eul_wid: cto-ajj
DOI 10.5281/zenodo.20335421

Scholia on Euripides: Hypothesis of Trojan Women by Scholia on Euripides

ΥΠΟΘΕΣΙΣ ΤΡΩΙΑΔΩΝΜετὰ τὴν Ἰλίου πόρθησιν ἔδοξεν Ἀθηνᾷ τε καὶ Ποσειδῶνι τὸ τῶν Ἀχαιῶν στράτευμα διαφθεῖραι, τοῦ μὲν εὐνοοῦντος τῇ πόλει διὰ τὴν κτίσιν, τῆς δὲ μισησάσης τοὺς Ἕλληνας διὰ τὴν Αἴαντος εἰς Κασάνδραν ὕβριν. οἱ δὲ Ἕλληνες κληρωσάμενοι περὶ τῶν αἰχμαλώτων γυναικῶν τὰς ἐν ἀξιώμασιν ἔδωκαν Ἀγαμέμνονι μὲν Κασάνδραν, Ἀνδρομάχην δὲ Νεοπτολέμῳ, Πολυξένην δὲ Ἀχιλλεῖ. ταύτην μὲν οὖν ἐπὶ τῆς τοῦ Ἀχιλλέως ταφῆς ἔσφαξαν, Ἀστυάνακτα δὲ ἀπὸ τῶν τειχῶν ἔρριψαν. Ἑλένην δὲ ὡς ἀποκτενῶν Μενέλαος ἤγαγεν, Ἀγαμέμνων δὲ τὴν χρησμῳδὸν ἐνυμφαγώγησεν. Ἑκάβη δὲ τῆς μὲν Ἑλένης κατηγορήσασα, τοὺς ἀναιρεθέντας δὲ κατοδυραμένη καὶ κηδεύσασα πρὸς τὰς Ὀδυσσέως ἤχθη σκηνὰς, τούτῳ λατρεύειν δοθεῖσα: — κατὰ τὴν πρώτην καὶ ἐνενηκοστὴν Ὀλυμπιάδα, καθʼ ἣν ἐνίκα Ἐξαίνετος ὁ Ἀκραγαντῖνος στάδιον, .... πρῶτος Ξενοκλῆς ... Οἰδίποδι .. Λυκάονι .. Βάκχαις .. Ἀθάμαντι σατυρικῷ, .. δεύτερος Εὐριπίδης .. Ἀλεξάνδρωι .. Παλαμήδει .. Τρῳάσι .. Σισύφῳ σατυρικῷ ....

ΣΧΟΛΙΑ ΕΙΣ ΤΡΩΙΑΔΑΣ

ἥκω λιπών: ὅλος ἐπὶ τοῦ θεάτρου ὁ Εὐριπίδης, πρὸς ὃ ἀφορῶν τοὺς λόγους νῦν ὁ Ποσειδὼν ποιεῖ παρὼν ἐν τῇ ὑποθέσει. πολλαχοῦ δὲ τοιοῦτος, ὡς ἐν ταῖς Βάκχαις ὁ Διόνυσος ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόνα: —

οὔποτʼ ἐκ φρενῶν: τὸ ἑξῆς· ἐκ φρενῶν τῶν ἐμῶν. παρὰ τὸν Ὁμηρικὸν Ποσειδῶνα ταῦτα: —

ὁ γὰρ Παρνάσσιος: Παρνάσσιον αὐτὸν εἶπε Φωκέα ὄντα διὰ τὸ τάττεσθαι Δελφοὺς ὑπὸ Φωκεῦσιν. Ὅμηρος· «αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον υἱέες Ἰφίτου μεγαθύμου Ναυβολίδαο», εἶτα «οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν». παρʼ ὃ δὴ ἠξιοῦντο τοῦ τε ἱεροῦ καὶ τῶν αὐτόθι χρημάτων ἔχειν τὴν ἐπιμέλειαν. ἔνθεν καὶ οἱ ἱεροὶ πόλεμοι κατερράγησαν, Λακεδαιμονίων μὲν ἀποδόντων Δελφοῖς τὸ ἱερὸν μετὰ τὸ καταπολεμῆσαι Φωκέας, Ἀθηναίων δὲ ἔμπαλιν Φωκεῦσιν αὐτὸ παραδόντων αὖθις, ὡς Θουκυδίδης φησί. καλεῖται δὲ ἱερὸς ὅτι περὶ τοῦ ἱεροῦ τοῦ ἐν Δελφοῖς ἐγένετο. Φώκου δὲ τοῦ Αἰακοῦ καὶ Ψαμάθης καὶ Ἀστεροδίας τῆς Δηιονέως ἐγένετο Πανοπεὺς καὶ Κρῖσος ὁ Κρῖσαν κτίσας, τοῦ δὲ Πανοπέως Ἐπειός. οὗτος εἰς Τροίαν στρατεύσας τὸν δούρειον ἵππον ἐποίησεν: — ἄλλως: ὁ Φωκεὺς Παρνάσσιος εἴρηται, ἐπεὶ Δελφοὶ σὺν τοῖς Φωκεῦσιν ἐτάττοντο. ἢ διὰ τὸ πλησίον τῇ Φωκίδι εἶναι τὸν Παρνασσόν: —

δούρειος ἵππος: ψυχρῶς ἠτυμολόγησε τὸν ἵππον ἀπὸ τῶν δοράτων· ἄμεινον γὰρ παρὰ τὰ δοῦρα πεποιῆσθαι ἤγουν τὰ ξύλα. Ὅμηρος «δουράτεον», ὅ ἐστι ξύλινον: —

ἔρημα δʼ ἄλση: ἔρημα αὐτά φησιν ὡς τῶν θεῶν ἐκλελοιπότων τὰ ἱερά. αὐτὸς γοῦν ὁ Ποσειδῶν φησι λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τʼ ἐμούς: —

πρὸς δὲ κρηπίδων βάθροις: παρὰ τοῖς βάθροις δὲ τῶν κρηπίδων τοῦ Ἑρκείου Διὸς ἀντὶ τοῦ· ἐπὶ τοῖς βωμοῖς τοῦ Διός. τὸν δὲ Ἕρκειον Δία ἄλλοι ἱστορικοὶ ἀναγράφουσιν ἰδίαν τινὰ σχέσιν περὶ αὐτοῦ ἱστοροῦντες. τρισὶ γὰρ ὀφθαλμοῖς αὐτὸν κεχρῆσθαί φασιν ὡς οἱ περὶ Ἀγίαν καὶ Δερκύλον. πεφόνευται δὲ ὁ Πρίαμος ὑπὸ Νεοπτολέμου δικαίως, ἐπειδὴ καὶ τὸν πατέρα αὐτοῦ Ἀχιλλέα ἐλθόντα ἐπὶ τὸν γάμον τῆς Πολυξένης οἱ περὶ Ἀλέξανδρον ἐν τῷ τοῦ Θυμβραίου Ἀπόλλωνος ἱερῷ λόγχαις ἀνεῖλον: —

δεκασπόρῳ χρόνῳ: ἀντὶ τοῦ διὰ δέκα ἐνιαυτῶν. ἔνθεν καὶ ποίας τοὺς ἐνιαυτοὺς ἔλεγον ἀπὸ τῆς τῶν καρπῶν ἀναδόσεως: —

νοσεῖ τὰ τῶν θεῶν: ἀντὶ τοῦ ἐξασθενεῖ, οἷον· τὰ τῶν θεῶν ἀμελεῖται ὑπὸ τῶν ἀνθρώπων: —

βοᾷ Σκάμανδρος: ἀντὶ τοῦ καταβοᾶται ἐν τῷ αὐτὰς βοᾶν: —

Νεοπτόλεμος καὶ ἄλλοι τινές: —

ταῦτα ἔνιοι πρὸς χάριν Ἀθηναίων Εὐριπίδην λέγειν· ἀγαπητὸν γὰρ εἶναι τοῖς περὶ Δημοφῶντα Αἴθραν ἀναλαβεῖν, ἧς ἕνεκα αὐτούς φασιν εἰς Τροίαν ἐλθεῖν, Μενεσθέως ἀφηγουμένου τῶν Ἀθηναίων: — Ἀθηναίων τε Θησεῖδαι πρόμοι: ἔνιοι ταῦτά φασι πρὸς χάριν εἰρῆσθαι· μηδὲν γὰρ εἰληφέναι τοὺς περὶ Ἀκάμαντα καὶ Δημοφῶντα ἐκ τῶν λαφύρων ἀλλὰ μόνην τὴν Αἴθραν, διʼ ἣν καὶ ἀφίκοντο εἰς Ἴλιον, Μενεσθέως ἡγουμένου. Λυσίμαχος δὲ τὸν τὴν Πέρσιδα πεποιηκότα φησὶ γράφειν οὕτως· «Θησείδαις δʼ ἔπορεν δῶρα κρείων Ἀγαμέμνων ἠδὲ Μενεσθῆι μεγαλήτορι ποιμένι λαῶν»: —

Τρῳάδων ὑπὸ στέγαις: γράφεται παρθένων. ὅσαι μὲν οὖν ἐκληρώθησαν, ἀπεδόθησαν, ὅσαι δὲ ἀκλήρωτοι ἐξῃροῦντο δοθεῖσαι τοῖς πρώτοις, ἐνταῦθα τυγχάνουσιν: —

τὴν δʼ ἀθλίαν: ἄμεινον ἦν ἀπὸ τῶν πραγμάτων παρεισάγεσθαι, ὀδυρομένην τὰ παρόντα. οὕτως γὰρ ἂν ἡ τραγῳδία τὸ πάθος εἶχε, νῦν δὲ ψυχρῶς τῷ θεάτρῳ προσδιαλέγεται: —

ἣν δὲ παρθένον μεθῆκʼ Ἀπόλλων: ἣν οὐ διεκόρευσεν, ἀλλʼ εἴασε παρθένον. οἱ γὰρ ἐνθουσιῶντες ἐπιτεταμένοι εἰσὶ τῇ κινήσει: —

γαμεῖ βιαίως: ἀντὶ τοῦ γαμήσει: —

σεσημείωται ὡς μηκέτι αὐτῆς οἰκουμένης· ὑπώπτευκε γὰρ Ἀριστοφάνης ἐκ τούτου τὸ «νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει»: —

ἐκεῖσε πρῶτʼ ἄνελθε: ἀντὶ τοῦ· ἐκεῖνον ἀνάλαβε τὸν λόγον καὶ ἀνάτρεχε εἰς τὸν περὶ Ἑλλήνων λόγον: —

Μυκόνου: ἀκτή τις οὕτω καλουμένη: —

Καφήρειοί τʼ ἄκραι: Καφηρεὺς ἀκρωτήριον Εὐβοίας καταντικρὺ Σκύρου. Νεάνθης δὲ ὁ Κυζικηνὸς Καθηρέα αὐτόν φησι πρότερον κεκλῆσθαι· εἶναι γὰρ ἐκεῖ βωμὸν Διὸς εἰς ὃν Εὐβοιεῖς καθαιρόμενοι ἔθυον. χρόνου δὲ προϊόντος Καφηρεὺς ἐκλήθη παραφθειράντων τῶν ἐνοικούντων τὴν λέξιν. περὶ τοῦτο δὲ οἱ πλεῖστοι τῶν Ἑλλήνων κατὰ τὸν ἀπόπλουν διεφθάρησαν. κοινὰ δὲ τὰ τῆς ἱστορίας: —

τύμβους θʼ, ἱερά: λείπει ὁ γάρ, ἵνʼ ᾖ· τὰ γὰρ ἱερὰ τῶν τεθνηκότων ἔρημα ποιήσας αὐτὸς ὕστερον ὀλεῖται: —

ἄνα δύσδαιμον: πρὸς ἑαυτὴν ταῦτα ἡ Ἑκάβη λέγει· ἀνάστηθι. τὴν κεφαλήν σου ὦ Ἑκάβη. γράφεται δὲ καὶ θεόθεν κεφαλή· ὁ δὲ λόγος· ὦ ἐκ θεῶν δυσδαίμων κεφαλὴ γεγονυῖα, ἀνάστηθι. ἡ δὲ πεδόθεν κεφαλὴ ἐμπαθεστέρα ἐστὶ καὶ τοῖς ὑποκειμένοις οἰκείως ἔχουσα. ἡ γὰρ Ἑκάβη ἔρριψεν ἑαυτὴν διὰ τὰς συμφορὰς ἐπὶ τοῦ ἐδάφους. καὶ τούτῳ οἰκείως ἐπέζευξε τὸ ἐπάειρε δέρην ὡς πεπτωκυίας αὐτῆς καὶ κεκλιμένης ἐπὶ τοῦ ἐδάφους. καὶ τὸν Πρίαμον ὁμοίως κείμενον προυπέστησεν οὕτως πρὸς δὲ κρηπίδων βάθροις πέπτωκε Πρίαμος. ὥστε εἰκὸς διὰ τὰ τοιαῦτα τὴν Ἑκάβην τὰς ἐπιτηδείους καθέδρας καταλιποῦσαν ἐπὶ τοῦ ἐδάφους κεῖσθαι: —

ἀνέχου: ἀνέχου, φησὶν, ἐν εὐτελείᾳ τυγχάνουσα· οὐ γὰρ τὰ παρόντα νῦν ἐστιν ἡ Τροία οὐδὲ ἡ πρώην εὐδαιμονία οὐδὲ νῦν βασιλεῖς ἐσμεν Τροίας: —

μηδὲ προσίστω: ἀντὶ τοῦ· μὴ ἀντίκεισο τοῖς πρὸς πρῷραν κύμασιν, ὅ ἐστιν· μὴ ἀνθίστασο τῷ δαίμομι τοῦ βίου, ἀλλὰ πλέε κατὰ τὸ εὐθύ· ὅταν γὰρ ἡ ναῦς πρὸς κῦμα ἢ πρὸς ἄνεμον πλέῃ, βλάπτεται. σὺ οὖν, φησὶ, πλέουσα πρὸς κῦμα μὴ ἀνθίστασο τῇ τύχῃ· τοῦτο δὲ ἐναντίον τῷ «ἡ δὲ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον»: —

ὦ πολὺς ὄγκος: ὄγκον λέγει τὴν πολλὴν εὐτυχίαν μεταφορικῶς· ὦ πολλὴ εὐδαιμονία τῶν προγόνων συσταλέντων: —

ἄκανθάν τʼ εἰς ἀμφοτέρους: τὴν τῶν μελῶν ἄκανθαν· λέγει δὲ τοὺς νωτιαίους σφονδύλους. τοίχους δὲ τὰς πλευρὰς μεταφορικῶς εἴρηκεν. τὴν ῥάχιν οὖν ἄκανθάν φησιν. ὁ δὲ λόγος· πόθος μοί ἐστιν τὴν ῥάχιν ἑλίξαι εἰς τὰ πλευρά: —

ἐπὶ τοὺς αἰεὶ δακρύων: ἡ ἐπί ἀντὶ τῆς διά, ὅ ἐστι· βούλομαι διαδοῦναι ἐμαυτήν· κέκμηκα γὰρ διὰ τοὺς ἐλέγους καὶ τοὺς θρήνους: —

Μοῦσα δὲ καὐτή: καὶ αὐτὴ δὲ, φησὶ, παραμυθία ἐστὶ τοῖς δυστυχοῦσι τὰς ἑαυτῶν ἀποδύρεσθαι συμφοράς. ἔστι γὰρ καὶ Μοῦσα θρηνῳδίας: —

ναῶν ὠκεῖαι: ὦ πρῷραι τῶν νηῶν αἵτινες κώπαις ἀνὰ τὴν θάλασσαν καὶ τοὺς λιμένας μετʼ αὐλῶν βαίνουσαι τὴν πλεκτὴν τῆς Αἰγύπτου παιδείαν, ὅ ἐστι τὰ σχοινία, ἐν τοῖς κόλποις τῆς Τροίας ἐξηρτήσασθε τὴν Μενελάου γυναῖκα μετερχόμεναι: — ἄλλως: τὰ σχοινία, φησὶν, ἐν τῷ τῆς Τροίας λιμένι ἐξήψασθε, τὰ πρυμνήσια. Αἰγύπτου δὲ παιδείαν τὰ σχοινία, καθὸ ἡ Αἴγυπτος τὴν βύβλον τρέφει. ὁ δὲ νοῦς τοιοῦτος· ὦ νῆες, ἐπὶ αὐλῶν στυγνῷ παιᾶνι τῇ Τροίᾳ προσωρμίσατε. παρόσον αὐλοῦσιν αὐλοὺς ἔχοντες εἰς τὰς ναῦς· «ἀλλʼ, Ἡράκλεις, αὐλεῖ τις»: —

Κάστορι λώβαν: τὴν γενομένην τῷ Κάστορι λώβαν καὶ τῷ Εὐρώτᾳ δύσκλειαν, τῷ ποταμῷ Λακεδαίμονος· κοινοποιεῖ δὲ ἐπὶ πάσης Ἑλλάδος: —

κουρᾷ ξυρήκει: τῇ ξυρήκει κουρᾷ ἐκκαρθεῖσα τὴν πενθίμην κεφαλὴν, ἀντὶ τοῦ· πένθιμον κεφαλὴν ἔχουσα: —

μάτηρ δʼ ὡσεὶ πτανοῖς: καθάπερ δὲ ὄρνισιν ἡ μήτηρ ἐξάρχει τὴν πτῆσιν, οὕτως κἀγὼ τὴν κλαγγὴν καὶ τὸν θρῆνον ἐξάρξω, ἐξάρξω δὲ οὐ κατὰ τὴν μολπὴν ἐκείνην ἢν εἰώθειν εὐτυχοῦσα λέγειν: —

σκήπτρῳ Πριάμου: τῷ σκήπτρῳ τοῦ Πριάμου ἐπερειδομένη ταῖς εὐκόμποις πληγαῖς τοῦ ἀρχεχόρου ποδὸς ἐξῆρχον τοὺς θεοὺς, ὅ ἐστιν ἀνύμνουν: — διερειδομένα: ἡ λέξις ἑκάτερον ἔχει, καὶ τὴν αὐτῆς ἀσθένειαν καὶ τὴν Πριάμου δυναστείαν: —

ἔξω κομίζεσθʼ οἴκων: ἔξω τῶν οἴκων εὐτρεπίζεσθε, πρὸς τὸ πλεῖν στέλλεσθε ἑαυτάς. λέγει πρὸς τὰς λοιπὰς τὰς ἔσω, ἵνα τὸ ἡμιχόριον ἐξέλθῃ: —

μὴ νῦν μοι τὰν ἐκβακχεύουσαν: ἐπειδὴ μέλλουσιν αἱ Τρῳάδες ἐξιέναι, συμβουλεύει ἡ Ἑκάβη μὴ ἐᾶν Κασάνδραν ἐξιέναι διὰ τὸ μαίνεσθαι: —

αἰσχύναν Ἀργείοισιν: μὴ πέμψητε αὐτὴν αἰσχύνην τοῖς Ἕλλησιν, ἵνα καταισχύνωσιν αὐτὴν οἱ Ἕλληνες: —

ὀρθρεύου σὰν ψυχάν: ἔπαιρε τὴν σεαυτοῦ ψυχὴν, ὦ χορέ. ἀπὸ μεταφορᾶς τῶν ὄρθρου ἐγειρομένων: —

τίς μʼ Ἀργείων: τίς τῶν Θεσσαλῶν. πότερον νησιώτης ἄξει με ἢ Θεσσαλὸς ἢ Ἀργεῖος: —

δειλαία νεκροῦ μορφά: ἥτις εἰμὶ δειλαία νεκροῦ μορφὴ καὶ νεκρῶν ἄγαλμα: —

ἄγαλμʼ, ἢ τὰν παρά τε προθύροις: ἢ θυρωρὸς ἐσομένη καὶ τὴν φυλακὴν τῶν προθύρων κατέχουσα ἢ παίδων τροφός. ἄγομαι δὲ, φησὶ, ταῦτα ποιῆσαι ἡ τῆς Τροίας δεσπότις: —

ποίοις δʼ οἴκτοις: δύναται πρὸς τὴν Ἑκάβην, ἵνʼ ᾖ οὕτως· πῶς αὐτάρκως δύνασαι τὰ κατὰ σὲ θρηνῆσαι: —

οὐκ Ἰδαίοις ἱστοῖσι: οὐχ ὡς πρότερον ᾖδον ἐν τοῖς ἱστοῖς δινεύουσα καὶ στρέφουσα τὴν κερκίδα: —

νέα τοι τεκέων: ὅσῳ, φησὶ, νέα ὑπάρχουσα αἰχμάλωτος γέγονα, κρείσσους ἕξω μόχθους, καθὸ αἱ δυναταὶ ἰσχύουσι πᾶν τὸ ἐπιτασσόμενον ποιῆσαι· ἐὰν δὲ καὶ εὔμορφος ᾖ, καὶ ὑβρισθήσεται: — ἄλλως: τὰ ὑμῶν σώματα νέα ὁρῶ πρὸς ὑπομονὴν τῶν πόνων: —

ἔρροι νύξ: φθειρέσθω ἡ νὺξ ἡ ἐμὲ νυμφεύουσα τοῖς πολεμίοις, ὁμοίως δὲ καὶ ὁ δαίμων ἔρροι: —

μὴ γὰρ δὴ δίναν: ἀπὸ κοινοῦ τὸ ἔλθοιμι: μὴ ἔλθοιμι, φησὶν, ἐπὶ τὴν δίνην τοῦ Εὐρώτου, ἥτις ἐστὶ Θεράπνη, ἡ πόλις τῆς Ἑλένης. οἰκητήριόν φασι τὰς Θεράπνας τῶν Διοσκούρων παρόσον ὑπὸ τὴν γῆν τῆς Θεράπνης εἶναι λέγονται ζῶντες, ὡς Ἀλκμάν φησιν: —

τὰν Πηνειοῦ σεμνάν: Πηνειοῦ χώραν τὴν Θετταλίαν. τῆς γὰρ Μακεδονίας Ὄλυμπος, ἡ δὲ Μακεδονία τῆς Θετταλίας. αἰνίττεται δὲ τὴν τοῦ Νεοπτολέμου. Καλλίμαχος· «Πηνειὲ Φθιῶτα»: —

τάδε δεύτερά μοι: ἐν δευτέρᾳ μοι τάξει τῶν καλῶν ἐστι ταῦτα τὰ κατὰ τὸν Πηνειὸν μετὰ τὴν ἱερὰν πόλιν τοῦ Θησέως: —

καὶ τὰν Αἰτναίαν Ἡφαίστου: ὁ λόγος· καὶ τὴν Αἴτνην, τὴν τοῦ Ἡφαίστου χώραν, τὴν καταντικρὺ κειμένην τῆς Φοινίκης τῆς τε Καρχηδόνος, ἵνα λέγῃ τὴν Λιβυφοινίκων χώραν, μητέρα δὲ τῶν Σικελῶν ὀρέων, ἀκούω ἐπὶ στεφάνοις σεμνύνεσθαι. τὴν Σικελίαν δὲ ὀρέων φησὶ μητέρα, ἐπειδὴ ὀρεινή: —

Φοινίκας ἀντήρη χώραν: ἀντήρη Σικελίας τὴν Λιβύην εἴρηκεν καὶ τὴν Καρχηδόνα παρόσον τὸ Λιλύβαιον ἀκρωτήριον τῆς Σικελίας ἀντικρὺ κεῖται τῆς Καρχηδόνος, εἰς ἣν ἀπῴκησαν Τύριοι· ἔστι δὲ ἡ Καρχηδὼν πόλις Λιβύης. ὀλίγῳ δὲ πρότερον τῶν Τρωικῶν Εὔδοξος ὁ Κνίδιός φησιν ἀπῳκηκέναι τοὺς Τυρίους εἰς αὐτὴν Ἀζάρου καὶ Καρχηδόνος ἡγουμένων, ἀφʼ οὗ καὶ τὴν ὀνομασίαν ἔσχεν ἡ πόλις. τινές φασι καὶ τὴν Ῥώμην καὶ τὴν Καρχηδόνα πρὸ τῆς πρώτης ὀλυμπιάδος κτισθῆναι. Σοφοκλῆς δὲ ἐπὶ τῶν καιρῶν Τριπτολέμου ᾠκίσθαι τὴν Καρχηδόνα, ἐν οἷς φησι· «Καρχηδόνος δὲ κράσπεδʼ ἀσπάζομαι»: — ἄλλως: ἀντήρη Σικελίας τὴν Λιβύην φησὶ καὶ τὴν Καρχηδόνα παρόσον τὸ Λιλύβαιον καταντικρύ ἐστι Καρχηδόνος. ὁ δὲ Παρμενίσκος τὴν Σικελίαν ἀντήρη τῆς Φοινίκης φησίν: —

τάν τʼ ἀγχιστεύουσαν γᾶν: καὶ τὴν ἀγχιστεύουσαν γῆν τῷ Ἰονίῳ, κατὰ κοινοῦ τὸ ἀκούω κηρύσσεσθαι στεφάνοις ἀρετᾶς. τὴν Ἰταλίαν δὲ λέγει τὴν ἐγγὺς τοῦ Ἰονίου πελάγους· Ἰόνιον γὰρ πέλαγος τὸ πρὸς τὴν Ἰταλίαν: —

Κρᾶθις: δύο εἰσὶ Κράθιδες, ὡς Παρμενίσκος φησίν· ὁ μὲν ἐπὶ Πελοποννήσου τὰς πηγὰς ἔχων μέχρι Ἀρκαδίας ὃς συμβάλλει καὶ τῷ Ἀλφειῷ, οὗ ἐάν τις τὸ ὕδωρ ἐπὶ πολὺν χρόνον ἀφῇ, οὐ σήπεται οὐδὲ ἐὰν ἀπʼ αὐτοῦ ἄρτοι πεφθῶσιν, εὐρωτιῶσιν· ὁ δὲ ἐν Ἰταλίᾳ, οὗ νῦν μέμνηται ὁ Εὐριπίδης, ἐν ᾧ ἐάν τις λούσηται, λελιπασμένος ἀνέρχεται ὡς δοκεῖν ἀληλίφθαι· καὶ τὴν τρίχα ξανθίζει ὡς ἐν ὀλίγαις ἡμέραις τὸν λουόμενον ἐν αὐτῷ πυρρότριχα γίνεσθαι. ἔνιοι δέ φασι τὸν μὲν Κρᾶθιν τοῦτο μὴ ποιεῖν, τὸν δὲ ἐν Τροίᾳ Ξάνθον, ἀφʼ οὗ καὶ ἐπονομάζεται, Σκάμανδρος καλούμενος· τὸν δὲ Εὐριπίδην ἐπὶ τοῦ Κράθιδος τοῦτο μετενηνοχέναι. ὁ δὲ Αἰσχρίων φησὶν ὅτι ἐν Πελοποννήσῳ ἦν Κρᾶθις καλούμενος ποταμὸς, ὃς ἐποίει τὰς κόμας ξανθὰς τῶν λουομένων· οἱ δὲ ἀπὸ Πελοποννήσου ἀποικίαν στειλάμενοι καὶ κτίσαντες Σύβαριν τὸν ἐκεῖ ποταμὸν ὠνόμασαν Κρᾶθιν. ἀπὸ οὖν τοῦ ἐν Πελοποννήσῳ ὁ Εὐριπίδης τοῦ ἐν Ἰταλίᾳ μέμνηται ὡς οὐ μόνον τὸ ὄνομα ἔχοντος τοῦ ἐν Ἀχαΐᾳ ποταμοῦ, ἀλλὰ καὶ τὴν δύναμιν: —

τίνα πότμος εὐτυχής: τίνα τῶν Τρῳάδων πότμος εὐτυχὴς ἐκδέχεται: —

ἢ τᾷ Λακεδαιμονίᾳ: παρόσον ἡ Κλυταιμνήστρα Τυνδάρεω, οὗτος δὲ Λακεδαιμόνιος: —

ἱεροὺς στολμούς: τὰς τῶν στεφανῶν στολὰς ὥσπερ ἔνδυσιν ποιουσῶν αὐτῇ: —

τί θέσμιον: τίς θεσμὸς, ποῖον θεμιτὸν ἢ νόμος τῶν Ἑλλήνων: —

εὐδαιμόνιζε παῖδα σήν: αἰνίττεται ὅτι τέθνηκεν· οὐ σαφῶς εἶπεν· καὶ πῶς ἡ Ἑκάβη οὔτε στενάζει οὔτε πυνθάνεται πῶς ἀπηλλάγη; εἴτε γὰρ οἶδεν, ἔδει οἰκτίσασθαι περὶ θυγατρός· εἴτε μὴ οἶδεν, ἐρωτῆσαι καὶ μαθεῖν: —

ἐγὼ δὲ τῷ πρόσπολος: τίνι δὲ ἐγὼ ἐκληρώθην δούλη, ἡ τριβάμονος βάκτρου δεομένη διὰ τὸ γηραιὸν κάρα· τρίτος γὰρ ποὺς ἡ βακτηρία: —

ὃς πάντα τἀκεῖθεν: τὰ μὲν ἐκεῖσε διαβάλλων ἐνταῦθα ἀντίπαλα τίθησιν, αὖθις δὲ ἐκεῖσε πολέμια τίθησιν, δηλονότι τὰ ἐνταῦθα. τοῦτο γὰρ λείπει: —

εἶτα τὰς εἰλεγμένας: τὰς κεκληρωμένας καὶ ἐκλελεγμένας τοῖς ἄλλοις δῶ: —

αὑτῶν τʼ ἐκπυροῦσι: καίουσι, φησὶν, ἑαυτὰς ἐξελθεῖν μέλλουσαι τῶν οἴκων: — ἄλλως: διὰ τὸ μὴ εἰθίσθαι δουλεύειν καίουσιν ἑαυτάς: —

μὴ τὸ ταῖσδε: μὴ διὰ τὸ σύμφορον ἑαυταῖς φονεύσωσιν ἑαυτὰς καὶ λυπήσωσι τοὺς Ἕλληνας κἀγὼ αἴτιος ὦ: —

ἄνεχε πάρεχε: ὡς πρός τινα ποιεῖται τὸν λόγον δᾳδουχοῦντα· ἀναχώρει, φησὶ, καὶ πάρεχε ὁδόν. δύναται δὲ πρὸς ἑαυτὴν λέγειν ἀντὶ τοῦ· ἄνεχε καὶ φέρε: —

ὦ Ὑμὴν Ὑμέναιʼ: πρὸς Ὑμέναιον ἀποτείνεται διὰ τὸ μέλλειν γαμεῖσθαι. καθαίρω, φησὶ, τὸ ἱερὸν, οὐχ ὅτι ἐν ἱερῷ ἦν, ἀλλʼ ὅτι μαινομένη ἐν ἱερῷ ἐνόμιζεν εἶναι: —

ἐπεὶ σὺ, μῆτερ: ἐπεὶ σὺ, μῆτερ, περὶ τὸν ἴδιον ἄνδρα πατέρα δὲ ἐμὸν γίνῃ καταστενάζουσα αὐτὸν καὶ οὐ ποιεῖς τὰ μητέρων — νόμιμον γάρ ἐστι τῇ μητρὶ δᾳδουχεῖν ἐν τοῖς γάμοις τῶν θυγατέρων —, ἐγὼ τοῦτο ποιήσω ἐμαυτῇ: —

ἐς αὐγάν: ὥστε αὐγὴν καὶ αἴγλην ποιεῖν σοὶ, ὦ Ὑμέναιε, καὶ σοὶ, ὦ Ἑκάτη, διδοῦσα φῶς ὥσπερ νόμος ἐστὶ ταῖς παρθένοις· ἔθος γὰρ εἶχον πῦρ ἀνάπτειν ἐπὶ τῶν γάμων: —

ὦ Ἑκάτα: τὴν Ἑκάτην παρέμιξε διὰ τὸ μετʼ ὀλίγον ἀποθνῄσκειν· χθονία γὰρ ἡ θεός. ἢ ὅτι γαμήλιος ἡ Ἑκάτη: —

πάλλε πόδʼ αἰθέριον: εἰς τὸν αἰθέρα, χόρευε· ἐπιλέγει δὲ Βακχικὰ ἐπιφθέγματα: — εὖ ἂν εὖ οἷ: τὸ εὖ ἂν εὖ οἷ Βακχικὰ ἐπιφθέγματα· εἰσὶ δὲ ἐπιρρήματα θειασμοῦ. διόρισον δὲ, οἷον· εὖ οἷ εὖ ἄν: —

ἀνάκτορον θυηπολῶ: ὥσπερ ἐν τῷ ἱερῷ οὖσα, οὕτως θυηπολῶ. ἢ οὕτως· ἡγοῦ σὺ τῆς θυηπόλου: —

Ἥφαιστε, δᾳδουχεῖς: περιπαθῶς διαλέγεται· εἰ καὶ ἐν γάμοις δᾳδουχεῖς, ἀλλʼ οὐ νῦν ἐν εὐπραγίᾳ φαίνῃ: —

ἐσωφρονήκασι: σώφρονα πεποιήκασι. τὰ κακά σε οὐ πεπαιδεύκασι: —

δάκρυσί τʼ ἀνταλλάσσετε: δάκρυα, φησὶν, ἀνταλλάξατε ἀντὶ τῶν γαμηλίων χορῶν. τοῖς ταύτης γαμηλίοις μέλεσι δάκρυα ἀνταλλάξατε: —

Ἑλένης γαμεῖ με: προμηνύει ὅτι διʼ αὐτὴν Ἀγαμέμνων ἀποθανεῖται, καὶ ἥδεται δοκοῦσα αὐτὸν ὥσπερ τιμωρήσειν: —

ἄλλα τʼ ἐάσω: τινὰ, φησὶν, ἐάσω. διʼ ὧν δὲ δοκεῖ ἀποσιωπᾶν, διὰ τούτων λέγει: —

ἔνθεος μέν: ἔνθεος μέν εἰμι καὶ ἐμμανής, ὅμως διὰ τὴν ἀλήθειαν ἔξω μανίας καὶ βακχευμάτων δόξω εἶναι, ἐπειδὴ τὸ τὴν ἀλήθειαν λέγειν οὐκ ἔστι μαινομένου. τοσοῦτον οὖν, φησὶν, ἔξω γενήσομαι μανίας ὡς καὶ πιστεύεσθαι: —

τέκνων ἀδελφῷ: τὸ ἐπὶ τῆς Ἰφιγενείας εἰπὼν πληθυντικῶς λέγει ἀδελφῷ, τῷ Μενελάῳ: —

τὰ δʼ οἴκοι: οἷς εἶπον· καὶ γὰρ καὶ οἱ ἐν τοῖς οἴκοις ἀπέθνῃσκον μὴ ὁρῶντες τοὺς οἰκείους: —

οὐδὲ πρὸς τάφους: τῶν γὰρ τεθνηκότων οἱ παῖδες τιμῶσι τοὺς τάφους: —

Ἀχαιοῖς ὧν ἀπῆσαν: ὧν, τουτέστι τοῦ μεταξὺ τῶν οἰκείων ἀποθνῄσκειν, αἱ ἡδοναὶ τοῖς Ἕλλησιν ἀπῆσαν, τουτέστιν· τούτων ἐστέρηντο: —

ἷξις ἐξεργάζεται: παρουσία, ἄφιξις, ἀνδρεῖον αὐτὸν ἀπέδειξεν. γράφεται καὶ ἡ ʼρξις, ἵνʼ ᾖ ἡ ἔρξις καὶ ἡ πρᾶξις: —

εἰ δʼ ἦσαν οἴκοι, χρηστός: ὁ Ἕκτωρ χρηστὸς γεννηθεὶς κατεσιωπήθη ἂν, εἰ μὴ ἐστράτευσαν ἐπὶ Ἴλιον: —

Πάρις τʼ ἔγημε: ἑτερότροπόν ἐστιν· ἐπὶ γὰρ κακῷ ἔσχε τὸ κλέος ὥσπερ ἡ Ἑλένη. Ὅμηρος «ὡς καὶ ὀπίσσω ἀνθρώποισι γενώμεθʼ ἀοίδιμοι»: —

εἰ δʼ ἐς τόδʼ ἔλθοι: εἰ δὲ εἰς τὸ πολεμεῖν ἔλθοι, οὐκ αἰσχρὸς στέφανος τὸ ἀποθανεῖν καλῶς: —

μέλπεις θʼ ἅ: καὶ ταῦτα, φησὶν, ἃ εἴρηκας καλὰ, οὐ δείξεις ὄντα σαφῶς καλὰ καὶ ἀληθῆ: —

εἰ μή σʼ Ἀπόλλων: μάταιός ἐστιν ὁ Ταλθύβιος ἐπιπλήσσων καὶ λέγων· εἰ μὴ ἐμαίνου, ἐτιμωρήθης ἄν· πᾶς γάρ τις τοῖς μαινομένοις συμπεριφέρεται: —

καὶ δοκήμασιν σοφά: τὰ τῷ δοκεῖν σοφά. λέγει δὲ περὶ Ἀγαμέμνονος διὰ τὸ ταύτης ἐληλυθέναι εἰς ἔρωτα. τὰ σοφὰ, φησὶ, δοκοῦντα τῶν εὐτελῶν οὐκ ἔστι κρείσσονα· οἷον Ἀγαμέμνων ὁ σοφὸς οὐ διαφέρει τινὸς εὐτελοῦς: —

καὶ Φρυγῶν ἐπαινέσεις: τὰς ὕβρεις τὰς εἰς τοὺς Ἕλληνας καὶ τοὺς ἐπαίνους τοὺς εἰς τοὺς Τρῶας ὑπὸ σοῦ λελεγμένους ἐῶ ἀνέμῳ φέρεσθαι: —

τί ποτʼ ἔχουσι τοὔνομα: τί ποτε αὐτοῖς ἐστι τὸ ὄνομα τοῦτο ὥστε κοινῇ ὑπὸ πάντων ἐχθαίρεσθαι; εἰσὶ δὲ καὶ ἕτεροι κήρυκες, οἱ περὶ τὰ δεῖπνα διακονοῦντες. Ὅμηρος· «κήρυκες δʼ αὐτοῖσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν»: — ἄλλως: διὰ τί πάντες τὸ αὐτὸ ὄνομα ἔχουσιν εἰς ἀπέχθειαν ἐπιτήδειον: — ἄλλως: διὰ τί ποτε τὸ ὄνομα αὐτῶν τοιοῦτον ὥστε ὑπὸ πάντων μισεῖσθαι: —

τἄλλα δʼ οὐκ ὀνειδιῶ: τὰ λοιπά: ἐν γὰρ Θράκῃ κύων γενομένη ἀπέθανεν: —

ὡς χρυσὸς αὐτῷ: τὰ ἐμὰ, φησὶ, καὶ τὰ τῶν Τρώων κακὰ νομίσει ποτὲ χρυσὸν εἶναι καὶ τίμια. παρὰ τὸ Ὁμηρικόν· «τρισμάκαρες Δαναοί»: —

οὗ δὴ στενὸν δίαυλον: ὁ λόγος· ἐλεύσεται δὲ εἰς τὸν στενὸν δίαυλον τῆς πέτρας, ὅπου ἦν οἰκοῦσα ἡ Χάρυβδις, δηλονότι ἐπὶ τῆς πέτρας. δίαυλον δὲ λέγει τὸν αὐλῶνα· ἦσαν γὰρ οἱ σκόπελοι πλησίον ἀλλήλων, ὁ τῆς Σκύλλης καὶ ὁ τῆς Χαρύβδεως: —

καὶ Ὅμηρος· «κρέα δʼ ἀμφʼ ὀβελοῖσι μέμυκεν»: —

νυκτὸς, οὐκ ἐν ἡμέρᾳ: πρὸς Ἀγαμέμνονα λέγει· ἐν νυκτὶ γὰρ τέθνηκεν: —

κἀμέ τοι νεκρὸν φάραγγες: τῷ ὕδατι τῷ χειμερινῷ ῥέουσαι ἀπὸ τῶν ὀρῶν καταφέρουσαι πλησίον τοῦ τάφου τοῦ Ἀγαμέμνονος κομίσουσί με. φονεύσασα γὰρ ἡ Κλυταιμνήστρα τὸν Ἀγαμέμνονα καὶ τὴν Κασάνδραν εἰς ὄρος ἔρριψεν. ὑπʼ οὐδενὸς δὲ παραδίδοται ἡ Κασάνδρα ἄταφος ἐκβεβλημένη: — ἄλλως: ὅτι ἰδικῶς ἱστορεῖ ἄταφον τὴν Κασάνδραν ἐκβεβλῆσθαι εἰς ὄρος: —

ὦ στέφη: ὦ στέφη τοῦ Ἀπόλλωνος, ἅπερ ἐστί μοι ἀγάλματα. ἀπορρίπτει δὲ τοὺς στεφάνους: —

σπαραγμοῖς: σπαρασσόμενοι, φησὶν, οἱ στέφανοι ἴτε ἀπʼ ἐμοῦ. ἤδη δὲ διεκορεύθη ὑπὸ τοῦ Αἴαντος, καὶ πῶς λέγει ἑαυτὴν παρθένον; φαμὲν οὖν ὅσον τὸ κατʼ αὐτὴν ἧκεν, παρθένος ἦν. βίᾳ γὰρ διεκορεύθη: —

οὐκέτʼ ἂν φθάνοις: κατʼ ἐρώτησίν φησιν· οὐκέτι φθάνεις με καὶ προλαμβάνεις ἐπὶ τὴν ναῦν προεπειγόμενος; ἢ ἀποφαντικῶς· ἐὰν μὴ νῦν με ἄγῃ, οὐκέτι ἔσται ἐπιτήδειος ἄνεμος: —

τριῶν Ἐρινύν: τρεῖς γάρ εἰσιν Ἐρινύες, Ἀληκτὼ Τισιφόνη Μέγαιρα. πεποίηται δὲ τὰ ὀνόματα: —

οὐ μακράν: λείπει ἡ εἰς· οὐκ εἰς μακράν, ὅ ἐστι μετʼ ὀλίγον: —

δέσποιναν ὡς ἄναυδος: ὥς τινων αὐτῆς ἐπιμελουμένων πρὸς ἃς ποιεῖται τὸν λόγον: —

οὔτοι φίλα: τὰ μὴ ὄντα φίλα οὐδέποτε ἔσται φίλα· οὐκοῦν οὐχ ἥδομαι ἐπὶ τῷ ἀναστῆναι· οὐ γὰρ φίλον: —

κεῖσθαι πεσοῦσαν: τὸ ἑξῆς· ἐᾶτέ με κεῖσθαι πεσοῦσαν: —

ὅμως δʼ ἔχει: ὅμως δὲ παραμυθία ἐστὶ τοῖς δυστυχοῦσιν ἀνακαλεῖσθαι τοὺς θεούς: —

πρῶτον μὲν οὖν μοι: ἡδύ μοι, φησὶ, πρῶτον τὰ ἀγαθὰ ὑμνῆσαι· ὅτε γὰρ μετὰ τὸ εἰπεῖν τὰ καλὰ μνημονεύσω τῶν κακῶν, τότε μείζονα οἶκτον κινήσω: —

κοὔτʼ ἐξ ἐκείνων: καὶ οὔτε ἐκεῖναι ἐλπίζουσιν ἐμὲ ὄψεσθαι οὔτε ἐγὼ ἐκείνας: —

τὸ λοίσθιον δὲ θριγκός: τὸ ἔσχατον πάντων κακῶν. τὸ δοῦλον εἶναι οἱονεὶ τὸ τέλος ἐστί. μεταφορικῶς ἀπὸ τῶν οἰκοδομημάτων· μετὰ γὰρ τὴν οἰκοδομὴν ἐπίθεται θριγκὸς, ὅπερ ἐστὶ τὸ γεῖσον: —

τὸ ἑξῆς· τρυχηρὰ πέπλων λακίσματα, ἤγουν σχίσματα: —

ἔλυσας συμφοραῖς: τουτέστιν ἐν ἀτυχίαις ἔλυσάς σου τὴν παρθενίαν, δέον ἐν εὐτυχίαις: —

ἄγετε τὸν ἁβρὸν δήποτʼ: τὸν ἐμὸν πόδα πρῴην ἁβρὸν ὄντα νῦν δὲ δοῦλον ἄγετε εἰς τὴν στιβάδα καὶ εἰς τὰ πέτρινα κρήδεμνα καὶ περιβόλαια: —

ἀμφί μοι Ἴλιον: ποίησόν με ᾆσαι ἐπικήδειον μέλος εἰς τὴν Ἴλιον, ὅ ἐστι· περὶ τῆς Ἰλίου ποίησόν με θρηνῆσαι: —

τετραβάμονος: ἀλληγορικῶς τὸν ἵππον τὸν δούρειον τέσσαρας βάσεις ἔχοντα· ἀπήνην γὰρ τὸν ἵππον καλεῖ: —

τόδʼ ἱερόν: πρὸς ἑαυτοὺς δὲ, φησὶ, παρεκελεύοντο οἱ Τρῶες· τοῦτο τὸ ἱερὸν ξόανον, τὸν ἵππον, ἄγετε τῇ Ἀθηνᾷ: —

ξεστὸν λόχον Ἀργείων: ἐν τῇ οὐρείᾳ πεύκῃ· ξύλινος γὰρ ὁ ἵππος: —

καὶ ὁ Πρίαμος ἐξῆλθε τὴν βλάβην θεασόμενος: —

καὶ χάριν ἄζυγος: καὶ χάριν ἀντὶ τοῦ τέρψιν· ἐπιτερπῶς θεασόμενος τὸν ἵππον: — ἀμβρότα: ὡς ἱππότα, ἵνʼ ᾖ ἀμβρότου πώλου: —

κλωστοῦ δʼ: καθάπερ ναὸς σκάφος κλωστοῦ λίνου ἀμφιβόλοις, ὅ ἐστι σχοινίοις, οὕτως τὸν ἵππον ἐπήγαγον: —

φόνιά τε πατρίδι: ἀντὶ τοῦ φονίως. ἢ τὰ φοινιχθέντα. τοῦτο δὲ ἀπὸ τοῦ συμβεβηκότος λέγει: —

ἐν δὲ πόνῳ: πόνῳ διὰ τὸ κεκμηκέναι ἐν τῷ ἕλκειν, χαρᾷ διὰ τὸ ἐλπίζειν τι ἀγαθὸν ἐνηνοχέναι: —

ἐνὶ δόμοις δὲ παμφαὲς σέλας: τὸ δὲ σέλας τοῦ πυρὸς τὴν μέλαιναν αἴγλαν δέδωκε τῷ ὕπνῳ, ὅ ἐστι· τὴν μέλαιναν κατάστασιν τῷ ὕπνῳ ἔδωκε τὸ πῦρ, ἀντὶ τοῦ· διεδέξατο ἡ νὺξ τὸ πῦρ. σβεσθέντος γὰρ αὐτοῦ ἐκοιμήθησαν. οἷον· ἔτι τῶν λαμπάδων καιομένων ἐκοιμήθησαν. ἰδίως δὲ αἴγλην μέλαιναν εἶπε τῆς νυκτὸς τὸ φῶς: —

σφαγαὶ δʼ ἀμφιβώμιοι: ἐκ δὲ τοῦ σφάζεσθαι ἐρημία παρηκολούθει ἥτις τῇ μὲν Ἑλλάδι στέφανον ἔφερε, τῇ δὲ Τροίᾳ πένθος: —

Ἑκάβη, λεύσσεις: ἀποθεωροῦσιν αἱ κατὰ τὸν χορὸν τὴν Ἀνδρομάχην παροδεύουσαν ἐπὶ ὀχήματος Ἑλληνικοῦ καὶ τὸν Ἀστυάνακτα αὐτῇ ἑπόμενον: —

σκύλοις τε Φρυγῶν: τί παρακαθέζῃ τοῖς σκύλοις ὡς καὶ σκύλων ὄντων μετʼ αὐτῆς, ἐν οἷς καὶ τὰ Ἕκτορος ὅπλα: —

τί παιᾶνʼ ἐμόν: ἐπειδὴ εἶπεν οἴμοι, λέγει· διὰ τί τὸν ἐμὸν θρῆνον θρηνεῖς; παιᾶνα δέ φησι κατὰ ἀντίφρασιν, ὡς τὸ «ἅπας δʼ ἀνευφήμησεν οἰμωγῇ λεώς»: —

δυσφροσύναις: κακοβουλίαις. καὶ ὁ Πάρις τεχθεὶς δυσφροσύναις τῶν θεῶν οὐκ ἀπώλετο: —

δάκρυά τʼ ἐκ δακρύων: ὁ οἶκος αὐτὸς, φησὶν, ἐκ διαδοχῆς καὶ δακρύει καὶ θρηνεῖ: —

ἄλλος τις Αἴας: τῆς σῆς θυγατρὸς φαίνεται καὶ δεύτερος Αἴας, ἐπεὶ καὶ τότε οὗτος αὐτὴν ἐδίωξεν: —

ὄλωλεν ὡς ὄλωλεν: ἐμοῦ ζώσης εὐτυχεστέρως ἀπώλετο· τοῦ γὰρ αἰχμάλωτον δουλεύειν κρεῖσσον τὸ ἀποθανεῖν: —

οὐ ταὐτὸν, ὦ παῖ, τῷ βλέπειν: ἔθος ἐστὶ τῷ Εὐριπίδῃ τῷ βλέπειν χρῆσθαι ἀντὶ τοῦ ζῆν, ὡς καὶ ἀλλαχοῦ· «τὸ μὲν τέθνηκε σώματος, τὸ δʼ αὖ βλέπει»: —

ὦ μῆτερ ὦ τεκοῦσα: οὐ στοχάζεται τῶν ὑποκειμένων προσώπων. καὶ γὰρ νῦν ἡ Ἀνδρομάχη τὰ αὐτὰ φιλοσοφεῖ ἅπερ καὶ ἔμπροσθεν ἡ Κασάνδρα: —

κείνη δʼ ὁμοίως: ἡ δὲ Πολυξένη ὥσπερ μὴ ἰδοῦσα τὸ φῶς καὶ μὴ αἰσθανομένη τέθνηκεν: —

ἐγὼ δὲ τοξεύσασα: μεταφορικῶς φησιν· ἐγὼ δὲ τοξεύσασα καὶ βαλοῦσα ἐπὶ τὸν σκοπὸν τῆς εὐδοξίας κατὰ τὸ πλεῖστον τῆς τύχης ἥμαρτον. ἢ οὕτως· ἐγὼ δὲ ἐπὶ τὴν εὐδοξίαν βαλοῦσα καὶ τῆς τύχης ἐτύγχανον συγκυρούσης, ὡς καὶ παρʼ Ὁμήρῳ τὸ ἁμαρτεῖν ἐπὶ τοῦ συγκυρῆσαι τίθεται: —

πρῶτον μὲν ἔνθα: πρῶτον μὲν κἂν ᾖ κἂν μὴ ᾖ ψόγος ταῖς γυναιξίν, ὅμως κακῶς αὐτὰς ἀκούειν δεῖ, ὅταν μὴ μένωσιν οἴκοι: —

τούτου παρεῖσα πόθον: τοῦ ἐξέρχεσθαι ἀπὸ τῶν οἴκων ἐάσασα τὴν ἐπιθυμίαν, ἀντὶ τοῦ· μὴ ἐξερχομένη: —

ᾔδειν δʼ ἁμὲ χρῆν: εἰς ἃ ἐχρῆν ἐμὲ νικᾶν ἐκεῖνον κἀκείνῳ ὧν ἐχρῆν τὴν νίκην ἐᾶν: —

καὶ τῶνδε κληδών: τούτων τῶν ἔργων καὶ τῆς εὐκοσμίας ἡ κληδὼν ἐλθοῦσα εἰς τοὺς Ἕλληνας ἀπώλεσέ με: —

ᾑρέθην: τὴν γὰρ ἀρίστην ἔκρινεν αὐτὸς λαβεῖν ὁ Νεοπτόλεμος: —

αὐθεντῶν δόμοις: τοῖς τῶν φονέων οἴκοις· αὐθέντας γὰρ λέγουσι τοὺς ἑκουσίῳ φόνῳ μετερχομένους καὶ αὐτοέντας τοὺς αὐτόχειρας: —

αὐτὴ μὲν οὔπω ναός: ἐγὼ μὲν οὐδέποτε εἰς νῆα εἰσέβην, γραφῇ δὲ μόνον καὶ ἀκοῇ οἶδα. εἰκάσαι δὲ βούλεται τὰ κατὰ τὴν ναῦν τοῖς ἑαυτῆς κακοῖς· ὥσπερ γὰρ οἱ ἐν νηὶ μετρίων μὲν ὄντων πόνων ἐλπίδα ἔχουσι σῴζεσθαι, εἰ δὲ βία συμβῇ, ἀπελπίζουσι τῆς ζωῆς, οὕτως κἀγὼ ἀπήλπισα: —

μήποτε οὐχ ὁ Ταλθύβιος, ἀλλʼ ἄλλος τις ταῦτα λέγει. καὶ γὰρ οὐ λάτριν, ἀλλʼ ὀνομαστὶ Ταλθύβιον καλεῖν εἴωθεν: —

τὰ δὲ τοιάδε: τὰ δὲ τοιαῦτα ἐπιτάγματα χρὴ ποιεῖν ὅσοι ἀνηλεεῖς εἰσι καὶ φίλοι τῇ ἀναιδείᾳ: —

ὄχθοις ἱεροῖς: πρὸ τῶν ὄχθων τῶν περὶ τὴν πόλιν ἐν ᾗ. πόλει, ἡ Ἀθηνᾶ τὸν γλαυκῆς ἐλαίας κλάδον ἔδειξε, τὸν οὐράνιον στέφανον: —

ἔβας ἔβας: ὦ βασιλεῦ Τελαμὼν, ἔβης ὅτε τὸ πρῶτον ὁ Ἡρακλῆς τὸ τῶν Ἑλλήνων ἤγαγεν ἄνθος διὰ τοὺς πώλους λυπούμενος: —

Λαομεδόντιε παῖ: τὸν Γανυμήδην καθʼ Ὅμηρον Τρωὸς ὄντα παῖδα Λαομέδοντος νῦν εἶπεν ἀκολουθήσας τῷ τὴν μικρὰν Ἰλιάδα πεποιηκότι, ὃν οἱ μὲν Θεστορίδην Φωκαιέα φασὶν, οἱ δὲ Κιναίθωνα Λακεδαιμόνιον ὡς Ἑλλάνικος, οἱ δὲ Διόδωρον Ἐρυθραῖον. φησὶ δὲ οὕτως· ἄμπελον ἣν Κρονίδης ἔπορεν οὗ παιδὸς ἄποινα χρυσείοις φύλλοισιν ἀγανοῖσι κομόωσαν βότρυσί θʼ οὓς Ἥφαιστος ἐπασκήσας Διὶ πατρὶ δῶχʼ ὁ δὲ Λαομέδοντι πόρεν Γανυμήδεος ἀντί. καὶ Ἀντιφάνης Λαομέδοντος παῖδα τὸν Γανυμήδην φησί· «διὰ τὰς τῶν οἰκιῶν … ὁρᾷς; ἐν τῇδε μὲν ὁ τῶν Φρυγῶν τύραννος οἰκῶν τυγχάνει γέρων, ἀπʼ ἀρχῆς Λαομέδων καλούμενος»: —

ἠιόνες δʼ ἅλιαι: τὴν ἁλκυόνα λέγει. οὕτως, φησὶν, ἐβόησαν οἱ αἰγιαλοὶ ὥσπερ οἰωνὸς, ἤγουν ἡ ἁλκυών, ὑπὲρ τῶν τέκνων: —

Ἔρως Ἔρως: ὦ Ἔρως, ὡς μεγάλως τότε τὴν Τροίαν ηὔξησας διὰ τὸ τοὺς θεοὺς ἐρᾶν: —

φέγγος ὀλοόν: τὸ δὲ φέγγος τῆς Ἡμέρας, ὅ ἐστιν αὐτὴ ἡ Ἡμέρα, περιεῖδε τὸν ὀλοὸν τοῦτον ὄλεθρον τὸν κατὰ ταύτην τὴν γῆν ἐπηρμένον καὶ τὸν τῶν Περγάμων, καίτοι ἄνδρα ἔχουσα ἐντεῦθεν τεκνοποιὸν, ὡς καὶ τέκνα ἔχειν, τὸν Ἠμαθίωνα καὶ τὸν Μέμνονα: —

ὃν ἀστέρων τέθριππος: τὸν Τιθωνὸν λέγει. κατὰ δὲ Ἡσίοδον οὐκ ἔστι ταὐτὸν Ἠὼς καὶ Ἡμέρα. λέγει γὰρ ὁτὲ μὲν· «Θεία δʼ Ἠέλιον τέκετο λαμπράν τε Σελήνην Ἠῶ θʼ», ὁτὲ δὲ «Νυκτὸς δʼ αὖτʼ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο»: — ἄλλως: ὅντινα Τιθωνὸν ὁ τέθριππος ὄχος τῶν ἀστέρων, ὅ ἐστιν ὁ λάμπων ἀστὴρ, τῇ πατρῴᾳ γῇ μεγάλην ἐλπίδα παρεχόμενον: —

Μενέλαός εἰμι: περισσὸν τὸ Μενέλαός εἰμι· αὔταρκες γὰρ τὸ δάμαρτα τὴν ἐμὴν χειρώσομαι: —

ὦ γῆς ὄχημα: τὴν γῆν ὀχῶν καὶ ἐπὶ γῆς ὀχούμενος· λέγει δὲ τὴν ἀέρα· ἔστι γὰρ καὶ ἐπάνωθεν ἀὴρ καὶ κάτω ὡς τὴν γῆν εἶναι μετέωρον. ὦ ὄχημα τῆς γῆς ὅστις εἶ, εἴτε Ζεὺς εἴτε ἄλλο τι, ἐπάκουσον. τὸν νοῦν τοῖς ἀνθρώποις ἐντιθείς. δύναται καὶ οὕτως· ὁ διήκων διὰ πάντων νοῦς, καὶ μήποτʼ ἐστὶ βέλτιον. καὶ γὰρ ἔνιοί φασιν· ὁ νοῦς ἡμῶν θεός· ὁρμῶνται δὲ ἐκ τῶν Ἀναξαγορείων λόγων: — ἄλλως: ἔνιοι οὕτως· ὁ τὸν νοῦν τοῖς ἀνθρώποις ἐντιθείς. ἢ ὁ διήκων διὰ πάντων νοῦς, ὃ καὶ βέλτιον. εἴτε Ζεὺς ὁ ἀνθρωπόμορφος εἴτε φυσικὴ ἀνάγκη, ἢ τοιοῦτος νοῦς οἷον ἔχουσιν οἱ ἄνθρωποι. ἢ τοιούτων μὲν οὐδέν, ἀναπλασμὸς δέ ἐστι τῆς ἡμῶν διανοίας ὁ θεός: —

Μενέλαε: διὰ τί τολμηρῶς αὐτὸν Μενέλαον καὶ οὐ πόσιν προσαγορεύει; διὰ τὸ μετὰ φόβου ἐξάγεσθαι ἀρχήν φησι τοῦ λόγου ταύτην ἀξίαν φόβου, τὸ Μενέλαον αὐτὸν καὶ οὐ πόσιν προσαγορεύειν: —

οὐκ εἰς ἀκριβές: ὅ ἐστιν· οὐκ εἰς τὸ ἀκριβὲς ἦλθεν ὥστε ἀριθμουμένων τῶν ψήφων εἰς τὸ βραχὺ ἐλθεῖν καὶ εἰς ἰσοψηφίαν καταντῆσαι: —

ἄκουσον αὐτῆς: καταφέρεται εἰς τὸ νόσημα τῶν ἀντιθέσεων· ἡ γὰρ πρότερον λέγουσα· ὅρα μή σε ἕλῃ, νῦν φησιν ἄκουσον αὐτῆς: —

σχολῆς τὸ δῶρον: ἀργίας, φησὶ, χρεία εἰς τὸ συγχωρῆσαι αὐτῇ εἰπεῖν· ὅμως ἕνεκα τῶν σῶν λόγων, ὦ Ἑκάβη, δίδωμι αὐτῇ τὸ παρρησιάζεσθαι, οὐχ ἕνεκα ταύτης: —

ἅ σʼ οἶμαι: ἅπερ σε οἶμαι διὰ λόγων ἰόντα κατηγορήσειν, ταῦτα ταῖς ἀντιθέσεσιν ἀνατρέψω: —

εἴ σφε κρίνειεν Πάρις: εἰ κρίνειεν αὐτὴν ὁ Πάρις: —

βελτίονα ταῦτα εἶναι συλλογίζεται λέγουσα ὅτι, εἰ μὴ ἐμὲ εἵλετο ὁ Ἀλέξανδρος, ἐδούλευσεν ἂν τοῖς Τρωσὶν ἡ Ἑλλάς· ἡ γὰρ Ἀθηνᾶ τὴν βασιλείαν τῆς Ἑλλάδος αὐτῷ ὑπέσχετο: —

οἱμοὶ γάμοι: οἱ ἐμοὶ γάμοι ὤνησαν τὴν Ἑλλάδα καθὸ ἐκράτησε τῶν βαρβάρων· εἰ γὰρ ἐπείσθη τῇ ὑποσχέσει τῆς Ἀθηνᾶς, ἔμελλον ἂν νικᾶσθαι ὑπὸ τῶν βαρβάρων οἱ Ἕλληνες: —

οὔτʼ εἰς δόρυ: οὔτε εἰς μάχην σταθέντες οὔτε τυραννίδι, οἷον· οὐκ ἐτυραννήθησαν. εἰ γὰρ ἡ Ἥρα ἐκράτησεν, τύραννον ἔμελλε καταστῆσαι Ἀλέξανδρον, ἡ δὲ Ἀθηνᾶ … —

οὔπω με φήσεις: ἀλλʼ ἐρεῖς με, φησὶ, μὴ εἰπεῖν τὰ ἀναγκαῖα. ποῖα δέ εἰσι τὰ ἀναγκαῖα; τὸ πῶς ἀφώρμησα ἐκ τῶν σῶν οἴκων: —

ὁ τῆσδʼ ἀλάστωρ: ἡ ἀπολογία αὕτη ἐστίν· ὁ ταύτης ἀλάστωρ ὁ Ἀλέξανδρος ἦλθε μεθʼ ἑαυτοῦ ἄγων οὐ μικρὰν θεὸν, τὴν Ἀφροδίτην: —

σοῖσιν ἐν δόμοις: καὶ ταῦτα παρὰ τὴν ἱστορίαν φησίν· οὐ γὰρ παρόντος αὐτοῦ, ἀλλʼ ἀποδημοῦντος ὁ Ἀλέξανδρος παρεγένετο: —

ἔνθεν δʼ ἔχοις: τοῦτο καθʼ ἑαυτὸ ἀναγνωστέον. βούλεται γὰρ λέγειν· ἐκ τῶν λέγεσθαι μελλόντων ἐνταῦθα ἔχεις εἰς ἐμὲ εὐπρεπῆ λόγον· διὰ τί ἀποθανόντος Ἀλεξάνδρου οὐκ ἦλθες εἰς ἐμέ: —

ἀνοίκειον τοῦτο τοῦ ὑποκειμένου. ἔδει γὰρ αὐτὴν ἀνελεῖν … καὶ μὴ εἰπεῖν ὅτι παίζουσαι ἦλθον εἰς τὴν τοῦ κάλλους ἔριν. διόπερ καὶ τοὺς ἐν Ἰλιάδι στίχους ἀθετοῦσι τοὺς «ὃς νείκεσσε θεάς». δύναται δὲ καὶ καθʼ ὑπόκρισιν ἐρωτηματικῶς ἀκούεσθαι· αἳ παιδιαῖς καὶ τρυφῇ ἦλθον εἰς Ἴδην; οὐ δῆτα· ὥστε εἶναι πάντων τῶν προειρημένων ἀναιρετικόν. τὸν γὰρ ἐναντίον λόγον χειρίζουσα ὀφείλει ἀναιρεῖν ἐκεῖνα: —

Κύπριν δʼ ἔλεξας: ἐλθεῖν δὲ τὴν Κύπριν ἔλεξας εἰς τοὺς Μενελάου δόμους σὺν τῷ ἐμῷ παιδί, ἅπερ γέλως ἂν εἴη: —

ὁ σὸς δʼ ἰδών νιν: σὺ κατὰ τὸν ἐκπτοηθέντα νοῦν ἀναπλάσσῃ Κύπριν … ποιοῦσα. ὁ δὲ νοῦς οὕτως· ὁ δὲ σὸς νοῦς ἰδὼν τὸν Ἀλέξανδρον ἐποιήθη Κύπρις, οἷον· ἐμωράνθη καὶ εἰς ἀκολασίαν ἐτράπη· ἡ γὰρ Ἀφροδίτη ἐπὶ ἀσελγείας λαμβάνεται: —

τὰ μῶρα γάρ: συνεχῶς ὁ Εὐριπίδης μῶρα λέγει τὰ ἀκόλαστα καὶ κατωφερῆ. καὶ νῦν τοῦτό φησιν ὅτι τὴν σαυτῆς ἀκολασίαν εἰς τὴν θεὸν ἀποτρίβῃ· πάντα γὰρ τὰ ἀκόλαστα Ἀφροδίτη λέγεται: —

καὶ τοὔνομʼ ὀρθῶς: τὴν Ἀφροδίτην ἐτυμολογοῦσιν οἱ μὲν παρὰ τὸν ἀφρὸν τὸν ἐν τῇ συνουσίᾳ, οἱ δὲ παρὰ τὸν ἐν τῇ θαλάττῃ ἀφρὸν ὡς Ἡσίοδος ἐν Θεογονίᾳ, οἱ δὲ ἀφόρητόν τινα εἶναι, ὡς αὐτός φησι· «Κύπρις γὰρ οὐ φορητὸς, ἢν πολλὴ ῥυῇ», οἱ δὲ Ἁβροδίτην, ἁβροδίαιτόν τινα οὖσαν· μόνη γὰρ οὐκ οἶδε πολεμικὰ ἔργα: —

χρυσῷ ῥέουσαν: ἤλπισας τὴν Τροίαν χρυσῷ ῥέουσαν ταῖς δαπάναις πλημμυρεῖν: —

ἀνταγωνιστὴν μέγαν: ἀντεραστήν· λυποῦνται γὰρ οἱ ἐρῶντες ὅταν οἱ ἀντερασταὶ ἐπαινῶνται: —

εἰς τὴν τύχην δʼ ὁρῶσα: πρὸς τὴν τύχην ἑκάστου ἐφέρου καὶ τὸν εὐτυχοῦντα ἐπῄνεις: —

κἄπειτα πλεκταῖς: καθόλου νῦν παρὰ τὸ πρέπον ἡ Ἑκάβη εἰκαιολογεῖ ὥς φησι … ὁ ποιητής. εἰσὶ δὲ αἱ τοιαῦται ἐπιχειρήσεις ἀμάρτυροι πίστεις: —

στεφάνωσον Ἑλλάδʼ: εὐήθης ἡ Ἑκάβη. ἀπὸ γὰρ τῆς ἐκβολῆς τοῦ ξίφους ἐχρῆν ἐπιγνῶναι τὴν διάθεσιν τοῦ ἀνδρὸς, ὡς ἐν τῇ Ἀνδρομάχῃ· «οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών»: —

ἀφελοῦ πρὸς Ἑλλάδος: ἀφελοῦ τὸ θῆλυ, τουτέστι· μὴ θηλυνθῇς, ἀνελὼν δὲ ταύτην σεαυτὸν ἀπαλλάξεις ψόγου: —

ἐμοὶ σὺ συμπέπτωκας: πρὸς τὴν Ἑκάβην φησί· συμφωνεῖς μοι λέγουσα τὰ τοιαῦτα, ταύτην ἑκουσίᾳ γνώμῃ ἐξελθεῖν τῶν ἐμῶν οἴκων καὶ μάτην τὴν Κύπριν προβάλλεσθαι: —

ἑκουσίως τήνδʼ ἐκ δόμων: ἑκουσίως ἔπλευσε, κόμπου δὲ χάριν ἡ Ἀφροδίτη τοῖς λόγοις αὐτῆς ἐμβέβληται: —

καὶ τοῦτο γέλοιον, γελοιότερον δὲ ὃ ἀντερεῖ: —

ὁ στίχος οὗτος ἐν παροιμίαις φέρεται: —

ῥᾴδιον μὲν οὐ τόδε: τὸ κατὰ τῶν γυναικῶν μῖσος ἑαυτοῦ καὶ διὰ τούτων παρίστησιν ὁ Εὐριπίδης· οὐ γὰρ, φησὶ, ῥᾴδιόν ἐστί ποτε σωφρονίσαι γυναῖκα: —

κἂν ἀκόλαστοι πάνυ ὦσιν: —

σμύρνης αἰθερίας: εἰς τὸν αἰθέρα φθανούσης. ἢ τῆς αἰθομένης. τὴν ἀκρόπολιν. κατὰ κοινοῦ τὸ προὔδωκας: —

τέρμονά τε: τέρμονα νῦν λέγει τὴν τοῦ Ἰδαίου ὄρους κορυφὴν διὰ τὸ τερματίζειν, πρωτοβόλον δὲ διὰ τὸ ἐμβάλλειν τὸν ἥλιον ἀνίσχοντα πρῶτον εἰς αὐτήν: —

ζαθέαν θεράπναν: ἔνθα τὸ θεῖον θεραπεύεται. νῦν δὲ θεράπναν λέγει τὴν τοῦ Διὸς οἴκησιν παρόσον ὁ Ζεὺς τὴν Ἴδην οἰκεῖ: —

Φρυγῶν τε ζάθεοι: ἀμφιβόλως ἔχει πότερον κατʼ ἐνιαυτὸν διὰ τὸ δωδεκασέληνον εἶναι τὸν ἐνιαυτὸν ἢ διʼ ὅλου τοῦ ἐνιαυτοῦ κατὰ μῆνα. λέγουσι δὲ ἔνιοι καὶ τὰ πέμματα σελήνας διὰ τὸ λευκὰ εἶναι καὶ περιφερῆ, σελήνας … ἱδρύεσθαι. δύναται οὖν λέγειν ἐκ δώδεκα πεμμάτων θυσίας: —

αἰθέρα τε πόλεως: καὶ τὸν αἰθέρα ἐπιβεβηκώς. ὁ Δίδυμος τὸν ἐμπυρισμὸν, ἀπὸ τοῦ αἴθεσθαι: —

κατάορα: ἐστεγασμένα πεπυκνωμένα τοῖς δάκρυσι. κατήορα τῇ βοῇ. ἢ βοᾷ, ἵνʼ ᾖ ῥῆμα: —

ἔνθʼ ἀκάτου: ἔνθα πορευομένης τῆς νεὼς τοῦ Μενελάου κατὰ τὸ μέσον πέλαγος τοῦ Αἰγαίου τὸ δίπαλτον πῦρ τὸ ἱερὸν, ὅ ἐστιν ὁ κεραυνὸς, κεραυνώσειεν κατὰ τὸ μέσον τὴν πλάτην, ὅ ἐστι τὸ πλοῖον· εὔχονται γὰρ κατὰ τὸ μέσον πέλαγος κεραυνωθῆναι: —

χρύσεα δʼ ἔνοπτρα: φαίνεται ἐπιλελησμένος ὧν προείρηκεν· ἀπῆκται γὰρ ἐπὶ τὰς ναῦς ὡς ἀποτυμπανισθησομένη. ἤτοι οὖν ἐπιλελησμένας αὐτὰς εἰσάγει ἢ καταστοχαζομένας ὅτι πάλιν ἔχει τὰ ἔνοπτρα καὶ καλλωπίζεται: —

χαλκόπυλόν τε: τινὲς θεᾶς μέλαθρον· ἢ προσυπακουστέον αὐτὸ ἔξωθεν. ἔστι δὲ Χαλκιοίκου Ἀθηνᾶς ἐν Σπάρτῃ ἱερόν: —

καινὰ καινῶν: παρασκευάζουσαι αἱ συντυχίαι τῇ Τροίᾳ. τὸ ἑξῆς δέ· λεύσσετε Τρώων ἄλοχοι μέλεαι: —

ὃν πύργων δίσκημα: ἀντὶ τοῦ· ἔκτεινον ῥίψαντες καὶ δισκεύσαντες αὐτὸν ἀπὸ τῶν τειχῶν: —

νεὼς μὲν πίτυλος: ἀντὶ τοῦ μία ναῦς· πίτυλος γὰρ ἡ κωπηλασία. ὡς τῆς Ἀνδρομάχης παρακαλεσάσης αὐτὸν μετὰ τῆς ἀσπίδος θάπτεσθαι, διὰ τοῦτο Ταλθύβιος λέγει μίαν ναῦν καταλελεῖφθαι ἐπʼ αὐτὸ τοῦτο: —

αὐτὸς δʼ ἀνῆκται: ἀναγωγὴ λέγεται ἡ ἀπὸ τοῦ λιμένος εἰς τὸ πέλαγος ἀναχώρησις· δοκεῖ γὰρ ὑψηλοτέρα εἶναι ἡ θάλασσα τῆς γῆς: —

Ἄκαστος ἐκβέβληκεν: ὁ μὲν Εὐριπίδης ὑπὸ Ἀκάστου φησὶν ἐκβεβλῆσθαι τὸν Πηλέα, εἰσὶ δὲ οἵ φασιν ὑπὸ τῶν δύο αὐτοῦ παίδων Ἀρχάνδρου καὶ Ἀρχιτέλους κατὰ τὸν καιρὸν ὅτε ἔμελλον Ἕλληνες ἐξ Ἰλίου ἐπανιέναι, ἐξεληλάσθαι καὶ ἐλθόντα εἰς ἀπάντησιν τῷ Νεοπτολέμῳ προσελθεῖν διὰ χειμῶνα τῇ Κῷ τῇ νήσῳ καὶ ξενισθέντα ὑπὸ Μόλωνός τινος Ἄβαντος ἐκεῖ καταλῦσαι τὸν βίον: —

οὗ θᾶσσον: θᾶσσον τοῦ δέοντος ἐξώρμησε καὶ οὐκ ἐπεμέρισέ τινα τῇ μονῇ χάριν. οὐ γὰρ ἡγήσατο κεχαρισμένον ἑαυτῷ εἶναι τὸ μεῖναι, ἀλλʼ ἀνήχθη. τοῦτο δὲ πρὸς τὴν δραματικὴν ὑπόθεσιν μεμηχάνηται ὅπως τὸ ἐπεισόδιον εἰσαγάγῃ τοῦτο τήν τε ἀσπίδα ἐπὶ τῆς σκηνῆς παρεισενέγκῃ καὶ τὸν Ἀστυάνακτα. πρὸς μὲν οὖν τὴν ταχεῖαν ἀναχώρησιν εὗρεν ὅτι αἴτιον τῷ Νεοπτολέμῳ τὸν Πηλέα ὑπὸ Ἀκάστου ἐκβεβλῆσθαι, περὶ δὲ τῆς ἀσπίδος ὅτι ἠξίωσεν αὐτὸν ἡ Ἀνδρομάχη τὴν ἀσπίδα αὐτῇ ἀφεῖναι ὅπως μὴ ἐν τῷ αὐτῷ θαλάμῳ καὶ ἡ τοῦ Ἕκτορος ἀσπὶς ᾖ. κομψῶς δὲ ταῦτα πάντα πεποίηκε, παρῄρηται δὲ τὸ τραγικὸν κατασκεύασμα. εἰ γὰρ παρῆν ἡ Ἀνδρομάχη, οἰκτρότερον ἂν ἐγένετο τὸ πάθος θρηνούσης αὐτῆς τὸν ἴδιον παῖδα. ἀντικαήλλακται δὲ τοῦ τοιούτου πάθους τὴν τῆς ἀσπίδος εἰσαγωγήν: —

καί σφʼ ᾐτήσατο: παρεκάλεσε δὲ συνθάψαι καὶ τὴν ἀσπίδα ἥτις τοῖς Ἕλλησι φόβον παρεσκεύασεν: —

μή νιν πορεῦσαι: παρεκάλεσεν αὐτὸν μὴ ἄγειν τὴν ἀσπίδα εἰς τὸν Πηλέως οἶκον πρὸς τὸ μὴ λυπεῖσθαι ὁρῶσαν αὐτήν: —

ἀλλʼ ἀντὶ κέδρου: ἀντὶ σοροῦ· ἀπὸ κέδρου γὰρ αἱ σοροί. —

ὡς περιστείλῃς νεκρόν: ἵνα σὺ περιστείλῃς, ἐπεὶδὴ ἡ Ἀνδρομάχη βέβηκε· τὸ γὰρ τοῦ Νεοπτολέμου τάχος ἀφείλετο αὐτὴν ὥστε μὴ διʼ ἑαυτὴν θάπτειν τὸν νεκρόν: —

ἔλουσα νεκρόν: καὶ καθόλου ἔλουσα καὶ κατὰ μέρος ἀπένιψα: —

ἀλλʼ εἶμʼ ὀρυκτόν: ἀλλὰ πορεύομαι ἐπὶ τὸ ὀρύξαι τάφον: —

ὡς σύντομʼ ἡμῖν: ἵνα συντόμως διʼ ἐμοῦ καὶ διὰ σοῦ πραχθέντα ταῦτα παρασκευάσῃ ἡμᾶς πλεῖν: —

ὦ μεῖζον ὄγκον δορός: ὦ Ἀχαιοὶ μᾶλλον κομποῦντες ἐν λόγοις ἢ ἐν πολέμῳ, τί τοῦτον ἐφοβήθητε: —

οὐδὲν ἦτʼ ἄρα: οὐδὲν ἐτυγχάνετε ὅτι Ἕκτορος μὲν ζῶντος ἐπορθήσατε τὴν πόλιν, τοῦτον δὲ νῦν φοβεῖσθε: —

ὃν πόλλʼ ἐκήπευσʼ: κῆπος κουρᾶς εἶδος ἣν οἱ κειρόμενοι διεβάλλοντο, κατελίμπανον δὲ τὰς ἔξω τῆς κεφαλῆς περὶ τὰ ἄκρα τρίχας. οὐ κέχρηται οὖν μεταφορᾷ ὁ Εὐριπίδης, ἀλλὰ τὸ τῆς κουρᾶς εἶδος αἰνίττεται. οὕτως ὁ Ἐρατοσθένης· οὐ γὰρ ἀξιοῖ μεταφορὰν εἶναι. λέγει οὖν· ὅντινα βόστρυχον κῆπον ἔκειρε. … τὴν τοιαύτην δὲ κουρὰν καλοῦσι κῆπον: — ἄλλως: κατά τινας ἐπιμελείας ἠξίωσεν, ἐθεράπευσεν, ἵνʼ ᾖ μεταφορά. ἔστι δὲ καὶ εἶδος κουρᾶς ὁ κῆπος. ᾧ οἱ χρώμενοι διεβάλλοντο, κατελίμπανον δὲ τὰς ἔξω τῆς κεφαλῆς τρίχας. νῦν οὖν ὁ Εὐριπίδης τὸ εἶδος τῆς κουρᾶς λέγει, ὡς καὶ Ἐρατοσθένης: —

ἔνθεν ἐκγελᾷ: ἔνθεν, ἀπὸ τῶν βοστρύχων, τῶν ὀστέων ῥαγέντων διαχάσκει ὁ φόνος — φόνον δὲ λέγει τὸν ἐγκέφαλον —, ἵνα τὰ οὐκ εἰθισμένα μὴ λέγω. αἰσχρὸν γὰρ λέγειν ἐγκέφαλον: —

ὦ χεῖρες, ὡς εἰκοῦς: τῆς μὲν εἰκόνος καὶ τῆς εἰκασίας τοῦ πατρὸς κέκτησθέ τι, οἷον· ὅμοιοι μέν ἐστε τοῦ πατρός, ἐν δὲ τοῖς ἄρθροις ἐκλελυμένοι πρόκεισθε: —

ὦ μῆτερ, ηὔδας: ἔλεγες τοιαῦτα, φησὶν, ὅτι, ὅτε τεθνήξῃ, τὸν πλόκαμόν σοι κεροῦμαι, καὶ τοῦτο ἔλεγες ὅτι ὑμνήσω σε μετὰ τῶν ὁμηλίκων: —

γράψειεν ἄν σε: εἰώθασιν ἐν τοῖς τάφοις τῶν ἀποθνῃσκόντων γράφειν τὰ ἀνδραγαθήματα. καὶ σὲ οὖν πῶς ἄν τις γράψειεν; ἆρα ὡς ἐφονεύθης ὑπὸ τῶν Ἑλλήνων … αἰσχύνην τοῖς Ἕλλησι διʼ ὧν λέγει αὐτοὺς ἕνα παῖδα πεφοβῆσθαι: —

σὸς κεῖται τύπος: ἤτοι τύπος τοῦ Ἕκτορος συμβέβηκεν εἶναι ἐκ τοῦ ἱδρῶτος ἢ ἁπλῶς ὁ ἱδρὼς κεῖται ὃν ἔσταξεν ὁ Ἕκτωρ ἐκ τοῦ μετώπου ἐν τοῖς περιδρόμοις τῆς ἀσπίδος: —

οὐ γὰρ ὁ δαίμων δίδωσιν εἰς κάλλος τὰς τύχας, ἀντὶ τοῦ· οὐκ ἔστιν εὐπρεπὴς οὐδὲ πολυτελής: —

τοῖς τρόποις γὰρ αἱ τύχαι: αἱ γὰρ τύχαι τοῖς τρόποις … ὅ ἐστι· γίνονται κατὰ τοὺς τρόπους τοῦ εὐμεταβλήτου καὶ ἄλλοτε ἄλλῃ πηδῶντος ἀνθρώπου· ἔμπληκτος γὰρ ὁ εὐμετάβλητος: —

καὶ μὴ πρὸ χειρῶν: ἕτεραι Τρῳάδες φέρουσι σκῦλα Φρυγῶν τῷ τεθνηκότι: —

θανῇ γὰρ οὐ θανοῦσα: καίτοι συνθαπτομένη τῷ νεκρῷ οὐκ ἀποθανῇ μετʼ αὐτοῦ: —

νεκρὸν Ἴακχον: ἐγὼ στενάζω τὸν νεκρὸν Ἴακχον, τὸν θρῆνον τὸν εἰς τὸν Ἴακχον, ὅν φασι Περσεφόνης εἶναι υἱόν: —

τλήμων ἰατρός: κἀγὼ, φησὶν, ἰατρὸς νομιζομένη, τὰ δὲ ἔργα τῶν ἰατρῶν οὐκ εἰδυῖα, τοῖς ῥάκεσι πληρώσω τὰ ἕλκη σου: —

οὐκ ἦν ἄρʼ ἐν θεοῖσιν: οὐδὲν ἦν ἐν τοῖς θεοῖς, φησὶν, εἰ μὴ ἡ Τροία καὶ οἱ ἐμοὶ πόνοι, οἷον· περὶ οὐδενὸς ἐφρόντιζον οἱ θεοὶ εἰ μὴ περὶ ἐμοῦ καὶ τῶν ἐμῶν πόνων καὶ τῆς Τροίας τῆς μεγάλως μισουμένης: —

ἀφανεῖς ἂν ὄντες: νῦν, φησὶ, περιβόητοι ἐγενόμεθα· εἰ δὲ ὡς ἔτυχεν ἐπορθήθημεν, οὐδʼ ἂν ὑμνούμεθα. τρὶς δὲ τὸ ἄν παρέλαβε δέον ἅπαξ. Ἀττικὸν δὲ τὸ ἔθος: —

δοκῶ δὲ τοῖς θανοῦσιν: δοκῶ δὲ μηδὲν διαφέρειν τοῖς νεκροῖς τό τε πολυτελῶς καὶ λιτῶς θάπτεσθαι: —

κενὸν δὲ γαύρωμʼ ἐστί: τὸ γὰρ πλουσίως ταφῆναι κόμπος μόνον ἐστὶ τοῖς ζῶσιν, οὐδὲν δὲ τοῖς τεθνηκόσι διαφέρει: —

νομισθεὶς δὲ εὐδαίμων εἶναι ἅτε δὴ ἀγαθῶν γονέων ὑπάρχων, νῦν συμφορᾷ δεινῇ περιπέπτωκας: —

λεύσσω φλογέας: ὁρῶ τοὺς Ἕλληνας πορθοῦντας τὴν Ἴλιον ἵνα ταχέως ἀποπλεύσωσι. φλογέας δὲ ἁπτούσας: —

αὐδῶ λοχαγοῖς: λέγω, φησὶν, ὑμῖν τοῖς τὸ Ἴλιον ἐπιτεταγμένοις πιμπράναι, μὴ ἀργεῖν: —

χωρεῖτε Τρώων παῖδες: καὶ ὑμεῖς χωρεῖτε, ὦ Τρῳάδες, ἵνα ὁ λόγος δύο τάξεις ἔχῃ τό τε συμβουλεύειν τοῖς καίουσι καὶ τὸ κελεύειν ὑμᾶς ἐξιέναι. μορφὰς δὲ εἰώθασι λέγειν τὰς τάξεις. ἵνα, φησὶ, δύο τάξεις ὁ λόγος ἔχῃ, ἵνα διʼ ἑνὸς λόγου δύο πράγματα γίνωνται: —

ἀλλʼ ὦ γεραιέ: πούς: πρὸς γὰρ αὐτὸν ὁ λόγος: —

ὡσεὶ ἔλεγε· συγκαυθῶ αὐτῇ: —

λέλαμπεν: τὸ Ἴλιον τῷ πυρὶ λέλαμπεν, ὁμοίως δὲ καὶ τὰ Πέργαμα καὶ τὰ τέραμνα τῶν Περγάμων: —

οὐρανίᾳ πεσοῦσα: πεσοῦσα δὲ ἡ γῆ τῇ οὐρανίᾳ, ὅ ἐστι τῇ ὑψηλῇ, ἑαυτῆς πτέρυγι, ὅ ἐστι τῇ ἀκροπόλει, καταφθίνει καὶ μαραίνεται τῷ πυρὶ ὡς καπνός: — καταφθίνει γᾶ: ἡ δὲ γῇ, φησὶν, ὑπὸ τοῦ δόρατος φθίνει καὶ ὁ καπνὸς ὥσπερ πτέρυγι χρώμενος οὕτως ἀνίπταται: —

ἰαλέμῳ τοὺς θανόντας: ἀνακαλεῖς τοὺς τεθνηκότας θρήνῳ, οὐχ ὡς ἕτεροι σπονδαῖς: — ἄλλως: ἀνακαλοῦμαι, φησὶν, αὐτοὺς τὰ γεραιὰ μέλεα προστιθεῖσα τῇ γῇ καὶ ταῖς δισσαῖς χερσὶ κτυποῦσα τὴν γῆν: —

διάδοχόν σοι: οὐκοῦν, φησὶν, ἐγὼ διαδέχομαί σε τῷ θρηνεῖν τὸ γόνυ τιθεῖσαν ἐπὶ τῆς γῆς: —

τὸ ἑξῆς· ἀγόμεθα δούλειον ὑπὸ μέλαθρον: —

θάνατος ὅσιον: ὅτι ἐπὶ τῷ βωμῷ τοῦ ἑρκείου Διὸς ἐσφάγη· τινὲς δὲ διὰ τὸ αὐτὸν μὲν εἶναι ὅσιον, ἀνοσίαν δὲ τὴν σφαγήν: —

ἰὼ θεῶν μέλαθρα: ἰδίως τοὺς βωμούς. ἢ θεῶν μέλαθρα διὰ τὸ θεόκτιστον εἶναι τὴν πόλιν: —

κόνις δʼ ἴσα: ἡ δὲ κόνις καὶ ἡ σποδὸς ὁμοίως τῷ καπνῷ ὡς πτέρυγι χρωμένη ἄιστον καὶ ἀφανῆ τὸν ἐμὸν οἶκον τίθησιν. ἡ δὲ σποδὸς, φησὶ, καθάπερ καπνὸς ἀναπτήσεται πρὸς τὸν αἰθέρα τῶν ἐμῶν οἴκων ἀφανισθέντων πυρί: —

ἐμάθετε: ᾐσθάνεσθε, φησὶ, πεσούσης τῆς Τροίας, ὡς τῶν Ἑλλήνων τὰ λείψανα καταρριπτούντων: —