἱκετευθείς. καὶ Τηλέμαχος δὲ ἱκέτης ὁμοίως τῷ Ἀντινόῳ, ἵνα ᾖ μέση λέξις τὸ ἱκέτης καὶ ὁμώνυμος, καθὰ καὶ ὁ ξένος, ὃς καὶ τὸν ξενισθέντα δηλοῖ καὶ τὸν ξενίσαντα· ξένοι γὰρ ἄμφω ἀλλήλοιν, καθὰ καὶ ὁ ἱκετεύσας καὶ ὁ τὴν ἱκετείαν δεξάμενος ἤτοι κατὰ τοὺς παλαιοὺς εἰπεῖν ἱκετοδόχος ἱκέται εἰσὶν ἀλλήλοις. τοιοῦτον καὶ ὁ προστρόπαιος, ἐπεὶ μέσως ἔχει καὶ αὐτός. προστρόπαιός τε γὰρ Ζεὺς ἐν ῥητορικῷ λεξικῷ, ᾧ ἄν τις, φασὶ, προστρέποιτο δεόμενος. καὶ προστρόπαιος ὁ ἱκέτης, ὁ πρός τινα δηλαδὴ δεητικῶς τρεπόμενος. τοιόν δε τι καὶ ὁ χρήστης ὁ δανείσας τε γὰρ οὕτω καλεῖται καὶ ὁ ὀφείλων. Τὸ δὲ μεθʼ ὁμήλικας ἀντὶ τοῦ καθʼ ὁμήλικας, ἤγουν ἐν ὁμήλιξι. Τὸ δὲ ἐμπάζεαι νῦν μὲν αἰτιατικῇ συντέτακται καὶ λαμβάνεται ἀντὶ τοῦ, διʼ ἐπιστροφῆς ἔχεις· ὡς ταπολλὰ δὲ μετὰ γενικῆς. οἷον καὶ τὸ, ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν ἤγουν ἐπεστρέφετο. καὶ, οὔτε θεοπροπίης ἐμπάζομαι. Τὸ δὲ μάρτυρος πρωτότυπόν φασιν εἶναι τοῦ μάρτυς, ποιῆσαν ἐκεῖνο διὰ συγκοπῆς· ὅθεν εὐλόγως οὐδὲ ἔχει κλίσιν ὁ μάρτυς. ἀλλὰ τοῦτο μὲν ἕτεροι. ἐν δέ γε τοῖς ὀνοματικοῖς τοῦ Ἡρῳδιανοῦ φέρεται ὡς ἐκ τοῦ μάρτυς γίνεται κατά τινα διάλεκτον τροπῇ τοῦ σ εἰς ρ ὁ μάρτυρ, οὗ ἡ γενικὴ ἀναδραμοῦσα εἰς εὐθεῖαν κινεῖ τὸν μάρτυρον. Δωρικὴ δέ τις ἡ ῥηθεῖσα ἐν ταῖς εὐθείαις τροπὴ τοῦ σ εἰς ρ, ὡς ἔστι καὶ παρὰ Ἰαμβλίχῳ εὑρεῖν ἐν οἷς εἰς τὸν Πυθαγόραν ἔγραψεν. Ἰστέον δὲ ὅτι μάρτυς λέγεται τοῖς ἱκέταις ὁ Ζεὺς καθὰ καὶ τοῖς ξένοις καὶ τοῖς ἑταίροις, ἵνα ὡς εὖ εἰδὼς καὶ ἐπιτιμήτωρ ποιητικῶς εἰπεῖν ὕστερον τοῖς ἁμαρτάνουσι γίνοιτο. Τὸ δὲ οὐδʼ ὁσίη ἀντὶ τοῦ οὐδʼ ὅσιον ἐλλελεῖφθαι δοκεῖ. λείπει γὰρ τὸ, βουλὴ ἢ τοιόνδε τι, ἵνα λέγῃ, ὡς οὐκ ἔστιν ὁσία δίκη ἢ βουλὴ ἢ πρᾶξις τὸ τοὺς ἱκέτας ῥάπτειν ἀλλήλοις κακά· ὃ γνωμικῶς ῥηθὲν ἐντρέπει τὸν Ἀντίνοον, εἴ περ ὀφειλέτης ὢν σωτηρίας τῷ Τηλεμάχῳ διὰ τὴν πατρῷαν ἱκεσίαν, ὁ δὲ βούλεται τὰ πρὸς ὄλεθρον αὐτοῦ. Ἰστέον δὲ ὅτι καθάπερ ἐλλιπὲς, ὡς ἐῤῥέθη, τὸ οὐχʼ ὁσίη, οὕτω καὶ ἡ αὐτοῦ ἑρμηνεία τὸ οὐχʼ ὅσιον. νοεῖται γὰρ ἀντὶ τοῦ οὐχʼ ὅσιον πρᾶγμα ἐστί. Τὸ δὲ ῥάπτειν φίλη τροπή ἐστι τῷ ποιητῇ ἐπὶ τῶν κατὰ δόλον· φθάσας τε οὖν ἔφη, φόνον αἰπὺν ἐράπτομεν. καὶ νῦν δὲ θάνατον ῥάπτεις φησὶ, καὶ, κακὰ ῥάπτειν ἀλλήλοις. Τὸ δὲ δῆμον ὑποδδείσας παρηχεῖ μέν πως κατὰ τὸ, τὸν, καὶ ὑπέδδεισαν μάκαρες θεοὶ οὐδέ τʼ ἔδησαν· δηλοῖ δὲ τὸ ἄσχετον τῆς δημοτικῆς ὁρμῆς, ἣ κρεῖσσον πυρὸς κατὰ τὴν τραγῳδίαν ἀκολάστως ἐπινέμεται τὰ καθʼ ὧν ὁρμήσει. μέγα οὖν τι ὠφέλησεν Ὀδυσσεὺς τὸν Εὐπείθην ἀπαλλάξας αὐτὸν τοῦ κατὰ τὸν δῆμον δέους. Τοὺς δὲ Ταφίους ληϊστῆρας κἀνταῦθα ὁ ποιητὴς ἱστορεῖ. ἄρθμιοι δὲ οἱ κατὰ φιλίαν ἡρμοσμένοι. ἀρθμὸς γὰρ ἡ φιλία, ὡς καὶ ἀλλαχοῦ ἐφάνη. Τὸ δὲ φθῖσαι καὶ τὸ ἀποῤῥαῖσαι ταυτὰ νοοῦσι, καθὰ καὶ τὸ, θάνατόν τε μόρον τε, καὶ τὸ, μενοεικέα πολλήν. ζωὴν δὲ καὶ νῦν τὸν βίον λέγει, τουτέστι πάντα τὰ εἰς τὸ ζῆν ἐπιτήδεια. Ἐν δὲ τῷ, οἶκον ἄτιμον, οἶκον μὲν λέγει τὰ ἐν τῷ οἴκῳ, ἀπὸ τοῦ τόπου τὰ ἐν τόπῳ δηλῶν ἤγουν ἐκ τοῦ περιέχοντος τὸ περιεχόμενον, ἄτιμον δὲ τὸν ἀτιμώρητον, ἢ καὶ ἐπιῤῥηματικῶς ἀντὶ τοῦ ἀτίμως, προῖκα, δωρεάν· μὴ καταβαλὼν τιμὴν ὅ ἐστι τίμημα τῶν ἐσθιομένων. Ἐνταῦθα δὲ ὅρα καὶ πυκνότητα καὶ γοργότητα νοημάτων μετὰ κάλλους ἐν τῷ, τοῦ, ἤτοι τοῦ ἱκέτου, οἶκον ἄτιμον ἔδεις οὗ ὁ πατὴρ Ὀδυσσεὺς μενοεικέα περιεσώσατό σε ζωήν. μνάᾳ δὲ γυναῖκα οὐ δικαίως, τὴν τοῦ εὐεργέτου. παῖδά τʼ ἀποκτείνεις, τὸν πατρῷον δηλαδὴ ἱκέτην. ἐμέ τε οὐχʼ ἁπλῶς ἀλλὰ μεγάλως ἀκαχίζεις, ἣν μεγάλως ἔδει εὐφραίνειν διὰ τὴν μνηστείαν. τέσσαρες οὖν ἔννοιαι αὐτοτελεῖς δυσὶ στίχοις ἔγκεινται μετὰ παρίσων τριῶν, τοῦ ἔδεις, κτείνεις, ἀκαχίζεις. ὧν τὸ κτείνεις δριμέως ἐῤῥέθη, ὡς εἰ καὶ ἤδη ἐνηργεῖτο εἰς τὸν παῖδα ὁ φόνος. θυμοῦ δὲ συγκοπαὶ τὰ ῥηθέντα κόμματα. διὸ καὶ παύει τὸν λόγον εὐθὺς ἡ φιλόσοφος γυνὴ, μηδὲν ἀγεννὲς ἀξιώσασα, ἀλλὰ βασιλικῶς εἰποῦσα τὸ, ἀλλά σε παύσασθαι κέλομαι, εἶτα καὶ οἱονεὶ θεραπεύσασα κολακευτικῶς ἐν τῷ, καὶ ἀνωγέμεν ἄλλους. Ὅτι Ἀντίνοος μὲν εἰ καὶ θρασὺς καὶ ὕβριν ἔχων ὡς προσεχῶς ὠνείδισται, ἀλλʼ οὖν σιγᾷ ἐφʼ οἷς ἡ Πηνελόπη καταφορικῶς αὐτῷ προσήνεκται. Εὐρύμαχος δὲ οἷα κρυψίνους ὑπούλως καὶ ἐσχηματισμένως ἀμειβόμενος τοιαῦτα φησί· θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται, ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται. αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ ἡμετέρῳ. ἐπειὴ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν. τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν ἀνδρῶν. οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα ἔκ γε μνηστήρων. θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι. καὶ τοιαῦτα μὲν ὁ ὕπουλος Εὐρύμαχος κατά γε σχῆμα· βούλεται δὲ τῇ ἀληθείᾳ λέγειν, ὅτι ἐμοῦ ζῶντος οὐδεὶς ἔσται, ὃς πρὸ ἐμοῦ ἢ δίχα ἐμοῦ ἐπιβουλεύεται τῷ Τηλεμάχῳ. οὕτω δὲ καὶ τὸ, αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει, δοκεῖ μὲν λέγειν ὅτι τὸ αἷμα τοῦ ἐπιβουλεύσοντος τῷ Τηλεμάχῳ ῥευσεῖται περὶ τῷ ἐμῷ δόρατι. ἄλλως δὲ δηλοῖ, ὅτι τῷ Τηλεμάχῳ τὸ αἷμα ἐρωήσει περὶ τῷ τῶν μνηστήρων δόρατι. οὐ γὰρ εἶπε περὶ δουρὶ ἐμῷ, ἀλλὰ ἡμετέρῳ κοινῶς. καὶ μὴν καὶ ἐν τῷ, θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι, φαίνεται μὲν λέγειν, ὅτι τὸν φυσικὸν θάνατον οὐκ ἐκφευξεῖται ὁ Τηλέμαχος. λέγει δὲ ἄλλως αὐτὸ ἐκεῖνο τὸ ἤδη προβεβουλευμένον, ὅτι δηλαδὴ τεθνήξεται ὑφʼ ἡμῶν αὐτῶν, ἐὰν αἱ τοῦ Διὸς ὡς προείρηται αἰνήσωσι θέμιστες ἤγουν συγκαταινέσωσι προτρέπουσαι ἡμᾶς· ὁποῖον καὶ τὸ ἐν ἄλλοις τεθὲν πρὸς Τηλέμαχον, ἤ σέ γε λαοὶ ἐχθαίρουσιν ἐπισπόμενοι θεοῦ ὀμφῇ, ἤγουν θεόθεν ὀτρυνθέντες. ἐπεὶ δὲ ἦν εἰκὸς ἐμβαθῦναι τὴν δαΐφρονα Πηνελόπην τῷ σχηματισμῷ τοῦ νοήματος καὶ φανερῶς αὐτὰ δύσνοιαν κατὰ τὴν τραγῳδίαν ἡγήσασθαι, ἀχρειοῖ δῆθεν τὴν ἔμφασιν ὁ Εὐρύμαχος εἰπών· ἐπεὶ καὶ ἐμὲ πολλάκις ὁ Ὀδυσσεὺς γούνασιν ἐπικαθίσας κρέας ὀπτὸν ἐχείρισε καὶ οἶνον ἐπέσχε. διό μοι Τηλέμαχος οὐχʼ ἁπλῶς φίλος οὐδὲ φίλτατος, ἀλλὰ πάντων πολὺ φίλτατός ἐστιν, ὡς εἰ καὶ ἀδελφὸς διὰ τὴν ἐξ Ὀδυσσέως κηδεμονίαν, ὃ δὴ καὶ αὐτὸ ἐπίτηδες γελοιάζων φησίν· εἴ περ διὰ μὲν τὸ δίκαιον, οὐκ ἐδεῖται τόν ποτε βασιλέα Ὀδυσσέα. διὰ δὲ κρέας ὀπτὸν καὶ οἴνου ῥόφημα πολὺ φίλτατον αὐτῷ εἶναι φησὶ τὸν ἐκείνου υἱὸν Τηλέμαχον, αἰτίαν θεὶς παιγνιώδη, ὡς εἰ καί τις πολλῶν τινὶ ὀφειλέτης ὢν, εἶτα καὶ ὀβολὸν ἐξ ἐκείνου παραῤῥιφέντα σχὼν, ἐκεῖνα μὲν ἐν καιρῷ σιωπᾷ, προφέρει δὲ εἰς μνήμην τοῦ ὀβολοῦ σμικροδωρεάν. ἐπὶ δὲ τούτοις θεωρῶν ὁ ποιητὴς αὐτὸς ἑαυτὸν, τουτέστι τὴν οἰκείαν ἑρμηνεύων μέθοδον καὶ δηλῶν ὡς ἐσχηματισμένως ἐνταῦθα ἔγραψε, φησίν· ὣς φάτο θαρσύνων, τὴν Πηνελόπην δηλαδὴ Εὐρύμαχος, τῷ δʼ ἤρτυεν αὐτὸς ὄλεθρον, ὃν καὶ τοῖς λόγοις ἐνέφηνεν, εἰ καὶ ἡ Πηνελόπη ἁπλοϊκῶς ἤκουσε. καὶ ὅρα ὡς καὶ τῶν ἐσχηματισμένων ὁμιλιῶν ἀρχὰς ὁ ποιητὴς ἐνδέδωκεν. Ὅτι δὲ τὸ μελόντων ἀντὶ τοῦ μελέτωσαν κεῖται, οὐκ ἔστιν ἀμφιβαλεῖν. δῆλον δὲ καὶ ὅτι ἔχει τι ἐσχηματισμένης ἐννοίας καὶ τὸ, μή τοι ταῦτα μελόντων. μονονουχὶ γάρ, φησιν, ὅτι οὐ σοί γε ἀλλʼ ἡμῖν ἔσται μέλησις, ὅπως ἂν διαχειρισώμεθα τὸν Τηλέμαχον. ὅλως γὰρ ὀργίλου μὲν ἤθους τὰ τοῦ Ἀντινόου καὶ βαρέος, εἰρωνικοῦ δὲ τὰ τοῦ Εὐρυμάχου. Τὸ δὲ ζώοντος ἐμοῦ καὶ ἐπὶ χθονὶ δερκομένοιο, ἐκ τῆς Ἰλιάδος παρειλκύσθαι δοκεῖ. Τὸ δὲ ἔσσεται καὶ τὸ γένηται δοκεῖ τοῖς φιλοσοφοῦσι διαφορὰν ἔχειν τινά. ἔσεσθαι μὲν γὰρ ἐπὶ τῶν ἐξανάγκης φασὶν, ἐπὶ τῶν ἐνδεχομένων δὲ τὸ γενήσεσθαι, οἷον, ἔσεται μετὰ χειμῶνα ἔαρ ἀναγκαίως, τὸ δὲ βρέφος τόδε γενήσεται γραμματικὸν, ἐνδεχομένως· οὐ γὰρ ἐξανάγκης τοῦτό γε. Τὸ δὲ πολλάκι γούνασιν ἐφέζεσθαι καὶ τὰ ἑξῆς, μέγα εἰς φιλοστοργίαν εἶναι δοκεῖ τοῖς φρονοῦσι διὰ τὴν εἰς αὐτοὺς βρεφικήν ποθεν ἐπιμέλειαν. διὸ καὶ ὁ ἐν Ἰλιάδι Φοῖνιξ ἀναμιμνήσκων τὸν Ἀχιλλέα, ὅτι πολλάκις μοι τὸ στῆθος κατέδευσας οἴνου ἀποβλύζων, ἐνδείκνυται δυσωπητικὸν εἶναι τὴν τοιαύτην βρεφοκομίαν καὶ παιδοτροφίαν. ὅ περ καὶ ὁ Εὐρύμαχος ἐνταῦθα ἐφʼ ἑαυτῷ προσποιεῖται, λαλῶν μὲν τὸ δέον, οὐ φρονῶν δὲ ὡς δέον. Κρέας δὲ ὀπτὸν καὶ ταῦτα νηπίῳ δίδοται, ὅτι σπανίως ἀνάβραστα κρέα οἱ ἥρωες προσεφέροντο. δῆλον δὲ ὅτι ἐκ τοῦ ὀπτητὸν, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, συγκέκοπται τὸ ὀπτόν. Ἐπισχεῖν δὲ οἶνον τὸ ἐγγὺς σχεῖν, οὗ ἐναντίον τὸ ἀποσχεῖν. Τὸ δὲ ἄνωγα μέσος ἐστὶ παρακείμενος τοῦ ἀνώγω ἐνεστῶτος, καθὰ καὶ τοῦ ἀνοίγω τὸ ἠνέωγα. Ὅτι ἐν ἄλλοις ἠχήεντα λέγων δώματα, ὡς ἐκεῖ ἐφάνη, νῦν ὑπερώϊα σιγαλόεντα λέγει ἀντιθετικῶς, κατʼ ἄλλον μέντοι λόγον, οὐ τὰ σιγῶντα· οὐ γὰρ ἂν ἔχοι τοῦτο λόγον, ἀλλὰ τὰ ἐμποιοῦντα σιγὴν τῷ βλέποντι διὰ τὸ θαυμαστὰ εἶναι. Ὅτι καὶ ἐνταῦθα, ὡς καὶ πρὸ τούτων, ἔκλαιε τὸν Ὀδυσσέα ἡ γυνὴ, ὄφρα οἱ ὕπνον ἡδὺν ἐπὶ βλεφάροισι βάλεν Ἀθήνη. Ὅτι Εὔμαιος μὲν φθάσας πενταέτηρον σῦν ἱέρευσε, πανηγυρίσας οἷον ἐπὶ ἐνδημίᾳ ξένου ἀγαθοῦ, Ὀδυσσεὺς δὲ καὶ Τηλέμαχος ἐνιαύσιον, φειδωλότερον μὲν διατεθέντες, τρυφώτερον δὲ, οὓς καὶ εὗρεν ὁ Εὔμαιος δόρπον ἐπισταδὸν ὁπλιζομένους· ὃ καὶ ἀλλαχοῦ κεῖται. Ὅτι πλατύνας ἤδη τὴν μεταβολὴν τῆς τοῦ Ὀδυσσέως μορφῆς ὁ ποιητὴς συντέμνει αὐτὴν ἐνταῦθα καιρίως οὕτως. Ἀθηνᾶ δὲ ἄγχι παρισταμένη ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα, λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ. καὶ τὴν αἰτίαν ἐπάγων φησί· μή ἑ συβώτης γνοίη ἑσάντα ἰδὼν καὶ τῇ γυναικὶ ἔλθοι ἀπαγγέλλων. μηδὲ φρεσὶν εἰρύσαιτο, τουτέστι μὴ οὐ φυλάξοι καὶ κρύψοι κατὰ νοῦν. οὐ βούλεται γὰρ γνωσθῆναι Ὀδυσσεὺς οὐδενὶ διὰ τὰ προῤῥηθέντα. διὸ καὶ πᾶσα ἐπίκρυψις ἐπʼ αὐτῷ γίνεται. Ὅτι Τηλέμαχος μὲν ἐρωτᾷ τὸν δοῦλον βιωτικῶς ἦλθες δῖʼ Εὔμαιε, τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ; ἤγουν τί φημίζεται ἀνὰ τὴν πόλιν. προσεπερωτᾷ δὲ καὶ περὶ τῶν μνηστήρων, εἴ περ ἔνδον εἰσὶν ἐκ λόχου. ὁ δὲ καὶ αὐτὸς ἁπλοϊκῶς ἀπολογησάμενος, ὡς οὐκ ἔμελέ μοι ταῦτα μεταλλῆσαι καὶ ἔρεσθαι ἄστυ καταβλώσκοντα τάχιστά με θυμὸς ἄνωγεν ἀγγελίην εἰπόντα, πάλιν δεῦρʼ ἀπονέεσθαι, ὕστερον λέγει ἰδεῖν νῆα θοὴν κατιοῦσαν ἐς λιμένα ἡμέτερον. πολλοὶ δʼ ἔσαν ἄνδρες ἐν αὐτῇ. βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι. καί σφεας ὠΐσθην, τουτέστιν ἐνόμισα, τούτους εἶναι, οὐδέ τοι οἶδα. ἔνθα καὶ ὅρα διαφορὰν τοῦ ὠΐσθην καὶ τοῦ οἶδα. τὸ μὲν γὰρ οἶδα πρὸς ἀκρίβειαν, τὸ δὲ ὠΐσθην πρὸς νόμισιν. εἰ δὲ ἀνωτέρω εἰδέναι φησὶν ὁ συβώτης ἐν τῷ, ἄλλο δέ τοι τόδε οἶδα, ὅμως οὐκ ἔστι τοῦτο ἀντίφασις. ἐκεῖ μὲν γὰρ εἰδέναι εἶπεν, ὃ εἶδε, νῆα δηλαδὴ πολλοὺς ἄνδρας ἔχουσαν καὶ ὅπλα· νῦν δὲ μὴ εἰδέναι φησὶν, εἰ καὶ μνηστῆρες ἦσαν ἐκεῖνοι, ἀλλὰ οἴεσθαι τοῦτο. λέγει δὲ ὁ Εὔμαιος καὶ ὅτι ὡμήρησε δέ μοι ἄγγελος, κῆρυξ, ὁ Μέδων δηλαδὴ, σταλεὶς ὑπὸ τῶν ἑταίρων τοῦ Τηλεμάχου, ὃς πρῶτος ἤγγειλε τῇ μητρί· οὐκ ἐθέλει γὰρ ἐπικρύψαι τι ὧν οἶδε. μέμνηται δὲ καὶ λόφου τινὸς Ἑρμαίου ἐγχωρίου, εἰπὼν ὅτι ὅτε ἦν ἤγουν ἤμην ὅθι Ἕρμαιος λόφος ἐστὶ, εἶδον τὴν εἰρημένην νῆα. ἐπὶ δὲ τούτοις μείδησε, φησὶν, ἱερὴ ἲς Τηλεμάχοιο ἐς πατέρα ὀφθαλμοῖσιν ἰδὼν λάθρα τοῦ ὑφορβοῦ, ἀγαλλιασάμενος δηλαδὴ ἐφʼ οἷς ὑπέστρεψαν οἱ μνηστῆρες κενοί· ἴσως δὲ καὶ ὑποδηλῶν τῷ πατρὶ ὅτι πρὸς πλείους ἔκ γε τῆς ἄρτι ἔσται τούτοις ὁ ἀγών. Ὅρα δὲ τὸ ἦλθες δῖʼ Εὔμαιε, ὀρθῶς μὲν νοούμενον, ἀσαφῶς δὲ πεφρασμένον διὰ τὴν ἔκθλιψιν τῆς ληγούσης τοῦ, δῖε. καλεῖται γὰρ καὶ ἀλλαχοῦ δῖος ὁ τοιοῦτος Εὔμαιος. τοιοῦτον δὲ καὶ ἐν Ἰλιάδι τὸ, ἐπεμῄνατο δῖʼ Ἄντεια· δῖα γὰρ ἐκεῖ τὸ ἐντελές. καὶ ἔστιν εἰπεῖν καὶ τοῦτο βραχεῖαν τινὰ φλέβα σχεδικῆς μεταλλείας τῆς ἐξευρημένης ὕστερον, εἴτε καὶ ξέσμα τι λατομίας σχεδουργικῆς, ἣν μετὰ τὸν ποιητὴν τεχνώμενοι πόνους τοῖς γραμματικευομένοις ἐξευρήκασι. καὶ εἰσὶ καὶ ἕτερα πολλὰ τοῦ εἴδους τούτου γραφέντα ἐν τοῖς εἰς τὴν Ἰλιάδα, τὰ μὲν συναληλιμένα, τὰ δὲ καὶ κατὰ ἑτεροίαν συνθήκην· ἐξ ὧν ἡ τῶν σχεδοποιῶν εἰλῆφθαι δοκεῖ μέθοδος. ὁποῖον καὶ παρὰ Σοφοκλεῖ τὸ, θεοῖσιν ἔμμηνʼ ἱερὰ τοῖς σωτηρίοις. ὥς περ γὰρ τὸ, ἦλθες δῖʼ Εὔμαιε, συναρπάσοι ἄν τινα ὡς ἐπιῤῥήματος ἐνταῦθα ἐκπεφωνημένου τοῦ δῖʼ, ὁποῖόν τι καὶ παρʼ Ἡσιόδῳ τὸ, δεῦτε Δίʼ ἐννέπετε, τὸν Δία γὰρ ἐκεῖνος ἐνταῦθα συνήλειψεν, οὕτω καὶ ἐν τῷ, θεοῖσιν ἔμμηνʼ ἱερὰ, δοκήσοι ἂν ῥηθῆναι νέμειν ἱερὰ τοῖς θεοῖς. τοιοῦτον παρὰ τῷ αὐτῷ καὶ τὸ, ὥς πέρ μʼ ἀραῖον εἷλες, ἤγουν ὥς περ ἐμὲ εἷλες διὰ τῆς ἀρᾶς. καὶ ἐν τούτῳ γὰρ παραγάγοι ἂν ἡ προφορὰ τὸν ἀπραγμόνως ἀκούσαντα, ὡς ἔγκειται ῥέον σπέρμα τῇ φράσει. καὶ ἄλλα δὲ τοιαῦτα μυρία Ὁμηρικά τε καὶ ἄλλως ποιητικὰ, οὔτε ζηλωτὰ εἰς τὸ καταλογάδην γράφειν, καὶ οὐδὲ οἷα λόγου νῦν ἠξιῶσθαι πλείονος. Τὸ δὲ βλώσκοντα δύναται γραφῆναι καὶ βλώσκοντι κατὰ πτῶσιν δοτικὴν, καὶ ἔστιν ἀμφοτέρως ἄσφαλτον. γίνεται δὲ ἀπὸ τοῦ μολῶ μολήσω μολήσκω, ὡς θνήσω θνήσκω καὶ τὰ ὅμοια, καὶ τροπῇ συνήθει μακροῦ εἰς μακρὸν ἤγουν τοῦ ἦτα εἰς ω, μολώσκω, καὶ συγκοπῇ τοῦ ο τῆς ἀρχούσης καὶ ἀπελεύσει μὲν τοῦ μ, ἀντενθέσει δὲ τοῦ βῆτα, βλώσκω. Ἰστέον δὲ ὅτι ἐν μέσῳ μὲν λέξεως τὴν ἀπὸ συγκοπῆς κακοφωνίαν τοῦ μ καὶ λ θεραπεύουσιν οἱ παλαιοὶ, ἐπεμβάλλοντες τὸ βῆτα καὶ φυλάσσοντες καὶ τὸ μ, ὡς ἐν τῷ, παρμέμβλωκε, περὶ οὗ μετʼ ὀλίγα ῥηθήσεται. ἐνταῦθα δὲ μὴ δυναμένων ὁμοῦ κεῖσθαι τοῦ μ καὶ τοῦ βῆτα καὶ τοῦ λ, μήτε μὴν τοῦ μ καὶ τοῦ λ, ἐξεβλήθη μὲν ἐξανάγκης τὸ μῦ, προετέθη δὲ τὸ βῆτα, καὶ οὕτως ἡ λέξις ἐξεφωνήθη κάλλιον. Ὡμήρησε δὲ ἀντὶ τοῦ συνήντησεν, ὁμοῦ γέγονεν. ὡς γὰρ οἶνος οἰνηρὸς, οἴσυπος οἰσυπηρὸς, ἐξ οὗ ἔρια οἰσυπηρὰ τὰ ῥυπώδη, οὕτω, φασὶν, ἐκ τοῦ ὁμὸς Ὅμηρος, ὅθεν ὁμηρῶ ῥῆμα τὸ συναντῶ. δοκεῖ δὲ καὶ ἄλλως ἡ λέξις μετῆχθαι ἐκ τῶν ὁμοῦ ἐρεσσόντων ἢ συναρηρότων. Ὅμηρον δὲ ἔφαμεν, ἐξ οὗ καὶ τὰ ἐπὶ εἰρήνῃ λεγόμενα ὅμηρα εἴτουν οἱ ὅμηροι. Λόφος δὲ Ἑρμαῖος προπερισπωμένως, ἢ μᾶλλον κατὰ τὸν φιλόπονον προπαροξυτόνως Ἕρμαιος κατά τι κύριον ὄνομα, τόπος ὑπὲρ τῆς κατὰ Ἰθάκην πόλεως, ὅθεν ἀφʼ ὑψηλοῦ εἶδεν Εὔμαιος τὴν τῶν μνηστήρων νῆα κατιοῦσαν, ὅ ἐστι καταγομένην εἰς γῆν, καταβαίνουσαν, ἐλλιμενιζομένην. ὁ δὲ τὸν Ὅμηρον παραφράσας Θρᾷξ Δημοσθένης τὸν Ὁμηρικὸν τοῦτον λόφον Ἑρμαῖον ἔφη ἐν οὐδετέρῳ γένει, φράσας οὕτω· ἔτυχον μὲν τῆς ὁδοῦ τῆς ἐνταῦθα προκεχωρηκὼς κατὰ τὸ Ἑρμαῖον ἤδη γεγονέναι. ἦν δὲ ἡ κλῆσις τῷ τόπῳ παρὰ τὸν Ἑρμῆν διὰ τὸ δοκεῖν ἐκείνῳ ἀνεῖσθαι εἰς διατριβήν. οἱ δέ φασιν ὅτι Ἕρμαιος λόφος σωρὸς λίθων ἐστὶν ἐνόδιος ἢ βωμὸς ἢ λόφος ὑποκείμενος Ἑρμοῦ ἀνδριάντι. ἄλλοι δὲ νοοῦσιν Ἑρμαίους κοινῶς λόφους σημεῖα ὁδῶν κατὰ ποσήν τινα διάστασιν μιλιασμοῦ τυχὸν ἢ σταδιασμοῦ. Ἑρμῆς γάρ, φασι, πρῶτος οἷα κῆρυξ καὶ διάκτορος καθήρας τὰς ὁδοὺς, εἴ που λίθους εὗρεν, ἀπετίθει ἔξω ὁδοῦ. ὅθεν τοὺς τοιοῦτόν τι ποιοῦντας καὶ τὰς ὁδοὺς τῷ Ἑρμῇ ὡς διακτόρῳ ἐκκαθαίροντας εἰς τιμὴν Ἑρμοῦ τοὺς τῶν τοιούτων λίθων σωροὺς Ἕρμαια ἢ Ἑρμαίους λόφους καλεῖν. τινὲς δέ φασιν, Ἑρμοῦ τοῦ εἰς λόγον ἀλληγορουμένου σύμβολον εἶναι τὸ τοιοῦτον ἔργον. ὡς γὰρ σωρὸς λίθων ἐκ μικρῶν εἰς μέγαν ὀγκοῦται κολωνὸν, οὕτω καὶ Ἑρμῆς λόγος ἀποτάδην διεξοδικῶς ἐκ βραχυτάτων στοιχείων τε καὶ συλλαβῶν καὶ λέξεων συσσωρευόμενος εἰς πολὺ κορυφοῦται. ἄλλοι δὲ εἶπον, Ἑρμῇ ἀνελόντι τὸν Ἄργον, ἐξ οὗ καὶ ἀργειφόντης ἐκλήθη, ἀνάγκην γενέσθαι δοῦναι δίκας τοῦ φόνου· ἐπεὶ δὲ Διῒ πεισθεὶς ἐπλημέλησε τὸ κακὸν καὶ ὤκνουν αὐτὸν τίσασθαι, προσέῤῥιψαν τὰς ψήφους ὁ καθένα τῶν κρειττόνων ἠρέμα τῷ Ἑρμῇ, βάλλοντος οἷον ἐκεῖνον λίθους, καὶ οὕτω τὴν τοῦ φόνου ποινὴν ἀφωσιώσαντο. καὶ οἱ τῶν ψήφων ἐκείνων λίθοι ἀναβάντες τῇ σωρείᾳ εἰς λόφον εἰς τιμὴν ὕστερον ἔπεσον τῷ Ἑρμῇ· ἐντεῦθεν γὰρ οἱ σωρευόμενοί που λίθοι τῷ Ἑρμῇ κατὰ τὴν ἐνταῦθα Ὁμηρικὴν φράσιν ἐπωνομάζοντο. Ἰστέον δὲ καὶ ὅτι οὐ καινὸν, εἴ περ ἐκ τοῦ Ἑρμοῦ ὁ μὲν Ἑρμαῖος λόφος προπερισπᾶται, τὸ δὲ Ἕρμαιον εἴτε τοπικῶς ὡς ἐῤῥέθη νοεῖται, εἴτε ἐπὶ εὑρήματος τυχηροῦ, προπαροξύνεται. ἀναλογίαν γὰρ ταῦτα σώζει. οὕτω γὰρ καὶ ὀγκαῖος μὲν προπερισπᾶται ὁ παρὰ Λυκόφρονι, ὄγκαιον δὲ τὸ καὶ ὄγκιον ἐν τοῖς ἑξῆς παρʼ Ὁμήρῳ προπαροξύνεται. τὸ δʼ ἀνάλογον καὶ ἐπὶ τοῦ, τροπὴ τροπαῖος Ζεύς· τρόπαιον δὲ ἄλλως τὸ οὐδέτερον, εἰ καὶ οἱ Ἀττικοὶ προπερισπῶσιν αὐτὸ, καθὰ καὶ τὸ ἑτοῖμον καὶ τὸ ἐρῆμον. ὅτι δὲ Ἕρμαιον τὸ εὕρημα Ἑρμῇ καὶ αὐτὸ παρωνόμασται, κερδώῳ δηλαδὴ, ὅθεν καὶ εὐερμεῖν ῥῆμα τὸ εὐτυχεῖν καὶ εὐερμία ἡ εὐτυχία, ἐν ἄλλοις δεδήλωται σαφῶς. τῆς δὲ κατὰ τὸ Ἕρμαιον, ὅ πέρ ἐστιν εὕρημα προπαροξυτονήσεως, παραπήγματα κείσθω παρώνυμα προπαροξύτονα καὶ τὸ Σκύλλαιον, τόπου ὄνομα, καὶ τὸ Ἀθήναιον, ἔτι δὲ καὶ τὸ Νύμφαιον καὶ Τύχαιον, ἃ παρεσημειώσαντο οἱ παλαιοὶ, παρʼ οἷς καὶ ἡ τοῦ εὑρήματος λέξις διφορεῖται. λέγεται γὰρ αὐτὸ καὶ εὕρεμα διὰ τοῦ ε. καὶ εἰσὶ μὲν καὶ ἀμφοτέρων χρήσεις, ἐπικρίνει δὲ μᾶλλον Ἡρῳδιανὸς τὴν διὰ τοῦ η, ὡς ἀπὸ περισπωμένου τοῦ εὑρῶ, οὗ τὴν περίσπασιν ἐλέγχει ὁ εὑρήσω μέλλων, περιττεύων τοῦ ἐνεστῶτος μιᾷ συλλαβῇ. Τὸ δὲ πολλοὶ ἔσαν ἄνδρες ἐν αὐτῇ καὶ ἑξῆς, νῆα φράζει πολεμικήν. διαγελᾷ δὲ ἡ τοῦ πράγματος σοβαρότης παρίσοις, τῷ σάκεσσιν, ἔγχεσιν, ἀμφιγύοισιν. ἔχει δέ τι καὶ ἀστειότητος τὸ οὕτω βεβριθέναι τὴν ναῦν, ὡς εἴ γε φόρτον εἶχεν ὅπλα πολεμικά. τίνα δὲ τὰ ἀμφίγυα ἔγχεα, ἡ Ἰλιὰς δηλοῖ. Τὸ δὲ ἱερὴ ἲς Τηλεμάχοιο ἐς πατέρα ἰδὼν, ὅμοιόν ἐστι τῷ, ψυχὴ Τειρεσίου χρύσεον σκῆπτρον ἔχων. Ἐν τούτοις δὲ τερματοῦται ἡ ῥαψῳδία εἰς τὸ, δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο, ἤγουν ὕπνωσαν, ὡς καὶ ἐν Ἰλιάδι κεῖται. ἀστεῖος δὲ ὁ νοῦς τοῦ ῥητοῦ· ὡς γὰρ ὁ ἐπὶ τῷ φαγεῖν ἀνακλιθεὶς λαμβάνει δῶρον βρώσεως, οὕτω καὶ ὁ κοιμηθεὶς ἤγουν ἀναπεσὼν, ὥστε ὑπνῶσαι, λαμβάνει ὡς ἀπὸ τοῦ σωματικοῦ δαιμονίου τοῦ ὕπνου ὃ δίδωσιν αὐτὸς δῶρον, τὴν ἐκ τοῦ ὑπνῶσαι δηλαδὴ χάριν.