eul_wid: vbs-ae

Life of Abramius
Βίος Ἀβραμίου

Cyril of Scythopolis Life of Abramius PDF

The Life of Abramius is a sixth-century hagiographical biography composed in Koine Greek by Cyril of Scythopolis, a Palestinian monk. It is a constituent work within his larger collection, the Lives of the Monks of Palestine. The text adheres to the conventional structure of saintly biography, chronicling the life of Abramius, a hermit from Syria near the Euphrates River. It narrates his renunciation of the world, his embrace of extreme asceticism including years of enclosure in a small cell, his spiritual struggles, the miracles attributed to him, and his death, ultimately presenting him as a paragon of holiness and a spiritual guide.

Cyril authored this work in the mid-sixth century, a period of consolidation for orthodox monasticism following intense Christological controversies. Scholars generally interpret his Lives as serving multiple purposes: to preserve the memory of desert ascetics, to promote orthodox monastic ideals, and to provide spiritual edification, primarily for a monastic readership. The text is well-preserved, transmitted through a robust Greek manuscript tradition as part of Cyril’s corpus. It remains a valuable historical source for understanding the daily life and spiritual practices of Eastern monastic communities in the sixth century.

[25] Βίος τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀβρααμίου τοῦ γεγονότος ἐπισκόπου Κρατείας Ὁ πανεύφημος γέρων Ἀβραάμιος γονέων μὲν γέγονεν Παύλου καὶ Θέκλης προσαγορευομένων πατρίδα καὶ οἴκησιν ἐχόντων Ἔμισαν τὴν κατὰ Συρίαν περιφανῆ μητρόπολιν, ὑφ’ ὧν ἐγεννήθη ἐν ἀρχῆι τῆς Ζήνωνος βασιλείας, ἀπετάξατο δὲ ἐκ νεαρᾶς ἡλικίας ἐν μοναστηρίωι περὶ τὴν αὐτὴν μητρόπολιν.
244 [30] καὶ τὴν μοναχικὴν πολιτείαν καλῶς ἐκπαιδευθεὶς περὶ τὸν ὀκτωκαιδέκατον τῆς ἑαυτοῦ ἡλικίας χρόνον Σαρακηνῶν ἐπελθόντων τῶι αὐτῶι μοναστηρίωι ἀνέβη μετὰ τοῦ ἀββᾶ αὐτοῦ εἰς Κωνσταντινούπολιν καὶ ὀλίγου τινὸς χρόνου διελθόντος συνέβη τὸν ἀββᾶν αὐτοῦ ἡγούμενον γενέσθαι ἑνὸς τῶν περὶ Κωνσταντινούπολιν μοναστηρίων ἔχοντα τοῦτον τὸν φωστῆρα γνήσιον συναγωνιστὴν καὶ ὑπήκοον μαθητὴν καὶ πιστότατον ἀποκρισιάριον. τοῦ δὲ χρόνου προκόψαντος διέπρεπεν [ἐν] διαφόροις ἀρεταῖς ὁ Ἀβραάμιος ἔν τε ταῖς ἔσω τοῦ μοναστηρίου διακονίαις καὶ ἐν ταῖς ἔξω ἀποκρίσεσιν καὶ γέγονεν τοῖς πᾶσιν προσφιλὴς διά τε τὴν εἰς πάντα ἐπιτηδειότητα καὶ τὸ γλυκὺ τῆς ἐντεύξεως καὶ τὸ καθαρὸν καὶ σεμνὸν τοῦ τρόπου καὶ τὸ τῆς καταστάσεως αὐτοῦ ἱεροπρεπές. Αὐτοῦ τοίνυν ἐν τούτοις καὶ τοῖς τοιούτοις κατορθώμασι διαλάμποντος ἀνήρ τις ἐπίδοξος καὶ ἐν ἀρχαῖς πολιτικαῖς πολλάκις εὐδοκιμήσας, κόμης θησαυρῶν χρηματίζων, ὁρμώμενος μὲν ἐκ τῆς πόλεως Κρατείας τῆς Ὁνωριάδος, Ἰωάννης δὲ καλούμενος, τὸν ἴδιον ἀδελφὸν Πλάτωνα καλούμενον ἐπίσκοπον τῆς αὐτῆς πόλεως γενέσθαι παρασκευάσας ἐβουλεύσατο κτίσαι μοναστήριον εἰς τὸν τάφον τῶν ἑαυτοῦ γονέων καὶ τὴν καθαρὰν πολιτείαν καὶ τὸν ἀνεπίλημπτον βίον Ἀβρααμίου καταμαθὼν παρεκάλεσεν τὸν αὐτοῦ ἡγούμενον ἀπολῦσαι αὐτὸν ἐπὶ τὸ φροντίδα ποιεῖσθαι τοῦ κτιζομένου μοναστηρίου. ὅστις Ἀβραάμιος ἀπολυθεὶς μετ’ εὐχῆς τοῦ ἀββᾶ αὐτοῦ ἀπέρχεται εἰς Κρατείαν καὶ οἰκοδομεῖ τὸ μοναστήριον καὶ γίνεται πρεσβύτερος καὶ ἡγούμενος τοῦ αὐτοῦ μοναστηρίου ὑπὸ τοῦ εἰρημένου Πλάτωνος τοῦ ἐπισκόπου Κρατείας τῶι εἰκοστῶι ἑβδόμωι τῆς ἑαυτοῦ ἡλικίας χρόνωι. καὶ ποιήσας δεκαετῆ χρόνον ἐν τῆι ἡγουμενίαι μοναστήριον μὲν περιφανέστατον ἐκεῖσε συνεστήσατο, συνήγαγεν δὲ ἀδελφοὺς οὐκ ὀλίγους, οὓς ὁδηγῶν κατὰ τὸ θέλημα τοῦ θεοῦ τὴν τῶν μοναχῶν ἐπαίδευεν πολιτείαν. Τῆς οὖν περὶ αὐτοῦ φήμης πανταχοῦ διαδραμούσης πολλοὶ ἤρχοντο πρὸς αὐτὸν λαικοί τε καὶ μοναχοί, οὐ μὴν ἀλλὰ καὶ ἐπίσκοποι ἐπύκναζον αὐτῶι ἀρεσκόμενοι τῆι αὐτοῦ συντυχίαι· αὐτὸς δὲ φιλήσυχος ὢν ἐκ παιδὸς ἐλυπεῖτο διὰ τὴν γινομένην αὐτῶι ὄχλησιν. καὶ γενόμενος ἐν πολλῆι ἀθυμίαι ἐξῆλθεν λάθρα τὴν πόλιν καὶ φυγὰς ὤιχετο ἐπὶ τὴν ἁγίαν πόλιν μηδὲν τοῦ αἰῶνος τούτου ἐπιφερόμενος καὶ μετὰ πολλῆς ἐνδείας καὶ στενοχωρίας ἦλθεν εἰς Ἱεροσόλυμα ἐν ἀρχῆι τῆς πέμπτης ἰνδικτιόνος τὸν τριακοστὸν ἕβδομον τῆς ἡλικίας πληρώσας ἐνιαυτόν.
245 [5] συνέβη δὲ αὐτὸν προσκυνοῦντα τὴν ἁγίαν Ἀνάστασιν ἐντυχεῖν τῶι ἐν ἁγίοις Ἰωάννηι τῶι ἀπὸ σχολαρίων μαθητῆι γεγονότι τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Σάβα καὶ ἐν αὐταῖς ταῖς ἡμέραις παραλαβόντι παρ’ αὐτοῦ τὸν πάλαι οἰκοδομηθέντα πύργον ὑπὸ τῆς μακαρίας Εὐδοκίας, ὡς ἤδη μοι εἴρηται ἐν τοῖς περὶ Εὐθυμίου καὶ Σάβα δυσὶ λόγοις. ὁ τοίνυν μακαρίτης Ἰωάννης θεωρῶν τοῦ Ἀβρααμίου τήν τε τοῦ ἤθους κατάστασιν καὶ τοῦ βλέμματος τὸ εὔτακτον καὶ τὸ τοῦ λόγου καίριον ἐπέγνω αὐτὸν δοῦλον εἶναι θεοῦ καὶ λαβὼν αὐτὸν εἰς τὸ τῆς Μεγίστης λαύρας ξενοδοχεῖον (οὔπω γὰρ ἦν ἑαυτῶι περιποιησάμενος ξενοδοχεῖον) προσάγει αὐτὸν τῶι μακαρίτηι Σάβαι καὶ ἐπιτραπεὶς κατήγαγεν αὐτὸν εἰς τὸν εἰρημένον πύργον. ὅστις Ἀβραάμιος εὑρὼν ἐκεῖσε δύο γέροντας θεοφόρους καὶ συνέσει θείαι κεκοσμημένους, οὕσπερ κατέστησεν αὐτόθι ὁ μακάριος Σάβας σὺν τῶι Σχολαρίωι, Ἰωάννην καὶ Γρηγόριον καλουμένους, Ποντικοὺς ὄντας τῶι γένει, συνήφθη αὐτοῖς τῶι πνεύματι πᾶσαν αὐτοῖς ὑπακοὴν ἐνδεικνύμενος· εὗρεν γὰρ αὐτοὺς ἱκανοὺς ὄντας ὁδηγῆσαι ψυχὰς πρὸς σωτηρίαν. Κατὰ τὸν αὐτὸν χρόνον ἤγαγεν τὸ πνεῦμα τὸ ἅγιον εἰς Ἱεροσόλυμα ἄνδρα τινὰ ἐπίδοξον ἐκ μὲν τῆς Κλαυδιουπολιτῶν πόλεως τῆς Ὁνωριάδος ὁρμώμενον, Ὀλύμπιον δὲ προσαγορευόμενον. ὅστις ἀναζητῶν τὸν Ἀβραάμιον (ἦν γὰρ πλειστάκις ἐμφορηθεὶς τῆς πνευματικῆς αὐτοῦ ἐντεύξεως εἰς Κρατείαν πλησίον οὖσαν τῆς Κλαυδιουπολιτῶν) καὶ μαθὼν ποῦ οἰκεῖ, ἦλθεν πρὸς αὐτὸν εἰς τὸν πύργον πρὸς τὸ πεῖσαι καὶ παρακαλέσαι αὐτὸν ὑποστρέψαι εἰς Κρατείαν. ὁ γὰρ ἐπίσκοπος Πλάτων πολλὰ παρακαλέσας ἀπέστειλεν τοῦτον εἰς ἀναζήτησιν καὶ ἐπιστροφὴν τοῦ Ἀβρααμίου. καὶ ὁ μὲν Ἀβραάμιος μετὰ χαρᾶς μεγάλης τὸν Ὀλύμπιον δεξάμενος ἐνουθέτει διὰ τοῦ λόγου τοῦ θεοῦ καὶ παρεκάλει ἀποστῆναι τῶν τοῦ βίου πραγμάτων καὶ τῶι φόβωι τοῦ θεοῦ προσκολληθῆναι· ὁ δὲ Ὀλύμπιος τὴν Ἀβρααμίου νουθεσίαν δεξάμενος καὶ τὴν Ἰωάννου καὶ Γρηγορίου τῶν γερόντων καὶ Ἰωάννου τοῦ Σχολαρίου ἀρετὴν καὶ πολιτείαν καταμαθὼν καὶ τῆι ἑαυτοῦ ψυχῆι ἐνσφραγισάμενος ἔκλινεν τοῦ ἀποτάξασθαι τῶι προσκαίρωι βίωι μάλιστα φωτισθεὶς ὑπὸ τῆς ἀπαστραπτούσης χάριτος τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Σάβα τὸ τηνικαῦτα εἰς κοινόβιον τὸν πύργον μετασκευάζοντος καὶ πρόνοιαν πολλὴν αὐτῶν ποιουμένου.
246 [25] ὁ μὲν οὖν Ὀλύμπιος ἐκδέδωκεν ἑαυτὸν ὁλοψύχως τῶι θεῶι καὶ ἐν ὀλίγωι χρόνωι εἰς τοσοῦτον ὕψος ἀρετῆς ἀνέδραμεν ὥστε καὶ διάκονον αὐτὸν καὶ πρεσβύτερον μετὰ βίας χειροτονηθῆναι καὶ τὰ δεύτερα τῆς τοῦ μοναστηρίου κυβερνήσεως ἔχειν· ὁ δὲ τίμιος Ἀβραάμιος τέσσαρας χρόνους ἐν τῆι τοῦ Σχολαρίου μονῆι πληρώσας ἠναγκάσθη ἐπὶ Κρατείαν ὑποστρέψαι τρόπωι τοιούτωι. ὁ μνημονευθεὶς ἐπίσκοπος Κρατείας Πλάτων πολλάκις αὐτὸν μεταπεμψάμενος καὶ μηδὲν ἀνύσας τοῖς ἐκκλησιαστικοῖς ἐχρήσατο κανόσιν, πρῶτον ἀργεῖν κελεύσας, ἔπειτα ἐπιμείναντι [τῆι ἀργίαι] ἀφορισμὸν αὐτῶι ἀπέστειλεν. τότε ὁ μακάριος Ἰωάννης ὁ Σχολάριος ἀπαγαγὼν αὐτὸν εἰς τὴν Μεγίστην λαύραν τῶι μεγάλωι πατρὶ ἡμῶν Σάβαι τὰ κατ’ αὐτὸν ἀνατίθησιν, ὁ δὲ μέγας πατὴρ ἡμῶν λαβὼν αὐτοὺς εἰς τὴν ἁγίαν πόλιν εἰσήγαγεν πρὸς τὸν ἀρχιεπίσκοπον Ἡλίαν καὶ παρεκάλει αὐτόν, εἰ δυνατόν ἐστιν, λῦσαι τὸν ἀφορισμόν. ὁ δὲ μέγας ἱεράρχης ἀκανόνιστον εἶναι ἔλεγεν τὸ ἄλλον ἄλλου λῦσαι ἀφορισμὸν καὶ μάλιστα ζῶντος καὶ 〈οὐ〉 προσκαλουμένου τοῦ χειροτονήσαντός τε καὶ ἀφορίσαντος. καὶ ταῦτα οἱ μακάριοι πατέρες ἀκούσαντες Σάβας τε καὶ Ἰωάννης ἐπέτρεψαν αὐτῶι ἀπελθεῖν πρὸς τὸν ἴδιον ἐπίσκοπον καὶ ἀπολυθῆναι παρ’ αὐτοῦ. ὁ δὲ ἀββᾶς Ἀβραάμιος εἴξας ταῖς τῶν πατέρων παραινέσεσιν ἀπῆλθεν εἰς Κρατείαν πληρουμένου τοῦ τεσσαρακοστοῦ πρώτου τῆς ἑαυτοῦ ἡλικίας χρόνου. ἐλθὼν μέντοι εἰς Κρατείαν καὶ δεχθεὶς εὐμενῶς ὑπὸ τοῦ ἰδίου ἐπισκόπου εἰς τὴν ἰδίαν ἀπεκατέστη ἡγουμενίαν λυθέντων τῶν ἀφορισμῶν. μετὰ δὲ τὴν τούτων λύσιν ὀλίγας ἡμέρας ἐπιζήσας ὁ ἐπίσκοπος Πλάτων ἐτελεύτησεν.
247 [20] τότε ἅπας ὁ τῆς Κρατείας λαὸς κοινῆι ψήφωι καὶ δεήσει χρησάμενος πρὸς τὸν τῆς αὐτῆς χώρας μητροπολίτην Ἀβραάμιον αἰτοῦνται ἐπίσκοπον, ὁ δὲ μητροπολίτης ὡς ἐπὶ ἄλλο τι τοῦτον μεταπεμψάμενος ἐπίσκοπον Κρατείας ἐχειροτόνησεν. Ἐνταῦθα ἐγὼ τῆς συντομίας φροντίδα ποιούμενος παρασιωπῶ τὰς ὑπ’ αὐτοῦ ἐν τῆι ἐπισκοπῆι κατὰ μέρος γεγενημένας θεαρέστους πράξεις τάς τε ὀρφανοτροφίας καὶ ξενοδοχίας καὶ νοσοκομίας καὶ τὰς τῶν δαιμόνων ἀπελασίας καὶ τὰς τῶν δεομένων ἐπικουρίας τάς τ〈ε〉 τῶν ἐκκλησιῶν οἰκοδο〈μίασ〉 καὶ τὰς διαφόρους θαυμ〈ατουρ〉γίας, καὶ ἐπὶ τὸ τέλος το〈ῦ〉 περὶ τῆς ἐπισκοπῆς ἀνα〈τρέ〉χω λόγου. ἐπὶ δεκ〈απέν〉τε τοίνυν χρόνου〈σ〉 ἐν τῆι ἐπισκοπῆι διαπρέ〈ψας καὶ〉 τὴν αὐτοῦ πόλιν τῶι βίωι καὶ τῶι λόγωι φωταγωγήσας, συνέβη τὴν αὐτοῦ ἐκκλησίαν ἔχειν πράγματα μετά τινων, ὥστε καὶ μὴ θέλοντα αὐτὸν ἀναγκάζεσθαι πρετωρίοις τε σχολάζειν καὶ ἐν τῆι βασιλευούσηι πόλει ἀνελθεῖν. καὶ μεμνημένος τῆς μοναχικῆς ἡσυχίας ἧς εἴχετο, ὅτε εἰς τὴν τοῦ Σχολαρίου μονὴν ἠσκεῖτο, ἐλυπεῖτο σφόδρα καὶ ἐδυσφόρει θεωρῶν ἑαυτὸν ἐν περισπασμῶι καὶ συγχύσει ὄντα τῶν βιωτικῶν μεριμνῶν κα〈ὶ〉 παρεκάλει τὸν θεὸν ἐκτε〈νῶσ〉 λέγων· κύριε ὁ θεός, εἰ ἔστι 〈σοι ε〉ὐάρεστον ἀναχωρῆσαί με 〈εἰσ〉 τὴν ἔρημον, κατευόδω〈σον γ〉ενέσθαι σου τὸ θέλημα. 〈αὐτοῦ〉 τοίνυν κατὰ τὴν Κωνσταντινούπολιν