eul_wid: okq-as
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Orations: Oration 16 (On Distress) by Dio Chrysostom of Prusa

Why do people stay enslaved to distress when it only torments them, and even add black clothes, clasped hands and low seats to keep it alive? Dio urges a mind hardened against fortune, as bare feet are toughened by rough roads. Jason, anointed with Medea's drug, passed the dragon and the fire-breathing bulls unharmed: that drug, he says, is wisdom, and without it everything is fire and sleepless dragons.

Part of Orations

ΠΕΡΙ ΛΥΠΗΣ

Τὸ μὲν ὑφʼ ἡδονῆς κρατεῖσθαι τοὺς πολλοὺς αἰτίαν ἴσως ἔχει· κηλούμενοι γὰρ καὶ γοητευόμενοι παρὰ ταύτῃ μένουσι· τὸ δὲ λύπῃ δεδουλῶσθαι παντελῶς ἄλογον καὶ θαυμαστόν. ὀδυνώμενοι γὰρ καὶ βασανιζόμενοι τῇ χαλεπωτάτῃ πασῶν βασάνῳ μένομεν ἐν αὐτῇ καὶ τὸν λόγον τὸν ἐλευθεροῦντα ἡμᾶς καὶ ἀπαλλάσσοντα τῆς ἀλγηδόνος οὐ προσιέμεθα. καίτοι τί μὲν ταπεινότερον ἀνδρὸς λυπουμένου; τί δὲ οὕτως αἰσχρὸν θέαμα; καθικνεῖται γὰρ οἶμαι καὶ τοῦ σώματος τὸ πάθος καὶ τοῦτο συστέλλει καὶ σκυθρωπὸν καὶ δυσειδὲς ὀφθῆναι παρέχει. τὸ δὲ μὴ μόνον εἴκειν τῇ φορᾷ τῆς διανοίας, ἀλλὰ καὶ προσμηχανᾶσθαί τινα ἔξωθεν, οἷον μέλαιναν ἐσθῆτα καὶ συμπλοκὰς χειρῶν καὶ ταπεινὰς καθέδρας, ὡς ὑπὸ τούτων πάντων ἀναγκάζεσθαι τρόπον τινὰ τὴν διάνοιαν μηδέποτε ἀφίστασθαι τῆς λύπης, ἀλλʼ ἀεὶ μνημονεύειν καὶ λυπεῖσθαι, διεγνωκότας δὴ ἔσεσθαί τινα ἀπαλλαγὴν τούτου καὶ μὴ πάντως ἀεὶ φαίνεσθαί τινα αἰτίαν τοῦ πάθους, οὐχὶ σφόδρα εὔηθες; ἢ γὰρ προσήκοντος θάνατος λυπεῖ ἢ νόσος ἐκείνων τινὸς ἢ καὶ αὐτοῦ· πρὸς δὲ τούτοις ἀδοξία, χρημάτων ἀποβολή, τὸ μὴ περᾶναί τι τῶν προκειμένων ἢ παρὰ τὸ δέον, ἀσχολία, κίνδυνος, μυρία ὅσα συμβαίνει κατὰ τὸν βίον, καὶ σχεδὸν ἀνάγκη τούτων ἀεί τι παρεῖναι· τὸ δὲ τελευταῖον, ἂν ἄρα γίγνηται χρόνος, ἐν ᾧ μηδὲν ἀπαντᾷ δύσκολον, ἀλλά τοι τὸ προσδοκᾶν αὐτὰ καὶ γιγνώσκειν ὡς δυνατόν ἐστι συμβῆναι, καθάψεται τῆς γνώμης τῶν οὕτως διακειμένων. οὔκουν καθʼ ἕκαστον αὐτῶν δεῖ ποιεῖσθαι τὴν παραμυθίαν — ἀνήνυτον γὰρ τὸ πρᾶγμα καὶ … λυπηρός ἐστιν ὁ βίος —, ἀλλὰ ὅλως ἐξελόντα τῆς ψυχῆς τὸ πάθος καὶ τοῦτο κρίναντα βεβαίως, ὅτι μὴ λυπητέον ἐστὶ περὶ μηδενὸς τῷ νοῦν ἔχοντι, τὸ λοιπὸν ἐλευθεριάζειν, καὶ πάντων ἄδεια τῶν δυσχερῶν ἔσται. οὐδὲν γάρ ἐστιν αὐτὸ δεινόν, ἀλλὰ ὑπὸ τῆς δόξης καὶ τῆς ἀσθενείας τῆς ἡμετέρας γίγνεται τοιοῦτον. οἱ γοῦν πολλοί, ἐὰν γένηταί τι τῶν νομιζομένων ἀτόπων, ἀεὶ τούτου μνημονεύουσι, δυσχεροῦς οὔσης τῆς μνήμης, ὅμοιον δή τι πάσχοντες τοῖς παιδίοις. καὶ γὰρ ἐκεῖνα τοῦ πυρὸς ἅψασθαι προθυμεῖται, καίτοι σφόδρα ἀλγοῦντα, κἂν ἀφῇς, ἅψεται πάλιν. ὥσπερ οὖν τοῖς εἰς πόλεμον ἐξιοῦσιν οὐδέν ἐστιν ὄφελος, ἂν γυμνοὶ προελθόντες ἔπειτα ἕκαστον τῶν φερομένων βελῶν ἐκκλίνειν ἐθέλωσιν — οὐ γὰρ ἔνι φυλάττεσθαι πάντα —, δεῖ δὲ θώρακος στερεοῦ καὶ τῆς ἄλλης πανοπλίας, ὥστε, κἂν ἐμπέσῃ τι, μὴ διικνεῖσθαι, τὸν αὐτὸν τρόπον καὶ τοῖς εἰς τὸν βίον προελθοῦσιν οὐχ οἷόν τε ἐκκλίνειν οὐδὲ φυλάττεσθαι ὥστε ὑπὸ μηδενὸς παίεσθαι τῶν ἐκ τῆς τύχης, μυρίων ἐφʼ ἕκαστον φερομένων, ἀλλὰ διανοίας ἰσχυρᾶς ἐστιν ἡ χρεία, μάλιστα μὲν ἀτρώτου καὶ πρὸς μηδὲν εἰκούσης, εἰ δὲ μή, μή γε ῥᾳδίως μηδὲ ὑπὸ τοῦ τυχόντος τιτρωσκομένης· ἐπεὶ πολλάκις ἀνάγκη κεντεῖσθαι καὶ μυρία τραύματα λαμβάνειν. καὶ γὰρ οἱ τοὺς πόδας ἔχοντες ἁπαλοὺς καὶ παντελῶς ἀτρίπτους, ἔπειτα γυμνοῖς αὐτοῖς βαδίζοντες, οὐδέποτε τοιαύτην εὑρήσουσιν ὁδὸν ὥστε μὴ νύττεσθαι μηδὲ ἀλγεῖν, ἀλλὰ καὶ τὸ τυχὸν αὐτῶν ἅπτεται· τοῖς δὲ ἠσκηκόσιν οὐδὲ ἡ πάνυ τραχεῖα χαλεπή.

τοσούτων οὖν δυσκόλων ὄντων ἀπὸ τοῦ σώματος ἀρξαμένοις, τί δεῖ προσδοκᾶν ἢ πῶς ἔνεστιν ἑκάστου τούτων αἰσθανόμενον καὶ ῥᾳδίως ἐνδιδόντα μὴ κακοδαιμονέστατον ἁπάντων εἶναι, ἀεὶ προσευχόμενον τοῖς θεοῖς ὅπως μὴ τοῦτο μηδὲ τοῦτο συμβῇ· καθάπερ εἴ τις ἐν ὄμβρῳ πορευόμενος σκέπασμα μὲν ἔχοι μηδέν, εὔχοιτο δὲ μόνον ἕκαστον τῶν σταλαγμῶν διαφυγεῖν — πολὺ γοῦν τῶν σταλαγμῶν συνεχέστερά ἐστι τὰ δυσχερῆ τὰ παρὰ τῆς τύχης — ἢ νὴ Δία εἴ τις πλέων ἀντὶ τοῦ τοῖς οἴαξι προσέχειν καὶ τὸ προσπῖπτον δέχεσθαι καλῶς εὔχοιτο μηδὲν τῶν κυμάτων κατὰ τὴν ναῦν γενέσθαι. φέρε γάρ, ὦ μάταιε, κἂν πάντα σοι τἄλλα ἔχῃ κατὰ τρόπον, ἀλλὰ τοῦ γε εἰς τὴν ἐπιοῦσαν ἡμέραν βιώσεσθαι τίνα ἔχεις πίστιν καὶ μὴ μεταξὺ πάντων ἀθρόως ἀφαιρεθῆναι τῶν δοκούντων ἀγαθῶν; οὐκοῦν σε περὶ τούτου πρώτου προσήκει λυπεῖσθαι καὶ δεδιέναι τὴν ἀδηλότητα τοῦ πράγματος. ἂν δὲ ἐκεῖνο ἐννοηθῇς ὅτι μηδεὶς ὅλως ἐστὶ τοῦ βίου κύριος, ἀλλὰ πάντες οἱ μακάριοι καὶ λίαν εὐδαίμονες δόξαντες εἶναι τεθνήκασι καὶ σοὶ πάρεστιν ἤδη τοῦτο τὸ πέρας, κἂν ἐπὶ πλεῖστον ἔλθῃς τοῦ βίου, πολὺν λῆρον ἡγήσῃ καὶ μεγάλην εὐήθειαν τὸ νομίζειν ὅλως τι δεινὸν εἶναι τῶν γιγνομένων ἢ μέγα ἢ θαυμαστόν, δίχα γε ἑνὸς τοῦ χωρὶς λύπης καὶ φόβου καὶ τῶν τοιούτων παθῶν μίαν γοῦν ἡμέραν διαγαγεῖν. τὸν Ἰάσονά φασι χρισάμενον δυνάμει τινί, λαβόντα παρὰ τῆς Μηδείας, ἔπειτα οἶμαι μήτε παρὰ τοῦ δράκοντος μηδὲν παθεῖν μήτε ὑπὸ τῶν ταύρων τῶν τὸ πῦρ ἀναπνεόντων. ταύτην οὖν δεῖ κτήσασθαι τὴν δύναμιν παρὰ τῆς Μηδείας, τουτέστι τῆς φρονήσεως, λαβόντα, καὶ τὸ λοιπὸν ἁπάντων καταφρονεῖν. εἰ δὲ μή, πάντα πῦρ ἡμῖν καὶ πάντα ἄϋπνοι δράκοντες.

καίτοι τῶν λυπουμένων ἕκαστος αὑτῷ τὸ συμβεβηκός φησιν εἶναι δεινότατον καὶ μάλιστα ἄξιον λύπης· καὶ γὰρ τῶν φερόντων ἕκαστος, ὃ φέρει, τοῦτʼ εἶναι δοκεῖ βαρύτατον. ἔστι δὲ ἀσθενοῦς τοῦτο καὶ φαύλου σώματος· τὸ γὰρ αὐτὸ ἕτερος λαβὼν ἂν ἰσχυρότερος ῥᾳδίως οἴσει.