eul_wid: cto-akb
DOI 10.5281/zenodo.20335421

Scholia on Euripides: Phoenissae by Scholia on Euripides

μετὰ δὲ ταῦτα δυσδαίμων ἄλλη

ἔρις αὔξεται κατὰ τοὺς οἴκους

τοῦ οἰδίποδος τῶν παίδων· κακοὶ γὰρ ὄντες κακὰ πάσχουσιν ὡς παρὰ φύσιν

τεχθέντες:

αὐξάνει ἔρχεται

οἰδίποδα … ουτ …

οὐ γάρ ποτε τοῦτο καλόν ἐστιν εἴπερ αὐτὸ τὴν ἀρχὴν ἀπὸ ῥίζης μὴ ἔφυ καλόν· τοῦτο δὲ λέγει διὰ τὸν οἰδίποδα παρανόμως γήμαντα τὴν μητέρα καὶ παρανόμως παῖδας τεκόντα· τοῦτο οὖν φησὶ τὸ μὴ καλῶς γενόμενον οὔποτε

ἐπαινέσομεν

οὐδὲ ἄνοιμοι παῖδες καλὸν μητρὶ λόχευμα·

λόχευμα τὸ γέννημα

δὲ ἀντὶ γάρ συναίμονος ἑαυτῆς

παίδων οὑ

ἔτεκες ποτὲ ὦ γῆ γένναν ὀδοντοφυῆ σπαρτὴν τὰν ἀπὸ φοινικολόφοιο δρά κοντος ὡς ποτὲ ἠκούσαμεν κατὰ τὴν βάρβαρον ἀκοὴν ἡμῶν ἐν τῇ πατρίδι οὖσαι· θηρότροφον δὲ γένναν περιφραστικῶς τοὺς σπαρτοὺς διότι ἀπὸ θηρίου τοῦ δρά κοντος ἐτέχθησαν· τάσσεται δὲ τὸ τραφῆναι καὶ ἐπὶ τοῦ γεννηθῆναι ἢ ἐπὶ τοῦ αὐξηθῆναι καὶ ἀναδοθῆναι ἀπὸ τῆς γῆς:

τοῦ ἐν θηρσὶ τραφέντος

δράκοντος φοινικολόφοιο ξάνθου κεφαλῆς

κάλλιστον μάλα

κάλλιστον κλέος ταῖς θήβαις αὐτοὺς τοὺς σπάρτους φησίν· ἔστι δὲ ὄνειδος τῶν μέσων λέξεων ὡς καὶ τύχη καὶ ζῆλος

καὶ δόλος

ἁρμονίας ξυμμίξεως ὑμεναίους ἡ σύζευξις

καὶ τοῦτο εἰς εὐδαιμονίας λόγον ταῖς θήβαις συνέβη τὸ ὑπὸ τῆς ἀμφίονος λύρας τειχισθῆναι:

πύργος πόλις

ποταμῶν πόρον τὸν περάσιμον

τόπον

περὶ τὸν μέσον πόρον τῶν διδύμων ποταμῶν

τῆς δίρκης· ἥτις σχιζομένη δύο ἀποτελεῖ ποταμοὺς οὓς καὶ διδύμους ἐκάλεσεν ἐπεὶ ἐξ

ἑνὸς οἱ δύο ἀποτελοῦνται: .. … ἔμπροσθεν τοῦ ἰσμηνοῦ καταδύεται·

οὗτοι γάρ εἰσιν οἱ δύο ποταμοὶ, ἡ δίρκη

καὶ ὁ ἰσμηνός:

ἀμπέδιον ἣ

πρὸς ἅπασι δὲ τούτοις καὶ ἰὼ ἔχουσιν οἱ θηβαῖοι προμήτορα:

τὴν οὕτως μακαρίαν οὐκ ἀπεικὸς

τὸν ἐπελθόντα πόλεμον ἀπώσασθαι:

ἄλλως· ἤδη τοσαῦτα πλεονεκτήματα εὐτυχήσασα καὶ ἄλλως

ἄλλους ἀμειψαμένη νῦν ἐπὶ ξυροῦ

πολέμου ἕστηκεν:

ἄκροις ἐπʼ ἀγωνίσμασι

πολεμικοῖς

θύγατερ μαντώ … ὥς ὅτι

τοῖς μὴ βαίνειν δυναμένοις

ο τόπου ὅπου ἐμαντεύετο ὁ τειρεσίας

ἀντὶ τοῦ τέκνον ἐμὸν καθʼ ἡλικίαν

… ά … πι … ερ … πω …

πυκνὴν πολλήν ἤλυσιν ἔκβασιν

ἐξορμίσαι στῆσαι· ἐξαρμόσαι

ἕλκεσθαι διὰ τῶν ἵππων

ἀναμένειν

ὁδηγήματα

ἐρεχθειδῶν ἀθηναίων

ἐπίτηδες πρὸς ἔπαινον τῶν ἀθηναίων

ἀνακεχρόνισται· τέτρασι γενεαῖς

προύχοντα τοῦ θηβαικοῦ πολέμου: ἦν δὲ ὁ εὔμολπος θραικῶν

βασιλεὺς ὃς λέγεται ἐλθεῖν εἰς

ἐλευσῖνα ἐπὶ τῷ μυηθῆναι τὰ ἐλευσίνια· καὶ πρῶτος

ἱστορεῖται ξένος μυηθῆναι· διὸ καὶ

ἀπʼ αὐτοῦ ἄρχοντες ἐγένοντο ἱεροῖσιν εὐμολπίδαι ἀθήνησιν·

οὗτος συνεμάχησεν ἐλευσινίοις

στασιάζουσι κατὰ τοῦ βασιλέως

ἐρεχθέως καὶ ἡττηθεὶς ἐφονεύθη· ὕστερον δὲ κατὰ

πυθόχρηστον ἐτιμήθη καὶ ὁ τάφος

αὐτοῦ ἱερώθη διὰ τὸ πρῶτον τὰ ἐλευσίνια μεμυῆσθαι· τινὲς δὲ υἱὸν

ποσειδῶνος ὃν ἐκίνησε κατʼ ἀθηναίων

τῷ ἡττηθῆναι παρὰ τὴν ἔριν τῆς ἐλαίας:

στεφάνους ἔχουσιν ἐν τῷ πολέμῳ ἵνα νικῶντες ἀναδοῖντο:

πολεμίων εήνα

σημεῖον ἐθέμην τοῦτο καὶ ἡ μᾶς νικῆσαι

δαναϊδῶν ἀργείων

λέξω τὸ ἑξης·

λέξω σοι

θεῶν παρὰ προαίρεσιν

τέκνου πατὴρ ἐγένετο· ἀντὶ τοῦ ἐτέκνωσε· κατὰ ἀπαρίθμησιν δὲ προάγει τὸν λόγον: ἀπὸ τοῦ λαΐου ἀρξάμενος καὶ κατέβη εἰς τοὺς περὶ ἐτεοκλέα καὶ πολυνείκην:

πόσιν λάιος

αἵ θʼ λείπει καὶ δεργμάτων βλεμμάτων

ἐπίνοια θεῶν· ἵνα πᾶσι δειχθῇ μὴ παρακούειν θεῶν·

παραίνεσις εἰς τὸ μὴ παραβῆναι τὸ θεῖον:

ὡς δὴ μέλλοντες ἐκ τούτου τὴν τῶν θεῶν κρίσιν ὑπερβῆναι καὶ μέχρι τούτου οἰόμενοι στήσειν αὐτοῖς τὸ κακὸν τοὺς

θεοὺς· διὰ τοῦ συγκλείειν τὸν

πατέρα· περιτρέχοντες· κεκριμένον δὲ ἦν τοῖς θεοῖς ὥστε καὶ

αὐτοὺς ἀλλήλους ἀποκτεῖναι:

ἔπνευσʼ ἐφθέγξατο

πρὸς πλέον

τί οὐ δρῶν· ποῖα δʼ οὐ λέγων:

γρ. ἀντὶ τοῦ εἰς ὄχλον ἦλθον· ἀντὶ τοῦ εἰς ὄχλησιν·

συγκατασκάπτῃ διαφθαρήσῃ

πρωτεῦον αἱρετώτερον: ἔθος ποιητικὸν ἀπὸ τοῦ γάρ ἄρχεσθαι· ὅμηρος ὦ φίλοι οὐ γάρ τε ἴδμεν ὅπῃ ζόφου:

ὡς κακοδαιμονοῦντας ὡς σκλήρῳ δαίμονι καὶ ἀπανθρώπῳ κατεχομένους:

ἐπικρατέστερον ὅμηρος ἐπεὶ τὰ χερείονα νικᾷ:

ἄλυπον λυπήσω γάρ σε:

λείπει τὸ βούλομαι

κἀγὼ αὐτὸς εἷς ὢν μετὰ πολλῶν τῶν θηβαίων ἀπολοῦμαι· τοῦτο γὰρ εἵμαρται:

εἰ χρή δε … τόν

ἡ εὐτυχία φεύγει σε ἀλλʼ οὐκ

ἐγὼ δέ … μέλλει γὰρ μετʼ ὀλίγον ὁ παῖς

αὐτοῦ ἀναιρεῖν ἑαυτόν:

ἀντὶ τοῦ οὐκ ἀρέσει σοι ἡ ἀκοὴ: ἀλλʼ

εὐθέως μεταβληθήσῃ ἐπὶ τῇ

ἀκοῇ:

χρῆν ἀπέκειτο

μαστὸν ποθοῦντα μαστοῦ

χρῄζοντα

ἀλλὰ δουλεῦσαι μοι καὶ τοῦτο εὐήθως· οὐ γὰρ δοῦλον αὐτὸν ἐποίησεν ὁ πόλυβος ἀλλὰ φαμὲν· ὅτι ἕνεκα τοῦ εἰς οἶκτον κινῆσαι τοῖς θεωμένοις ταῦτα ὁ ποιητὴς ἐτεχνά σατο ἢ ὅτι οἱ περιπεσόντες συμφοραῖς καὶ τὰς προτέρας εὐδαιμονίας δυστυχίας καλοῦσιν:

οὐχ υἱὸς ἦν ἀλλʼ ε … εός

θέλει εἰπεῖν ὅτι εἵμαρτο αὐτὸν ταῦτα παθεῖν καὶ γένει· ὁ γὰρ λάιος φησὶ γνοὺς μὴ κατὰ βούλησιν θεῶν γεγονότα με κατηγορήσατο ἵνα δηλώση ὅτι ἀποθάνω· ἐγὼ δὲ ἀπὸ σκαιοῦ δαίμονος τὰς παρʼ ἐκείνου ἀρὰς δεξάμενος παρέδωκα καὶ τοῖς ἐξ ἐμοῦ παισίν:

οἶδα τοῦτο ὅτι εἰ ἔζη συνήθως ἄν με ἐχειραγώγησεν:

γνώμη

μολύνειν

καλῶς εἶπας ὅτι οὐχ ἱκετεύσω σε· εἰ γὰρ

καὶ σὺ δῆτα ἠθέλησας ἐγὼ οὐ

συνεχώρουν:

τῶν μὲν τῶν νεκρῶν

τὸν μὲν ἐτεοκλέα

τὸν δὲ πολυνείκους νεκρόν:

ἀντὶ τοῦ θάπτων

ἀντὶ τῆς ταφῆς θάνατον λήψεται

παρθένος δίαγε ἐκδεχομένη τὴν

ἑξῆς ἡμέραν

θεσμοποιεῖς νομοθετεῖς

ἄφρονα τὰ βουλεύματα

εἰς πέρας ἄγειν·

ἀπὸ κοινοῦ τὸ οὐ δικαίως· ἀνόσιον τοῦτο φησὶ τοιαύτην τιμωρίαν αὐτὸν ἀπαιτεῖν· τὸ ἄταφον εἶναι:

ὁ δὲ λόγος· οὐκ ἔδωκεν οὖν τῇ ἀποβάσει τὴν κόλασιν·

δαίμονα δέ φησι τὸ ἐξ εἱμαρμένης·

τύχῃ δὲ τῇ κατὰ πόλεμον συντυχία· οὐκοῦν φησὶν ἀρκέσθητι

τῷ θανάτῳ ὃν ἔτυχεν αὐτὸν

ἐν τῷ πολέμῳ ἀνατλῆναι:

δαίμονα τῶν ψυχῶν στου

τὸ ὅτι

τί πλημμελήσας ἀπῄτησε τὸ μέρος:

ἀπεννέπῃ κωλύῃ

ταῦτα ἔκρινεν ὁ δαίμων οὐχ ἃ σὺ βούλει:

ὡς οὕτως

λεπτὴν πρὸς ἀντιδιαστολὴν τῆς ἐριβώλακος· ὅμηρος χυτὴν ἐπὶ γαῖαν ἔχευαν·

νεκρῷ λουτρὰ ἀντὶ ἀπολοῦσαι

τὰ ῥάκη ἃ φαμὲν καταδέσμους

εἰώθασι γὰρ ἐπιμελεῖσθαι τῶν τραυμάτων τῶν νεκρῶν ὑπὲρ τοῦ αὐτοὺς εὐσχήμονας φαίνεσθαι:

ὁ ἀλλὰ ἀντὶ τοῦ καί· ἢ ἀντὶ τοῦ

δή παραπληρωματικοῦ:

ὦ φίλτατε πολύνεικες προσπτύξομαι κἂν τὸ σὸν στόμα ἐπεὶ οὐ συγχωροῦμαι θάψαι σε:

οὐχὶ κτήσῃ τοῖς γόοις συμφορὰς εἰς γάμους· ἢ τὸ ου ἀντὶ μη

ποῖ γὰρ ἄπει τὸ λέχος

ἐκφυγοῦσα

ἕξει μία ἔσται μία

ἐμὲ ὡς μία ἕξει τῶν δαναίδων:

γινωσκέτω τὸ ξίφος· ὅρκος γάρ μοι

αὐτὸ τὸ ξίφος:

ἀντὶ τοῦ γενναίως μὲν πράττεις μωρῶς δέ:

εὐγένεια καὶ μωρία ἔνεσται σοι

καὶ συναποθνῄσκω φησὶν αὐτῷ ἵνα πλέον τι μαθῄς .. …

περαιτέρω πτ … ς … ερσ … πον

ἠθικῶς τοῦτο προσενεκτέον καὶ δεῖ συνυπακούειν τὸ καλῶς ἂν ἔχοι ἐγὼ γαμοίμην καὶ σὺ μόνος φεύγεις πάτερ· συναπτέον δὲ τὸ ἀλλʼ εἰ γαμοίμην τῷ ἑξῆς .. …

πεσὼν κείσομαι ἐν ἐκεί νῳ τῷ τόπῳ ὅπου μοι μοῖρά ἐστιν:

πεσὼν γρ. θανών

αἰνίγματα οἱ ἀσαφεῖς λόγοι

ὄλωλʼ ἀπώλεσεν

ὅτε τὸ αἴνιγμα .. … ἀπώλεσε .. … .. … αρχῆς … .. … θεσμὸν:

αἰσχρὰ αἰσχύνης ἀξία