eul_wid: okq-db
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Orations: Oration 77/78 (On Envy) by Dio Chrysostom of Prusa

Hesiod's line on the potter's grudge against a fellow potter opens this long dialogue on envy, held before a large crowd. A man who lives by the crowd's praise, Dio argues, is remade to its taste, like a horse a painter redrew on the crowd's advice until it looked like anything but a horse. He ends by urging frankness towards oneself and one's dearest, since envy and ignorance do worse harm than any poison.

Part of Orations

ΠΕΡΙ ΦΘΟΝΟΥ

Δ. Ἆρα διὰ ταῦτα καὶ τὰ τοιαῦτα ἐνομίσθη σοφὸς ἐν τοῖς Ἕλλησιν Ἡσίοδος καὶ οὐδαμῶς ἀνάξιος ἐκείνης τῆς δόξης, ὡς οὐκ ἀνθρωπίνῃ τέχνῃ τὰ ποιήματα ποιῶν τε καὶ ᾄδων, ἀλλὰ ταῖς Μούσαις ἐντυχὼν καὶ μαθητὴς αὐτῶν ἐκείνων γενόμενος; ὅθεν ἐξ ἀνάγκης ὅ,τι ἐπῄει αὐτῷ πάντα μουσικά τε καὶ σοφὰ ἐφθέγγετο καὶ οὐδὲν μάταιον, ὧν δῆλον ὅτι καὶ τοῦτο τὸ ἔπος ἐστίν. — Τὸ ποῖον;

Δ. καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων.

— Πολλὰ μὲν καὶ ἄλλα φανήσεται τῶν Ἡσιόδου πεποιημένα καλῶς περί τε ἀνθρώπων καὶ θεᾶν σχεδόν τι καὶ περὶ μειζόνων πραγμάτων ἢ ὁποῖα τὰ λεχθέντα νῦν· ἀτὰρ οὖν καὶ ταῦτα ἀπεφήνατο μάλʼ ἀληθῶς τε καὶ ἐμπείρως τῆς ἀνθρωπίνης φύσεως. —Δ. Βούλει οὖν ἐπιμελέστερον σκοπῶμεν αὐτά; — Καὶ πῶς ἡμᾶς ἀνέξονται τοσοῦτος ὄχλος περὶ τοιούτων διαλεγομένους; —Δ. Τί δέ; οὐ σοφὰ καὶ περὶ σοφῶν ἥκουσιν ἀκουσόμενοι; — Φαῖεν ἄν, ὥς μοι δοκοῦσιν. —Δ. Ἀλλὰ μὴ τὸν Ἡσίοδον φαῦλον ἡγοῦνται καὶ ὀλίγου ἄξιον; — Οὐδαμῶς. —Δ. Ἀλλὰ περὶ φθόνου καὶ ζηλοτυπίας καὶ τίνες εἰσὶν οἱ πρὸς ἀλλήλους οὕτως ἔχοντες καὶ ἐπὶ τίσιν οὐ χρήσιμον αὐτοῖς ἀκροᾶσθαι; — Πάντων μὲν οὖν χρησιμώτατον. —

Δ. Οὐκοῦν χρὴ ἤδη καὶ ἀποπειρᾶσθαι τῶν ἀνδρῶν. φέρε δή, διʼ ἄλλο τί φησι τούτους Ἡσίοδος εἶναι φθονεροὺς καὶ δυσκόλως ἀλλήλοις ἔχειν ἢ διότι ἧττον ἂν ἐργάζοιτο ἐκ τοῦ πράγματος ἕκαστος, ὅτου ἂν τύχῃ πράττων, πολλῶν ὄντων ὁμοίων; — Διὰ τί γὰρ ἄλλο; —Δ. Πότερον οὖν κεραμεῖ μὲν λυσιτελεῖ μηδένα ἄλλον εἶναι κεραμέα ἐν τῇ αὐτῇ πόλει τε καὶ κώμῃ, μαγείρῳ δὲ τοῦτο οὐ λυσιτελές, ὅπως ἐξῇ αὐτῷ ἀποδίδοσθαι ὁποῖʼ ἂν ἔχῃ τὰ κρέα τοῖς δεομένοις, ἂν καὶ πάνυ λεπτὸν ἱερεῖον ἢ πρεσβύτερον τύχῃ πριάμενος;

— Δῆλον ὅτι καὶ μαγείρῳ. —Δ. Τί δέ; βαφεῖ τὴν βαφικὴν ἐργάζεσθαι τέχνην οὐ μόνῳ αὐτῷ ἄμεινον ἢ μεθʼ ἑτέρων ἀντιτέχνων, ἵνα ὁποιαοῦν ἀποδιδῶται τὰ βάμματα ταῖς γυναιξίν; ἀγαπήσουσι γὰρ ὠνούμεναι κἂν ὀλίγῳ βελτίω ἢ ὁποῖα εἰώθασιν αὐταὶ βάπτειν ἐν τοῖς ἀγροῖς ὡς ἔτυχε, καὶ οὐ ζητήσουσι δευσοποιὰ καὶ ἁλουργῆ. — Πῶς γὰρ ζητήσουσι; — Δ. Φέρε, πορνοβοσκῷ δὲ οὐ κερδαλεώτερόν τε καὶ ἄμεινον πρὸς τὴν ἐμπολὴν μόνον ἔχειν τοῦτο τὸ ὄνειδος καὶ μόνον αὐτὸν ἀκούειν κακῶς ἢ σὺν ἑτέροις, ὁμοίως μὲν ἐν πόλει τρέφοντα καὶ ἀσκοῦντα τοιοῦτον θρέμμα, ὁμοίως δὲ εἰς Πυλαίαν καὶ τὰς ἄλλας πανηγύρεις πορευόμενον καὶ περιάγοντα; — Καὶ πάνυ μοι δοκεῖ πορνοβοσκὸς εὔξασθαι ἂν ἀνδρῶν ὁμοτέχνων πολλὴν ἐρημίαν. —Δ. Ἆρʼ οὖν καὶ περὶ πάντων ἁπλῶς οὕτως ὑπελάμβανε τῶν τὰς αὐτὰς ἐργασίας ἐργαζομένων, ὡς βλαβεροὺς ὄντας ἀλλήλοις καὶ ἐμποδὼν πρὸς τὸν βίον; — Περὶ πάντων, ὡς τὸ εἰκός. —Δ. Ἀλλʼ οὐκ ἔπρεπεν οἶμαι καθʼ ἕκαστον ἐπεξιέναι. καὶ γὰρ ἐπʼ ἄλλοις ἔθος ἐστὶν αὐτῷ περὶ ὅλου τοῦ πράγματος φράζειν ἐφʼ ἑνὸς ἢ δυοῖν· οἷον ὅταν φῇ μηδʼ ἂν βοῦν ἀπολέσθαι τινὶ ἄνευ τῆς τοῦ γείτονος πονηρίας, οὐ δήπου φησὶν ὅτι βοῦν μὲν ἀπολέσαι ἂν γείτων πονηρὸς ἢ ἄλλῳ συγγνοίη, πρόβατον δὲ οὔκ, ἂν δύνηται λαθεῖν, οὐδὲ αἶγα τῶν καλῶν, τῶν πολὺ ἀμελγομένων καὶ διδυμοτοκουσῶν· ἀλλὰ δῆλον ὅτι ὡς πρὸς συνιέντας λέγει τοὺς ἐντυγχάνοντας τοῖς ποιήμασιν. οὐκοῦν περὶ πάντων αὐτὸν ἑνὶ λόγῳ φῶμεν ἐν βραχεῖ λέγειν οὕτως τῶν ὁμοτέχνων, ὡς οὔτε φιλούντων αὑτοὺς οὔτε λυσιτελούντων ἀλλήλοις; — Πάνυ μὲν οὖν. —Δ. Φέρε δὴ πρὸς θεῶν, ἡ ναυτικὴ τέχνη ἐστίν, ἢ ἧττόν τι τῆς κεραμευτικῆς ἢ τῆς μαγειρικῆς τυγχάνοι ἂν τοῦδε τοῦ ὀνόματος; — Οὐχ ἧττον ἴσως. —Δ. Ἆρʼ οὖν ἐν νηὶ μεγάλῃ πολλὰ ἱστία ἐχούσῃ καὶ φόρτον πολὺν καὶ ἀνθρώπων ἐπιβατῶν ὅμιλον εἷς ναύτης καλῶς πράττοι ἄν, καὶ συμφέροι αὐτῷ μηδένα ἄλλον ἐν τῇ νηὶ πλεῖν μήτε μᾶλλον αὐτοῦ μήτε ἔλαττον ἐπιστάμενον τὰ ναυτικά· ἂν δὲ πολλοὶ ὦσιν, ἀσύμφοροι ἀλλήλοις ἔσονται καὶ πρὸς βλάβης, καὶ διὰ τοῦτο ἐν νηὶ μισοῦσιν ἀλλήλους οἱ πλείονες ναῦται; — Τοῦτο μὲν ἕτερον τὸ τῶν ναυτῶν. ἀλλὰ κυβερνήτης γε οἶμαι κυβερνήτην οὐκ ἂν ἥδοιτο ὁρῶν συμπλέοντα αὑτῷ. —Δ. Πότερον ὅταν χειμὼν ἰσχυρὸς ᾖ καὶ μὴ κατισχύῃ τοῖν πηδαλίοιν ἑκατέρου διὰ γῆρας ἢ διὰ βίαν τῆς θαλάττης, οὐδὲ τότε φιλεῖ κυβερνήτην ἄλλον οὐδʼ εὔχεται φαίνεσθαι τὸν διαδεξόμενον, οὐδʼ ὅταν κατακοιμηθῆναι δέηται, πολλὰς ἐφεξῆς ἀγρυπνῶν νύκτας καὶ ἡμέρας, ἀλλὰ καὶ τότε ὁμοίως μισεῖ καὶ ζημίαν αὑτοῦ νενόμικεν, εἰ κυβερνήτης ἐν τῇ νηὶ ἕτερός ἐστιν; — Οὐκ ἂν ἴσως τότε μισοῖ· πῶς γάρ; ἀλλʼ ἡμεῖς οὐ περὶ ναυτιλίας οὐδὲ περὶ τῶν ἐν θαλάττῃ λέγομεν.

—Δ. Εἶεν· οὐκοῦν ὅ γε ἰατρὸς ἐπὶ γῆς ἰᾶται καὶ τέχνην οὐδὲν ἐλάττονα ἔχει τῶν τεκτόνων. — Τί οὖν δὴ τοῦτο; —Δ. Ἆρά γε δοκεῖ σοι βούλεσθαι μόνος ἂν εἶναι τὴν τέχνην ἐπιστάμενος ἐν πόλει τηλικαύτῃ τὸ μέγεθος, καὶ ταῦτα πολλῶν νοσούντων; — Τί δὲ κωλύει βούλεσθαι μόνον εἶναι; τοῖς μὲν γὰρ ἄλλοις ἴσως χεῖρον οὐ δυναμένοις ὑφʼ ἑνὸς ἰατρεύεσθαι· τὸ δέ γε ἐκείνου τιμιώτερον οὕτως. οὐδὲ γὰρ εἰπεῖν ἔστιν ἡλίκων ἂν καὶ ὅσων μισθῶν τυγχάνοι μόνος ἐν τοσούτοις νοσοῦσιν ἱκανὸς ὢν ἰᾶσθαι. —Δ. Ἀλλʼ οὐ μαινόμενον ἰατρὸν λέγω σοι.

— Τί δέ; μαινομένου σοι δοκεῖ τὸ ἐπιθυμεῖν σφόδρα τιμᾶσθαι καὶ πολλὰ χρήματα λαμβάνειν; —Δ. Ὅταν γε αὐτὸς ὑπὸ ληθάργου ἐχόμενος ἢ φρενίτιδι περιπεσὼν χαίρῃ, ὅτι οὐδένα ἔχει τὸν ἰασόμενον οὐδὲ τὸν δώσοντα μανδραγόραν πιεῖν ἢ ἄλλο φάρμακον ὑγιεινόν, ἵνα δὴ μόνος ἔχῃ τοὺς ἐν τῇ πόλει μισθούς τε καὶ τιμάς. εἰ δὲ δὴ σὺν αὐτῷ καὶ τὰ παιδία νοσοῖ καὶ ἡ γυνὴ καὶ οἱ φίλοι πάντες ἐπισφαλῶς, ἆρα καὶ τότε εὔχοιτʼ ἂν μηθένα ἄλλον ἰατρὸν εὑρεθῆναι τὸν βοηθήσοντα· ἐὰν δὲ φανῇ τις, κατὰ τὸν Ἡσίοδον κοτέειν μέλλει καὶ ἐχθρὸν ἡγεῖσθαι τὸν αὑτοῦ σωτῆρα καὶ τῶν φιλτάτων; φέρε, ἐὰν δὲ συμβῇ πρᾶγμα τοιοῦτον ὁποῖόν ποτε συνέτυχε περὶ τοὺς Αἰγυπτίους ἰατρούς· ἐκεῖνοι γὰρ ἰώμενοι Δαρεῖον τὸν Πέρσην, ὡς ἔτυχεν αὐτῷ πεσόντι ἀπὸ τοῦ ἵππου μεταχωρήσας ὁ ἀστράγαλος, οὐχ οἷοί τε ἦσαν ἰᾶσθαι κατὰ τὴν αὑτῶν τέχνην, ἀλλʼ εἰς ἀγρυπνίας τε καὶ ἀλγηδόνας δεινὰς ἐνέβαλον αὐτόν, ἕλκοντες καὶ βιαζόμενοι τὸ ἄρθρον. τούτους μὲν οὖν ἐκέλευσε φυλάττειν, ὅπως ἀποθάνοιεν στρεβλωθέντες. πυθόμενος δʼ ἐν τοῖς αἰχμαλώτοις εἶναί τινα Ἕλληνα ἐπιχειροῦντα ἰᾶσθαι, καλέσας αὐτὸν ὑπὸ ἀμηχανίας ἐκέλευσεν, εἴ τι ἔχοι, βοηθεῖν. ἦν δὲ ἄρα Δημοκήδης ὁ Κροτωνιάτης, ὅσπερ ἄριστος ἐδόκει τῶν τότε ἐν τοῖς Ἕλλησιν ἰατρῶν· ὃς καὶ παραχρῆμα μὲν καθυπνῶσαι αὐτὸν ἐποίησεν, εἶτα καταπλάττων καὶ καταιονῶν καὶ τἄλλα ἐπιμεληθεὶς ὀλίγων ἡμερῶν ὑγιῆ ἀπέδειξεν. κελεύσαντος δὲ Δαρείου λαβεῖν ὅ,τι βούλεται, τοὺς ἰατροὺς παρῃτήσατο ἀφεῖναι αὐτόν. καὶ μέντοι ἀφείθησαν, ἐκείνου δεηθέντος. πότερον οὖν τότε ἐφθόνουν τῷ Δημοκήδει καὶ ἐχθρὸν ἡγοῦντο, ᾗ φησιν Ἡσίοδος ἐπὶ τῶν κεραμέων ἢ τεκτόνων, λυσιτελεῖν νομίζοντες αὑτοῖς, εἰ μηδεὶς ἄλλος ἰατρὸς ἐφάνη βασιλέα ἰασάμενος, ἢ σφόδρα ἠγάπων καὶ χάριν ᾔδεσαν;

— Εἰκὸς μὲν ἦν. χάριν εἰδέναι. —Δ. Καὶ μὴν θωρακοποιοί εἰσιν ἐν ταῖς πόλεσι καὶ κρανοποιοὶ καὶ δορυξόοι καὶ ἕτεροι πλείους· εἰ οὖν τούτοις λυσιτελεῖ ἕνα ἕκαστον ἐν ἑκάστῃ τῶν πόλεων εἶναι τῆς τέχνης δημιουργὸν μᾶλλον ἢ τοὺς ἱκανούς, ἡδέως ἔγωγʼ ἂν πυθοίμην. δῆλον γὰρ ὡς πολεμίων ἐπιόντων, καὶ μήτε τῶν τειχῶν ἑστηκότων μήτε ὡπλισμένων ἁπάντων, ἀναγκάζοιντʼ ἂν ἄνοπλοι καὶ ἀτείχιστοι διακινδυνεύειν. ὥστε ἁλούσης τῆς πόλεως οὐκ ἂν ἴσως οὗτοί γε ἀποθάνοιεν, ληφθέντες δὲ καὶ δεθέντες προῖκα ἂν ἐργάζοιντο τοῖς πολεμίοις πρὸς ἀνάγκην, ἀνθʼ ὧν πρότερον θρυπτόμενοι πολλῆς τιμῆς ἀπεδίδοντο τούς τε θώρακας καὶ τὰ κράνη καὶ τὰ δόρατα, καὶ γνοῖεν ἂν ὅτι οὐκ ὀρθῶς οὐδʼ ἐπʼ ἀγαθῷ ἐφθόνει καὶ ἐμήνιε διὰ τὴν τέχνην οὔτε χαλκεὺς χαλκεῖ οὔτε τέκτονι τέκτων, οὐδὲ λῷόν τε καὶ ἄμεινον ἦν αὐτῷ μόνῳ ἢ σὺν ὀλίγοις εἶναι τῆς τέχνης ἐργάτην. ἀλλὰ δὴ τοῖς μὲν ἄλλοις σχεδὸν οὐκ ἀεὶ βέλτιον, ὅ φησι βούλεσθαι αὐτοὺς Ἡσίοδος, μόνοις δὲ τοῖς κεραμεῦσι καὶ μαγείροις τε καὶ βαφεῦσι καὶ πορνοβοσκοῖς. οὐκοῦν ἡ ζηλοτυπία καὶ ὁ φθόνος καὶ τὸ μηδένα ἄλλον ἐθέλειν πράττειν τὸ αὐτὸ ἔργον μαγειρικόν τε καὶ βαφικὸν καὶ κεραμευτικὸν καὶ μᾶλλον πορνοβοσκοῖς προσῆκον ἤπερ ἰατροῖς τε καὶ κυβερνήταις ἢ ἄλλο τι σπουδαιότερον πράττουσιν.

εἶεν· ἀλλʼ εἰ κυβερνήταις τε καὶ ἰατροῖς καὶ οἷς νῦν δὴ ἐλέγομεν οὐ βέλτιον ἐν σπάνει τῶν ὁμοτέχνων ζῆν, ἦπου τοῖς γε φρονίμοις καὶ σοφοῖς ἀνδράσι λῷόν τε καὶ ἄμεινον ὁρᾶσθαι μόνοις; — Οὐδαμῶς.

—Δ. Ὅτι πρὸς τῷ μεγαλόφρων τε εἶναι καὶ ἄλυπος ὁ νοῦν ἔχων καὶ φιλάνθρωπος καὶ τὴν ἀρετὴν ἐπίστασθαι συμφέρουσαν αὐτῷ τήν τε αὑτοῦ καὶ τὴν τῶν πέλας καὶ μηδέποτε ἂν ὑπὲρ τούτων μηδένα μηδὲ τῶν φαυλοτέρων ἄλλον ἄλλῳ φθονεῖν, ἃ κοινὰ ὑπάρχει πᾶσιν ἀγαθά· πρὸς τούτοις πᾶσιν οὐδὲ τῶν ἄλλων, ἐφʼ οἷς ὅ τε φθόνος γίγνεται καὶ τὸ βασκαίνειν ἀλλήλοις τοὺς πολλοὺς, οὔτε θαυμάζει τὸ παράπαν οὐδὲν οὔτε ἄξιον σπουδῆς νενόμικεν, οἷον δὴ χθὲς περὶ πλούτου ἐλέγομεν. ὥστε οὐδʼ ἂν φθονήσειεν οὐδενὶ χρυσοῦ ἢ ἀργύρου ἢ βοσκημάτων ἢ οἰκίας ἢ ἄλλου τῶν τοιούτων, ὑπὲρ ὧν ἐλέγομεν· ὥς φησιν ἕτερος ποιητής, οὐχ αὑτοῦ γνώμην ἀποφαινόμενος, ἀλλὰ τὴν τῶν ἀνθρώπων ἐξηγούμενος δόξαν· οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται· ὡς μόνον καλουμένων αὐτῶν ἀφνειῶν, ἀλλʼ οὐκ ὄντων κατʼ ἀλήθειαν. εἶεν· οὐκοῦν χρημάτων μὲν κρείττων ὁ γενναῖος καὶ τέλειος ἀνὴρ ἡμῖν δοκεῖ· περὶ δὲ δόξης τυχὸν ἐρίζοι ἂν καὶ φθονοῖ, οὓς ἂν τιμωμένους μᾶλλον παρὰ τῷ πλήθει βλέπῃ καὶ μειζόνων ἐπαίνων τυγχάνοντας; ἢ οὐκ ἀγνοεῖν φήσομεν ὡς ἔστιν ἡ δόξα ὁ παρὰ τῶν πολλῶν ἔπαινος· εἰ δὲ τῶν πολλῶν, δῆλον ὅτι τῶν οὐκ εἰδότων;

— Οὐδαμῶς τοῦτό γε εἰκὸς αὐτὸν ἀγνοεῖν. —Δ. Φέρε οὖν δοκεῖ σοι ἀγαθὸς αὐλητὴς ἥδεσθαι ἐπὶ τῇ τέχνῃ καὶ μέγα φρονεῖν ὑπὸ ἀμούσων καὶ ἀτέχνων ἐπαινούμενος, κἂν εἰ περιστάντες αὐτὸν παῖδες συφορβοὶ καὶ ποιμένες θαυμάζοιεν καὶ κροτοῖεν, ἐπαίρεσθαι ἐπʼ αὐτῷ τούτῳ καὶ τοῦ παντὸς ἄξιον ἡγεῖσθαι τὸν παρʼ ἐκείνων ἔπαινον; ἀλλὰ μὴν ἐδήλωσεν ὁ Θηβαῖος αὐλητὴς οὐδὲ τῷ θεάτρῳ πάνυ προσέχων τὸν νοῦν οὐδὲ τοῖς κριταῖς ἀπείροις οὖσιν αὐλήσεως, καὶ ταῦτα περὶ ἄθλου καὶ νίκης ἀγωνιζόμενος· ἀλλʼ ὅμως οὐδὲ μικρὸν ἐκβῆναι τοῦ ῥυθμοῦ τοῦ πρέποντος ἐτόλμησεν, αὑτῷ δὲ καὶ ταῖς Μούσαις αὐλεῖν ἔφη. τί οὖν; οἴει τὸν Ὀρφέα, τὸν τῆς Μούσης υἱόν, εἰ ἀληθὴς ὁ κατʼ αὐτὸν μῦθος, μᾶλλον ἂν χαίρειν τῶν ὀρνίθων καταπετομένων πρὸς αὐτὸν ᾄδοντα καὶ τῶν θηρίων κηλουμένων ὑπὸ τῆς φωνῆς καὶ παρεστηκότων πρᾴως καὶ ἀθορύβως, ὁπότε ἄρξαιτο μελῳδεῖν, ἔτι δὲ τῶν δένδρων προσιόντων ἅμα τῷ καρπῷ τε καὶ ἄνθει, καὶ τῶν λίθων κινουμένων καὶ ξυνιόντων, ὥστε μεγάλα ἕρματα ἀθροίζεσθαι πλησίον αὐτοῦ, μᾶλλον ἐπὶ τούτοις γιγνομένοις ὁρῶντα τέρπεσθαι καὶ μεγαλαυχεῖσθαι, νομίζοντα τῆς μουσικῆς ἥκειν ἐπʼ ἄκρον, ἢ εἴπερ ἡ μήτηρ αὐτὸν ἡ Καλλιόπη κιθαρίζοντα ἐπῄνεσέ τε καὶ εἶπε καταψήσασα ἅμα τὴν κεφαλήν, ὡς ἱκανῶς ἔχοι μουσικῆς καὶ σοφώτατος εἴη τὰ τῆς τέχνης; ἐγὼ μὲν γὰρ οἶμαι μᾶλλον ὑπὸ Φιλάμμωνος αὐτὸν ἐθέλειν ἐπαινεθῆναι περὶ μουσικὴν ἢ εἴ τις ἦν τῶν τότε ἔμπειρος κιθαρῳδίας ἢ ξυμπάντων ἁπλῶς τῶν θηρίων τε καὶ ὀρνέων· ἀλλʼ οὐδὲ τῶν κύκνων ἐπιβοώντων καὶ συμφθεγγομένων φροντίσαι ἂν οὐδέν, ὅτι οὐκ εἶχον τέχνην οὐδὲ ἐπιστήμην περὶ τὸ μελῳδεῖν. τί δέ; ὑγιείας μάρτυρα καὶ ἐπαινέτην βούλοιτʼ ἂν ὁ νοῦν ἔχων ἀνὴρ ἕνα λαβεῖν, ὅστις ἰατρικὸς καὶ περὶ σώματος θεραπείας ἔμπειρος, ἢ πολλὰς μυριάδας ἀνθρώπων οὐδὲν ἐπαϊόντων, οἵ, ἂν οὕτω τύχῃ, πεπρημένον ὁρῶντες αὐτὸν ὑπὸ νόσου καὶ οἰδοῦντα καὶ ὕπουλον, μακαρίζοιεν ὡς Πουλυδάμαντα τὸν Θετταλὸν καὶ Γλαῦκον τὸν Καρύστιον ἡγούμενοι διαφέρειν εὐεξίᾳ; ἀλλὰ εἰς μὲν αὔλησιν καὶ κιθαρῳδίαν καὶ τὸ περιεῖναι παλαίοντα ἢ πυκτεύοντα τῶν ἄλλων ἁπάντων ὁ τῶν ἐπισταμένων ἔπαινος ἥδιστος τοῖς εἰδόσι καὶ πλείστης σπουδῆς ἄξιος· εἰς δὲ φρόνησιν καὶ δικαιοσύνην καὶ ξύμπασαν ἀρετὴν ἱκανὸς εὐφρᾶναι τὸν νοῦν ἔχοντα καὶ ἀποπληρῶσαι τὴν διάνοιαν ὁ τῶν ἠλιθίων καὶ τῶν ἐπιτυχόντων;

— Οὐδαμῶς. —Δ. Καὶ πότερον οἴει τὸν ἔμπειρον τῆς τεκτονικῆς τέχνης, εὐθύ τι ἐργάσασθαι βουλόμενον, ἑνὶ προσαρμόσαντα κανόνι καὶ μιᾷ στάθμῃ σταθμησάμενον ἥδιον ἔχειν καὶ πεποιθέναι περὶ τῆς ὀρθότητος μᾶλλον ἢ πολλοῖς τε καὶ ἀνωμάλοις ξύλοις ἀπευθύνοντα καὶ καταμετροῦντα; φέρε πρὸς Διός, ἆρα ἀκήκοας ζωγράφου χαρίεντος ἔργον, γραφήν τινα προθέντος εἰς τὸ φανερὸν ἵππου θαυμαστήν τε καὶ ἀκριβῶς ἔχουσαν; φασὶ γὰρ αὐτὸν κελεῦσαι παραφυλάττειν τὸν παῖδα τοὺς ὁρῶντας, εἰ ψέγοιεν ἢ ἐπαινοῖεν, καὶ μνημονεύσαντα ἀπαγγεῖλαι πρὸς αὐτόν. τῶν δὲ ἕκαστον ἄλλον ἄλλο τι λέγειν περὶ τῆς γραφῆς καὶ αἰτιᾶσθαι, τὸν μέν τινα οἶμαι τὴν κεφαλήν, τὸν δὲ τὰ ἰσχία, τὸν δὲ περὶ τῶν σκελῶν, ὡς, εἰ τοιαῦτα ἐγεγόνει, πολὺ κάλλιον ἂν εἶχεν. ἀκούσαντα δὲ τὸν γραφέα τοῦ παιδός, ἐργασάμενον ἄλλην γραφὴν κατὰ τὴν τῶν πολλῶν δόξαν καὶ ἐπίνοιαν, κελεῦσαι θεῖναι παρὰ τὴν πρότερον. εἶναι οὖν πολὺ τὸ διαφέρον· τὴν μὲν γὰρ ἀκριβέστατα ἔχειν, τὴν δὲ αἴσχιστα καὶ γελοιότατα καὶ πᾶσι μᾶλλον ἢ ἵππῳ ἐοικέναι. δῆλον οὖν ὡς εἰ σφόδρα προσδεήσεται τοῦ παρὰ τῶν πολλῶν ἐπαίνου, τῆς αὑτοῦ γνώμης ἡγούμενος κυριώτερον τὸν ἐκείνων ψόγον τε καὶ ἔπαινον, οὕτως ἕκαστα πράξει καὶ προθυμήσεται τοιοῦτον παρέχειν ἑαυτὸν ὁποῖον ἀξιοῦσιν οἱ πολλοί. καὶ δῆλον ὅτι ἔσται ταχὺ μάλα ἐοικὼς ἀντʼ ἐκείνου τοῦ πρότερον ἵππου, τοῦ φαύλως καὶ κατὰ τὴν τοῦ ἑνὸς εἰργασμένου τέχνην, τῷ θαυμαστῷ καὶ πολυτέχνῳ δημιουργήματι, μηδὲ αὐτοὺς ἐκείνους ἀρέσκοντι τοὺς δημιουργούς, ὑπὸ τῆς ἁπάντων ἐπινοίας καὶ δημιουργίας συγκείμενος· καθάπερ ὁ μῦθός φησι τὴν Πανδώραν οὐχ ὑφʼ ἑνὸς τῶν θεῶν πεπλασμένην, ἀλλὰ κοινῇ ὑπὸ πάντων, ἄλλο ἄλλου δωρουμένου καὶ προστιθέντος, οὐδαμῶς σοφὸν οὐδʼ ἐπʼ ἀγαθῷ πλάσμα γενόμενον, παντοδαπὸν δὲ καὶ ποικίλον τοῖς λαβοῦσιν ἀποβῆναι κακόν. ὅπου δὲ θεῶν ὄχλος καὶ δῆμος κοινῇ δημιουργῶν καὶ ἐργαζόμενος οὐχ οἷός τε ἐγένετο καλῶς τε καὶ ἀμέμπτως ἐργάσασθαι, τί ἂν φαίη τις τὸν ὑπό γε ἀνθρωπίνης δόξης πλαττόμενον καὶ δημιουργούμενον βίον τε καὶ ἄνδρα; δῆλον οὖν ὡς εἴ τις ἔφυ τῷ ὄντι φρόνιμος, οὐδὲν ἂν προσέχοι τῷ λόγῳ τῶν πολλῶν οὐδὲ θεραπεύοι τὸν παρʼ ἐκείνων ἔπαινον ἐξ ἅπαντος, ὥστε οὐδὲ μέγα οὐδὲ τίμιον οὐδὲ ἀγαθόν, ὡς ἔπος εἰπεῖν, τοῦτόν ποτε ἡγήσεται. μὴ νομίζων δὲ ἀγαθὸν βασκαίνειν ἐπʼ αὐτῷ τοῖς ἔχουσιν ἀδύνατος. οὔκουν τοιοῦτος ἡμῖν ὁ γενναῖος καὶ σώφρων καὶ κεκολασμένος ἀνήρ, πλούτους τε καὶ ἐπαίνους καὶ στεφάνους Ὀλυμπικούς τε καὶ Πυθικοὺς καὶ γράμματα ἐν στήλαις καὶ μαρτυρίας ἐγγράφους δήμων καὶ βασιλέων διώκων, ὅπως ἂν ᾖ περίβλεπτος καὶ φανερός, ἀλλʼ εὐσταλής τε καὶ ἄτυφος ὡς οἷόν τε χωρῶν διὰ τοῦ βίου, ταπεινὸς καὶ κεκολασμένος αὐτὸς ὑφʼ αὑτοῦ καὶ τῆς αὑτοῦ διανοίας, οὐθενὸς ἔξωθεν κόσμου προσδεόμενος οὐδὲ ἐπιθέτου τιμῆς οὐδὲ φαλάρων καὶ πτερῶν, ὥσπερ οἱ κακοὶ μισθοφόροι πτερὰ καὶ λόφους ἀναλαβόντες καὶ Γοργόνας ἐπὶ τῶν ἀσπίδων καὶ τοῖς δορατίοις ψοφοῦντες ἔπειτα φεύγουσιν, εἰ μικρὸς καταλάβοι κίνδυνος. οἵους πολλοὺς ἰδεῖν ἔστι τῶν οἰομένων εἶναι μακαρίων, ξεναγούς τινας καὶ δημαγωγοὺς καὶ σοφιστάς, ἐν θεάτροις καὶ παρὰ τοῖς μαθηταῖς καὶ κατὰ σκηνὰς ἐντὸς στρατοπέδου μεγαλαυχουμένους, ὅταν τύχωσιν ὑποπιόντες τῆς μεσημβρίας, Τρώων ἀνθʼ ἑκατόν τε διηκοσίων τε ἕκαστος στήσεσθαι· τοὺς δὲ αὐτοὺς τούτους ἑνὸς ἀνθρώπου κατατρέχοντος καὶ διώκοντος προτροπάδην φεύγοντας, ξύμπαντας οὐ φαινομένους ἐκείνου ἀξίους. ἀλλὰ μὴν οὐδʼ ἡδονάς τινας σίτων ἢ ποτῶν ἢ ἀφροδισίων ἢ γυναικὸς κάλλος ἢ παιδὸς ὥραν τεθαυμακὼς καὶ τούτων ἐπιθυμῶν καὶ μεγάλα ἡγούμενος, εὐδαιμονίζοι ἂν τοὺς τυγχάνοντας αὐτῶν, σατράπας καὶ δυνάστας καὶ νὴ Δία βαναύσους τινὰς καὶ οἰκότριβας, πεπλουτηκότας τοὺς μὲν ἀπὸ τῆς τέχνης, τοὺς δὲ τὰ τῶν δεσποτῶν ὑφαιρουμένους· αὑτὸν δὲ οἰκτείροι τῆς ἀπορίας τε καὶ ἐρημίας τούτων τῶν ἀγαθῶν καὶ ἡγοῖτο οὐ τῶν εὐτυχῶν· διὰ δὲ τοῦτο ἐκείνοις φθονοῖ καὶ ἐπιβουλεύοι πάντα τρόπον καὶ εὔχοιτʼ ἂν ἀπολέσθαι αὐτούς. ἢ καὶ συγχωρήσωμεν τὸν γενναῖον ἄνδρα καὶ μεγαλόφρονα τὸ τῶν κυνῶν τε καὶ ἵππων καὶ ἄλλων θηρίων πεπονθέναι πάθος, ἃ οὐ δύναται κατέχειν ἑτέρων ἐμπιμπλαμένων τε καὶ ὀχευόντων, ἀλλὰ χαλεπαίνει καὶ ἀγανακτεῖ καὶ ὀργίζεται τοῖς ἀπολαύουσι καὶ ἕτοιμα ἐπιπηδᾶν καὶ δάκνειν καὶ κυρίττειν καὶ πάντα τρόπον ἀλλήλοις πολεμεῖν περὶ τῶν ἡδονῶν· κἀκεῖνον οὕτως ἔχειν φῶμεν, ὡς ὁμολογοῦντα τούτων εἶναί τι σπουδαῖον καὶ τὸν Σαρδανάπαλλον ἡγούμενον ζηλωτόν, ὃς ἔφη διατελέσαι τὸν βίον εὐωχούμενός τε καὶ ὑβρίζων μετὰ εὐνούχων καὶ γυναικῶν, καὶ διὰ τοῦτο ζηλοτυπεῖν αὐτὸν τὴν τῶν τράγων τε καὶ ὄνων εὐδαιμονίαν;

— Μὴ γὰρ οὐδὲ εὐσεβὲς ᾖ τὰ τοιαῦτα περὶ τοῦ μετρίου καὶ πεπαιδευμένου διανοηθῆναί ποτε ἀνδρός. —Δ. Οὐκοῦν εἰ μήτε διὰ δόξαν μήτε διὰ χρήματα μήτε διʼ ἡδονὰς βρώσεων ἢ πόσεων ἢ μίξεων αὑτὸν ἢ ἄλλον οἴεται μακάριον μηδὲ ὅλως εἶναί τι τῶν τοιούτων περιμάχητον ἢ τίμιον, οὐκ ἂν διαφέροιτο περὶ αὐτῶν οὐδʼ ἂν φθονήσειεν οὐδενὶ ἐκείνων, οὐ μᾶλλον ἢ τῆς ψάμμου τῆς ἐπὶ τοῖς αἰγιαλοῖς ἢ τῶν κυμάτων τοῦ ψόφου τε καὶ ἤχου τοῖς πρὸς τῇ θαλάττῃ οἰκοῦσιν· οὐδʼ εἴ τῳ χρυσίον αὐτόματον ἐκ τοῦ οὐρανοῦ τὸν κόλπον ἐμπλήσειεν, ὥσπερ τῇ Δανάῃ δή ποτε λέγουσιν ἐν οἰκήματι χαλκῷ φυλαττομένῃ χρυσίον ἐξαίφνης ἄνωθεν εἰσρυῆναι, οὐδὲ εἰ χειμάρρους αὐτῷ ποθεν ἐπέλθοι χρυσὸν πολὺν καὶ ἄθρουν καταφέρων, ὥσπερ ἰλύν· καθάπερ οἶμαί φασι Κροίσῳ πρότερον τὸν Πακτωλὸν διὰ μέσων ἀφικνούμενον Σάρδεων ἕτοιμα χρήματα κομίζειν, πλείω φόρον τε καὶ δασμὸν ἢ ξύμπασα Φρυγία καὶ Λυδία καὶ Μαίονές τε καὶ Μυσοὶ καὶ ξύμπαντες οἱ νεμόμενοι τὴν ἐντὸς Ἅλυος. οὐδέ γε τὸν λαβόντα παρὰ Κροίσου τὴν δωρεὰν ἐκεῖνον Ἀλκμέωνα ἐζήλωσεν οὔτε Σόλων οὔτε ἄλλος οὐδεὶς τῶν τότε σοφῶν ἀνδρῶν, ᾧ φασι τὸν Λυδὸν ἐπιτρέψαι τοὺς θησαυροὺς ἀνοίξαντα φέρειν αὐτὸν ὁπόσον βούλεται τοῦ χρυσοῦ. καὶ τὸν εἰσελθόντα πάνυ ἀνδρείως ἐμφορήσασθαι τῆς βασιλικῆς δωρεᾶς, χιτῶνά τε ποδήρη καταζωσάμενον καὶ τὸν κόλπον ἐμπλήσαντα γυναικεῖον καὶ βαθὺν καὶ τὰ ὑποδήματα ἐξεπίτηδες μεγάλα καὶ κοῖλα ὑποδησάμενον, τέλος δὲ τὴν κόμην διαπάσαντα καὶ τὰ γένεια τῷ ψήγματι καὶ τὸ στόμα ἐμπλήσαντα καὶ τὰς γνάθους ἑκατέρας μόλις ἔξω βαδίζειν, ὥσπερ αὐλοῦντα τὴν τῆς Σεμέλης ὠδῖνα, γέλωτα καὶ θέαν Κροίσῳ παρέχοντα καὶ Λυδοῖς. καὶ ἦν τότε Ἀλκμέων οὐδεμιᾶς ἄξιος δραχμῆς, ὡς εἶχεν ἱστάμενος. οὔτε οὖν ἐπὶ τούτοις, ὡς ἔφην, ζηλοτυπήσειεν ἄν, οὔτε εἴ τινα βλέποι θαυμαζόμενόν τε καὶ ὑμνούμενον ὑπὸ ἀνθρώπων μυρίων ἢ δισμυρίων, εἰ δὲ βούλει, κροτούμενον καὶ ταινιούμενον, κορωνιῶντα καὶ γαυριῶντα, καθάπερ ἵππον ἐπὶ νίκῃ, παραπεμπόμενον ὑπὸ πλειόνων ἢ ὁπόσοι προπέμπουσι τοὺς νυμφίους· αὐτὸς δὲ ἀδοξότερος μὲν εἴη τῶν πτωχῶν, ἐρημότερος δὲ τῶν ἐν ταῖς ὁδοῖς ἐρριμμένων, μηδενὸς δὲ ἀξιούμενος παρὰ μηδενὶ λόγου, καθάπερ Μεγαρέας ποτέ φασι, διὰ τὸ μὴ δύνασθαι θεραπεύειν μηδὲ πρὸς χάριν ὁμιλεῖν, ἅτε αὐστηρὸς ὢν τὴν φύσιν καὶ ἀληθείας φίλος, οὐδὲν ἀποκρυπτόμενος—οὐδὲ οὕτως πείσεται τὸ τῶν κεραμέων τε καὶ τεκτόνων καὶ ἀοιδῶν οὐδὲ καμφθήσεταί ποτε διʼ ἔνδειαν ἢ διʼ ἀτιμίαν οὐδὲ μεταβαλεῖ τὸν αὑτοῦ τρόπον, κόλαξ καὶ γόης ἀντὶ γενναίου καὶ ἀληθοῦς φανείς. καίτοι τί ποτε βούλονται τῶν μακαρίων τινὲς θεραπεύεσθαι πρὸς ἀνθρώπων ἐλευθέρων εἶναι φασκόντων καὶ τοὺς καλουμένους φιλοσόφους ἐπὶ θύραις αὑτῶν ὁρᾶσθαι ταπεινοὺς καὶ ἀτίμους, καθάπερ ἡ Κίρκη ἐβούλετο τὴν οἴκησιν αὐτῆς φυλάττεσθαι ὑπὸ λεόντων δειλῶν καὶ κατεπτηχότων; οὔκουν οὐδὲ ἐκεῖνοι λέοντες ὄντες ἐφύλαττον αὐτήν, ἀλλὰ δύστηνοι ἄνθρωποι καὶ ἀνόητοι, διεφθαρμένοι διὰ τρυφὴν καὶ ἀργίαν. οὐκοῦν ὅταν ἴδῃ τις τῶν φιλοσόφων τινὰ καλουμένων περὶ τὰς αὐλὰς καὶ πρόθυρα σαίνοντα καὶ ταπεινὸν ἐκείνων ἄξιον ἀναμνησθῆναι τῶν λεόντων, κυσὶν ὁμοίων πεινῶσι καὶ δειλοῖς, ὠρυομένων ὀξύτατον, ἅτε ὑπὸ φαρμάκων διεφθαρμένων. ἀλλὰ δή ἐστιν οὐκ οἶδʼ ὁποῖόν τι ἡ τοιαύτη ἐπιθυμία. μυρίοι μὲν γάρ εἰσιν, οἳ ἑκόντες καὶ πάνυ προθύμως θεραπεύουσι τοὺς πλουσίους καὶ δυνατοὺς καὶ μεστὰ πάντα κολάκων ἐστὶ τῶν μετʼ ἐμπειρίας καὶ τέχνης αὐτὸ πραττόντων. ὥστε οὐκ ἀπορίᾳ τοῦδε τοῦ χρήματος ζητοῦσι παρὰ τῶν οὐ πεφυκότων, ἀλλʼ ἔστιν ὅμοιον τοῦτο ἑτέρῳ ἐπιχειρήματι τῶν σφόδρα ἀκολάστων, οἳ γυναικῶν ἀφθόνων οὐσῶν διʼ ὕβριν καὶ παρανομίαν ἐπιθυμοῦσιν ἐκ τῶν ἀνδρῶν γυναῖκας σφίσι γενέσθαι καὶ λαβόντες παῖδας ἐξέτεμον. ὅθεν πολὺ κάκιον καὶ δυστυχέστερον γένος ἐγένετο, ἀσθενέστερον τοῦ γυναικείου καὶ θηλύτερον. ἀλλʼ ὅ γε πρὸς ἀλήθειαν ἀνδρεῖος καὶ μεγαλόφρων οὐκ ἄν ποτε πάθοι τοιοῦτον οὐδὲν οὐδʼ ἂν πρόοιτο τὴν ἐλευθερίαν τὴν αὑτοῦ καὶ τὴν παρρησίαν τιμῆς τινος ἀτίμου χάριν ἢ δυνάμεως ἢ χρημάτων, οὐδʼ ἂν φθονοῖ τοῖς μεταβαλλομένοις τε καὶ μεταμφιεννυμένοις ἐπὶ τοιαύταις δωρεαῖς, ἀλλʼ ἡγοῖτʼ ἂν ὁμοίους τοῖς μεταβάλλουσιν ἐξ ἀνθρώπων εἰς ὄφεις ἢ ἄλλα θηρία· ἐκείνους μὲν οὐ ζηλῶν οὐδὲ βασκαίνων αὐτοῖς τῆς τρυφῆς, ἀλλὰ τοὐναντίον ὀλοφυρόμενος καὶ ἐλεῶν, ὅταν ἐπὶ δώροις, ὥσπερ οἱ παῖδες, ἀποκείρωνται, καὶ ταῦτα τὰς πολιάς· αὐτὸς δὲ τὸ καθʼ αὑτὸν πειράσεται διαφυλάττειν εὐσχημόνως καὶ βεβαίως, μηδέποτε λείπων τὴν αὑτοῦ τάξιν, ἀρετὴν δὲ καὶ σωφροσύνην τιμῶν ἀεὶ καὶ αὔξων καὶ πάντας ἐπὶ ταῦτα ἄγων, τὰ μὲν πείθων καὶ παρακαλῶν, τὰ δὲ λοιδορούμενος καὶ ὀνειδίζων, εἴ τινα δύναιτο ἐξελέσθαι ἀφροσύνης καὶ φαύλων ἐπιθυμιῶν καὶ ἀκρασίας καὶ τρυφῆς, ἰδίᾳ ἕκαστον ἀπολαμβάνων καὶ ἀθρόους νουθετῶν, ὁσάκις ἂν καιροῦ τύχῃ τινός, ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι, μέχρι ἂν οἶμαι διέλθῃ τὸν βίον κηδόμενος ἀνθρώπων, οὐ βοῶν οὐδὲ ἵππων οὐδὲ καμήλων τε καὶ οἰκημάτων, ὑγιὴς μὲν ἐν λόγοις, ὑγιὴς δὲ ἐν ἔργοις, ἀβλαβὴς μὲν συνοδοιπόρος ὅτῳ γένοιτο ἢ σύμπλους, ἀγαθὸς δὲ σύμβολος θύουσι φανείς, οὐ στάσιν ἐγείρων οὐδὲ πλεονεξίαν οὐδὲ ἔριδας καὶ φθόνους καὶ αἰσχρὰ κέρδη, σωφροσύνης δὲ ὑπομιμνήσκων καὶ δικαιοσύνης καὶ ὁμόνοιαν αὔξων, ἀπληστίαν δὲ καὶ ἀναίδειαν καὶ μαλακίαν ἐξελαύνων ὅσον δυνατόν, πολὺ τῶν σπονδοφόρων καὶ τῶν κηρύκων τῶν ἐν τοῖς πολέμοις ἐκεχειρίας κομιζόντων ἱερώτερος. βούλεται μὲν οὖν καὶ προθυμεῖται καθʼ ὅσον οἷός τέ ἐστι βοηθεῖν ἅπασιν· ἡττᾶται δʼ ἑτέρων ἐνίοτε ἀνθρώπων καὶ ἐπιτηδευμάτων καὶ οὐδὲν ἢ μικρὸν ἰσχύει παντελῶς. λοιπὸν δὲ τὴν αὑτοῦ διάνοιαν καθαίρει τῷ λόγῳ καὶ πειρᾶται παρέχειν ἀδούλευτον, πολὺ μᾶλλον περὶ τῆς ἐλευθερίας μαχόμενος ἡδοναῖς τε καὶ δόξαις καὶ ἀνθρώποις ἅπασι μετʼ ὀλίγων τῶν βουλομένων ἢ Λακεδαιμόνιοί ποτε τὰ στενὰ καταλαβόντες ἐμάχοντο πρὸς ἅπαντας τοὺς ἐκ τῆς Ἀσίας, ὀλίγοι τὸν ἀριθμὸν ὄντες, τρεῖς ἐφεξῆς νύκτας τε καὶ ἡμέρας, μέχρι κυκλωθέντες διʼ ἑνὸς ἀνδρὸς προδοσίαν ἐν ταὐτῷ μένοντες κατεκόπησαν· τὸ δὲ σῶμα ἀσκῶν καὶ συνεθίζων κατὰ τὴν ἑαυτοῦ δύναμιν πονεῖν, οὐκ ἐᾷ θρύπτεσθαι λουτροῖς τε καὶ ἀλείμμασι καὶ μύροις, μέχρι ἂν γένηται μαλακώτερον καὶ σαθρότερον, ὥσπερ κακὸν σκεῦος. ταῦτα δὲ ὁρῶντες ἔνιοι διʼ εὐήθειαν αὐτὸν ἐπιτηδεύειν καὶ ἀφροσύνην φασί, τὸ πλουτεῖν ἐάσαντα καὶ τὸ τιμᾶσθαι καὶ τὸ διὰ παντὸς ἥδεσθαι, καὶ καταφρονοῦσι καὶ μαίνεσθαι νομίζουσι καὶ ἀτιμάζουσιν. ὁ δὲ οὐκ ὀργίζεται πρὸς αὐτοὺς οὐδʼ ἔχει χαλεπῶς, ἀλλʼ ἔστιν οἶμαι καὶ πατρὸς εὐνούστερος ἑκάστῳ καὶ ἀδελφῶν καὶ φίλων, καὶ δὴ καὶ τοὺς πολίτας τοὺς αὑτοῦ καὶ φίλους καὶ συγγενεῖς αἰδούμενος μέν, οὐκ ἀποκρυπτόμενος δὲ νουθετεῖ τοσούτῳ μᾶλλον ὅσον τῶν ἄλλων οἰκειοτέρους τε καὶ ἀναγκαιοτέρους νενόμικεν, ὡς οἷόν τε ἐπιτείνας τοὺς λόγους καὶ σφοδροτέραν τὴν νουθεσίαν καὶ παρακέλευσιν ποιούμενος, αὑτῷ τε κἀκείνοις. οὐδὲ γὰρ ἰατρός, ὅτῳ ἀνάγκη πατέρα ἢ μητέρα ἢ τοὺς ἑαυτοῦ παῖδας ἰᾶσθαι νοσοῦντας ἢ καὶ αὑτὸν διὰ σπάνιν τε καὶ ἐρημίαν ἄλλων ἰατρῶν, εἰ δέοι τέμνειν ἢ καίειν, ὅτι φιλεῖ τὰ τέκνα καὶ τὸν πατέρα αἰσχύνεται καὶ τὴν μητέρα, διὰ τοῦτο ἀμβλυτέρῳ τῷ σιδήρῳ τέμοι ἂν καὶ χλιαρωτέρῳ τῷ πυρὶ καίοι, τοὐναντίον δὲ ὡς οἷόν τε ἰσχύοντι καὶ ἀκμαίῳ. τὸν γοῦν Ἡρακλέα φασίν, ἐπειδὴ οὐκ ἐδύνατο ἰάσασθαι τὸ σῶμα ὑπὸ νόσου δεινῆς κατεχόμενον, τοὺς υἱοὺς καλέσαι πρώτους κελεύοντα ὑποπρῆσαι λαμπροτάτῳ πυρί· τῶν δὲ ὀκνούντων καὶ ἀποστρεφομένων, λοιδορεῖν αὐτοὺς ὡς μαλακούς τε καὶ ἀναξίους αὑτοῦ καὶ τῇ μητρὶ μᾶλλον ἐοικότας, λέγοντα, ὡς ὁ ποιητής φησι, ποῖ μεταστρέφεσθʼ, ὦ κακοὶ καὶ ἀνάξιοι τῆς ἐμῆς σπορᾶς, Αἰτωλίδος ἀγάλματα μητρός; οὐκοῦν αὑτῷ πρώτῳ χρὴ καὶ τοῖς φιλτάτοις καὶ ἐγγυτάτω μετὰ πλείστης παρρησίας τε καὶ ἐλευθερίας προσφέρεσθαι, μηδὲν ἀποκνοῦντα μηδὲ ὑφιέμενον ἐν τοῖς λόγοις. πολὺ γὰρ χεῖρον διεφθαρμένου σώματος καὶ νοσοῦντος ψυχὴ διεφθαρμένη, μὰ Δία οὐχ ὑπὸ φαρμάκων χριστῶν ἢ ποτῶν οὐδὲ ὑπὸ ἰοῦ τινος διεσθίοντος, ἀλλʼ ὑπό τε ἀγνοίας καὶ πονηρίας καὶ ὕβρεως καὶ φθόνου δὴ καὶ λύπης καὶ μυρίων ἐπιθυμιῶν. τοῦτο τὸ νόσημα καὶ τὸ πάθος χαλεπώτερον ἐκείνου καὶ πολὺ μείζονος καὶ λαμπροτέρου δεόμενον ἐμπρησμοῦ· ἐφʼ ἣν ἴασιν καὶ ἀπόλυσιν χρὴ παρακαλεῖν ἀπροφασίστως καὶ πατέρα καὶ υἱὸν καὶ ξυγγενῆ καὶ ἀλλότριον καὶ πολίτην καὶ ξένον.