ΥΠΟΘΕΣΙΣ ΟΡΕΣΤΟΥὈρέστης τὸν φόνον τοῦ πατρὸς μεταπορευόμενος ἀνεῖλεν Αἴγισθον καὶ Κλυταιμνήστραν· μητροκτονῆσαι δὲ τολμήσας παραχρῆμα τὴν δίκην ἔδωκεν ἐμμανὴς γενόμενος. Τυνδάρεω δὲ τοῦ πατρὸς τῆς ἀνῃρημένης κατηγορήσαντος κατʼ αὐτοῦ ἔμελλον κοινὴν Ἀργεῖοι ψῆφον ἐκφέρεσθαι περὶ τοῦ παθεῖν τὸν ἀσεβήσαντα. κατὰ τύχην δὲ Μενέλαος ἐκ τῆς πλάνης ὑποστρέψας νυκτὸς μὲν Ἑλένην εἰσαπέστειλε, μεθʼ ἡμέραν δὲ αὐτὸς ἦλθε. καὶ παρακαλούμενος ὑπὸ Ὀρέστου βοηθῆσαι αὐτῷ ἀντιλέγοντα Τυνδάρεων μᾶλλον ηὐλαβήθη. λεχθέντων δὲ λόγων ἐν τοῖς ὄχλοις ἐπηνέχθη τὸ πλῆθος ἀποκτείνειν Ὀρέστην. … ἐπαγγειλάμενος αὑτὸν ἐκ τοῦ βίου προΐεσθαι· συνὼν δὲ τούτοις ὁ Πυλάδης ὁ φίλος αὐτοῦ συνεβούλευσε πρῶτον Μενελάου τιμωρίαν λαβεῖν Ἑλένην ἀποκτείναντας. αὐτοὶ μὲν οὖν ἐπὶ τούτοις ἐλθόντες διεψεύσθησαν τῆς ἐλπίδος θεῶν τὴν Ἑλένην ἁρπασάντων· Ἠλέκτρα δὲ Ἑρμιόνην ἐπιφανεῖσαν ἔδωκεν εἰς χεῖρας αὐτοῖς, οἱ δὲ ταύτην φονεύειν ἔμελλον. ἐπιφανεὶς δὲ Μενέλαος καὶ βλέπων ἑαυτὸν ἅμα γυναικὸς καὶ τέκνου στερούμενον ὑπʼ αὐτῶν ἐπεβάλετο τὰ βασίλεια πορθεῖν. οἱ δὲ φθάσαντες ὑφάψειν ἠπείλησαν. ἐπιφανεὶς δὲ Ἀπόλλων Ἑλένην μὲν ἔφησεν εἰς θεοὺς διακομίζειν, Ὀρέστῃ δὲ Ἑρμιόνην ἐπέταξε λαβεῖν, Πυλάδῃ δὲ Ἠλέκτραν συνοικίσαι, καθαρθέντι δὲ τὸν φόνον Ἄργους ἄρχειν: — Ἀριστοφάνους: Ὀρέστης διὰ τὴν τῆς μητρὸς σφαγὴν ἅμα καὶ ὑπὸ τῶν Ἐρινύων δειματούμενος καὶ ὑπὸ τῶν Ἀργείων κατακριθεὶς θανάτῳ, μέλλων φονεύειν Ἑλένην καὶ Ἑρμιόνην ἀνθʼ ὧν Μενέλαος παρὼν οὐκ ἐβοήθησε, διεκωλύθη ὑπὸ Ἀπόλλωνος. παρʼ οὐδετέρῳ κεῖται ἡ μυθοποιία. Ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Ἄργει· ὁ δὲ χορὸς συνέστηκεν ἐκ γυναικῶν Ἀργείων ἡλικιωτίδων Ἠλέκτρας, αἳ καὶ παραγίνονται ὑπὲρ τῆς τοῦ Ὀρέστου πυνθανόμεναι συμφορᾶς. προλογίζει δὲ Ἠλέκτρα. τὸ δρᾶμα κωμικωτέραν ἔχει τὴν καταστροφήν. ἡ δὲ διασκευὴ τοῦ δράματός ἐστι τοιαύτη· πρὸς τὰ τοῦ Ἀγαμέμνονος βασίλεια ὑπόκειται Ὀρέστης κάμνων καὶ κείμενος ὑπὸ μανίας ἐπὶ κλινιδίου, ᾧ προσκαθέζεται πρὸς τοῖς ποσὶν Ἠλέκτρα. διαπορεῖται δὲ τί δήποτε οὐ πρὸς τῇ κεφαλῇ καθέζεται· οὕτως δὲ μᾶλλον ἐδόκει ἂν τὸν ἀδελφὸν τημελεῖν πλησιαίτερον προσκαθεζομένη. ἔοικεν οὖν διὰ τὸν χορὸν ὁ ποιητὴς οὕτως διασκευάσαι. διηγέρθη γὰρ ἂν Ὀρέστης ἄρτι καὶ μόγις καταδαρθεὶς πλησιαίτερον αὐτῷ τῶν κατὰ τὸν χορὸν γυναικῶν παρισταμένων. ἔστι δὲ ὑπονοῆσαι τοῦτο ἐξ ὧν φησιν Ἠλέκτρα· σῖγα σῖγα, λεπτὸν ἴχνος ἀρβύλης. πιθανὸν οὖν ταύτην εἶναι τὴν πρόφασιν τῆς τοιαύτης διαθέσεως. τὸ δρᾶμα τῶν ἐπὶ σκηνῆς εὐδοκιμούντων, χείριστον δὲ τοῖς ἤθεσι. πλὴν γὰρ Πυλάδου πάντες φαῦλοι ἦσαν: —
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ
οὐκ ἔστιν οὐδὲν δεινόν: τὸ δεινὸν ὄνομα γενικόν ἐστι, διαιρεῖται δὲ εἰς πάθος καὶ συμφοράν. καὶ πάθος μὲν λέγεται τὰ νοσήματα, συμφορὰ δὲ αἱ τοῦ βίου δυστυχίαι καὶ περιπέτειαι: — οὔτε ἀκοῇ οὔτε θέᾳ ἔστιν οὕτω δεινὸν ὅπερ οὐχ ὑφίσταται τῶν ἀνθρώπων ἡ φύσις. τοῦτο δέ φησι παρόσον ἔκτοπον καὶ ἀλλόκοτον ὑπέστη τιμωρίαν ὁ Τάνταλος· ἢ διὰ τὰς τοῦ γένους συμφοράς· ἢ διʼ ἑαυτὴν ὡς ὅτι τλημόνως συνυποφέρει τῷ ἀδελφῷ τὴν τύχην· ἢ διὰ τὸν Ὀρέστην: — ἄλλως: ὧδʼ εἰπεῖν ἔπος: ἤγουν ὡς ἐν συντόμῳ λόγῳ εἰπεῖν, οὐκ ἔστι τι δεινὸν, οὔτε πάθος οὔτε συμφορὰ, ἧς οὐκ ἂν τὸ βάρος ἡ τῶν βροτῶν φύσις ὑπενέγκοιτο: —
οὐδὲ πάθος οὐδὲ συμφοράν: διὰ τί εἰρηκὼς ἔπος καὶ πάθος πρὸς τὸ θηλυκὸν τὰ ἑξῆς συνέταξε φάσκων ἧς οὐκ ἂν ἄραιτʼ ἄχθος. φαμὲν οὖν ὅτι προτιμᾶται τοῦ οὐδετέρου τὸ θηλυκὸν καὶ διὰ τοῦτο πρὸς αὐτὸ ἐποίησε τὴν σύνταξιν: — οὐδὲ συμφορὰν θεήλατον· γράφουσί τινες οὐδὲ συμφορὰ θεήλατος, ἀγνοοῦντες δέ· ἀπὸ κοινοῦ γὰρ ληπτέον τὸ οὐκ ἔστιν εἰπεῖν: — θεήλατος: θεόθεν ἐπερχομένη: — κατασκευὴν ποιούμενος ὁ ποιητὴς τῆς ἰδίας προτάσεως τῆς ὅτι πάντα φέρει τὰ δεινὰ ἡ ἀνθρωπότης, ἐπιφέρει ὅτι καὶ αὐτοὶ οἱ μακάριοι καὶ ὄλβιοι δόξαντες ἄνθρωποι οὐκ ἄμοιροι συμφορῶν καὶ παθῶν γεγόνασιν· ἐξ ἑνὸς δὲ τοῦ Ταντάλου καὶ τοὺς ἄλλους παραδηλοῖ. τὸν Τάνταλον δὲ καὶ οὐκ ἄλλον τῇ ὑποθέσει προσείληφε διὰ τὸ ἐξ ἐκείνου τοῦ γένους καὶ τὸν Ὀρέστην κατάγεσθαι: —
ὁ γὰρ μακάριος: μακάριον γὰρ αὐτὸν καλῶ καὶ οὐ δυστυχῆ, ἵνα μὴ ὀνειδίσω αὐτῷ: — ἄλλως: ὁ ποτὲ μακάριος. οὐ γὰρ ὀνειδίσουσά φησιν, ἀλλὰ βουλομένη παραστῆσαι ὅτι πάντα τὰ δεινὰ ὑφίστανται οἱ ἄνθρωποι. καὶ Ὅμηρος· «τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισι»: — οὐκ ὀνειδίζω τύχας ἡ Ἠλέκτρα προσέθετο, ἵνα δείξῃ ὅτι οὐχὶ ὀνείδη τῷ πάππῳ προφέρουσα ταῦτα λέγει, ἀλλʼ ἵνα τῆς ἀνθρωπείας φύσεως ἐκ τῆς ἐνδοξότητος τούτου ἀποδείξῃ τὸ εὐτελὲς καὶ ὅτι πᾶς ἄνθρωπος πάθεσι καὶ συμφοραῖς ὑπόκειται: — Διὸς πεφυκώς: Τμώλου καὶ Πλουτοῦς υἱὸς ὁ Τάνταλος, Ταντάλου δὲ καὶ Εὐρυανάσσης Πέλοψ, Βροτέας, Νιόβη, Πέλοπος δὲ καὶ Ἱπποδαμείας Ἀτρεὺς, Θυέστης, Δίας, Κυνόσουρος, Κόρινθος, Ἵππαλκμος, Ἵππασος, Κλεωνὸς, Ἀργεῖος, Ἀλκάθους, Ἕλειος, Πιτθεὺς, Τροιζὴν, Νικίππη, Λυσιδίκη καὶ ἔκ τινος Ἀξιόχης νόθος Χρύσιππος. τούτῳ φθονοῦντες οἱ Πελοπίδαι ὡς προκρινομένῳ παρὰ τοῦ πατρὸς ἀναπείθουσιν ἅμα τῇ μητρὶ τοὺς πρεσβυτάτους Ἀτρέα καὶ Θυέστην ἀνελεῖν τὸν παῖδα. οἱ δὲ ἀποκτείναντες εἰς φρέαρ ἐνέβαλον. ὁ δὲ Πέλοψ ὑπόπτους ἔχων τοὺς παῖδας ἐκβάλλει ἐκ τῆς πατρίδος ἐπαρασάμενος. τούτων ἄλλοι μὲν ἄλλῃ ᾤκησαν, Ἀτρεὺς δὲ καὶ Θυέστης ἐν τῇ Τριφυλίᾳ κατῴκησαν ἐν Μακέστῳ. καὶ Ἀτρεὺς μὲν Κλεόλαν τὴν Δίαντος ἀγαγόμενος ἔσχε Πλεισθένη τὸ σῶμα ἀσθενῆ, ὃς Ἐριφύλην γήμας ἔσχεν Ἀγαμέμνονα καὶ Μενέλαον καὶ Ἀναξιβίαν. νέος δὲ τελευτῶν ὁ Πλεισθένης καταλείπει τῷ πατρὶ τοὺς παῖδας. Θυέστης δὲ λαβὼν Λαοδάμειαν ἔσχεν Ὀρχομενὸν, Ἀγλαὸν, Καλαόν. τῶν δὲ Ἡρακλειδῶν κατασχόντων Πελοπόννησον ἔχρησεν ὁ θεὸς αὐτοὺς μὲν ἀποστῆναι Λακεδαίμονος, τοὺς δὲ Πελοπίδας βασιλεῦσαι: — ὡς λέγουσι: καλῶς τὸ ὡς λέγουσι· οὐ γὰρ πείθομαι τὸν Δία τοὺς ἰδίους παῖδας οὕτως αἰκίζεσθαι: — ἄλλως: οὐκ ἐνδοιάζουσά φησιν εἰ παῖς ἦν τοῦ Διὸς ὁ Τάνταλος, ἀλλʼ ὀνειδίζουσα τῷ δαίμονι ὅτι τοὺς ἰδίους ἐκγόνους τοσοῦτον ἐν ταῖς δυσδαιμονίαις παρορᾷ: —
ὑπερκείμενον: —
ἀέρι ποτᾶται: ἐπεὶ διὰ γλωσσαλγίας ἥμαρτεν ὁ Τάνταλος, σιωπῇ αὐτὸν κολάζει ὁ Ζεύς. οὔτε γὰρ ἐν οὐρανῷ αὐτὸν τιμωρεῖται, ἵνα μὴ συνδιαλέγηται θεοῖς ἢ λαλούντων ἀκούῃ, οὔτε ἐπὶ γῆς, ὅπως μὴ ἐξείποι τοῖς ἀνθρώποις ἅτινα εἶδεν ἐν οὐρανῷ, οὔτε καθʼ Ἅιδου, ὡς μὴ καὶ ἄλλους ὁρῶν κολαζομένους ἁμαρτωλοὺς παραμυθοῖτο, ἀλλʼ ἐν ἀέρι μετέωρον, ὅπως μηδενὶ προσφθεγγόμενος μᾶλλον ἀνιῷτο: —
οὐκ ἀπέδωκε τῷ μέν τὸν δέ: —
ἀξίωμʼ ἔχων ἴσον: παρὰ τὸ «δαιτὸς ἐίσης»: —
ἀκόλαστον: ἐπὶ ἀκολάστῳ τινὶ λόγῳ φασὶν αὐτὸν κολάζεσθαι. εἰ γὰρ μετέδωκε τῆς ἀμβροσίας κατὰ τὸν Πίνδαρον τοῖς βροτοῖς, μᾶλλον ἂν τῆς φιλανθρωπίας παρὰ θεῶν ἐθαυμάζετο: — τὴν γλωσσαλγίαν φησὶν αἰσχίστην νόσον, ὅτι πορνεία μὲν καὶ γαστριμαργία καὶ τὰ λοιπὰ πάθη σὺν τῇ βλάβῃ ἔχουσί τι καὶ τερπνὸν, ἡ δὲ γλωσσαλγία καὶ τούτου ἐστέρηται, καὶ ὅτι τὰ μὲν ἄλλα πάθη τὸν χρώμενον βλάπτει, αὕτη δὲ καὶ κατὰ τοῦ θείου ὁπλίζεται: —
ἐξ Εὐρυθεμίστης τῆς Ξάνθου· ἢ Κλυτίας τῆς Ἀμφιδάμαντος, ὡς ἱστορεῖ Φερεκύδης ἐν ι· ὡς δὲ ἱστορεῖ … ἐξ Εὐρυανάσσης τῆς Πακτωλοῦ: — ἀντὶ τοῦ γεννᾷ, μεταφορικῶς ἀπὸ τῶν δένδρων: —
στέμματα: τὸν τῆς ἀρχῆς στέφανον. Αἰσχίνης γὰρ στέμματα τὰ ἔριά φησιν ἀπὸ τοῦ στέφειν τὰς ἠλακάτας· ἐξ ὧν γίνονται οἱ στέφανοι τῶν βασιλέων. ξήνασα δὲ ἀντὶ τοῦ προξενήσασα καὶ παρασχομένη. ὁ νοῦς· ἡ τῷ Ἀτρεῖ τὴν βασιλείαν περιποιησαμένη θεὰ πόλεμον καὶ ἔριν πρὸς τὸν ἀδελφὸν ἐπέκλωσε. γράφεται καὶ Ἔρις, ἵνʼ ᾖ· ἡ θεὰ Ἔρις τὸν πόλεμον ἐπέκλωσε Θυέστῃ καὶ Ἀτρεῖ. οὐ παράλογον δὲ καὶ ἄλλον θεὸν ἐπικλώθειν ἢ τὰς Μοίρας. Ὅμηρος γοῦν φησι· «τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι»: — ᾧ στέμματα ξήνασα: τοῦτό φησιν ὅτι ἡ Μοῖρα βασιλείαν μελετήσασα τῷ Ἀτρεῖ οὐ καθαρὰν ταύτην αὐτῷ ἐχαρίσατο, ἀλλὰ διὰ τῆς ἀδελφικῆς συμφορᾶς. δύο γὰρ ὄντοιν ἀδελφοῖν Πελοπίδαιν Θυέστου καὶ Ἀτρέως, τῆς βασιλείας ὀφειλομένης τῷ Θυέστῃ ὡς πρωτοτόκῳ, ταύτην ἡ Μοῖρα τῷ δευτέρῳ, Ἀτρεῖ, περιεποιήσατο. ἐκεῖνον μὲν γὰρ ἡ φύσις ἐκάλει πρὸς τὴν ἀρχήν, τοῦτον δὲ ἡ πονηρία καὶ ἐπιτέχνησις εἰς τὸ κράτος ἀνήγαγε. ταύτην γὰρ τὴν πονηρίαν καὶ ἐπιτέχνησιν Μοῖραν ἐμυθεύσαντο οἱ σοφοί· μόρος γὰρ λέγεται ἡ κακοπάθεια καὶ μορεῖν τὸ κακοπαθεῖν· ὅθεν προσλήψει τοῦ ἰῶτα μοῖρα· ἡ γὰρ πονηρία μετὰ πλείστης κακοπαθείας καὶ μόχθου νικᾷ τὴν εὐθύτητα. διὰ τοῦτο καὶ λέγεται ἡ Μοῖρα κλώθουσα καὶ ξαίνουσα: —
ἀντὶ τοῦ τὴν αἰτίαν τῆς φιλονεικίας αὐτῶν: — ἀντὶ τοῦ πρὸς Θυέστην ὄντα σύγγονον θέσθαι: —
τί τἄρρητα: ἐπειδὴ ἡ ἔρις τοῖς ἀδελφοῖς γέγονε διὰ τὴν μοιχείαν τῆς Ἀερόπης, ἣν γυναῖκα οὖσαν Ἀτρέως ὁ ἀδελφὸς αὐτοῦ Θυέστης ἐμοίχευσε καὶ ὤφειλεν ἐνταῦθα λαληθῆναι τὸ τῆς ἔριδος αἴτιον, διὰ τὸ ἄρρητον καὶ ἄφραστον τῆς ὑποθέσεως καὶ μηδὲ πρέπον διὰ κόρης τῆς Ἠλέκτρας ἐκλαληθῆναί φησιν ὁ ποιητὴς διʼ αὐτῆς τί τἄρρητʼ ἀναμετρήσασθαί με δεῖ, ἤγουν τί με δεῖ τὰ μὴ ἐνδεχόμενα λαλεῖσθαί τινι καὶ μάλιστα ἐμοὶ ὡς παρθένῳ ἀναμετρήσασθαι καὶ ἀπαριθμῆσαι. ἤτοι ἀπαριθμήσασθαι, ἐν τῷ ἀριθμῷ τῶν λεγομένων ἐκθεῖναι: — διὰ τοῦ ἀναμετρήσασθαι τὸ πλῆθος τῶν κακῶν ἐσήμηνεν. ἢ οὖν ὡς πολλὰ, ἢ ὡς ἄτοπα παραπέμπεται. ἢ ὡς παρθένος παραιτεῖται λέγειν διὰ τὴν μοιχείαν Θυέστου, ἢ τὴν ἄθεσμον Αἰγίσθου γονήν. ἐκ γὰρ Πελοπίας τῆς θυγατρὸς ἐποίησεν αὐτὸν Θυέστης: —
ἐδείπνησεν: — μετὰ τὸ ψωμισθῆναι τὰ τέκνα τῷ Θυέστῃ ἐχρήσθη ἐν τῇ Πυθοῖ ἐρωτῶντι, πῶς τιμωρήσεται τὸν ἀδελφόν, μιγῆναι τῇ θυγατρὶ Πελοπίᾳ καὶ τὸν ἐξ αὐτῆς γενόμενον δεινὰ κατεργάσεσθαι τοὺς Ἀτρείδας: — ἐπειδὴ κακῆς πράξεως ὑπεμνήσθη, διὰ τοῦτο οὐκ εἶπεν ὁ πάππος ὁ ἐμός, ἀλλʼ ὁ Ἀτρεύς: —
πάλιν τὴν μοιχείαν Ἀερόπης αἰνίττεται ἢ τὴν γονὴν … Πλεισθένους ὃν ἀνείλετο Θυέστης: —
Μενέλεως τε Κρήσσης: οὐ γὰρ ἂν Ἑλληνὶς γυνὴ τοιαῦτα ἔπραξε. τοῦτο οὖν προσέθηκεν ἐλευθερῶν μὲν τὰς Ἑλληνίδας, κωμῳδῶν δὲ τὰς Κρήσσας: —
στυγουμένην: οὐχ ὡς μισουμένην παρὰ θεῶν προφανῶς ἡ Ἠλέκτρα εἶπεν, ἀλλʼ ὡς ἐν εὐχῆς τρόπῳ καὶ ὡς ἐὰν οὕτως εἶπεν· ἣν μισήσειαν οἱ θεοί: —
ἐπίσημον: τὸ ἐπίσημον ἐπὶ σωφροσύνῃ ἔφη, ὡς Ὅμηρος· «ἡ δή τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν». ἢ οὖν πρὸ τούτου ἐπίσημον ἢ νῦν ἐπὶ μοιχείᾳ ἐπίσημον: —
ᾧ παρθένοι μὲν τρεῖς: Ὅμηρος· «Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα». οὗτος Ἰφιγένειαν τὴν Ἰφιάνασσαν καλεῖ, Ἠλέκτραν δὲ τὴν Λαοδίκην διὰ τὸ πολυχρόνιον ἴσως τῆς παρθενίας οἷον ἄλεκτρός τις οὖσα ὡς αὐτός φησιν· «παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου»: —
τὸ ἄρσην Ὁμηρικῶς, ὡς τὸ «ἄνδρα μοι ἔννεπε Μοῦσα»: —
ἀπείρῳ περιβαλοῦσʼ ὑφάσματι: ἡ γὰρ Κλυταιμνήστρα χιτῶνα ὕφανεν οὔτε ταῖς χερσὶν οὔτε τῇ κεφαλῇ ἔκδυσιν ἔχοντα, ὅπως μὴ Ἀγαμέμνων ἀμύνασθαι δύναιτο τοὺς φονεύοντας: — καὶ ἄλλως: ἀντὶ τοῦ χιτῶνι. ἄπειρον ὃ οὐκ ἦν περᾶσαι χερσὶν ἢ κεφαλῇ, ὥσπερ ἄπειρον δίκτυόν φασιν. καλῶς δὲ τὸ πόσιν· εἰ γὰρ εἶπε τὸν ἐμὸν πατέρα, διʼ ἑαυτὴν ἐδόκει ἂν κατηγορεῖν τῆς μητρός. Αἰσχύλος δέ φησιν· «ἀμήχανον τέχνημα καὶ δυσέκδυτον»: —
Φοίβου δʼ ἀδικίαν μέν: ἐν ἤθει ταῦτα· φησὶ μὲν γὰρ οὐ κατηγορήσειν τοῦ θεοῦ, ὅμως γε μὴν ὕστερον ὑπερπαθήσασα καταβοᾷ τοῦ Ἀπόλλωνος καὶ διʼ ὧν ἐδόκει μὴ κατὰ τοῦ Ἀπόλλωνος λέγειν, διὰ τούτων ἐλέγχεται αὐτοῦ κατηγοροῦσα: — τί δεῖ κατηγορεῖν: τὸ ἀκόλουθον ἦν· ὁ δὲ Ἀπόλλων οὐκ ἄδικος μὲν, ὅμως πείθει Ὀρέστην ἀποκτεῖναι τὴν μητέρα: —
οἱ μὲν γὰρ ἐπῄνουν αὐτόν, οἱ δὲ οὔ. διὸ τὸ πρὸς οὐχ ἅπαντας εἶπεν: — εὐκλείαν φέρον: ἐκτατέον τὸ α τοῦ εὐκλεία. Ἀττικῶς, ἀντὶ τοῦ εὐκλείαν φέροντος, τοῦ κτεῖναι δηλονότι: —
οἷα δὴ γυνὴ φόνου: ὥσπερ ἀδύνατος ἡ γυναικεία φύσις μεταλαβεῖν φόνου· οὐ γὰρ κεκοινώνηκε τοῦ φόνου Ἠλέκτρα, ὡς Ὀρέστης φησί· «σὺ μὲν γὰρ ἐπένευσας τάδʼ, εἴργασται δʼ ἐμοί»: — ἄλλως: ζητεῖται, τί δήποτε ἀνωτέρω παρθένον ἑαυτὴν εἰρηκυῖα, ὅπου φησὶν· «ὧν δʼ ἕκατι, παρθένῳ λέγειν οὐ καλόν». ἐνταῦθα γυναῖκα ἑαυτὴν λέγει. λεκτέον δὲ ὅτι οἷα δὴ γυνή πρὸς τὸ θηλυκὸν γένος σκοπουμένη, ὡς οὐδὲν μὲν ἔπραξεν, ἀλλὰ τοσοῦτον ὅσον ἂν γυνή τις ἐργάσαιτο: — ἄλλως: ὡς γυνὴ, συμβουλεύσασα, παραθαρρύνασα, ὑπομνήσασα τοῦ πατρός. οὐ γὰρ αὐτόχειρ γέγονε τῆς μητρὸς, ἀλλὰ λόγοις παρώρμησε κατʼ αὐτῆς τὸν ἀδελφόν. τάχα δὲ διὰ τοῦ οἷα δὴ γυνή παρονειδίζει τῇ μητρί· ἐκείνη γὰρ αὐτόχειρ γέγονε τοῦ Ἀγαμέμνονος οὐ κατὰ γυναῖκα: —
Πυλάδης θʼ: Φώκου παῖδες Κρῖσος καὶ Πανοπεύς. τούτων ὁ Κρῖσος ἔκτισε τὴν νῦν Κίρραν, τότε Κρῖσαν καλουμένην, καὶ παῖς αὐτῷ ἐξ Ἀντιφατείας τῆς Ναυβόλου Στρόφιος ἐγένετο, οὗ Ἀστυδάμεια καὶ Πυλάδης ἐκ Κυδραγόρας τῆς ἀδελφῆς Ἀγαμέμνονος: —
συγκολληθείς: —
παρὰ μὲν τῷ ποιητῇ τλήμων ὁ ὑπομονητικός, παρὰ δὲ τοῖς τραγικοῖς τλήμων ὁ δυστυχής: —
τροχηλατεῖ: κατεπείγει· τρόχος γὰρ ὁ δρόμος. οἷον μετὰ τροχοῦ καὶ ἁρμάτων ἐλαύνει: —
ὀνομάζειν γὰρ αἰδοῦμαι θεάς: τὰς Ἐρινῦς. οὐκ ὀνομάζουσι δὲ, ἀλλʼ εὐφημιζόμενοι σεμνὰς θεὰς ἢ Εὐμενίδας καλοῦσιν. ὀνόματα δὲ τῶν Ἐρινύων Τισιφόνη Μέγαιρα Ἀλληκτώ: —
φησὶν Ὅμηρος· «ἤτοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν· αὐτῆμαρ δέ οἱ ἦλθε»: —
καθήγνισται δέμας: καθωσίωται. κέκαυται. ἁγνείαν γὰρ ἐκάλεσε τὴν διὰ πυρὸς φθορὰν τοῦ σώματος: — ἄλλως: κεκάθαρται· πάντα γὰρ καθαίρει τὸ πῦρ: — ἄλλως: ἁγνὰ γὰρ δοκεῖ εἶναι τὰ καιόμενα, τὰ δὲ ἄταφα μεμιασμένα: —
ὧν οὖτε σῖτα: ἀφʼ ὧν ἢ διʼ ὧν, ἓξ ἡμερῶν, οὐκ ἔφαγεν. ἐμφαίνει δὲ ὡς προσηνέχθη μὲν τῷ στόματι αὐτοῦ τροφὴ, ἀλλὰ καταπιεῖν οὐκ ἠδύνατο: — .... δέρην ὠνόμασεν ἀπὸ τοῦ περιέχοντος δηλῶν τὸ περιεχόμενον: —
κουφισθῇ νόσου: ἀκόλουθον τῷ ἄραιτʼ ἄχθος τὸ κουφισθῇ νόσου: —
ἔμφρων δακρύει: ἀντὶ τοῦ ἔμφρων γενόμενος. ἄμεινον δὲ ὑφʼ ἕν· ἔμφρων δακρύει: —
ὁ ἄποθεν τοῦ ζυγοῦ, ὅ ἐστιν ἀδάμαστος: —
ἔδοξε δʼ Ἄργει: φανερὸν ὅτι ἐν Ἄργει ἡ σκηνὴ τοῦ δράματος ὑπόκειται. Ὅμηρος δὲ ἐν Μυκήναις φησὶ τὰ βασίλεια Ἀγαμέμνονος, Στησίχορος δὲ καὶ Σιμωνίδης ἐν Λακεδαίμονι: —
μὴ πυρὶ δέχεσθαι: τὸ ἑξῆς· μήθʼ ἡμᾶς στέγαις δέχεσθαι. πρὸς δὲ τὸ πῦρ οὐδὲν ἀνταπέδωκεν. ἔξωθεν οὖν ἀκουστέον τὸ ἐναύειν, καί ἐστι σχῆμα Ἀττικὸν, μὴ πυρὶ ἐναύειν, ἀντὶ τοῦ μήτι πυρὸς ἐναύειν. οὐ γὰρ τὸ δέχεσθαι πρὸς τὸ πῦρ ληπτέον: —
τὸ νώ δυικῶς, ὅ ἐστιν· ἡμεῖς οἱ δύο: —
ἢ φάσγανον θήξαντʼ: δυικῶς τὸ θήξαντε: — κέκριται, φησὶν, ἡμᾶς τελευτῆσαι· πότερον δὲ λίθοις βληθέντας ἢ ξίφει, σήμερον κρινοῦσιν: —
λιμένα δὲ Ναυπλίειον: Ναύπλιος Ἀργεῖος ἀνὴρ ναυτικῆς ἔμπειρος λιμένα κατασκευάσας ἀφʼ ἑαυτοῦ ἐκάλεσε Ναυπλίειον. ἦν δὲ υἱὸς Ποσειδῶνος καὶ Ἀμυμώνης. ἢ ὅτι ἐν λιμένι διέτριβεν, ἐκ τούτου ὁμώνυμος αὐτῷ ὁ λιμήν: — πλάτῃ: τὴν ὁδόν. διαπεπερακὼς ταῖς κώπαις τὸν λιμένα προσορμίζεται ταῖς ἀκταῖς. ἀπὸ δὲ τῶν πλατῶν τὰς ναῦς σημαίνει. πλάτη δὲ τὸ πλατὺ τῆς κώπης, ὃ καθίεται εἰς τὴν θάλασσαν: —
νύκτα μή τις εἰσιδών: οὐκ ὀρθῶς νῦν ποιοῦσί τινες τῶν ὑποκριτῶν πρῲ εἰσπορευομένην τὴν Ἑλένην καὶ τὰ λάφυρα. ῥητῶς γὰρ αὐτὴν νυκτὸς ἀπεστάλθαι φησὶ, τὰ δὲ κατὰ τὸ δρᾶμα ἡμέρᾳ συντελεῖται: — ἐδεδίει γὰρ ἡ Ἑλένη ἡμέρας ἐπιπολούσης εἰσελθεῖν, ἵνα μὴ ὑπὸ τῶν πατέρων, ὧν κατὰ Ἴλιον οἱ παῖδες ἔπεσον, ἀναιρεθῇ. αὕτη γὰρ τούτου αἰτία καὶ ἑτέρων πολλῶν. διὰ τοῦτο νυκτὸς ἐπικαταλαβούσης εἰσῄει μή τινα ἔχουσα κατʼ ὄψιν: —
τίς ἔλιπεν· δηλονότι ὁ Μενέλαος ὅνπερ ἑξῆς ἐπάγει: —
ὦ παῖ Κλυταιμνήστρας: τοῦ προσήκοντος ἤθους ἐξέπεσεν ὁ Εὐριπίδης. νῦν γὰρ πρῶτον ἀλλήλας ἀποβλέπουσι καὶ ἀήθως πάνυ οὔτε ἀσπάζονται ἀλλήλας οὔτε προσφωνοῦσι, καὶ ἡ μὲν Ἑλένη ἔξεισιν ἔχουσα χοὰς καὶ τὸν βόστρυχον ἀποτετμημένον, ἅμα δὲ δυσωπεῖ τὴν Ἠλέκτραν καὶ λυπεῖ ὑπομιμνήσκουσα τοῦ ὀνόματος Κλυταιμνήστρας καὶ προτάσσουσα. ἀνακολούθως δὲ καὶ τὸ διὰ μέσου. τὸ δὲ ἑξῆς· μακρὸν δὴ μῆκος χρόνου παρθένε, Ἠλέκτρα, ἀντὶ τοῦ· ὦ πολυχρόνιε παρθένε: — ἄλλως: παρθένε μακρὸν δὴ μῆκος: ὅ ἐστι· πολλῷ χρόνῳ παρθενευομένη. τοῦτο δὲ ὑβρίζουσα αὐτήν φησιν ὡς αἰτίαν ἐχούσης καὶ διὰ τοῦτο μὴ γαμουμένης. καὶ διὰ τούτου παρεμφαίνει ὅτι εὐμοιρίας νομίζει τέλος τὸν γάμον: —
πῶς ὦ τάλαινα: διὰ τούτου ὠνείδισεν αὐτὴν ὡς μητροφόνου ἀδελφήν. οἱ δὲ τοῖς ἐναγέσι προσφθεγγόμενοι καὶ αὐτοὶ δοκοῦσι μιαίνεσθαι, ὡς καὶ ἐν Ἡρακλεῖ καὶ Ἰξίονι δέδεικται: —
εἰς Φοῖβον ἀναφέρουσα τὴν ἁμαρτίαν: καὶ τοῦτο πανούργως· ἀναμάρτητον γὰρ τὸ θεῖον. ἐμφαίνει ὡς καταψευδομένων αὐτῶν τοῦ Ἀπόλλωνος: —
ἣν ἐπεὶ πρὸς Ἴλιον: ἣν οὐκ εἶδον ἀφʼ οὗ εἰς τὴν Ἴλιον ἔπλευσα· διὰ μέσου γὰρ τὸ ὅπως ἔπλευσα, εἶτα ὥσπερ αἰτίαν λέγουσα τοῦ πλοῦ θεομανεῖ πότμῳ φησὶν, ἀντὶ τοῦ· ὑπὸ εἱμαρμένης μανεῖσα. ἢ μοίρᾳ θεοῦ μανεῖσα: — ἄλλως: ἣν οὐκ εἶδον ἀφʼ οὗ πρὸς Ἴλιον ἔπλευσα· εἰ δὲ θέλεις γνῶναι πῶς ἔπλευσα, γίνωσκε ὅτι θεομανεῖ πότμῳ. κρύπτει δὲ τὴν μοιχείαν καὶ ὑπὸ δαίμονός τινος βίᾳ ἦχθαι εἰς Τροίαν φησίν: — λείπει τὸ οὐκ εἶδον: —
ἀπολειφθεῖσα δʼ αἰάζω τύχας: ἄδηλον τίνος ἀπολειφθεῖσα θρηνεῖ, τοῦ ἰδεῖν τὴν Κλυταιμνήστραν ἢ τοῦ γνῶναι τῆς πορνείας τὴν αἰτίαν: — ἢ τοῦ καταλαβεῖν ζῶσαν τὴν Κλυταιμνήστραν ἀπολειφθεῖσα ἢ τοῦ γνῶναι τὸν τρόπον τῆς ἐμῆς φυγῆς: —
Ἑλένη, τί σοι λέγοιμʼ ἄν: πρὸς πάσας τὰς ὕβρεις ἀντέθηκε τὸ Ἑλένη, ὅθεν καὶ χιάζεται ὁ στίχος· σεσημείωται γὰρ τὸ ὄνομα τῆς Ἑλένης. αἰνίττεται δὲ ὅτι πονηρῶς κερτομεῖ περὶ τούτων πυνθανομένη ὧν παροῦσα ὁρᾷ: —
ἐν συμφοραῖσι: τὴν ἀπολογίαν διʼ ἑνὸς ἐδήλωσεν ὀνόματος· καὶ Ὀρέστης γὰρ κρινόμενος εἰς τὴν ἀπὸ τοῦ πατρὸς κατέφυγεν ἀπολογίαν: — τί χρεὼν εἰπεῖν ἅτινα ὁρᾷς. τί δὲ ὁρᾷς· ἐν συμφοραῖσι τὸν Ἀγαμέμνονος γόνον. δῆλον δὲ ὅτι οὐ τὸν Ὀρέστην μόνον λέγει ἀλλὰ καὶ ἑαυτὴν Ἀγαμέμνονος γόνον. περὶ τῶν δύο γὰρ ἡ Ἑλένη ἐπύθετο λέγουσα πῶς, ὦ τάλαινα, σύ τε κασίγνητός τε σός. εἰκότως οὖν καὶ αὐτὴ ἐπάγει τὴν ἑαυτῆς ἄυπνον κηδεμονίαν καὶ τὴν Ὀρέστου νόσον: —
ἐγὼ μὲν ἄυπνος πάρεδρος: ἐγὼ μὲν μὴ καθεύδουσα παρεδρεύω ἕνεκα τοῦ μικρὸν ἐμπνεῖν τοῦτον. εἶτα δυσχεραίνουσά φησι τῷ ἀθλίῳ νεκρῷ, ἵνʼ ᾖ· νεκρῷ ὄντι ἀθλίῳ. καὶ βεβαίωσις τούτου νεκρὸς γὰρ οὗτος: — ἄλλως: ἐγὼ μὲν ἄυπνος θάσσω παρεδρεύουσα τῷ ἀθλίῳ νεκρῷ οὕνεκα σμικρᾶς πνοῆς, ὅ ἐστιν· ὅπως μὴ ἀποψύξας λάθῃ με, φυλάττω: —
νεκρὸς γὰρ οὗτος: ἕνεκα τοῦ πνεύματος νεκρός ἐστι· μικρὸν γάρ τι ἔχει πνεῦμα καὶ μόλις ἀναπνεῖ: — αὐτὸ γὰρ, φησὶ, τὸ πνεῦμα αὐτοῦ νεκρόν ἐστιν: —
τὰ τούτου δʼ οὐκ ὀνειδίζω κακά: σιωπῶ τὰ κακὰ τούτου, ἵνα μὴ δόξω αὐτῷ ὀνειδίζειν τὴν μητροκτονίαν. καὶ διὰ μὲν τῆς σιωπῆς τὸ πλῆθος τῶν κακῶν αὐτοῦ ἐσήμηνεν, ἐμφαίνει δὲ ὅτι σὺ μὲν ὠνείδισας αὐτῷ εἰποῦσα ὅτι μητρὸς ὅδε φονεύς, ἐγὼ δὲ οὔ: —
σὺ δʼ εἶ μακαρία: πλεονάζει τὸ ὑπαρκτικὸν ῥῆμα, ἵνʼ ᾖ· σὺ δὲ μακαρία καὶ ὁ ἀνὴρ ὁ σὸς μακάριος. εἰς τὸ πόσις τελεία στιγμή, τὰ δὲ ἑξῆς ἀπολύτως: —
ἥκετον ἐφʼ ἡμᾶς: ἤλθετε πρὸς ἡμᾶς. τῇ προσθήκῃ δὲ τοῦ ἐφʼ ἡμᾶς τραχύτερον αὐτὸ ἐποίησεν· ἁρπασόμενοι γὰρ ἤλθετε ἡμᾶς, φησίν. ἔοικε δὲ τῷ Ἑπτὰ ἐπὶ Θήβας: —
πόσον χρόνον δέ: πάντως δέδοικε μὴ ὀλίγον χρόνον δυστυχοῦσι· διὸ οὐδὲ τὸν χρόνον εἶπεν ἡ Ἠλέκτρα: —
ἐξ οὗπερ αἷμα: οὐ πρὸς τὴν πεῦσιν ἀπεκρίνατο· ἡ μὲν γὰρ ἤρετο ἀπὸ ποίου χρόνου νοσεῖ, ἡ δὲ εἶπεν ἀφʼ οὗ τὴν μητέρα ἀνεῖλε. τοῦτο δὲ πάλιν ὁμοίως ἄδηλον τῇ Ἑλένῃ: —
ὦ μέλεος: καὶ οὗτος, ὅτι μητέρα ἀνεῖλε, μέλεος, κἀκείνη, ὅτι ὑπὸ παιδὸς ἀνῃρέθη, μελέα: —
οὕτως ἔχει τάδʼ: οὕτως ἔχει ὁ Ὀρέστης ἀτυχίας ὡς μηδὲν ἰσχύειν ὑπὸ τῶν κακῶν: —
ὡς ἄσχολός γε συγγόνου προσεδρίᾳ: οὕτως σοι πείσομαι ὡς ἀσχολουμένη περὶ τὴν προσεδρίαν τοῦ ἀδελφοῦ, ἀντὶ τοῦ· εἰ μὲν τὸ κελευόμενον παρὰ σοῦ χωρίζει με τοῦ ἀδελφοῦ, οὐ πείσομαι· εἰ δὲ οὐ χωρίζει, πείσομαι: — ἄλλως: τοῦτό σοι, φησὶ, πεισθείην, ὃ μὴ ἀπασχολήσει με τῆς προσεδρίας τοῦ ἀδελφοῦ. ἢ παντελῶς ἀπαρνεῖται τὴν ὑπούργησιν, τουτέστιν· οὐ πείθομαί σοι, ὅτι ἄσχολός εἰμι τῇ προσεδρίᾳ τοῦ ἀδελφοῦ, ἵνʼ ᾖ τὸ ὡς ἀντὶ τοῦ ὅτι. ἔντοι δὲ λείπειν φασὶ τὸ μή, ἵνʼ ᾖ εἰρωνεία· πείθομαί σοι, ὅτι μὴ ἄσχολός εἰμι τῇ τοῦ ἀδελφοῦ προσεδρίᾳ· ἄσχολος γάρ ἐστιν. ἔνιοι ἐν ἐρωτήσει· πῶς οὖν, φησὶ, πεισθῶ ἀσχολουμένη τῇ νοσοκομίᾳ τοῦ ἀδελφοῦ. ἢ ὡς σχολὴν μὴ ἄγουσα, ἀντὶ τοῦ· μέγα ἐστὶ τὸ πρᾶγμα. ἢ τάχα τὸ ὡς ἀντὶ τοῦ ὅτε, ἵνʼ ᾖ· ὅτε μὴ ἄσχολος. λείπει γὰρ τὸ μή: —
βούλει τάφον μοι πρὸς κασιγνήτης μολεῖν: ἁπλούστερον αὐτῇ διαλέγεται, ὅτι μέλλει δεῖσθαι αὐτῆς, ἐν ταὐτῷ δὲ παραφυλάττεται καὶ μητρὸς εἰπεῖν, ἵνα μὴ δόξῃ ὀνειδίζειν αὐτῇ. δεῖ γὰρ εἶναι κολακικὸν τὸν δεόμενον … —
μητρὸς κελεύεις τῆς ἐμῆς: νῦν μητέρα αὐτὴν ἐκάλεσε δεικνύουσα ὅτι οὐδὲ τὴν πρώτην λοιδορίαν προσήκατο: — διὰ τοῦ ὀνόματος τῆς ἐχθρᾶς μητρὸς παραιτεῖται τὴν αἴτησιν: — ἄλλως: ἡ μὲν κολακεύουσα συγγενικῷ ὀνόματι ἐχρήσατο, ἡ δὲ παραιτουμένη τὴν κολακείαν εἶπε μητρός: —
χοαὶ αἱ χεόμεναι τοῖς νεκροῖς σπονδαί: —
σοὶ δʼ οὐχὶ θεμιτόν: οὐκ ἐν καιρῷ παρρησιάζεται ἡ Ἠλέκτρα, καὶ ταῦτα πρὸ ὀλίγου φάσκουσα ἐλπίδα ἔχειν εἰς τὸν Μενέλαον. ἐὰν μὲν ἐν ἐρωτήσει ᾖ ὁ λόγος, μετριώτερός ἐστιν· ἐὰν δὲ ἑτέρως, ἄντικρυς ἐναγῆ καὶ μὴ ἀξίαν οὖσαν προσπελάζειν τῷ τάφῳ ἀποδεικνύει τὴν Ἑλένην διὰ τὰ πεπραγμένα αὐτῇ: — ἢ ἄλλως: πῶς· πικρῶς θέλει αὐτὴν ὁμολογεῖν ποιῆσαι διʼ ὃ φυλάσσεται προσελθεῖν τῷ τάφῳ: —
ὀψέ γε φρονεῖς εὖ: οὐδαμοῦ ἀνώμαλον τὸ τῆς Ἠλέκτρας ἦθος: — εἰ μὴ τότε, φησὶν, ἀπῆλθες, ταῦτα οὐκ ἂν ἐγίνοντο· σὺ τούτων ἀρχηγός. δάκνουσα δὲ τοῦτό φησιν: —
ἀληθῶς εἶπας, οὐ μέντοι προσφιλῶς ἐμοί: —
πανούργως τὸν φόβον αἰδῶ ἐκάλεσεν: —
μόλις ἐλεγχομένη τὸ ἀληθὲς εἶπεν: —
ἀναβοᾷ: τὸ ἀναβοᾷ δευτέρου ἐστὶ προσώπου παθητικῆς διαθέσεως, ἀναβοᾷ σύ, ἀντὶ τοῦ καταβοᾷ. ὁ δὲ νοῦς· δεινῶς γὰρ διὰ στόματος τοῦ Ἄργους ἀναβοᾷ σύ: — ἄλλως: διὰ τοῦ στόματος, ὡς τὸ «διά τʼ ἔντεα καὶ μέλαν αἷμα». τοῦτο δὲ ἀπολογίας ἔχεται ὡς ὅτι συμπάσχουσά σοι εἴρηκα. πλεονάζει δὲ τὸ τέ: —
κυρίως δὲ πρόσπολοι λέγονται αἱ δοῦλαι: —
ἕρπειν: ταῖς νεάνισιν· οὐ γὰρ ταῖς ἀγάμοις. ἄγαμος γὰρ καὶ ἡ Ἠλέκτρα. παρθένος δέ ἐστιν ἥ τε ἀμιγὴς καὶ ἡ ἄρτι ἡβῶσα. ἢ πάλιν κακονόως οὐ παρθένον δεῖξαι βούλεται τὴν Ἠλέκτραν, ὅτι οὐκ ἐπείσθη αὐτῇ: — τὸ ἕρπειν κυρίως ἐπὶ ὄφεως: — εἰς ὄχλον ἕρπειν παρθένοισιν: τί οὖν· ταῖς τελείαις καλόν· ἔστιν οὖν εἰπεῖν ὅτι ἐν Σπάρτῃ εἰώθασι γυμνάζεσθαι αἱ γυναῖκες καὶ παρθένοι, ὥστε δέδοται μὲν παρθένοις εἰς ὄχλον ἕρπειν, οὐ μὴν καθόλου, ἀλλʼ ἐπὶ ὡρισμένοις πράγμασιν οἷον κανηφορούσαις ἢ γυμναζομέναις, οὐ μὴν ἄλλο τι πραγματευομέναις: —
ἀντὶ τοῦ τροφεῖα· ἀνθʼ ὧν ἀνετράφη ὑπʼ αὐτῆς, ἀμοιβὴν διδοῦσα: —
λείπει ἡ μετά, ἵνʼ ᾖ· μετὰ γάλακτος: — μελίκρατʼ ἄφες γάλακτος οἰνωπόν τʼ ἄχνην: ἐμφαντικῶς τὴν δαψιλῆ τοῦ οἴνου ῥύσιν διὰ τῆς ἄχνης ἐσήμανε. τοῦτο δὲ ἐπὶ τῶν κυμάτων εἴρηται· «ἀποπτύει δʼ ἁλὸς ἄχνην». οἱ δὲ ἀκύρως τὴν οἰνόχροα τρίχα φασί. λάχνη γὰρ ἡ θρὶξ, ἀλλʼ ἄχνη τὸ λεπτὸν μέρος, ὃ κατέχειν τις οὐ δύναται, οἱονεὶ ἀέχη τις οὖσα: —
ἀντὶ τοῦ ἐπʼ ἄκρον χῶμα: —
περιττὸς ὁ τέ· βούλεται δὲ λέγειν φόβῳ ταρβοῦσα: —
γράφεται πρευμενῆ, ὅ ἐστι πραϋμενῆ καὶ προσφιλῆ: —
καὶ πόσει γνώμην ἔχειν: ἐνταῦθα ἡ βελτίστη οὐδὲ τὴν θυγατέρα ἑαυτῆς προέκρινε· τοῦ γὰρ ἀνδρὸς μικροῦ δεῖν καὶ ἐπελάθετο: —
τοῖν τʼ ἀθλίοιν: καὶ αὐτῶν μέμνηται, ἵνα μὴ δόξῃ παντελῶς λιθοκάρδιος εἶναι, ὅμως μετὰ ἀρᾶς. τὸ γὰρ οὓς ἀπώλεσεν θεός δοκεῖ μὲν συναχθομένη λέγειν, πανούργως δὲ ἐμφαίνει ὅτι θεοῖς ἀπηχθημένοι εἰσίν. οὐ γὰρ ἀπολλύει εἶπεν, ἀλλʼ ἀπώλεσεν, ὡς ἐγνωσμένης ἤδη τῆς παρὰ θεῶν δυσμενείας: —
ἃ δʼ εἰς ἀδελφήν: ἃ δὲ νενόμισται τοῖς νεκροῖς ποιεῖν, ταῦτα κἀμὲ ὑπισχνοῦ εἰς τὴν ἀδελφὴν ποιεῖν: — ἅπαντα τὰ τῶν νεκρῶν δωρήματα, ἃ εὔκαιρον εἰς ἀδελφὴν ἐμὴν ἐκπονεῖν, ὑπισχνοῦ: —
ὦ φύσις ἐν ἀνθρώποισι: τὸν τρόπον λέγει καὶ τὴν ἑκάστου γνώμην. ἢ φύσιν τὴν εὐμορφίαν: — ὦ φύσις ἐν ἀνθρώποισιν: οἱ μέν φασι συνωνυμεῖν τῇ μορφῇ καὶ τῇ δομῇ, οἱ δὲ τὴν εὐπρέπειαν τοῦ σώματος καὶ τὸ κάλλος, οἱ δὲ τὸν τρόπον καὶ τὴν φύσιν ἑκάστου, ὡς μέγα κακὸν ὁ τρόπος καὶ ἐπιβλαβής ἐστι τοῖς κακῶς κεκτημένοις καὶ πάλιν ἐπωφελής ἐστι τοῖς καλῶς κεκτημένοις: — πολλοὶ γὰρ διὰ τὸ κάλλος εὐεργέτησαν τὰς πατρίδας: —
σωτήριόν τε τοῖς καλῶς κεκτημένοις: πολλοὶ γὰρ τὸ κάλλος ἐπὶ σωτηρίᾳ ἑαυτῶν καὶ τῆς πατρίδος ἐκτήσαντο, ὧν ἐστιν εἷς ὁ Γανυμήδης παρὰ θεοῖς εἶναι ἀξιωθεὶς καὶ ἵπποις ἀθανάτοις κοσμήσας τὴν θρεψαμένην. καὶ Ἀμυμώνη δὲ διὰ τὸ ἴδιον κάλλος τὸ ἄνυδρον Ἄργος πολύυδρον ἐποίησε διὰ τῆς ἐπιμιξίας τοῦ Ποσειδῶνος: —
εἴδετε παρʼ ἄκρας: τὸ εἴδετε ἀντὶ τοῦ ἴδοι τις ἂν, ὡς τὸ «φαίης κε ζάκοτον» καὶ «ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις». ἔνιοι δέ φασι ταῖς δμωσὶ ταῦτα λέγειν. οἱ δὲ πρὸς τὸ θέατρον, ὃ καὶ ἄμεινον. ἐφελκυστικὸς γάρ ἐστιν ἀεὶ μᾶλλον τῶν θεατῶν ὁ ποιητὴς, οὐ φροντίζων τῶν ἀκριβολογούντων: — ὡς ἐν τῇ σμικρότητι τῆς ἀφαιρέσεως μηδὲν ἀπολίποι τοῦ ὑγιοῦς: —
ἡ πάλαι γυνή: ἤτοι πονηρὰ, ἢ τὰ αὐτὰ φρονοῦσα ἃ καὶ πρότερον· τοῦ γὰρ εἶναι εὔμορφος ἐπιμελεῖται. ἐλέγχει δὲ αὐτὴν ὅτι οὐδὲ τοῖς ἁμαρτήμασι σεσωφρόνισται, ἀλλʼ ἐν τοῖς αὐτοῖς ἤθεσι μεμένηκεν: —
πᾶσάν θʼ Ἑλλάδα: τὸ κατὰ μέρος εἰποῦσα ἐπήνεγκε τὸ καθόλου· ὡς Ὅμηρος· «ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες ἄλλοι τε Τρῶες»: —
κατὰ τὸ σιωπώμενον ἔρχονται αἱ γυναῖκες ἰδεῖν τὸν Ὀρέστην πῶς ἔχει, καὶ ἐθεάσατο αὐτὰς: —
δακρύοις ἀδελφόν: προσεκτικῶς μετὰ ἤθους προενεκτέον τὸν λόγον: —
ἀντὶ τοῦ πραεῖα προσφιλὴς πραϋμενής: —
σῖγα σῖγα: ἠρέμα, ἀψοφητὶ καὶ μετὰ ἡσυχίας. πρόσφορος τῷ πάθει ἡ τοῦ ῥυθμοῦ ἀγωγὴ δοχμιάζουσα: — λεπτὸν ἴχνος ἀρβύλης: ἀντὶ τοῦ· κούφως καὶ ἐλαφρῶς τιθεῖτε τὸν πόδα μετὰ τῆς ἀρβύλης. εἰ δὲ γράφεται λευκὸν ἴχνος, ἀπὸ μέρους τὸ ὅλον ὡς τὸ «ἀργυρόπεζα Θέτις»: — εἶδος ὑποδήματος κοίλου βαθέος γυναικείου: —
τιθεῖτε: ποιητικῶς, ἀντὶ τοῦ τιθῶμεν. εἰσελήλυθε δὲ ὁ χορὸς κατὰ ὑπόθεσιν ἔσω: —
ἀποπρὸ βᾶτʼ ἐκεῖσʼ: τὸ ὁλόκληρον τούτου τινές φασι τὸ ἀπόπροθι καὶ παρὰ τὸ Ὁμηρικὸν οὕτως ἐκδέχονται «τυτθὸν ἀποπρὸ νεῶν»: — ἀντὶ τοῦ πόρρω μοι καὶ χωρὶς τῆς κοίτης γίνεσθε. διαθέσεως δέ ἐστιν ἐμφαντικὸν τὸ μοι, ὡς τὸ «Πάτροκλέ μοι δειλῇ πλεῖστον»: —
ἰδοὺ πείθομαι: τοῦτο εἰκὸς ὀξύτερον εἰρηκέναι τὸν χορὸν, διὸ καὶ Ἠλέκτρα περιδεὴς γενομένη εἶπεν ἆ ἆ. φυσικῶς δὲ τὸ ἆ ἆ εἶπε πρῶτον ἐπειδὴ καὶ αὕτη ὑπὸ τῆς φύσεως πρώτη φωνὴ εὕρηται. ἀμέλει γοῦν, ἐπειδὰν πλῆθός τι θεάσηται παράδοξον, εὐθὺς οὐδὲν ἕτερον ἀναβοᾷ ἢ τὸ ἆ ἆ τῆς φύσεως ἀγούσης ἐπὶ τοῦτο. εἶτά φησι πρὸς τὸν χορόν· τοιαύτην πέμπε φωνὴν οἷός ἐστιν ὁ ἦχος σύριγγος καλάμων λεπτῶν ἐν τοῖς ἕλεσιν ἀποτελούμενος. οὐ γὰρ τὸ ὄργανον τῆς σύριγγός φησι· τοῦτο γὰρ πολύφωνον ὂν καὶ Ἐνδυμίωνα ἐγεῖραι δύναιτʼ ἄν: —
ἀπήχησις συρίγξεως: — σύριγγος ὅπως πνοά: ἀθορύβως φώνει μοι, ὡς πνοὴ συρίγξεως δόνακος. οὐ γάρ φησι σύριγγος τοῦ αὐλοῦ· οὗτος γὰρ καὶ Ἐνδυμίωνα ἂν ἐγείραι: —
ἴδʼ ἀτρεμαῖον ὡς ὑπόροφον: μικρὸν σὺ, φησὶ, κελεύεις με φωνεῖν, ὡς ψιθυρίζει τῇ τοῦ ἀνέμου πνοῇ κάλαμος· ἐγὼ δὲ καὶ ἐλάττονα τούτου φέρω βοὴν ὡς ὑπὸ ὀρόφου γινομένην. ὁ δὲ ὄροφος κάλαμός ἐστιν ἀσθενής τε καὶ λεπτὸς καὶ παπυρώδης, οὗ μέμνηται καὶ Ὅμηρος· «λαχνήεντʼ ὄροφον λειμωνόθεν ἀμήσαντες». ἐκ τούτων δέ εἰσι καὶ αἱ γλωσσίδες τῶν αὐλῶν. ὡς ἀσθενὴς δὲ ἀσθενῆ ποιεῖται τὴν ἀπήχησιν τῷ μὴ ἀνθίστασθαι τῇ βίᾳ τοῦ πνεύματος: — ὄροφος λεπτὸς κάλαμος εἰς ὀροφὰς ἐπιτήδειος. τὴν μὴ διϊκνουμένην ἔξω τοῦ ὀρόφου, ὅ ἐστι βραχεῖαν: —
κάταγε κάταγε: τὸ κάταγε ἐναντίον ἐστὶ τῇ ἀνατάσει τῆς βοῆς. σημαίνει δὲ τὸ κάταγε κάταγε τὸ πρόσελθε πρόσελθε· ἀφʼ οὗ καὶ καταγωγαὶ οἱ λιμένες: — ἀτρέμας ἴθι: τῇ ἐπαναλήψει μεμίμηται τὴν ἠρεμαίαν προϊεμένη φωνήν· ἅτε γὰρ οὐκ ἐξακουομένη δεύτερον ταῖς αὐταῖς κέχρηται λέξεσι: —
χρόνια: ἀντὶ τοῦ ἀπὸ πολλοῦ χρόνου. τοῦτο δὲ ἀναφορὰν ἔχει πρὸς τὸ πρόσιθʼ ἀτρέμας. ὁ δὲ νοῦς· χρονίως, ὅ ἐστι διὰ χρόνου, ἐκοιμήθη: —
τίνα τύχαν εἴπω: τὴν περὶ αὐτοῦ τύχην πότερον ἐπὶ τὸ χεῖρον ἢ ἐπὶ τὸ ἄμεινον νένευκεν: —
τί φὴς ὦ τάλας: οἰκειούμενος τὰς συμφορὰς ὁ χορὸς καὶ συναχθόμενος γεγωνότερον ἀνέκραγε τὸ ὦ τάλας· διό φησιν ὀλεῖς, εἰ βλέφαρα κινήσεις: — ὦ τάλας: δεῖ νοεῖν στεναγμόν τινα γεγενῆσθαι μετὰ τὸ ὦ τάλας ὑπὸ τοῦ χοροῦ, ἵνα εὔλογον ᾖ τὸ παρὰ τῆς Ἠλέκτρας εἰρημένον σὺ γάρ νιν, ὦ τάλαινα, θωΰξασʼ ἔβαλες ἐξ ὕπνου: —
εἰ τοῦ ὕπνου ἀλλοτριώσεις καὶ μεταστήσεις: —
τὸ βαθύτατον τοῦ ὕπνου, ὃ ἐν τοῖς ἑξῆς ὕπνου θέλγητρόν φησιν: —
μέλεος αὐτὸς διὰ τὰς ἐκ θεῶν πράξεις. ἠρέμα δέ πως ἀρνεῖται τὴν πρᾶξιν Ὀρέστου εἰς τὸν θεὸν ἀναφέρουσα τὴν ἁμαρτίαν: —
ἀντὶ τοῦ ἀδίκως: — ἄδικος ἄδικα: τοῦτʼ ἐστὶ τὸ ἀλλαχοῦ εἰρημένον· «πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα». ἐπεὶ γὰρ ἔδοξεν ἀτυχῶς τῷ Ὀρέστῃ πεπτωκέναι τῆς μητρὸς ὁ φόνος, ἄδικος ὁ Λοξίας νενόμισται. ἢ τὸ ἄδικα ἐδίκασεν ἐμφαίνει ὅτι δικαίως μὲν ἐμαντεύσατο τὸν φόνον τῆς μητρός, ἀδικεῖ δὲ τῷ δράσαντι μὴ ἐπικουρῶν. τὸ δὲ ἑξῆς οὕτως· ὁ ἄδικος Λοξίας ἄδικα τότε ἐδίκασεν, ὅτε ἐπὶ τρίποδι Θέμιδος τὸν ἀπόφονον φόνον ἔλακεν ἐμῆς μητρός: — ἔλακεν: καὶ Ἀριστοφάνης· «ἔλακεν ἐκ τῶν στεμμάτων» τραγικῇ λέξει χρησάμενος. ὅτε τὸν ἀπόφονον φόνον τῆς ἐμῆς μητρὸς ἐπὶ τρίποδι Θέμιδος ἐδίκασεν ὁ Λοξίας: — ἄλλως: τὸ ἀπόφονον Ἀπόλλωνι, οὐκ Ὀρέστῃ ἐγκαλοῦσά φησιν. ἔνιοι δὲ ἀπόφονον ἐδέξαντο τὸν ἄτοπον φόνον. τὴν δὲ ἀπό πρὸς τὸ ἔλακεν, ἀπέλακεν, ἀντὶ τοῦ ἀπεφθέγξατο: — ἀντὶ τῆς περί: —
πρῶτον γὰρ εἶχεν ἡ Γῆ τὸν τρίποδα, εἶτα δεύτερον ἡ Θέμις, εἶτα Ἀπόλλων παρὰ Θέμιδος λαβών: —
τὸ μὲν παλαιὸν βοσκός τις ἔβοσκε πρόβατα εἰς ὄρος καὶ ἀναμεταξὺ τοῦ ὄρους ἐκείνου ἦν χάος, ὃ εὑρέθη πρῶτον ὑπὸ ἑνὸς τῶν προβάτων. ἰδὼν δὲ τοῦτο ὁ βοσκὸς ὅτι παρὰ φύσιν λαλεῖ τὸ πρόβατον καὶ παρακύψας καὶ αὐτὸς ἐκεῖσε ἤρξατο λαλεῖν στίχων πλοκὰς καὶ ἕτερα ἐξαίσια. ἰδόντες δὲ τοῦτόν τινες τῶν ἀνθρώπων στίχων πλοκὰς λέγοντα ἠρώτων αὐτὸν πῶς ἄρα τοιαῦτα λαλεῖ. ὁ δὲ εἶπεν ὅτι εἰς τὸ ὄρος, ἐν ᾧ ἔβοσκον τὰ πρόβατα, ἐκεῖσε μεμάθηκα ἀπὸ χάους τινός. ἀκούσαντες δὲ οἱ ἐγχώριοι ἔκτισαν ἐκεῖσε ναὸν τῷ Ἀπόλλωνι, ἐν ᾧ καὶ τρίποδα χαλκοῦν ἔστησαν διὰ τὸ χρᾶσθαι αὐτοῦ τῇ μαντείᾳ στήσαντες ἄνωθεν τοῦ χαλκοῦ γυναῖκα παρθένον, ἵνα ἀνακρούῃ αὐτὸν καὶ ἐξ αὐτοῦ τοὺς χρησμοὺς δέχωνται. Λοξίαν δὲ λέγουσι τὸν Ἀπόλλωνα διὰ τὸ ποιεῖσθαι ἐξεστραμμένους τοὺς χρησμούς: —
θωΰξασʼ ἔβαλες: ἀγρίως βοήσασα. τὸ γὰρ ὦ τάλας γεγωνότερον εἶπεν ὁ χορός: — θωΰξασα: θηριώδει βοῇ χρησαμένη. καὶ ἴσως εἴρηται παρὰ τοὺς θῶας. τινὲς δέ φασιν ὅτι φωνῇ ἐχρήσατο θρηνώδει ὁ χορὸς γραφῆναι μὴ δυναμένῃ, ἰυγμῷ ἢ καὶ ἰυγμοῦ τραχυτέρᾳ, ὅπερ εἰώθασι ποιεῖν αἱ γυναῖκες ἐπὶ τοῖς ὑπερβάλλουσι κακοῖς. ἃ γὰρ μὴ δύναται γράφεσθαι, ταῦτα διʼ ἑτέρων προσώπων δηλοῦται, οἷόν τι καὶ παρὰ τῷ κωμικῷ οἰκέτου στενάξαντος ἕτερός φησιν· «ἀκούεις, ὡς στένει»: — γράφεται καὶ ἐλάσασα: — ἀπὸ τοῦ σὺ γάρ νιν ἕως τοῦ θωΰξασα τὸ κῶλον: — ἡ ἐξ πρόθεσις πρὸς τὸ ἔβαλες, ἐξέβαλες δὲ ἀντὶ τοῦ ἐξήγειρας: —
εὕδειν μὲν οὖν ἔδοξα: ἐνόμισα αὐτὸν ἐν βάθει κοιμᾶσθαι: — ἀντὶ τοῦ δοκῶ. καθησυχάσουσα δὲ τὴν Ἠλέκτραν φησὶν ὅτι καθεύδειν αὐτὸν νομίζω. διὸ ἐπιφέρει τὸ ὑπνώσσει ὁριστικόν, ἐπεὶ πρώην ἀμφίβολον εἰποῦσα οὐκ ἔπεισεν: —
ὑποστρέψεις: —
ὑπνώσσει: μὴ ταράσσου, φησὶν ὁ χορὸς, κοιμᾶται γάρ. τὰ γὰρ δύο σσ ἐνεστῶτος ποιοῦσι τὸ ῥῆμα: — λέγεις εὖ: ἀληθῶς καὶ καλῶς λέγεις. ταῦτα δέ φησι σκοπήσασα αὐτὸν κοιμώμενον: — λέγεις εὖ: ἀντὶ τοῦ ἀληθῶς λέγεις. ὡς καὶ αὐτὴ θεωρήσασα αὐτὸν κοιμώμενόν φησιν: —
ἐπικαλεῖται τὴν Νύκτα πρὸς τὸ κοιμίσαι τὸν Ὀρέστην: — πότνια πότνια νὺξ ὑπνοδότειρα: ὁ κατὰ φύσιν ὕπνος ἐξ ὑγρότητος γίνεται· ὑγρὰ δὲ ἡ νὺξ ἀφισταμένου τοῦ ἡλίου τοῦ ξηραίνοντος καὶ θερμαίνοντος τὸν ἀέρα. ὁ τοίνυν Ὀρέστης ἐξηραμμένος ὑπὸ νόσου τε καὶ ἀσιτίας, ὑγρανθεὶς τῷ νυκτερινῷ καταστήματι μᾶλλον κοιμηθήσεται ἄλλως τε καὶ τῶν αἰσθήσεων ἠρεμουσῶν ἐν σκότῳ. ἕπεται ὕπνος ἡσυχίᾳ αἰσθήσεων καὶ κινήσεων: —
Ἐρεβόθεν ἴθι: ἔδει ἐκ Χάους εἰπεῖν, ὡς Ἡσίοδος· «ἐκ Χάεος Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο»: — ἄλλως: τοῦτο τὸ μέλος ἐπὶ ταῖς λεγομέναις νήταις ᾄδεται καί ἐστιν ὀξύτατον. ἀπίθανον οὖν τὴν Ἠλέκτραν ὀξείᾳ φωνῇ κεχρῆσθαι, καὶ ταῦτα ἐπιπλήσσουσαν τῷ χορῷ. ἀλλὰ κέχρηται μὲν τῷ ὀξεῖ ἀναγκαίως, οἰκεῖον γὰρ τῶν θρηνούντων, λεπτότατα δὲ ὡς ἔνι μάλιστα: —
ταχεῖα: —
γράφεται καὶ ἐπὶ δόμον: —
καὶ τοῦτο κατὰ ἀναφώνησιν λέγει ἡ Ἠλέκτρα: — σῖγα σῖγα φυλασσομένα: οὐ σιωπήσεις, φησὶν, ἀπὸ τοῦ στόματος φυλασσομένη τὸ ἀνακελαδεῖν καὶ τὴν ἀπὸ τῆς κοίτης ὕπνου χάριν ἥσυχον αὐτῷ παρέξεις. ἢ τὸν κέλαδον ἄποθεν τοῦ λέχους ποιουμένη. οἷον· οὐ σιγήσεις καὶ μετὰ ἡσυχίας αὐτὸν ἐάσεις κοιμηθῆναι: —
τὴν ἀπὸ τοῦ λέχους χαράν: —
εἰπέ: — θρόει: λέγε ποῖον τέλος αὐτὸν ἐκδέχεται, πότερον δύναται ῥαΐσαι, ἢ οὔ: — εἰπὲ ποῖον ἔσται τὸ πέρας, ποῖον τέλος αὐτὸν μένει, ἆρά γε ῥαΐσει τῆς νόσου ἢ οὔ: —
εἰ μὴ γὰρ ἐσθίει, τεθνήξεται: —
ἐξέθυσʼ ὁ Φοῖβος ἡμᾶς: ἀντὶ τοῦ ἀπώλεσεν ἡμᾶς ὁ Ἀπόλλων πατροφόνου μητρὸς αἷμα δούς, οἷον ἐνδοὺς ἡμῖν καὶ κελεύσας τὸν τῆς μητρὸς φόνον ἐργάσασθαι. τὸ δὲ ἑξῆς· μέλεον ἀποδοὺς αἷμα φόνον πατροκτόνου μητρός: — Ἄλλως: ἡ ἐξ πρὸς τὸ πατροφόνου. τουτέστι· δοὺς ἡμῖν τὸ αἷμα καὶ τὸν φόνον τῆς πατροφόνου μητρός. οἷον· ἐγχειρίσας ἡμῖν καὶ κελεύσας ἀπὸ τοῦ φόνου καὶ τοῦ αἵματος τῆς μητρὸς τιμωρῆσαι τῷ πατρί. δύναται δὲ καὶ ἀποδούς: —
ὠφείλετο μὲν γὰρ αὐτὴ ἀναιρεθῆναι, οὐ μέντοι ὑπὸ τοῦ παιδός: — δίκαια μὲν, καλῶς δʼ οὔ: ἀντὶ τοῦ δίκαιον μὲν αὐτὴν ἀναιρεθῆναι ἀνελοῦσαν τὸν ἄνδρα, οὐ μέντοι εὐκλεὲς οὐδὲ πρέπον ἦν ὑπὸ τοῦ παιδὸς αὐτὴν εὐθύνας δοῦναι τοῦ φόνου. ἐν δὲ τῷ ὑπομνήματι καὶ ταῦτα τῆς Ἠλέκτρας: —
ἔκανες ἔθανες: ἐφόνευσας. ὅθεν τὸ κανοῦν λέγεται, εἰς ὃ φέρεται ἡ ἱερουργικὴ μάχαιρα: — ἄλλως: φονεύσασα ἀνῃρέθης, τουτέστιν· ὁ κατὰ σοῦ πραχθεὶς φόνος ἄμυνα ἐγένετο καὶ οὐκ ἀδικία· σὺ γὰρ πρώτη ἐφόνευσας τὸν πατέρα: —
ἀπὸ δʼ ὤλεσας: ὁ δέ ἀντὶ τοῦ γάρ, ἵνʼ ᾖ ὁ νοῦς ἐπεξήγησις τοῦ ἔκανες ἔθανες· ἀπώλεσας γὰρ τὸν πατέρα ζῶσα καὶ θανοῦσα τὰ τέκνα διὰ τοῦ αἵματος: —
δεικτικῶς φησιν ἑαυτὴν καὶ Ὀρέστην: — ἀντὶ τοῦ· διὰ τὸν σὸν φόνον καὶ ἡμεῖς ἀπολώλαμεν: —
ἰσονέκυες: ἐπειδὴ εἶπεν ἰσονέκυες, κατασκευάζει πῶς εἰσιν ἰσονέκυες, λέγουσα πρὸς τὸν Ὀρέστην· σὺ γὰρ, Ὀρέστα, ἐν νεκροῖς τό τε πλεῖον μέρος τῆς ἐμῆς ζωῆς οἴχεται ἐν δάκρυσι συνεχέσι καὶ στεναγμοῖς. τὸ δὲ ἄγαμος ἐπὶ δʼ ἄτεκνος οὕτως συντακτέον· τὸ ἐπί εἰς τὸ ἕλκω καταβιβαστέον, ἵνʼ ᾖ οὕτως· ἐπιέλκω δὲ, ἤτοι ἐφέλκω, εἰς τὸν αἰὲν χρόνον ἡ μέλεος τὸν βίοτον καὶ τὴν ζωήν μου ἄτεκνος ἄγαμος, ἅτε, ἀντὶ τοῦ καθά, ἄγαμος: —
ἐπὶ δʼ ἄτεκνος ἅτε βίοτον: περισσὸν τὸ ἄτεκνος. ἀναστρεπτέον οὖν τὴν σύνταξιν· ἄτεκνος, ἐπειδὴ ἄγαμος· δυνατὸν γὰρ τὴν γήμασαν εἶναι ἄτεκνον: —
οὐ γάρ μʼ ἀρέσκει: Ἀττικὸν τὸ σχῆμα· Ἀριστοφάνης· «σὲ δὲ ταῦτʼ ἀρέσκει»: — τῷ πάνυ ἐκλελυμένῳ, τῷ σώματι: —
νῦν οὐ τραγῳδεῖ, ἀλλʼ ἐν τῇ μανίᾳ: — ὕπνου θέλγητρον: τὸ βαθύτατον τοῦ ὕπνου, τὸ μάλιστα θέλγειν δυνάμενον τοὺς ἀσθενοῦντας· ὁ γὰρ ἐλαφρὸς φαντασίαις ἀναμέμικται: — ἄλλως: θέλγητρον: τὸ θέλγον, ἡδῦνον, τὸ προσφιλέστατον καὶ βαθύτατον καὶ κάλλιστον τοῦ ὕπνου: — φυσικῶς τὸν ὕπνον οἶδεν ἐπίκουρον τῶν κακῶν: — ἐπίκουρον νόσου: φυσικῶς αὐτὸ εἶπεν· παραμύθιον γὰρ τῶν κακῶν οἶδε τὸν ὕπνον: —
ὦ πότνια λήθη τῶν κακῶν: πότνιαν εἶπεν αὐτήν, ἐπεὶ πάντας τιμῶμεν τοὺς παραμυθουμένους. τὸ δὲ ὡς εἶ σοφή ἀντὶ τοῦ· λίαν σοφῶς ἐπενοήθης ὑπὸ τῆς φύσεως. τὸ δὲ τῶν κακῶν οἰκείως προσέθηκεν, ἐπειδὴ καλὴ τῶν κακῶν ἐστιν ἡ λήθη: —
ἀπολειφθεὶς φρενῶν: τῶν πρὶν φρενῶν ἀπολειφθεὶς ἐν τῇ μανίᾳ. οὐχὶ νῦν ἀπολειφθεὶς τῶν φρενῶν ἀμνημονῶ, ἀλλʼ ἐν τῇ νόσῳ. τὸ γὰρ ὄργανον, διʼ οὗ ἀναφέρομεν τὰ πραττόμενα, συννοσεῖ τῷ σώματι. ἀμνημονῶ τί πέπρακταί μοι ἐν τῇ νόσῳ. τῶν προτέρων φρενῶν ἀπολειφθεὶς καὶ μανείς: — ἄλλως: τί πέπονθα ἀπολειφθεὶς τῶν πρὸ τῆς μανίας φρενῶν: — ἄλλως: ἀμνημονῶ γὰρ τῶν πρὶν ἀπολειφθεὶς φρενῶν: τῶν πρίν: ἕως τούτου ὀφείλεις στίζειν, εἶτα ἀπολειφθεὶς φρενῶν. δεῖ δὲ νοεῖν· οὐχὶ νῦν ἀπολειφθεὶς τῶν φρενῶν, ἀλλὰ τότε· νῦν γὰρ φρονίμως διαλέγεται: —
βούλει θίγω σου: φιλαδέλφου κόρης ἦθος καὶ λόγους ἐμιμήσατο: —
λαβοῦ λαβοῦ δῆτʼ: σφόδρα δεομένου ἡ φωνή· διὸ τῇ ἐπαναλήψει κέχρηται: — καὶ αὐχμώδη κόμην ἄφελε προσώπου: —
στόματος ἀφρώδη: τὸν πεπηγότα ῥύπον ὑπὸ τοῦ ἀφροῦ: — πέλανον: κυρίως πέλανος. τὸ λεπτὸν πέμμα, ᾧ χρῶνται πρὸς τὰς θυσίας, παρὰ τὸ πεπλατύνθαι. οἱ δέ φασι καὶ πᾶν ἐξ ὑγροῦ πεπηγός. ἔνιοι παρὰ τὴν παιπάλην· ἐκ γὰρ ταύτης ὡς ἐπὶ τὸ πλεῖστον γίνεται. ἢ παρὰ τὸ παλῦναι, ὅ ἐστι λευκᾶναι· Ὅμηρος· «ἐπάλυνεν ἀρούρας». λευκὸν γὰρ τὸ πέμμα. οἱ δὲ ἀπὸ τοῦ πελάζειν καὶ ἱκετεύειν τοὺς θεοὺς διʼ αὐτῶν: — καλῶς εἶπεν ἀφρώδη πέλανον ἐπὶ τοῦ στόματος, ἐπὶ δὲ τῶν ὀμμάτων οὐ δεῖ προσλαμβάνειν τὸ ἀφρώδη πέλανον, ἀλλὰ μόνον πέλανον. ἐπὶ γὰρ τῶν ὀμμάτων ῥύπος μὲν γίνεται, ἀφρῶδες δὲ οὔ: —
ἰδοὺ τὸ δούλευμʼ ἡδύ: τὴν ἀπὸ τοῦ γένους ἀνάγκην προβάλλεται πρὸς τὸ μὴ δυσωπῆσαι τῇ θεραπείᾳ τὸν ἀδελφόν: —
ὑπόβαλε πλευροῖς πλευρά: ἀστείως ταῦτα πεποίηται τοῖς λόγοις καὶ τοῖς ἤθεσι καὶ τῇ κατὰ τὴν σκηνὴν διαθέσει: —
λεπτὰ γὰρ λεύσσω κόραις: τουτέστιν· ἀποδιάστησον τὴν ἔμπροσθεν οὖσαν τῶν ὀφθαλμῶν μου κόμην. ἀσθενῆ γὰρ λεύσσω ταῖς κόραις διὰ τὸ ἐπικεῖσθαί μοι τὰς τρίχας: — γράφεται λεύσσω νόσῳ, ἵνʼ ᾖ· ἡ νόσος με ποιεῖ λεπτὸν λεύσσειν: —
αὐχμηρὸν ῥυπαρόν: — πῖνος ὁ ῥύπος· «πίνῳ δέ οἱ αὐαλέος χρὼς ἐσκλήκει» ὦ βοστρύχων πινῶδες ἄθλιον κάρα· κατὰ ἀναστροφὴν εἶπεν· οὐ γάρ ἐστι τῶν βοστρύχων τὸ κάρα, ἀλλὰ τοῦ κάρατος οἱ βόστρυχοι. ἢ ὅτι οὐδὲν ἄλλο ἐπιλείπεται τῇ κεφαλῇ ἢ μόνον οἱ βόστρυχοι, ἵνʼ ᾖ οὕτως· ὦ τῶν βοστρύχων ἄθλιον κάρα. παρακαθίσασα δὲ ἔξωθεν καὶ εἰς πλευρὸν δεξαμένη τὸν Ὀρέστην ταῦτα λέγει: —
ὅταν μʼ ἀνῇ νόσος: περὶ γὰρ τὸν καιρὸν τῆς μανίας εὐτονοῦσιν οἱ μαινόμενοι ἐντεινομένων τῶν νεύρων καὶ πνεύματος πληρουμένων· χαλωμένης δὲ τῆς μανίας καὶ τοῦ πνεύματος ἐπιλείποντος παρίενται: — ἀνῇ: ἐν ἀνέσει διαγενόμενος Ὀρέστης λέλυται: — τὸ ἀνῇ ἀντὶ τοῦ ἀφήσει καταλείψει. τουτέστιν· ἐὰν ἐν ἀνέσει γένωμαι: — ἢ ἡ διὰ τῆς μανίας νόσος, ἢ ἐπιθετικῶς· μανιὰς νόσος: —
ἀδύνατος, μὴ δυνάμενος κεχρῆσθαι τοῖς ἄρθροις: —
ἀνακύκλει δέμας: ἀνακίνει ἀνόρθου ἐξέγειρε· συμβαίνει γὰρ τὸν κείμενον κυκλοτερῆ τὴν ἀνάστασιν ποιεῖσθαι: — οἱ γὰρ νοσοῦντες οὐκ ἀρέσκονται τοῖς παροῦσιν, ἀεὶ δὲ πρὸς τὸ μέλλον ὁρῶσιν: —
ἦ καὶ ἐπὶ γῆς ἐφίεσαι τοὺς πόδας κινῆσαι, ὅ ἐστι περιπατῆσαι· τὸ γὰρ τῇ γῇ ἁρμόσαι χρόνιον ἴχνος πάντων γλυκύτατον. ἡ γὰρ μεταβολή, ὅ ἐστιν ἡ ἐκ τόπου εἰς τόπον ἄμειψις, μεγίστην τὴν ὠφέλειαν παρέχει. τὸ δὲ χρόνιον ἴχνος σημαίνει … οἱ δὲ τὸ κατακεῖσθαι αὐτὸν ὑπὸ τῆς νόσου· αὕτη γὰρ κώλυμα αὐτῷ τοῦ μὴ περιπατεῖν: —
μεταβολὴ πάντων γλυκύ: προσυπακουστέον τὸ κακῶν. κεκωμῴδηται δὲ ὁ στίχος. τὸ γὰρ ἐξ ὑγείας εἰς νόσον μεταβάλλειν οὔκ ἐστιν ἡδύ. φησὶ γοῦν ὁ κωμικός· ὁ πρῶτος εἰπὼν «μεταβολὴ πάντων γλυκύ» οὐχ ὑγίαινε, δέσποτʼ· ἐκ μὲν γὰρ κόπου γλυκεῖʼ ἀνάπαυσις, ἐξ ἀλουσίας δʼ ὕδωρ καὶ τὰ τοιαῦτα· ἢν δʼ ἐκ πλουσίου πτωχὸν γενέσθαι, μεταβολὴ μὲν, ἡδὺ δʼ οὔ. ὥστʼ οὐχὶ πάντων ἐστὶ μεταβολὴ γλυκύ: —
δόξαν γὰρ τόδʼ ὑγιείας ἔχει: τὸ ἀναστῆναι. ὁπόταν γὰρ εὐθυμῇ ψυχὴ τῇ τῆς ἐλπίδος ὑπολήψει, συνδιασῴζεται τὸ σῶμα. καὶ Σιμωνίδης· «τὸ δοκεῖν καὶ τὰν ἀλάθειαν βιᾶται»: —
ἀντὶ τοῦ ἰσχυρόν: —
πάντως καινότερόν τι ἀπαγγελεῖς: — χάριν φέρεις: οἱ ἐν περιστάσει ὄντες ἀεὶ τὸ ἐπάγγελμα τοῦ μέλλοντος λέγεσθαι δεδοίκασιν: —
ἡ παρά καὶ τὸ ἐμοῦ προσληπτέον: —
σοῦ κασίγνητος πατρός: διὰ τοῦ σοῦ κασίγνητος πατρός ψυχαγωγεῖ τὸν ἀδελφὸν ὑπομιμνήσκουσα τοῦ πατρὸς καὶ ἐλπίδας ἀγαθὰς ὑποτίθεται διὰ τοῦ θείου. περιπαθέστερον δὲ ποιεῖ τὸ δρᾶμα καὶ πόρρωθεν διαβάλλουσα τὸν Μενέλαον, καθὸ ἐλπισθεὶς βοηθήσειν οὐκ ἐβοήθησεν: —
ἥκει· τὸ πιστόν: τὸ ἑξῆς οὕτως· τοῦτο πιστὸν δέχου τῶν ἐμῶν λόγων: — τὸ πιστὸν τόδε λόγων: ἀντὶ τοῦ πίστευε τοῖς ἐμοῖς λόγοις. πίστιν δέχου ταύτην βεβαίαν καὶ ἀσφαλῆ μαρτυρίαν, τὸ καὶ τὴν Ἑλένην αὐτῷ συνεπιδημῆσαι· ὅπου γὰρ Ἑλένη, πάντως που καὶ Μενέλαος: —
ὡς τοῦ τὴν Ἑλένην ἀχθῆναι ἐπιμολύναντος τὴν εὐπραξίαν Μενελάου: —
μέγα γὰρ αὐτὴν κακὸν τῇ Ἑλλάδι ἔτεκεν: — ἐπίσημον ἔτεκε Τυνδάρεως: Στησίχορός φησιν ὡς θύων τοῖς δεοῖς Τυνδάρεως Ἀφροδίτης ἐπελάθετο· διὸ ὀργισθεῖσαν τὴν θεὸν διγάμους τε καὶ τριγάμους καὶ λειψάνδρους αὐτοῦ τὰς θυγατέρας ποιῆσαι. ἔχει δὲ ἡ χρῆσις οὕτως· «οὕνεκά ποτε Τυνδάρεως ῥέζων πᾶσι θεοῖς μόνης λάθετʼ ἠπιοδώρου Κύπριδος, κείνα δὲ Τυνδάρεω κούραις χολωσαμένη διγάμους τε καὶ τριγάμους τίθησι καὶ λιπεσάνορας». καὶ Ἡσίοδος δέ· τῇσιν δὲ φιλομμειδὴς Ἀφροδίτη ἠγάσθη προσιδοῦσα, κακὴν δέ σφʼ ἔμβαλε φήμην. Τιμάνδρη μὲν ἔπειτʼ Ἔχεμον προλιποῦσʼ ἐβεβήκει, ἵκετο δʼ ἐς Φυλῆα φίλον μακάρεσσι θεοῖσιν. ὣς δὲ Κλυταιμνήστρη προλιποῦσʼ Ἀγαμέμνονα δῖον Αἰγίσθῳ παρέλεκτο, καὶ εἵλετο χείρονʼ ἀκοίτην. ὣς δʼ Ἑλένη ᾔσχυνε λέχος ξανθοῦ Μενελάου: — ἀντὶ τοῦ πολυθρύλητον. περισσὸν δὲ τὸ ἄρθρον: —
αὐτεξούσιος γὰρ ἡ ἀρετή. καὶ Ὅμηρος· «ἐπεὶ μάθον ἔμμεναι ἐσθλός»: —
ὄμμα σόν: φυσικῶς· καθόλου γὰρ τῶν τῆς ψυχῆς παθῶν εἰκόνες οἱ ὀφθαλμοί. αἰφνίδιοι δὲ τῶν λυσσωδῶν νοσημάτων αἱ μεταβολαὶ γίνονται: —
ταχὺς δὲ μετέθου: ταχέως εἰς μανίαν μετεβλήθης ἄρτι σώας ἔχων τὰς φρένας: — ὁ νοῦς· μετεποιήθης καὶ μετεβλήθης εἰς λύσσαν, ἐν δὲ τῷ πρὸ τούτου … μεταθεῖς, ἀντὶ τοῦ μετατρέχεις: —
ὦ μῆτερ: δοκεῖ τὸ εἴδωλον τῆς μητρὸς παριστάμενον ὁρᾶν καὶ ἐπισεῖον κατʼ αὐτοῦ τὰς Ἐρινύας: — ὦ μῆτερ, τὰς αἱματοποιοὺς καὶ δρακοντώδεις κόρας ἐπʼ ἐμοὶ μὴ ἐπίσειε, ἤγουν μὴ μετακίνει: —
τὰς αἱματωπούς: τὰ συμβαίνοντα τοῖς πάσχουσί τι τοῖς προεστῶσι τοῦ πάθους θεοῖς ἀνατιθέασιν οἱ ποιηταί· οἷόν τι καὶ Ὅμηρός φησι περὶ τῶν Λιτῶν· «χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ»· ἐκ τῶν ἀποβαινόντων παθῶν εἰδωλοποιήσας. καὶ τὸν Πλοῦτον τυφλὸν λέγουσιν, ὅτι ἀκρίτως ποιεῖ πλουσίους, καὶ τὸν Καιρὸν ὀπισθοφάλακρον, ὅτι τοῦ παρῳχημένου ἀδύνατον ἀντιλαμβάνεσθαι· καὶ κωφὸν δὲ αὐτὸν ὁ Δημοσθένης φησὶν, ὅτι μετακαλούμενος οὐχ ὑπακούει. καὶ νῦν αἱματωποὺς εἶπε τὰς Ἐρινύας ὁ Εὐριπίδης ἐκ τοῦ τοὺς μαινομένους ὕφαιμον βλέπειν καὶ ταραχῶδες, ὡς Φοῖβος ὁ τοῦ φοιβᾶν τοὺς μάντεις, ὅ ἐστι μαίνεσθαι, αἴτιος καὶ «πολύμοχθος Ἄρης»
τὰς Ἐρινύας ἐνθουσιαστικῶς φαντάζεται ὁρᾶν: — αὗται γὰρ αὗται: ἐκ τοῦ ἀφανοῦς ὑπέθετο τὰς Ἐρινύας αὐτὸν διωκούσας, ἵνα τὴν δόξαν τοῦ μεμηνότος ἡμῖν παραστήσῃ· ὡς εἴγε παρήγαγεν αὐτὰς εἰς μέσον, ἐσωφρόνει ἂν Ὀρέστης τὰ αὐτὰ πᾶσιν ὁρῶν. ταῦτα δὲ νεώτερα· Ὅμηρος γὰρ οὐδὲν τοιοῦτον εἶπε περὶ Ὀρέστου: —
τὰ γὰρ φαντασιώδη ἀνυπόστατα: — ὁρᾶς γὰρ οὐδέν: ὃ γὰρ τὸ τῶν σωφρονούντων ὄμμα διαφεύγειν συμβέβηκεν, τοῦτο κατὰ τὴν πλάνην τοῖς μαινομένοις … —
ἱέριαι δειναὶ θοαί: τὸ ἱέριαι προπαροξύνουσιν ὡς τὸ τιμώριαι καὶ αἴτιαι: — ἐνέρων ἱέρειαι: ἱερείας αὐτὰς καλεῖ παρόσον ἐξυπηρετοῦνται αὐτοῖς· ἀποστέλλουσι γὰρ αὐτοῖς τὰς ψυχάς: —
μίʼ οὖσα: μία οὖσα τῶν κατʼ ἐμοῦ Ἐρινύων ἀπόστηθι. Ἐρινύων δὲ τῶν μανιῶν, ἵνʼ ᾖ· ἄνες με τῆς μανίας ἀναχωρήσασά μου: —
μέσον μʼ ὀχμάζεις: συνέχεις ἐπαίρεις. ἴδιον δὲ τῶν μαινομένων τὸ τοὺς κηδομένους ἀποσείεσθαι καὶ δοκεῖν βλάπτεσθαι μᾶλλον: —
ὡς τῶν Ἐρινύων ἐψαυκυιῶν αὐτοῦ: — κερουλκά: διὰ τῶν κεράτων ἕλκοντα τὴν νευρὰν, ἢ τὸ βέλος, ὡς τὸ κεραελκὴς ταῦρος. ἢ παρὰ τὸ ἐκ κεράτων εἶναι καὶ ἕλκεσθαι: — Στησιχόρῳ ἑπόμενος τόξα φησὶν αὐτὸν εἰληφέναι παρὰ Ἀπόλλωνος. ἔδει οὖν τὸν ὑποκριτὴν τόξα λαβόντα τοξεύειν. οἱ δὲ νῦν ὑποκρινόμενοι τὸν ἥρωα αἰτοῦσι μὲν τὰ τόξα, μὴ δεχόμενοι δὲ σχηματίζονται τοξεύειν. εἰ δὲ καὶ μαινόμενος ἐπʼ ἐνίων ὑγιαίνει, μὴ θαυμάσωμεν. ἡ γὰρ νόσος ποικίλη τῶν μεμηνότων· ὡς κἀν ταῖς Τρῳάσιν ἡ Κασάνδρα· «τοσόνδε δʼ ἐκτὸς στήσομαι βακχευμάτων»: —
μανιάσιν λυσσήμασιν: ταῖς μανιώδεσι λύσσαις. σχῆμα δέ ἐστι περίφρασις: — μανιάσιν λυσσήμασιν: ὡς τὸ «φοίνικι λίνῳ», ἀρσενικὸν μετὰ οὐδετέρου. ἀπὸ δὲ τοῦ ἡ μανιὰς τὸ μανιάσι: — μανιώδεσι λυσσήμασιν· ἢ μανίαις καὶ λυσσήμασιν: —
εἰ μὴ ʼξαμείψει: εἰ μὴ ἀποστήσεταί τις τῶν Ἐρινύων τοῦ ἐμοῦ προσώπου: —
τί δῆτα μέλλετʼ· ἐξακρίζετʼ αἰθέρα: στιγμὴ εἰς τὸ μέλλετε. τὸ δὲ ἑξῆς· εἰς τὰ ἄκρα τοῦ αἰθέρος πέτεσθε καὶ μέμφεσθε τὰ λόγια τοῦ Ἀπόλλωνος καὶ μὴ ἐμέ: — τὰ ἄκρα τοῦ αἰθέρος καταλαμβάνετε: — πτερωτὰς καὶ οὗτος τὰς Ἐρινύας ὑπέθετο: —
ἔα: ἐκπληκτικὸν ἢ θαυμαστικὸν ἐπίρρημα τὸ ἔα: — τί χρῆμʼ ἀλύω: διὰ ποίαν αἰτίαν ἀδημονῶ: — ἄλλως: τί τὸ πρᾶγμα καὶ τίς ἡ νόσος αὕτη, καθʼ ἃ ἀδημονῶ καὶ ἠπόρημαι. παρὰ τὴν ἄλην· «ἡ δʼ ἀλύουσʼ ἀπεβήσετο»
ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήνʼ ὁρῶ: κεκωμῴδηται ὁ στίχος διὰ Ἡγέλοχον τὸν ὑποκριτήν· οὐ γὰρ φθάσαντα διελεῖν τὴν συναλοιφὴν ἐπιλείψαντος τοῦ πνεύματος τοῖς ἀκροωμένοις τὴν γαλῆν δόξαι λέγειν τὸ ζῷον, ἀλλʼ οὐχὶ τὰ γαληνά. πολλοὶ μὲν οὖν αὐτὸ διέπαιξαν τῶν κωμικῶν, Ἀριστοφάνης … καὶ Στράττις ἐν Ἀνθρωπορραίστῃ· καὶ τῶν μὲν ἄλλων οὐκ ἐμέλησέ μοι μελῶν, Εὐριπίδου δὲ δρᾶμα δεξιώτατον διέκναισʼ Ὀρέστην, Ἡγέλοχον τὸν Κυντάρου μισθωσάμενος τὰ πρῶτα τῶν ἐπῶν λέγειν. καὶ ἐν ἄλλοις παίζων φησί· γαλήνʼ ὁρῶ. —ποῖ πρὸς θεῶν, ποῖ ποῖ γαλῆν· —γαληνά. —ἐγὼ δʼ ᾤμην σε γαλῆν λέγειν ὁρῶ. καὶ Σαννυρίων ἐν Δανάῃ· τί οὖν γενόμενος εἰς ὀπὴν ἐνδύσομαι· ζητητέον. φέρʼ εἰ γενοίμην γαλῆ· ἀλλʼ Ἡγέλοχος εὐθύς με μηνύσειεν ἂν ὁ τραγικὸς ἀνακράγοι τʼ ἂν εἰσιδὼν μέγα· «ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ»: —
σὺ μὲν γὰρ ἐπένευσας τάδʼ, εἴργασται δʼ ἐμοί: ἐγὼ μὲν εἰργασάμην, σὺ δὲ ἐπένευσας. θέλει δὲ εἰπεῖν ὅτι οὐ μετέχεις τοῦ φόνου, ἐπεὶ οὐδὲ ἔπραξας· διὸ οὐδὲ ὀφείλεις ἄχθεσθαι: —
οὐ σοὶ μέμφομαι ἀλλὰ τῷ Ἀπόλλωνι, ὅτι πείσας με μητέρα φονεῦσαι οὐ βοηθεῖ: —
ὅστις μʼ ἐπάρας: ἀναπτερώσας καὶ ἀναπείσας εἰς ἔργον ἀνοσιώτατον: — ἔργον ἀνοσιώτατον: ἀπειρηκὼς τῇ νόσῳ ὃ πρὶν εὐσεβὲς ᾤετο νῦν ἀνόσιον καλεῖ: —
ὡς ὑποσχομένου τοῦ θεοῦ βοηθήσειν: —
ἠρώτων ἐξέταζον: — τὸ νίν ἐπὶ τῶν τριῶν γενῶν λαμβάνεται, αὐτόν, αὐτήν, αὐτό: —
μήποτε τεκούσης: μηδέποτε ἐπὶ τῇ σφαγῇ τῆς μητρὸς ὠθῆσαι τὸ ξίφος: —
καὶ νῦν ἀνακάλυπτʼ: τὴν ὄψιν δηλονότι· ἐσκεπάσατο γὰρ ὑπὲρ τοῦ μὴ λυπεῖν τὸν ἀδελφὸν δακρύοις: — ἄλλως: σεαυτὴν ἀποκάλυπτε· ἔκλαιε γὰρ «κρᾶτα θεῖσʼ εἴσω πέπλων»
ἴσχναινε: λέπτυνε. παρὰ τὸ ἴσχω ἰσχνῶ ἰσχναίνω παραγώγως· ὅθεν καὶ ἰσχάς: — γράφεται καὶ ἴσχανε, ἀντὶ τοῦ ἔπεχε πράυνε κούφιζε: — γράφεται καὶ ἴσχναινε: —
χρή σε νουθετεῖν φίλα: νουθετεῖν καὶ παραμυθεῖσθαί σε τὰ φίλα καὶ προσηνῆ λέγοντα. λείπει οὖν τὸ λέγοντα· τὰ φίλα λέγοντα: —
σῖτόν τʼ ὄρεξαι: διὰ τούτων φησὶν· μὴ ἄγαν ἀγρυπνίᾳ καὶ λιμῷ διάφθειρε σεαυτὴν, ἵνα μὴ νοσήσῃς· εἰ γὰρ τῷ προσεδρεύειν μοι κτήσῃ νόσον τινὰ καὶ ἀποστῇς, κἀγὼ τῆς σῆς παρουσίας ἐστερημένος ἀπόλλυμαι: — ἔκτεινον τὰς χεῖράς σου εἰς τροφήν: — ἀντὶ τοῦ ἐκτείνασα τὴν χεῖρα λάβε: —
οὐκ ἔστι· σὺν σοί: ἐπειδὴ εἶπεν αὐτῇ εἰ προλείψεις με, φησὶν οὐκ ἔστι, ἀντὶ τοῦ· οὐ προλείψω σε: —
καὶ ζῆν· ἔχει γὰρ ταὐτόν: τὸ ζῆν με καὶ ἀποθανεῖν ταὐτόν ἐστιν, ἐὰν σὺ τελευτήσῃς. ἢ τὸ ἔχει ἀντὶ τοῦ σχήσει· ὁ δὲ λόγος· ἐὰν σὺ ἀποθάνῃς, ταὐτόν μοι πάθος γενήσεται, ὅ ἐστι· κἀγὼ συντεθνήξομαί σοι: — ἕξει γὰρ ταὐτόν με πάθος, ὅπερ καὶ σέ: —
τουτέστιν· εἰ βούλει με φαγεῖν, πείθομαι: —
καὶ μὴ τὸ ταρβοῦν: μὴ ἐν ὑποψίᾳ ἔχε μηδὲ φαντάζου τὸ ἐκφοβοῦν σε. ἀποδέχου δὲ ἀντὶ τοῦ ὑποδέχου προσδέχου: —
κἂν μὴ νοσῇς γάρ: Καλλίστρατος τὴν ἐκτὸς τοῦ σ γραφὴν διδάσκει· κἂν μὴ νοσῇ γάρ, ἀλλὰ δοξάζῃ νοσεῖν, ἵνʼ ᾖ ἀπὸ τοῦ Ὀρέστου εἰς κοινὸν μεταβεβηκὼς ὁ λόγος: — δοξάζῃς: ἀντὶ τοῦ δοξάζῃ τις, ὡς τὸ «φαίης κε ζάκοτόν τέ τινʼ ἔμμεναι»: —
δρομάδες ὦ πτεροφόροι: πανταχοῦ περιτρέχουσαι καὶ τιμωρούμεναι τοὺς ἀνθρώπους. ἢ περιτρέχειν ποιοῦσαι τοὺς μεμηνότας: —
Ποτνιάδες θεαί: μανιοποιοί. Πότνιαι γὰρ χωρίον ἐστὶ Βοιωτίας, ἔνθα φαγοῦσαι βοτάνην αἱ Γλαύκου ἵπποι καὶ μανεῖσαι διεσπάσαντο τὸν ἴδιον δεσπότην Γλαῦκον τὸν Βελλεροφόντου πατέρα ἐν τῷ ἐπιταφίῳ Πελίου. Πότνιαι δὲ πόλις Βοιωτίας, ὅθεν καὶ Γλαῦκος … γευσάμενον … ἐμμανὴς γέγονε καὶ ἥλατο εἰς θάλασσαν: — ἀπὸ τῶν Ποτνιάδων ἵππων μετήνεγκεν, αἳ μανεῖσαι ἔφαγον τὸν Γλαῦκον: —
ἀβάκχευτον αἳ θίασον: ἤτοι κακοβάκχευτον, τὸν κακὴν ἔχοντα βακχείαν οὐ πρέπουσαν τῷ Διονύσῳ, ἀλλʼ ἐν θρήνοις καὶ γόοις ἐξεταζομένην. ἢ παρόσον ἄοινα καὶ νηφάλια ταῖς θεαῖς ταύταις τὰ ἱερὰ συντελεῖται. ἢ τὸν μεγάλως ἐκβακχεύοντα: —
μελάγχρωτες: μέλαιναι· χθόνιαι γάρ εἰσιν. ἢ μελαίνουσαι τοὺς νοσοῦντας. ὡς καὶ πρὸς τὸν Μενέλαον Ὀρέστης φησὶν· «ἔδοξʼ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας»: —
ταναὸν αἰθέρα: ἀνὰ τὸν αἰθέρα πάλλεσθε πτερωταὶ οὖσαι. Ὅμηρος· «ἠεροφοῖτις Ἐρινύς»: — ταναὸν αἰθέρα: τὸν λεπτομερῆ, τροπικῶς· τὰ γὰρ τεινόμενα τῶν σωμάτων λεπτύνεται. τὸ ἀμπάλλεσθε ὡς, ἀνακινουσῶν αὐτῶν τὸν ἀέρα ἐμφαντικῶς, τουτέστιν· ἀναπάλλεσθε τοῖς πτεροῖς, κατὰ τὸν Ὁμηρικὸν Ποσειδῶνα τὸν σείοντα τοῖς ποσὶ καὶ τῇ πορείᾳ τὸ ὄρος: —
τιμωρίαν λαμβάνουσαι ὑπὲρ αἵματος καὶ φόνου: —
τῆς λύσσης τῆς καὶ μαίνεσθαι ποιούσης καὶ φοιτᾶν, ὅ ἐστι περιϊέναι: — λύσσα καὶ μανία καὶ φοῖτος ἕν ἐστιν: — τὸ καθʼ ἑαυτό. τουτέστι· δυστυχής ἐστι χάριν τῶν μόχθων: — τοῦτο κατʼ ἰδίαν ἀναπεφώνηται. ἢ τὸ φεῦ συντέτακται, ἵνʼ ᾖ· φεῦ οἵων μόχθων ὁ τάλας ὀρεχθεὶς ἔρρεις: —
ἐπιθυμήσας· ἐκτείνεται γὰρ τὴν διάνοιαν ὁ ἐπιθυμῶν: — πρὸς αὐτὸν ἀπέτεινε τὸν λόγον· οἵων πραγμάτων ὁ τάλας ἐπιθυμήσας· λέγει δὲ τοῦ φόνου τοῦ κατὰ τῆς μητρός· οἴχῃ καὶ διέφθαρσαι ἀπὸ τοῦ τρίποδος δεξάμενος τὴν μαντείαν, ἣν ὁ Φοῖβος ἔλακεν: —
ἀπόφατιν: ἀντὶ τοῦ ἀπόφασιν πρόσταξιν: —
κατʼ ἐκεῖνο τὸ δάπεδον: —
ἵνα μεσόμφαλοι λέγονται: ἡ Δῆλος γὰρ μεσαιτάτη ἐστὶ τοῦ παντὸς κόσμου. ἢ τῶν Κυκλάδων νήσων. ἢ παρὰ τὰς ὀμφὰς καὶ τὰς φήμας: — ἵνα μεσόμφαλοι λέγονται: ὀμφαλὸς κέκληται ἡ Πυθὼ παρὰ τὰς ὀμφὰς τὰς ὑπὸ τοῦ θεοῦ χρηστηριαζομένας. ἢ παρὰ τὸ εἶναι ἐν μέσῳ τῆς οἰκουμένης τὴν Πυθώ. λέγεται γὰρ τὸν Δία μαθεῖν βουλόμενον τὸ μέσον τῆς γῆς δύο ἀετοὺς ἰσοταχεῖς ἀφεῖναι, τὸν μὲν ἀπὸ δύσεως, τὸν δὲ ἀπὸ ἀνατολῆς, καὶ ἐκεῖσε αὐτοὺς ἀπαντῆσαι, ὅθεν ὀμφαλὸς ἐκλήθη. ἀνακεῖσθαί τε χρυσοῦς ἀετούς φασι τῶν μυθευομένων ἀετῶν ὑπομνήματα: —
ἰὼ Ζεῦ: πρὸς τὸ ἄνω τοῦτο σχετλιαστικῶς μετὰ ἤθους ἀναπεφώνηται: —
τὸ δεύτερον τίς ἀντὶ τοῦ οὐδείς: — τίς ἔλεος: εἰς τὸ τίς ἔλεος στιγμὴν δεδωκότες λείπειν τῷ λόγῳ φήσομεν τὸ γενήσεται καὶ τὸ ἄλλο τίς ἀντὶ τοῦ οὐδείς, ἵνʼ ᾖ ὁ νοῦς οὕτως· τίς ἔλεος γενήσεται, ἀντὶ τοῦ· τίς ἐλεήσει σε, Ὀρέστα: — ἄλλως: τίς ἄρα, φησὶ, τοῦτον ἐλεήσει, τίς δὲ ὁ κίνδυνος οὗτος καὶ ἡ μανιώδης νόσος ἐπέρχεται ἐπὶ σὲ τὸν μέλεον, ταχύνων σε καὶ ἐξεγείρων. τουτέστιν· ἆρα δαίμων τις ἐπιπέμπει τούτῳ τὰς Ἐρινύας: — ἢ καὶ ἄλλως: τίς ἐλεήσει αὐτόν· ἔξωθεν ἀκουσόμεθα τὸ οὐδείς. διὰ τί· οὗτος γὰρ αὐτῷ ὁ κίνδυνος, ὁ ἐκ τῶν Ἐρινύων, ἐπέρχεται φόνιος, μεθʼ ὁρμῆς φερόμενος ἐπὶ σὲ τὸν μέλεον: — ἄλλως: τίς ἔλεός ἐστι τούτῳ τῷ Ὀρέστῃ, τίς, ὦ Ζεῦ, ᾧ δάκρυα δάκρυσι συμβάλλεταί τις ἀλάστωρ, πορεύων εἰς δόμους, ἀντὶ τοῦ περιέλκων αὐτὸν τῇ μανίᾳ κατὰ τὸν οἶκον, ὅστις, ὁ ἀλάστωρ, ἀνεγείρει τὸ αἷμα τῆς μητρός: — ἄλλως: τίς ἔλεός ἐστι τούτῳ, ᾧ δάκρυα ἐπιβάλλει τις τῶν ἀλαστόρων δαιμόνων, τὸ αἷμα τῆς μητρὸς πορεύεσθαι καὶ διατρέχειν αὐτὸν κατὰ τὸν οἶκον ποιοῦν. τινὲς δὲ ἤκουσαν εἰς ἀλαστόρων δόμον ἀντὶ τοῦ εἰς Ἅιδου, εἰς τὸν οἶκον τῶν ἀλαστόρων· καὶ τίς δὲ ἡ νόσος πορεύεσθαι αὐτὸν ποιοῦσα εἰς Ἅιδου. ἡ δὲ περικοπή· οἵων μόχθων ἐπιθυμήσας, ὦ τάλας, διέφθαρσαι, δεξάμενος ἀπὸ τοῦ τρίποδος τὴν μαντείαν, ἣν ὁ Ἀπόλλων εἶπε κατὰ τοὺς Δελφοὺς, ἔνθα γῆς ὀμφαλὸς λέγεται. τίς ἐλεήσει αὐτὸν, ὦ Ζεῦ· τί· οὗτος γὰρ αὐτῷ ὁ ἀγὼν ἐκ τῶν Ἐρινύων ἐπέρχεται διὰ τὸν τῆς μητρὸς φόνον, μεθʼ ὁρμῆς φερόμενος ἐπὶ σὲ τὸν μέλεον. μετέβαλε δὲ ἀπὸ τοῦ περὶ αὐτοῦ λόγου εἰς τὸν πρὸς αὐτόν: — τίς ὅδʼ ἀγὼν φόνιος ἔρχεται ἕως τοῦ ματέρος αἷμα σᾶς ὅ σʼ ἀναβακχεύει: τὸ ἑξῆς· τίς φόνιος οὗτος ἀγὼν, ματέρος αἷμα σᾶς ὅ σε ἀναβακχεύει, ἔρχεται θοάζων σε τὸν μέλεον, ᾧτινι, τῷ ἀγῶνι, δάκρυα δάκρυσι συμμίσγει τις τῶν ἀλαστόρων μαίνεσθαί σε ποιῶν κατὰ τοὺς οἴκους: —
θοάζων: ἐπιδιώκων ταχύνων διεγείρων ἐκμαίνων. «κῆτος θοάζον» Ἀνδρομέδᾳ ᾧ δάκρυα δάκρυσι: συνάγει καὶ συμμίσγει ἐπάλληλα δάκρυα. Ὅμηρος· «συμβάλλετον ὄμβριμον ὕδωρ». ἢ συνάπτει, ἵνα ᾖ ἡ μεταφορὰ ἀπὸ τῶν συμβαλλόντων τοῖς σχοινίοις ἕτερα καὶ ἐπιμηκέστερα ποιούντων, οἷον· ἐπὶ τοῖς δάκρυσι συνάπτει δάκρυα. Ἀριστοφάνης· «ὥσπερ οἱ τὰ σχοινία συμβάλλοντες εἰς τὰς ὁλκάδας»: — ᾧ δάκρυα: ᾧ, τῷ Ὀρέστῃ, δάκρυα δαίμων τις κακὸς ἀλλεπάλληλα συνάπτει δίκην τοῦ αἵματος τῆς μητρὸς αὐτοῦ εἰσπραττόμενος: —
εἰς δόμους ἀλαστόρων: ἀντὶ τοῦ εἰς δόμους τοῦ Ἅιδου τὴν σὴν μητέρα ἢ σέ, τὸν Ὀρέστην: —
ὅ σʼ ἀναβακχεύει: διχῶς στίζουσιν. ἀποδίδοται οὖν πρὸς μὲν τὴν πρώτην στιγμήν· τίς οὗτος φόνιος ἔρχεται ἀγὼν, ᾧ, ἀγῶνι, δάκρυα δάκρυσι συμμίσγει καὶ συμβάλλει τις τῶν ἀλαστόρων πορεύεσθαι ποιῶν τὸ αἷμα τῆς σῆς μητρὸς εἰς τοὺς οἴκους καὶ μὴ ἐῶν αὐτὸ ἠρεμεῖν ἀτιμώρητον, ὅ σε, τὸ αἷμα δηλονότι, ἀναβακχεύει καὶ μαίνεσθαι ποιεῖ. πρὸς δὲ τὴν δευτέραν στιγμὴν οὕτως· τίς οὗτος ἔρχεται φόνιος ἀγὼν, δάκρυα δάκρυσι συμμίσγει τις τῶν ἀλαστόρων, ὅς σε ἀναβακχεύει πορεύων καὶ περιέλκων ματέρος αἷμα σᾶς, ὅ ἐστιν· ἀνακινῶν τὸ αἷμα τῆς μητρός σου κατὰ τοὺς οἴκους καὶ μὴ ἠρεμεῖν αὐτὸ ἐῶν ἀτιμώρητον: — ὅ σʼ ἀναβακχεύει: τινὲς στίζουσιν εἰς τὸ ὅ σʼ ἀναβακχεύει, ἵνʼ ᾖ ὅπερ σε, τὸ αἷμα. γράφεται δὲ καὶ ὅς σε ἀναβακχεύει, ἀλάστωρ ὅς σε ἀνακινεῖ καὶ μαίνεσθαι ποιεῖ: — ὅ σʼ ἀναβακχεύει: τουτέστιν· ὅπερ, τὸ αἷμα τῆς μητρὸς, ἀναβακχεύει σε καὶ μαίνεσθαι ποιεῖ. ἢ ὅστις ἀλαστόρων ἀνακινεῖ τὸ αἷμα τῆς μητρός σου μὴ ἐῶν αὐτὸ ἠρεμεῖν ἀτιμώρητον: —
ὁ μέγας ὄλβος: περισσὸν τὸ ἓν ὡς: — οὐ μόνιμος ὁ μέγας ὄλβος. κατέκλυσε γὰρ αὐτὸν δαίμων τις, ὡσεὶ λαῖφος ἀκάτου θοᾶς τινάξας κατέκλυσε τοῖς ὀλεθρίοις καὶ λάβροις κύμασι πόντου. τὸ δὲ δεινῶν πόνων ἐν μέσῳ ἀναπεφώνηται. ἢ οὕτως· ὡς δὲ πόντου λάβροις ὀλεθρίοις ἐν κύμασι δαίμων τις ἀκάτου θοᾶς λαῖφος κατέκλυσεν, οὕτως καὶ τὸν μέγαν ὄλβον κατέκλυσε τινάξας ὑπὸ δεινῶν πόνων: —
ἀνὰ δὲ λαῖφος: ἀνατινάξας δέ τις δαίμων τὸν ὄλβον κατέκλυσεν αὐτὸν καὶ κατεπόντισεν, ὡς ἀκάτου θοᾶς λαῖφος πόντου λάβροις ὀλεθρίοις κύμασιν. ὅσον γὰρ δύναται πνεῦμα κατὰ νηὸς ἐν θαλάσσῃ, τοσοῦτον κατὰ τὸν βίον τῶν ἀνθρώπων ἡ τύχη: —
κατέκλυσεν δεινῶν: κλύζεσθαι παρεσκεύασεν. ἄστατον ὄντα ὑπὸ τῶν δεινῶν πόνων, τουτέστιν ἔργων. Ὅμηρος· «αὐτὰρ ἐπεὶ παύσαντο πόνου». ὡς γὰρ κλύζεται ναῦς ἐν θαλάσσῃ, οὕτω καὶ ἡ τῶν ἀνθρώπων τύχη ὑπὸ ἀστάτων ἔργων. τὸ γὰρ τῆς τύχης ῥεῦμα μεταπίπτει ταχύ: — ἀνὰ δὲ λαῖφος: οὕτως κλύζεσθαι δαίμων τις παρεσκεύασεν ὑπὸ ἀστάτων ἔργων, δηλονότι τὸν ὄλβον, ὡς λαῖφος ἀκάτου θοᾶς ἀνατινάξας κλύζεσθαι ἐποίησεν ἐν κύμασι πόντου λάβροις καὶ ὀλεθρίοις: — καὶ ἄλλως: ἀνατινάξας γὰρ δαίμων τις, ὅ ἐστιν ἄνωθεν ἐκ τοῦ οὐρανοῦ πέμψας, δηλονότι τὸν ὄλβον, οὕτως κλύζεσθαι ἐποίησεν ὑπὸ τῶν ἀστάτων ἔργων ὡς ναῦν ἐν κύμασι πόντου λάβροις καὶ ὀλεθρίοις. τὸ γὰρ λαῖφος ἀκάτου θοᾶς περιφραστικῶς τὴν ναῦν: —
τίνα γὰρ: ἀλγῶ οὖν, φησὶν, ὡς ἐπὶ ἰδίοις κακοῖς καὶ συνυποφέρομαι τὴν τύχην. τίς γὰρ ἕτερος οἶκός ἐστι σέβεσθαι παρʼ ἡμῶν ἄξιος ἢ οὗτος, ὃς ἐκ θεῶν ἔχει τὴν καταβολήν. ἀρχηγὸς γὰρ τῆς γονῆς ὁ Ζεὺς, ὅστις ἐφύτευσε Τάνταλον Πλουτοῖ συνελθών: — πρὸς τὰ ἄνω. πρὸς τὸ κατολοφύρομαι τὸ τίνα γὰρ ἔτι πάρος: —
ἐν τοῖς τέλεσιν εἰώθασιν οἱ ἀπὸ τοῦ χοροῦ μεταλλάττειν φεύγοντες τὴν μονῳδίαν τοῦ λόγου: — καὶ μὴν βασιλεύς: τὸ ἑξῆς· καὶ μὴν βασιλεὺς ὅδε δὴ στείχει Μενέλαος ἄναξ, τῶν Τανταλιδῶν ἐξ αἵματος ὤν, πολλῇ δʼ ἁβροσύνῃ δῆλος ὁρᾶσθαι: —
ὅ ἐστι· διὰ τῆς ὄψεως ἐμφαίνει τὴν εὐγένειαν: — τῇ τρυφῇ τοῦ βαδίσματος. ἢ τῆς ὄψεως: —
ὦ χιλιόναυν στρατὸν ὁρμήσας: διʼ ὧν δοκεῖ αὐτὸν ἐπαινεῖν, διὰ τούτων λυπεῖ ἀναμιμνήσκουσα τῶν ἀπολομένων ἐν τῇ Τροίᾳ: —
εἰς γῆν Ἀσίαν: ἀπὸ τούτων αὐτὸν ἐγκωμιάζει, ἀφʼ ὧν ἐμεγαλύνετο. τῷ δὲ ἀπηρτισμένῳ ἀριθμῷ ἐχρήσατο· τοσαῦται γὰρ ἦσαν αἱ νῆες τῶν Ἑλλήνων, ͵αρπϛ: — νεώτερον τὸ τῆς Ἀσίας ὄνομα: —
σὺ, φησὶν, οὐ μετέχεις τῆς δυστυχίας τῶν Τανταλιδῶν: —
θεόθεν πράξας ἅπερ ηὔχου: τὸν γὰρ πόλεμον κατορθώσας ἔλαβε τὴν Ἑλένην. σὺ μὲν οὖν, φησὶν, εὐτυχῶς ἀπηλλάχθης, ὁ δὲ Ὀρέστης δυστυχεῖ: —
ὦ δῶμα: ἀπὸ πρώτης παρόδου σημειοῦται τὸ κακόηθες τῆς γνώμης Μενελάου. καὶ γὰρ οὐδὲ εἰς Σπάρτην ἀνήχθη, ἀλλὰ πρότερον εἰς Ἄργος ὡς ἐξελάσων Ὀρέστην, ὡς ἐν τοῖς ἑξῆς δῆλός ἐστι. καίτοι παρὰ τῷ ποιητῇ εὑρίσκεται τῶν πάλαι πολεμίων φειδόμενος· ἐν γὰρ τῇ Ζ ῥαψῳδίᾳ κωμῳδεῖται συγχωρῶν ζῆν τὸν Ἄδραστον δόσιν χρημάτων ἐπαγγειλάμενον: —
ὄρος Λακωνικῆς· καὶ Ὅμηρος· «Μαλειάων ὄρος αἰπύ»: —
ὁ ναυτίλοισι: τοῖς γὰρ ναύταις οὗτος, ὃς φίλος καὶ θαλάσσῃ ἐστὶ καὶ ἰχθύσι, τὰ πεπρωμένα βάζει: —
Νηρέως προφήτης: οὗτος Ἀνθηδόνιος ἁλιεύς· ἑωρακὼς δὲ ἰχθὺν παρὰ τὴν ψάμμον βοτάνης γευσάμενον καὶ ἀναζήσαντα, φαγὼν καὶ αὐτὸς γέγονεν ἀθάνατος, ἀλλʼ οὐκ ἀγήραος, ἐφʼ ᾧ κατεπόντισεν ἑαυτόν. μαντεύεται δὲ ὡς ὁ παρʼ Ὁμήρῳ Πρωτεὺς καὶ παρὰ Πινδάρῳ Τρίτων τοῖς Ἀργοναύταις: —
περιπεσὼν πανυστάτοις: περισσὴ ἡ περί. καί ἐστιν ὁ νοῦς· ἀποθανὼν, πεσὼν, ἀπολωλὼς τοῖς πανυστάτοις λουτροῖς τῆς ἀλόχου. ἢ περιπεσών ἀντὶ τοῦ συντυχὼν τοῖς λουτροῖς τῆς ἀλόχου· λουσαμένῳ γὰρ τὸν χιτῶνα περιήγαγεν· ὡς ἐν Ἑκάβῃ· «κτεῖνʼ ὡς ἐν Ἄργει φόνια λουτρά σʼ ἀναμένει»: —
ἀπὸ Ναυπλίου τοῦ πατρὸς Παλαμήδους: —
ἤδη δάμαρτος: μέμνηται τῆς γυναικὸς οὐκ ἐν δέοντι ἔρωτι, μεγίστῳ δὲ μᾶλλον: —
δοκῶν Ὀρέστην: ὕπουλα πάντα τὰ ῥήματα Μενελάου, ἀφʼ οὗ ὁ ποιητὴς τὸ ἄστατον τῆς Λακεδαιμονίων γνώμης κωμῳδεῖ, ὡς καὶ ἐν Ἀνδρομάχῃ· «ὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν, Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια». πρὸ γὰρ Διοκλέους, ἐφʼ οὗ τὸν Ὀρέστην ἐδίδαξε, Λακεδαιμονίων πρεσβευσαμένων περὶ εἰρήνης ἀπιστήσαντες Ἀθηναῖοι οὐ προσήκαντο, ἐπὶ ἄρχοντος Θεοπόμπου. οὕτως ἱστορεῖ Φιλόχορος
ἀντὶ τοῦ περιλαβεῖν: —
ὡς εὐτυχοῦντας: εἰώθασιν οἱ ἄνθρωποι τὰς τῶν ἐχθρῶν ἀτυχίας εὐτελεῖς λογίζεσθαι βουλόμενοι μέχρι θανάτου τὴν ἀτυχίαν αὐτοῖς προκόπτειν. καὶ ὁ Μενέλαος τοίνυν ἔφεδρος ὢν τῇ τοῦ Ὀρέστου ἀρχῇ μόνον τὸ ζῆν αὐτὸν εὐτυχίαν ὁρίζεται: — ἄλλως: τὰ κατὰ τὸν Ἀγαμέμνονα ἠπιστάμην καὶ τὸν ἐκείνου θάνατον ἐδάκρυσα, ἐλπίζων δὲ περιπτύσσεσθαι τὸν Ὀρέστην καὶ τὴν μητέρα ὡς σῳζομένους, παρʼ ἐλπίδας ἤκουσα τῆς Κλυταιμνήστρας τὸν θάνατον. τὸ γὰρ εὐτυχοῦντας ἀντὶ τοῦ σώους καὶ ὑγιεῖς: — τὸ εὐτυχοῦντας κακοήθως: — τῶν ἁλιέων, ἀπὸ τοῦ κτυπεῖν ταῖς κώπαις. ἢ τῶν ναυτῶν: —
δέον εἰπεῖν εὐσεβῆ φόνον, κακοήθως ἀνόσιον καὶ ἀσεβῆ φόνον καλεῖ τὴν τιμωρίαν Κλυταιμνήστρας: — γράφεται θυγατρός: —
ἀντὶ τοῦ· ὅπου ἐστὶν ὁ Ἀγαμέμνονος γόνος: —
ὃς τὰ δείνʼ ἔτλη: καὶ ἐκ τούτου δῆλός ἐστιν ὁ Μενέλαος πονηρῶς ταῦτα λέγων. δέον γὰρ εἰπεῖν· ὃς ἤμυνε τῷ πατρί, φησὶν· ὃς τὰ δεινὰ εἰργάσατο κακά: —
ἢ περὶ οὗ ἐρωτᾷς, ἢ ὃν ὁρᾷς. εἴρηται γὰρ ἡ ὄψις ἱστορία, ὡς ἂν εἴποιμεν· ἱστόρησα τὴν πόλιν: —
πρωτόλεια θιγγάνω: ἀντὶ τοῦ πρὸ πάντων σε λιτανεύω καὶ ταύτην πρώτην ἱκεσίαν ἐπὶ σὲ ποιοῦμαι οὐπώποτέ τινα ἄλλον ἱκετεύσας. πρωτόλεια δὲ κυρίως ἡ τῆς λείας ἀπαρχή· νῦν δὲ πρωτόλειά φησι τῆς ἱκεσίας τὴν ἀπαρχήν. καταχρηστικῶς γὰρ πρωτόλεια πάντα τὰ πρῶτά φασιν: — ἀντὶ τοῦ πρῶτον, σύνθετον ἀντὶ ἁπλοῦ: — τῶν σῶν δὲ γονάτων πρωτόλεια: πρωτόλειον μὲν κυρίως λέγεται τὸ ἀπὸ τῆς λείας ἐξαίρετον, τὸ ἀνατιθέμενον τῷ θεῷ· ἐνταῦθα δὲ τὸ πρωτόλειον ὡς ἐπίρρημα ἐδέξατο ἀντὶ τοῦ κατὰ πρῶτον λόγον ἢ πρωτοτύπως: —
ἱκέτης ἀφύλλου στόματος: ἀντὶ τοῦ ἄνευ στεμμάτων: — τὴν φυλλάδα ἱκετεύοντες προέτεινον, ὡς παρʼ Ὁμήρῳ ὁ Χρύσης «στέμματʼ ἔχων ἐν χερσίν». κέκληται δὲ φυλλάς, ἐπεὶ ἐκ φύλλων ἤτοι ἐλαίας ἢ δάφνης ἐστί, καὶ ταύτην τῶν γονάτων ἐξάπτουσι τῶν ἱκετευομένων. ἐπεὶ οὖν ἔθος ἐστὶ τοῖς ἱκετεύουσι φυλλάδα· προτείνειν, τοῦτο δὲ νῦν οὐ πάρεστι, διὰ τοῦτό φησι τὴν ἐκ στόματος καὶ λόγων μόνων ἱκεσίαν ποιεῖσθαι. τὸ δὲ ἐξάπτων ἔφη παρόσον οὓς ἱκέτευον, τούτοις παρετίθεσαν τὰς ἱκετηρίας. Ἀχαιὸς Ἀζᾶσι· «νῦν οὖν ἡμεῖς ἱκέται … θαλλούς τε θεῶν τε σέβας τίθεμεν πρὸ ποδῶν τῶν σῶν λῆξαι τῆς ἀστερόπου Ζηνὸς θυσίας». τινὲς δὲ ἀφύλλου στόματος ἤκουσαν τοῦ κατεξηραμμένου διὰ τὴν νόσον ἀπὸ μεταφορᾶς τῶν δένδρων, ἅτινα μὴ ἔχοντα φύλλα ὡς ἐπὶ πολὺ ξηρὰ εὑρίσκεται: — ἀφύλλου στόματος ἐξάπτων λιτάς: τὸ ἀφύλλους λιτάς ἐνταῦθα εἰς τιμὴν τοῦ Μενελάου Ὀρέστης εἶπε ταῖς μεγίσταις τιμαῖς βιάζων ἐκεῖνον γενέσθαι αὐτῷ εἰς βοηθόν. οἱ γὰρ ποιούμενοι τὰς λιτὰς πρὸς τὸ θεῖον ἀεὶ κλάδους ἐπεφέροντο νεωστὶ δρεφθέντας ἐκ δένδρων καὶ θάλλοντας καὶ φύλλων κομῶντας καὶ εἰρίοις πολυχρόοις ἀναδεδεμένους, οὓς καὶ εἰρεσιώνας ἐκάλουν. τρόπον οὖν τινα ταῦτα λέγει ὁ Ὀρέστης πρὸς τὸν Μενέλαον ὅτι ἔδει τὰς λιτὰς ὡς θεῷ σοι προσαγαγεῖν μετὰ κλάδων, νῦν δὲ διὰ τὸ μὴ δύνασθαι τοῦτο, ἐπειδὴ πανταχόθεν εἰλοῦμαι παγχάλκοις ὅπλοις καὶ κωλύομαι, τὰς ἐκ στόματος προαγομένας ταύτας προσάγω: —
τίνα ἐκ τῶν νεκρῶν βλέπω: —
εὖ γʼ εἶπας: καλῶς με νεκρὸν ἐκάλεσας· οὐ γὰρ ζῶ ὑπὸ τῶν κακῶν. ὅσον ἥκει εἰς τὰ κακά, οὐ ζῶ: —
τὸ σῶμα φροῦδον: ἀντὶ τοῦ εἰς ὄνομα μόνον λείπεται τὰ ἐμά. καὶ εἰς ὄνομα μόνον λείπεται τὰ κατʼ ἐμέ, ἐπεὶ τὸ σῶμα ἅπαν μοι φροῦδον γέγονεν: —
ὅδʼ εἰμὶ μητρός: ἤτοι ὅτι μετανοεῖ ἀνελὼν αὐτήν, ταλαίπωρόν φησιν· οὐ γὰρ πρὸ πράξεως καὶ μετὰ τὴν πρᾶξιν οἱ αὐτοὶ τυγχάνομεν· ἢ προσαγόμενος αὐτὸν εἰς ἔλεον διὰ τοῦ καθομολογεῖν τὴν ἀνοσίαν ἑαυτοῦ πρᾶξιν· ἢ ὑπομιμνήσκων αὐτὸν ὅτι ἔκδικος τοῦ πατρὸς ὑπάρχει. τὸ δὲ ταλαίπωρος παρὰ τὴν πώρην, ὃ δηλοῖ τὸ πένθος. Ἀντίμαχος· «πωρητὺν ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἕκαστος», ἀντὶ τοῦ πένθος: —
φείδου δʼ ὀλιγάκις λέγειν κακά: λείπει τὸ ὥστε· ἤκουσα, ὥστε φείδου λέγειν τὰ κακά. οἷον· παραιτοῦ τὰ κακὰ πολλάκις λέγειν. ὀλιγάκις δὲ ἀντὶ τοῦ οὐδʼ ὅλως, ὡς τὸ «ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς» ἄλλως: οὕτως συντάξεις· φείδου λέγειν τὰ κακά, ἀντὶ τοῦ. πεφεισμένως λέγε τὰ κακά. ὀλιγάκις δὲ ἀντὶ τοῦ καὶ ὀλιγάκις, τοῦ δέ ἐνταῦθα ἀντὶ τοῦ καί κειμένου: —
διὸ λέγειν ἀναγκάζεται πλουσίως καὶ πολυτελῶς ἔχων τὰ κακά: —
πρᾶγμα: —
ἡ σύνεσις ὅτι σύνοιδα: ἐγκαλοῦσί τινες· πῶς γὰρ, φασὶν, αἰτιᾶται τὴν σύνεσιν, τὸ πᾶν αἴτιον τῶν Ἐρινύων ἐχουσῶν. ἀγνοοῦσι δὲ ὅτι ὑπὸ δισσῶν φησιν ἀπόλλυσθαι, περὶ μὲν τὸν καιρὸν τῆς ὑγιείας ὑπὸ τῆς συνειδήσεως, ἐν δὲ τῇ λύσσῃ ὑπὸ τῶν Ἐρινύων· ὃ καὶ ἐπάγει· «μανίαι τε»: — μετὰ γὰρ τὴν μανίαν ἡ ἔννοια τῶν κακῶν αὐτὸν ἐδάμαζεν: —
πῶς φής: διὰ τὸ μὴ πρὸς ἔπος ποιήσασθαι τὴν ἀπόκρισιν, τούτου ἕνεκεν λέγει αὐτὸν ἀσαφῶς εἰρηκέναι: — ἄλλως: ἐπεὶ αὐτὸς μὲν τὴν ἰδέαν ἐπύθετο τῆς νόσου, ὁ δὲ τὸ συνειδὸς ἔφη, τοῦτο δὲ οὐ πάντως νόσος, τούτου χάριν φησὶν αὐτὸν ἀσαφῶς εἰρηκέναι. τίς οὖν ἐστιν ἡ ἀπὸ τῆς συνειδήσεως νόσος· ἡ λύπη, ὡς ἑξῆς λέγει: — οὐ τὸ μὴ σαφὲς λέγειν ἐστὶ σοφόν, ἀλλὰ τὸ λέγειν σαφές: —
μανίαι τε μητρὸς αἵματος τιμωρίαι: αἱ τιμωρητικαὶ τοῦ αἵματος τῆς μητρὸς, ἃς ὑφίσταμαι τιμωρίαν ταύτην διδοὺς ὑπὲρ τοῦ τῆς μητρὸς φόνου: — κατὰ κοινοῦ τὸ διαφθείρουσά με: —
ἤρξω δὲ λύσσης πότε: καὶ τοῦτο πονηρῶς. θέλων γὰρ ἐλέγξαι ὡς θεομισῆ φησιν ἤρξω δὲ λύσσης πότε. ἤθελε γὰρ μαθεῖν εἰ χρόνιόν ἐστι τὸ νόσημα καὶ δυσίατον: —
ἐν ᾗ τάλαιναν μητέρʼ ἐξώγκουν: ἐν ᾗ, ἡμέρᾳ, ὑψηλοποίουν τὸ τῆς μητρὸς μνῆμα: — γράφεται ἐν ᾗ ταλαίνης μητρὸς ἐξώγκουν τάφον: — ὅ ἐστι· τὸ χῶμα ἐπέβαλλον: — ἐτίμων: —
πότερα κατʼ οἴκους: ἀπὸ κοινοῦ τὸ ἤρξω, τουτέστιν· ἐν ποίᾳ ἡμέρᾳ ἤρξω καὶ ἐν ποίῳ τόπῳ. κακοήθως δὲ καὶ τοῦτο: —
νυκτὸς φυλάσσων: μήποτέ τις ἀφέληται τὰ ὀστᾶ. ἢ παρατηρῶν πότε σβεσθείσης τῆς φλογὸς ἀφέλωμαι τὰ ὀστᾶ: —
ἀντὶ τοῦ φοβεράς, ὡς ὁ ποιητής· «νυκτὶ ἐοικώς»: —
εὐπαίδευτα δʼ ἀποτρέπου: κατὰ ἀντίφρασιν, ἀντὶ τοῦ ἀπαιδεύτως. ἢ οὕτως· εὐπαιδεύτως δὲ ποιεῖς ὀνομάζειν αὐτὰς Ἐρινύας παραιτούμενος: — ἄλλως: ἀπαιδεύτως φυλάττου ὀνομάζειν αὐτάς. πῶς δὲ ἀπαιδεύτως· καλῶν αὐτὰς Ἐρινύας: —
αὗταί σε βακχεύουσιν: κακοήθως τῷ ὀνόματι ἐχρήσατο ἀντὶ τῆς μανίας. κακόηθες δὲ καὶ τὸ ὑπομιμνήσκειν αὐτὸν τοῦ φόνου τῆς μητρός. ἤρκει γὰρ αὗταί σε βακχεύουσιν. λείπει δὲ ἡ διά, ἵνʼ ᾖ διὰ τὸν συγγενῆ φόνον: — τὸ δὲ συγγενεῖ φόνῳ διὰ τὴν μητέρα. ἀλλʼ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς Ὀρέστης εἶπεν, ὁ δὲ Μενέλαος οὐ δεινὰ πάσχειν δεινὰ τοὺς πεπραγμένους καὶ κατέκρινεν αὐτὸν χωρὶς κρίσεως: —
γυμνὸν ἐνταῦθα δείκνυται τὸ ἦθος τοῦ Μενελάου· κατέκρινε γὰρ αὐτὸν ἄνευ κρίσεως: —
τῶν συμβάντων πραγμάτων: — ἀλλʼ ἔστιν ἡμῖν ἀναφορά: ἐπεὶ εἶπεν ὁ Μενέλαος οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους καὶ κατέκρινεν αὐτὸν δεινὰ πεπραχέναι, φησὶν Ὀρέστης· ἀλλʼ ἔστιν ἡμῖν τῆς συμβάσης τύχης ἀναφορά, ὅ ἐστι· δυνάμεθα τοῦ συμβάντος πράγματος τὴν αἰτίαν ἀναγαγεῖν εἴς τινα, ὥστε μὴ εἶναι ἡμᾶς αἰτίους δεινῶν πράξεων. εἶτα ὁ Μενέλαος· μὴ θάνατον εἴπῃς τοῦ πατρός· οὐ γὰρ σοφόν. εἰ γὰρ καὶ διὰ τὸν πατέρα ἀνεῖλες τὴν μητέρα, δεινὰ πέπραχας· σὺ γὰρ οὐκ ὤφειλες θάνατον ἐπαγαγεῖν τῇ μητρί, ἀλλʼ ἡ δημοσία κρίσις. εἶτα Ὀρέστης λέγει ὅτι ὁ Ἀπόλλων ἔκρινε καὶ διὰ τοῦτο οὐ δεινὰ διεπραξάμην, εἴγε θεὸς ὁ κρίνας καὶ κελεύσας. εἶτα ὁ Μενέλαος· τοῦτο, τὸ δεινὸν, ἔκρινεν ἀμαθὴς ὤν. εἶτα Ὀρέστης· εἴτε ἀμαθεῖς εἴτε σοφοὶ οἱ θεοὶ, οὐκ οἶδα, τοῦτο δὲ οἶδα ὅτι δουλεύομεν καὶ πειθόμεθα αὐτοῖς, ὁποῖοι ἄν εἰσιν, εἴτε σοφοὶ εἴτε φαῦλοι. εἶτα ὁ Μενέλαος· εἰ αὐτός σοι ἐκέλευσε, πῶς οὐκ ἐλεεῖ νοσοῦντα καὶ μαινόμενον. εἶτα Ὀρέστης· ἴσως ἐλεήσει, ἀεὶ γὰρ βραδύνει τὸ θεῖον: — ἄλλως: ὅρα τὸ εὐφυὲς τοῦ ποιητοῦ, πῶς διʼ ἀμφοτέρων τῶν προσώπων τούτων, τοῦ Ὀρέστου καὶ τοῦ Μενελάου, τὰς ἐναντίας τῶν ἀνθρώπων δόξας ὑποδηλοῖ. ἐπεὶ γὰρ οἱ μὲν τῶν ἀνθρώπων λέγουσι τιμωρεῖν τὸ θεῖον τοῖς πάσχουσιν, οἱ δʼ ἀδιαφοροῦσι, διὰ μὲν τοῦ Ὀρέστου τὸ βοηθεῖσθαι παρὰ τοῦ θείου τοὺς κάμνοντας συνίστησι, διὰ δὲ τοῦ Μενελάου σοφιστικῶς ἀπαγορεύει. ἐκεῖθεν δὲ τὴν ὑφὴν τοῦ λόγου προὐκατεσκεύασεν. εἰπόντος γὰρ τοῦ Μενελάου ἀπὸ τοῦ «οἶδα μὲν αὐτὰς, ὀνομάσαι δʼ οὐ βούλομαι» καὶ καθεξῆς, τοῦ Ὀρέστου εἰς μομφὴν τῶν Εὐμενίδων κινηθέντος ὁ Μενέλαος τρόπον τινὰ τοῦτον ἀπεστρέψατο εἰπὼν αὗταί σε βακχεύουσι συγγενεῖ φόνῳ, δηλονότι ἃς κατευτελίζεις καὶ οὐ θέλεις καλεῖσθαι Εὐμενίδας λέγων εὐπαίδευτα δʼ ἀποτρέπου λέγειν, ἤτοι ἀπόφευγε τὸ προστιθέμενον αὐταῖς ὄνομα, τὸ Εὐμενίδες, παρὰ τῶν εὖ πεπαιδευμένων καὶ σοφῶν λέγειν καὶ λέγε δήπουθεν τὸ οἰκεῖον αὐταῖς ὄνομα ἤγουν αἱ ἀλάστορες, αἱ Τελχῖνες, αἱ φονεύτριαι. πρὸς τὸ βακχεύουσιν ὁ Ὀρέστης ἐπιτατικῶς εἶπε τὸ οἴμοι διωγμῶν οἷς ἐλαύνομαι τάλας, ὁ δʼ ἀντεῖπεν οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους ἤγουν μὴ τὰς θεὰς μέμφου, ἑαυτὸν δὲ τὸν αἴτιον τοῦ πάσχειν τὰ δεινὰ ὡς δεινὰ ἐργασάμενον. εἶτα ἐκείνου φεύγοντος τὴν πρᾶξιν καὶ πρὸς τὸν Φοῖβον ταύτην ἀναφέροντος ὁ Μενέλαος ἀπεστρέψατο μὴ εἶναι λέγων τὸ θεῖον ἀμαθὲς τοῦ καλοῦ καὶ τοῦ δικαίου. ἐκείνου δὲ ἐπιμείναντος τῇ ἐνστάσει καὶ λέξαντος ὅτι δουλεύομεν τοῖς θεοῖς, ἤτοι ποιοῦμεν ἃ παρʼ αὐτῶν κελευόμεθα κἂν μὴ λίαν ἐπιστάμεθα τί πρᾶγμά εἰσιν οἱ θεοί, ὁ Μενέλαος τὸν οἰκεῖον βουλόμενος συστῆσαι λόγον ὅτι οὐκ ἐκ θεοῦ ἐκεῖνο, ἀλλʼ ἐκ θυμοῦ τὸ πραχθέν, φησὶν ὅτι πάντως ἂν ἐβοήθησέ σοι ὁ θεὸς, εἴπερ καὶ προσέταξεν. ὡς δʼ εἶπεν ἐκεῖνος μέλλει τὸ θεῖον, ἤτοι βραδύνει ἐν ταῖς ἀντιδόσεσι ταῖς φαύλαις τε καὶ ταῖς ἀγαθαῖς ὡς ὂν φύσει τοιοῦτον, σοφιστικῶς ἐκεῖνος ἐπήγαγε τὸ ὡς ταχὺ μετῆλθόν σʼ αἷμα μητρὸς αἱ θεαί, ἤτοι ἀπῄτησαν. ἔκλεψε δʼ αὐτὸν διὰ τῆς μέσης ἐρωτήσεως τῆς πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί. ἀποκριθέντος ἐκείνου τὸ πόσον τοῦ καιροῦ, ἀνεῖλεν ἐκεῖ τὸ μέλλει τὸ θεῖον διὰ τοῦ ὡς ταχὺ μετῆλθόν σʼ αἷμα μητρός: —
μὴ θάνατον εἴπῃς: ὁ μὲν τὸν Ἀπόλλωνα ᾐνίξατο αἴτιον τῆς μανίας, ὁ δὲ ᾤετο τὸν τοῦ πατρὸς λέγειν θάνατον. ἐκκλείων οὖν αὐτὸν ἀπολογίας φησὶ· μὴ λέγε τὸν θάνατον τοῦ πατρὸς μηδʼ αὐτὸς ἁμαρτὼν εἰς τὸν πατέρα ἀνάφερε τὴν ἁμαρτίαν. εὔηθες γὰρ τὸ αὐτόν τινα ἁμαρτάνοντα ἄλλῳ περιτιθέναι τὴν αἰτίαν: — σὺ γὰρ, φησὶν, αὐτὸς αἴτιος τυγχάνεις. ἢ οὕτω· μὴ ὀνομάσῃς τὸν μητρὸς φόνον μηδὲ λέγε ὅτι τοῦτον προστέταξαι παρὰ τοῦ κρείττονος πράττειν. οὐ γὰρ ἁρμόζει θεῷ τὸ πρόσταγμα, ὅθεν σιώπα καὶ κρύπτε τὸ ἀμαθὲς τοῦ δαίμονος. ἢ μὴ εἰς τὴν εἱμαρμένην καὶ τὸν θάνατον ἀνενέγκῃς· οὐ γάρ ἐστι σοφὸν τοῦτο: — ἄλλως: τὸν θάνατον τοῦ πατρός. τοῦτο γὰρ οὐ βέβαιον· οὐ γὰρ δεῖ ἀντιφονεύειν τοὺς φονέας: — ἄλλως: ὁ Μενέλαος βουλόμενος αὐτὸν θανεῖν λέγει τὸ νομιζόμενον ὅτι μέλλεις λέγειν θάνατον, ἐν ἑαυτῷ βουλόμενος ἀγαγεῖν: —
Φοῖβος κελεύσας: ἀπὸ κοινοῦ οὕτως συντάξεις ὅτι ἐκέλευσεν ἂν τοῦτο ὁ Φοῖβος καὶ ἐπιστεύθης ἀληθεύειν, ἐὰν ἦν ἀμαθέστερος καὶ πλέον σοῦ ἀμαθὴς τοῦ καλοῦ καὶ τοῦ δικαίου. τοῦτο δὲ εἶπεν ὡς φαυλίσας τὴν ἀναφορὰν, ὡς τάχα ψευσαμένου τοῦ Ὀρέστου καὶ τούτῳ τῷ τρόπῳ φεύγοντος τὴν μομφὴν τοῦ μητρικοῦ φόνου. κρείσσων γὰρ ἦν ἡ αἰτία, ἐὰν ἦν αὕτη ὁ θάνατος τοῦ πατρός, τοῦ θεὸν … —
ἀμαθέστερός γʼ ὤν: εἰ τοῦτο ἐκέλευσεν, ἀμαθής ἐστιν, ἵνα ἐκ τῶν ἐναντίων δηλώσῃ ὅτι οὐκ ἐκέλευσεν ὁ θεός· οὐ γάρ ἐστιν ὁ θεὸς ἀμαθής: — ἄλλως: μετὰ συλλογισμοῦ τοῦτο εἴρηκεν· εἰ γὰρ οὐκ ἀμαθὴς ὁ θεός, δῆλον ὅτι οὐδὲ προσέταξε τοῦτο ποιεῖν: — ἀντὶ τοῦ ἀμαθής ἐστιν: —
δουλεύομεν θεοῖς: ἀνθρώπων ἐχόντων τὴν μορφήν. ἢ ὁποίας ὦσι δυνάμεως καὶ κρίσεως, δουλεύομεν αὐτοῖς. τοῦτο δὲ πρὸς τὸ ἀμαθέστερος: — ὅ τι ποτʼ εἰσὶν οἱ θεοί: ἀκαίρως τοῦτο: ἑώρακε γὰρ τὸν Ἀπόλλωνα καὶ ἀκήκοεν αὐτὸν αἴτιον· ὡσεί τις ἰδὼν ἀετὸν λέγει· τί ποτέ ἐστιν· ἦ ἀετός: — δουλεύομεν: ἀνεπίγνωστον γὰρ ἔχουσι τοῖς ἀνθρώποις τὴν γνώμην. ὁποίας ἄρα, φησὶν, εἰσὶ δυνάμεως, δουλεύομεν αὐτοῖς: —
κᾆτʼ οὐκ ἀμύνει: πανούργως ἔχει πᾶσα ἡ ἐρώτησις. ὁ μὲν γάρ φησιν ὅτι ὁ Ἀπόλλων μοι ἐκέλευσεν ἀνελεῖν τὴν μητέρα, ὁ δὲ ἀντεπάγει· καὶ πῶς ὁ κελεύσας ἀνελεῖν τὴν μητέρα οὐκ ἐλεεῖ σε μαινόμενον. τοῦ δὲ εἰπόντος ὅτι μελλητικόν ἐστι τὸ θεῖον, πάλιν ὁ Μενέλαός φησι· πῶς οὖν Ἐρινύες σε ταχέως μετῆλθον· οὐκ εἰσὶ καὶ αὗται θεαί. ἐλέγχει οὖν αὐτὸν ὡς καταψευδόμενον: —
πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί: ἐχρῆν εἰπεῖν πόσῳ χρόνῳ. τὸ δὲ μητρός κακοήθως καὶ δυσωπητικῶς: —
ὡς ταχὺ μετῆλθόν σʼ: διὰ τούτων ἐλέγχει αὐτὸν ὡς ἀθέως πεπραχότα τὸν φόνον, ὅπου γε αἱ μὲν Ἐρινύες εὐθέως τῇ μητρὶ συνεμάχησαν, ὁ δὲ Ἀπόλλων ἀναβάλλεται τὴν συμμαχίαν. καὶ ἀνθυποφορά ἐστι τοῦ εἰρημένου ὑπὸ Ὀρέστου τὸ θεῖόν ἐστι τοιοῦτον φύσει: —
οὐ σοφός: οὐ σοφὸς διαρρήδην μοι ὀνειδίζων τῆς μητρὸς τὸ αἷμα, ἀληθὴς δέ. ἀληθὲς γὰρ διὰ τὸν φόνον ἀμύνεσθαι αὐτὸν τὰς Ἐρινύας: — ἄλλως: πρὸς ὃ κλαπεὶς ὁ Ὀρέστης εἰς κολακείαν αὐτοῦ προὔθετο τὸ οὐ σοφὸς, ἀληθὴς δʼ εἰς φίλους ἔφυς κακός. τοῦτο δὲ τὸ ἔπος ἐναντιοφανές ἐστιν. ἐναντιοφανῆ δὲ λέγεται τὰ ῥητὰ τὰ μὴ τῇ κειμένῃ φράσει συναρμοζόμενα, νοήματι δὲ ἢ συντάξει θεραπευόμενα. σκόπει γὰρ ὅτι πρὸς ὕβριν ἐστὶ τοῦ Μενελάου τὸ οὕτως εἰπεῖν «οὐ σοφὸς ἔφυς, ἀληθὴς δὲ καὶ τέλειος κακὸς εἰς τοὺς φίλους» καὶ ποῦ δέον τὸν ἱκέτην ὑβρίζειν τὸν ἱκετευόμενον. θεραπεύεται δὲ τὸ ἔπος τῇ συντάξει οὕτως· οὐ σοφὸς κακὸς εἰς φίλους ἔφυς, ἀληθὴς δὲ ἔφυς σοφός. τὸ δὲ νόημα τοιοῦτον· σοφὸς μὲν ἀληθὴς λέγεται ὁ ὄντως σοφός, σοφὸς δὲ κακὸς ὁ σοφιστὴς καὶ ἀπατεὼν καὶ πιθανολογούμενος. λέγει τοίνυν αὐτῷ κολακικῶς ὅτι οὐκ ἐσόφισάς με, ὦ Μενέλαε, εἰπόντα βραδὺ εἶναι τὸ θεῖον πρὸς συνασπισμὸν ἀντειπὼν ὡς ταχὺ μετῆλθόν σʼ αἷμα μητέρος θεαί, σὺ δὲ ἀληθὴς εἶ σοφὸς, οὐ κακὸς σοφὸς εἰς φίλους, ἤγουν διὰ τῆς σοφιστείας καὶ πιθανότητος πλανήτης τῶν φίλων: — ἀντὶ τοῦ ὑπάρχεις: —
πατρὸς δὲ δὴ τί σʼ ὠφελεῖ τιμωρία: ἐν ἐρωτήσει ὁ λόγος ἀντὶ τοῦ· τὸ τῆς ἀναιρέσεως τοῦ πατρὸς τιμωρίαν σε λαμβάνοντα φονεῦσαι τὴν μητέρα τί δύναται συνάρασθαί σοι πρὸς τὸ μηδὲν παθεῖν ὡς φονέα. ἢ οὐ προέστη σου ὁ πατὴρ, ὥστε ἀποσοβῆσαι τὰς Ἐρινύας: — οἱ Ἀττικοὶ προπαροξύνουσι· τιμώρια. τὸ δὲ δη τι σʼ ἄμεινον βαρύνειν· δὴ τί σʼ: —
τὰ πρὸς πόλιν δὲ πῶς ἔχεις: πονηρῶς πάλιν ἐρωτᾷ, ἵνα, εἰ μὲν εὐμενεῖς ἔχει τοὺς πολίτας, ἀφέξηται τοῦ ἐπιχειρήματος, εἰ δὲ ἐχθραίνοντας, ἐπιθέμενος κρατήσῃ: —
οὐδʼ ἥγνισαι σὸν αἷμα: νόμος γὰρ ἀποκαθαίρεσθαι τοὺς ἐμφύλιον φόνον πεπραχότας. ὁ δὲ νοῦς· οὐκ ἐκαθάρθης ἀπὸ τοῦ ὑπὸ σοῦ πεπραγμένου φόνου. ἢ σὸν αἷμα ἀντὶ τοῦ συγγενικὸν φόνον: —
ἀντὶ τοῦ φιλονεικοῦσιν ἐκβάλλειν σε τῆς γῆς σπουδάζοντες: — ἐκδιώκουσιν: —
Οἴαξ τὸ Τροίας μῖσος: Ναυπλίου καὶ Κλυμένης τῆς Κατρέως ἐγένοντο Οἴαξ καὶ Παλαμήδης. ὁ δὲ Παλαμήδης ἀπελθὼν εἰς Τροίαν τὰ μέγιστα ὤνησε τὸν Ἑλληνικὸν λαόν. λιμωσσόντων γὰρ ἐν Αὐλίδι καὶ περὶ τὴν διανομὴν τοῦ σίτου δυσχεραινόντων τε καὶ στασιαζόντων, πρῶτον μὲν τὰ Φοινίκια διδάξας γράμματα αὐτοὺς ἴσην τε καὶ ἀνεπίληπτον τὴν διανομὴν ἐν τούτοις ἐπραγματεύσατο. ἔπειτα καὶ περὶ κύβους ἔτρεψεν αὐτῶν τὴν ὀλιγωρίαν καὶ μέτρα ἐξεῦρε καὶ ψῆφον ὥστε μέγα σχεῖν ὄνομα παρὰ τοῖς Ἕλλησιν. ἐπὶ τούτῳ δὲ φθονήσαντες οἱ περὶ Ἀγαμέμνονα καὶ Ὀδυσσέα καὶ Διομήδην τοιόνδε τι σκευωροῦσι κατʼ αὐτοῦ. λαβόντες γὰρ Φρύγα αἰχμάλωτον χρυσίον κομίζοντα Σαρπηδόνι ἠνάγκασαν γράψαι Φρυγίοις γράμμασι περὶ προδοσίας ὡς παρὰ Πριάμου πρὸς Παλαμήδην. καὶ τοῦτον μὲν φονεύουσι, θεράποντα δὲ Παλαμήδους πείθουσι χρήμασιν ἅμα τοῖς Τρωϊκοῖς χρήμασι καὶ τὸ γραφὲν πινάκιον ὑπὸ τὴν κλίνην θέσθαι Παλαμήδους. αὐτοὶ δὲ παρελθόντες προδοσίαν κατήγγελλον τοῦ ἥρωος καὶ φωραθῆναι τὴν σκηνὴν ἐκέλευον. εὑρεθέντος δὲ τοῦ πινακίου καὶ τῶν χρημάτων ὑπὸ τὴν κλίνην λίθοις φονεύεται Παλαμήδης. Ναύπλιος δὲ ἀκούσας ἧκεν εἰς Ἴλιον δικάσαι τὸν φόνον τοῦ παιδός. τῶν δὲ Ἑλλήνων κατολιγωρούντων αὐτοῦ πρὸς τὸ κεχαρισμένον τοῖς βασιλεῦσιν ἀποπλεύσας εἰς τὴν πατρίδα καὶ πυθόμενος ἀποπλεῖν τοὺς Ἕλληνας ἧκεν εἰς Εὔβοιαν καὶ χειμῶνα φυλάξας φρυκτωρίας ἧψε περὶ τὰς ἄκρας τῆς Εὐβοίας. οἱ δὲ εὐεπίβατον νομίσαντες τὸν τόπον προσορμίζονται καὶ ἐν ταῖς πέτραις ἀπόλλυνται: — ἄλλως: τὸν Παλαμήδους θάνατον οἱ μὲν ἐν Γεραιστῷ, οἱ δὲ ἐν Τενέδῳ, οἱ δὲ ἐν Κολωναῖς τῆς Τρῳάδος ὑποτίθενται. φασὶ δὲ αὐτὸν εὑρεῖν φρυκτωρίας καὶ μέτρα καὶ σταθμοὺς καὶ πεττοὺς καὶ γράμματα καὶ φυλακὰς καὶ ἀστραγάλους: — ἀντὶ τοῦ τὸ ἐπὶ Τροίας μῖσος τοῦ πατρὸς ἀναφέρων εἰς ἐμέ. ἐνήλλακται ἡ πτῶσις: —
διὰ τριῶν δʼ ἀπόλλυμαι: πρῶτον τῶν πολιτῶν, δεύτερον Οἴακος. διὸ ἐπάγει τίς ἄλλος, ἵνα πληρώσῃ τοὺς τρεῖς. τινὲς δὲ τριῶν φασι τῶν Ἐρινύων. προεῖπε γὰρ ἔδοξʼ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας. τινὲς δέ φασι τῆς συνέσεως, τῆς λύπης καὶ τῆς μανίας. ἐν δὲ τοῖς Καλλιστράτου γέγραπται· ἐπιζητήσειεν ἄν τις πῶς διὰ τριῶν εἴρηκεν, εἰ μὴ διὰ τὸ Ἀγαμέμνονα καὶ Διομήδην καὶ Ὀδυσσέα μετασχεῖν τοῦ φόνου Παλαμήδους: — ἀντὶ τοῦ διὰ πολλῶν: —
πάλιν φιλοπράγμονος ὁ Μενέλαος παραγυμνοῖ τὸ ἦθος φροντίζων περὶ τῆς βασιλείας: —
τὸ οἵτινες οὐ πρὸς τὴν πόλιν, ἀλλὰ πρὸς τοὺς ἐν τῇ πόλει: —
τί δρῶντες: εἰπέ μοι σαφῶς ὃ ἔχεις εἰπεῖν· τί δρῶντες οὐκ ἐῶσί σε ζῆν. οὐ γὰρ αἰτιῶδες νῦν τὸ ὅτι, ἀλλὰ ἀντὶ τοῦ τί Ἀττικῶς: — ἄλλως: ὁ λόγος· εἰπέ μοι σαφῶς ὅ τι δρῶντες οὐκ ἐῶσί σε ζῆν. καὶ ἔστιν Ἀττικὸν, τὸ ὅ τι ἀντὶ τοῦ τί. ἐὰν δὲ γράφηται ἢ τί, ὁ στίχος οὕτως· τί δρῶντες· ἢ τί καὶ σαφὲς εἰπεῖν ἔχεις: —
γράφεται χθονός: —
πάντων πρὸς ἀστῶν: τοῦτο καθʼ ἑαυτό. βραχέως, φησὶ, καὶ συντόμως εἴρηκα ὅπερ ἔδει: —
καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε: Ἀττικὸν, ἀντὶ τοῦ ἀπόλαβε τὰ κατὰ σαυτὸν φυλάσσων. ὅμοιόν ἐστι τῷ «εὐφημίαν μὲν πρῶτα κήρυξας ἔχω», ἀντὶ τοῦ ἐκήρυξα: —
ἀντιλαμβάνου: —
ἔδει οἱ συγγενεῖς εἰπεῖν: — οἱ φίλοι, εἰ μὴ ἐπὶ ταῖς συμφοραῖς τῶν φίλων εἰσὶ φίλοι, οὐδέ εἰσι φίλοι, ἀλλὰ λόγῳ μέν εἰσιν, ἔργῳ δʼ οὔ: —
τὸ ἑξῆς· γέροντι ποδὶ βαδίζει ἐνταῦθα: —
Τυνδάρεως μελάμπεπλος: Οἰβάλου τοῦ Περιήρους παῖδες οὗτοι· Τυνδάρεως, Ἰκάριος, Ἀρήνη, καὶ νόθος ἐκ Νικοστράτης Ἱπποχόων. οὗτοι μετὰ θάνατον Οἰβάλου ἐστασίασαν περὶ τῆς ἀρχῆς. Ἰκάριος δὲ συνθέμενος μετὰ Ἱπποκόωντος ἐξελαύνει τὸν Τυνδάρεων τῆς Σπάρτης. ὁ δὲ οἰκεῖ ἐν τοῖς ἐσχάτοις τῆς Λακεδαιμονίας καὶ γαμεῖ Λήδαν τὴν Θεστίου τοῦ Αἰτωλοῦ, ἐξ ἧς ἔσχε Κάστορα καὶ Πολυδεύκην καὶ Τιμάνδραν καὶ Κλυταιμνήστραν καὶ Ἑλένην. ὕστερον δὲ Ἡρακλῆς ἐπὶ τῷ φόνῳ τοῦ Οἰωνοῦ φονεύσας Ἱπποκόωντα ἅμα τοῖς παισὶ καὶ καταγαγὼν τὸν Τυνδάρεων ἀπὸ Φρίξης καὶ Πελλήνης ἐγχειρεῖ αὐτῷ τὴν ἀρχὴν τῆς Σπάρτης. ἐγάμει γὰρ Ἡρακλῆς Δηϊάνειραν τὴν Λήδας ἀδελφιδῆν: —
δείκνυται τῇ κουρᾷ τῇ ἐκθέσμῳ ὅτι ἐπὶ πένθει ἐξύρηται: — ἀντὶ τοῦ ἐξυρημένος: —
πολλὰ δὲ φιλήματʼ ἐξέπλησε: ἀντὶ τοῦ πολλῶν φιλημάτων με ἐξεπλήρωσεν, ὡς τὸ «διά τʼ ἔντεα καὶ μέλαν αἷμα»: — ἐξηριθμήσατο καὶ ἐπλήρωσε τὴν ἐπιθυμίαν: — ἄλλως: ἀντὶ τοῦ τὴν ἐπιθυμίαν τῶν φιλημάτων εἰς ἐμὲ ἐτέλεσεν: — τὸν Ἀγαμέμνονος: ὡς περὶ ἑτέρου φησίν. ἀντὶ τοῦ εἰπεῖν περιφέρων ἐμὲ εἶπε τὸν Ἀγαμέμνονος. ἀντὶ τοῦ ἐμὲ, παῖδα ὄντα: —
τιμῶντε μʼ οὐδὲν ἧσσον: τιμῶντές με οὐδὲν ἧττον ἢ τοὺς Διοσκόρους. Ἀττικὴ δὲ ἡ σύνταξις, ἀντὶ τοῦ οὐκ ἔλαττον τῶν Διοσκόρων: —
ποῖον ἐπίπροσθεν νέφος: ποίαν Ἄιδος κυνέην ἢ ποῖον νέφος προβάλωμαι: —
ἐν προσώπῳ θῶμαι: — ἵνα μὴ ὁρῶμαι ὑπʼ αὐτοῦ: —
οὐκ ἐπιζητεῖ τὴν Ἑλένην δυσαρεστῶν τοῖς πεπραγμένοις αὐτῇ: —
χοὰς χεόμενος: εὐοικονομήτως ἐποίησε τὸν Τυνδάρεων ἀπὸ τῆς Σπάρτης διὰ τὰς χοὰς τῆς θυγατρὸς ἐληλυθέναι, ἵνα εὐκαίρως τῷ Μενελάῳ καὶ τῷ Ὀρέστῃ διαλεχθῇ: — εἰς τὸ Ἄργος: —
ἔα· τὸ μέλλον ὡς κακὸν τὸ μὴ εἰδέναι: εἰ γὰρ ᾔδειν παρόντα Ὀρέστην, ἥκιστα ἂν ἐληλύθειν. ἔοικε, φησὶ, τῷ ὄντι κακὸν εἶναι τὸ μὴ εἰδέναι τὸ μέλλον. ἦ γὰρ ἂν οὐκ ἦλθον, εἰ τοῦτον προσεδόκων ἐνθάδε: —
πρὸ δωμάτων δράκων: εἶδος ἀντὶ εἴδους ἔλαβεν· γένος μὲν γὰρ ὁ ὄφις, εἶδος δὲ ὁ δράκων καὶ ἔχις καὶ τὰ λοιπὰ τῶν ὄφεων· νῦν δὲ δράκων ἀντὶ τοῦ ἔχις. οὗτοι γὰρ οὐκ ἐξ ὠῶν γεννῶνται, ἀλλὰ ζῳοτοκοῦνται καὶ τικτόμενοι διαρρηγνύουσι τὰς τῶν μητέρων γαστέρας, ὥς φησι Νίκανδρος· «γαστέρʼ ἀναβρώσαντες ἀμήτορες ἐξεγένοντο». διὸ ἔχιν αὐτὸν ὡς μητροκτόνον φησίν: — ἀντὶ τοῦ ἄγριος ὡς δράκων, ὅτι ὠμῶς ἔπραξεν. λείπει δὲ τὸ ὡς, ἵνʼ ᾖ· ὡς δράκων: —
τὴν μανίαν λέγει: — νόσον δηλονότι. ὅ ἐστιν ὠδίνει: —
Μενέλαε προσφθέγγῃ νιν: προσφθέγγῃ αὐτὸν, τὴν ἀνοσίαν κεφαλήν. ἔθος γὰρ ἦν μὴ διαλέγεσθαι τοῖς ἐναγέσιν: — γράφεται καὶ ἀκάθαρτον κάρα. εἶπε δὲ τοῦτο, ὅτι οὐκ ἦν καθαρός: —
φίλου μοι πατρός ἐστιν ἔκγονος: δέον εἰπεῖν ὅτι τοῦ ἀδελφοῦ μου υἱός ἐστι, φησὶ τοῦ πατρός μου ἔκγονος. ἔκγονος γὰρ τοῦ Ἀτρέως Ὀρέστης: — ἄλλως: φίλου μοι πατρός: ὅ ἐστι συγγενοῦς μοι πατρὸς υἱός. πάλιν δὲ τὸ κακόηθες τοῦ ἀνδρὸς δείκνυται, ὅτι τὸν ἀδελφὸν φίλον εἶπεν: —
γράφεται ἀφʼ Ἑλλάδος: —
τὸν πρὸς γένους συγγενῆ: — εἰς παροιμίαν ὁ στίχος οὗτος ἐχώρησιν: —
καὶ τῶν νόμων γε μὴ πρότερον εἶναι θέλειν: σὺ τοίνυν ἀδικεῖς τοὺς νόμους ἀγαπῶν τὸν μιαιφόνον. ὁ δέ φησιν ὅτι ἀναγκάζει με τὸ συγγενές: — ἄλλως: ἐπεὶ Ὀρέστης καὶ παρὰ νόμους καὶ παρὰ φύσιν τὴν μητέρα ἀνεῖλε, καίτοι, φησὶν, Ἑλληνικὸν τὸ μὴ κρείττονα τῶν νόμων ἐθέλειν εἶναι καὶ φθάνειν τὴν τούτων βούλησιν: —
πᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐστʼ ἐν τοῖς σοφοῖς: ἡ τῆς φύσεως ἀνάγκη, ὅ ἐστιν ἡ συγγένεια, πάντα δουλοῖ κατά τε τὴν κρίσιν τῶν νόμων καὶ τῶν σοφῶν. δοῦλον οὖν ἀντὶ τοῦ δουλοποιόν· οὐχ οἷόν τε γὰρ παραιτήσασθαι τὴν συγγένειαν: — ἄλλως: δοῦλον: δουλοποιόν, τουτέστι· παρὰ τοῖς φρονίμοις ἡ ἀνάγκη νικᾷ. τιμῶμεν οὖν τὸν Ὀρέστην διὰ τὴν συγγένειαν καὶ δουλεύομεν τῇ ἀνάγκῃ ταύτῃ: — ἄλλως: πᾶν τὸ ἐξ ἀνάγκης δοῦλόν ἐστι καὶ ὑπήκοον, οἷον· πάντα κατὰ ἀνάγκην ποιοῦμεν. καὶ κατὰ τὴν τῶν σοφῶν κρίσιν πάντα τὰ ἀπὸ ἀνάγκης δουλοῖ καὶ ὑπηκόους ποιεῖ τοὺς ἀνθρώπους. καθὸ προείρηκεν ἐπὶ τοῦ Ὀρέστου εἰ δὲ δυστυχεῖ, τιμητέος, διὰ τοῦτο καὶ νῦν εἶπε πᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐστʼ ἐν τοῖς σοφοῖς. ἔστι δὲ ὁ λόγος ὅτι τιμᾶν ἀναγκαῖον τὸν Ὀρέστην διὰ τὴν συγγένειαν. ταῦτα δὲ ἐν ὑποκρίσει λέγει, οὐ σπουδῇ. ὁ δὲ Ἀριστοφάνης φησὶ … πᾶν τὸ ἐξ ἀνάγκης γινόμενον δουλοῖ, οἷον ταπεινοῖ, κατὰ τὴν τῶν σοφῶν κρίσιν. δύναται καὶ οὕτως· πᾶν τὸ ἀναγκαῖον δοῦλόν ἐστιν, οἷον ὑπήκοον, καὶ πάντα κατὰ ἀνάγκην ποιοῦμεν διότι δουλοῖ πᾶν: —
τὸ Ἑλληνικὸν φρόνημα: —
ὀργὴ γὰρ ἅμα σου καὶ τὸ γῆρας: πρὸς τῷ εἶναί σε γέροντα καὶ ὀργίλος εἶ. διὰ τοῦτο, φησὶ, παραιτῇ τὰ αὐτὰ τοῖς σοφοῖς φρονεῖν, ἐπεὶ συνελθοῦσα τῷ γήρᾳ σου ἡ ὀργὴ ἀπαίδευτόν σε ποιεῖ· ὡς καὶ Σοφοκλῆς· «ὀργὴ γέροντος ὥστε μαλθακὴ κοπὶς ἐν χειρὶ θήγει, ἐν τάχει δʼ ἀμβλύνεται»: — ἡ ὀργή σου καὶ τὸ γῆράς σου ἅμα γεγονότα οὐ σοφόν σε ποιεῖ: — αὐτὸ καθʼ ἑαυτὸ τὸ γῆρας μελαγχολικώτερόν ἐστι τῆς νεότητος· εἰ δὲ συμβῇ τοὺς γέροντας ὀργισθῆναι, διπλάσιον γίνεται τὸ κακόν. τὸ γῆράς σου οὖν, φησὶν, ἅμα ὀργῇ γεγονὸς οὐ σκοπεῖ τὸ δέον: — ὀργῇ διὰ τοῦ ι: —
πρὸς τόνδʼ ἀγὼν τίς σοφίας ἥκει πέρι: οἷον· ἡ περὶ τὸν Ὀρέστην μητροκτονία οὐ δεῖται ἀγῶνος σοφίας. προῦπτος γὰρ ἡ κρίσις, ὥστε μάτην ἡμᾶς οὐ σοφοὺς ἀπεκάλεσας. οὐ σοφισμάτων γὰρ προσδεῖται ἡ κρίσις, τουτέστιν· οὐ καιρὸς ἡμᾶς περὶ σοφίας ἀγωνίζεσθαι· περὶ γὰρ μητροκτονίας ἐστὶν ὁ λόγος: — ἐπεὶ εἶπεν ὁ Μενέλαος καὶ τὸ γῆρας οὐ σοφόν, φησὶν ὁ Τυνδάρεως ὅτι τίς χρεία ὅλως σοφίας, ὅπου γε προφανὲς τοῦ Ὀρέστου τὸ πλημμέλημα: — ἐρωτηματικῶς: —
οὐ κατενόησεν, οὐ κατέμαθεν: —
οὐδʼ ἦλθεν ἐπὶ τὸν κοινόν: ὡς ἐπὶ ὁδοῦ· οὐκ ἐβάδισε κατὰ τὸν Ἑλληνικὸν νόμον. ὁ γὰρ νόμος οὐκ ἐπιτρέπει αὐτόχειρά τινα γίνεσθαι: —
πληγεὶς τῆς ἐμῆς: οὐκ εἶπεν ὑπὸ Αἰγίσθου, ἀλλὰ τὴν δοῦσαν τὴν ἀρχὴν αἰτίαν ἡγήσατο: —
ὅπερ ἔχθιστον ἔργον, πληγῆναι τὸν Ἀγαμέμνονα ὑπὸ τῆς ἰδίας γαμετῆς: —
ἀντὶ τοῦ πρέπουσαν: — ταύτην ὁσίαν δίκην φησὶ, τὸ φυγαδεῦσαι μόνον αὐτήν: — ὁσίαν διώκοντʼ: ἀντὶ τοῦ κατηγοροῦντα. καὶ οὕτως ἂν, φησὶ, τοῦ κακοῦ τὸ σῶφρον ἐπελέξατο διώκων καὶ μὴ φονεύων καὶ τὴν πρέπουσαν τιμωρίαν ἀπῄτησεν ἂν ἐκβαλὼν τὴν μητέρα καὶ νόμῳ πειθαρχῶν ἐφαίνετο. ἢ οὕτως· ἀνθʼ ἧς ὑπέμεινε συμφορᾶς ἔδοξεν εἶναι σώφρων: — ἄλλως: εἰ φυγῇ μόνον ἦν ζημιώσας τὴν μητέρα, οὕτως ἂν ἔδοξε σωφρόνως κεχρῆσθαι τῇ τιμωρίᾳ τῇ κατὰ τῆς συμφορᾶς τοῦ πατρός: —
τὸ σῶφρόν τʼ ἔλαβεν ἂν: καὶ σωφρόνως καὶ ἐγκρατῶς ἔμελλε τὰ τῆς συμφορᾶς τιμωρεῖσθαι. ἢ σῶφρον εἶπε τὸ μέτριον, συμφορὰν δὲ τὴν τιμωρίαν, ἵνʼ ᾖ· μετρίως γʼ ἂν τὴν τιμωρίαν ἐλάμβανε φυγῇ ζημιώσας αὐτήν. μετριωτέρα γὰρ αὕτη ἡ τιμωρία τοῦ θανάτου: —
εἰς τὸν αὐτὸν δαίμονʼ ἦλθε: εἰς τὴν αὐτὴν ἁμαρτίαν· καὶ γὰρ παρανόμως ἐφόνευσε. πλέον δὲ τοῦτο κακόν· οὐ γὰρ δίκαιόν ἐστι γυναικὶ πρὸς ἄνδρα ὅσον υἱῷ πρὸς μητέρα. ὁ μὲν γὰρ φύσει ἐστὶν υἱὸς, ὁ δὲ ἀνὴρ συγγενής: —
εἰ τόνδʼ ἀποκτείνειεν: καθʼ ὑπόθεσίν ἐστιν ὁ λόγος. ὡς ἐν παραδείγματι ταῦτά φησι. ἀντὶ τοῦ εἴ τινα. τὸ τόνδε ὡρισμένον ἔλαβεν ἀντὶ ἀορίστου τοῦ τινά: —
εἶτα ὁ ἐξ ἐκείνου γενόμενος ἐκδικήσει τὸ προγονικὸν αἷμα: —
ἀντὶ τοῦ ἔνοχος αἵματος: — εὐκτικόν ἐστι· κυροῖμι κυροῖς κυροῖ: —
φυγαῖσι δʼ ὡσίουν: ἀντὶ τοῦ ἐκάθαιρον, ὁσίους καὶ καθαροὺς ἐποίουν. τὸ δὲ μὴ ἀνταποκτείνειν ὅσιον ἐνόμιζον: — ὅσιον νομίζειν: — ἀπὸ κοινοῦ τὸ ὁσιοῦν: —
ἀντὶ τοῦ ἐνέχεσθαι: —
τὸ λοίσθιον μίασμα: τὸ ἔσχατον, τὸ μὴ ἀφʼ ἑτέρου εἰς ἕτερον διαβαῖνον. Ὅμηρος «λοῖσθος ἀνὴρ ὥριστος». εἷς δὲ, φησὶν, ὁ πρὸς τῷ τέλει ἤμελλεν εἶναι μεμιασμένος, ὁ ὕστατος, ὁ μηκέτι ἔχων ἕτερον μεθʼ ἑαυτόν. οἷον· εἷς ἕνα φονεύει κατὰ διαδοχὴν, καὶ οὐδείς ἐστι μύσους αἴτιος, ἐν ὅσῳ φονεύεσθαι μέλλει, εἰ μὴ εἷς. ἐκεῖνος μέντοι ὁ μὴ φονευθησόμενος μεμιασμένος ἐστὶν, ὁ πρὸς τῷ τέλει: —
τὸ θηριῶδες τοῦτο: τοῦτο διὰ τὸ λεγόμενον περὶ τῶν ἐχιδνῶν ὅτι μετὰ τὴν συνουσίαν φονεύει τὸν ἄρρενα ἡ ἔχιδνα, οἱ δὲ γεννώμενοι ὥσπερ τιμωρούμενοι τὸν τοῦ πατρὸς φόνον διατρήσαντες τὴν κοιλίαν τῆς μητρὸς καὶ φονεύσαντες αὐτὴν γεννῶνται ὡς Νίκανδρος ἐν τοῖς Θηριακοῖς. οἷς ὅμοιόν ἐστι καὶ τὸ κατʼ Ὀρέστην καὶ Κλυταιμνήστραν γενόμενον: —
ἐπεὶ τίνʼ εἶχες, ὦ τάλας, ψυχὴν τότε: ἰδίως ἀπέστρεψε τὸν λόγον καὶ διαλέγεται πρὸς αὐτὸν ὁ περὶ τούτου πρὸ ὀλίγων ἐγκαλῶν Μενελάῳ: —
δακρύοις γέροντʼ ὀφθαλμόν: καίπερ, φησὶν, ἐγὼ μὴ γενόμενος θεατὴς τῶν κακῶν τούτων ὅμως δακρύω, σὺ δὲ θαυμαστὸς τῆς ἀπηνείας ὁ καὶ πρὸς τὴν θέαν ἀντισχών: —
ἓν οὖν λόγοισι τοῖς ἐμοῖς: ὅ ἐστι· κεφάλαιον ἔχω προσθεῖναι τοῖς ἐμοῖς λόγοις: — ὁμορροθεῖ: ἀντὶ τοῦ ἀκολουθεῖ καὶ συμφωνεῖ. θέλει δὲ εἰπεῖν ὅτι τοῖς ἐμοῖς λόγοις ἐκεῖνο τὸ κεφάλαιον ἔχω προσθεῖναι, τὸ ὑπὸ θεῶν σε μισεῖσθαι πλανώμενον: —
τί μαρτύρων: ἀντὶ τοῦ· οὐ δεῖ με πλείονας ζητεῖν μάρτυρας· αὐτὰ δυνατὸν ὁρᾶν τὰ πράγματα: —
ἀντὶ τοῦ· ἵνα οὖν μάθῃς: —
θυγάτηρ δʼ ἐμὴ θανοῦσʼ ἔπραξεν: ἔπαθε μὲν δίκαια, καθὸ ἀπέθανε, καὶ δικαίαν τιμωρίαν δέδωκε· καθὸ δὲ ὑπὸ τούτου ἀπέθανεν, ἠδίκηται: —
ἀντὶ τοῦ εἰς τοῦτο: —
μεγάλας. ἢ φανερὰς, ὡμολογημένας: —
δέδοικα λέγειν· ἴσως γάρ σε λυπήσω: —
ὅσιος δʼ ἕτερον ὄνομα: καθʼ ἕτερον ὄνομα. οἷον κατὰ τὸ ἐναντίον τοῦ ἀνοσίου, τὸ ὅσιον· ἀνόσιος μέν εἰμι τὴν μητέρα κτανὼν, τετύχηκα δὲ τοῦ ὁσίου ὀνόματος καθʼ ἕτερον τρόπον, ἢ μέρος: —
ὅ ἐστιν ἀπόστα, καὶ δεόντως ἀπολογήσομαι: — ἄλλως: ἀντὶ τοῦ· σὺ ἀναχώρει καὶ τὰς ἀληθείας ἐρῶ: —
ἀντὶ τοῦ· ἐξίστησι τοῦ λέγειν: —
τῷ λόγῳ προβαίνω: —
δύο πράγματα δύο πράγμασιν ἀντίθες, τῷ πατρὶ τὸ σπέρμα, τῇ μητρὶ τὴν ἄρουραν: —
ἄνευ δὲ πατρός: λέγεταί τις αὐτοῦ εἰπόντος τοῦτο εἰρηκέναι· «ἄνευ δὲ μητρὸς, ὦ κάθαρμʼ Εὐριπίδη»: —
ἰδίοισιν ὑμεναίοισι: τοῖς οὐ νενομισμένοις. ἢ τοῖς λαθραίοις: —
ἐὰν ἐκείνην, φησὶ, λέγω κακῶς, ἐμαυτὸν ἐρῶ κακῶς: —
τοῦτον κατέκτεινʼ: ἀπρεπῶς τὸ ἔθυσα. ἢ τάχα ἵνα δείξῃ ὅτι εὐσεβῶς διεπράξατο φονεύσας αὐτήν, ἔφη τὸ ἔθυσα· τὸν Αἴγισθον μὲν ἔκτεινα, ἐπὶ τούτῳ δὲ τὴν μητέρα ἔθυσα: —
παρʼ οὐδὲν αὐταῖς ἦν: ἐν ὀλίγῃ προφάσει καὶ πάρεργον ἦν αὐταῖς τοὺς ἰδίους ἄνδρας φονεύειν: —
ἐπίκλημʼ ἐχούσαις: εἴπερ ἔμελλεν αὐταῖς, φησὶν, εἰς ἔγκλημα μόνον περιίστασθαι τὰ τῆς τιμωρίας, ἀκωλύτως ἂν ἐχώρουν κατὰ τῶν ἀνδρῶν: — ἄλλως: ἀντὶ τοῦ ἔγκλημα, τουτέστιν· ἐγκαλουμέναις, ἀντὶ τοῦ διαβαλλομέναις καὶ προφασιζομέναις, ὅ τι δήποτε. καὶ αὕτη γὰρ προεφασίζετο τὰ κατὰ τὴν Ἰφιγένειαν ὅτι διὰ τοῦτο ἀνεῖλεν αὐτὸν, ὅτι ἐν Αὐλίδι ἐσφαγίασεν Ἰφιγένειαν: —
οὐχ αὑτῇ δίκην ἐπέθηκεν: οὐχ ἑαυτὴν ἐτιμωρήσατο δέον τοῦτο ποιεῖν, ἀλλʼ ἵνα μὴ δίκας ἀπαιτηθῇ τῆς μοιχείας, προτέρα ἐφόνευσεν: —
περὶ τοῦ φόνου δικαζόμενος: —
παρεδίδου εἰς μανίαν: —
σύ τοι φυτεύσας: Ὁμηρικὸν ὡς τὸ· «σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην»: —
ἀντὶ τοῦ ἀμίαντον σῶφρον: — τὴν γὰρ κοίτην τοῦ ἀνδρὸς ἀπαράθραυστον διετήρησεν: —
διαδίδωσιν: —
ἢ οὐκ ἀξιόχρεως ὁ θεός: εἴπερ ὁ θεὸς, εἰς ὃν ἀναφέρω τὴν αἰτίαν τοῦ μύσους, οὔκ ἐστιν ἱκανὸς λῦσαι με τοῦ μιάσματος, ποῖ φύγω: — ἱκανὸς ἐχέγγυος ἀξιόπιστος: —
εἰ μὴ ὁ κελεύσας: παρὰ τὸ σχῆμα καὶ τὸ χ παράκειται: — γράφεται ῥύσεται τὸ μὴ θανεῖν. περισσὸν δὲ τὸ ἓν μή. ἔστιν Ἀττικόν: —
ἀλλʼ ὡς μὲν οὐκ εὖ: τὸ ἑξῆς· ἀλλʼ ὡς μὲν οὐκ εὖ τάδε εἴργασται, μὴ λέγε: —
μὴ πίπτουσιν εὖ: ἀντὶ τοῦ ἀπαντῶσιν. εἴρηται δὲ ἀπὸ μεταφορᾶς τῶν κύβων. καὶ Σοφοκλῆς· «ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι»: —
ἀεὶ γυναῖκες ἐμποδών: ἀεὶ, φησὶν, αἱ γυναῖκες ταῖς ἰδίαις δυστυχίαις ἐμποδίζουσι ταῖς εὐτυχίαις τῶν ἀνδρῶν: — ἄλλως: ἀεὶ γυναῖκες ἐμποδίζουσι ταῖς ἀγαθαῖς συντυχίαις καὶ πρὸς τὸ δυστυχεῖν ἄγουσι τοὺς ἄνδρας. συμφορὰς δὲ νῦν τὰς συντυχίας. πεφύκασι, φησὶν, αἱ γυναῖκες ἐμποδίζειν τοῖς ἀνδράσι καὶ ἐν ταῖς πρὸς τούτους συντυχίαις καὶ κοινωνίαις ἄγειν αὐτοὺς πρὸς τὸ δυστυχέστερον. ἢ οὕτως· πεφύκασιν αἱ γυναῖκες ἐμποδίζειν τοῖς ἀνδράσι ταῖς παρʼ ἑαυτῶν συμφοραῖς ἐν τοῖς καλοῖς καὶ πρὸς τὸ δυστυχέστερον αὐτοὺς ἄγειν: —
παρορμήσεις: —
καλὸν πάρεργον: ἀντὶ τοῦ σπουδαῖον. τῶν ἐμῶν πόνων καλὸν αὐτὸ ἡγήσομαι πάρεργον. πόνων δὲ λέγει τῶν κατὰ τὸν τάφον θυσιῶν· ὡς ἐν παρέργῳ δὲ τὸν κατὰ Ὀρέστου λόγον ποιεῖται. καὶ τὸ πάρεργον ὡς ἔργον, φησὶ, θήσομαι: — καὶ ἐγὼ μὲν, φησὶν, ἦλθον τὰ πρὸς τὴν θυσίαν ἐκπονήσων τῇ θυγατρί, νῦν δὲ ὑπὸ σοῦ παροξυνθεὶς διὰ σπουδῆς καὶ τοῦτο θήσομαι τὸ ἔργον, τὸ σὲ φονευθῆναι, καὶ παραγενόμενος εἰς τὴν ἐκκλησίαν ἤδη παροξυνῶ πάντας κατὰ σοῦ καὶ μὴ βουλομένους. πάρεργον δὲ εἶπεν, ἐπεὶ οὐ τοῦτο ἦν αὐτῷ τὸ προκείμενον: —
τὸν ἐκκλησιάζοντα: —
ὀνείρατʼ: τὴν μοιχείαν λέγει· κατὰ κοινοῦ δὲ τὸ ἀπαγγέλλουσα, ἵνʼ ᾖ· καὶ τὸ Αἰγίσθου λέχος ἀπαγγέλλουσα ὃ μισήσειαν οἱ θεοί: —
οἱ νέρτεροι θεοί: ἐπειδὴ περὶ τεθνεῶτος διαλέγεται, νερτέρους εἶπεν: — καὶ γὰρ ἐνθάδʼ ἦν πικρόν: καὶ γὰρ ἐνταῦθα τοῦ ἔργου πικρὸν ἦν, φησὶ, τὸ πραττόμενον ὑπὸ ταύτης. τουτέστι· κατʼ αὐτὸ γὰρ τοῦτο μάλιστα πικρότατον ἦν αὐτὴ συνεχῶς τὸ λέχος καὶ τὴν μοιχείαν ὀνομάζουσα κἀκ τούτου παροξύνουσα τὸν ἀδελφόν. ἢ οὕτως· καὶ γὰρ κατʼ αὐτὸ τοῦτο πικρὸν ἦν τὸ πρᾶγμα, ὅτι μοιχεία ἦν. ἢ τὸ ἐνθάδε ἀντὶ τοῦ κατὰ τὸν ἐν τῷ ζῆν βίον, οἷον· αὕτη σε ἐξηγρίωσεν ὀνομάζουσα τὸ ἐκείνης λέχος καὶ τὴν μοιχείαν Αἰγίσθου, ἣν εἴη καὶ τοὺς χθονίους μισῆσαι θεοὺς καὶ τὰς τῶν κατοιχομένων ψυχάς. καὶ γὰρ τοῖς ζῶσι πικρὸν ἦν ἡ μοιχεία: —
ἕως ὑφῆψε: ἐπεὶ τὸ ὑφῆψεν εἶπεν ἀντὶ τοῦ ἀπώλεσεν, προσέθηκε καὶ τὸ δίχα πυρός: — ἐπεὶ μεταφορᾷ χρώμενος εἶπεν ὑφῆψε δῶμα, οἷον ἀπώλεσεν, ἐπήνεγκεν ἀνηφαίστῳ πυρί, δηλονότι ἄνευ πυρὸς διέφθειρε τὸν οἶκον: —
ἐν φροντίδι ἔχεις: — κῆδός τʼ ἐμόν: ἐν φροντίδι ἔχεις. οἷον· εἰ ἐφορᾷς τὸ παρʼ ἐμοῦ μῖσος καὶ τὴν ἐμὴν συγγένειαν καὶ φιλίαν: —
ἢ μὴ ʼπίβαινε Σπαρτιάτιδος: Λακεδαίμονος πρῶτος ἦρξε Λέλεξ, ἀφʼ οὗ καὶ Λέλεγες ὠνομάζοντο. ἔσχε δὲ παῖδας ἐκ Περιδίκης Μύλην, Πολυκάονα, βωμολόχον, Θεράπνην. τούτων ὁ Μύλης ἐκ Κλεοχαρείας ἴσχει Εὐρώταν καὶ Πελίαν. Εὐρώτας δὲ ἄρξας μετὰ τὸν κατακλυσμὸν τὸ λιμναζόμενον ἐργασάμενος καὶ ποταμὸν ποιήσας Εὐρώταν ὠνόμασεν. οὗτος ἐκ Κλήτας ἴσχει θυγατέρα Σπάρτην, ἣν ἀγαγόμενος Λακεδαίμων ὁ Ταϋγέτης ἄρξας τοὺς μὲν Λέλεγας Λακεδαιμονίους, τὸ δὲ ὄρος Ταΰγετον καὶ πόλιν κτίσας Σπάρτην ὠνόμασεν: — ταύτην γὰρ αὐτῷ εἰς προῖκα ἔδωκεν ὁ Τυνδάρεως: —
στεῖχʼ ὡς ἀθορύβως: πορεύου, ὅπως ὁ προσελθών μοι λόγος τοῦ γήρως τοῦ σοῦ ὑπείκοντος ἀθορύβως πρὸς τὸν Μενέλαον γένηται: —
ποῖ σὸν πόδʼ: ὡς τῷ ποδὶ τὸ ἔδαφος περιγράφοντος αὐτοῦ καὶ διστακτικῶς ἀναλογιζομένου εἰ δέοι βοηθεῖν, ὅπερ ποιοῦσιν οἱ ἀμηχανοῦντες ἐν πράγματι: —
ὅπῃ τράπωμαι: ποῦ τῆς τύχης τράπωμαι, πότερον σοὶ συνέλθω ἢ Τυνδάρεῳ: —
μὴ νῦν πέραινε: μηδʼ οὖν τὸ δοκοῦν σοι εἰς πέρας ἄγε, πρὶν ἀκούσῃς τοὺς ἐμοὺς λόγους. ἐπεὶ γὰρ ἐν ἑαυτῷ βουλευόμενός φησι διὰ τὴν τύχην ἀμηχανεῖν ὅπῃ τράπηται, παραινεῖ αὐτῷ μήπω τῇ δοκήσει πέρας ἐπιτιθέναι πρὶν ἀκοῦσαι τοὺς αὐτοῦ λόγους, καὶ οὕτως βουλεύσασθαι: —
οὗ σιγὴ λόγου: οἷον· ἔστιν ὅπου ἡ σιγὴ κρείσσων τοῦ λόγου καὶ ἔστιν ὅπου ὁ λόγος τῆς σιγῆς κρείσσων: —
λέγοιμʼ ἂν ἤδη: ἐναντιοῦται τῇ Μενελάου βραχυλογίᾳ τὴν μακρηγορίαν τῶν λόγων προκρίνων. οἱ γὰρ Λάκωνες βραχυλόγοι. καὶ Ὅμηρος· «παῦρα μὲν, ἀλλὰ μάλα λιγέως». ὁ δὲ νοῦς· ἡ μακρὰ διήγησις σαφέστερον παρίστησι τὸ πρᾶγμα τῶν συντόμων λόγων. τὸ δὲ ἐπίπροσθεν ἀντὶ τοῦ· προτιμότερά ἐστι τὰ μακρὰ διηγήματα τῶν συντόμων λόγων: — ἔνιοι ἀθετοῦσι τοῦτον καὶ τὸν ἑξῆς στίχον· οὐκ ἔχουσι γὰρ τὸν Εὐριπίδειον χαρακτῆρα. καὶ πεποίηται ὁ νοῦς διὰ τὸν Μενέλαον· οἱ γὰρ Λάκωνες βραχυλόγοι: — τὰ μακρὰ τῶν μικρῶν: Λακεδαιμόνιος ὁ Μενέλαος, Λακεδαιμόνιοι δὲ οὐχ ἥκιστα τῇ συντομίᾳ χαίρουσιν. προθεραπεύει τοίνυν τὸν ἀκροατὴν, ἵνα ἀναμείνῃ τὸ μῆκος τῶν λόγων ἀλύπως: — ὅτι βραχυλογίαν ἀσκοῦσιν οἱ Λάκωνες. ἀνέχου οὖν, φησὶ, τῆς ἐμῆς μακρολογίας, ἐπεὶ τὰ μακρὰ καὶ σαφέστερα: —
ἃ δʼ ἔλαβες: τούτου ῥηθέντος αἴρουσιν οἱ ὑποκριταὶ τὴν χεῖρα ὡς τοῦ Μενελάου ἀγωνιῶντος μή ποτε λέγει ὅτι παρακαταθήκην ἀργυρίου παρὰ τοῦ πατρὸς πεπίστευται. εὐήθης δέ ἐστιν ὁ τοιαύτης ὑποψίας ἀντιλαμβανόμενος Μενέλαος. εἰ γὰρ μήτε τὸν λέγοντα ᾔδει μήτε οὗ ἐστι χρεία, ἴσως ἂν εἶχέ τι πιθανὸν τὸ γινόμενον· ἐπεὶ δὲ ἐπίσταται, περιττὸν καὶ ἄπορον τὸ δρώμενον: —
οὐ χρήματʼ εἶπον: οὐ λέγω, φησὶ, χρήματα, χρυσὸν καὶ ἄργυρον, ἀλλὰ τῷ ὄντι χρήματα εἶπον, τὴν ἐμαυτοῦ ψυχὴν, ἥτις ἐστί μοι χρῆμα τιμιώτατον· ἣν ἐὰν σώσῃς, καλὴν ἀμοιβήν μοι δίδως: — ἄλλως: οὐ χρυσὸν ὠνόμασα χρήματα, ἀλλὰ χρήματά φημι τὴν σωτηρίαν τῆς ἐμῆς ψυχῆς: —
τὸ τέλειον χρή με: — ἀδικῶ· λαβεῖν χρή μʼ: κατὰ συλλογισμόν φησιν· ἀλλὰ λέγεις ὅτι ἀδικῶ εἰς ἄδικον ἐπικουρίαν σε παρακαλῶν. οὐκοῦν καὶ σὺ ἀδίκησον διʼ ἐμὲ, ὡς καὶ ὁ πατήρ μου διὰ σὲ ἠδίκησε βαρβάρους. δεῖ γάρ με ἀντὶ τῆς ἀδικίας ἐκείνης καὶ τοῦ κακοῦ ἐκείνου ἄδικόν τι λαβεῖν παρὰ σοῦ, ὅ ἐστιν· εἰ κρίνοις κακὸν εἶναι τὴν ἐμὴν ἐπικουρίαν, δικαίως ἂν καὶ τὴν ἐπικουρίαν τοῦ ἐμοῦ πατρὸς κακὸν ὀνομάσειας. ἀλλʼ οὐκ ἠδίκησεν ὁ πατὴρ ἐν καιρῷ σοι βοηθήσας· οὐκοῦν οὐδὲ σὺ ἀδικήσεις: — ἀδικῶ· λαβεῖν χρή μʼ: οἷον· ὁμολογῶ ἀδικεῖν· δός τι καὶ σύ μοι ἄδικον καὶ ἀδίκησον διʼ ἐμέ: — ἄλλως: ὁμολογῶ ἀδικῆσαι φονεύσας τὴν μητέρα. ἀλλʼ ὅμως χρὴ καὶ σὲ ἀδικῆσαι διʼ ἐμὲ, ὅτι καὶ ὁ πατήρ μου ἠδίκησε διὰ σέ: — ἄλλως: εἰ καὶ ἄδικον ἐποίησα φονεύσας τὴν μητέρα, ἀλλὰ σὺ ἐν τοιούτῳ μοι κακῷ ὄντι παραστῆναι ὀφείλεις καὶ ὅση δύναμις ὑπὲρ ἐμοῦ ἀγωνίσασθαι· ἐν τούτῳ γὰρ μάλιστα δειχθήσῃ γνήσιος φίλος, ἐπὶ ὁμολογουμένοις κακοῖς μοι συνερχόμενος. εἰ γὰρ τὰ δίκαιά μου παντελῶς ἔρρωτο, τῆς παρʼ ἑτέρων ἐπικουρίας οὐκ ἐδεόμην. ἐν ἤθει ἀναγνωστέον ἀδικῶ καὶ στίζειν. εἶτα ἀπὸ ἄλλης ἀρχῆς λαβεῖν χρή μʼ ἀντὶ τοῦδε τοῦ κακοῦ, οἷον ἀντὶ τῆς περιεχούσης με δυστυχίας ἄδικόν τι αἰτῶ, καὶ γὰρ Ἀγαμέμνων ἄναξ ἀδίκως καὶ τὰ ἑξῆς. τὸ δὲ ἀντὶ τοῦδε τοῦ κακοῦ ἀντὶ τῆς παρὰ τοῦ πατρὸς βοηθείας. καὶ οὐδὲν εἶπε καθʼ ὑπόθεσιν: — ἄλλως: ἀλλʼ ἀδικῶ, φὴς, εἰς ἐπικουρίαν παρακαλῶν. οὐκοῦν καὶ σὺ ἀδίκησον διʼ ἐμέ· προσήκει γὰρ κἀμὲ ἐπικουρίαν λαβεῖν παρὰ σοῦ κἂν ἄδικος ᾖ· κατὰ γὰρ τοῦτον τὸν λόγον καὶ ὁ ἐμὸς πατὴρ ἠδίκησεν ἐπιστρατεύσας κατὰ βαρβάρων οὐκ ἰδίας ἑαυτοῦ χρείας ἕνεκεν, ἀλλὰ σοὶ χαριζόμενος. εἰ οὖν, φησὶν, ἀδικίαν ταύτην φὴς εἶναι τὸ βοηθηθῆναί με παρὰ σοῦ, καὶ τοῦτο κἀγὼ τὸν ἐμὸν πατέρα ἠδικηκέναι φημὶ ὅτι σοὶ βεβοήθηκεν. ὅθεν σὺ ἀντίδος ὑπὲρ τῆς ἀδικίας ταύτης, ὡς φὴς, ἐπικουρίας χάριν ὁμοίαν κἂν ἄδικος ᾖ κατά γε τὸν σὸν λόγον. ἀλλʼ οὐκ ἠδίκησεν ὁ πατὴρ σοὶ δεομένῳ βοηθήσας· οὐκοῦν οὐδὲ σὺ ἀδικήσεις ἐν καιρῷ τὴν ἀμοιβὴν ἀποδιδούς. κατὰ γὰρ συλλογισμὸν προῆκται ὁ λόγος: —
ἀντὶ τοῦ· καθὸ ἠδικήθης παρὰ Ἀλεξάνδρου: — ἀπέδοτο δʼ ὡς χρή: τὸ ἑξῆς· ἀπέδοτο δὲ τὸ σῶμα, ὅ ἐστιν· ἔκδοτον ἑαυτὸν τοῖς πολεμίοις παρέσχεν, ὡς πρέπει τοῖς γνησίοις φίλοις, καὶ κατατρωθῆναι τὸ πᾶν σῶμα τὸ ὅσον ἐφʼ ἑαυτῷ εἵλετο διὰ τὴν σὴν γυναῖκα. οἷα χρὴ τοῖς φίλοις τοὺς φίλους ἐκπονεῖν. ἀπὸ κοινοῦ δὲ ληπτέον τὸ ἐκπονεῖν, ἵνʼ ᾖ τὸ ἑξῆς· ὡς χρὴ τοὺς ἀληθεῖς φίλους ἐκπονεῖν τοῖς φίλοις, ἀπέδοτο τὸ σῶμα, σοὶ παρʼ ἀσπίδα ἐκπονῶν αὐτὸ τοῦτο: —
ἀπότισον οὖν μοι: ὁ πᾶς λόγος· ἀπόδος μοι τὴν ἴσην χάριν ἧς ἔλαβες ἐν Ἰλίῳ παρὰ τοῦ πατρὸς, καὶ μόνην ἡμέραν ὑπὲρ ἐμοῦ πόνησον μηδὲ τὴν θυγατέρα φονεύσας, ἐπειδὴ δεῖ σε, ὥσπερ πλεονεκτεῖς μου τῇ εὐδαιμονίᾳ, πλεονεκτεῖν καὶ ἐν τῇ ἀμοιβῇ τῆς εὐεργεσίας: —
ἃ δʼ Αὐλὶς ἔλαβε: περὶ Ἰφιγενείας λέγει, ἣν ἔχρησεν ὁ θεὸς ἀπλοίας ἐπεχούσης τοὺς Ἕλληνας Ἀρτέμιδι θῦσαι: — Αὐλὶς πόλις Βοιωτίας. ἐνταῦθα ἐπεσχέθησαν οἱ ἐπιστρατευόμενοι εἰς Ἴλιον οὐ πνέοντος οὐρίου ἀνέμου διὰ τὰς καυχήσεις Ἀγαμέμνονος. τοξεύσαντος γὰρ τὴν ἔλαφον καὶ εἰπόντος μηδʼ ἂν τὴν Ἄρτεμιν οὕτως βαλεῖν … — σφάγιʼ ἐμῆς ὁμοσπόρου: ταὐτὸν οὐκ αἰτῶ σε, φησί, τὴν θυγατέρα, τὴν Ἑρμιόνην, ἀντʼ ἐμοῦ δοῦναι πρὸς σφαγὴν, ὥσπερ ὁ ἐμὸς πατὴρ τὴν Ἰφιγένειαν, ἵνα τὴν γαμετὴν ἀπολάβῃς. ἀλλὰ σὺ μὲν ἔχε τοῦτο πλέον καὶ κερδᾶναι παρὰ τοῦ δαίμονος, ἐπεὶ σοὶ μὲν εὐτυχίας, ἐμοὶ δὲ δυστυχίας καιρός· ἐγὼ δέ σοι χάριν ἕξω σώσαντι μόνον κἂν μὴ τῷ αὐτῷ τρόπῳ σῴζῃς ἡμᾶς ἀντʼ ἐμοῦ δοὺς τὴν Ἑρμιόνην. ἢ συναπτέον τοῦτο πρὸς τὸ ἀπότισόν μοι, καὶ ἔστιν ὁ λόγος οὕτως· ἀπόδος τὴν ἴσην χάριν ἧς ἔλαβες ἐν Ἰλίῳ παρὰ τοῦ πατρὸς, καὶ μίαν ἡμέραν μόνον ὑπὲρ ἐμοῦ πόνησον. προσήκει γάρ σοι ἐμοῦ δυστυχοῦντος τὰ νῦν μηχανᾶσθαί τι πρὸς τὸ ἐμὲ σῶσαι, ἐμὲ δέ σοι χάριν ὁμολογεῖν· ἵνα τὸ μεταξὺ κατʼ ἐπένθεσιν γένηται: —
τουτέστι πλέον ἢ ἐγὼ δύνασθαι. ὁ γὰρ εὖ πράσσων τοῦ μὴ πράσσοντος πλέον δύναται λογίζεσθαι τὰ πρὸς σωτηρίαν: — πλέον φέρεσθαι: ἀντὶ τοῦ χάριν ἔχειν καὶ ὁμολογεῖν, παρὰ τὸ συντρέχειν τῇ γνώμῃ τοῦ εὐεργετοῦντος καὶ συνέρχεσθαι τούτῳ. ἀντὶ τοῦ· δεῖ σε, φησὶν, ἐμοῦ δυστυχοῦντος τοῦ πλείονος μετέχειν τῆς δυστυχίας κἀμὲ ἐφʼ οἷς σοι μεταδίδωμι τῆς συμφορᾶς συγγνώμην ἔχειν, ἀντὶ τοῦ χάριν, παρὰ τὸ ὁμοῦ συντρέχειν τῇ γνώμῃ τοῦ εὐεργέτου: — χάριν σοι, φησὶν, ὁμολογήσω σῳζόμενος μόνον παρὰ σοῦ κἂν μὴ τῷ ὁμοίῳ τρόπῳ σῴζῃς ἐμέ: — πλέον τι, φησὶν, ἢ ἔλαβες χάριτος ἀγωνίζεσθαι: — τινὲς οὕτως· δεῖ γάρ σε πλέον φέρεσθαι καὶ λογίζεσθαι εἰς σωτηρίαν εὖ πράσσοντα ἐμοῦ κακῶς πράσσοντος. οἱ γὰρ εὐδαιμονοῦντες πλέον δύνανται βουλεύεσθαι τῶν κακῶς πρασσόντων: —
μὴ εἰς Ἅιδου, ἀλλʼ εἰς σωτηρίαν, πατρί οὖν, διὰ τὸν πατέρα: — ψυχὴν δʼ ἐμήν: χάρισαι τὴν ἐμὴν ψυχὴν τῷ ἀθλίῳ μου πατρί. βούλεται γάρ με πάντως ἐκεῖνος σῴζεσθαι: —
αὐτὸ τοῦτο τοὺς φίλους: λείπει ἡ κατά, ἵνʼ ᾖ· κατʼ αὐτὸ τοῦτο δεῖ τοὺς φίλους βοηθεῖν τοῖς φίλοις, ὅ ἐστι κατὰ τὸ ἀδύνατον: — ἄλλως: ἀλλὰ λέγεις, φησὶν, ὅτι ἀδύνατόν ἐστι τὸ βοηθῆσαί μοι, ἐγὼ δέ σοι ἀντείποιμι ἂν ὡς μάλιστά μοι διὰ τοῦτο ὀφείλεις συμβαλέσθαι εἰδὼς ὅτι ἐν τοῖς ἀδυνάτοις δεῖ τῶν φίλων: — ἄλλως: ἀλλὰ ἐρεῖς, φησὶν, ὅτι ἀδύνατόν ἐστι βοηθῆσαι. εἶτα ἔξωθεν προσληπτέον· καθὸ μέγα ἐστὶ καὶ ἀσύγγνωστον τὸ ἁμάρτημα, ὅπερ ἀπεσιώπησεν Ὀρέστης. ἀλλὰ κατὰ τοῦτο, φησὶ, καθὸ ἀδύνατον εἶναι δοκεῖ, βοήθησον· ὁ γὰρ γνήσιος φίλος ἐν τοῖς μεγίστοις κακοῖς δείκνυται: —
οὐ κολακείᾳ, ἀλλʼ ἀληθείᾳ: —
ἀντὶ τοῦ· πρὸς ταύτης σε ἱκετεύω: —
ταύτης ἱκνοῦμαι σʼ: ἀντὶ τοῦ πρὸς ταύτης σε ὁρκῶ βοηθῆσαί μοι. ἢ δέομαί σου πρὸς ταύτης ὅπως ἄν μοι βοηθήσειας. εἰς τιμὴν αὐτῆς. τὸ δὲ ἑξῆς ἠρέμα καθʼ ἑαυτὸν λέγει οἰκτείρων ἑαυτὸν ὅτι μέχρι τοσούτου προῆλθεν αὐτῷ τὰ τῆς δυστυχίας, ὡς διὰ τοῦ μεμνῆσθαι τῆς Ἑλένης προσδοκᾶν βοηθείας τυχεῖν. ἀνάξιον γὰρ ἑαυτοῦ ἡγεῖται τὸ καὶ μόνον μεμνῆσθαι τοιαύτης γυναικὸς, μήτι γε καὶ δοκεῖν σῴζεσθαι διʼ αὐτῆς: — δυστυχὴς οὖν, φησὶν, ἐγὼ εἰς τοιοῦτον κακὸν ἐλθών. διὰ γὰρ γυναικὸς τῆς πᾶσιν Ἕλλησι κακῆς σωθήσεσθαι προσδοκῶ: —
εἰς οἷον ἥκω: ἀλλὰ τί, φησὶ, μωραίνω τὸ παρὰ ταύτης σωθήσεσθαι παραιτούμενος. ἀνάγκη γάρ ἐστι καὶ πρὸς τοῦτο καταβαίνειν οἰκτρότητος καὶ πάντα ὑπομένειν κἂν αἰσχύνην μοι φέρῃ. οὐ γὰρ ἐγὼ μόνος, ἀλλὰ καὶ πᾶς ὁ οἶκος ὁ ἐμὸς κινδυνεύει: — ἔστι δὲ καὶ ἑτέρα ἐκδοχὴ τούτου, συναπτομένου τοῦ ταύτης ἱκνοῦμαι πρὸς τὸ ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδε, εἴγε ὡς τοῦ Μενελάου ἀπεστραμμένου τὴν ἱκεσίαν αὐτὸς δυσφορῶν λέγει· δυστυχὴς ἐγὼ εἰς ἄπορον ἥκων κακῶν καὶ οὐκ ἔχων οὐδεμίαν καταφυγήν, καὶ πάλιν διαλαβὼν θαρσύνει ἑαυτὸν καί φησι· τί δεδοίκαμεν τὸν θάνατον· καρτερεῖν δεῖ καὶ φέρειν ἀναγκαίως τὰ παρὰ τοῦ δαίμονος: — τί δὲ, φησὶ, παραιτοῦμαι τὴν αἰσχύνην· πάσῃ μοι μηχανῇ ποριστέον τὴν σωτηρίαν. οὐχ ὑπὲρ μικρῶν γάρ μοι ὁ κίνδυνος, ἀλλʼ ὑπὲρ παντὸς τοῦ οἴκου ἐστίν: — γράφεται χρή: —
ἀντὶ τοῦ· μετὰ δακρύων καὶ γόων αἰτῶ τὴν σωτηρίαν: —
γράφεται καὶ ὅσος τε δʼ εἶ, ἀντὶ τοῦ δυνατὸς εἶ: — ἀντὶ τοῦ ὅσον δυνατὸς εἶ: —
συνεκκομίζειν: οἷον· συμπονεῖν δεῖ τοῖς συγγενέσι, κἂν κίνδυνος παρῇ: — συνεκκομίζειν: ὅ ἐστι· συμπονεῖν δεῖ τινα ὑπὲρ τῶν συγγενῶν κἂν συμβῇ αὐτὸν ἀποθανεῖν: — ἀναστρεπτέον· ἔστι γὰρ κτείνοντα τοὺς ἐναντίους καὶ θνῄσκοντα: —
τὸ δʼ αὖ δύνασθαι πρὸς θεῶν: τοὐναντίον Αἴας φησί· «καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρόν»: —
ἥκω γὰρ ἀνδρῶν: τουτέστιν οὐκ ἐπαγόμενος συμμάχους, ἀλλʼ ἔρημος τῆς παρὰ τούτων δυνάμεως ὡς τῶν συμμάχων αὐτοῦ κατὰ τὴν πλάνην ἀπολομένων πλὴν ὀλίγων: — ἢ οὕτως· ἦλθον ἔρημος συμμάχων καὶ προσέτι πλάνην ὑπέστην πολλήν: — ἥκω γὰρ ἀνδρῶν: τὸ ἑξῆς· ἥκω γὰρ ἔχων τὸ δόρυ συμμάχων ἐστερημένον καὶ προσταλαιπωρήσας τῇ πλάνῃ: —
ἀπὸ Πελασγοῦ τινος: —
ἐλπίδος προσήκομεν: προσοικειούμεθα καὶ ἐγγύς ἐσμεν ἐλπίδος: — οὐδὲ τὸ διὰ κολακείας πεῖσαι ὑπέσχετο, ἀλλὰ καὶ τοῦτο ἐν ἀμφιβολίᾳ ἀφῆκεν: —
σμικροῖσι μὲν γὰρ τὰ μεγάλα: τῇ διʼ ὀλίγων μάχῃ τοὺς πολλοὺς νικῆσαι ἀδύνατον, ὅθεν εἰς πόλεμον μὲν αὐτοῖς παραιτητέον ἐλθεῖν· εἰ δὲ λόγοις ὑπελθεῖν δεῖ καὶ γοητεύσασθαι αὐτοὺς σοφίᾳ λόγων, ἐνταῦθα δυνησόμεθα: —
ἀνόητον καὶ τὸ μόνον προσδοκῆσαι τοὺς ὀλίγους τῶν πολλῶν περιγίνεσθαι: —
ἀντὶ τοῦ θυμουμένῳ: —
ἀντὶ τοῦ καταπαύσειεν: — τὴν ὀργὴν δηλονότι, ὡς ἐπὶ ἀνέμου: —
ἔνεστι δʼ οἶκτος: ὁ δέ ἀντὶ τοῦ γάρ, ἵνʼ ᾖ· ἔνεστι γὰρ τῷ δήμῳ ἐλεεῖν. καὶ ὁ πᾶς λόγος τοιοῦτος· ἐὰν θυμουμένῳ τῷ δήμῳ εἴκῃς, πεπαύσεται ὀργῆς καὶ λοιπὸν ἔσται ἐπιτήδειος εἰς τὸ συνδραμεῖν ταῖς ἱκεσίαις. ὡς γὰρ ἐμπέφυκεν αὐτῷ τὸ μεγάλως ὀργίζεσθαι, οὕτως καὶ τὸ ἐλεεῖν, τουτέστιν· οὐ γὰρ πρὸς τὸ ὀργίζεσθαι μόνον φύσιν ἔχει, ἀλλὰ καὶ πρὸς τὸ ἐλεεῖν· καὶ τῷ δυναμένῳ τοῦτο αὐτὸ καραδοκεῖν καὶ ἐπιτηρεῖν πότε μὲν μεγάλως θυμοῦται, πότε δὲ ἀνῆκε τῆς ὀργῆς, κτῆμά ἐστι τοῦτο τιμιώτατον, τὸ εἰδέναι ἑκατέρου τὸν καιρόν. ἢ αὐτὸς ὁ δῆμος κτῆμα τίμιόν ἐστι τῷ εἰδότι προσενεχθῆναι καθʼ ὃν δεῖ τρόπον αὐτῷ: — ὁ καιρὸς μέγα κτῆμα τῷ καραδοκοῦντι, φησὶ, τὸν δῆμον καὶ τηροῦντι καὶ γινώσκοντι πότε μὲν μεγάλως θυμοῦται καὶ πότε ἐλεεῖ: — ἄλλως: ἔνεστι τῷ πλήθει ἐλεεῖν, ἔνεστι καὶ μεγάλως θυμοῦσθαι. ὁ δέ ἀντὶ τοῦ γάρ· οὐ γάρ ἐστι μόνον πρὸς τὸ θυμοῦσθαι τὴν φύσιν, ἀλλὰ καὶ πρὸς τὸ ἐλεεῖν, καὶ τῷ δυναμένῳ τοῦτο αὐτὸ ἐπιτηρεῖν κτῆμά ἐστι τοῦτο, τὸ ἐπιτηρεῖν τὸν καιρὸν, τιμιώτατον. ἔστι τὰ μέγιστα ἀπὸ τούτου κερδαίνειν. δηλονότι αὐτὸς ὁ δῆμος ὄφελος τῷ τοιούτῳ: — ἄλλως: ἐνταῦθα πρωθύστερός ἐστιν ὁ τρόπος· διὰ γὰρ τὴν βίαν τοῦ μέτρου οὕτως συνηρμόσθη τὸ ἔπος. ὤφειλε γὰρ οὕτως εἰπεῖν· ἔνι θυμὸς μέγας, ἔνεστι δὲ καὶ οἶκτος τῷ θυμουμένῳ δήμῳ, ὁ δὲ οἶκτος τῷ καραδοκοῦντι καὶ ταῖς ἐλπίσι τρεφομένῳ χρῆμα καὶ κτῆμα τιμιώτατον καὶ λυσιτελές: — τῷ δήμῳ δηλονότι: —
προσδεχομένῳ: —
γράφεται ἐλθὼν γὰρ ἐγώ σοι Τυνδάρεων πειράσομαι: —
πόλιν τε πεῖσαι: ἀντὶ τοῦ μετρίως χρῆσθαι τῷ λίαν, οἷον τῆς μετριότητος μὴ ὑφεῖναι. ἢ τῷ καλῶς λίαν χρῆσθαι, ἵνʼ ᾖ τὸ καλῶς ἠπίως, οἷον σφόδρα ἐνδείξασθαι τὴν πρὸς σὲ πραότητα: — ἄλλως: τῷ λίαν οὐχὶ φαύλως, ἀλλὰ καλῶς· ἔστι γὰρ τὸ λίαν καὶ ἐπὶ τοῦ θυμοῦ καὶ ἐπὶ τοῦ οἰκτιρμοῦ. τεθύμωται γοῦν ὁ Τυνδάρεως λίαν, ἀλλὰ πειράσομαί σοι τοῦτον πεῖσαι λίαν γενέσθαι οἰκτίρμονα: —
καὶ ναῦς γὰρ ἐνταθεῖσα: καὶ γὰρ ναῦς βιαίως τοῦ ποδὸς ἐνταθέντος ὑπέκυψεν ὥστε ὕδωρ εἰσδέξασθαι· πάλιν δὲ ἀνωρθώθη χαλάσαντος τὸν πόδα: —
τὰς ὑπὲρ τὸ δέον ὑπεροψίας: — μισεῖ γὰρ ὁ θεὸς τὰς ἄγαν προθυμίας: σημείωσαι ὅτι καλὸν ἡ προθυμία, ἡ δὲ ἄγαν προθυμία κακὸν ὡς ὑπερβολή. καὶ ἡ ἁπλῶς προθυμία μεσότης, ἡ δὲ ἄγαν ὑπερβολὴ καὶ κακία ὥσπερ καὶ ἡ ὀκνία ἔλλειψις καὶ κακία. τὰς δὲ ὑπερβολὰς καὶ ἐλλείψεις καὶ θεὸς μισεῖ καὶ οἱ φρόνιμοι ἄνθρωποι: —
οὐ γὰρ ῥᾴδιον λόγχῃ μιᾷ: ἀντὶ τοῦ οὐ ῥᾴδιον περιγενέσθαι τῶν σῶν κακῶν καὶ ἀπαλεῖψαι τὴν παροῦσάν σοι συμφοράν: —
στῆσαι τρόπαια: ἐνταῦθα κατʼ ἔλλειψιν τῆς ἐπί προθέσεως συνέστη τὸ ἔπος· οὕτω γὰρ ὀφείλεις συντάξαι· ἐπὶ γὰρ τῶν κακῶν, ἅτινά σοι πάρεστιν, οὐ ῥᾴδιον ἐμοὶ τῷ ἑνὶ στῆσαι τρόπαια, ἤτοι τροπαιουχῆσαι κατὰ τῶν ἐναντίων: — οὐ γάρ ποτʼ Ἄργους: γράφεται δὲ καὶ χωρὶς τοῦ σ, ἵνʼ ᾖ Ἄργου γαῖαν. Ἀριστοφάνης δὲ μετὰ τοῦ σ: — οὐ πρὸς ἡμῶν, φησὶν, οὐδὲ τῆς ἡμετέρας ἀξίας ὑποδραμεῖν καὶ κολακεῦσαι τὸν τῶν Ἀργείων ὄχλον. ἀνάγκη δὲ ὅμως δουλεῦσαι τῇ κρατούσῃ τύχῃ· τοῦτο γὰρ σοφῶν καὶ φρονίμων ἀνδρῶν ἐστιν: — ἄλλως: οὐ μὲν τῆς ἡμῶν ἀξίας, φησὶ, τὸ ὑποδραμεῖν τοὺς Ἀργείους, ἀνάγκη δὲ ὅμως δουλεύειν τῇ κρατούσῃ τύχῃ· τοῦτο γὰρ σοφῶν ἐστιν ἀνδρῶν: — τὸ ἑξῆς· νῦν δὲ ἀναγκαίως ἔχει τοῖς σοφοῖς δούλοις εἶναι τῆς τύχης: —
ὦ πλὴν γυναικός: λείπει ἡ εἰς· τὸ δὲ ἑξῆς· ὦ εἰς τὰ ἄλλα οὐδὲν πλὴν εἰς τὸ γυναικὸς ἕνεκα στρατηλατεῖν: —
ἄφιλος ἦσθʼ ἄρʼ ὦ πάτερ: ἤτοι ἡμάρτανες κακοῖς χαριζόμενος, ἢ δυστυχῶν τὰ νῦν, ὦ πάτερ, οὐδένα κέκτησαι φίλον: — ἄλλως: μάτην ἄρα, φησὶν, ὦ πάτερ, ἐταλαιπώρεις ἐν τῷ πολέμῳ οὐδενός σοι φίλα φρονοῦντος ὑπὲρ ὧν ἠτύχεις. τὸ γὰρ πράσσων κακῶς ἀντὶ τοῦ ἀδίκως, τουτέστιν· οὐ φίλοις ἄρα οὐδʼ εὐγνώμοσιν ἀνδράσιν ἐπόνεις, ὦ πάτερ, καὶ κατὰ τοῦτο ἡμᾶς ἠδίκεις καταλιπὼν ἐρήμους, ἀναισθήτοις χαριζόμενος. ἢ οὕτως· οὐχ ὑπὲρ φίλων ἄρα ἐπολέμεις τοῖς βαρβάροις, ὦ πάτερ, ἀλλʼ ἀναισθήτοις εὐεργέτεις καὶ κατὰ τοῦτο κακῶς ἔπραττες καὶ ἠδίκεις ὅτι μήτε ὑπὲρ φίλων μήτε αὐτὸς ἀδικηθεὶς πόλεμον ἄδικον συνεκρότεις. ἢ οὕτως· οὐκ ἔμελλες ἕξειν τοὺς ὑπὲρ σοῦ φίλους, εἰ συμβαίη σε ἀτυχεῖν: —
γράφεται τῆς συμφορᾶς: —
κατὰ τὸ σιωπώμενον εἶδε τὸν Πυλάδην ἐρχόμενον: —
ἐκεῖθεν γὰρ ὁ Πυλάδης: —
πιστὸς ἐν κακοῖς ἀνήρ: ὁ βέβαιος φίλος κρείσσων ἐστὶ τῆς ὁρωμένης ἐκ ζάλης τοῖς ναυτίλοις γαλήνης: —
θᾶσσον ἤ μʼ ἐχρῆν: τροχαϊκὸν τετράμετρον καταληκτικόν: — θᾶσσον προβαίνων ἤ μʼ ἐχρῆν. τὸ ἑξῆς· τὸν σύλλογον τῆς πόλεως ἀκούσας καὶ ἰδὼν τὸν σύλλογον … τὸ κτενοῦντας πρὸς τὸν σύλλογον ἀπέδωκεν: — θᾶσσον ἢ ὡς ἐχρῆν με παρεγενόμην διὰ τῆς πόλεως τὸν ἐπὶ σὲ καὶ τὴν σὴν ἀδελφὴν σύλλογον τῆς πόλεως καὶ ἀκούσας καὶ τοῖς ὀφθαλμοῖς ἰδών: —
σύλλογον πόλεως ἀκούσας: ὡς τῆς φήμης διαδραμούσης ἄχρι Φωκίδος. οὐ μόνον οὖν, φησὶν, ἤκουσα σύλλογον κατὰ σοῦ γεγενῆσθαι, ἀλλὰ καὶ παρὼν εἶδον: — ἰδὼν αὐτὸς σαφῶς: τὸ σαφῶς καὶ τὸ ἐναργῶς διαφέρουσι κἂν δοκῶσιν εἶναι ταὐτά. ἐναργὲς γὰρ λέγεται ὃ ὀφθαλμοὶ ὁρῶσι, σαφὲς δὲ ὅπερ χεῖρ ἐπαφᾶται. παχύτερον δὲ τὸ ἐπαφώμενον τοῦ ὁρωμένου δηλονότι καὶ ἐκδηλότερον· τὰ παχέα γὰρ τῶν λεπτῶν ἐκδηλότερα. ἐτυμολογεῖται δὲ τὸ σαφές παρὰ τὸ κρατεῖσθαι τῇ σῇ ἁφῇ, τὸ δὲ ἐναργές παρὰ τὴν ἐν πρόθεσιν καὶ τὸν ἄρα συλλογιστικὸν σύνδεσμον καὶ τὸ γίνεσθαι. ὁ δὲ ἄρα σύνδεσμος ἢ ἀπορηματικός ἐστι καὶ προπερισπᾶται, ἢ συλλογιστικὸς καὶ ἀποφαντικὸς καὶ δηλωτικὸς ἀληθείας ἢ ψεύδους καὶ παροξύνεται. παροξύνεται δὲ καὶ ὁ παραπληρωματικὸς ἄρα, ὃς καὶ ἄρ λέγεται. σαφὲς οὖν τὸ ἐπαφώμενον, ἐναργὲς δὲ τὸ ἐν τῷ ἄρα συλλογιστικῷ συνδέσμῳ γινόμενον καὶ ἐκ συλλογισμοῦ συνιστάμενον καὶ τρόπον τινὰ καθορώμενον. ἐντεῦθεν καὶ τὸ ὄναρ καὶ τὸ ὕπαρ· τὸ μὲν ὄναρ ἀπορούμενον εἰ ὄν ἐστιν ἆρα, ὡς ἂν εἴ τις εἴπῃ· ἆρα ὄν ἐστι τὸ ὄναρ, τὸ δὲ ὕπαρ καθὸ φανερώτερόν ἐστι καὶ τρόπον τινὰ καθορώμενον ὀφθαλμοῖς ἀνεῳγόσιν ὑπὸ τὸ ἄρ ἐστι τὸ συλλογιστικὸν, ἤτοι ἀληθές: —
συνδιαφθείρεις: —
ὥσπερ οὐκ ἐλθών: οὕτως ἐμοὶ προσηνέχθη ὡς μὴ παραγενόμενος: — τὸ αὐτό μοι ἀπέδωκεν ὥσπερ μὴ μολών: —
ἀντὶ τοῦ μετὰ χρόνον πολύν· ὅμως κἂν βραδὺ παρεγένετο, ἀλλὰ τάχιστα τοῖς φίλοις ἐφωράθη κακός: —
οὐκ ἐκεῖνος: διαβάλλει ὡς γυναικοκρατούμενον αὐτὸν καὶ ὡς οὐκ ἂν ἐληλυθότα, εἰ μὴ παραγέγονεν ἡ Ἑλένη. κωμῳδεῖται δὲ ὁ στίχος διὰ τὴν ταυτότητα: —
ἀντὶ τοῦ ὀλέσασα. Ἀττικὸν δὲ τὸ σχῆμα: —
εὐλαβεῖθʼ ὃ τοῖς φίλοισι: γνησίου γὰρ φίλου τὸ καὶ ὑπὲρ δύναμιν κάμνειν, ὅπερ εὐλαβεῖσθαι αὐτὸν ἔλεγεν. τὸ γὰρ παρὰ δύναμιν τολμᾶν γνησίου φίλου. ὅπερ λέγουσιν οἱ κακοὶ φίλοι μὴ θέλοντες τοῖς φίλοις συνελθεῖν λέγοντες· εὐλαβούμεθα: —
τοῦτο δηλαδὴ νοήσας καὶ μαθὼν τὰ πάντα ἔχω, ἀντὶ τοῦ· τὰ πάντα συμπεριέλαβον καὶ ἐνόησα: —
οὗτος ἦλθʼ ὁ τὰς ἀρίστας: κατʼ εἰρωνείαν λέγει: — γράφεται καὶ κεκτημένος: — ἐν ἤθει ταῦτα λέγει εἰρωνικῶς: —
τὴν συγγένειαν: —
ἀντιλάζυσθαι: ὡς ἐκ τοῦ λαζύω λάζυμι λάζυμαι: —
ἦ κρινεῖ τί χρῆμα λέξον: ὁ ἦ ἀντὶ τοῦ δή· ἀναστρεπτέον δὲ τὸν λόγον· τί δὴ κρινεῖ, λέξον: — ἢ οὕτως· τί δὴ ἡ ψῆφος κρινεῖ, εἰπὲ, ὅτι φοβοῦμαι: — ἢ οὕτως· τὸ ἥ ἀντὶ τοῦ ἥτις· ἥτις, αὐτὴ ἡ ψῆφος, τί κρινεῖ, λέξον: —
φεῦγε νῦν λιπὼν μέλαθρα: κατὰ ἀντίστροφον λέγονται τὰ πρόσωπα ἀπὸ τοῦ φεῦγε νῦν λιπών· ὁ γὰρ Πυλάδης ἀντιλέγει μέχρι τοῦ ἀλλὰ δῆτʼ ἔλθω
Στρόφιος ἤλασέν μʼ: Ἀναξιβίαν τὴν Ἀγαμέμνονος ἀδελφὴν Στρόφιος ἔγημεν, ἐξ ἧς ἔφυσε τὸν Πυλάδην, ὅθεν ἀνεψιοὶ Ὀρέστης καὶ Πυλάδης: —
ἴδιον ἢ κοινόν: πότερον ἰδίᾳ κατὰ τὴν οἰκίαν ἡμαρτηκότι σοι ἐγκαλῶν ἢ ἐν δημοσίῳ τινὶ πράγματι ἐπιφέρων ἔγκλημα: — ἀντὶ τοῦ πολιτῶν: —
βαστακτέον τάδε: —
γράφεται βίᾳ: —
οὐ προσήκομεν κολάζειν: οὐχ ὑποταττόμεθα οἷον ἐν τῇ τῶν Φωκέων γῇ τούτοις, τοῖς Ἀργείοις, ὥστε ἡμᾶς κολάζειν, ἀντὶ τοῦ κολάζεσθαι: — οὐ προσήκομεν κολάζειν: οὐχ ὑποτασσόμεθα τούτοις εἰς τὸ τιμωρεῖσθαι ἡμᾶς οὐδʼ ὑποκείμεθα, ἀλλὰ τοῖς Φωκεῦσιν: — ἄλλως: ἰδίως εἶπε· τὰ γὰρ ἐπιτίμια τῆς ἀδικίας ἡ ἀδικουμένη πόλις εἴωθεν ἐπιτιθέναι: — ἄλλως: θαρσύνων αὐτόν φησιν ὅτι οὐ προσήκομεν εἰς τὸ κολάζεσθαι τοῖς Ἀργείοις: —
δεινὸν οἱ πολλοί: εἰς Κλεοφῶντα ταῦτα αἰνίττεται πρὸ ἐτῶν δύο ἐμποδίσαντα ταῖς σπονδαῖς: — ἄλλως: ἴσως αἰνίττεται πρὸς τὰς καθʼ αὑτὸν δημαγωγίας, μήποτε δὲ εἰς Κλεοφῶντα. πρὸ ἐτῶν γὰρ δύο τῆς διδασκαλίας τοῦ Ὀρέστου αὐτός ἐστιν ὁ κωλύσας σπονδὰς γενέσθαι Ἀθηναίοις πρὸς Λακεδαιμονίους, ὡς Φιλόχορος ἱστορεῖ: — ὁ νοῦς· δυνήσονταί σε φονεῦσαι ὑπερβάντες τὸν νόμον. δεινὸν γὰρ οἱ πολλοί καὶ τὰ ἑξῆς: —
ἀλλʼ ὅταν χρηστοὺς λάβωσι: ὅταν, φησὶ, χρηστοὺς καὶ κολακευτικοὺς λάβωσι τοὺς δεομένους, χρηστοὶ γίνονται: —
ἀντὶ τοῦ· καὶ ταῦτα μὲν οὕτως: — οἷον· κοινῶς ὀφείλομεν σκοπεῖν καὶ λέγειν τὰ δόξαντα: —
ὡς ἔδρασας: τοῦτο, φησὶν, ἐρεῖς δῆτα ὡς ἔδρασας ἔνδικα πατρὶ ἐπιτιμωρῶν ἑαυτοῦ: —
δίκαια γὰρ ἔπραξα πατρὶ τιμωρῶν ἑαυτοῦ: —
μολόντι δʼ ἐλπίς ἐστι σωθῆναι: ἐλθόντι δέ σοι, φησὶν, εἰς τὴν ἐκκλησίαν ἔστιν ἐλπὶς εὑρεῖν ἀπαλλαγὴν τῶν κακῶν. καὶ αὐτὸς συναινεῖ τὸ χρῆναι παραγενέσθαι εἰς τὴν ἐκκλησίαν ἐγνωκὼς ἅπαξ οὐκ οὖσαν αὐτῷ σωτηρίας ἀφορμὴν ἄλλοθεν: —
ἀντὶ τοῦ εἰ συμβαίη. οἷον ἀμφίβολόν ἐστιν: — ὅ ἐστιν, ἐν ἀμφιβόλοις ἐστὶ τὸ τοιοῦτον: — λοιπὸν κρεῖσσόν ἐστι τὸ παραγενέσθαι ἐκεῖσε ἢ μένειν: —
θανὼν γοῦν: κἂν ἀποθάνῃς, φησὶ, κατὰ τὴν ἐκκλησίαν ἐνδόξως τεθνήξῃ ὡς καὶ πρὸς τὸν θάνατον ἀφόβως ὁρμήσας καὶ μετὰ τοῦ δικαίου παρρησιασάμενος: —
καὶ τὸ πρᾶγμά γʼ ἔνδικόν μοι: ἀλλὰ καὶ τὸ πρᾶγμά μου, φησὶ, δικαίως ἔρρωταί μοι. πατροκτόνον γὰρ ἀνεῖλον, ὅθεν καὶ ἐλεηθήσεσθαι προσδοκῶ: — ἄλλως: ἢ τοῦτο ἀκόλουθόν ἐστι τῷ ἀλλὰ δῆτʼ ἔλθω: — καὶ τὸ πρᾶγμά γʼ ἔνδικόν μοι: ἔπραξα γὰρ τὸν φόνον τὸν μητρῷον διὰ τὸν θάνατον ἀσχάλλων τὸν πατρῷον. ἔξωθεν δὲ προσυπακουστέον τὸ προσεδόκων ἐλέους τεύξεσθαι: — τὸ δοκεῖν εὔχου: εὔχου, φησὶ, πάντας οὕτως δοξάζειν ὅτι δίκαιόν ἐστι τὸ πρᾶγμα· ἐπεὶ πολλοῖς ἐδόκει ἄδικον εἶναι. καὶ Σιμωνίδης· «τὸ δοκεῖν καὶ τὴν ἀλήθειαν βιάζεται»: —
διὰ τὸ ἐκεῖ παραγενέσθαι φεύγω τὸ εἶναι δειλός: —
μέγα γὰρ ἡ εὐγένειά σου: οἷον διὰ τὸ εὐγενὲς ἐλεηθήσῃ, τουτέστι· πάνυ σοι συμβάλλεται πρὸς τὸν ἔλεον ἡ εὐγένεια: —
ἀσχάλλων πατρῷον: λείπει ἡ διά. τὸ δὲ ἑξῆς· καὶ τίς ἄν γέ με οἰκτίσειεν ἀσχάλλων διὰ τὸν τοῦ πατρὸς θάνατον: — πάντα ταῦτα ἴσασιν οἱ Ἕλληνες, καὶ πρὸ ὀφθαλμῶν εἰσιν: — οἷον· ἡ εὐγένεια καὶ τὸ ἀπελθεῖν εἰς τὸ κριτήριον εὐθαρσῶς καὶ ὁ θάνατος τοῦ πατρὸς, ταῦτα πάντα παρὰ τῶν Ἑλλήνων γινώσκονται πρὸ ὀφθαλμῶν ὄντα καὶ ἐλπίδας ἀγαθὰς ὑποτίθεται: —
πορευτέον: —
οὐκοῦν, φησὶ, παραιτητέον εἰπεῖν τῇ ἀδελφῇ, ἐπεὶ δακρύσει, καὶ τοῦτο αὐτὸ κακὸς οἰωνὸς ἔσται: —
τῷ χρόνῳ δὲ κερδανεῖς: τῇ ὑπερθέσει τῶν θρηνημάτων αὐτῆς κερδανεῖς, ὅ ἐστι· κἂν τὸ μὴ ἀπὸ τοῦ νῦν θρηνεῖσθαι κερδανεῖς: — ἄλλως: κερδανεῖς, φησὶ, τὸ μὴ δακρῦσαι αὐτὴν καὶ γενέσθαι κακὸν οἰωνὸν ἐν τῷ μεταξὺ τῆς κρίσεως χρόνῳ, τουτέστιν ἕως ἂν ἡ κρίσις ἐξενεχθῇ: —
ἐναντίον: —
γενέσθω: —
ἕρπε νῦν οἴαξ ποδός μοι: οἴαξ καλεῖται τὸ πηδάλιον. σὺ χειραγώγει με, φησὶ, καὶ ὥσπερ πηδάλιον διίθυνέ μου τὸν πόδα: — οἴαξ ποδός μοι: οἴαξ τὸ ἐν τῷ αὐχενίῳ ἐμβεβλημένον ξύλον, ὃ κατέχων ὁ κυβερνήτης τὸ αὐχένιον περιάγει καὶ στρέφει καὶ διʼ ἐκείνου τὴν ναῦν: — φίλα γʼ ἔχων κηδεύματα: ἕρπω, φησὶν, ἔχων σε τὸν προσφιλέστατόν μου συγγενῆ. νῦν γὰρ τὸ κῆδος ἀντὶ τῆς συγγενείας κεῖται, κυρίως δὲ ἡ ἐπιγαμβρία: —
ζητεῖται πῶς διαλαθὼν τοὺς φύλακας ἐπὶ τὸ μνῆμα τοῦ πατρὸς ἀπιὼν οὐ φεύγει. φαμὲν οὖν ὅτι τὰ μνήματα τῶν βασιλέων ἔσω τῆς πόλεως ἦν. οἱ δὲ ὅτι βαδίζοντα αὐτὸν πρὸς τὸν τάφον τοῦ πατρὸς οὐ διεκώλυον: — τί τοῦτο εἴρηκας. ἢ ἵνα τί ἐκεῖσε θέλεις ἐλθεῖν: —
ὡς αὐτὸν ἱκετεύσω σῶσαί με: — τὸ τὸν πατέρα σου σῶσαί σε: —
μητέρος δὲ μηδʼ ἴδοιμι μνῆμα: κατὰ κοινοῦ τοῦτο εἶπεν· συνθεωρεῖται γὰρ τὸ πρὸς τὴν μητέρα μῖσος κἂν μὴ τοῦτο εἶπεν: —
πρὸ τοῦ σὲ ἀπολογήσασθαι: —
περιβαλὼν πλευροῖς: ὑπὸ τῆς νόσου δυσκίνητα, μὴ δυνάμενα κινεῖσθαι καὶ κέλλειν· ἔνθεν καὶ ὁ κέλης καὶ τὸ κελλώνιον. ἤτοι δυσκίνητα, μὴ δυνάμενα κέλλειν: —
οὐ φροντίσας τοῦ ὄχλου ὀχήσω σε διὰ μέσης τῆς πόλεως: — ἀντὶ τοῦ οὐ φροντίζων τοῦ ὄχλου: —
ἀντὶ τοῦ μὴ ἐν δειναῖς: — ὠφελήσω: —
τοῦτʼ ἐκεῖνο κτᾶσθʼ ἑταίρους: ἦν ἄρα, φησὶ, καλῶς τοῦτο ἔκπαλαι δεδογμένον τὸ μὴ μόνον τοὺς συγγενεῖς φίλους νομίζειν, ἀλλὰ καὶ εἴ τις βέβαιος τὴν διάθεσιν: —
ὅτι: — ὅστις τρόπῳ καὶ διαθέσει συγκάμνει φίλῳ, πολλῶν ἐστι συγγενῶν ἀμείνων εἶναι φίλος: — ἄλλως: ὡς κρείσσων ἐστὶν ὁ ἀνὴρ ὁ θυραῖος καὶ ξένος ὢν, τοῖς τρόποις δὲ συντακεὶς, ἤγουν ὁμότροπος γενόμενος, κεκτῆσθαι, ἤγουν κτηθῆναι, φίλος ἀνδρί· κρείσσων δέ τινων μυρίων ὁμαιμόνων καὶ ἀδελφῶν, ἢ κοινῶς εἰπεῖν συγγενῶν: — συναναπλασθῇ: — ξένος: —
ὁ μέγας ὄλβος: τὸ ἑξῆς· ὁ μέγας ὄλβος καὶ ἡ ἀρετὴ τῶν Ἀτρειδῶν ἡ μεγαλοφρονοῦσα καὶ ἐν Ἑλλάδι καὶ ἐν Τροίᾳ εἰς τὸ ἐναντίον ἐκ τῆς εὐδαιμονίας ἀνῆλθεν, ὅ ἐστιν εἰς δυστυχίαν ἀρχαίαν τὴν τοῖς Ἀτρείδαις συμπεσοῦσαν ἐπὶ τῷ χρυσομάλλῳ ἀρνῷ: — ἄλλως: τὸ ἑξῆς· ἀπὸ τῆς παλαιᾶς συμφορᾶς τῶν οἴκων τῶν Ἀτρειδῶν ὁ μέγας ὄλβος μεγαλοφρονήσας ἐν Ἑλλάδι καὶ τῇ Τροίᾳ πάλιν εἰς τὴν ἀρχαίαν δυσδαιμονίαν ἔδραμεν, ὡσεὶ ἔλεγεν· ὠγκώθησαν ἐπὶ πολὺ οἱ Ἀτρεῖδαι καὶ πάλιν ἐδυστύχησαν: — ἄλλως: ὁ μέγας ὄλβος καὶ ἡ περίπυστος κατὰ πᾶσαν τὴν Ἑλλάδα καὶ ἐν Ἰλίῳ τῶν Ἀτρειδῶν εὐδαιμονία καὶ ἀρετὴ εἰς τοὐπίσω πάλιν ἀνέδραμεν εἰς δυστυχίαν ἐξ εὐτυχίας μεταβληθεῖσα καὶ ὥσπερ εἰπεῖν ἀπόρροιαν ἔχουσα ἐκ τῆς παλαιᾶς αὐτῶν ἐκείνης τῆς κατʼ οἶκον συμφορᾶς. ἐκείνη γὰρ ἡ ἔρις αὐτοῖς ἡ περὶ τοῦ χρυσομάλλου ἀρνειοῦ εἰργάσατο ἐλεεινὰ βρώματα καὶ σφαγὰς ἀνοσίους εὐγενῶν τέκνων τοῦ Θυέστου. ἐξ ἐκείνου δὴ φόνου συνεχεῖς καὶ ἀλλεπάλληλοι σφαγαὶ οὐ διαλείπουσι τὸν τῶν Ἀτρειδῶν οἶκον. καὶ τὸ νομιζόμενον εἶναι καλὸν οὐ καλόν ἐστι, λέγω δὴ τὸ ἀπηνεῖ χειρὶ διατεμεῖν τὸ σῶμα τῶν γονέων καὶ ᾑμαγμένον ἀνατεῖναι τὸ ξίφος εἰς τὰς τοῦ ἡλίου αὐγάς. τὸ γὰρ ἀδικεῖν πατέρας ἀσεβῶν ἐστι καὶ ἀνοήτων τέκνων καὶ πονηρῶν ἀνθρώπων, τὸ δὲ τῆς συμφορᾶς τῆς κατὰ τοῦτον ἐλεεινότερον. μέλλουσα γὰρ τελευτᾶν ἡ Τυνδάρεω, Κλυταιμνήστρα, φόβῳ τοῦ θανάτου ἀνεβόησεν ἡ δυστυχής· Ὀρέστα, τολμᾷς τὸν κατὰ τῆς μητρὸς φόνον. ὅρα δὴ καὶ σκόπει, μή πως τῆς εἰς τὸν πατέρα τοιαύτης τιμωρίας ἀνταλλάξῃς δύσκλειαν ἀθάνατον. οὔτε γὰρ νόσος οὔτε αἷμα οὔτε τις ἑτέρα συμφορὰ μείζων γένοιτʼ ἂν ἐν ἀνθρώποις μητροκτονίας: —
μέγα φρονοῦσʼ ἀνʼ Ἑλλάδα: ἀντὶ τοῦ μέγα φρονήσασα. τὸ δὲ πλῆρες μέγα φρονοῦσα, ἡ ἀρετή. εἰδωλοποιεῖ γὰρ αὐτήν. ἢ ὅτι τῶν ἐπειλημμένων αὐτῆς ἐπαίρει τὸ φρόνημα: — δύναται καὶ μέγα φρονοῦσι, τοῖς Ἀτρείδαις: —
ἀντὶ τοῦ ἐν Ἰλίῳ. Σιμοῦς γὰρ ποταμὸς Ἰλίου, ἀφʼ οὗ τὴν Τροίαν δηλοῖ: —
πάλιν ἀνῆλθʼ: εἰς τὸ ἔμπαλιν καὶ εἰς τὸ ἐναντίον ἔδραμε καὶ κατέστη τοῖς Ἀτρείδαις. εὐτυχίαν δέ φησι τὴν κατὰ τὸ Ἴλιον καὶ δυστυχίαν τὴν νῦν τραγῳδουμένην: —
πάλαι παλαιᾶς: ἀντὶ τοῦ διὰ τὴν παλαιὰν καὶ πάλαι γεγενημένην συμφοράν. λέγει δὲ τὴν μοιχείαν τῆς γυναικὸς Ἀτρέως καὶ τὴν βορὰν τῶν τέκνων τοῦ Θυέστου, ὡς καὶ ἑξῆς ἐπάγει. ἢ οὕτως· προϋπαρξάσης ἑτέρας κατὰ τὸν ἀνέκαθεν χρόνον συμφορᾶς ἥτις αὐτοῖς προὐξένησε συμφορὰς ἀτόπους, τῷ μὲν οἰκτροτάτην παίδων βορὰν, τῷ δὲ σφαγὴν ἀνοσίαν τέκνων ἀδελφοῦ. τὸ γὰρ τεκέων ἀντὶ τοῦ τέκνων· ἑξῆς δὲ τεκέων χρόα τεμεῖν πυριγενεῖ παλάμᾳ. ἐπὶ τῶν γονέων δὲ ἔλαβε παρὰ τὸ τεκεῖν ἴσως: — ἀπὸ συμφορᾶς δόμων: ποίας δὲ συμφορᾶς λέγει· ὁπότε παρὰ τοῦ ἀρνὸς ἦλθε τοῖς Ἀτρείδαις μεγάλη συμφορὰ, σφαγαὶ καὶ θοινήματα τῶν γενναίων τέκνων: — Ἀτρεὺς ὁ Πέλοπος βασιλεύων Πελοποννήσου ηὔξατό ποτε ὅ τι ἂν κάλλιστον ἐν τοῖς ποιμνίοις αὐτοῦ γεννηθῇ, τοῦτο Ἀρτέμιδι θῦσαι. γεννηθείσης δὲ αὐτῷ χρυσᾶς ἀρνὸς τῆς εὐχῆς ἠμέλησε καὶ καθείρξας εἰς λάρνακα ἐφύλαττε. μέγα δέ τι φρονήσας ἐπὶ τῷ κτήματι κομπάζει ἐπὶ τῆς ἀγορᾶς. ἠνίασε τοῦτο Θυέστην, καὶ ὑπελθὼν ὡς ἐρῶν ἔπεισε τὴν Ἀερόπην δοῦναι αὐτῷ τὸ κτῆμα, λαβὼν δὲ ἀντεῖπε τῷ ἀδελφῷ ὡς οὐ δεόντως κομπάζοντι. ἔλεγε δὲ αὐτὸς ἐν τῷ πλήθει δεῖν καὶ τὴν βασιλείαν ἔχειν τὸν τὴν χρυσᾶν ἄρνα ἔχοντα. τοῦτο δὲ ὁμολογοῦντος καὶ τοῦ Ἀτρέως Ζεὺς Ἑρμῆν πέμπει πρὸς τὸν Ἀτρέα συνθέσθαι λέγων περὶ τῆς βασιλείας καὶ δηλοῖ περὶ τῆς ἀνατολῆς ὅτι μέλλει ποιεῖσθαι τὴν ἐναντίαν ὁδὸν ὁ ἥλιος. συνθεμένου δὲ περὶ τούτου ὁ ἥλιος τὴν δύσιν εἰς ἀνατολὴν ἐποιήσατο· ὅθεν ἐκμαρτυρήσαντος τοῦ δαιμονίου τὴν Θυέστου πλεονεξίαν τὴν βασιλείαν Ἀτρεὺς παρέλαβε καὶ Θυέστην ἐφυγάδευσεν: —
σφάγια γενναίων τεκέων: τῶν εὐγενῶν τέκνων τοῦ Θυέστου. ἐξ ἐκείνου δὲ φόνοι συνεχεῖς καὶ ἀλλεπάλληλοι σφαγαὶ οὐ διαλείπουσι τὸν τῶν Ἀτρειδῶν οἶκον: —
οὐ προλείπει: τὰ θατέρῳ συμβάντα κατὰ ἀμφοτέρων ἐξήνεγκεν. τί γὰρ δεινὸν ὁ Μενέλαος ἐπανελθὼν πέπονθεν, εἰ μὴ τὰ ἐν Ἰλίῳ διʼ αὐτὸν γενόμενα λέγει κακά. σύλληψις δὲ ὁ τρόπος· τὸ γὰρ ἑτέρῳ συμβὰν κατʼ ἀμφοτέρων ἔταξεν: —
τὸ καλῶς δοκοῦν γεγενῆσθαι οὐ καλῶς ἀπέβη τῷ Ὀρέστῃ. τί δέ ἐστι· τὸ ἀπηνεῖ χειρὶ διατεμεῖν τὸ σῶμα τῶν γονέων καὶ ᾑμαγμένον ἀνατεῖναι τὸ ξίφος εἰς τὰς τοῦ ἡλίου αὐγάς: — τὸ νομιζόμενον δὲ εἶναι καλὸν, ὁ κατὰ τῆς μητρὸς φόνος ὅτι ἐπʼ ἐκδικίᾳ τοῦ πατρὸς γέγονεν, οὐ καλὸν τῷ μητροκτονήσαντι: — ἄλλως: ἔνιοι οὕτως· ἡ τιμωρία ἡ ὀφείλουσα ὑπὸ τοῦ Ὀρέστου ὑπὲρ τοῦ πατρὸς ἀπαιτηθῆναι σφοδρότερον ἀπῃτήθη. οὐ καλὸν, φησὶ, τὸ σῶμα τῶν γονέων, λέγει δὲ τὴν Κλυταιμνήστραν, ἀπηνεῖ χειρὶ τέμνειν τὸν Ὀρέστην: — ἢ τοιαύτη ἡ σύνταξις· οὐδὲ τοῦτο, φησὶ, καλὸν, τὸ τὸ ξίφος ᾑματωμένον δεῖξαι ταῖς τοῦ ἡλίου αὐγαῖς. εἰώθασι γὰρ οἱ ἀνελόντες τινὰ δικαίως, ὡς οἴονται, τῷ ἡλίῳ τὸ ξίφος δεικνύναι σύμβολον τοῦ δικαίως πεφονευκέναι: —
ἀπηνεῖ καὶ θρασείᾳ καὶ ἀνημέρῳ, ὡς ἂν ἐκ πυρὸς γεγενημένῃ: — τῷ ξίφει, ἐπεὶ ὑπὸ πυρὸς παλαμᾶται: —
μελάνδετον: διὰ τὸ μέλαιναν λαβὴν ἔχειν, τουτέστι μελάγκωπον. ἢ μέλαν παρὰ τοῦ φόνου γενόμενον. πολλὰ δέ εἰσι τὰ τοιαῦτα σύνθετα, οἷον «κελαινεφὲς αἷμα»· οἷον τὸ νέφος οὐκ ἔγκειται, οὕτως καὶ ἐνταῦθα τὸ δεδέσθαι οὐκ ἔγκειται: — τὸ ὑπὸ τοῦ αἵματος μελαινόμενον: —
τὸ δʼ αὖ κακουργεῖν: γράφεται τὸ δʼ αὖ κακοῦργον: — τὸ δʼ αὖ κακουργεῖν ἀσέβεια: τὸ δὲ μετὰ λόγου καὶ πιθανότητος ἐπιχειρεῖν τι καὶ πράττειν κακὸν οὐχ ἁπλῆ ἐστιν ἀσέβεια, ἵνʼ ᾖ καθόλου τοῦτο τάττεσθαι δυνάμενον καὶ ἐπὶ Ἀτρέως καὶ ἐπὶ Θυέστου καὶ ἐπὶ Κλυταιμνήστρας καὶ ἐπʼ Αἰγίσθου καὶ οὐ μόνον ἐπὶ τούτων, ἀλλὰ καθολική ἐστι γνώμη. τὸ δὲ κακοφρονούντων ἀνδρῶν παράνοια τοιοῦτόν ἐστι· τῶν κακὰ διαλογιζομένων ἀνδρῶν αὐτὸ τὸ ἀλόγιστόν ἐστιν: — ἄλλως: τὸ μὲν κακουργεῖν ἀσεβῶν ἐστι καὶ πονηρῶν ἀνθρώπων, τὸ δὲ τῆς συμφορᾶς τῆς κατὰ τοῦτον ἐλεεινότερον. οὐκ ἠλέησε γὰρ τὴν μητέρα οἰκτρῶς παρακαλοῦσαν: — ἄλλως: ἀλλὰ καὶ τὸ δεινὰ πράττειν ἀσέβειά ἐστι. τοῦτο δέ φησιν, ἐπεὶ ἡ Κλυταιμνήστρα μοιχευθεῖσα ἐφόνευσε τὸν Ἀγαμέμνονα: — γράφεται ποικίλα: —
κακῶς διανοουμένων: —
διὰ τὸν φόβον τοῦ θανάτου: —
οὐχ ὅσια τολμᾷς: —
ἀπενέγκῃ κακοδοξίαν αἰώνιον: —
οὔτε γὰρ νόσος οὔτε συμφορά τις μείζων μητροκτονίας: —
οἷον: οἷον ἔργον ὁ δυστυχὴς διαπραξάμενος … διὰ τὸν φόνον καὶ περιδινούμενος τὰς τῶν ὀφθαλμῶν ὄψεις, ὁ τοῦ βασιλέως Ἀγαμέμνονος παῖς: — οἷον ἔργον τελέσας: ἀντὶ τοῦ· οἷον ἔργον ὁ δυστυχὴς Ὀρέστης καταπραξάμενος, τὸ τῆς μητροκτονίας, ἄγρευμα γεγένηται ταῖς Ἐρινύσι συλληφθεὶς ὑπʼ αὐτῶν διὰ τὸν τῆς μητρὸς φόνον: —
Εὐμενίσιν θήραμα φόνῳ: ἀντὶ τοῦ ἄγρευμα γενόμενος καὶ συλληφθεὶς ὑπὸ τῶν Ἐρινύων διὰ τὸν φόνον τῆς μητρός: —
περιδινούμενος τοὺς ὀφθαλμούς· τοιοῦτοι γὰρ οἱ μανιώδεις· καὶ πανταχοῦ περιστρέφων αὐτοὺς, ὅ ἐστι τεταραγμένους ἔχων τοὺς ὀφθαλμούς. τὸ δὲ ἑξῆς· Εὐμενίσι δρομάσι. δρομάσι δὲ ταῖς εὐκινήτοις: —
φεῦ τῆς δυστυχίας, ὦ Ὀρέστα: —
ἐκ χρυσοῦ ὑφανθέντων. ἴσως παρὰ τὸ πηνίον: —
μαστὸν ὑπερτέλλοντʼ ἐσιδών: ὡς ἄρα ἦσθα τὴν φύσιν ὠμὸς, ἡνίκα ἡ μὲν ὠδινήσασα προὔτεινέ σοι τὸν μαστὸν ἐκ τῶν χρυσοϋφῶν ἱματίων γαλακτοτροφίας ὑπομιμνήσκουσα καὶ παρὰ σοῦ ἔλεον διὰ τούτου θηρωμένη, σὺ δὲ πρὸς τοῦτο ἀπιδὼν οὐκ ἠλέησας τὴν τεκοῦσαν, ἀλλὰ γέγονας τῆς μητρὸς ἀνόσιος φονεὺς τῷ σῷ πατρὶ ὑπὲρ ὧν πέπονθεν ἐκδίκησιν διʼ ἀσεβείας διδούς: — ἀνατεινόμενον: —
οὐδαμῶς μαινόμενος, σωφρονῶν δέ: —
κατὰ τὸ σιωπώμενον εἶδον τὸν ἄγγελον ἐρχόμενον αἱ τοῦ χοροῦ γυναῖκες: —
ἀπὸ λόγου δῆλος εἶ κακάγγελος ὤν: —
τῶν Ἀργείων· Πελασγὸς γὰρ βασιλεὺς παλαιὸς Ἀργείων: —
ἀντὶ τοῦ· εἰς τὸ μέλλον ἀφορῶσα πολλὰ ἐθρήνουν: —
ἀντὶ τοῦ κατεδίκασαν. καὶ «καθαιροῦσαν ψῆφον» τὴν καταδικάζουσαν: —
ἔτρεφε: —
εὐγενῆ πρὸς τὸ χρῆσθαι: —
καὶ θάσσοντʼ ἄκραν: τόπος οὕτω καλούμενος. τὸν Πρῶνα λέγει· ἐνταῦθά φασι τοὺς Ἀργείους ἐκκλησιάζειν: — θάσσοντʼ ἄκραν: φασὶ τὸν Δαναὸν ἐνταῦθα δεδωκέναι δίκας τῷ Αἰγύπτῳ ὑπὲρ ὧν εἰργάσαντο φόνων αἱ θυγατέρες αὐτοῦ: —
οὗ φασι πρῶτον: ὅπου φασὶ πρῶτον Δαναὸν μετὰ τὸν θάνατον τῶν υἱῶν Αἰγύπτῳ δοῦναι δίκας. αὐτὸς γὰρ ὁ Αἴγυπτος ἧκεν εἰς Ἄργος τιμωρήσων τὸν φόνον. Δαναὸς δὲ μαθὼν ἐξῆγεν εἰς ὅπλα τοὺς Ἀργείους, ἀλλὰ Λυγκεὺς πείθει λόγοις ὁρίσασθαι τὴν ἔχθραν, καὶ καθιστῶσι δικαστὰς αὐτοῖς Αἰγυπτίων καὶ Ἀργείων τοὺς ἀρίστους. ἡ δὲ δίκη συνήχθη περὶ τὴν μεγίστην ἄκραν, ἔνθα καὶ Ἴναχος ἁλίσας τὸν λεὼν συνεβούλευσεν οἰκίζειν τὸ πεδίον. ὁ δὲ τόπος ἐξ ἐκείνου Ἁλιαία καλεῖται: — ἄλλως: ἡ πολλὴ δόξα κατέχει μὴ ἀφῖχθαι τὸν Αἴγυπτον εἰς Ἄργος, καθάπερ ἄλλοι τέ φασι καὶ Ἑκαταῖος γράφων οὕτως· «ὁ δὲ Αἴγυπτος αὐτὸς μὲν οὐκ ἦλθεν εἰς Ἄργος, παῖδας δὲ … ὡς μὲν Ἡσίοδος, ἐποίησε πεντήκοντα, ὡς ἐγὼ δὲ, οὐδὲ εἴκοσι». καὶ Διονύσιος ὁ κυκλογράφος ἐν τούτῳ τὰ παραπλήσιά φησι. Φρύνιχος δὲ ὁ τραγικός φησι σὺν Αἰγυπτίοις τὸν Αἴγυπτον ἥκειν εἰς Ἄργος. λέγεται δέ τις ἐν Ἄργει Πρὼν, ὅπου δικάζουσιν Ἀργεῖοι: — ἄλλως: οὗ παρῆκεν ὁ Δαναὸς Αἰγύπτῳ δικάσασθαι. ἱστορεῖ δὲ περὶ τοῦ χωρίου Δεινίας ἐν θ τῆς πρώτης συντάξεως, ἐκδόσεως δὲ δευτέρας, γράφων οὕτως· «ταχέως δὲ κυριεύσαντες τὸν Μέλαγχρον καὶ τὴν Κλεομήτραν βάλλοντες τοῖς λίθοις ἀπέκτειναν. καὶ τὸν τάφον αὐτῶν δεικνύουσιν καὶ νῦν ἔτι ὑπεράνω τοῦ καλουμένου Πρωνὸς, χῶμα παντελῶς, οὗ συμβαίνει τοὺς Ἀργείους δικάζειν». τάχα δʼ ἂν τούτου καὶ ἐν Βελλεροφόντῃ μνημονεύοι εἰπών· «καὶ ξεστὸν ὄχθον Δαναϊδῶν ἑδρασμάτων στὰς ἐν μέσοισιν εἶπε κηρύκων … — καὶ ἄλλως: Δαναὸς ἐγένετο Ἄργους βασιλεύς. οὗτος τὰς θυγατέρας ἑαυτοῦ πεντήκοντα οὔσας ἐκδίδωσι πρὸς γάμον τοῖς υἱοῖς Αἰγύπτου πεντήκοντα καὶ αὐτοῖς οὖσιν. οὗτος ἀπῆλθεν εἰς τὸ μαντεῖον χρησόμενος εἰ ἄρα καλῶς ἔγημαν αἱ θυγατέρες. ὁ δὲ θεὸς ἔχρησεν αὐτὸν ἐκ τούτου κινδυνεύσειν. ὁ δὲ ἔπεισε τὰς θυγατέρας ἀνελεῖν τοὺς υἱοὺς Αἰγύπτου. μόνη δὲ Ὑπερμνήστρα ἐφείσατο τοῦ Λυγκέως, καὶ οὗτος ἐβασίλευσεν Ἄργους: — τὴν Ἡλιαίαν φησί: —
ἆρα παρὰ πολεμίων τινῶν: —
ἀνήγειρεν: — γράφεται ὄχλον: —
ἀνέλπιστον. καὶ Διονύσιος ὁ κυκλογράφος τούτῳ τὰ παραπλήσιά φησι: — πρᾶγμα: —
τὸν δὲ συλλυπούμενον τῷ φίλῳ καθάπερ ἀδελφόν: —
τοῖς κρατοῦσιν ἀεὶ χαριζόμενος: — ἔλεξε δʼ ὑπὸ τοῖς δυναμένοισιν: τὸ ἑξῆς· ἔλεξε διχόμυθα, ἀντὶ τοῦ διχόγνωμα, τοῖς κρατοῦσιν ἄλλοτε ἄλλα προσχαριζόμενος: —
ἐκπληττόμενος ἐπαινῶν: —
διὰ τοῦ καλοῖς κακοὺς λόγους ἑλίσσων ἐξηγεῖται τὸ διχόμυθα: —
καθισταίη νόμους: ἀντὶ τοῦ κυροίη. λέγων ὅτι ὁ Ὀρέστης οὐ καλὸν νόμον εἰσήνεγκεν εἰς τοὺς τεκόντας: —
πηδῶσʼ ἀεὶ κήρυκες: καὶ ἐν ἄλλοις κατὰ τῶν κηρύκων λέγει ὅτι «ἀεί ποτε σπέρμα κηρύκων λάλον»: —
ὃς ἂν δύνηται καὶ ἄρχῃ τῆς πόλεως: —
ἀθυρόγλωσσος: ταῦτά φασιν ἐπὶ Κλέωνι τῷ δημαγωγῷ λέγεσθαι, σφαλλόμενοι. πρὸ γὰρ τῆς τοῦ Ὀρέστου διδασκαλίας πολλοῖς χρόνοις ὁ Κλέων ἐτελεύτα. τάχα οὖν εἰς Κλεοφῶντα τείνει, ἐπεὶ καὶ ἔναγχος οὗτος τὰς πρὸς Λακεδαιμονίους συνθήκας οὐ προσήκατο. καὶ τῷ λέγειν δὲ Ἀργεῖος οὐκ Ἀργεῖος ἠναγκασμένος εἰς τοῦτον βλέπει. θέλει γὰρ εἰπεῖν Ἀθηναῖον οὐκ Ἀθηναῖον ὄντα αὐτὸν, ἀλλὰ νόθον πολίτην, παρόσον Θρᾷξ ἦν ὁ Κλεοφῶν. Ἀριστοφάνης Βατράχοις· «φιλοτιμότεραι Κλεοφῶντος, ἐφʼ οὗ δὴ χείλεσιν ἀμφιλάλοις δεινὸν ἐπιβρέμεται Θρῃκία χελιδὼν ἐπὶ βάρβαρον ἑζομένη πέταλον»: —
Ἀργεῖος οὐκ Ἀργεῖος: Ἀργεῖος ἠναγκασμένος, ὡσεὶ ἔλεγε νόθος πολίτης. ταῦτά φασιν αὐτὸν εἰς Κλεοφῶντα τείνεσθαι, ἐπεὶ ὡς Θρᾷξ κωμωδεῖται: —
θορύβῳ τε πίσυνος: τεθαρρηκὼς, πείθειν δυνάμενος εἰς τὸ περιβαλεῖν κακῷ τινι τοὺς ἀκούοντας, ὥστε αὐτοὺς ποιῆσαί τι κακόν: —
λείπει τὸ ἀλλʼ οὖν: —
θεᾶσθαι δʼ ὧδε: ὁ δὲ τοῦ δήμου προϊστάμενος ὀφείλει τοὺς τοιούτους ἐπιλέγεσθαι δημηγόρους τοὺς καὶ χρησιμεύειν μέλλοντας. ὁμοίως γὰρ τὸ πρᾶγμα γίνεται τῷ τε δημηγόρῳ καὶ τῷ τοῦ δήμου προϊσταμένῳ: — ἄλλως: δεῖ, φησὶ, τὸν ἀγαθὸν πολίτην εἰς τὸ τῆς πόλεως συμφέρον ἀφορᾶν ἀεί· καθὼς γὰρ ἂν συμβουλεύσειεν, οὕτως εἰώθασιν ἀποβαίνειν τὰ πράγματα: — ἄλλως: τὸν δὲ προεστῶτα τῆς πόλεως, τουτέστι τὸν δημαγωγὸν, οὕτως ἀφορῶντα, πρὸς τὸν λέγοντα, δεῖ κρίνειν. ὁμοίως γὰρ, φησὶν, ἀποβαίνει τὸ πρᾶγμα καὶ τῷ λέγοντι καὶ τῷ ἀκούοντι. ὥσπερ γὰρ, ἐὰν ᾖ ὁ συμβουλεύων κακός, ἀσύμφορόν ἐστι τῇ πόλει, οὕτως καὶ ὅταν ὁ ἀκούων κακῶς ἀκούῃ, πάλιν ἀσύμφορον: — ἄλλως: τὸν δὲ προεστῶτα τῆς πολιτείας καὶ τοῦ δήμου ἀνερευνᾶν δεῖ καὶ ἀνασκοπεῖν τὸν συμβουλεύοντα ὁποῖός ἐστι τὸ ἦθος. εἰς ταὐτὸν γὰρ ἀποβαίνει τὸ πρᾶγμα τῷ τε λέγοντι κακῶς καὶ σφαλερῶς συμβουλεύοντι τῷ τε δεχομένῳ τοὺς αὐτοῦ λόγους: —
τῷ τοὺς λόγους λέγοντι: τουτέστι τῷ προϊσταμένῳ καὶ τὰ πρωτεῖα φέροντι τῆς πόλεως καὶ τιμωμένῳ: —
ὑπὸ δʼ ἔτεινε Τυνδάρεως λόγους: ὑπέβαλλε δὲ αὐτῷ ὁ Τυνδάρεως τοιούτους λόγους λέγειν, ὑμᾶς φονευθῆναι. ἢ οὕτως· ὑπέβαλλεν ὁ Τυνδάρεως τοῖς καθʼ ὑμῶν ποιουμένοις τὸν λόγον. ὑπέτεινε δὲ καὶ εἰς τὸ αὐτὸ ἦν τῷ ὑμᾶς λέγοντι φονεύεσθαι: — τῷ λέγοντι τοὺς δύο φονευθῆναι. τὸ δὲ κατακτείναντι ὅσον ἐπὶ τοῖς λόγοις οἷς ἔλεγεν: —
γράφεται οὐκ εὔοπτος: — εὔμορφος: — ἀνδρεῖος τῇ ψυχῇ. ἀνδρεία γὰρ ἐπὶ ψυχῆς. ῥώμη δὲ ἐπὶ σώματος: — κατὰ μὲν τὴν ἔξω ἐμφέρειαν καὶ ἐμφάνειαν ἀηδὴς καὶ ἀφανὴς, ἀνδρεῖος δὲ καὶ γενναῖος κατὰ ψυχήν: —
ἐκκλησίας οὐ περιερχόμενος. οὐδὲ πλησιάζων: — ἀπὸ κοινοῦ τὸ χραίνων: —
αὐτουργός: σῴζουσι γῆν οἱ αὐτουργοῦντες· γνησίως γὰρ τοὺς ἀγροὺς ἐργάζονται: — αὐτουργός: ὁ τὴν ἰδίαν ἐργαζόμενος γῆν: — οἱ αὐτουργοί: —
χωρεῖν ὁμόσε: ἀντὶ τοῦ οὐ διχόμυθα λέγων ὡς ὁ προρρηθείς. τοῦτο ἐναντίον ἐστὶ τῷ διχόμυθα: συνδραμεῖν ὑμῖν θέλων τοῖς λόγοις καὶ ταῖς ὑμετέραις βουλήσεσι βουλόμενος. σημαίνει δὲ τὸ σῴζειν ὑμᾶς ἐσπουδακώς: — ὁμοῦ: —
ἀνεπίπληκτον: ἀνεπίληπτον, ἀναμάρτητον, ἀδιάφθορον, ἀβλαβῆ, οὐκ ἄξιον τοῦ ἐπιπλήττεσθαι, ἀνεπιτίμητον, ὃν οὐδεὶς διὰ τὸ σῶφρον ὕβρισεν: —
τοὺς ἄνδρας ἀφῄρει: — ἣ κεῖνʼ ἀφῄρει: ἥτις, φησὶν, ἡ Κλυταιμνήστρα, τὸ ὅσον ἐφʼ ᾧ δέδρακε φόνῳ κατὰ τοῦ ἀνδρὸς, ἀνῄρει καὶ ἀνέτρεπεν ἔθη καλὰ καὶ ζηλωτὰ, λέγω δὲ τὸ ὁπλίζεσθαι καὶ ἐπʼ ἀλλοδαπῆς ἰέναι. νῦν δὲ ἀνῃρημένης αὐτῆς πεφρίκασιν αἱ γυναῖκες τὰς κατὰ τῶν ἀνδρῶν ἐπιβουλάς· τότε δὲ οὐκ ἂν ἐτόλμησε τῶν ἀνδρῶν οὐδεὶς ἔξω τῶν οἴκων ἐπὶ πόλεμον ὁρμᾶν ὑφορώμενος τοὺς εἰωθότας νοθεύειν: — ἄλλως: ἣ, φησὶν, ἡ Κλυταιμνήστρα, ὅσον ἧκεν ἐφʼ ἑαυτῇ, καλὰ καὶ ζηλωτὰ ἔργα ἔπαυσε, φημὶ δὴ τὸ ὁπλίζεσθαι καὶ ἰέναι κατὰ ἀλλοδαπῆς, διὰ τὸ μὴ ἐκ τῆς γυναικὸς ἀναιρεῖσθαι: — λελειμμένοι: οἱ ἐν τῇ πόλει καταλειφθέντες, οἱ μὴ ἐξελθόντες εἰς πόλεμον: — τὰς γυναῖκας τὰς οἰκουρούσας: — τὰς τῶν οἴκων διοικητρίας γυναῖκας: —
Ἴναχος αὐτόχθων πρῶτος βασιλεὺς Ἄργους, δεύτερος Πελασγὸς, τρίτος Δαναός: — ὦ γῆν Ἰνάχου: μετὰ τὸν κατακλυσμὸν ἐν ὄρεσιν οἰκούντων τῶν Ἀργείων πρῶτος αὐτοὺς συνῴκισεν Ἴναχος καὶ λιμναζόμενον τὸ παρὰ τὸν Ἴναχον πεδίον αὐτὸς ἐκαθάρισε καὶ ἐκ πηγῆς τινος ποιησάμενος τὸν ποταμὸν ἀφʼ ἑαυτοῦ Ἴναχον ἐκάλεσε καὶ τὸ Ἄργος Ἰνάχιον. Ἰνάχου δὲ καὶ Μελίας Φορωνεὺς καὶ Φηγεὺς ἐγένοντο. Φορωνέως δὲ καὶ Πειθοῦς ἐγένοντο Αἰγιαλεὺς, Ἄπις, Εὔρωψ, Νιόβη. Νιόβης δὲ Ἄργος ἐγένετο, Ἄργου δὲ Κρίασος, Ἔκβασος, Πείρασος, Ἐπίδαυρος, Τίρυνς. Κριάσῳ δὲ ἀπὸ Μελανθοῦς ἐγένοντο Φόρβας καὶ Κλεόβοια, Φόρβαντι δὲ ἐκ τῆς Εὐβοίας Τριόπας καὶ Μεσσήνη. Τριόπᾳ δὲ ἐκ Σωσίδος ἐγένοντο δίδυμοι μὲν Πελασγὸς καὶ Ἴασος, νεώτεροι δὲ Ἀγήνωρ καὶ Ξάνθος. ὁ δὲ Πελασγὸς πρῶτος ἄρτου κατασκευὴν ἐξεῦρε πάλαι τῶν ἀνθρώπων τοῖς δράγμασι σιτουμένων καὶ Πελασγικὸν τὸ Ἄργος ὠνόμασεν. Ἰάσου δὲ Ἰὼ ἐγένετο, Ἰοῦς δὲ Ἔπαφος, Ἐπάφου δὲ Λιβύη καὶ Τηλέγονος, Λιβύης Βῆλος καὶ Ἀγήνωρ· Βήλου δὲ Αἴγυπτος ἐγένετο καὶ Δαναός: —
τινὲς εἰς τὸ πάλαι στίζουσιν: —
οὐ φθάνοιτʼ ἔτʼ ἄν: οὐκ ἀρκεσθήσεσθε πρὸς τὸν γυναικῶν φόνον: — ἄλλως: οὐ φθάνοιτε ἀποθνῄσκοντες τῷ ἰδίῳ νόμῳ: —
ὑμεῖς ὑποταγείητε, οὐχ ὑποτάξοιτε: — ὑμεῖς φονευθήσεσθε καὶ οὐ φονεύσετε: —
ἐξαπλοῦται, πλατύνεται κατὰ τῶν ἀνδρῶν: — ὁ νόμος ἀνεῖται: ὅταν γάρ τι τῶν δεόντων παρίδωσιν οἱ τὴν ἀρχὴν ἔχοντες κέρδει κατειλημμένοι ἢ ἄλλῳ τινὶ πάθει, τότε ὁ νόμος ἀνεῖται, ἤγουν ἐνδίδοται καὶ πλατύνεται καὶ εἰς αὔξησιν ἔρχεται, πρὸς τὰ κακὰ δηλονότι εὐρυνθεὶς καὶ τὴν αὔξην λαβών: —
οὐκέτι πέρας ὑμῶν ἕξει ὁ θάνατος: —
ὁ κακὸς ἐν πλήθει λέγων: εἴωθε γάρ πως ἐν τοῖς συλλόγοις ὁ τῶν κακῶν κρατεῖν ὅμιλος. ἀμέλει καὶ τῶν πόλεων αἱ πλείους τούτῳ τῷ τρόπῳ ἁλίσκονται, τοὺς τιμίους παρʼ οὐδὲν τιθέμεναι, τοὺς δὲ ἀτίμους καὶ ἀγοραίους τιμῶσαι καὶ σεβάζουσαι: —
ἐκ τῶν ἐκκλησιαζόντων: —
γράφεται ὡς οὔ σʼ ὁρᾶν δεῖ φέγγος: —
οὐδέν σε ὠφέλησεν: —
στυγνὸν καὶ ὥσπερ ἐστεγασμένον τοῖς κακοῖς. ἐν ἐνίοις δὲ οὐ φέρονται οἱ τρεῖς στίχοι οὗτοι. πῶς γὰρ οὐκ ἔμελλε στυγνάζειν: —
πρὸς τὸν χορόν. ἐὰν μετὰ τοῦ ι, ἡ Πελασγία γῆ καὶ χώρα· ἐὰν ἄνευ τοῦ ι … —
τὸ τιθεῖσα κατὰ κοινοῦ καὶ ἐπὶ τῆς κεφαλῆς καὶ ἐπὶ τῶν παρηΐδων: —
αἱματηρὸν ἄταν: ἀντὶ τοῦ· καταξέουσα ἐμαυτῆς τὰς παρειὰς τοῖς ὄνυξιν, ὅπερ ἐστὶ διʼ αἵματος ἄτη: —
γράφεται καλὴ παῖς: — Περσέφασσα καλλίπαις θεά: Περσέφασσα καλεῖται ἡ Κόρη. ἀπὸ δὲ ταύτης καὶ τὴν μητέρα βούλεται δηλοῦν. πῶς γὰρ ἡ παῖς καλλίπαις· ἡ γὰρ Περσέφασσα θυγάτηρ ταύτης. γράφεται δὲ τὸ καλλίπαις καὶ καλὴ παῖς, αὐτὴ οὖσα ἡ Κόρη. οὕτως καὶ βέλτιον· αὕτη γὰρ ἐκληρώθη τὸν θρῆνον. ἡ τὸν Ἴακχον γεννήσασα ἡ καλλίπαις: — ἄλλως: ἰστέον ὅτι τῆς κόρης, ἤγουν τῆς Περσεφόνης, ἁρπασθείσης ὑπὸ τοῦ Πλούτωνος ἡ μήτηρ αὐτῆς, ἡ Δηὼ, νῆστις περιήρχετο ζητοῦσα αὐτήν. καὶ δὴ περιερχομένη καὶ ζητοῦσα αὐτὴν ὑπεδέχθη ἐν τοῖς οἴκοις τοῦ Ἱπποθόοντος ὑπὸ τῆς γυναικὸς αὐτοῦ Μετανείρας, ἥτις, Μετάνειρα, παρέθηκεν αὐτῇ τράπεζαν καὶ ἐκέρασεν αὐτῇ οἶνον. ἡ δὲ θεὸς οὐκ ἐδέξατο λέγουσα μὴ θεμιτὸν εἶναι πιεῖν αὐτὴν οἶνον ἐπὶ τῇ θλίψει τῆς θυγατρὸς, ἀλφίτων δὲ κυκεῶνα ἐκέλευσεν αὐτὴν κατασκευάσαι· ὃν δεξαμένη ἔπιεν. Ἰάμβη δέ τις δούλη τῆς Μετανείρας ἀθυμοῦσαν τὴν θεὰν ὁρῶσα γελοιώδεις λόγους καὶ σκώμματά τινα ἔλεγε πρὸς τὸ γελάσαι τὴν θεόν. ἦσαν δὲ τὰ ῥήματα, ἅπερ αὕτη πρῶτον εἶπεν, ἰαμβικῷ μέτρῳ ῥυθμισθέντα ἐξ ἧς καὶ τὴν προσηγορίαν ἔλαβον ἴαμβοι λέγεσθαι. Ἰάμβη δὲ θυγάτηρ Ἠχοῦς καὶ τοῦ Πανὸς, Θρᾷσσα τὸ γένος: —
ἰαχείτω δὲ γᾶ Κυκλωπία: Κύκλωπες Θρᾳκικὸν ἔθνος ἀπὸ Κύκλωπος βασιλέως οὕτως ὀνομαζόμενοι. οὗτοι πολέμῳ ἐξαναστάντες τῆς ἰδίας ἄλλῃ ἄλλος ᾠκίσθησαν, οἱ πλείονες δὲ αὐτῶν ἐν τῇ Κουρήτιδι. ἦσαν δὲ ἄριστοι τεχνῖται. Ἄβαντος δὲ τοῦ βασιλέως τῶν Ἀργείων υἱοὶ ἦσαν ἐξ Ἀγλαΐας Προῖτος καὶ Ἀκρίσιος. οὗτοι μετὰ θάνατον τοῦ πατρὸς ἐστασίασαν περὶ τῆς τυραννίδος. φασὶ δὲ ὅτι ἐν τῷ πολέμῳ τούτῳ πρῶτον ξυλίναις ἀσπίσιν ἐχρήσαντο Ἀργεῖοι καὶ νικήσαντος Ἀκρισίου συνέβησαν ὥστε πλωτῆς γενομένης τῆς θαλάσσης ἀπαλλάσσεσθαι τὸν Προῖτον. χειμάζοντι δὲ αὐτῷ ἐκεῖσε φίλοι γίνονται Ἀργεῖοι, καὶ συμμαχία αὐτῷ ἐκ Λυκίας ἔρχεται καὶ τῆς Κουρήτιδος. ὡς δὲ λοιπὸν ἔαρ ἐφαίνετο, δεδιότες Ἀργεῖοι τὴν ἐπείσακτον συμμαχίαν τοῦ Προίτου συντίθενται ὥστε Ἀκρίσιον μὲν ἄρχειν Ἄργους, Προῖτον δὲ Τίρυνθος. κἀπειδὴ ὕποπτα ἦν τὰ τῶν βασιλέων, τειχίζουσι τὰς πόλεις τῶν ἐκ τῆς Κουρήτιδος Κυκλώπων τειχισάντων αὐτάς: — γῆ Κυκλώπων. λέγει δὲ τὰς Μυκήνας. πλησίον δὲ αὗται τοῦ Ἄργους. Κύκλωπες δὲ οἱ ἐγχειρογάστορες περιετείχισαν τὰς Μυκήνας, οὓς ἡ ἱστορία φησὶ τὸν κεραυνὸν τῷ Διῒ κατασκευάσαι: — τὸ ἑξῆς· θρηνείτω τὰ πήματα τῶν Ἀτρειδῶν οἴκων: — ἰαχείτω δὲ γᾶ Κυκλωπία: συνθρηνείτωσαν οὖν ἡμῖν αἱ κατὰ τὰς Μυκήνας γυναῖκες ἐπὶ τῷ πένθει τούτῳ τὰς τρίχας ἀποκείρασαι. ἢ αὐτὴ ἡ ἔφορος θεὸς τῆς πόλεως: — Κυκλωπία: ἡ τῶν Μυκηναίων γῆ, ἣν Κυκλωπίαν ὠνόμασαν ὡς ὑπὸ τῶν Κυκλώπων τειχισθεῖσαν, ὅτε Προῖτος καὶ Ἀκρίσιος οἱ τοῦ Ἄβαντος υἱοὶ περὶ τῆς βασιλείας ἤριζον: —
διὰ τὰ πήματα τῶν Ἀτρειδῶν: —
ὑπὲρ ἡμῶν ἔλεος ἥξει τῶν θανουμένων: — ἐλεεινοὶ, φησί, καὶ οἰκτροὶ τὴν τύχην ἡμεῖς οἱ μέλλοντες θανεῖσθαι: — ὅσον οὐδέπω ἐλεηθησόμεθα παῖδες ὄντες τῶν ἐν Ἑλλάδι ποτὲ διαπρεψάντων κατὰ τὴν βασιλείαν: —
καὶ ὁ οἶκος ὁ πάλαι παρὰ τῶν εὐδαιμόνων διὰ τὰ εὐτυχήματα ζηλωτὸς ὢν καὶ ζηλούμενος: — καὶ ὁ οἶκος ὁ πάλαι ποτὲ ζηλωτὸς ὢν καὶ μακάριος: —
ἥ τε: —
ὦ πολύπονα ἔθνη τῶν ἀνθρώπων: —
λείπει τὸ ἀνθρώπων: —
ἄλλα ἐπʼ ἄλλοις κατὰ διαδοχὴν ἐπέρχεται κακὰ τοῖς ἀνθρώποις: — λείπει τὸ ἀνθρώποις: —
ἄνισος ἄστατος. ἄλλοι γὰρ ἄλλως ἔχουσι τύχης: —
μόλοιμι τὰν οὐρανοῦ: τὸ ἑξῆς· μόλοιμι πρὸς τὴν πέτραν καὶ τὴν βῶλον τὴν τεταμένην ἐξ Ὀλύμπου χθονὸς μέσον καὶ οὐρανοῦ ἁλύσεσι χρυσαῖς καὶ φερομένην δίναισι καὶ αἰωρήμασιν. ὁ δὲ λόγος· εἴθε παραγενοίμην εἰς τὴν μεταξὺ γῆς καὶ οὐρανοῦ τεταμένην πέτραν, ἥτις αἰωρεῖται καὶ φέρεται μυρίαις στροφαῖς στρεφομένη καὶ προσηρτημένη χρυσαῖς ἁλύσεσιν ἄνωθεν ἐξ οὐρανοῦ, ἵνα πρὸς τὸν Τάνταλον ἐλθοῦσα ἀποδύρωμαι τὰ συμβάντα. Ἀναξαγόρου δὲ μαθητὴς γενόμενος ὁ Εὐριπίδης μύδρον λέγει τὸν ἥλιον· οὕτως γὰρ δοξάζει. μύδρον δὲ καλοῦσι τὸν πεπυρακτωμένον σίδηρον. πέτραν δὲ καὶ βῶλον κατὰ τοῦ αὐτοῦ εἴρηκεν: — ἄλλως: ἡ μὲν ἱστορία λέγει τὸν Τάνταλον ἀνατεταμέναις χερσὶ φέρειν τὸν οὐρανόν· νῦν δὲ ὁ Εὐριπίδης ἰδίως τὸν ἥλιον ἐπηρτῆσθαι λέγει αὐτῷ διάπυρον ὄντα μύδρον, ὑφʼ οὗ καὶ δειματοῦσθαι αὐτὸν ἀεί. Ἀναξαγόρᾳ δὲ πειθόμενος μύδρον αὐτὸν εἶναι λέγει. τινὲς δὲ κυρίως ἀκούουσι βῶλον χρυσῆν ἐπῃωρῆσθαι τῇ κεφαλῇ τοῦ Ταντάλου. ὑφίσταται δὲ ὁ Εὐριπίδης ἐν τούτοις τὴν Ἠλέκτραν εὐχομένην ὅπως τῷ Ταντάλῳ ἀποδύρηται τὰ συμβάντα τοῖς προγόνοις αὐτῆς. ὅμοιον τοῦτο τῷ ἐν Πειρίθῳ «σὲ τὸν αὐτοφυῆ τὸν ἐν αἰθερίῳ ῥόμβῳ πάντων φύσιν ἐμπλέξαντα»· οὐδὲν γὰρ διαφέρει ὑπὸ τῆς φύσεως εἰπεῖν πάντα διαπεπλέχθαι καὶ ὑπὸ ἁλύσεως ἐξηρτῆσθαι τοῦ λίθου: — πέτραν ἁλύσεσι: διὰ τούτων καὶ παραδηλοῦται ὅτι ὁ Τάνταλος αὐτόθι εἴη μεταξὺ γῆς καὶ οὐρανοῦ αἴσθησιν ἔχων πάντων τῶν πεπραγμένων. εἰ δʼ ἄρα τινὲς διαποροῦσι πῶς ἐξ ἁλύσεως παρηρτημένος περίεισιν ὁ ἥλιος, γινωσκέτωσαν ὅτι τὰ φυσικὰ τοῖς μυθικοῖς καταμίγνυσιν ὁ Εὐριπίδης: — εἴθε πορευθείην εἰς τὴν ἐξ οὐρανοῦ κατὰ τὸ μέσον τῆς γῆς, ἤτοι κατὰ κάθετον, τεταμένην καὶ κρεμαμένην ἐν αἰωρήμασι πέτραν, τουτέστιν εἰς τὴν ἐξ Ὀλύμπου φερομένην μετὰ στροφῆς ἐν χρυσείαις ἁλύσεσι βῶλον, ἵνα παρὰ τῷ Ταντάλῳ τῷ γέροντι προγόνῳ θρήνους ποιήσω, ὃς τοὺς ἐμοὺς ἐγέννησε γεννήτορας, οἵτινες δυσχερείας καὶ βλάβας πολλὰς ἐθεάσαντο. καὶ λέγει τίνες αἱ βλάβαι ἃς εἶδον οἱ ταύτης πρόγονοι. ὁ Πέλοψ, φησὶν, ἐθεάσατο τὸ ἅρμα τοῦ Οἰνομάου τὸ πτερωτὸν καὶ ταχύτατον. οὗτος γὰρ συνέτρεχε τοῖς ἑαυτοῦ γαμβροῖς γενησομένοις ἐπὶ τῇ Ἱπποδαμείᾳ καὶ νικῶν αὐτοὺς ἐφόνευεν. εἶδεν οὖν, φησὶν, ὁ Πέλοψ τὸν ταχύτατον δρόμον τῶν ἵππων τοῦ Οἰνομάου τὸν διὰ τετραΐππου στόλου καὶ πορείας γινόμενον, ὁπότε νικήσας τὸν Οἰνόμαον καὶ λαβὼν τὴν Ἱπποδάμειαν καὶ τὸν Μυρτίλον ἐπὶ τοῦ ἅρματος ὡς ἡνίοχον ποιησάμενος, ἐπεὶ ἐζηλοτύπωσεν αὐτῷ διʼ Ἱπποδαμείας, διεδίφρευσεν, ἤτοι διὰ τοῦ δίφρου ἐποίησεν αὐτοῦ τὸν φόνον, βαλὼν καὶ ῥίψας αὐτὸν εἰς τὸ κῦμα τῆς θαλάττης, ἁρματεύσας, ἤτοι ἐκ τοῦ ἅρματος ῥίψας αὐτὸν, ἐν ταῖς τῶν ποντίων σάλων ᾐόσι ταῖς Γεραιστίαις, ἔνθα ἡ Γεραιστὸς τὸ τῆς Εὐβοίας ἀκρωτήριον, ταῖς λευκοκύμοσι διὰ τοὺς ἀποτελουμένους αὐταῖς ἐκ κυμάτων ἀφρούς: — εἰς τὸν Ἠριδανὸν ποταμὸν κρέμαται ὁ Τάνταλος: — εἴθε παραγενοίμην: —
τουτέστι μετὰ θρήνων: —
οἳ κατεῖδον ἄτας: οἵτινες, φησὶν, οἱ ἐμοὶ προπάτορες· λέγει δὲ Ἀτρέα καὶ Θυέστην καὶ Ἀγαμέμνονα· αὐτόπται καὶ θεαταὶ γεγόνασι πολλῶν κακῶν, ἐξ οὗ ὁ Πέλοψ κατὰ τὸ αὑτοῦ πτηνὸν καὶ ταχύτατον ἅρμα ἔχων τὸν Μυρτίλον ἐξεδίφρευσε, τουτέστιν ἀπὸ τοῦ δίφρου ἔρριψεν εἰς τὴν θάλασσαν. τὴν δὲ ἱστορίαν ταύτην ἤδη προεθέμεθα ὅτι Πέλοψ ὁ Ταντάλου τὸν Οἰνόμαον νικήσας συνεργήσαντος τοῦ Μυρτίλου καὶ τὴν παρὰ θάλασσαν ἐλαύνων ἀπωθήσατο αὐτὸν κατʼ ἐκεῖνον τὸν τόπον τῆς θαλάσσης, ἔνθα Γεραιστός ἐστιν, ἀκρωτήριον τῆς Εὐβοίας. ὅθεν τὸ πέλαγος ἐκεῖνο ἐπώνυμον: — ὃς ἦν ἡνίοχος τοῦ Οἰνομάου. … ἔλαβε τὴν Ἱπποδάμειαν καὶ ἀναχωρῶν τοῦ ἀγῶνος ἔλαβε μεθʼ ἑαυτοῦ ἐπὶ τοῦ δίφρου ὡς δὴ φίλον τὸν Μυρτίλον: — ἀρχὴ τῆς ἄτης ἡ ἱπποδρομία Πέλοπος ἡ γενομένη διὰ τοῦ πελάγους. πτηνόν δὲ ἀντὶ τοῦ ἱππικόν: —
ἀντὶ τοῦ ἱππικόν. ἤτοι ταχύ: —
τῇ τετραΐππῳ πορείᾳ: — ἀντὶ τοῦ ἐξ οὗ: — προτακτέον τοῦ λόγου τὸ ὁπότε, τουτέστι· καὶ κατεῖδον οἱ ἐμοὶ προπάτορες ἄτας ἐν δόμοις, ἐξ οὗ ὁ Πέλοψ ἐξεδίφρευσεν εἰς θάλασσαν τὸν Μυρτίλον· ἐντεῦθεν καὶ Μυρτῷον, ἀπὸ Μυρτίλου, τὸ πρὸς Εὔβοιαν κέκληται. μηνίσαντος δὲ Ἑρμοῦ τοῦ τούτου πατρὸς ὑποβαλεῖν τοῖς ποιμνίοις χρυσόμαλλον ἄρνα, ἣ πολλῶν αἰτία κακῶν αὐτοῖς γέγονε· τὰ δὲ λοιπὰ τῆς ἱστορίας ἑξῆς ἐπάγει. ἀνεῖλε δὲ τὸν Μυρτίλον προσδοκήσας καὶ αὐτὸς ὁμοίως ὑπʼ αὐτοῦ προδοθήσεσθαι, ἵνα μὴ ἐξείπῃ ὅτι αὐτὸς ἐνίκησε καὶ οὐ Πέλοψ. οἱ δὲ ὅτι μετὰ τὴν νίκην ὡς φίλον συλλαβόμενος τὸν Μυρτίλον ἐξεδίφρευσε ζηλοτυπήσας εἰς Ἱπποδάμειαν: —
ὁ Οἰνόμαος πατὴρ τῆς Ἱπποδαμείας. οἱ ἵπποι τοῦ Οἰνομάου ἦσαν ἡ Ψύλλα καὶ Ἅρπιννα. ὁ δὲ ἱπποκόμος ἦν ὁ Μυρτίλος: — ὁ Οἰνόμαος ἐβασίλευεν ἐν τῇ Λέσβῳ, εἶχε δὲ καὶ ἵππους ταχεῖς, οὓς οὐδεὶς ἐνίκησεν εἰ μὴ ὁ Πέλοψ. εἶχε δὲ ὁ Πέλοψ ἡνίοχον τὸν Κίλλον. ἡ δὲ Ἱπποδάμεια Οἰνομάου θυγάτηρ ἡ καὶ παρὰ τοῦ ἰδίου πατρὸς ἐρωμένη καὶ διὰ τοῦτο μὴ ἐκδιδομένη πρὸς γάμον, καθὼς οἱ ἀκριβέστεροι τῶν ἱστοριογράφων γράφουσιν, ἠρᾶτο καὶ παρὰ Μυρτίλου τοῦ ἡνιοχοῦντος τῷ ταύτης πατρὶ, υἱοῦ δὲ ὑπάρχοντος Ἑρμοῦ καὶ Κλεοβούλης τῆς Αἰόλου θυγατρός. αὕτη τὸν Πέλοπα ἰδοῦσα ὡραῖον μετὰ τὴν τῶν δώδεκα νυμφίων ἀναίρεσιν ἔρωτι τούτου κατείχετο καὶ τῷ Μυρτίλῳ φησὶ συνεργῆσαι τῷ νεανίᾳ εἰς τὴν κατὰ τοῦ πατρὸς νίκην. ὁ δὲ ταῖς χοινικίσι τῶν τροχῶν τοὺς ἥλους μὴ ἐμβαλὼν ἐποίησε τὸν Οἰνόμαον ἐν τῷ τρέχειν ἡττηθῆναι καὶ ἀναιρεθῆναι ὑπὸ τοῦ Πέλοπος ἐκπεσόντων τῶν τροχῶν. ἐδίδου γὰρ ὁ Οἰνόμαος τοῖς μνηστῆρσι τὴν Ἱπποδάμειαν ἐπὶ τῶν οἰκείων ἔχειν ἁρμάτων θεὶς πέρας τοῦ δρόμου ἔπαθλον γάμου τὸν Κορίνθιον ἰσθμὸν εἰ δυνηθεῖεν ἀφικέσθαι μέχρι τούτου. αὐτὸς δὲ ὄπισθεν ἐλαύνων μετὰ δόρατος καὶ καταλαμβάνων αὐτοὺς ἀνῄρει. τότε δὲ οὕτω νικηθεὶς δόλῳ καὶ ἀναιρούμενος κατηράσατο τῷ Μυρτίλῳ γνοὺς τὴν ἐπιβουλὴν, ἵνα ὑπὸ Πέλοπος ἀνέληται· ὃ καὶ γέγονεν ὕστερον. διαβληθεὶς γὰρ παρʼ Ἱπποδαμείας ὡς βιάζων αὐτὴν ἢ, ὡς οἱ πολλοί φασι, πειράζων αὐτὴν ῥίπτεται παρὰ Πέλοπος περὶ Γεραιστὸν ἀκρωτήριον. ὁ δὲ τελευτῶν ἀρὰς ἀρᾶται τοῖς Πελοπίδαις δεινὰς, αἳ καὶ πεπλήρωνται ὕστερον γεννηθείσης τῆς χρυσομάλλου ἀρνὸς Ἑρμοῦ βουλαῖς τοῦ Μυρτίλου πατρὸς ἐν τοῖς Ἀτρέως ποιμνίοις· ὅθεν τὰ δεινὰ τῆς τραγῳδίας ἔπη. ὁ δὲ Γεραιστὸς ἀποθανόντος ἐκεῖ τοῦ Μυρτίλου Μυρτῷον πέλαγος ὠνομάσθη. ὁ δὲ Πέλοψ εἰς Ὠκεανὸν ἐλθὼν καὶ Ἡφαίστῳ ἁγνισθεὶς λαβὼν Πῖσαν τὴν Οἰνομάου βασιλείαν καὶ τὴν Ἀπίαν Πελασγίαν λεγομένην Πελοπόννησον ὠνόμασεν. ἡ δὲ ἱστορία τῆς χρυσῆς ἀρνὸς ἐγράφη ὄπισθεν ὁπότε χρυσέας ἔρις ἀρνός: — ἀντὶ τοῦ ἐξεδίφρευσεν: — τὸν Μυρτίλον ἐπὶ τὸ ἀπολέσθαι: —
ἀντὶ τοῦ ἐκβαλὼν εἰς τὸν πόντον, ὅτε ἐφόνευσεν: —
λευκοκύμοσι: τοῖς λευκοῖς κύμασιν, ἐπειδὴ προσρηγνύμενα τῶ ἀκρωτηρίῳ ἀφρώδη γίνεται: — Γεραιστὸς ἀκρωτήριον τῆς Εὐβοίας: — ἐντεῦθεν καὶ Μυρτῷον, ἀπὸ Μυρτίλου, τὸ πρὸς Εὔβοιαν κέκληται: —
ἐκ τοῦ ἅρματος βαλών. ὅμοιον δέ ἐστι τῷ διεδίφρευσε: — ᾐόνας λέγει τὴν ἐπιφάνειαν τοῦ κύματος: —
ὅθεν δόμοισι τοῖς ἐμοῖς: ὅθεν δόμοις τοῖς ἐμοῖς ἦλθʼ ἀρὰ πολύστονος, ὅτε ἐγένετο ποιμνίοις Ἀτρέως ἱπποβότα τέρας ὀλοὸν ἀρνὸς χρυσομάλλου, λόχευμα Μαιάδος τόκου, τουτέστιν· ὅθεν, διὰ τὸ φονευθῆναι τὸν Μυρτίλον, συμφορὰ κατέλαβε τοὺς οἴκους τὴν ἀρχὴν λαβοῦσα ἐξ οὗ ἐγένετο τέρας ἐν τοῖς ποιμνίοις τοῦ ἱπποτρόφου Ἀτρέως τὸ ὀλέθριον, λέγω δὲ τὴν ἄρνα τὴν χρυσόμαλλον, ἣν ὁ Μαιάδος τόκος, Ἑρμῆς, ὑπέβαλεν. τὸ δὲ λόχευμα πρὸς τὸ ἀρνός, τουτέστι τὸ χρυσόμαλλον λόχευμα ἀρνὸς, περιφραστικῶς τὴν ἄρνα: — ἄλλως: ἀκολουθεῖν ἂν δόξειε τῷ τὴν Ἀλκμαιωνίδα πεποιηκότι εἰς τὰ περὶ τὴν ἄρνα, ὡς καὶ Διονύσιος ὁ κυκλογράφος φησί. Φερεκύδης δὲ οὐ καθʼ Ἑρμοῦ μῆνίν φησι τὴν ἄρνα ὑποβληθῆναι, ἀλλὰ Ἀρτέμιδος. ὁ δὲ τὴν Ἀλκμαιωνίδα γράψας τὸν ποιμένα τὸν προσαγαγόντα τὸ ποίμνιον τῷ Ἀτρεῖ Ἀντίοχον καλεῖ: —
τὸ ἑξῆς· λόχευμα ἀρνός, ὅ ἐστι περιφραστικῶς ὁ ἀρνός: — τοῦ Ἑρμοῦ: —
τὸ χρυσόμαλλον ἀρνός: Ἑρμοῦ φησι τὰ ποίμνια καθότι ἀποδέδοται τούτῳ ἡ ἐπιμέλεια αὐτῶν. Ἑρμοῦ δὲ καὶ μιᾶς τῶν Δαναοῦ θυγατέρων Φαεθούσης ἐγένετο Μυρτίλος. οἱ δὲ ἐκ Κλυμένης φασὶν αὐτὸν καὶ Διὸς γεγενῆσθαι: — ἄλλως: ὁπότε τὸν ἀρνειὸν ὑπέβαλε τοῦτον Ἑρμῆς ὀργιζόμενος Ἀτρεῖ, ἐπειδὴ ὁ πρόγονος αὐτοῦ Πέλοψ τὸν Μυρτίλον αὐτοῦ υἱὸν εἰς τὸ ἐξ αὐτοῦ Μυρτῷον κληθὲν πέλαγος ἔρριψε συναγωνισάμενον αὐτῷ καὶ ποιήσαντα ἀπὸ κηροῦ τοὺς τροχοὺς, ἤτοι τοὺς σφῆνας τῶν τροχῶν. ὁ δὲ Ἀτρεὺς βουλόμενος δεῖξαι ὅτι αὐτοῦ ἐστιν ἡ βασιλεία, ἔφη δεῖξαι ὅτι χρυσόμαλλος ἀρνειὸς αὐτῷ ἐτέχθη. τούτου δὲ ὑπονοθεύσας τὴν γυναῖκα Θυέστης ἔκλεψε τὸν ἀρνειόν. μὴ δυνηθεὶς οὖν κατὰ τὴν ὑπόσχεσιν δεῖξαι ὁ Ἀτρεὺς ἔμελλεν ἀφαιρεῖσθαι τὴν βασιλείαν ἐκείνου τὸ ὑπʼ αὐτοῦ ὑποσχεθὲν δεικνύντος, εἰ μὴ ὡς ἂν φιλόσοφος ἀπέδειξεν αὐτοὺς ἀσεβοῦντας εἰ Θυέστην βασιλέα ἕλωνται, τεκμήριον δὲ τῆς ἀσεβείας τὸν ἥλιον καὶ τὰς Πλειάδας ἐκ δύσεως ἀνίσχοντας. καὶ οὕτως ἐβασίλευσε καὶ τὸν ἀδελφὸν σφόδρα ἐτιμωρήσατο. τινὲς δέ φασι τὸν Δία πρὸς χάριν Ἀτρέως ποιῆσαι τὸν ἥλιον καὶ τὰς Πλειάδας ἐκ δύσεως ἀνατεῖλαι μεταστρέψαντα τὴν τάξιν ἐν μιᾷ ἡμέρᾳ: — ἄλλως: τὸ χρυσόμαλλον ἀρνός: καὶ τοῦτο προεξεθέμεθα οὕτως. φιλονεικίας γὰρ οὔσης αὐτοῖς περὶ τῆς βασιλείας παρελθὼν ὁ Ἀτρεὺς ἐπηγγέλλετο δεῖξαι πρὸς τὸ βεβαιωθῆναι αὐτῷ τὴν βασιλείαν χρυσόμαλλον ἐν τοῖς ποιμνίοις αὐτοῦ ἄρνα· ἣν ὁ Θυέστης λάθρα παρὰ τῆς Ἀερόπης αἰτήσας ἔλαβεν. ὅθεν Ἀτρεὺς ὡς ἀπατήσας τοὺς Ἕλληνας ἐξεβλήθη τῆς ἀρχῆς, Θυέστης δὲ ἐκράτησεν. ἀλλʼ ὕστερον πάλιν ὁ Ἀτρεὺς φιλονεικίᾳ τῇ πρὸς τοῦτον προελθὼν ἐπηγγέλλετο δεῖξαι τὸν μὲν ἥλιον ἐκ δυσμῶν εἰς ἀνατολὰς τὴν πορείαν ποιούμενον καὶ τὴν Πλειάδα ὁμοίως εἰς ἀνατολὴν ὁρῶσαν. τοῦτο οὖν νῦν λέγει ὅτι μετὰ τὸ φανῆναι τὴν ἄρνα ἡ ἔρις τοῦ Ἀτρέως πεποίηκεν ἐπιδειχθῆναι τοῖς Ἕλλησι τὸν ἥλιον τὴν ἐναντίαν ἢ ὡς ὑπείληπται πορευόμενον καὶ τὴν Πλειάδα μηκέτι πρὸς δύσιν, ἀλλὰ πρὸς ἀνατολὰς ὁρῶσαν. πιθανῶς δὲ ὁ Εὐριπίδης τὸν μῦθον προσήρμοσεν· ὁ γὰρ φυσικὸς λόγος τὸν ἥλιον ἀποδείκνυσι τὴν ἐναντίαν ἰόντα πορείαν τῷ οὐρανῷ. φασὶ γὰρ ὅτι πρότερον μὲν ἐκ καρκίνου εἰς διδύμους ἐποιεῖτο τὴν πορείαν, ὥστε τὸν σωματοειδῆ Ἥλιον ἀπεστροφέναι πρὸς τὴν δύσιν τὸ πρόσωπον, νῦν δὲ διὰ τὴν Ἀτρέως καὶ Θυέστου ἀδικίαν ἀποστραφέντα πρὸς ἀνατολὴν φέρεσθαι ἔχοντα φαινόμενον ἡμῖν τὸν νῶτον. διόπερ τὴν μὲν δύσιν αὐτῷ γενέσθαι ἀνατολὴν, τὴν δὲ ἀνατολὴν δύσιν. πιθανῶς δὲ τὸ κατὰ τὰς Πλειάδας εἴληπται. τὰ μὲν γὰρ ἄλλα ζῴδια πρώτην φαίνει τὴν κεφαλὴν κατὰ ἀνατολὰς, ὁ δὲ ταῦρος τὸ στῆθος προφαίνει, καθʼ ὅ εἰσιν αἱ Πλειάδες, ὥστε ἀνεστραμμένην καὶ τούτοις τὴν ἀνατολὴν γίνεθαι. ἔρις δὲ ἀντὶ τοῦ διὰ τὴν ἔριν Ἀτρέως τὴν πρὸς τὸν Θυέστην: —
τὸ ἑξῆς· ποιμνίοισιν Ἀτρέως ἱπποβότα: — τοῦ ἵππους τρέφοντος. ἢ ἐπιβαίνοντος ἵπποις: —
γράφεται τὸ τέτρωρον: —
ἀντὶ τοῦ προσαρμόσας, ὡς «πληγέντε κεραυνῷ»: —
μονόπωλον ἐς Ἀῶ: Εὐριπίδης μὲν ἑνὶ ἵππῳ ἐποχεῖσθαί φησι τὴν Ἡμέραν — φασὶ δὲ τοῦτον εἶναι τὸν Πήγασον —, ἄλλοι δὲ ἐπὶ δίφρου. ἠὼς δέ ἐστιν ἡ πρὸ τῆς ἀνατολῆς ἡλίου λάμπουσα. ἔνιοι δὲ μονόπωλον οὐχὶ τὴν ἕνα πῶλον ἔχουσάν φασιν, ἀλλʼ ἐν μιᾷ ἡμέρᾳ καὶ μόνῃ, ἵνʼ ᾖ ὁ Ἀτρεὺς τοῦτο ἐσχηκὼς κατὰ χάριν Διὸς, τὸ διὰ μιᾶς ἡμέρας τότε τὸν ἥλιον ἐκ δύσεως ἀνατεῖλαι καὶ τὰς Πλειάδας: — τουτέστιν· ἐν μιᾷ ἡμέρᾳ τοῦτο ποιήσας ὁ Ζεὺς, τὸ ἀπὸ δύσεως ἀνατεῖλαι τὸν ἥλιον καὶ τὴν ἑπτάπορον Πλειάδα: —
ἑπταπόρου Πλειάδος: ἐξ ἑπτὰ γὰρ ἀστέρων ἡ Πλειάς. πιθανῶς δὲ τὰς Πλειάδας φησίν. τῶν γὰρ ἄλλων πάντων ἐν ταῖς ἀνατολαῖς δεικνύντων τὴν κεφαλὴν ὁ ταῦρος τὸ στῆθος προφαίνει: —
ἤτοι ἀντὶ τῆς χάριτος ἧς παρέσχεν ὁ Ζεύς· διὰ γὰρ τούτου κατέσχεν. ἢ παρὰ τὸ κρατῆσαι τὸν Ἀτρέα. ἢ ἀντὶ τοῦ φόνου τοῦ Μυρτίλου διαδοχαὶ φόνων ἐγένοντο: — τῶνδέ τʼ ἀμείβει: ἀπὸ δὲ τούτων, ὅ ἐστιν ἑξῆς δὲ τούτων, κατὰ διαδοχὴν θανάτους ἀλλεπαλλήλους ἐπήγαγεν ὁ Μαιάδος τόκος καὶ τὰ δεῖπνα τῶν τέκνων Θυέστου: — ἄλλως: ἀμοιβαδὶς, κατὰ διαδοχὴν, θανάτους ἐπήγαγε τῷ γένει. τουτέστιν· ἀλλεπαλλήλους τις διαμείβει θανάτους, τουτέστιν ὁ Ἑρμῆς: —
ἐπώνυμα αὐτὰ εἶπε παρετυμολογῶν τὸν Θυέστην παρὰ τὴν θύσιν τῶν τέκνων αὐτοῦ: —
ἀνέστρεψε τὴν τάξιν τῆς ἱστορίας: — ὁ Ἀτρεὺς καὶ ὁ Θυέστης ἦσαν ἀδελφοὶ καὶ ὁ μὲν Ἀτρεὺς εἷλε τὴν Ἀερόπην γυναῖκα ἥντινα εἶχε καὶ ὁ Θυέστης: —
λείπει τὸ κακά: —
λείπει ἡ σύν: — ἀντὶ τοῦ σὺν ἀνάγκαις: —
μετά τινος κακοπαθείας βαδίζει: —
κατακριθείς: —
κῶλα κυρίως λέγουσι τὰς ἁρμονίας τῶν μελῶν: —
συνεζευγμένος. τουτέστι πορευόμενος μετὰ κηδεμονίας: — τῇ κηδοσύνῃ συνεζευγμένος καὶ τὸ νοσερὸν κῶλον τοῦ Ὀρέστου ἰθύνων: — συγγενικῷ: —
οἲ ʼγὼ πρὸ τύμβου: πλησιάζοντα καὶ ἐγγὺς ὄντα τοῦ τάφου, ἢ τοῦ θανάτου. ὁρᾷ δὲ τὸν Ὀρέστην πλησίον τοῦ τάφου τοῦ πατρὸς καὶ θρηνεῖ τὸ κατʼ αὐτὸν ὡς ὅσον οὐδέπω ἐκεῖ καθήσεται: — οἳ ʼγὼ πρὸ τύμβου γάρ: πλησιάζοντα καὶ ἐγγὺς ὄντα τοῦ τάφου καὶ τοῦ θανάτου ὁρῶσα στενάζω. ἢ οὕτως· πρὶν ἢ ἐν τῷ τάφῳ καὶ ἐν τῇ πυρᾷ σε θεάσομαι, θρηνῶ: —
ἀπὸ κοινοῦ τὸ ὁρῶσα: —
οἲ ʼγώ: φεῦ μοι καὶ πάλιν τῇ ἀθλίᾳ: — γράφεται ὡς ἰδοῦσά σʼ ὄμμασιν: —
γράφεται γόους: —
λείπει τὸ δεῖ φέρειν. τινὲς δὲ γράφουσιν οἰκτρὰ μὲν, ἀλλʼ ὅμως φέρε: —
τὸ φῶς τοῦ ἡλίου ὁρᾶν οὐκέτι μέτεστιν ἡμῖν τοῖς ταλαιπώροις: —
αὐτάρκης ὁ ὑπὸ τῆς Ἀργείας χειρὸς θάνατος: —
θανάτου τʼ ἀώρου: νῦν ὅτε ἀνὴρ γέγονας καὶ ἀκμάζεις καὶ ὀφείλεις ζῆν, ἀπόλλυσαι κατακριθείς: — ἄλλως: νῦν σε, φησὶν, ἐχρῆν ζῆν, ὅτε οὐκέτι σε ζῆν συγχωροῦσιν οἱ Ἕλληνες: — γράφεται ὅτʼ οὐκέτι: —
πορθμεύουσʼ ὑπόμνησιν: διὰ τὴν ὑπόμνησιν τῶν κακῶν εἰσάγουσά με εἰς δάκρυα: —
πᾶσιν γὰρ οἰκτρόν: οὐκ ἐκράτησε τοῦ διανοήματος· θέλει γὰρ εἰπεῖν ὅτι πᾶς ἀποθνῄσκων οἰκτίζεται τὴν ἰδίαν ψυχήν: —
σὺ νῦν μʼ ἀδελφὲ μή τις: σύ μου, φησὶν, αὐτόχειρ γενοῦ, ἵνα μή τίς με τῶν ἐχθρῶν ἀνελὼν ὕβριν ταύτην προστρίψῃ σοι καὶ ἐπιτωθάσῃ σε. κατʼ αὐτοῦ γὰρ τὸν Ἀγαμέμνονος γόνον: —
ὕβρισμα θέμενος: ἵνα μή τις ἐνυβρίσῃ σε τὸν Ἀγαμέμνονος γόνον: — γράφεται καὶ δόμον. οὕτως γοῦν καὶ Καλλίστρατός φησιν Ἀριστοφάνη γράφειν: —
οὐδὲν σοῦ ξίφους: οὐκ ἀποστήσομαι τοῦ σοῦ ξίφους, ἀλλʼ αὐτόθεν ἐμαυτὴν κἀγὼ διαχειρίσομαι: — ἀντὶ τοῦ· οὐ μετὰ πολὺν χρόνον τῆς σῆς σφαγῆς: —
τέρπου κένην ὄνησιν: εἰ ὅλως ἔστι τέρψις τοῖς πέλας θανάτου βεβῶσιν: —
ὦ φίλτατʼ, ὦ ποθεινόν: ἀντὶ τοῦ διὰ στοργῆς καὶ φιλίας ἔχων τὴν ἐμὴν ψυχὴν καὶ τὸ ἐμὸν ὄνομα. ποῖον ὄνομα· τὸ καὶ αὐτὸν καλεῖσθαι ἀδελφόν. ὅ ἐστι καλούμενος ἀδελφός. ὁ γὰρ ἀδελφῆς ἔχων ὄνομα ἀδελφὸς ἂν καλοῖτο: —
ἐπεὶ καὶ αὐτὸς ἀδελφὸς αὐτῆς καλεῖται: —
οἷον· καὶ αὐτὸς περιβαλεῖν σε βούλομαι: —
ἐκ γὰρ κεδρίνου ξύλου εἰώθασι τὰς θήκας κατασκευάζειν: —
διὰ τὸ μηκέτι μηδὲ φίλους ἔχειν: —
ἀντὶ τοῦ· οὐδὲ ἐφάνη ἐν τῇ ἐκκλησίᾳ: —
τὴν ἐλπίδʼ εὐλαβεῖτο: τὸ μή περιττεύει, οὕτως· ηὐλαβεῖτο καὶ παρῃτεῖτο ἀντειπεῖν … μὴ σῴζειν τοὺς φίλους· οἱ γὰρ γνήσιοι φίλοι καὶ πρὸς τὸ πλῆθος οὐ παραιτοῦνται κινδυνεύειν. ἢ τὸ πλῆθος ηὐλαβεῖτο πρὸς τὸ μὴ σῴζειν τοὺς φίλους ἢ εἰπεῖν ηὐλαβεῖτο: —
γράφεται δεξιώτατα: —
γράφεται πατρός: —
σὺ δʼ ἡμῖν τοῦ φόνου: ἀντὶ τοῦ ἔφορος καὶ προνοητής. παραγγέλλει γὰρ ἀποθανόντων περιστεῖλαι καὶ κηδεῦσαι τὸ ἑαυτῶν σῶμα σεμνῶς: —
ἠρώτησάς με, φησίν· ἰδοὺ κἀγώ σε ἀντερωτήσω. τοῦτο με ἠρώτησας, ἀλλʼ ἐγὼ ἐκεῖνο· διὰ τί δὲ ζῆν: — ἤρου· τί δὲ ζῆν: ἠρώτησάς με, εἰ προσήκει με ἀποθανεῖν μετὰ σοῦ κἀγώ σε ἀντερωτήσω· τί δὲ προσήκει με ζῆν τῆς σῆς φιλίας καὶ ἑταιρείας χωρίς: —
σὺν σοί γε: οὐ πρὸς τὸ ῥηθὲν ὑπὸ Ὀρέστου ἀπεκρίνατο. θέλει γὰρ εἰπεῖν ὅτι συνησέβησά σοι: —
ἰδίως ταῦτα ὁ Εὐριπίδης τοῦ Πυλάδου ἔμπροσθεν εἰρηκότος ὅτι ἐκβέβληται ὑπὸ τοῦ πατρὸς, εἰ μὴ ἄρα αἰνίττεται ὡς μετὰ θάνατον τοῦ πατρὸς δυνήσεται κατελθεῖν: —
σοὶ μὲν γὰρ ἔστι πόλις: ἀντὶ τοῦ σὺ σαυτὸν σῷζε τῷ πατρί· οὐ γὰρ οὕτως ἔχεις τύχης ὡς ἐγώ. σοὶ γὰρ ἔξεστιν εἰς τὴν πατρίδα ἐπανελθεῖν: —
κῆδος δὲ τοὐμόν: τὸ διὰ τοῦ γάμου· μὴ γαμηθείσης γὰρ αὐτῆς οὐκ ἔμελλε κῆδος εἶναι: —
ἀλλʼ ὦ ποθεινόν: ὅτι ὁμιλίας τῆς φιλίας. σημειωτέον δὲ πρὸς τὸ ἐν Φοινίσσαις «ὁμιλίᾳ χθονός»: —
μήθʼ αἷμά μου δέξαιτο κάρπιμον πέδον: ὅ ἐστιν· ἀποθανὼν μὴ ἑνωθείην τοῖς στοιχείοις ἐξ ὧν εἰμί, ἀλλὰ πλανῴμην εἰκῆ ὑπʼ οὐδενὸς τῶν στοιχείων λαμβανόμενος: — ἄλλως: μήτε τὸ σῶμά μου, φησὶν, ἀποθανόντος ἡ γῆ παραδέξαιτο μήτε εἰς αἰθέρα ἡ ἐμὴ ψυχὴ χωροίη, εἴ σε προδοίην τὰ νῦν, τουτέστι· μὴ ἑνωθείην τοῖς στοιχείοις τελευτήσας. ὅτε γὰρ ἀποθνῄσκουσιν, εἰς τὰ στοιχεῖα ἀναλύονται ἐξ ὧν εἰσίν: —
τί γὰρ ἐρῶ καλόν ποτε: τί γὰρ ἔχω, φησὶν, ἀπολογήσασθαι εἰς τὴν πατρίδα ἐπανελθὼν, εἰ προδοίην σε δυστυχοῦντα τότε φίλος ὢν ὅτε εὐτύχεις: —
γῆν Δελφίδʼ ἐλθών: Ὕαμος ὁ Λυκώρου μετὰ τὸν κατακλυσμὸν βασιλεύων τῶν περὶ τὸν Παρνασὸν Ὕαν πόλιν ἔκτισε καὶ γήμας Μελάνθειαν τὴν Δευκαλίωνος ἐποίησε Μελαινίδα· ἐκ δὲ Μελαινίδος Δελφὸς, ὃς τὴν ἀρχὴν τοῦ μητροπάτορος παραλαβὼν ἔγημε Κασταλίαν, ἀφʼ ἧς ἡ κρήνη τοὔνομα ἔχει, καὶ ἔσχε Καστάλιον καὶ Φημονόην, ἥν φασι πρώτην ἑξαμέτρῳ χρῆσαι. πόλιν δὲ κτίσας ὁ Δελφὸς Δελφίδα ὠνόμασε. μετὰ δὲ θάνατον αὐτοῦ ἦρξε Καστάλιος, οὗ υἱὸς Λάφριος, οὗ Νούτιος· ἐφʼ οὗ Δελφοὶ πολεμοῦντες πρὸς τοὺς ὁμόρους ἀναρχίαν εἵλοντο καὶ τὸν Ἀκρίσιον μετεπέμψαντο ἐξ Ἄργους, ὃς αὐτοῖς τόν τε πολέμου καλῶς διέθετο καὶ κατὰ ζῆλον τοῦ Ἀμφικτυονικοῦ συνεδρίου οὗ κατεστήσατο Ἀμφικτύων ὁ Δευκαλίωνος ἐν Θερμοπύλαις τῆς Θεσσαλίας, ἕτερον ἐν Δελφοῖς εἵσατο καὶ τὸ ἐν Θεσσαλίᾳ ἀναλαβὼν τὰς συνόδους ἀντὶ μιᾶς δύο πεποίηκε καὶ νόμους ἔθετο καθʼ οὓς ἔμελλον ἕκαστα διοικεῖν ἀτέλειάν τε προεῖπεν ἐφʼ ἑκατέραις ταῖς συνόδοις καὶ τὴν πρόνοιαν τοῦ ἱεροῦ καὶ τῶν Δελφῶν τῷ συνεδρίῳ ἐπέτρεψε. μετὰ δέ τινα χρόνον Ὄρνυτος ὁ Σισύφου ἥκων ἐκ τῆς Ἀονίας αὐτόσε καὶ πολεμοῦντας εὑρὼν Ὑαμπολίτας πρὸς Ὀπουντίους Λοκροὺς περὶ Δαφνοῦντος συμμαχήσας τε ἐνίκησε καὶ ἦρξεν αὐτῶν. ἐγένοντο δὲ αὐτῷ παῖδες Φῶκος καὶ Θόας. ἀλλʼ ὁ μὲν Θόας ἅμα τῷ πατρὶ εἰς Κόρινθον ἀπήλασε, Φῶκος δὲ διαδεξάμενος τὴν ἀρχὴν τοῦ πατρὸς Φωκέας αὐτοὺς ὠνόμασεν: —
ἐπεὶ δὲ ἅπαξ ἐκρίθη ἀποθανεῖν ἡμᾶς, πρὸς ἀλλήλους σκεψώμεθα ὡς ἂν τῷ Μενελάῳ κακὸν προστριψώμεθα, ἵνα μὴ μόνοι δυστυχῶμεν ἡμεῖς: —
ἀντὶ τοῦ· εἴθε γὰρ τοῦτο ἰδὼν ἀποθάνοιμι: —
μήπω σφάξῃς σαυτόν: —
σίγα νῦν· ὡς γυναιξί: ὑφορᾶται τὰς τοῦ χοροῦ· ἐνόμιζε γὰρ ἐχθρὰς αὐτὰς εἶναι: — τὸ ὡς ἀντὶ τοῦ γάρ. ἢ ἀντὶ τοῦ ὅτι: —
ὥστε λυπεῖν αὐτόν: —
πῶς τὸ γὰρ ἕτοιμον ἔστιν: τὸ ἑξῆς· εἰ γὰρ, φησὶ, τοῦτο εὔκολον καὶ ἕτοιμον τὸ φονεῦσαι τὴν Ἑλένην, καλῶς ἡμῖν ἔσται: — ἄλλως: τὸ ἐπʼ ἐμοὶ ἕτοιμόν ἐστι. τὸ γὰρ ἕτοιμον καλόν ἐστι. ὁ δὲ λόγος τοιοῦτός ἐστι· τὸ γὰρ ἑτοίμως καὶ εὐχερῶς τὴν Ἑλένην κατεργάσασθαι καλόν ἐστιν, εἰ ὅλως δυνατὸν τοῦτο πρᾶξαι: — ἄλλως: ἕτοιμος γὰρ εἰς τοῦτό εἰμι, εἴγε μὴ καταληφθήσομαι: — ἄλλως: τίνι τρόπῳ, φησὶν, ἀνέλωμεν· ἕτοιμος γάρ εἰμι πρὸς τὸ σφάξαι, εἰ ἔσται εὐμαρῶς τὸ κτεῖναι, τουτέστιν· εἰ μὴ καταληφθείημεν: —
ἀποσφραγίζεται: σφραγῖδας ἐπιτίθησιν ὡς δὴ πάντα κληρονομήσασα τὰ ἐμά: — ἄλλως: τὰ μὲν, φησὶ, σφραγίζει τῶν ἡμετέρων, τὰ δὲ ἀποσφραγίζει: —
προθύμους εἰς τὴν τῶν ἐνόπτρων καὶ μύρων ὑπηρεσίαν: —
τρυφὰς γὰρ ἥκει: οὕτως, φησὶν, ὑπερβαλλόντως ἐτρύφα ἐν τῇ βαρβάρων χώρᾳ ὡς μηδὲν ἡγεῖσθαι τὴν Ἑλλάδα πρὸς τρυφήν. τρυφηλότεροι γὰρ τὸν βίον οἱ βάρβαροι διάγουσι μείζων τε ἡ Ἀσία τῆς Εὐρώπης: —
οὐδὲν τὸ δοῦλον: ἀσθενεῖς, φησὶν, οἱ δοῦλοι πρὸς τοὺς ἐλευθέρους μάχεσθαι διὰ τὸ μὴ τολμᾶν: —
τὸ πρᾶγμα δήλου: τὸ περὶ τοῦ φόνου τῆς Ἑλένης πρᾶγμα δήλωσον καὶ εἰπὲ ποίῳ τρόπῳ μέλλομεν ταύτην ἀναιρεῖν: —
ἀντὶ τοῦ· διʼ ἃ πάσχομεν: —
ὥστʼ ἐκδακρῦσαι: οὕτως, φησὶ, περιπαθῶς θρηνήσομεν ὥστε αὐτὴν εἰς οἶκτον κινῆσαι ἐπὶ τῷ ἡμετέρῳ θανάτῳ λάθρα χαίρουσαν: —
καὶ νῷν παρέσται: καὶ γὰρ ἡμεῖς οἰκτιζόμεθα μὲν, χαίρομεν δὲ ὡς μέλλοντες αὐτὴν φονεύειν. τὸ οὖν τότε ἢ ὅτε εἰσερχόμεθα ἢ ὅτε φονεύομεν αὐτήν: — ἄλλως: ἀντὶ τοῦ ἡμῖν τοῖς δύο. ταῦτα δέ φησιν ἀντὶ τοῦ τὸ δεῖν μὲν δακρύειν, χαίρειν δὲ τῇ διανοίᾳ. καὶ ἡμῖν γενήσεται ὅπερ ἐκείνῃ τότε ἡνίκα εἰσελθόντες πρὸς αὐτὴν ἱκετεύομεν. ὡς γὰρ ἐκείνη ἡμῶν ὀδυρομένων προσποιήσεται μὲν δακρύειν, χαρήσεται δὲ κατὰ ψυχήν, οὕτως καὶ ἡμεῖς αὐτῆς ἱκετευούσης προσποιησόμεθα λυπεῖσθαι ἔνδοθεν χαίροντες ἐπὶ τῷ μέλλειν ἀναιρεῖν αὐτήν: —
καὶ πῶς ἀναιροῦμεν αὐτὴν ἔμπροσθεν τῶν δούλων: —
ἀλλʼ ἐκφαίνοντα τὴν βουλὴν δηλονότι: —
νῦν, φησὶν, ἔγνων, πῶς δεῖ φονεύειν τὴν Ἑλένην: —
ἀντὶ τοῦ εὐχή. Ὅμηρος· «αἱ δʼ ὀλολυγῇ πᾶσαι»: — ἀντὶ τοῦ· καὶ θυσίας τοῖς θεοῖς ποιήσουσιν: —
κεδνά: κυρίως τὰ συνετὰ, νῦν δὲ τὰ ἀγαθά: — ἀρώμενοι: ἀντὶ τοῦ εὐχόμενοι: —
ὁ μητροφόντης δʼ: τὸ τοῦ μητροφόντου ὄνομα φυγὼν εἰς τὸ βέλτιον ὄνομα ἔρχῃ Ἑλένης φονεὺς λεγόμενος: —
οὐ γὰρ ἀκόλουθον ὑπομιμνήσκειν σε τοῦ φόνου τῆς μητρός: —
διὰ τὴν συμμαχίαν τοῦ Ἀγαμέμνονος ἀπολαβόντα τὴν Ἑλένην οὐ δεῖ αὐτὸν πρὸς τούτοις ἔχειν τοὺς σοὺς δόμους: —
ἀντὶ τοῦ θάτερον ἢ φονεύσαντες αὐτὴν ἢ καύσαντες τὸν οἶκον: —
ἢ τὸ τῶν γυναικῶν ἢ τὸ ἑαυτῆς: —
ἀληθής: —
ἕνα, φησὶν, ἄνδρα συνετὸν προκρίνειεν ἄν τις ἀλογίστου πλήθους τῶν πολλῶν: — ἄλλως: ἀσύνετον δέ ἐστι τὸ ἀνταλλάσσειν τὸ πλῆθος ἀντὶ εὐγενοῦς φίλου: — ἀσύνετόν ἐστι τὸ ἀντικαταλλάσσειν γενναίου φίλου ἑνὸς καὶ εὐγενοῦς πλῆθος μὴ εὐγενές: —
οἷον· συμβουλεύεις μοι: —
ἐν τῷ ἐπαινεῖσθαι λίαν: —
ἐγὼ δὲ ἀποθνῄσκων οὕτω βούλομαι ἀποθανεῖν, ποιήσας τι κακὸν τοῖς ἐχθροῖς μου καὶ ἀμυνάμενος αὐτοῖς: — τὸ ἑξῆς· δράσας τι τοὺς ἐμοὺς ἐχθροὺς χρῄζω θανεῖν: —
ἀντανέλωμεν: —
ἄξιος νομισθείς: — οὐ βίᾳ: —
ῥώμην: ἐπικουρίαν καὶ ἰσχύν. οὐ καταισχυνῶ αὐτὸν διʼ ὧν ἀνάνδρως ἀποθανοῦμαι: —
τὸν μηδὲν γενναῖον δράσαντα: —
τοῦ φονεύειν καὶ μὴ φονεύεσθαι: —
κτανοῦσι μὴ θανοῦσιν: τοῦτο κατʼ ἰδίαν λέγει, λείπει δὲ τὸ γενέσθαι. κτανοῦσιν ἡμῖν ἑτέρους, οὐχ ὑφʼ ἑτέρων ἀναιρεθεῖσι, τουτέστιν· εὐτυχήσομεν, εἰ κἂν ἕνα τῶν ἐχθρῶν ἀνέλοιμεν καὶ μὴ παρʼ ἐκείνων ἡμεῖς ἀναιρεθείημεν: —
ὃ βούλομαι: ὃ γὰρ νομίζω τερπνὸν, τοῦτο καὶ μόνον ὀνομάζων ἀδαπάνως εὐφραίνομαι: — ἄλλως: ἐξ ὧν οὐδὲν βλαπτόμεθα, οὐδὲν κωλύει εὐφραίνειν ἑαυτοὺς λόγῳ. τὸ ἡδὺ, φησὶ, καὶ εὐκτὸν ἡμῖν πρᾶγμα, τό τινα τούτων λαβεῖν ὑποχείριον, οὐ βούλομαι διὰ στόματος μόνον προφέρειν, τουτέστι μέχρι λόγων ματαίων στῆναι καὶ ἀζημίως τέρψαι τὴν ἐμαυτοῦ ψυχὴν, τουτέστι μὴ μετὰ τοῦ ζημιῶσαί τινα τῶν ἐχθρῶν καὶ τιμωρήσασθαι: —
ἐγὼ κασίγνητʼ: τοῦτο αὐτὸ, φησὶ, τὸ τινὰ λαβεῖν ὑποχείριον τούτων, σωτηρίαν ἡμῖν τοῖς τρισὶ φέρειν νομίζω: —
σωτηρίαν σοὶ τῷδέ τʼ: τὸ ἀναιρεθείσης τῆς Ἑλένης, φησὶν ἡ Ἠλέκτρα, ἐνεδρεῦσαι καὶ τὴν Ἑρμιόνην. ταῦτα δὲ ἑξῆς ἐπάγει: —
θεοῦ λέγεις πρόνοιαν: εἰπὲ, φησὶ, πόθεν σχήσομεν τὴν σωτηρίαν. οἶδα γάρ σε συνετὴν τυγχάνουσαν ἀπʼ ἀρχῆς: — ἄλλως: λέγε, φησὶν, ἣν ἔχεις ἡμῖν σωτηρίαν, πῶς πράξεις: —
τὰ ἀγαθὰ καὶ ἐν τῷ προσδοκᾶσθαι μόνον ἔχει τινὰ τέρψιν: —
οἶδας, φησὶ, ταύτην: —
χοαὶ ἐπὶ τῶν νεκρῶν: —
οἷον· εἰς τί τοῦτο εἶπας: —
ἐνέχυρον τῆς σωτηρίας ἡμῖν: —
λείπει τὸ ἕνεκεν: — τίνος χάριν τοῦτο εἶπας: — ὅμοιον τῷ ὑποτίθης τίνʼ ἐλπίδα. τίνα γὰρ, φησὶν, ἐλπίδα ἐκ τούτου μοι ὑποβάλλεις, ἐκ τοῦ λέγειν ὅτι ἐπορεύθη ἡ Ἑρμιόνη πρὸς τὸν τῆς Κλυταιμνήστρας τάφον: —
ὡσεὶ ἔλεγεν· ἓν σῶμα καὶ μία ψυχή ἐσμεν. πᾶν γὰρ τὸ καθʼ ἡμᾶς ἓν, φησὶ, καὶ ταὐτόν ἐστιν: — ἄλλως: τοῦτό φησιν ὡς, εἴ τινα ἐξ ἡμῶν κακώσει, ἐν τοῖς τρισὶν ἡ βλάβη περιίσταται. κοινὰ γὰρ τὰ τῶν φίλων: — ἄλλως: ἓν γὰρ, φησὶ, καὶ ταυτόν ἐστι πᾶν τὸ καθʼ ἡμᾶς καὶ ὡς εἰπεῖν ἓν σῶμα καὶ μία ψυχή: —
κεκτῆσθαι: — ἀντὶ τοῦ ἀπολαύειν, τουτέστι· συγχώρει τῷ πατρὶ τὴν Ἑρμιόνην πρὸς ἀπόλαυσιν καὶ ὄνησιν κτήσασθαι. ἔνθεν καὶ τὸ «πολυπάμονος». ἠτυμολόγησε τὸ πατήρ παρὰ τὸ πεπᾶσθαι. καὶ ἀλλαχοῦ· «πολλῶν καλεῖσθαι βούλομαι πατὴρ δόμων», ἀντὶ τοῦ δεσπότης: —
ἀντὶ τοῦ· παρίδῃ σε ἀπολλύμενον: —
ἐὰν ἐν τῇ ὀργῇ πολὺς ἔλθῃ: —
ἀντὶ τοῦ ἀσφάλειαν: —
ὦ τὰς φρένας μέν: ἁρμόζουσα μὲν ἀνδράσι διὰ τὰς φρένας, γυναικὶ δὲ ὁμοία τὸ σῶμα, ἀντὶ τοῦ εὐπρεπὴς οὖσα. ἢ γυναικὸς φύσιν ἔχουσα· ὃ καὶ βέλτιον: — ἄλλως: ἁρμοζόμενον γυναιξί. τὰς μὲν γὰρ ἀρετὰς καὶ ὁ Πλάτων κοινὰς εἶναί φησι, πλεονεκτεῖν δὲ ἴσως τοὺς ἄρσενας: —
ᾗ τινι συζῶν· τὸ γὰρ ζῶν ἀντὶ τοῦ συζῶν· μακάριος ἔσῃ: —
οἷον κοσμουμένη, τιμωμένη. ἀνοίκεια δὲ ταῦτα τοῦ προκειμένου ἀγῶνος: —
ὡς τἄλλα γʼ εἶπας: τὸ ἑξῆς· ὡς τἄλλα γʼ εἶπας κάλλιστα. εἰ τοῦτʼ εὐτυχήσομεν τὸ λαβεῖν τὴν Ἑρμιόνην, δόξεις τἄλλα καλῶς εἰρηκέναι: — ἄλλως: ἐὰν τούτου μόνου ἐπιτύχωμεν, πάντα τὰ ἄλλα καλῶς εἴρηκας: —
σκύμνος κυρίως τὸ τῶν λεόντων τέκνον, νῦν δὲ ἐπὶ ἀνθρώπου: —
ἀντὶ τοῦ φθάνοι λοιπὸν ὁ χρόνος καὶ ἐγγύς ἐστιν: —
τοῦτο μὲν δὴ τοιοῦτον: —
πάρος μένουσα: ἀντὶ τοῦ ἔμπροσθεν. ἢ τὴν παρουσίαν αὐτῆς ἐκδεχομένη: —
ὁ Μενέλαος δηλονότι: —
γέγωνέ τʼ ἐν δόμοις: ἢ διὰ λόγων σημάνασα βόησον μέγα ὥστε ἔνδον ἡμᾶς ὄντας ἀκοῦσαι: —
σκοτεινῆς, ὀρφανῆς τινος διὰ τὸ ἔρημον εἶναι φωτός: —
ἀντὶ τοῦ· καλεῖ σε: —
ἐν τῷ ἀντιγράφῳ οὐ φέρονται οὗτοι οἱ δ ἴαμβοι, ἐν ἄλλῳ δέ: —
ὦ συγγένεια: παρόσον ὁ Στρόφιος Ἀναξιβίαν ἔγημε τὴν Ἀγαμέμνονος ἀδελφὴν, ἐξ ἧς ἐγένετο Πυλάδης, ὡς φησὶ Κράτης. ἢ ἐπεὶ ὁ Στροφίου πατὴρ Κρῖσος Ἀτρέως θυγατέρα ἐγάμει τὴν Κυδραγόραν: — αἷμα οἱ παῖδες, γένος οἱ ἀδελφοὶ, συγγένεια οἱ γαμβροί: —
ἐγὼ ὑπὲρ σοῦ, φησὶν, ἐφόνευσα τὴν μητέρα. τὸ δὲ ἑξῆς· σοὶ, πάτερ, ἀρήγων: —
ὅ ἐστι· συνῄνεσα τῷ φόνῳ: —
οὐκοῦν ὀνείδη: οὐκοῦν ῥῦσαι ἡμᾶς ὡς μέλλων κλύειν ταῦτα ἐπὶ ὀνείδεσιν, ἐὰν μὴ σωθῶμεν, ὅτι ἐπικουρήσασιν οὐκ ἐβοήθησας: — ἄλλως: ὀνείδη: τῶν εὐεργεσιῶν τὰς ὑπομνήσεις, ὡς καὶ ὁ ποιητὴς· «ἀλλʼ ἤτοι ἔπεσιν μὲν ὀνείδισον»: —
οἷον· σπονδάς σοι διὰ δακρύων ποιῶ. οὐ γὰρ ἔχω ἄλλο τι: —
εἰ κατὰ γῆς ἔρχονται: —
ὅτι ἐπικουρήσασιν οὐκ ἐβοήθησεν: —
ἓν δίκαιον ἅπασιν ἡμῖν: —
Μυκηνίδες ὦ φίλαι: Ἰνάχῳ ἐκ Μελίας ἐγένετο Φορωνεὺς καὶ Φηγεύς. τούτων Φορωνεὺς μὲν ἄρξας τὸ νῦν Ἄργος Φορωνικὸν ἄστυ ἐκάλεσεν, ἴσχει δὲ παῖδας ἐκ Πειθοῦς Αἰγιαλέα, Ἄπιν, Εὔρωπα, Νιόβην. Φηγεὺς δὲ πόλιν κτίζει Φηγὰς καὶ παῖδας ἴσχει Σπάρτωνα καὶ Μέσσωνα. Σπάρτωνος δὲ παῖς Μυκηνεὺς, ὃς Μυκήνας ἔκτισε. Φορωνέως δὲ ἀπολωλότος καὶ τῶν παίδων διασκεδασθέντων Ἄργος ὁ Νιόβης βασιλεύσας ὅλην τὴν ἐντὸς τοῦ Ἰσθμοῦ Ἀργείαν καὶ τὸ Φορωνικὸν ἄστυ Ἄργος ὠνόμασεν: — ἄλλως: πρὸς τὰς ἀπὸ τοῦ χοροῦ διαλέγεται. Μυκηνίδας δὲ αὐτὰς καλεῖ καὶ Ἀργείας, ἐπεὶ ὀλίγον ἀφεστήκασιν ἀλλήλων αἱ πόλεις: —
τὰ πρῶτα: τουτέστιν αἳ τὰ πρωτεῖα φέρεσθε κατὰ τὸ Ἄργος. Πελασγόν δὲ ἀπὸ Πελασγοῦ τοῦ αὐτόθι βασιλεύσαντος: — λείπει τὸ ἔχουσαι: —
τὸ καλεῖσθαι πότνιαν παραμένει σοι: —
τὴν λεωφόρον ὁδόν: —
εἰς τὸ φρουρεῖν καὶ τηρεῖν τὸν οἶκον: —
τί δέ με τόδε χρέος: οἷον· εἰς τί μοι τοῦτο τὸ πρᾶγμα προστάσσεις ποιεῖν, τὸ φρουρεῖν τὴν ὁδόν: —
τὸ τῆς Ἑλένης: —
τὸν ἀνατολικόν φησιν: —
καὶ μὴν ἐγὼ τόνδʼ: ἡνιοχεῖ. τὸ δυτικὸν, ὅτι τῆς ἠοῦς πέρας ἐστὶν ἢ ὅτι τότε εἰς ἑαυτοὺς περῶμεν: — ἄλλως: τὸ δυτικὸν λέγει. ἑσπέρα δὲ λέγεται, ὅτι τοῦ ἠοῦς πέρας ἐστίν. ἢ ὅτι τότε εἰς ἑαυτοὺς περῶμεν. ἢ ἐσωφέρα τις οὖσα, ἀπὸ τοῦ πάντας εἰσφέρειν καὶ ἔσω φέρειν. καὶ ἡ Σαπφὼ δὲ οὕτως τὸν ἕσπερον ἀστέρα εἶπε τρόπον τινὰ ἐτυμολογοῦσα τὸ ὄνομα· «ἕσπερε πάντα φέρων ὅσα φαινολὶς ἐσκέδασʼ αὔως»: —
οἷον· περίφερέ σου καὶ πλαγίαζε τὸ ὄμμα καὶ φύλασσε καὶ τὰ πλάγια τῶν οἴκων ἐπιτήρει: —
ἑλίσσετε νῦν βλέφαρον: τὸ ἑξῆς· ἑλίσσετε νῦν βλέφαρον διὰ βοστρύχων καὶ κόραισι δίδοτε πάντα, ὅ ἐστι· πάντα τόπον τῇ θέᾳ δίδοτε καὶ σκοπεῖτε: —
κόραισι δίδοτε: λείπει τὸ ἐπί· τὸ ἐπὶ ταῖς κόραις βλέφαρον ἑλίσσετε καὶ κινεῖτε καὶ διὰ τῶν βοστρύχων αὐτὸ δίδοτε πανταχόσε. ἀντὶ τοῦ τὰς κόρας καὶ τὰς ὄψεις ἀποτείνετε πανταχοῦ, ἵνʼ ᾖ τὸ πάντῃ ἀντὶ τοῦ πανταχοῦ. ἢ πάντα τόπον δίδοτε ταῖς ὄψεσιν: — διὰ βοστρύχων δὲ εἶπεν, ἐπειδὴ καθειμένον ἔχουσι τὸν πλόκαμον μέχρι τῶν παρειῶν ὡς ἂν παρθένοι: — ἄλλως: πενθοῦσαι τὸν Ὀρέστην λελυμένον αὐτὸν ἔχουσιν, ἐξ οὗ συνέβαινε τὰ πλάγια μὴ ὁρᾶν: —
ἀντὶ τοῦ ἔσο: — ὃν οὐ δοκεῖς κενὸν εἶναι, κενός ἐστιν: —
ἀρσενικῶς εἶπεν ὁ στίβος: —
πρὸς τὸ ἄλλο ἡμιχόριον λέγει ἡ Ἠλέκτρα· πῶς δέ· τὸ κατὰ σὲ ἔτι βέβαιον: —
ἀντὶ τοῦ συμφωνεῖς μοι: —
τὴν ἀκοὴν καὶ τὸ οὖς μου πρὸς ταῖς πύλαις παραθῶ ὥστε ἀκούειν βοήν: —
διὰ τί ἀναβάλλεσθε. πρὸ τοῦ ἐπιστῆσαι τὰ σφάγια … —
ἀντὶ τοῦ Ἑλένην φονεύειν: — τινὲς γράφουσι σφαγίδα φοινίσσειν, ὅ ἐστι τὴν μάχαιραν: —
ἆρʼ εἰς τὸ κάλλος: ἆρα εἰς τὸ τῆς Ἑλένης κάλλος βλέψαντες οὐκ ἐχρήσαντο τοῖς ξίφεσιν· οἷόν τι καὶ Στησίχορος ὑπογράφει περὶ τῶν καταλεύειν αὐτὴν μελλόντων. φησὶ γὰρ ἅμα τῷ τὴν ὄψιν αὐτῆς ἰδεῖν αὐτοὺς ἀφεῖναι τοὺς λίθους ἐπὶ τὴν γῆν: — ἄλλως: ἐὰν ᾖ ἐκκεκώφηται ἄνευ τοῦ ν, ἔστιν ὁ λόγος· ἆρα μὴ καὶ τὰ ξίφη τῆς Ἑλένης ἀγασθέντα τὸ κάλλος ἀνεπαίσθητα καὶ ἀνενέργητα γεγόνασιν. ἐὰν δὲ ᾖ ἐκκεκώφηνται, ἐπὶ τῶν περὶ τὸν Ὀρέστην ἀκουστέον· ἆρα μὴ διὰ τὸ κάλλος Ἑλένης ἀνεπαίσθητοι ἔμειναν καὶ εἴασαν τὰ ξίφη. ἐκκεκώφηνται ὡς «σπάρτα λέλυνται». Ἀριστοφάνης δὲ γράφει ἐκκεκώφωνται ξίφη. σημαίνει γὰρ ὅτι εἰς τὸ κάλλος Ἑλένης ἀποβλέψαντες ἀνεπαίσθητοι ἔμειναν καὶ εἴασαν τὰ ξίφη. ὁ δὲ λόγος· ἆρα μὴ καὶ τὰ ξίφη τῷ κάλλει νενίκηται καὶ διαμεμάλακται. ἐὰν δὲ ἐκκεκώφωνται, ἐπὶ τῶν περὶ Ὀρέστην ἐκδεκτέον ὅτι ἐκκεκώφωνται αὐτοὶ πρὸς τὸ κάλλος καὶ εἴασαν τὰ ξίφη: —
βοηθῷ, τῷ μετὰ βοῆς βοηθοῦντι: — ἀντὶ τοῦ· πρὸς τὰ μέλαθρα παραγενήσεται: —
βέλτιον ἀκριβῶς σκοπῆσαι: — ἀντὶ τοῦ· οὐκ ἔστι χρεία τοῦ καθέζεσθαι: —
ἐκ διαδοχῆς πάντα περιβλεπομένη: —
ὡς ἔστι τεκμήρασθαι: —
ἀντὶ τοῦ· ἐν τῇ πόλει ὤν:—
καινὶς γὰρ ἡ μάχαιρα: — γράφεται καὶ θείνετε: —
τὰ δύο: —
ἐκ χερὸς ἱέμενοι: ἀντὶ τοῦ ἱέντες. ἁπλούστερον δὲ ὡς γυναῖκες εἶπον· οὐδεὶς γὰρ ξίφος ἀφίησι καὶ βάλλει. ἢ τὸ ἱέμενοι ἀντὶ τοῦ προθυμούμενοι. ἢ ἀντὶ τοῦ ἱέντες: —
ἐφόνευσεν: —
ἀντὶ τοῦ συνέπεσεν: —
περιφραστικῶς, εἰς τὰ δίκτυα: —
ἐν καταστάσει γίνεσθε καὶ μὴ θορυβεῖσθε: — πάλιν κατάστηθʼ: ἀναδράμετε, φησὶν, εἰς τὴν προτέραν κατάστασιν τῆς ὄψεως καὶ τὸ μὲν ὄμμα κατεστυγνακὸς ἔχετε, τὸ δὲ πρόσωπον ἀνύποπτον τῶν πεπραγμένων χάριν, τουτέστι· προσποιεῖσθε καὶ νῦν κατηφεῖς εἶναι καὶ λυπεῖσθαι ὡς πρὸ τούτου διὰ τὸν Ὀρέστην, ἵνα μὴ περιχαρεῖς ὑμᾶς ὁρῶσα συνῇ τὸ κατὰ τῇ Ἑλένης πραττόμενον: —
ἥκω λαβοῦσα πρευμένειαν: ἐξευμενισαμένη τὴν ψυχὴν Κλυταιμνήστρας. παρὰ δὲ τὸ πρᾶον καὶ εὐμενές συντέθειται τὸ ὄνομα, ἀντὶ τοῦ πραευμενής: — πραεῖαν εὐμένειαν: —
τηλουρὸς οὖσα: μακρὰν, τῆλε τῶν ὁρίων οὖσα τῆς οἰκίας. ἐν γὰρ τῷ τάφῳ τῆς Κλυταιμνήστρας ἦν. ὁ δὲ λόγος· ἀλλὰ περίφοβος γέγονα διὰ τὴν γενομένην βοὴν ἐν τοῖς οἴκοις, ἣν ἤκουσα πόρρω οὖσα: — λείπει ἡ διά· διὰ τὴν βοήν: —
τί δʼ· ἄξιʼ ἡμῖν: πεπόνθαμεν ἄξια στεναγμάτων: — ἄλλως: πῶς, φησὶν, ἄξια ἡμῖν στενάγματα, ἀντὶ τοῦ· οὐκ ἀξίως στενάζομεν: —
ἀντὶ τοῦ· ὑπὲρ ἐμοῦ παρακαλεῖ: —
ἐπʼ ἀξίοισι τἄρʼ ἀνευφημεῖ: ἀξίως, ὅτι καὶ ὁ οἶκος θρηνεῖ διʼ ὑμᾶς. ἐὰν μὲν ἂν εὐφημεῖ, ἀντὶ τοῦ δυσφημεῖ νοητέον, ἵνʼ ᾖ κατὰ ἀντίφρασιν εἰρημένον συνδέσμου ὄντος τοῦ ἄν· ἐὰν δὲ ὑφʼ ἓν ἀνευφημεῖ, ἀντὶ τοῦ κακοφημεῖ καὶ ἀναθρηνεῖ ὁ δόμος. σημαίνει δὲ τὸ ἀνηχεῖ: —
περὶ τοῦ γὰρ ἄλλου: περὶ τίνος γὰρ ἄλλου φθέγξαιτό τις ἢ θρηνήσειεν, ἢ ὅτι ἡμεῖς ἀπολλύμεθα: — ἄλλως: διὰ ποῖον γὰρ ἄλλο ἤμελλέ τις βοᾶν ἐν τοῖς οἴκοις: —
ἀντὶ τοῦ· ἐν σοί ἐστιν ἡ σωτηρία ἡμῶν. δήλωμα δέ ἐστι τοῦτο: —
ὅσον τὸ κατʼ ἐμέ: —
τὸ ἑξῆς· οὕνεκʼ ἄνδρας Φρύγας κακοὺς εὑρὼν οὐκ ἔπραξεν αὐτοὺς οἷα χρὴ πράσσειν κακούς: —
ἀντὶ τοῦ ἔμπροσθεν: —
μὴ δεινὸν Ἀργείοισιν: μήποτέ τις ἔλθῃ πρὶν ἡμᾶς ἀκοῦσαι παρά τινων πῶς τὰ ἔσω διάκειται ἢ καὶ ἰδεῖν τὸν Ἑλένης φόνον: —
λείπει τὸ ὥστε: —
ἀντὶ τοῦ καθῃμαγμένον: —
τὰς μὲν γάρ: ὡς ἀπὸ τῆς βοῆς ἐν συμφοραῖς οὖσαν τὴν Ἑλένην ἐγίνωσκον, ἀγνοοῦσι δὲ, εἰ πέρας ἔσχεν ὁ φόνος αὐτῆς: —
διὰ δίκας ἔβα: οἷον· δικαίως ἡ Νέμεσις τὴν Ἑλένην ἐτιμωρήσατο: — ἄλλως: ἡ νέμεσις τῆς δίκης τῶν θεῶν ἔμολεν, ὅ ἐστι· δίκην ἀπαιτεῖται παρʼ αὐτῶν· ἐνεμέσησαν γὰρ αὐτῇ οἱ θεοί: —
ἤτοι ἀπολόμενον ἢ ὀλέθριον: —
ἀλλὰ κτυπεῖ: ἐξιών τις ψοφεῖ, τοῦτο γὰρ ἔθος, ταῖς θύραις. τούτους δὲ τοὺς τρεῖς στίχους οὐκ ἄν τις ἐξ ἑτοίμου συγχωρήσειεν Εὐριπίδου εἶναι, ἀλλὰ μᾶλλον τῶν ὑποκριτῶν, οἵτινες, ἵνα μὴ κακοπαθῶσιν ἀπὸ τῶν βασιλείων δόμων καθαλλόμενοι, παρανοίξαντες ἐκπορεύονται τὸ τοῦ Φρυγὸς ἔχοντες σχῆμα καὶ πρόσωπον. ὅπως οὖν διὰ τῆς θύρας εὐλόγως ἐξιόντες φαίνωνται, τούτους προσενέταξαν. ἐξ ὧν δὲ αὐτοὶ λέγουσιν, ἀντιμαρτυροῦσι τῇ διὰ τῶν θυρῶν ἐξόδῳ. φανερὸν γὰρ ἐκ τῶν ἑξῆς ὅτι ὑπερπεπήδηκεν: —
παρʼ οὗ ἢ ἀφʼ οὗ: —
Ἀργεῖον ξίφος: ἐντεῦθεν ἐξέστη τοῦ ἰδίου ἤθους ὁ Εὐριπίδης ἀνοίκεια ἑαυτῷ λέγων: —
ἐν εὐμάρισιν: εὔμαρις εἶδος ὑποδήματος σανδαλώδους· πεποίηται δὲ ἀπὸ τοῦ εὐμαρῶς ὑποδεῖσθαι. προπαροξύνεται ἐν τῇ καθόλου
κεδρωτὰ παστάδων: τὰ ἐκ κέδρου ξύλα. παστάδων δὲ τῶν κοιτώνων. τέρεμνα δὲ τὰς ὑψηλὰς στέγας. φαίνεται δὲ ἐκ τούτων ὑπερπεπηδηκὼς τὰς ὑψηλὰς στέγας. ἀντὶ τοῦ ὑπὲρ τεράμνων. ταῦτα οὖν φησιν, ὡς ὑπερπεπηδηκὼς τῶν ἔσω τινὰς οἴκων. παστάδων γὰρ τῶν θαλάμων. Αἰσχίνης δὲ τὴν ὑπέρ ἀντὶ τῆς πρό φησίν, ἵνʼ ᾖ ἀντὶ τοῦ πρὸ τεράμνων: —
τριγλύφους: παρὰ Δωριεῦσι γλυφή τις ἦν ἣ ἐκαλεῖτο τρίγλυφος. ἢ ὡς τῶν Δωριέων καταδειξάντων τὰς τῶν ὀρόφων γλυφάς: —
φροῦδα γᾶ: διχῶς ἄν τις τοῦτο ἐκδέξαιτο· καθʼ ἕνα μὲν τρόπον ὅτι ἡ γῆ τῶν Ἀργείων ἀφανής ἐστι τοῖς βαρβάροις δραπετεύουσι καθόσον ἄπειροι τῶν τόπων· ἄλλως δὲ, ἐπεὶ ὑπερβαίνει τὰ βασίλεια καὶ οὐ διὰ τοῦ ἐδάφους τὴν πορείαν ποιεῖται, διὰ τὸ ὕψος ἀφανῆ φησιν εἶναι τὴν γῆν αὐτῷ. τὸ δὲ βαρβάροισι δρασμοῖς πρὸς τὸ ἐχόμενον ληπτέον, οἷον· βάρβαρος ὢν οὐκ οἶδα ποῦ φύγω· καὶ γὰρ οὔκ εἰμι τῶν τόπων ἐθάς. ἢ οὕτως· ἐπεὶ μὴ διὰ γῆς ποιεῖται τὴν πορείαν, ἀλλʼ ὑπερβὰς ἥλατο, ἀφανῆ φησιν ἑαυτῷ εἶναι τὴν γῆν. ἢ τὸ φροῦδα γᾶ ἐπὶ τῆς Ἰλίου φησίν. ἐρωτώμενος γὰρ τὸ ὅμοιόν φησιν· Ἴλιον Ἴλιον ὤ μοι μοι: — ἐμοὶ τῷ βαρβάρῳ φεύγειν βουλομένῳ ἀφανής ἐστιν ἡ γῆ διὰ τὸ μὴ εἰδέναι τοὺς τόπους ὅπου φύγω: — ἄλλως τὸ λεγόμενον νοοῦμεν. ἢ οὕτως ἐκδεκτέον· τοῖς βαρβάροις δραπέταις ἄδηλος ἡ γῆ τῶν Ἀργείων: — τουτέστιν· ἐμοῦ τοῦ βαρβάρου φεύγοντος πάνυ ἀφέστηκεν ἡ πατρίς: —
βαρβάροισι δρασμοῖς: βάρβαρος ὢν καὶ φυγεῖν θέλων πᾷ, φησὶ, φύγω, ὦ ξέναι. τὸ δὲ αἰαῖ ἐπιστένων λέγει: — ἀντὶ τοῦ· πέφευγα βαρβάροις δρασμοῖς: —
αἰαῖ πᾷ φύγω: τὸ Ἴλιον λέγει καὶ τοῦτο εἰπὼν ἐπιστένει. φανερὸν δὲ ἐκ τοῦ καὶ πάλιν ἐρωτηθέντα ὑπὸ τοῦ χοροῦ τί δʼ ἔστιν Ἑλένης πρόσπολʼ εἰπεῖν Ἴλιον Ἴλιον: —
ταυρόκρανος ἀγκάλαις ἑλίσσων κυκλοῖ χθόνα: τοῦτο ἔξωθεν ὁ ποιητὴς πρὸς ἀναπλήρωσιν τοῦ ἰαμβείου προσέθηκεν· οὐ γὰρ ἁρμόττει ἀμαθεῖ γε ὄντι τῷ Φρυγὶ τοῦτο λέγειν. ἀναστρεπτέον δὲ τὴν λέξιν, τουτέστιν· ὃν Ὠκεανός. καὶ οὗτος δὲ ποταμὸν ὑπείληφε τὸν Ὠκεανὸν ὡς Ὅμηρος· «οὔτε τις οὖν ποταμῶν ἀπέην νόσφʼ Ὠκεανοῖο». ὅτι δὲ κύκλῳ περιρρεῖ τὴν οἰκουμένην, ἐσήμανε τῷ «ἀψορρόου Ὠκεανοῖο». ἐπιεικῶς δὲ τοὺς ποταμοὺς ταυροκράνους ἐζῳγράφουν τε καὶ ἔλεγον ἴσως ὅτι παραπλησία τῷ μυκήματι τῶν ταύρων ἡ ἀπήχησις τοῦ ὕδατος ἐν τοῖς σφοδρῶς ῥέουσι ποταμοῖς. ἢ διὰ τὸ βίαιον τῶν ὑδάτων, ἅπερ τὴν γῆν διὰ τὰ παρεμπίπτοντα τῶν ὑδάτων ῥήγνυσιν ὡς τοῖς κέρασιν οἱ ταῦροι. ὡς γάρ φησιν ἐν ἄλλοις, «ταῦροι δʼ ὑβρισταὶ καὶ εἰς κέρας θυμούμενοι». ἐν γὰρ αὐτοῖς ἔχουσι τὴν ἰσχύν: —
ἐρωτηθεὶς ὑπὸ τοῦ χοροῦ πάλιν εἶπεν ὁ Φρὺξ Ἴλιον Ἴλιον ὤμοι μοι· τό τε Ἴλιον καὶ τὴν καλλίβωλον Ἴδην τῇ ἐμαυτοῦ βαρβάρῳ φωνῇ στένω. ὁ δὲ λόγος· στένω τὰ εἰρημένα ἀπολόμενα διὰ τὸ τῆς Ἑλένης κάλλος. καὶ τὸ ἁρμάτειον μέλος, τὸ ἐπὶ κακοῖς ᾀσθέν: —
τινὲς τοῦτο παρεπιγραφὴν εἶναι ὡς εἰς τὰ κωμικὰ δράματα: — ἁρμάτειον μέλος: ἁρμάτειον μέλος τὸν θρῆνόν φησι τὸν ἐπὶ τῷ ἑλκυσμῷ τοῦ Ἕκτορος γινόμενον, ἵνʼ ᾖ οὕτως· τὸ Ἴλιον καὶ τὴν Ἴδην, ἔτι δὲ καὶ τὸν Ἕκτορα καὶ τὸ ἐπὶ τούτῳ μέλος θρηνῶ βαρβάρῳ βοᾷ. ἔνιοι δὲ ἁρμάτειον τὸν ὑμέναιον, τὸν ἐπὶ ἅρμασι τῶν νυμφῶν ᾀδόμενον, ὡς ἐπιθαλάμιον. τούτου γὰρ, φασὶν, ὁ Φρὺξ ὑπομιμνησκόμενος στενάζει τὸν Ἑλένης γάμον καὶ ὑμέναιον. οἱ δὲ ἁρμάτειον τὸ σύντονον, ἐπεὶ συντόνῳ φωνῇ κέχρηται: — ἄλλως: νόμον Ἀθηνᾶς φασι διὰ τὸ Ἁρματέα τινὰ Βοιωτὸν αὐτὸ συνθεῖναι, οἱ δὲ ἁρμάτειον τὸ ἀπὸ τοῦ ἅρματος τῆς Ῥέας γινόμενον. ἔνιοι δὲ ἁρμάτειον τὸ ὀξύφωνον ἀπὸ τῶν ὑπαξονίων ἤχων: — ἄλλως: τὸν θρῆνον καὶ τὸ μέλος ἀναβοῶ τὸν ἐπὶ τῷ ἅρματι γενόμενον ἐξ οὗ εἵλκετο ὁ Ἕκτωρ ὑπʼ Ἀχιλλέως. τούτου γὰρ, φησὶ, τελευτήσαντος τὸ Ἴλιον ἀπώλετο: — ἁρμάτειον μέλος: τὸ ἁρμάτειον μέλος ὁ Δίδυμός φησιν ὠνομάσθαι, ὅτι αἱ ἀρχαῖαι παρθένοι εἰς τοὺς θαλάμους διὰ τῶν ἁρμάτων ἤγοντο· ὅθεν ἔτι καὶ νῦν πάροχοι λέγονται ἀπὸ τοῦ παροχεῖσθαι … ὑμέναιον ᾄδειν. τὸ δὲ ᾀδόμενον ἁρμάτειον ἐκάλουν, ὡς ἐπιθαλάμιον τὸ ἐν τοῖς θαλάμοις. ὅθεν τοίνυν ὁ βάρβαρος, ἐπειδὴ συνέβη ὁ τῆς Ἑλένης γάμος, ὃν Πάρις συνετέλεσεν, ἐπὶ κακῷ τοῖς Τρωσὶ γενέσθαι, καὶ τὸν αὐτοῖς ὑμέναιον ᾀσθέντα κατὰ ἀνάμνησιν ἀναστενάζει, τὸν ἐπὶ κακῷ τοῖς Τρῳσὶν ἐπιτελεσθέντα. ὅτι δὲ οὕτως ἔχει, ἐπιφέρει διὰ τὸ τᾶς ὀρνιθόγονον ὄμμα κυκνόπτερον καλλοσύνας Λήδας ὡς δῆλον εἶναι τὸν ἐπὶ τῇ Ἑλένῃ διʼ ἅρματος ᾀσθέντα. ἔνιοι δὲ ἁρμάτειον τὸν θρῆνόν φασι τὸν ἐπὶ τῷ ἅρματι γενόμενον, ἐξ οὗ εἵλκετο ὁ Ἕκτωρ. ἀναιρεθέντος γὰρ Ἕκτορος τὸ Ἴλιον ἀπώλετο. Ἀπολλόδωρος ὁ Κυρηναῖος παρεπιγραφὴν λέγει εἶναι τὸ ἁρμόδιον, ὦ Ἴλιον. εἰ δὲ ἦν παρεπιγραφή, ἅπαξ ἂν ἐπεγράφετο. ἔνιοι δὲ τὸν ἐκπεπηδηκότα Φρύγα εὐνοῦχόν φασιν εἶναι, τοὺς δὲ εὐνούχους ἐπιεικῶς ὀξυφώνους ὑπάρχειν. τὸ οὖν ὀξύτονον ἁρμάτειον αὐτὸν φάναι διὰ τὸ τὸν ὑπαξόνιον τῶν ἁρμάτων ἦχον ἀνατεταμένον τε καὶ ὀξὺν εἶναι. ὅτι δὲ εὐνοῦχος ἦν, φησὶν· «οὔτε γὰρ γυνὴ πέφυκας, οὔτʼ ἐν ἀνδράσιν σύ γʼ εἶ». καὶ πάλιν· «ὀξὺ γὰρ βοῆς ἀκοῦσαν Ἄργος ἐξεγείρεται». εἰσὶ δὲ καὶ ἄλλαι αἰτίαι ἃς ἐκτίθεται ὁ ὑπομνηματισάμενος: — ἀπὸ κοινοῦ τὸ στένω: —
διὰ τὸ τᾶς ὀρνιθόγονον ὄμμα: στένω, φησὶ, τὸ Ἴλιον ἀπολόμενον διὰ τὴν δυσώνυμον Ἑλένην, διʼ ἣν καὶ ὁ Ἕκτωρ ἀνῃρέθη. εὕρηται δὲ ἑξῆς τοῦ ῥητοῦ τὸ διὰ τὸ τῆς ὀρνιθόγονον ὄμμα κυκνόπτερον καλλοσύνας Λήδας. ὄμμα δὲ λέγει ἀπὸ τοῦ εὐπρεπεστάτου μάλιστα μέρους αὐτὴν ὀνομάσας. ὀρνιθόγονον δὲ αὐτὴν εἶπεν, ὅτι μεταβληθεὶς ὁ Ζεὺς εἰς κύκνον ἐγέννησεν αὐτὴν τῇ Λήδᾳ συνελθών· τὸ δὲ ὀρνιθόγονον καὶ κυκνόπτερον τὸ αὐτὸ σημαίνει. τινὲς δὲ τὸ ὀρνιθόγονον ἐπὶ τῆς Λήδας ἐξεδέξαντο. φασὶ γὰρ αὐτὴν εἰς Νέμεσιν μεταβληθεῖσαν οὕτω συνελθεῖν τῷ κύκνῳ. καλλοσύνας δὲ Λήδας ἀντὶ τοῦ περικαλλεστάτης. ὁ δὲ λόγος· στένω τὸ Ἴλιον ἀπολόμενον διὰ τὸ τῆς δυσωνύμου Ἑλένης κάλλος, ἣν ἐγέννησε κύκνος τῇ περικαλλεστάτῃ Λήδᾳ συνελθών: — ἄλλως: ὁ λόγος· στενάζω τὸ Ἴλιον ὀλόμενον διὰ τὸν σκύμνον Λήδας τῆς καλλοσύνας Ἑλένης τῆς δυσελένης, περιφραστικῶς τὴν Ἑλένην: — σκύμνῳ δὲ ἀπείκασεν αὐτὴν τὸ ὀλέθριον αὐτῆς αἰνιττόμενος· ἐπὶ γὰρ ὀλέθρῳ τῆς Ἰλίου ὥσπερ τι θηρίον ἐγεννήθη. σκύμνοι δὲ κυρίως τὰ τῶν λεόντων γεννήματα: — περιφραστικῶς τὴν Ἑλένην. τὸ ἑξῆς· διὰ τὸ ὄμμα Ἑλένης δυσελένας τὸ ὀρνιθόγονον καὶ κυκνόπτερον καὶ τὸν σκύμνον τῆς καλλοσύνας Λήδας: —
ἥτις, φησὶν, Ἑλένη, ἐρινὺς γέγονε τῇ Ἰλίῳ: — περγάμων Ἀπολλωνίων: Ἀπολλώνιόν φησι τὴν Πέργαμον καὶ τὴν ἀκρόπολιν τῆς Ἰλίου, ἐπεὶ Ἀπόλλωνος ἐκεῖσέ ἐστιν ἱερὸν, ὡς Ὅμηρος· «Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γʼ ἐτέτυκτο». ἢ ἐπεὶ ὁ Ἀπόλλων τὰ τείχη ᾠκοδόμησεν. ἢ Ἀπολλωνίων τῶν ἀπολωλότων, ὡς ἐν τῷ Φαέθοντί φησιν· «ὦ καλλιφεγγὲς Ἥλιʼ, ὥς μʼ ἀπώλεσας καὶ τόνδʼ· Ἀπόλλων δʼ εἰκότως κλῄζῃ βροτοῖς»: — ὀτοτοῖ ἰαλέμων: ὀτοτοῖ ἐπίφθεγμά ἐστι θρηνητικόν. ἰάλεμος θρῆνος. Δαρδανία δὲ πόλις πλησίον τῆς Τροίας ἀπὸ Δαρδάνου βασιλεύσαντος ἐκεῖσε, ἔνθα ἱπποστάσιον εἶναί φασι τῶν Γανυμήδους ἵππων, ὃς ἦν συνευνέτης τοῦ Διός. ἀναφέρει δὲ ἐπὶ τὰ Ὁμηρικά· «δῶχʼ υἷος ποινὴν Γανυμήδεος». θρηνεῖ δὲ τὸν Δάρδανον καὶ αὐτὸν ἀπολόμενον ἐν τῷ πολέμῳ. ὁ δὲ λόγος· δυστυχεστάτη σὺ, ὦ ἱππικωτάτη Δαρδανία, ἥτις ὑπῆρχες τοῦ Γανυμήδους. ἀντὶ τοῦ ἱππικὴ Δαρδανία. ἢ ἱπποσύνου Γανυμήδους, τουτέστιν ἱππικοῦ: —
ἰαλέμων: τῶν θρήνων, ἀπὸ Ἰαλέμου τοῦ Καλλιόπης καὶ Ἀπόλλωνος: — τινὲς τοῦτον τὸν αὐτὸν τῷ Λίνῳ φασὶν ὃν καὶ ἐπὶ θρήνου καὶ ὕμνου λέγουσιν. τὸ δὲ ἑξῆς· ἕνεκα τῶν ἰαλέμων ἀθλία Δαρδανία: —
Γανυμήδεος ἱπποσύνα: ἢ τοῦ ἱππικοῦ Γανυμήδους ἢ ὦ ἱππικὴ Δαρδανία. τὴν Δαρδανίαν ἱπποστάσιον εἶναί φασι τοῦ Γανυμήδους. τὴν αὐτὴν δέ φησι Τροίαν καὶ Δαρδανίαν. τινὲς δὲ οὐχ ἵππους, ἀλλὰ χρυσῆν ἄμπελόν φασι δεδόσθαι ὑπὲρ Γανυμήδους, καθάπερ ἐν κύκλῳ λέγεται· «ἄμπελον, ἣν Κρονίδης ἔπορεν οὗ παιδὸς ἄποινα χρυσείην φύλλοισιν ἀγανοῖσι κομόωσαν βότρυσί θʼ οὓς Ἥφαιστος ἐπασκήσας πατρὶ δῶκεν· αὐτὰρ ὁ Λαομέδοντι πόρεν Γανυμήδεος ἀντί»: —
τὸ κατὰ μέρος, τὸ καθʼ ἕκαστον: —
οὗτος ὁ στίχος ἐν πολλοῖς ἀντιγράφοις οὐ γράφεται: —
βάρβαροι: ἀντὶ τοῦ βαρβάρως· ἡ γὰρ Ἀσία τῶν βαρβάρων χώρα, ἡ δὲ Εὐρώπη τῶν Ἑλλήνων: — ὁ λόγος· εἰώθασιν οἱ βάρβαροι τὸν αἴλινον ἐν ἀρχῇ θρήνου λέγειν οἰκείως τῇ ἑαυτῶν βαρβάρῳ φωνῇ, ὅτε τις βασιλέων ἀνῃρημένος τύχῃ. κἀγὼ οὖν ἀπολομένην τὴν Ἑλένην στενάζω: — ἄλλως: τὸν λίνον κοινῶς ἐτίθεσαν ἐπὶ τοῦ ὕμνου καὶ τοῦ θρήνου, νῦν μέντοι ἐκπηδήσας ὁ Φρύξ, ὅταν λέγῃ αἴλινον ἀρχὰν θανάτου βάρβαροι λέγουσιν, ἐπὶ συμφορᾶς αὐτὸν καὶ θρήνου τάττει: —
ξίφη Ἅιδου φησὶ τὰ θάνατον ἐργαζόμενα: —
δύω διδύμω: τουτέστιν Ὀρέστης καὶ Πυλάδης. τοῦ μὲν πατὴρ ὁ βασιλεὺς Ἀγαμέμνων ἐπωνομάζετο, ὁ δὲ Στροφίου ἦν παῖς. κακομήτας δὲ ὁ κακὰ κατὰ τῆς Ἑλένης βουλευσάμενος, οὐχ ὁ κακῶς βουλευόμενος: — τὸν Ὀρέστην καὶ Πυλάδην λέγει: —
τοῦ μὲν πατὴρ ὁ Ἀγαμέμνων: —
κακόβουλος: —
ἀντὶ τοῦ ἐσίγα κατὰ ἀφαίρεσιν τοῦ ε. ἢ σιγᾷ, τουτέστι τῇ σιγῇ, οἷον μετὰ σιωπῆς δόλιος: —
ἀντὶ τοῦ ἔμπειρος τοῦ πολέμου: —
ἔρροι τᾶς ἡσύχου: φθειρέσθω, φησὶν, οὗτος ἐπὶ κακουργίᾳ ἥσυχος ὢν, προνοούμενος τῆς ἡσυχίας ἐπὶ κακοῖς: — ἄλλως: διαφθαρείη ὑπὸ τῆς ἡσύχου προνοίας. ἥσυχον δὲ αὐτήν φησι τὴν ἀπροσδοκήτως πάντας ἀμυνομένην, πρόνοιαν δὲ τὴν εἱμαρμένην. τινὲς οὕτως· οἰμωζέτω κακοῦργος ὢν μετὰ ἡσύχου προνοίας: — ὁ δέ ἀντὶ τοῦ δή, ἵνʼ ᾖ· οἱ δή. οὗτοι δὲ, φησὶν, ἔνδον εἰσελθόντες εἰς τοὺς θαλάμους ἧς ἔγημε γυναικὸς τοξότης Πάρις, τοὺς ὀφθαλμοὺς δακρύων πεπληρωμένοι καὶ τῷ σχήματι ταπεινοὶ ἕζοντο παρʼ ἑκάτερον μέρος τῆς Ἑλένης, ὁ μὲν ἐκ δεξιῶν, ὁ δὲ ἐξ εὐωνύμων, πεφραγμένοι ξίφεσιν: —
ἀντὶ τοῦ· ἧστινος γυναικὸς ὁ τοξότης Πάρις ἔγημεν: —
τοῖς ξίφεσι δηλονότι ἠσφαλισμένοι: —
τὸ ἑξῆς· ἀνέθορον δὲ πάντες οἱ θεράποντες καὶ ἀνεπήδησαν παραχρῆμα καὶ περιέθεον καθάπερ δρομάδες ἵπποι θορυβηθέντες: —
τὸ μή τις εἴη δόλος ἄλλο κῶλον: —
οἱ μὲν, φησὶ, τῶν οἰκετῶν οὐκ ᾤοντο δόλον εἶναι, οἱ δὲ ἐπεπιστεύκεισαν τὴν Ἑλένην μέλλειν ὑπὸ τοῦ Ὀρέστου δολοφονεῖσθαι, ὥσπερ ἐν ἄρκυσι ζωγρηθεῖσαν. ἄρκυς γὰρ τὸ λίνον: —
τοῖς δὲ ἐδόκει Ὀρέστης ἐν ἀσφαλεστάτῃ δικτύων μηχανῇ καὶ περιβλήματι λίνου ἐμπλέκειν καὶ ἐμβάλλειν τὴν Ἑλένην. οἷον εἰς ἀρκυστάτην μηχανὴν καὶ περίβλημα λίνων: — ὅ ἐστιν εἰς δολοφονίαν· ἄρκυς γὰρ τὸ δίκτυόν ἐστιν: —
σὺ δὲ παρῆς τοῖς γινομένοις ἢ ἀκούσας παρʼ ἑτέρου πάλαι πέφευγας ἐκποδών: —
παρὰ τὸν βόστρυχον τῆς Ἑλένης πλησίον τῆς παρηΐδος αὐτῆς αὔραν πέμπων: —
πτερίνῳ: τῇ ῥιπίδι. ἢ παρόσον πάντα τὰ ἐπὶ τῆς κεφαλῆς καλύμματα πτερὰ ἔλεγον, οἷς δὴ καὶ ῥιπίσιν ἐχρῶντο. κυκλοτερὴς γὰρ ἡ ἐκ τῶν πτερῶν ῥιπίς. ἡ δὲ πρό ἀντὶ τῆς κατά, ὅ ἐστι· κατὰ τοῦ προσώπου αὐτῆς πνοὴν ἐπιπέμπων: — αὔραν ἀίσσων, ἀντὶ τοῦ πνοὴν ἐπιπέμπων: —
ἡ δέ: — τὸ λίνον τὸ ἐν τῇ ἠλακάτῃ εἵλισσεν: —
μετὰ σπουδῆς ἐχαλᾶτο, κατηπειγμένως: —
ἀντὶ τοῦ· τὰ ἀπὸ τῆς λαφυραγωγίας τῶν βαρβάρων νήματα καὶ λίνα. ἀπὸ τῶν Φρυγίων σκύλων βουλομένη συρράψαι ἐνδύματα πορφυρᾶ, ὅπως ἐπὶ τὸν τάφον ἀναθῇ τῆς Κλυταιμνήστρας: — ἐπὶ τύμβον: ἀντὶ τοῦ διὰ τὸν τύμβον, τουτέστι· τὰ δὲ νήματα ἵετο τῷ πέδῳ διὰ τὸν τύμβον. ἀπὸ δὲ τοῦ τύμβου τὸ σῶμα τῆς Κλυταιμνήστρας δηλοῖ. ἀγάλματα δὲ ἀντὶ τοῦ ἀγάλμασι· καλλώπισμα γάρ ἐστιν ἡ κηδεία τοῦ νεκροῦ σώματος. ὁ δὲ λόγος· τὰ δὲ νήματα καὶ τὰ λίνα τὰ ἐκ Φρυγίας εἰργάζετο διὰ τῆς Κλυταιμνήστρας τὸ σῶμα, ἵνα τοῦτο συστολίσῃ καὶ κηδεύσῃ αὖθις λαμπροῖς ἱματίοις καὶ φάρεσι πορφυρέοις: — καλλωπίσματα· κόσμος γὰρ τῶν τύμβων τὰ ἀναθήματα: —
ἀντὶ τοῦ ἀνάστηθι. ἀπαγαγεῖν δὲ αὐτὴν ἐβούλετο ἀπὸ τοῦ τόπου τούτου οὗ ἐκάθητο εἰς ἕτερον τόπον ἐκκλῖναι βουλόμενος τοὺς παρεστῶτας οἰκέτας. τούτου οὖν ἀποστᾶσα τοῦ κλισμοῦ ἐλθὲ ἐπὶ τὴν Πέλοπος καθέδραν, ἔνθα εἰώθει διατρίβειν ὁ Πέλοψ: — ἀποστῆσαι γὰρ αὐτὴν ἤθελε τῶν παρεστώτων θεραπόντων: —
τὸ σύν κατὰ κοινοῦ, τουτέστιν· ὁ δὲ συνεργὸς συμπράσσων τῷ Ὀρέστῃ, ὁ πονηρὸς ἀνὴρ Φωκεὺς, τοιαῦτα εἶπεν. λέγει δὲ τὸν Πυλάδην: —
λείπει τὸ καὶ τοιαῦτα ἔλεγεν: —
ἐφʼ ἧς ἕκαστος ἐκαθέζετο: —
πόρρωθεν. τὸ δὲ διαρμόσας ἀντὶ τοῦ προσαρμόσας καὶ συγκλείσας. ἀπὸ τοῦ διαρμόσας τὴν ἀδιάλειπτον παραμονὴν τῶν οἰκετῶν ἐσήμανεν, ἣν εἶχον μετὰ τῆς δεσποίνης: —
ἀντὶ τοῦ μετὰ ταῦτα: —
Ἰδαία μᾶτερ: Ἴδη ὄρος ἐστὶ Τροίας, ἔνθα τετίμηται ἡ Ῥέα. ἴσως οὖν ὡς ἐγχωρίαν θεὸν ἐπικαλεῖται αὐτὴν ὁ εὐνοῦχος: —
ὀβρίμα ὀβρίμα: ὀβρίμαν αὐτήν φησιν, ἐπεὶ λέουσιν ὀχεῖται· ἢ ὅτι ἐνίσταται τοῖς αὐτῇ συντυγχάνουσιν. μέλλων διηγεῖσθαι ὁ Φρὺξ ἅπερ ἐτεθέατο ἔνδον, τὴν Ῥέαν ἐπικαλεῖται ὡς ἀλεξίκακον. Ἰδαίαν δὲ ἀντὶ τοῦ ὀρεινήν· ἐν γὰρ τοῖς ὄρεσι διατρίβειν φασὶ τὴν θεόν. ὀβρίμαν δὲ τὴν ἰσχυρὰν καὶ φοβεράν. ὁ δὲ λόγος· φεῦ φεῦ τῶν ἀνόμων κακῶν, ὦ μῆτερ Ῥέα, ἅπερ τεθέαμαι ἔνδον κατὰ τοὺς οἴκους. καλεῖται δὲ καὶ Ἀνταία· τοῖς Φρυξὶ γὰρ ὑπαντῶσι φοβερά ἐστιν: —
ἐντεῦθεν ἄρχεται ἐξηγεῖσθαι: — τῶν πορφυρῶν: —
γράφεται ἀποκτενεῖ: —
μετὰ τῶν στηθῶν καὶ τὴν κεφαλὴν ἐκτύπησεν: —
ἡ Ἑλένη, φησὶ, διαναστᾶσα φυγῇ τὴν σωτηρίαν πορίζεται: —
λείπει τὸ ποδί: — τὸν πόδα φησίν. ἀπὸ τοῦ ὑποδήματος τὸν πόδα δηλοῖ. τὸ δὲ δικών ἀντὶ τοῦ ἐκτείνας καὶ βαλών. ὁ δὲ Ὀρέστης, φησὶ, παραχρῆμα προβὰς τὸν πόδα ἐξέτεινε τὴν χεῖρα καὶ λαβόμενος τῆς κόμης ἔμελλεν αὐτὴν παίειν τῷ ξίφει: —
ἀντὶ τοῦ ἀριστερᾷ χειρί: —
τὸ μελανθησόμενον: —
ἰαχᾷ δόμων θύρετρα: ἰαχῆς, φησὶ, καὶ θορύβου γενομένου κατὰ τὴν οἰκίαν τὰς θύρας τῶν σταθμῶν, ἔνθα ἦμεν συγκεκλεισμένοι, ἐκσπάσαντες τοῖς μοχλοῖς ἐξήλθομεν βοηθήσοντες: —
τὰ ἀκόντια, ἀπὸ τοῦ ἐπηγκυλίσθαι. ἢ διότι ἀπὸ τῆς κατὰ μέσον ἀγκύλης λαμβανόμενοι ῥίπτουσιν: —
μεγάλην κώπην καὶ ἐκτεταμένην ἔχον: —
ἀντὶ τοῦ ἄτρεπτος καὶ ἄφευκτος ἐν ταῖς μάχαις. ἢ ἀκατάπαυστος. ἢ ὃν οὐκ ἔστι λιάσαι καὶ εἰς φυγὴν τρέψαι: —
τρικόρυθος: ὁ μεγάλην ἔχων περικεφαλαίαν. ὅμοιον δέ ἐστι τῷ «τρίπτυχος αὐλῶπις». ἢ ὅτι ἔνιοι τῶν ἡρώων τριλόφοις ἐχρῶντο: —
τότε: ἐν τῷ πρὸς Ὀρέστην πολέμῳ ἐφάνημεν διαπρεπόντως δειλοὶ, οἱ Φρύγες. ἢ τότε ἐν τῶ Τρωικῷ πολέμῳ: — τότε δὴ τότε διαπρεπεῖς ἐγένοντο Φρύγες: ἀντὶ τοῦ ἔκδηλοι τὴν δειλίαν καὶ ἐξεληλεγμένοι. τότε, φησὶν, ἐν τῇ συμβολῇ τῇ πρὸς τὸν Ὀρέστην καὶ πρὸς τὸν Πυλάδην, ἐφάνησαν οἱ Φρύγες καθʼ ὅσον ἦμεν ἐλάττους ἐν τῇ μάχῃ τῇ πρὸς τοὺς Ἕλληνας κατὰ τὴν Ἴλιον. φησὶ γὰρ αὐτὰ κατὰ ἀναφορὰν πρὸς τὰ ἐν Ἰλίῳ λόγου παρεκβάσει χρησάμενος. οὐ γὰρ εἰκὸς ἦν οὕτως πολλοὺς εἶναι τοὺς ἐν τοῖς βασιλείοις τεθνηκότας ὡς καταλέγειν πτώματα μυρίων νεκρῶν. ἔστιν οὖν ὁ πᾶς λόγος τοιοῦτος· κατὰ τὴν συμβολὴν τὴν πρὸς τὸν Ὀρέστην κατάδηλοι γεγόναμεν ἀσθενεῖς ὄντες οἱ Φρύγες: —
ἥσσονες Ἑλλάδος ἐγενόμεθʼ αἰχμᾶς: εἰκότως ὑπὸ τῶν Ἑλλήνων τότε, ἐν Ἰλίῳ, ἡττήθησαν, ἡνίκα ὁ μὲν ἦν φυγὰς, ὁ δὲ νεκρὸς ἔκειτο, ἄλλος δὲ τραυματίας ἦν, ὁ δὲ ἱκέτης προσέπιπτε τὸν ἔλεον θηρώμενος, καὶ τέλος ὡς ὑποσκότιοι γενόμενοι τῷ πλήθει τῶν βαλλομένων βελῶν εἰς φυγὴν ἐτρεπόμεθα καὶ οἱ μὲν ἔπιπτον τιτρωσκόμενοι, οἱ δὲ πίπτειν ἔμελλον, οἱ δὲ ἦσαν νεκροί. καὶ μέχρι τούτου ἡ παρέκβασις. τὰ δὲ ἑξῆς γενόμενα κατὰ τὴν οἰκίαν ἐστὶν, ἅπερ κατὰ ἐπανάληψιν ἐπάγει. ἔστι δὲ τὸ ἑξῆς τοῦ λόγου· φασγάνων τε ἀκμὰς συνήψαμεν καὶ ἡττήθημεν κατὰ κράτος ὥσπερ καὶ ἐν τῷ κατὰ Ἴλιον πολέμῳ ἡνίκα ταῦτα συμβέβηκεν ἅπερ κατέλεξεν. ὡς δὲ ἡττήθημεν τῶν περὶ τὸν Ὀρέστην, ἦλθεν ἡ Ἑρμιόνη. δύναται δὲ καὶ ἐπὶ οἰκίας ταῦτα γενόμενα νοεῖσθαι. ἴδιον δὲ τῆς τραγῳδίας τὸ τὰ μικρὰ τῶν πραγμάτων ἐξαίρειν καὶ φοβερὰ ποιεῖν ὥσπερ νῦν ὁ Εὐριπίδης ὡς περὶ πολλῶν περὶ τῶν ὀλίγων θεραπόντων τὸν λόγον ποιεῖται: —
ὁ μὲν οἰχόμενος: ταῦτα ἐπὶ τῶν ἐν Ἰλίῳ νοητέον, οἱ δʼ οὐ νοήσαντες ὑπέλαβον ἐν τοῖς βασιλείοις τοσούτους τεθνάναι: — ταῦτα ὡς ἐπὶ τῶν ἐν Ἰλίῳ λέγει τεθορυβημένος καὶ οὐ δεόντως ἀπαγγέλλων. οἱ δὲ μὴ νοήσαντες πολλοὺς ᾠήθησαν ἐν τοῖς βασιλείοις ὑπὸ τῶν περὶ τὸν Ὀρέστην ἀπολωλέναι. ἐὰν μὲν ἐν Ἰλίῳ, ἔσται τὸ ὑπὸ σκότον ἀντὶ τοῦ καλυφθέντες τῷ πλήθει τῶν βελῶν ἐφεύγομεν· ἐὰν δὲ ἐν τῇ οἰκίᾳ, εἰς τοὺς σκοτεινοὺς τόπους τῆς οἰκίας ἐφεύγομεν: —
θανάτου προβολάν: ἀντὶ τοῦ ἱκεσίαν ὑπὲρ τοῦ θανάτου προβαλλόμενος καὶ ἱκετεύων: —
ἐπὶ φόνῳ χαμαιπετεῖ: θορύβου, φησὶ, γενομένου ἦλθεν ἡ Ἑρμιόνη. χαμαὶ οὔσῃ τῇ Ἑλένῃ. μελλούσῃ πίπτειν μετὰ τὸ φονευθῆναι: — ἄλλως: ἢ τεθορυβημένος οἴεται αὐτὴν πεπτωκέναι ἢ χαμαιπετεῖ τῷ μέλλοντι πεσεῖσθαι: — ἄλλως: οὐ τῷ πεσόντι ἐπὶ γῆς· οὐδὲ γὰρ ἐφόνευσαν αὐτήν. ἀμέλει μετὰ μικρόν φησιν ὅτι διωκομένη ἐξ αὐτῶν ἀφανὴς ἐγένετο: — χαμαιπετεῖ οὖν ἢ τῷ μέλλοντι πεσεῖν ἢ τεθορυβημένος οὐκ ἀκριβολογεῖται: —
ἄθυρσοι δʼ οἷά νιν: κακόθυρσοι. ἢ θύρσων μόνον δεόμενοι πρὸς τὸ εἶναι Βάκχαι. ἢ ἀθύρσους αὐτοὺς εἶπεν, ἐπεὶ αἱ Βάκχαι μετὰ θύρσων βακχεύουσιν: — ....... ἐπέλεγον. ἔστι δὲ αὐτὴ Σκυθικὴ φωνὴ ἐξελληνιζομένη ὦ υἷις καὶ υἱὲ τοῦ ἄτις καὶ τοῦ Διός. εἶχον δὲ ἀνὰ χεῖρας οἱ τοιοῦτοι βάκχαι θύρσους, ἤτοι νάρθηκας, ἀντὶ κλάδων τούτους περιφερόμενοι εἰς τιμὴν τοῦ Διονύσου. ἐδόκουν δὲ τοῖς ὁρῶσι μαίνεσθαι, τῇ δʼ ἀληθείᾳ φιλάνθρωποι ἦσαν. διὰ γοῦν τὸ δοκεῖν ἐκείνους μαινομένους εἶναι ὁ Εὐριπίδης τὸ ἄθυρσοι βάκχαι ἀντὶ τοῦ μαινόμενοι ἐξεδέξατο: — σημείωσαι καὶ τὸ θύρσος πῶς ἐκλήθη νάρθηξ. θύρσος μὲν γὰρ τῷ φυτῷ τὸ παλαιὸν ὄνομα παρόσον αὐτῷ ἐχρῶντο οἱ γεωργοὶ ἐν ταῖς αἱμασιαῖς τῶν λειμώνων καὶ τῶν κήπων καὶ τῶν θειλοπέδων καὶ ἀμπελώνων. ὕστερον δὲ ἐκλήθησαν νάρθηκες, ὅτι ἐχρήσαντο αὐτοῖς οἱ τῶν παίδων ἀλεῖπται καὶ παιδοδιδάσκαλοι πρὸς τὸ πλήττειν τοὺς νέους. νάρθηξ γοῦν ἐτυμολογεῖται παρὰ τὸ τοὺς νεαροὺς θήγειν, ἤτοι τοὺς νέους παῖδας ἀκονᾶν καὶ παρορμᾶν πρὸς τὰ μαθήματα: —
συλλαβόμενοι δὲ, φησὶ, τὴν Ἑρμιόνην οὐδὲν ἧττον πάλιν ἐπεδίωκον Ἑλένην ἐπὶ φόνῳ: —
τοῦτο δοκεῖ ἀπὸ ἱστορίας εἶναι, παρόσον παρὰ τῆς Θῶνος γυναικὸς δοκεῖ πλεῖστα φάρμακα εἰληφέναι ἡ Ἑλένη, ὡς Ὅμηρος· «τά οἱ Πολύδαμνα πόρεν Θῶνος παράκοιτις, Αἰγυπτίη, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά»: —
ἀπέδρων γάρ: —
ἀντὶ τοῦ ἀνονήτως: —
ἀντὶ τοῦ διαδέχεται νεώτερον κακόν: —
ἐτραγῴδει ὁ Φρύξ: —
οὔτι που κραυγὴν ἔθηκας: ἀντὶ τοῦ· οὐ διὰ τοῦτο, φησὶν, ἐβόησας ὥστε τὸν Μενέλαον ἐλθόντα βοηθεῖν: — ἄλλως: οὐκ ἄρα που, φησὶ, μεγάλῃ φωνῇ τὸν Μενέλαον ἐκάλεσας ὥστε βοηδρομεῖν: —
λείπει τὸ βούλομαι: —
ἐνδίκως: ἀνάξια καὶ τραγῳδίας καὶ τῆς Ὀρέστου συμφορᾶς τὰ λεγόμενα: —
νῦν, φησὶν, ἔοικας ὑπὸ δειλίας ὑποκρίνεσθαι τοῖς λόγοις ἕτερα κατὰ ψυχὴν ἔχων καὶ φρονῶν: —
ἀντὶ τοῦ· οὐ πρὸς χάριν, ἀλλʼ ἀληθῶς λέγω ὅτι ἀξία ἐστὶν ἀποθανεῖν, ἥτις τὴν Ἑλλάδα πᾶσαν καὶ τὴν Φρυγίαν ἠφάνισεν: —
ὄμοσον: ὅτι οὐ πρὸς χάριν ἐμὴν ταῦτα λέγεις οὐδὲ ὑποκρινόμενος, ἀλλὰ τῇ ἀληθείᾳ οὕτω φρονεῖς. λείπει δὲ ἡ εἰς· εἰς ἐμὴν χάριν: —
ὧδε κἀν Τροίᾳ σίδηρος: καὶ ἐν Τροίᾳ, φησὶν, ὁ σίδηρος οὕτως ἦν φοβερὸς τοῖς Τρωσὶν ὡς σὺ νῦν ὁρῶν τὸ ξίφος φής· θάνατον ἐνοπτρίζομαι: —
γράφεται ἄπαγε: —
ταῦτα κωμικώτερά ἐστι καὶ πεζά: — δέδοικα μὴ γένωμαι νεκρός: —
ἀφεῖσαι: ἀπήλλαξαι: — πρὸ τέλους ὁ τόνος. προπερισπᾶται γὰρ παρακείμενος ὤν. ὁ Θεοδόσιος ἀπὸ τοῦ ἐῶ φησιν αὐτό· εἰ γὰρ ἦν ἀπὸ τοῦ ἵημι, προπαρωξύνετο, φησὶν, ὡς τρισύλλαβος ἀπὸ τῶν εἰς μι. οἱ δὲ ἀπὸ τοῦ ἵημι, ἥσω, ἧκα, ἕμαι, εἷμαι, κατὰ πλεονασμὸν ὡς τὸ τέθειμαι, καὶ εἷσαι, καὶ ἀφεῖσαι. φυλάττεται γὰρ ὁ τόνος τῶν ὁριστικῶν, ἐπὰν μετὰ προθέσεως συντεθῶσι καὶ μὴ ἀποβάλωσι τὴν μακράν: —
ἀλλὰ μεταβουλευσόμεθα: ἐπὶ τοῦ παρόντος, φησὶν, ἀφίημί σε, ὕστερον δὲ βουλεύσομαι περὶ σοῦ: —
μῶρος, εἰ δοκεῖς με: μῶρος εἶ, φησὶν, εἰ δοκεῖς με ὅλως ἀξιοῦν φονεύειν σε. τινὲς δὲ εἰς τὸ μῶρος εἶ στίζουσι, καὶ τὸ ἄλλο ἀπόλυτον: — μῶρος εἶ: τινὲς οὕτως στίζουσι, καὶ τὸ ἄλλο ἀπόλυτον. τινὲς δὲ οὕτως· εἰ δοκεῖς με τλῆναι σὴν καθαιμάξαι δέρην, πάνυ ἀνόητος εἶ, ἵνʼ ᾖ κατʼ ἔλλειψιν: —
οὔτε γὰρ γυνὴ πέφυκας: δύναται μὲν καὶ ἐπὶ εὐνούχου ταῦτα λαμβάνεσθαι, δύναται δὲ καὶ ὅτι γύννιδές εἰσιν οἱ Φρύγες: —
ὀξὺ γὰρ βοῆς: ἐκεῖνο, φησὶν, ἐφοβούμην καὶ ὑφωρώμην μὴ ἄρα σὺ κραυγάσας ἐξαναστήσῃς τὴν πόλιν καθʼ ἡμῶν. περὶ γὰρ τοῦ Μενελάου οὐδεὶς λόγος· ἑνὸς γὰρ αὐτοῦ ὄντος δυνησόμεθα περιγενέσθαι, ὥστε ἡκέτω ὁ τῷ κάλλει μόνον ἐπερειδόμενος. εἰ δὲ τοὺς Ἀργείους πάντας ἐπαγόμενος ἔλθῃ ἀμυνόμενος ἡμᾶς διὰ τὸν τῆς Ἑλένης φόνον καὶ μὴ ἐθελήσῃ σῴζειν ἡμᾶς, ἐπαναιρήσομεν τῇ Ἑλένῃ τὴν Ἑρμιόνην: — ὀξέως γὰρ ἐξεγείρονται οἱ Ἀργεῖοι, ἐπὰν βοῆς ἀκούσωσιν: —
Μενέλεων δʼ οὐ τάρβος ἡμῖν: οἷον ὑποδέξασθαι τὴν πρὸς Μενέλαον μάχην: — εἴσω αὐτὸν τοῦ ξίφους λαβεῖν: —
οἷον γαυρούμενος ἐπὶ τῇ κόμῃ: —
τὸν Ἑλένης φόνον διώκων: τιμωρούμενός με διὰ τὸν τῆς Ἑλένης φόνον. διώκειν γὰρ ἦν τὸ εἰς δικαστήριον ἕλκειν ἄλλους. καὶ διώκειν κυρίως τὸ κατηγορεῖν, κεῖται δὲ νῦν ἐπὶ τοῦ ἐπεξιέναι. ὁ δὲ λόγος· ἐπεξιὼν διὰ τὸν Ἑλένης φόνον: — γράφεται κἀμὲ μὴ σώσῃ θανεῖν: —
δόμος: ὁ δόμος ὁ περὶ τοὺς Ἀτρείδας, ἀντὶ τοῦ ὁ τῶν Ἀτρειδῶν δόμος, εἰς ἕτερον ἀγῶνα μεταπίπτει: —
τί δρῶμεν: μερίζεται τὴν γνώμην ὁ χορός. δέδοικε γὰρ μὴ ὕστερον ἐγκληθῇ κρύψας: —
ἀντὶ τοῦ σιωπήσωμεν: — ἢ μηδὲν ἐξείπωμεν τῇ πόλει: —
ἴδε προκηρύσσει: ἰδοὺ, φησὶν, ἀναπηδῶν ὁ καπνὸς ἀπαγγέλλει τῇ πόλει τἀνθάδε πραττόμενα: —
ἀνεγειρόμενος ὁρμῶν: —
γράφεται καὶ φόνου καὶ πόνου: —
τέλος ἔχει δαίμων: ἀντὶ τοῦ· τῶν ἀνθρωπίνων πραγμάτων τὸ τέλος ἐν θεῷ ἐστιν: — ἄλλως: ἀεὶ, φησὶν, ὃ βούλεται ὁ θεὸς τοῖς ἀνθρώποις τέλος ἐπιτίθησιν: — ἄλλως: ὡς ἐν ἐπιλόγῳ τοῦτό φησιν ὅτι τὰ πράγματα τὸ τέλος καὶ τὴν ἔκβασιν ἔχει κατὰ τὸ θέλημα τοῦ θεοῦ: —
ἡ διά ἀντὶ τῆς ὑπό: —
ἔπεσεν ἔπεσεν: ἐὰν μὲν διὰ τοῦ ε τὸ ἔπεσεν, οἱονεὶ ἐπλησίασέ τις τοῖς οἴκοις φονικὸς δαίμων διʼ αἱμάτων τιμωρίαν ποιούμενος τοῦ πτώματος τοῦ Μυρτίλου· ἐὰν δὲ διὰ τῆς αι διφθόγγου, ἀντὶ τοῦ ἔκρουσεν. ἐὰν ἔλθῃ ὁ Μενέλαος: —
γράφεται καὶ πέρα: —
ὀξύπουν: ἀντὶ τοῦ ἀκούσαντα παρά τινος τὴν παροῦσαν δυστυχίαν ἐν τοῖς οἴκοις: —
συμπεραίνοντες: συνδέοντες, συγκλείοντες, πέρας ἐπιτιθέντες τοῖς μοχλοῖς, τουτέστι ταῖς θύραις: —
δεινὸν εὐτυχῶν ἀνήρ: δεινὸν, φησὶ, καὶ χαλεπὸν ἀνὴρ εὐτυχῶν, ὅταν ἔχῃ ἔχθραν πρὸς δυστυχοῦντας. ἰδοὺ γὰρ, φησὶ, καὶ σὺ νῦν, Ὀρέστα, δυστυχεῖς ἔχθραν ἔχων πρὸς εὐτυχοῦντα. ἀνὴρ γὰρ εὐτυχὴς πρὸς δυσδαίμονα μαχόμενος ἐπικρατέστερός ἐστι. καὶ Ὅμηρος· «μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι»: —
δεινὰ καὶ δραστήρια: ὅ ἐστι χαλεπὰ καὶ δράματος ἄξια. τὸ γὰρ δρᾶσαι ὡς ἐπὶ πολὺ ἐπὶ τοῦ χαλεποῦ τάσσουσι. κατὰ τὸ σιωπώμενον δὲ εἰκὸς ἀπηγγέλθαι τῷ Μενελάῳ τὰ κατὰ τὸν οἶκον γενόμενα: —
βάξιν: ἀντὶ τοῦ φήμην. ἐνόμιζε γάρ τινα πεπλακέναι ταῦτα: — ἣν φόβῳ σφαλείς: ἥντινά τις διὰ τὸν φόβον μὴ ἀκριβῶς νοήσας ἤγγειλεν: —
ἕως τέλους ὑποκρίνεται ὁ Μενέλαος: — ἀλλὰ τοῦ μητροκτόνου: οἴεται ὅτι Ὀρέστης ἔσπειρε φήμην ὡς ἄρα ἡρπάγη ἡ Ἑλένη μέλλουσα τελευτᾶν ὑπʼ ἐμοῦ: — ἄλλως: τοῦ Ὀρέστου, φησὶ, φονεύσαντος ἢ κρύψαντος, ἵνα μὴ ταράξῃ, ὑπέθετο αὐτὴν ἡρπάσθαι: —
ἀλλὰ παῖδʼ ἐμήν: εἰ καὶ μὴ τὴν Ἑλένην, ἀλλὰ κἂν τὴν παῖδα: —
ᾗ δεῖ ξυνθανεῖν: ᾗτινι, τῇ Ἑλένῃ, δεῖ τοὺς φονέας αὐτῆς ὑπʼ ἐμοῦ συναναιρεθῆναι: —
ταῦτα ἄνωθεν Ὀρέστης ἐκ τοῦ δώματός φησιν: —
ἐπῆρσαι πέφραξαι ὑψώθης: —
θριγκῷ: θριγκοὶ καλοῦνται οἱ ἐπικείμενοι λίθοι ταῖς ἐξοχαῖς τῶν δωμάτων. τὰ αὐτὰ δὲ καὶ γεῖσα: —
γεῖσα λέγονται αἱ στεφάναι τῶν οἴκων: —
λείπει ὁ καί· ἅ σʼ εἴρξει τῆς σπουδῆς καὶ τοῦ περᾶν ἔσω τῶν οἴκων: — ἄλλως: ἃ, κλεῖθρα, τῆς εἰς μάχην σπουδῆς ἀποπαύσει καὶ ἀποκωλύσει σε καὶ τοῦ μὴ ἔσω τῶν οἰκοδομημάτων εἰσελθεῖν: — περισσὸς ὁ μή: —
ἔα· τί χρῆμα: κάτωθεν ἀναβλέψας ὁ Μενέλαος ὁρᾷ πῦρ ἀναπτόμενον καὶ ξίφος ἐπικείμενον τῷ τῆς Ἑρμιόνης αὐχένι: —
ἐπίφρουρον: ἐπικείμενον παρόσον οἱ φρουροῦντες ἐπίκεινται τοῖς φρουρουμένοις: —
λυπράν γε τὴν ἄρνησιν: τουτέστι· λυποῦμαι ἀρνούμενος. τουτέστιν· ἀρνοῦμαι ἄρνησιν λυπηράν: — ἀντὶ τοῦ εἴθε: — τὸ ἑξῆς· εἰ γὰρ ὤφελον τὴν Ἑλλάδος μιάστορʼ εἰς Ἅιδου βαλεῖν: —
τί χρῆμα: ποῖον, φησὶ, πρᾶγμα ὤφελες δεδρακέναι· φοβεῖς με γὰρ τοῦτο εἰπών: —
ὁ Ἀγαμέμνονος. τοῦτο δέ φησιν, ὅτι τῇ ἀνελούσῃ αὐτὸν ἐσπούδασε βοηθῆσαι καὶ οὐχὶ τῷ Ὀρέστῃ: — λείπει τὸ ἐγώ εἰμι: —
ὡς μή γʼ ἔχῃς: πορθήσω, φησὶ, τὸν οἶκον, ἵνα μὴ σὺ τοῦτον ἔχῃς· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐπισφάξω ταύτην τῷ πυρὶ, τουτέστι· τῷ πυρὶ πρήσω τὸν οἶκον μετὰ τὸ ἀποκτεῖναι τὴν Ἑρμιόνην: —
εὖ γοῦν θίγοις ἂν χερνίβων: ἐν ἤθει, ἐπεὶ οἱ βασιλεῖς ἔθυον. ἐὰν γοῦν, φησὶ, βασιλεύσῃς, ὁσίως καὶ οὐκ ἐναγῶς ἅψῃ τῶν χερνίβων. πῶς ἔχεις θυσίαν ποιεῖν. καὶ πῶς, φησὶν, οὐκ ἀσεβὲς ἐναγῆ σε ὄντα χερνίβων ἅπτεσθαι, ἢ θύειν θεοῖς: — διὰ τί, φησὶν, οὐ δικαίως θίγοιμι τῶν χερνίβων: —
καὶ σφάγια πρὸ δορός: ὑπὸ δορὸς, ὅ ἐστιν ὑπὸ ξίφους. εὖ γοῦν καὶ σφάγια καταβάλοις. πάλιν δὲ καὶ τοῦτο ἠθικῶς. πρὸ δορὸς δὲ ἀντὶ τοῦ πρὸ πολέμου· εἰώθασι γὰρ οἱ βασιλεῖς εἰς πόλεμον μέλλοντες ἐξιέναι πρότερον θύειν τοῖς θεοῖς: — σὺ δʼ ἂν, φησὶ, θύσειας ἁγνῶς ὡς μὴ μιαρὸς ὤν: —
τοῦ φόνου τῆς μητρὸς δηλονότι: —
ὡς μιαρὸν δηλονότι: — τουτέστι· διὰ τὸ βεβοηθηκέναι με τῷ πατρί: —
καλήν γε οὖσαν, τιμῶν δηλονότι. ἐγὼ οὖν μὴ ἔχων καλὴν ἀπέκτεινα· διὸ καὶ ἀτυχῶ: —
οὐδαμῶς: — οὐ γὰρ ἁνδάνουσιν: αὕτη γὰρ ἥμαρτε, φησί· διὸ κἀγὼ οὐκ εὐδαιμονῶ: —
ἀντὶ τοῦ· ἐψεύσω τῆς ἐλπίδος: —
παροιμιῶδες τὸ ἡμιστίχιον: —
ἐὰν μὴ πείσω: — οὕτως κέκριται: —
εἴθε: —
ὅτε σε ἠξίουν βοηθῆσαί μοι: —
ἔχεις με: ἀντὶ τοῦ· περιγέγονάς μου, ὡς ἐπὶ τῆς συνηθείας λέγομεν· ἔχεις με ἔσω. ὅτι ἐχειρώσατο τὴν Ἑρμιόνην: — σὺ σαυτὸν δυνάμει κατηγωνίσω κακὸς γενόμενος πρός με: —
γράφεται γεῖσα τεκτόνων πόνον: —
ἱππίου τʼ Ἄργους κτίται: οἰκήτορες. ἀντὶ τοῦ οἰκηταί. τοιοῦτον δέ ἐστι καὶ τὸ «συὸς ὀρεικτίτου» παρὰ Πινδάρῳ, ἀντὶ τοῦ ὀρειοίκου· καὶ τὸ «ἐύκτιτον ἄστυ» Ὅμηρος, ἀντὶ τοῦ εὐκατοίκητον πόλιν: —
πᾶσαν γὰρ ὑμῶν: πᾶσαν γὰρ ὑμῶν οὗτος πόλιν βιάζεται διὰ τὸ ζῆν καὶ αὐτὸν, μηδενὸς αὐτῷ συγχωροῦντος: — ἄλλως: οὐδενὸς αὐτῷ συγχωροῦντος ζῆν οὗτος βιάζεται ἀδίκως τούτου τυχεῖν βουλόμενος, τοῦ ζῆν: —
τοῦ φρονήματος: —
σύ θʼ ὃς ξιφήρης: παῦσαι ὀργιζόμενος, ἵνα ἀκούσῃς: —
διὰ τὴν ὀργὴν τὴν πρὸς Μενέλαον: —
σύνθακος ἔσται ναυτίλοις σωτήριος: ὅτι καὶ ἡ Ἑλένη τοῖς χειμαζομένοις κατὰ θάλασσαν ἐπήκοός ἐστι κατὰ Εὐριπίδην, σεσημείωται. ὁ μέντοι Σωσίβιος ἔμπαλιν οἴεται οὐκ εὐμενῶς αὐτὴν ἐπιφαίνεσθαι. Πολέμων δὲ ἐν τῷ δ τῶν πρὸς Ἀναξανδρίδην τὴν μὲν τῶν δυοῖν ἀστέρων ἐπιφάνειαν τῶν Διοσκούρων ἀνωμολογῆσθαι, τὴν δὲ … τῶν λεγομένων Ζοβείρων: —
ὡς ἀπαντλοῖεν χθονός: ἱστορεῖται ὅτι ἡ γῆ βαρουμένη τῷ πλήθει τῶν ἀνθρώπων ἠξίωσε τὸν Δία ἐλαφρῦναι αὐτῆς τὸ βάρος· τὸν δὲ Δία εἰς χάριν αὐτῆς συγκροτῆσαι τόν τε Θηβαϊκὸν πόλεμον καὶ τὸν Ἰλιακὸν, ἵνα τῶν πολλῶν ἀναιρεθέντων κουφισμὸς γένηται. ἑτέραν οὖν, φησὶν, ἄγε νύμφην, ἐπεὶ οἱ θεοὶ ταύτην ἀνειλήφασιν, ἣν αὐτοὶ τότε κατέπεμψαν, ἵνα διὰ τὸ ταύτης κάλλος συγκροτησάντων πόλεμον Ἑλλήνων καὶ Φρυγῶν καὶ τῶν πολλῶν ἀναιρουμένων ἐλαφρότερον γένοιτο τῇ γῇ τὸ τῶν ἀνθρώπων βάρος: —
τὰ μὲν καθʼ Ἑλένην: τοὺς θανάτους τοὺς ἐν τοῖς πολέμοις γενομένους, ἵνʼ ἐπικουφίσειαν, οἱ θάνατοι, τῆς γῆς τὸ βάρος τῶν πολλῶν ἀνθρώπων. ἢ αὐτοὶ οἱ θεοὶ ἐπικουφίσειαν διὰ τῶν θανάτων τὸ βάρος τῆς γῆς: —
Παρράσιον: τὸ Παρράσιον οἱ μὲν πόλιν, οἱ δὲ χώραν εἶναί φασιν ἀπὸ Παρρασίου τοῦ Πελασγοῦ ὀνομασθεῖσαν, ὃς συνῴκισε τοὺς Ἀρκάδας καὶ Πελασγοὺς αὐτοὺς ἐπωνόμασεν. ὁ δὲ Ἀσκληπιάδης ἐν Ἀρκαδίᾳ φησὶ τὸν Ὀρέστην ὑπὸ ὄφεως ἀναιρεθῆναι ἑβδομήκοντα ἐτῶν: — ἐνιαυτοῦ κύκλον: ἰδίως ὁ Εὐριπίδης ἐνιαυτίσαι τὸν Ὀρέστην ἐκεῖ φησιν: — ἄλλως: ποιήσαντα κύκλον ἐνιαυτοῦ. καὶ ὁ μὲν Εὐριπίδης ἐνθάδε ἐξενιαυτίσαι φησὶν αὐτὸν ὁμοίως τοῖς κατεχομένοις ἐπὶ μύσει, ὁ δὲ Ἀσκληπιάδης ἱστορεῖ ὑπὸ ὄφεως δηχθέντα αὐτὸν ἐκεῖ τελευτῆσαι. ὁ δὲ Φερεκύδης ὅτι καὶ ἔπειτα τὸν Ὀρέστην αἱ Ἐρινύες διώκουσιν· ὁ δὲ καταφεύγει εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος καὶ ἵζει ἱκέτης πρὸς τῷ βωμῷ. αἱ δὲ Ἐρινύες ἔρχονται ἐπʼ αὐτὸν θέλουσαι ἀποκτεῖναι, καὶ ἐρύκει αὐτὰς ἡ Ἄρτεμις. ἐξ οὗ καὶ ἡ πόλις αὕτη Ὀρέστειον καλεῖται. τὸ δὲ Ὀρέστειον τῆς Παρρασίας κεχώρισται καὶ αὕτη πόλις οὖσα τῆς Ἀρκαδίας καὶ κληθεῖσα ἀπὸ Ὀρέστου: —
κεκλήσεται δὲ σῆς φυγῆς: Πελασγὸς ὁ Ἀργεῖος ὁ τοῦ Ἀρέστορος τοῦ Ἰάσου ἐλθὼν εἰς Ἀρκαδίαν θηριώδεις ὄντας τοὺς ἀνθρώπους εἰς τὸ ἡμερώτερον μετέβαλε καὶ πόλιν ἔκτισεν, ἣν Παρρασίαν ὠνόμασεν. γυναῖκα δὲ ἀγαγόμενος ἐπιχωρίαν Κυλλήνην, ἀφʼ ἧς τὸ ὄρος οὕτως καλεῖται, υἱὸν ἔσχε Λυκάονα, ὃς τὸ τοῦ Λυκαίου Διὸς ἱερὸν εἵσατο ἐν Παρρασίᾳ καὶ παῖδα ἐσχηκὼς ἐξ Ὀρθωσίας Νύκτιμον τὴν ἀρχὴν αὐτῷ καταλείπει, ἐφʼ οὗ ὁ κατακλυσμὸς ἐγένετο. μετὰ δὲ ταῦτα βασιλεύει Δωριεὺς υἱὸς Εἰκαδίου καὶ Κορωνείας. οὗτος ἐξ Ἀργείας ἔσχε Παρθίονα· οὗτος ἐξ Ὀρσιλόχης Κητέα καὶ Πάρον· Κητεὺς δὲ ἐκ Στίλβης ἔσχε Καλλιστώ. ταύτην φασὶν ἐκ Διὸς Ἀρκάδα πεποιηκέναι, ὃς ἄρξας τῆς χώρας Ἀρκαδίαν ὠνόμασε· γήμας δὲ Λεάνειραν ἔσχεν Ἔλατον Ἀφείδαντα Ἀζᾶνα. τούτων ἀρξάντων τῆς χώρας ὁ Ἀζὰν ἀπʼ αὐτοῦ τὴν ἰδίαν μοῖραν Ἀζανίαν ὠνόμασεν. Ἀρκάδες οὖν πάντες κοινῇ ἐκαλοῦντο· μέρος δὲ τούτων Ἀζᾶνες: — τῷ μερικῷ τὸ ὅλον ἐπήγαγεν. Ἀζᾶνες γάρ ἐστι μέρος Ἀρκαδίας. καὶ Ὀρέστειον δὲ πόλις Ἀρκαδίας ὀνομασθεῖσα ἀπὸ Ὀρέστου οἰκήσαντος ἐκεῖσε: —
ἐνθένδε τʼ ἐλθών: περὶ τῆς Ὀρέστου κρίσεως ἐν Ἀρείῳ πάγῳ ἱστορεῖ καὶ Ἑλλάνικος ταῦτα γράφων· «τοῖς ἐκ Λακεδαίμονος ἐλθοῦσι καὶ τῷ Ὀρέστῃ οἱ Ἀθηναῖοι … ἔφρασαν. τέλος δὲ ἀμφοτέρων ἐπαινούντων οἱ Ἀθηναῖοι τὴν δίκην ἐνέστησαν ἐννέα γενεαῖς ὕστερον ἢ τὴν Ἄρει καὶ Ποσειδῶνι περὶ Ἁλιρροθίου δίκην, μετὰ δὲ τὴν Κεφάλου τοῦ Δηιονέως, ὅστις τὴν Πρόκριν τὴν Ἐρεχθέως ἔχων γυναῖκα καὶ ἀποκτείνας ἐξ Ἀρείου πάγου δίκην δικασθεὶς ἔφυγεν, ἓξ γενεαῖς ὕστερον. μετὰ δὲ τὴν Δαιδάλου δίκην Τάλω τὸν ἀδελφιδοῦν σοφίας πέρι ἀγωνιζόμενον ἀποκτείναντος δολόεντι θανάτῳ καὶ φυγόντος δίκην τρισὶ γενεαῖς ὕστερον αὕτη ἡ τῆς Κλυταιμνήστρας τῆς Τυνδάρεω Ἀγαμέμνονα ἀποκτεινάσης δίκη ὑπὸ Ὀρέστου ἐγένετο»: —
πάγοισιν ἐν Ἀρείοισιν: ἐνταῦθα πρῶτον μὲν Ἄρης καὶ Ποσειδῶν ἠγωνίσαντο, δεύτερον δὲ μετὰ τρεῖς γενεὰς Κέφαλος ὁ Δηιονέως ἐπὶ γυναικὶ Πρόκριδι καὶ μετὰ τρεῖς Δαίδαλος ἐπὶ τῷ ἀδελφιδῷ Τάλῳ, εἶτα μετὰ τρεῖς Ὀρέστης, ὡς Ἑλλάνικος: — ἄλλως: Ἀθήνησιν ἐν Ἀρείῳ πάγῳ συνέστη ἡ κρίσις πρὸς Εὐμενίδας τῷ Ὀρέστῃ ἐπὶ τῷ φόνῳ τῆς μητρὸς αὐτοῦ καὶ μετὰ τὴν κρίσιν ἐπανελθὼν Ἄργους ἐβασίλευσεν. ἐδίκασαν δὲ Ἀθηνᾶ καὶ Ἄρης: —
Ὀρέστου καὶ Ἑρμιόνης Τισαμενός, Πυλάδου καὶ Ἠλέκτρας Στρόφιος καὶ Μέδων: — παρὰ Φερεκύδους τοῦτο ἔλαβεν ὁ Εὐριπίδης … ἐπεὶ Νεοπτολέμῳ αὐτὴν συνῴκισε καὶ ἀπέθανε … τῶν δὲ γίνεται Τισαμενός. ὁ μέντοι Εὐριπίδης νῦν οὐδόλως φησὶ γῆμαι τὸν Νεοπτόλεμον τὴν Ἑρμιόνην: —
Νεοπτόλεμος γαμεῖ νιν: οὐκ ἐγάμησεν αὐτὴν κατὰ τοῦτο ὅτι τέκνα οὐκ ἔσχεν ἀπʼ αὐτοῦ. καὶ ὁ μὲν Εὐριπίδης διὰ τοῦτο ἀνῃρῆσθαί φησι τὸν Νεοπτόλεμον ὑπὸ τῶν Δελφῶν ὅτι παρεγένετο εἰς Δελφοὺς δίκας ἀπαιτήσων τὸν θεὸν ὑπὲρ τῆς τελευτῆς τοῦ πατρὸς αὐτοῦ. Φερεκύδης δέ φησι περὶ παίδων χρώμενον τὸν Νεοπτόλεμον ἀναιρεθῆναι γράφων οὕτως· «ἐπεὶ Νεοπτόλεμος Ἑρμιόνην γαμεῖ τὴν Μενέλεω, κατέρχεται εἰς Δελφοὺς περὶ παίδων χρησόμενος· οὐ γὰρ αὐτῷ ἐγένοντο ἐξ Ἑρμιόνης. καὶ ὡς ὁρᾷ κατὰ τὸ χρηστήριον κρέα διαρπάζοντας τοὺς Δελφοὺς, ἀφαιρεῖται τὰ κρέα αὐτοὺς, αὐτὸν δὲ κτείνει Μαχαιρεὺς ὁ τούτων ἱερεύς. καὶ αὐτὸν κατορύσσει ὑπὸ τὸν οὐδὸν τοῦ νεῴ». ταῦτα γενεαλογεῖ καὶ Σοφοκλῆς: —
ἀντὶ τοῦ· συμβιώσεται αὐτῇ μέχρι τέλους: — ὁ δʼ ἐπιών νιν: τὸ νίν καὶ ἐπὶ πληθυντικοῦ τάσσειν εἴωθεν. ἢ ἐπὶ μόνου Πυλάδου κεῖται: —
δεῦρʼ ἀεὶ διήνυσε: ἀντὶ τοῦ ἕως τούτου τοῦ χρόνου, ὡς καὶ ἐν Φοινίσσαις· «ἔα τὸ λοιπόν· δεῦρʼ ἀεὶ γὰρ εὐτυχεῖς». ἀντὶ τοῦ μέχρι τούτου· τὸ δὲ διήνυσεν ἀντὶ τοῦ κατηνάλωσεν: —
καίτοι μʼ ἐσῄει: περιδεὴς, φησὶν, ἦν ἐγὼ μὴ ἄρα δαίμων τις ᾖ τῶν ἀλαστόρων καὶ οὐχὶ σὺ ὁ προστάξας με μητροκτονεῖν. νῦν δὲ, φησὶν, αὐταῖς ὄψεσι θεωρῶν ἔχω τὸ πιστόν: —
κατεγγυῶ: ἀντὶ τοῦ κατεγγυήσω. ὅ ἐστιν· ἐπαγγέλλομαι δώσειν πρὸς γάμον. οὐ νῦν γὰρ δίδωσιν, ἀλλʼ ὕστερον τοῦ Ὀρέστου ἐν Ἀρκαδίᾳ διάγοντος μετὰ τὴν Νεοπτολέμου τελευτήν: —
ἀπολαύσειας: —
οἷ: ἀντὶ τοῦ ὅπου ἡμεῖς προστάσσομεν καὶ κελεύομεν: —
σπένδομαι δὲ συμφοραῖς: λείπει ἡ ἐπί· ἐπὶ συμφοραῖς. σπένδομαι, φησὶ, φιλίαν πρὸς σὲ, ὦ Μενέλαε, ἐπὶ συμφοραῖς, τουτέστι μετὰ τὰς συμφορὰς καὶ τὰς ἀτυχίας, τοῖς σοῖς, ὦ Ἄπολλον, πειθόμενος κελεύσμασιν: —
ἴτε νῦν: τοῦτό φησιν, ἐπεὶ τὰ Πελοποννησιακὰ ἐνέστη τῇ Ἑλλάδι· πρεσβευσαμένων γὰρ τῶν Λακεδαιμονίων οὐ προσήκαντο τὰς σπονδὰς οἱ Ἀθηναῖοι: — θεὸν Εἰρήνην τιμῶντες: τοῦτό φησι διὰ τὸ κατʼ ἐκεῖνον τὸν καιρὸν ἐνεστηκέναι τὰ Πελοποννησιακά· πρεσβευομένοις γὰρ Λακεδαιμονίοις περὶ εἰρήνης οὐκ ἐπείσθησαν Ἀθηναῖοι: —
οὕτως ὠνομάζετο ἡ τοῦ Ἡρακλέους γυνή: — λείπει τὸ οὖσα: —
γράφεται ὑγρᾶς: —
ὦ μέγα σεμνή: τοῦτο παρὰ τοῦ χοροῦ ἐστι λεγόμενον ὡς ἐκ προσώπου τοῦ ποιητοῦ: — ἡ κατάληξις τῆς τραγῳδίας ἢ εἰς θρῆνον ἢ εἰς πάθος καταλύει, ἡ δὲ τῆς κωμῳδίας εἰς σπονδὰς καὶ διαλλαγάς. ὅθεν ὁρᾶται τόδε τὸ δρᾶμα κωμικῇ καταλήξει χρησάμενον· διαλλαγαὶ γὰρ πρὸς Μενέλαον καὶ Ὀρέστην. ἀλλὰ καὶ ἐν τῇ Ἀλκήστιδι ἐκ συμφορῶν εἰς εὐφροσύνην καὶ ἀναβιοτήν. ὁμοίως καὶ ἐν Τυροῖ Σοφοκλέους ἀναγνωρισμὸς κατὰ τὸ τέλος γίνεται, καὶ ἁπλῶς εἰπεῖν πολλὰ τοιαῦτα ἐν τῇ τραγῳδίᾳ εὑρίσκεται: — πρὸς διάφορα ἀντίγραφα παραγέγραπται ἐκ τοῦ Διονυσίου ὑπομνήματος ὁλοσχερῶς καὶ τῶν μικτῶν: —