Λαέρτιος Διογένης Διονύσιος δὲ ὁ Μεταθέμενος τέλος εἶπε τὴν ἡδονὴν διὰ περίστασιν ὀφθαλμίας· ἀλγήσας γὰρ ἐπιπόνως ὤκνησεν εἰπεῖν τὸν πόνον ἀδιάφορον. ἦν δὲ παῖς μὲν Θεοφάντου, πόλεως δὲ Ἡρακλείας. ἤκουσε δέ, καθά φησι Διοκλῆς, πρῶτον μὲν Ἡρακλείδου τοῦ πολίτου, ἔπειτα Ἀλεξίνου καὶ Μενεδήμου, τελευταῖον δὲ Ζήνωνος. καὶ κατʼ ἀρχὰς μὲν φιλογράμματος ὢν παντοδαποῖς ἐπεχείρει ποιήμασιν, ἔπειτα δὲ καὶ Ἄρατον ἀπεδέχετο, ζηλῶν αὐτόν. ἀποστὰς δὲ τοῦ Ζήνωνος πρὸς τοὺς Κυρηναϊκοὺς ἀπετράπη καὶ εἴς τε τὰ χαμαιτυπεῖα εἰσῄει καὶ τἄλλα ἀπαρακαλύπτως ἡδυπάθει. βιοὺς δὲ πρὸς τὰ ὀγδοήκοντα ἀσιτίᾳ κατέστρεψε. Βιβλία δὲ αὐτοῦ φέρεται τάδε· περὶ ἀπαθείας βʹ· περὶ ἀσκήσεως βʹ· περὶ ἡδονῆς δʹ· περὶ πλούτου καὶ χάριτος καὶ τιμωρίας· περὶ ἀνθρώπων χρήσεως· περὶ εὐτυχίας· περὶ ἀρχαίων βασιλέων· περὶ τῶν ἐπαινουμένων· περὶ βαρβαρικῶν ἐθῶν.
Λαέρτιος Διογένης Διονυσίου δὲ τοῦ Μεταθεμένου εἰπόντος αὐτῷ, διὰ τί αὐτὸν μόνον οὐ κατορθοῖ, ἔφη «οὐ γάρ σοι πιστεύω.»
Ἀράτου Βίοι ἦν δὲ ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφου καὶ ἐσχόλασε Διονυσίῳ τῷ Ἡρακλεώτῃ …
Λαέρτιος Διογένης ἔτι καὶ Διονύσιος ὁ Μεταθέμενος — ἢ Σπίνθαρος, ὡς ἔνιοι — γράψας τὸν Παρθενοπαῖον ἐπέγραψε Σοφοκλέους. ὁ δὲ πιστεύσας εἴς τι τῶν ἰδίων συγγραμμάτων ἐχρῆτο μαρτυρίοις ὡς Σοφοκλέους. αἰσθόμενος δʼ ὁ Διονύσιος ἐμήνυσεν αὐτῷ τὸ γεγονός· τοῦ δʼ ἀρνουμένου καὶ ἀπιστοῦντος ἐπέστειλεν ἰδεῖν τὴν παραστιχίδα· καὶ εἶχε Πάγκαλον. οὗτος δʼ ἦν ἐρώμενος Διονυσίου. ὡς δʼ ἔτι ἀπιστῶν ἔλεγε κατὰ τὴν τύχην ἐνδέχεσθαι οὕτως ἔχειν, πάλιν ἀντεπέστειλεν ὁ Διονύσιος ὅτι «καὶ ταῦτα εὑρήσεις· Α. Γέρων πίθηκος οὐχ ἁλίσκεται πάγῃ. Β. Ἁλίσκεται μέν· μετὰ χρόνον δʼ ἁλίσκεται.» Καὶ πρὸς τούτοις «Ἡρακλείδης γράμματα οὐκ ἐπίσταται.» ὁ δʼ ᾐσχύνθη.
Φιλόδημος Διονύσιος τοίνυν ὁ Μεταθέμενος …
Φιλόδημος εἰς μέσον μεγάλῃ τῇ φωνῇ, καὶ μάλισθʼ ὅτε σιωπῶντας ἴδοι τοὺς ἄλλους καὶ διοκνοῦντας. Τὸν αὐτὸν δὲ τρόπον μὴ παυομένων καὶ ταραχμένων …
Φιλόδημος τὸν πόνον φευκτὸν εἶναι, τὴν δʼ ἡδονὴν σκοπὸν καὶ τέλος. Ἐγένετο δʼ οὖν καὶ πολυγράφος, προαγαγὼν σχεδὸν εἰς τὰς ὀκτὼ μυριάδας. Ἐδόκει τε πολλοῖς οὔτʼ ἄστοχος οὔτʼ ἀδύνατος εἶναι κατὰ τὴν λέξιν καὶ … τοις συνι …
Ἀθήναιος Ἀντίγονος δʼ ὁ Καρύστιος ἐν τῷ περὶ τοῦ Διονυσίου βίου τοῦ Ἡρακλεώτου τοῦ ἐπικληθέντος Μεταθεμένου φησὶ τὸν Διονύσιον τοῖς οἰκέταις συνεορτάζοντα ἐν τῇ τῶν Χοῶν ἑορτῇ καὶ μὴ δυνάμενον διὰ γῆρας χρῆσθαι ᾗ παρειλήφεσαν ἑταίρᾳ ὑποστρέψαντα εἰπεῖν πρὸς τοὺς συνδειπνοῦντας οὐ δύναμαι τανύσαι, λαβέτω δὲ καὶ ἄλλος.
Φιλόδημος τοὺς φίλους ἀσπασάμενος καὶ καθεὶς ἑαυτὸν εἰς τὴν μάκτραν ἐτελεύτησεν.
Ἀθήναιος περὶ δὲ Διονυσίου τοῦ Ἡρακλεώτου τί δεῖ καὶ λέγειν; ὃς ἄντικρυς ἀποδὺς τὸν τῆς ἀρετῆς χιτῶνα ἀνθινὰ μετημφιάσατο καὶ Μεταθέμενος καλούμενος ἔχαιρε, καίτοι γηραιὸς ἀποστὰς τῶν τῆς Στοᾶς λόγων καὶ ἐπὶ τὸν Ἐπίκουρον μεταπηδήσας· περὶ οὗ οὐκ ἀχαρίτως ὁ Τίμων ἔφη· ἡνίκʼ ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι· ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι.
Λουκιανός μέχρι μὲν τῆς νόσου ἤλπιζεν ὠφελήσειν τι αὐτὸν τοὺς περὶ τῆς καρτερίας λόγους, ἐπεὶ δὲ ἤλγησε καὶ ἐνόσησε καὶ ὁ πόνος ἀληθέστερον αὐτοῦ καθίκετο, ἰδὼν τὸ σῶμα τὸ ἑαυτοῦ ἀντιφιλοσοφοῦν τῇ Στοᾷ καὶ τἀναντία δογματίζον, αὐτῷ μᾶλλον ἢ τούτοις ἐπίστευσε …