eul_wid: vky-as
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on Demosthenes: On the Crown (For Ctesiphon) by Demosthenes Scholia

The opening petition of On the Crown, to all the gods and goddesses, is read as a bid for goodwill modelled on a line of Homer. The notes follow Demosthenes' answer to Aeschines on the war with Philip, including the ships Philip seized and later returned, and observe how he evades the charge because Philip's letter never named him. Late glosses treat Aeschines as a schoolteacher, the funeral feast and a proverb about riding at anchor.

Part of Scholia on Demosthenes

ΥΠΕΡ ΚΤΗΣΙΦΩΝΤΟΣ ΠΕΡΙ ΤΟΥ ΣΤΕΦΑΝΟΥ

πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις τὸ προοίμιον ὡς ἀπολογουμένου, ἐξ εὐνοίας λαμβανόμενον.

τὸ πρῶτον προοίμιον εὐκτικόν τέ ἐστι καὶ κατὰ μερισμὸν εἰσαχθὲν παρασκευάζει τὴν εὔνοιαν.

περιβολὴ δὲ τοῦ προοιμίου τῷ διπλασιασμῷ τῶν ὀνομάτων.

εὐκτικὸν τὸ προοίμιον, ἐπειδήπερ περὶ εὐνοίας καὶ αἰτήσεως στεφάνου ὁ πᾶς ἐστιν ἀγών.

πρῶτον ... πάσαις οὐκοῦν τὸ πρῶτον προοίμιον εὐκτικόν ἐστιν καὶ κατὰ μερισμὸν εἰσαχθὲν παρασκευάζει τὴν εὔνοιαν, ἧς μάλιστα ἐν τῷ παρόντι δεόμεθα. Ὁμηρικῷ δὲ εἴρηται ζήλῳ «κέκλυτέ μευ πάντες τε θεοὶ πᾶσαί τε θέαιναι», καὶ δὴ καὶ ἔμφασιν ἔχει τοῦ τῇ εὐνοίᾳ θαρρεῖν. οὐ γὰρ ἂν ὅλον ἐπεκαλεῖτο τὸ τῶν θεῶν γένος, εἰ μὴ οὕτω διέκειτο. τὸ δὲ «διατελῶ» εἴληπται μὲν ἀπὸ τοῦ ψηφίσματος, δηλοῖ δὲ ὅτι συνεβίωσε τῇ εὐνοίᾳ καὶ ἀεὶ αὐτῆς μέλεται καὶ πρότερον ἀφήσει τὴν ψυχὴν ἢ τὴν τοιαύτην διάνοιαν.

ἰστέον γὰρ ὡς ὅτι κατασκευὴν οὐκ ἐποιήσατο αὐτοῦ, ἵνα ὡς ὡμολογημένην δείξῃ τὴν εὔνοιαν ἣν ἔχει εἰς τὴν πόλιν.

τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν τάχα γὰρ δύναταί τις ὁμοῦ μὲν τὴν πόλιν φιλεῖν, μισεῖν δὲ ἰδίᾳ τινάς, ὡς ἐπὶ Τίμαρχον τὸν νοῦν ἀναφέρεσθαι, ᾧ ἐπολέμησεν ὁ Αἰσχίνης.

τοσαύτην ὑπάρξαι μοι ὅρα ὅπως οὐ τὸ πλεῖον ἀπαιτεῖ, ἀλλʼ ὡς ἀρκοῦσαν τὴν ἰδίαν εὔχεται λαβεῖν.

ἔπειθʼ ὅπερ ἐστὶ τὸ αὐτό ἐστι τῷ κατὰ μερισμόν· ἀκατάσκευος δὲ ἀναγκαίως ἡ πρότασις, ἐπειδὴ ἅπερ ὁμολογούμενα καὶ φανερὰ οὐ δεῖται, οὐ δεῖται κατασκευῆς. ὁ δὲ νοῦς ἐπάγεται τοὺς δικαστὰς πλέον εἰς οἰκειότητα· φαίνεται γὰρ οὐχ ἑαυτοῦ μόνον, ἀλλὰ καὶ αὐτῶν τὴν ἴσην φροντίδα ποιούμενος.

τὸ «ἔπειτα» ἐνταῦθα ἰσοδυναμεῖ τῷ «δὲ» συνδέσμῳ, ἵνα πάλιν μὴ ζήτησις γένηται, διὰ τί εἰπὼν τὸν «μὲν» οὐκ ἐπήγαγε τὸν «δέ».

καὶ τῆς ὑμετέρας εὐσεβείας τε καὶ δόξης εὐσεβείας μὲν τῶν ὅρκων, δόξης δὲ τῆς εἰς πάντας ἀνθρώπους.

μὴ τὸν ἀντίδικον σύμβουλον θέσις ἐγγὺς κειμένη τὸ ἄτοπον τῶν ὀνομάτων βιάζεται· ὁ μὲν γὰρ ἀντίδικος πολέμιος, ὁ δὲ σύμβουλος προσφιλής. εἴρηκε δὲ ταῦτα, ἐπειδὴ ὁ Αἰσχίνης ἔλεγε, «Κτησιφῶντος κατηγορῶ· τί. σαυτὸν ἐμβάλλεις εἰς μέσον, Δημόσθενες; μὴ ἐᾶτε αὐτὸν παρακῦψαι εἰς τὸ δικαστήριον. ἐὰν δʼ ἄρα ἐπιτρέπητε αὐτῷ φθέγγεσθαι, τοιᾷδε κεχρήσθω τῇ τάξει τοῦ λόγου ὡς αὐτὸς ὑπάρχει.»

τῇ τάξει τῶν κεφαλαίων φησίν.

πολλὰ μὲν οὖν δεύτερον προοίμιον.

πολλὰ μὲν οὖν ἔγωγε ἐλαττοῦμαι καὶ τὸ δεύτερον τοῦτο προοίμιον εὔνοιαν κατορθοῖ, ἡ δὲ μεταχείρισις διάφορος. τὸ μὲν γὰρ πρῶτον μεστόν ἐστιν ἀξιώματος· δοκεῖ γὰρ διδόναι πλεῖον ἢ αἰτεῖν ἐν ἐκείνῳ· ἐν τούτῳ δὲ καὶ ὡς δεόμενος ἐκ ταπεινώσεως ἐργάζεται. τὸ δὲ «ἐλαττοῦμαι» κατὰ πρόσωπον, οὐ κατὰ τὴν ὑπόθεσιν.

τῆς παρʼ ὑμῶν εὐνοίας διαμαρτεῖν ἀντὶ «τοῦ στεφάνου» χρησίμως τὴν εὔνοιαν εἴρηκεν, ὡς χρῄζων αὐτῆς.

ἐβούλετο εἰπεῖν «τοῦ στεφάνου»· ἀλλʼ ἐπειδὴ ἐπαχθὲς ἦν τοῦτο, ἐπὶ τὴν εὔνοιαν τῆς πόλεως μετήνεγκε τὴν λέξιν.

μὴ ἑλεῖν ἀντὶ τοῦ μὴ νικῆσαι.

ἀλλʼ ἐμοὶ μέν, οὐ βούλομαι δὲ δυσχερὲς εἰπεῖν τὸ σχῆμα ἀποσιώπησις.

ἀλλʼ ... εἰπεῖν τὸ σχῆμα ἀποσιώπησις, τὸ μὲν ἵνα μὴ βλάσφημα λέγῃ ἐν ἀρχῇ τοῦ λόγου, τὸ δὲ ἵνα ὑπόνοιαν πλείονα τῷ ἀκροατῇ παρεμβάλῃ σιωπήσας τὴν ῥῆσιν.

οὗτος δʼ ἐκ περιουσίας μου κατηγορεῖ ἢ ὅτι πλοῦτον ἔχει πολύν, τοῦ Φιλίππου δόντος καὶ Ἀλεξάνδρου, καὶ οὐ πάνυ φοβεῖται κἂν ἡττηθῇ· εὐπορεῖ γὰρ ὥστε δοῦναι τὰς χιλίας. ἢ ὅτι οὐκ ἔστιν ἴσον τοῦτον μὲν ἐκ περιουσίας κατηγοροῦντα μὴ νικῆσαι — ἐξῆν γὰρ αὐτῷ τὴν ἡσυχίαν ἄγειν —, κἀμὲ κατʼ ἀνάγκην ἀπολογεῖσθαι· οὐ γὰρ ἔξεστί μοι σιωπᾶν. τινὲς γὰρ τὸ «ἐκ περιουσίας» ἐκ περιττοῦ ἁπλῶς ἡρμήνευσαν· περιττὸν γάρ, φησίν, ἐμοῦ μάτην καθάπτεσθαι καὶ κατηγορεῖν.

ἕτερον δʼ, ὃ φύσει πᾶσιν ἀνθρώποις παραμυθεῖται τοὺς δικαστάς, τῇ κοινότητι τοῦ πάθους τὴν συγγνώμην μνηστεύων.

κἂν μὲν εὐλαβούμενος τοῦτο εἰς σκέψιν ἀπορῶν ἄγει τὸ πρᾶγμα καὶ μόνον οὐ λέγει «τί ποιήσομεν; εἰ ἀνάγκῃ ἀποληφθεὶς φεύγω τὸ λέγειν περὶ ἐμαυτοῦ — ἠθικώτατα γὰρ οὐκ εἶπεν “ἐπαινεῖν ἐμαυτόν”, ἀλλὰ “λέγειν” ἁπλῶς —, τί τὸ συμβαῖνον; ἁλώσομαι τῇ σιωπῇ καὶ δόξει μὲν ἐψεῦσθαι Κτησιφῶν, ἐγὼ δὲ οὐχὶ ἕξω διʼ ὅπερ τιμηθήσομαι λέγειν.»

ἐφʼ οἷς ὧν ἕνεκα.

καὶ πεπολίτευμαι βαδίζω ὅτι οὐκ ἔδει ἐν τοῖς προοιμίοις τροπικῇ εὐθὺς χρήσασθαι λέξει. λέγομεν ὅτι οὐδὲν ἄτοπον, ὁπότε καὶ Αἰσχίνης ἐχρήσατο ἐν τῷ πρώτῳ προοιμίῳ παρασκευὴν εἰπὼν καὶ παράταξιν. ὁ δὲ ῥήτωρ ἐνταῦθα οὐκ εἶπε ταύτην ἐν πρώτῳ προοιμίῳ, ἀλλʼ ἐν τελευταίοις τοῦ δευτέρου.

καὶ ... βαδίζω τινὲς ἐμέμψαντο ὡς τροπικὴν ἐν προοιμίοις οὐ καλῶς κειμένην τὴν λέξιν. ἀλλʼ οὔτε ἐν πρώτῳ προοιμίῳ ἐστίν, ἀλλʼ ἐν τελευταίοις τοῦ δευτέρου, οὔτε ἀπεξενωμένη καὶ ἀπόκριτος, ὡς Αἰσχίνης ἐχρήσατο ἐν τῷ προοιμίῳ παρασκευὴν εἰπὼν καὶ παράταξιν, ἀλλὰ προσεχῶς μᾶλλον ἁρμόττουσα. εἰ γὰρ δὴ οἶμος ἡ ὁδός ἐστι καὶ τὸ προοίμιον ὡς ὁδὸς τοῦ παντὸς λόγου, οὕτω κέχρηται οὐκ ἀλλότριον ὡς πρὸς ὁδὸν τὸ «βαδίζειν».

πειράσομαι μὲν οὖν ἡ ἀπόδοσις.

σημείωσαι, τοῦ θεολόγου.

οἶμαι δʼ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι τρίτον προοίμιον.

οἶμαι ... Ἀθηναῖοι τὸ τρίτον προοίμιον ἐργαζόμενος πάντας τῆς αὐτοῦ γνώμης γενέσθαι παρασκευάζει, ἵνα ἕκαστος μὴ ὡς ἀνόητος δοκῇ. συνετῶς δὲ οὐ πάνυ χωρίζει τὸν Κτησιφῶντα, ἀλλὰ τὸ ἴσον τοῦ ἀγῶνος πρὸς αὐτὸν μερίζεται.

πάντων κατασκευὴ τοῦ προοιμίου.

περὶ τούτων ἡ ἀπόδοσις.

ἀξιῶ καὶ δέομαι πάντων κρᾶσις ἀξιώματος καὶ οἴκτου γεγένηται. τὸ μὲν «ἀξιῶ» τὸ «δίκαιον νομίζω» ὑπολάβοι ἄν τις, τὸ δὲ «δέομαι» σαφῶς τὸ «ἱκετεύω» δηλοῖ, ὥστε διὰ μὲν τοῦ «ἀξιῶ» φυλάττει τὸ φρόνημα, διὰ δὲ τοῦ «δέομαι» θηρεύει τὸν ἔλεον.

ἀπολογουμένου τί οὖν, ὅτι οὐ καλῶς συγκρίνεις τὸ δίκαιον;

ὥσπερ οἱ νόμοι κελεύουσιν οἷς οὐδεὶς ἂν μαχέσαιτο καὶ ἀντείποι ὅτι διεσφάλησαν. εἰπὼν δὲ περὶ τῶν νόμων τῇ προσηγορίᾳ τοῦ Σόλωνος τοῦ τεθεικότος αὔξει καὶ πρεσβεύει τοὺς νόμους.

οὐκ ἀπιστῶν ὑμῖν, ὥς γʼ ἐμοὶ φαίνεται ἀρρήτῳ τέχνῃ τὸ δοκοῦν ἀληθὲς εἰς τὸ ἑαυτῷ δοκοῦν μετεβίβασεν· οὐ γὰρ ἀπιστῶν, φησίν, ὑμῖν, ἀλλʼ ὡς δεδιώς, μὴ ἐπιορκήσητε προκατασχεθέντες ταῖς τοῦ κατηγόρου διαβολαῖς.

οὐκ ἔνι τῷ φεύγοντι παρελθεῖν προσφόρως εἶπε τὸ «παρελθεῖν», ὡς ἐπὶ δρομέων λαβών. οὐ γὰρ ὁ προδραμὼν καὶ φθάσας νικῆσαι δίκαιος, ἀλλʼ ὁ δεύτερος ἐπελθὼν καὶ παρελθεῖν δυνάμενος· εἴη δʼ ἂν οὗτος ὁ φεύγων.

μέλλων δὲ τοῦ τε ἰδίου βίου παντὸς προοίμιον τέταρτον.

τοῦτο οὐ τοῦ παντὸς λόγου, ἀλλὰ τοῦ κεφαλαίου προοίμιον· μέλλων γὰρ εἰσβάλλειν εἰς τὸ κεφάλαιον τὸ ὅτι οὐ δύσνους, εἰκότως εὔνοιαν πάλιν αἰτεῖ δοθῆναι αὑτῷ, ἵνα πείσῃ τοὺς δικαστὰς ὅτι θαρρεῖ ταύτῃ.

μέλλων ... παντὸς οἱ περὶ Ἐπιφάνιον καὶ Γενέθλιόν φασιν αὐτὸ τέταρτον προοίμιον· ἓξ γὰρ λέγουσιν εἶναι προοίμια τοῦ λόγου τούτου, τρία μὲν ὑπὲρ ἑαυτοῦ σκηψαμένου τοῦ ῥήτορος, τρία δὲ ὡς ὑπὲρ Κτησιφῶντος βραχέα.

μέλλων ... παντὸς προοιμιακὸν ἐννόημα εἰς τοὺς ἀγῶνας εἰσβάλλον, ἀλλʼ οὐ σαφῶς προοίμιον, ὡς δηλοῖ καὶ τὸ σχῆμα τοῦ λόγου· τὸ γὰρ «μέλλων» δηλοῖ τὸν ἐπιχειρήσοντα καὶ εἰσιόντα εἰς τοὺς ἀγῶνας. προοίμια γὰρ τέσσαρα εἶναι ἀδύνατον, κἂν μανῶσιν οἱ λέγοντες.

ὡς ἔοικε, λόγον διδόναι τήμερον σχετλιάζει πάλιν ἐπὶ τῇ ἐπηρείᾳ τοῦ ἀγῶνος. τοιοῦτο γάρ ἐστι τὸ «ὡς ἔοικεν», οὐκ οἶδα ὅπως εἰς τὴν ἀνάγκην ταύτην, ὡς ὁρᾶτε, κατακέκλεισμαι. ἰστέον δʼ ὡς ἐν μὲν τῷ πρώτῳ προοιμίῳ ἀπαιτεῖ δοθῆναι αὑτῷ ἄδειαν ἀπολογεῖσθαι ὡς βούλεται, ἐνταῦθα δὲ ὑπὲρ ὅλης τῆς πολιτείας παρακαλεῖ. κἀκεῖνο δὲ θαυμάσαι ἄξιον τοῦ ῥήτορος — ἐπῆλθε γάρ μοι καὶ τοῦτο —, ὅτι αὐτὸς μὲν πᾶσι τοῖς δικασταῖς καὶ πάσῃ τῇ πόλει δοθῆναι παρὰ τῶν θεῶν τὴν εὔνοιαν εὔχεται, αὐτὸς δὲ παρʼ αὐτῶν εἰς μέσον τὸν ἀγῶνα αἰτεῖ τὴν εὔνοιαν.

καθάπερ ἐν ἀρχῇ ἰστέον ὅτι τῇ ταυτότητι ἐχρήσατο τοῦ ἐπιχειρήματος τοῦ ἐν τῷ πρώτῳ προοιμίῳ. εἴωθε γὰρ ὁ ῥήτωρ τοῖς ἰσχυροῖς πολλάκις κεχρῆσθαι.

τοσαύτην ἡ ἀπόδοσις.

εἰ μὲν οὖν περὶ ὧν ἐδίωκε μόνον ἐντεῦθεν εἰσάγει τὰ παραγραφικά, τὴν γραφὴν αἰτιώμενος· καὶ ἔστιν ἀπὸ τοῦ τρόπου τοῦτο. μέμφεται γὰρ τῆς κατηγορίας τὸν τρόπον, ὅτιπερ οὐκ ἔστησεν ἄχρι τοῦ προβλήματος τὴν μέμψιν, ἀλλὰ πρὸς τούτοις πλείονα λόγον περὶ τῶν ἄλλων καὶ τῶν ἐκτὸς ἐποιήσατο.

εἰ ... μόνον τοῦτο οὐ προοίμιον, ὥς τινες οἴονται, ἀλλʼ ἀντιπίπτοντος ἀναίρεσις, ὃ καὶ ἐν τῷ προοιμίῳ τοῦ κατὰ Ἀριστοκράτους πεποίηκεν.

εἰ ... μόνον πέμπτον προοίμιον.

προβουλεύματος προβούλευμα καλεῖ τὸ ψήφισμα τοῦ Κτησιφῶντος, ἐπειδήπερ ἤδη ἐκυρώθη ἐν τῇ βουλῇ καὶ ἐπῄνεσαν τὸν Δημοσθένην ὡς ἄξιον ὄντα στεφανωθῆναι.

περὶ μὲν δὴ τῶν ἰδίων κατασκευὴ τοῦ προοιμίου.

ἐντεῦθεν εἰς τὸ δίκαιον εἰσβάλλει κεφάλαιον.

περὶ ... ἰδίων δηλοῦσι μὲν καὶ αἱ λέξεις τῶν εἰρημένων τὴν ἀσθένειαν· λοιδορίας γὰρ καὶ αἰτιάσεις ἐκάλεσεν. ἀλλὰ μὴν καὶ τὸ «βλασφημεῖν» οὐκ ἀξιόπιστον· ἐγγὺς γὰρ αὑτὸν τῶν θείων ἐποίησεν· βλασφημοῦσι γὰρ εἰς τοὺς κρείττονας. τὸ δὲ «περὶ τῶν ἰδίων», ὅτι Σκύθης καὶ δυσγενὴς καὶ τὸν βίον αἰσχρός, σαφῶς δὲ παραιτεῖται λέγειν· οὕτω γὰρ φιλεῖ πανταχοῦ μὴ διαρρήδην τὰς καθʼ αὑτοῦ διαβολὰς μηνύειν.

ὑπειλήφατε τὸ ὀχυρώτερον ἐπήγαγε δεύτερον· τὸ μὲν γὰρ ἀμφίβολον, τὸ δὲ ὁμολογούμενόν τε καὶ βέβαιον.

ἐπὶ πολλῶν ἀγώνων τῶν πρότερον δεινῶς ἄγαν, οὐχ ὡς διὰ φαυλότητα κρινόμενος, ἀλλʼ ὡς ἐπιφθόνως πολιτευόμενος, οὕτω τοῦτο εἴρηκε.

κακοήθης ἡ ἀπόδοσις.

πανοῦργος.

κακοήθης δὲ ὁ ἐχθρὸς καὶ περίεργος.

εὔηθες εὐήθης ὁ ἁπλοῦς καὶ ἀφελής.

τετύφωμαι μαίνομαι, ἀπὸ Τυφῶνος τοῦ δαίμονος· ἢ ἀπὸ τοῦ τύφεσθαι καὶ καπνίζεσθαι, ἐξ οὗ τὸ σκοτίζεσθαι.

ἀλλʼ ὑπὲρ μὲν τῶν πεπολιτευμένων φεύγει μὲν τὰ ἴδια διὰ τὴν αἰτίαν ἣν εἴπομεν, τὰ δὲ εἰς τὸ κοινὸν αὐτῷ πεπραγμένα, ἔνθα εὐδοκιμεῖ, βούλεται ἐξειπεῖν. τὸ δὲ «ἐξετάσω» θαυμαστὴν ἔχει τὴν ἀξίαν· δικαστοῦ γὰρ ὑποκρίνεται τάξιν.

πομπείας τῆς λοιδορίας, διὰ τὸ ἐν ταῖς πομπαῖς κωμῳδεῖν ἀλλήλους.

πομπείας τῆς χλεύης τῆς περὶ τὸν βίον· ἤδη γὰρ ἔγνωμεν ὡς ὅτι ἐν ταῖς πομπαῖς προσωπεῖά τινες φοροῦντες ἀπέσκωπτον τοὺς ἄλλους, ὡς ἐν ἑορτῇ παίζοντες, ἐπὶ ἁμαξῶν φερόμενοι. ὅθεν καὶ ἡ παροιμία «ἐξ ἁμάξης με ὕβριζεν».

ἀνέδην ἀθρόας τε καὶ σφοδρᾶς.

ἐὰν μὲν διὰ τῆς διφθόγγου γράφηται, «τῆς ἀναισχύντου» λέγει· ἂν δὲ διὰ τοῦ ε, ὅπερ καὶ βέλτιον, «τῆς πολλῆς» ἀπὸ τῆς ἀνέσεως.

ἂν βουλομένοις ᾖ τουτοισὶ καίτοι πάντες τούτων ἡδέως ἀκούουσιν· ἀλλʼ ὡς προτρεπόμενος αὐτοὺς ἐπικρατεῖν τοῦ πάθους, ἅμα δὲ καὶ θηρᾶται πάλιν τῶν καθημένων τὴν εὔνοιαν, ᾗ τῇ ἐκείνων γνώμῃ ἀκολουθεῖν ἐπαγγέλλεται.

τὰ μὲν οὖν κατηγορημένα ἕκτον προοίμιον. καὶ ἐνταῦθα δύο προτάσεις, ἡ πρώτη «τὰ μὲν οὖν κατηγορημένα», ἡ δευτέρα «τοῦ δὲ παρόντος ἀγῶνος».

τὰ ... κατηγορημένα ἐν τούτοις τοῖς ῥητοῖς ἀσάφειά ἐστι πολλή, ἐπειδήπερ οὐκ ἀκολουθεῖ ὁ νοῦς τοῖς κειμένοις. εἰσὶν οὖν δύο προτάσεων θέσεις, εἶτα αἱ δύο λύσεις ἑξῆς. ὅρα τοίνυν οὕτως· «τὰ μὲν οὖν κατηγορημένα πολλά», ἰδοὺ μία πρότασις· ἡ δὲ πρὸς ταύτην ἀπάντησις «τῶν μέντοι κατηγοριῶν καὶ τῶν αἰτιῶν τῶν εἰρημένων», ἵνα γένηται οὕτως ὁ νοῦς, πολλὰ μὲν κατηγόρησε καὶ μέγιστα κακά, τούτων δὲ δίκην λαβεῖν διὰ τὸ μέγεθος οὐχ οἷόν τε. καὶ τοῦτο μὲν οὕτως, λάβωμεν δὲ καὶ τὴν ἑτέραν πρότασιν. ἔστι δὲ «τοῦ δὲ παρόντος ἀγῶνος ἡ προαίρεσις αὕτη»· σύναψον αὐτῇ τὸ δεύτερον ἐπιχείρημα ὅ ἐστιν «οὐ γὰρ ἀφαιρεῖσθαι δεῖ τὸ προσελθεῖν τῷ δήμῳ», ἵνα γένηται τὸ σαφὲς οὕτως, ἡ προαίρεσις καὶ ἡ φύσις τοῦ ἀγῶνος ἀνδρὸς φθονεροῦ τυγχάνει καὶ πονηροῦ καὶ βασκάνου.

ἐπὶ τὸ ἕτερον μεταβαίνει δίκαιον τὸ τῆς πολιτείας καὶ εὐθέως αὔξει τὰ ἀδικήματα καὶ μεγαλύνει τῷ λόγῳ.

τῶν μέντοι κατηγοριῶν πρῶτον μεταληπτικὸν ἀπὸ τοῦ καιροῦ.

ἡλίκα νῦν ἐτραγῴδει ἢ διὰ τὸν ὄγκον ὃν προσετίθει τοῖς πράγμασιν, ὡς ἄξια τραγῳδίας φαίνεσθαι, ἢ ὅτι διαβάλλει τὴν τέχνην αὐτοῦ· ἦν γὰρ ὑποκριτής.

εἰ μὲν εἰσαγγελίας δεύτερον μεταληπτικὸν ἀπὸ τοῦ τρόπου.

ἐνταῦθα φανερώτερον ἔδειξε τὰ παραγραφικά, τό τε ἀπὸ τοῦ τρόπου καὶ τὸ ἀπὸ τοῦ χρόνου.

ἐμὲ δʼ, εἴπερ τὸ σχῆμα ἐπαναστροφή· γίνεται δὲ ὅταν τὸ τέλος τοῦ κώλου ἑτέρου κώλου τις ἀρχὴν ποιήσηται· ἔστι δὲ τῶν καλλωπιζόντων.

«ἐμὲ» ἀντὶ τοῦ «αὐτὸν ἐμέ».

ὁτιοῦν ἀδικοῦντά με παραγραφικὸν ἀπὸ τρόπου· «διὰ τί εἰδὼς μείζονα ἀδικοῦντα ἥττονα κατηγορεῖς νῦν;» ἰστέον δὲ ὡς ὅτι πολὺ τὸ παραγραφικόν ἐστιν ἐν τῷ λόγῳ τούτῳ. εἰσὶ γάρ τινες τῶν ὑπομνηματιστῶν εἰρηκότες ὡς ὅτι «ἠριθμήσαμεν τὸ παραγραφικὸν καὶ εὕρομεν αὐτὸ εἰς οβʹ κείμενον».

συμφορήσας συναγαγών.

ὑποκρίνεται ἀντὶ τοῦ ψευδῶς κατηγορεῖ. ὑπόκρισις γάρ ἐστιν ἡ προσποίησις ἡ ἐκτὸς οὖσα τῆς ἀληθείας.

ὑποκρίνεται ἢ διὰ τὴν τέχνην σκώπτει καὶ νῦν, ἢ ὑποκρίνεται εἶναι κατήγορος, ταῖς ἀληθείαις οὐκ ὤν. εἶτα ἡ ἀπόδειξις, κατηγορεῖ μὲν ἐμοῦ, κρίνει δὲ τουτονὶ Κτησιφῶντα.

εἶτα κατηγορεῖ τρίτον μεταληπτικὸν ἀπὸ τοῦ προσώπου.

δώσομεν δέον εἰπεῖν «δώσεις» εἶπε «δώσομεν», οὐχ ὅτι ὡς καὶ αὐτοῦ τοῦ Δημοσθένους κακόν τι ποιῆσαι τῷ Κτησιφῶντι βουλομένου, ἀλλʼ ὡς ἄλλου λέγοντος περὶ ἀμφοῖν, περί τε αὐτοῦ καὶ Αἰσχίνου.

πάντα μὲν τοίνυν ἕως ὧδε ἐπλήρωσε πάντα τὰ προοιμιαστικά, χωρεῖ δὲ ἐντεῦθεν ἐπὶ τὸ δίκαιον κεφάλαιον· διήγησιν γὰρ οὐκ ἔχει ὁ λόγος καθαρῶς.

πάντα ... τοίνυν συνεπέρανεν ὅλα τὰ παραγραφικά, καὶ λοιπὸν ἐπὶ τὸ δίκαιον κεφάλαιον χωρεῖ.

βούλομαι δὲ καθʼ ἓν θαρροῦντός ἐστιν ἄγαν τὸ βούλεσθαι καὶ κατὰ μέρος ἐξετάζειν τὰ πράγματα.

τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου σημείωσαι, τὸ σχῆμα καθʼ ὑποστροφήν.

τοῦ ... πολέμου τινὲς μὲν τοῦτο κατάστασιν εἶναι βούλονται, οὐκ ὀρθῶς· ἔστι δὲ διήγησις ἀποδεικτική, τύπῳ μόνον τοῦ πλαγιασμοῦ πρὸς κατάστασιν νεύουσα, οὐ μὴν τοῖς πράγμασιν. βούλεται τοίνυν ἀποδεῖξαι ὅτι «αὐτὸς οὔτʼ ἐγενόμην αἴτιος τοῦ ποιῆσαι τὴν εἰρήνην οὔτε τὸ μετὰ κοινοῦ συνεδρίου γενέσθαι ἐκώλυσα».

ἐνόμισάν τινες τὸ χωρίον τοῦτο εἶναι διήγησιν. οὐκ ἔστι δέ. πόθεν δὲ δῆλον; λέγομεν ὅτι ἀντιθέσεις τινὰς εἰσάγει ἐν τούτῳ καὶ ἀγῶνας· ὅπερ οὐκ ἔχει ἡ διήγησις.

τοῦ ... πολέμου καὶ τοῦτο τινὲς ᾠήθησαν εἶναι κατάστασιν, τῷ διηγηματικῷ τύπῳ δελεασθέντες· ἀλλʼ ἡ μὲν κατάστασις οὐκ ἔσχε χώραν, ἵνα μὴ καταναλώσωμεν τὰς πράξεις ἐν ἐκθέσει ψιλῇ, χρῄζοντες ἐν τοῖς ἀγῶσιν αὐτῶν. ἔπειτα εἰ ἡ κατάστασις τοῦτο ἦν, ὡς ᾠήθησαν, τοῦ χάριν πρὸ τῶν παραγραφικῶν οὐκ ἐτίθετο, τοῦτο ἀπαιτούσης τῆς τάξεως; ἔστιν οὖν τὸ δίκαιον κεφάλαιον διηγηματικῶς εἰσηγμένον, λῦον μεταληπτικῶς τὰ ἐγκλήματα. ἀνύει δὲ ἐκ περιδρομῆς καὶ χρήσιμον ἕτερον· δείκνυσι γὰρ ὅτιπερ οὐκ ἔστι φιλοπόλεμος, εἴ γε καὶ πρὸ τῆς αὐτοῦ πολιτείας συνεκροτοῦντο παρὰ τοῖς Ἕλλησι πόλεμοι.

πω τότε παρέλκεται τὸ «πω» πρὸς χάριν τοῦ κώλου μόνον.

καίπερ οὐ δίκαια ποιοῦντας ὁρῶντες ἵνα μὴ δοκῇ κοινωνεῖν τῇ ἱεροσυλίᾳ ἡ πόλις, εἶπεν «οὐχὶ δίκαια», ὅτι ἐπιχαίρειν ᾤοντο δεῖν τοῖς Θηβαίοις· καὶ ἡ αἰτία τῇ φύσει τῶν Ἀθηναίων ἀκόλουθος, ὅτι πόλιν Ἑλληνίδα καὶ σεμνὴν πανωλεθρίᾳ διαφθείρειν ἐσπούδαζον, ἀμετρίᾳ τὴν νίκην ὑβρίσαντες.

οἷς γὰρ εὐτυχήκεσαν σημείωσαι, ἐπίκρισις.

τὰ δὲ τούτων ἀδικήματα ἦλθεν ἐπὶ τὸ ἀντεγκαλεῖν, τὴν αἰτίαν ἀποσεισάμενος.

ὁ σός, Αἰσχίνη ἀποστροφή.

εἶτʼ ὦ—τί ἂν εἰπών σέ τις ὀρθῶς προσείποι; διὰ τῆς ἀπορίας δείκνυσι τῆς πονηρίας τὸ μέγεθος, ὡς οὐ δυνάμενος δῆθεν διʼ ἑνὸς ὀνόματος δηλῶσαι τὰ πάντα πονηρεύματα τὰ προσόντα τῷ Αἰσχίνῃ· ὡς ἂν εἰ ἔλεγε· «κἂν δωροδόκον εἴπω, οὐχ ἁμαρτήσομαι, κἂν συκοφάντην, εὐλόγως ἐρῶ, κἂν ἄλλο τι, οὐ σφαλήσομαι· ποῖον οὖν εὕρω ὄνομα ἁρμόττον τῇ σῇ φύσει;» ὡς γὰρ μὴ εὑρίσκων καὶ σχετλιάζων πρὸς τοῦτο λέγει τὸ «ὦ τί ἂν εἰπών σέ τις ὀρθῶς προσείποι;»

καὶ μὴν εἰ τὸ κωλῦσαι τὴν τῶν Ἑλλήνων δέον εἰπεῖν «τῶν συμμάχων», πάντων ὁμοῦ τῶν Ἑλλήνων ἐμνημόνευσεν, ἀπίθανον τοῦ Αἰσχίνου τὸν λόγον ποιῶν.

οὔτε γὰρ ἦν πρεσβεία προσκείμενον τὸ «τότε» παρέσχεν ἀληθείας ὑπόνοιαν. συμβάλλεται δὲ αὐτῷ καὶ ὁ χρόνος πολὺς παρελθὼν εἰς τὸ δύνασθαι κακουργεῖν.

εἰ γὰρ ὑμεῖς ἅμα διὰ τοῦ «ἅμα» χώραν ἔχει σοφίσασθαι· ὄντως γὰρ καθʼ αὑτοὺς καὶ πρὸς Φίλιππον εἰρήνην ἐσπένδοντο καὶ τοὺς Ἕλληνας ἠρέθιζον καλοῦντες εἰς πόλεμον.

Εὐρυβάτου πονηροῦ· ἀπὸ τοῦ πεμφθέντος ὑπὸ Κροίσου ἐπὶ ξενολογίαν, ὥς φησιν Ἔφορος, εἶτα μεταβαλομένου ἐπὶ Κῦρον.

τί γὰρ καὶ βουλόμενοι μετεπέμπεσθε ἄλλο ἐπιχείρημα λῦον τὸ ἔγκλημα ἀπὸ τῆς φύσεως τῶν πραγμάτων.

ἐπὶ τὴν εἰρήνην; κομματικὸν καὶ διαλεκτικόν.

οὔτε τῆς ἐξ ἀρχῆς εἰρήνης τὸ ὁμολογούμενον πρῶτον θείς, ᾧ οὐκ ἔστιν ὑπεύθυνος, ἐπάγει λοιπὸν ἐκ τούτου πιστούμενος τὸ ἀμφίβολον.

Ἐργίσκην σημείωσαι, Ἐργίσκη ὃ λέγουσι νῦν Σεργέντζιν.

τοὺς ἐπικαίρους τῶν τόπων αὔξει τὰ χωρία οὐ τῷ μεγέθει, ἀλλὰ τῇ θέσει· εὐκαίρων γὰρ δεῖται, ὥστε ἐκεῖθεν καὶ ἀμύνεσθαι τοὺς πολεμίους καὶ περιουσίας χρημάτων περιποιεῖν.

προσάγειν τοὺς πρέσβεις ᾤμην δεῖν τοῦ Φιλίππου τοὺς πρέσβεις ἐλθόντας εἰς τὴν Ἀττικὴν προσάγειν ἐκέλευσεν ὁ ῥήτωρ τῷ δήμῳ. τοῦτο δὲ Αἰσχίνης εἰς φιλιππισμὸν ἐγκέκληκε, τὴν περὶ τοὺς πρέσβεις σπουδὴν διηγούμενος. ὁ δὲ χλευάζει· «τοὺς ἐπὶ τούτῳ ἥκοντας, ἵνʼ ὑμῖν διαλεχθῶσιν, οὐκ ἔδει προσάγειν;»

προσάγειν γράψαι διέβαλλεν Αἰσχίνης ὡς διὰ τούτων φιλιππίζοντα τὸν ῥήτορα, διά τε τοῦ γράψαι αὐτὸν περὶ τῶν πρέσβεων τοῦ Φιλίππου, ὡς ὅτι δεῖ προσελθεῖν τῷ δήμῳ καὶ θέαν αὐτοῖς κατανεῖμαι, ὅ ἐστι καθέδραν αὐτοῖς ἀφορίσαι ἐν τῷ θεάτρῳ προῖκα. δείκνυσι τὸ μὲν τοῦ προσελθεῖν ἀναγκαῖον ὄν, τὸ δὲ περὶ τῆς θέας ὑπάρχον εὐτελές.

κελεῦσαι τὰ μικρὰ συμφέρεσθαι τῆς πόλεως φυλάττειν.

ἀλλʼ ἐν τοῖν δυοῖν ὀβολοῖν δύο γὰρ ὄντων πρέσβεων δύο ἦσαν οἱ ὀβολοί· οὕτως εὐτελὲς ἦν ὃ αἰτιᾶται. ὁ δέ γε Αἰσχίνης τὴν προαίρεσιν ἐγκαλεῖ, οὐ τὸ ἀνάλωμα.

ἀλλʼ ... ὀβολοῖν τὸ διώβολον παρεῖχον οἱ θεωροῦντες, ὡς ἤδη ἔγνωμεν. ὥστε οὖν γνωστέον ὅτι οἱ δύο πρέσβεις, Ἀντίπατρος καὶ Παρμενίων, τοὺς δύο ὀβολοὺς ἐδίδοσαν, ὁ εἷς πρὸς ἕνα, ἀλλʼ οὐ πρὸς δύο. διὰ τοῦτο εἶπε «τοῖν δυοῖν ὀβολοῖν ἐθεώρουν». σημείωσαι διότι εὑρίσκεται καὶ παρὰ Θουκυδίδῃ καὶ ἐνταῦθα τὸ «θεωρεῖν» ἐπὶ τοῦ θεᾶσθαι.

ἕνῃ καὶ νέᾳ ἡ τελευτὴ τοῦ προτέρου μηνὸς καὶ ἡ ἀρχὴ τοῦ ὑστέρου.

οὐ τῷ Φιλίππῳ ζητοῦντος πολλὴν ἀγρυπνίαν αὐτῷ μαρτυρεῖ ἡ λέξις, ὅτι διετέλει ζητῶν, ὅπως ἂν εὕρῃ τὰ τῇ πατρίδι συμφέροντα.

βραχὺ φροντίσαντες οἱ χρηστοὶ πρέσβεις φροντίσαντες ὧν αὐτὸς εἶπεν· ὡς ὀδυρόμενος δὲ λέγει ὅτι οὐκ εἰσὶ χρηστοί, χρηστοὶ εἶναι ὀφείλοντες.

κάθηντο περὶ τοῦ τόνου λέγομεν ὅτι προπαροξύνεται· ἔστι γὰρ ἀπὸ τοῦ κάθημαι.

κλέμμα μὲν Φιλίππου παραμυθεῖται τὰς συμφορὰς κλέμμα λέγων, ἀλλʼ οὐ κατόρθωμα.

δωροδόκημα ἐναλλαγὴ τῶν παρισουσῶν συλλαβῶν.

καὶ τότε καὶ νῦν ἀεὶ δεικνὺς τὴν ἐν τῇ γνώμῃ μάχην, οὐ τὸν ἀπὸ τῶν ὅπλων πόλεμον, προσέθηκεν οἰκείως τὸ «διαφέρεσθαι».

τοὺς τρεῖς συμπεριέλαβε χρόνους, ὡσανεὶ ἔλεγε «συντεθνήξομαι τῇ δυσμενείᾳ τῇ κατʼ αὐτῶν».

πάλιν ὠνεῖται παρʼ αὐτῶν τὸ εὔκολον καὶ τὸ σύνηθες ὑποβάλλει τῆς δωροδοκίας. σκόπει δὲ τοῦ λόγου τὴν ἀσφάλειαν ὅτι, ἡνίκα μὲν περὶ προδοσίας ἦν ἡ μνήμη, τὸ «ὠνεῖται παρʼ αὐτῶν» εἶπεν, ὡς οὐκ ὢν αὐτὸς πρεσβευτής· ὅτε δὲ κακὸν οὐδὲν ἦν, συνῆψεν ἑαυτὸν εἰπὼν «ὅπως μὴν ἀπίωσιν ἐκ Μακεδονίας».

μηδὲν ἔξω τῆς γραφῆς ὃ ποιεῖν αὐτὸς διὰ τὸ χρήσιμον βούλεται, τοῦτο περιάπτει τῷ Αἰσχίνῃ, ὅτι «αὐτός μοι αἴτιος γεγένηται τοῦ μεμνῆσθαι τῶν ὅλων τοῦ προβουλεύματος», διʼ ὧν εἶχεν ἀφορμὴν νικῆσαι τὴν γραφήν.

οἰκειότητας οἰκειότητας λέγει τὰς φιλίας· οἷον οὐ τὸ λέγειν τινὰ πρὸς ἄλλον ὅτι «φιλῶ σε», ἤδη τοῦτο φιλίαν ἀπεργάζεται, ἀλλὰ τὰ πράγματα συνάπτει τοὺς φίλους ὅταν ἑκατέροις ὁμοίως συμφέρῃ.

πρυτάνεων καὶ βουλῆς δικαστήριον φονικόν.

ᾤχετο ἐκείνους λαβὼν ἀντὶ τοῦ καταδουλωσάμενος Θηβαίους καὶ Θετταλούς.

καὶ γεωργῶν τὰ ἐκείνων ὡσανεὶ ἔλεγε «μισθὸν τοῦ κατὰ Θηβαίων δράματος τὴν ἐκείνων χώραν ἐδέξατο». τὸ δὲ «τοὺς Θηβαίους ἐλεεῖς», ὡσανεὶ ἔλεγε «μὴ δάκρυε τὰς Θήβας, Αἰσχίνη, ἀφʼ ὧν πεπλούτηκας».

ὃς εὐθὺς ἐξῃτούμην μετὰ τὴν κατασκαφὴν τῶν Θηβαίων ἐπελθόντος τοῦ Ἀλεξάνδρου καὶ ταῖς Ἀθήναις, ἐξῃτούμην ὑπʼ αὐτοῦ.

περιιὼν τὸ σχῆμα τοῦ λόγου νόημά ἐστιν ἕν, τῇ ἑρμηνείᾳ πλείοσι κώλοις ἐπεκταθὲν καὶ γεγονὸς πνεῦμα.

Ἰλλυριοὺς καὶ Τριβαλλοὺς ἔθνη ταῦτα πλησίον Μακεδονίας.

οὐ πρὸς ἐμέ ἐργασία· ἕως ὧδε τὸ πρῶτον πνεῦμα, εἶτα τὸ δεύτερον.

καὶ ὅποι πεμφθείην εἶπε κἀν τοῖς Φιλιππικοῖς οἷα ἐποίησεν ἔν τε Πελοποννήσῳ καὶ παρὰ Ἀργείοις καὶ Μεσσηνίοις δημηγορῶν· εἶτα αὔξει τὰς ἐν ταῖς πόλεσι νόσους, δεικνὺς πόθεν αὐτῷ τὸ μὴ κατορθῶσαι συμβέβηκε.

ἐδωροδόκουν δῶρα ἐλάμβανον.

κόλακες καὶ θεοῖς ἐχθροὶ λεληθότως ὁ ῥήτωρ παραινέσαι βούλεται φεύγειν τὴν προδοσίαν, τὸ πέρας αὐτῆς ἐλεεινὸν ἐξηγούμενος.

καὶ μισεῖ καὶ ἀπιστεῖ καλῶς ἡ τάξις ἔχει τῶν λέξεων· μισεῖ γὰρ καταγνούς, ἀφʼ ὧν κακοὶ περὶ τὴν ἐνεγκοῦσαν ἐγένοντο· μισήσας δὲ καὶ ἀπιστεῖ· οὐδεὶς γὰρ πιστεύει τῷ μισουμένῳ. ὃν δὲ ἄπιστον καὶ ἐχθρὸν ἡγεῖταί τις, ὑβρίζων οὐ παύεται.

μέχρι τούτου τοῦτο λέγεται ἐπαναφορὰ διὰ τὸ κατὰ συζυγίαν ἐξενεχθῆναι, καὶ λαμπρότητος πλείστης καὶ κάλλους μετέχει διὰ τὸ πεπονθότως τὸν ῥήτορα λέγειν.

τὸ σχῆμα τῆς κατὰ κῶλον ἐπαναφορᾶς, ὅπερ ἐστὶ καὶ παρισώσεως εἶδος, μέχρι—μέχρι—μέχρι.

καὶ πλεῖστα ἀντιλέγων τούτοις εὑρίσκεται καὶ τῶν προδοτῶν εὐεργέτης ὁ φιλόπολις.

οὗτος ὑμῖν, Αἰσχίνη ὡς κεφάλαιον τῶν προδοτῶν τὸν Αἰσχίνην ὠνόμακε, καὶ πρὸς αὐτὸν ἀποτεινόμενος οἴεται πρὸς ἅπαντας προσάγεσθαι.

πάλαι ἂν ἀπωλώλειτε ἔστι γὰρ διαφθορὰ προδοτῶν ἡ ἀργία καὶ τὸ μὴ ἔχειν πρόφασιν δωροδοκίας. διὰ τὸ δύσφημον δὲ εἰς αὐτοὺς ἔτρεψε τὴν ἀπώλειαν· ἐπεὶ τό γε ἀκόλουθον ἦν εἰπεῖν «ἐπεί, ὅσον ἧκεν εἰς ὑμᾶς, πάλαι ἂν ἡ πόλις διέφθαρτο».

καὶ περὶ μὲν τῶν τότε ἕως ὧδε τὰ τρία πνεύματα· διὸ ἐκ τῆς τῶν τριῶν πνευμάτων συνθέσεως ἀκμὴ γέγονεν ἐντελὴς ἐκ νοημάτων οὖσα.

πλείω τῶν ἱκανῶν εἰρῆσθαι φθάνει τῶν δικαστῶν τὴν ἐπιτίμησιν· οἶδε γὰρ ὡς ἡ τῶν παλαιῶν ἄκαιρος μνήμη λυπεῖ τὸν καθήμενον.

ἑωλοκρασίαν ἕωλόν φασι πᾶν τὸ ἐπὶ τὴν ἑξῆς ἡμέραν. ὁ οὖν Δημοσθένους νοῦς ὅτι «οὗτος, ὃ χθὲς καὶ πρώην ἐκέρασε πρᾶγμα, τήμερόν μου καταχέει καὶ ἐμὲ πρᾶξαί φησι τὰ κακῶς αὑτῷ οἰκονομηθέντα».

ἕτεροι δέ φασιν ὅτι Ἀθήνησιν εἶχον ἔθος οἱ νέοι, εἴ ποτε παννυχὶς εἴη, κιρνάναι κρατῆρας κἀκ τούτων μεθύσκεσθαι, ἕωθεν δέ, εἴ τι λείποιτο, κατὰ τῶν ἀπαυδησάντων ἐν τῷ πότῳ κατασκιδνάναι, καλοῦντες τοῦτο ἑωλοκρασίαν.

ἐγὼ δὲ μᾶλλον νομίζω πεποιῆσθαι τὸ ὄνομα ὑπὸ τοῦ ῥήτορος ἀπὸ τῶν ἑώλων, ἅ ἐστιν ἀρχαῖα, ὅτι πράγματα ἀρχαῖα συγκεράσας κατηγορεῖ ὁ Αἰσχίνης.

ἑωλοκρασίαν φανερὸν μὲν τὸ ὄνομα· εἴρηται γὰρ ἀπὸ τοῦ κεκραμένου οἴνου καὶ ἑώλου γενομένου, οἱονεὶ χθεσινοῦ. ἐγίνετο δὲ τὸ τῆς ἑωλοκρασίας παρὰ τοῖς Ἀθηναίοις οὕτως· ἐν ταῖς πανηγύρεσι συνῄεσαν πολλοὶ μετʼ ἀλλήλων συμποσιασόμενοι καὶ ἔμειναν πολλάκις πίνοντες ἕως τῆς ἄλλης ἡμέρας ὡς ἐν πανηγύρει. εἰ δέ τις τούτων μεθυσθεὶς ἐκαθεύδησε καὶ εἴασε τὸ ποτήριον αὑτοῦ, τῇ ἑξῆς οἱ λοιποὶ συμπόται λαβόντες τοῦτο ἐξέχεον κατὰ τῆς ἐκείνου κεφαλῆς ὥσπερ ἐπεγγελῶντες, διότι οὐκ ἴσχυσε πρὸς τὸ μιμήσασθαι αὐτούς. ἀπὸ μεταφορᾶς οὖν ἐκείνου τοῦ χθεσινοῦ καὶ ἑώλου γενομένου εἶπε καὶ ἐπὶ τῶν πραγμάτων, ὧν αὐτῷ ἐνεκάλεσεν ὁ Αἰσχίνης, διότι παλαιὰ αὐτοῦ κατηγόρησεν.

κατασκεδάσας ἐνέμεινε τῇ τροπῇ τῆς ἑωλοκρασίας.

μισθωτὸς σημείωσαι ὅτι φασὶ τὸν Δημοσθένην «μίσθωτος» ἀναγνῶναι· τῶν δὲ δικαστῶν «μισθωτὸς» εἰπόντων ἐπὶ διορθώσει δῆθεν τοῦ λόγου, εὐθὺς δράξασθαι τὸν Δημοσθένην τῆς τούτων φωνῆς, καί φησιν· «εἰ ἀκούεις ἃ λέγουσιν».

μισθωτὸς πολλαὶ περὶ τούτου φέρονται ἐξηγήσεις. οἱ μὲν γὰρ λέγουσιν ὅτι ἑκὼν ἐβαρβάρισεν εἰς τὸ «μίσθωτος», ἵνα, ὥσπερ τῶν δικαστῶν βουλομένων διορθώσασθαι αὐτόν, αὐτὸς κακούργως τὴν διόρθωσιν ἀνθʼ ὁμολογίας δέξηται καὶ εἴπῃ ὅτι «ἀκούεις ἃ λέγουσιν», ὅτι μισθωτόν σε καλοῦσιν. ἄλλοι δὲ λέγουσιν ὅτι Μένανδρος ὁ κωμικὸς καί τινες αὐτοῦ φίλοι παρόντες ἐν τῷ δικαστηρίῳ, χαριζόμενοι τῷ Δημοσθένει ἅτε δὴ φίλοι, ἐρωτήσαντος αὐτοῦ τοῦτο, ἀναστάντες εἶπον ὅτι «μισθωτός ἐστιν ὁ Αἰσχίνης», καὶ αὐτῶν τῶν ὀλίγων τὴν φωνὴν ὥσπερ ἀπόκρισιν ἐδέξατο παντὸς τοῦ δικαστηρίου. Γενέθλιος δέ φησιν ὡς ὅτι ἔθος ἐστὶ τοῖς ῥήτορσι καὶ μάλιστα τῷ Δημοσθένει τὰ ἀμφίβολα ὡς ὡμολογημένα λαμβάνειν.

μισθωτὸς τινὲς εἰρήκασιν ὅτι ἑκὼν ἐν τῷ ἐρωτᾶν ὁ ῥήτωρ ἐβαρβάρισεν ἐξεπίτηδες «μίσθωτος» λέγων, εἶτα ἐπελάβετό τις αὐτοῦ ὡς διορθούμενος καὶ ἐβόησε «μίσθωτος» τῷ αὐτῷ τόνῳ ἤδη καὶ «μισθωτός», εἶτα τὴν διόρθωσιν ἀπόκρισιν καὶ βεβαίωσιν εἴρηκεν. οἱ δέ φασιν ὡς Μένανδρος ὁ κωμικός, φίλος ὢν αὐτοῦ καὶ ὢν ἐν τοῖς δικασταῖς, ἀπεκρίνατο χαριζόμενος, καὶ τοῦ ἑνὸς τὴν φωνὴν ὡς τῶν πάντων ἐδέξατο. ἔνιοι δὲ ὑπέλαβον ὡς ἐρωτήσαντος αὐτοῦ οἱ δικασταὶ διελέχθησαν «τί βούλεται οὗτος καὶ τί ποιεῖν δεῖ;», καὶ ταύτην αὐτῶν τὴν ζήτησιν προλαβὼν ἐποίησε τὴν ἀπόκρισιν.

ἀκούεις κατὰ παρασιώπησιν.

βούλομαι τοίνυν καὶ περὶ γραφῆς αὐτῆς διττῶς διεῖλε τὸ δίκαιον, καὶ τὸ μὲν ἐν τῇ ἀναιρέσει τῶν ἀδικημάτων, ἔνθα καὶ ἀντεγκαλεῖ τῷ ἀντιδίκῳ, τὸ δὲ λοιπὸν ἐν τῇ θέσει τῶν εὐεργετημάτων καὶ τῶν πράξεων.

γραφῆς αὐτῆς ἐνταῦθα δεῖ λαβεῖν ἀντὶ τοῦ «μόνης», οἷον «περὶ μόνης αὐτῆς τῆς γραφῆς», ὥσπερ ἐστὶν ὅμοιον καὶ παρὰ τῷ ποιητῇ, ὅταν λέγῃ «Τυδείδης δʼ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη» ἀντὶ τοῦ «μόνος».

ἐν Πνυκὶ ὄνομα τόπου.

κλήτορες οἱ μαρτυροῦντες τοῖς καλοῦσιν εἰς δίκην.

ἃ μὲν διώκει ἀρχὴ ἑτέρου μέρους τοῦ δικαίου.

ἐγὼ δʼ ἀπʼ αὐτῶν τούτων διʼ ὧν ἕπομαι τῷ ἀντιδίκῳ δῆλός εἰμι τὴν ἀλήθειαν ἀγαπῶν. προσεκτέον δὲ ἀκριβῶς τοῖς λεγομένοις, ἵνα μὴ ἐναντιώματι περιπέσωμεν. εἰ γὰρ ἐν τῷ προοιμίῳ δυσχεραίνων ἔφη μὴ τὸν ἀντίδικον σύμβουλον ποιήσασθαι περὶ τοῦ πῶς δεῖ ἀκούειν, νῦν δὲ ἕπεται τῇ γραφῇ — τοῦτο γὰρ ἐπαγγέλλεται —, πῶς οὐκ ἂν δόξειεν αὐτὸς αὑτῷ περιπίπτειν; ἰστέον οὖν ὡς ὁ Αἰσχίνης, ἡνίκα μὲν ἐξ ἀρχῆς τὴν κατὰ τοῦ Κτησιφῶντος παρεῖχε γραφήν, τὴν διαβολὴν τοῦ βίου καὶ τῆς πολιτείας τοῦ Δημοσθένους προὔταξεν· ὅτε μέντοι τὸν λόγον τῆς κατηγορίας ᾠκονόμησεν, ἐνήλλαξε τὰ κεφάλαια πρὸς τὸ δοκοῦν αὐτῷ χρήσιμον μεταθεὶς τὴν διοίκησιν. ὁ τοίνυν ῥήτωρ κατὰ μὲν τὴν γραφὴν ζηλοῦν ἐπαγγέλλεται — λυσιτελεῖ γὰρ αὐτῷ προτάξαι τὴν πολιτείαν —, ἀποφεύγει δὲ τὴν ἐπινοηθεῖσαν ἐν τῷ λόγῳ μέθοδον ὡς βλάπτουσαν αὐτόν, ὥστε οὐδὲν ἐναντίον ἀναφανήσεται.

καὶ οὐδὲν ἑκὼν παραλείψω ἵνα, κἂν ἄλλως ποιήσῃ, σχῇ ἀποφυγὴν τὴν ἄγνοιαν ἢ λήθην ἤ τι τῶν τοιούτων.

ὅ τι ἂν δύνωμαι ἀγαθὸν προεθίζει τοὺς δικαστὰς μὴ πάντα μὲν τὰ ἀπὸ γνώμης ἐγκαλεῖν, ἃ δὲ μὴ δυνάμεως ἀνθρωπίνης ἐστί, τύχῃ λογίζεσθαι.

ἔτι μέντοι καὶ τοὺς νόμους ὁ μηδένα ἔχων νόμον σκόπει πόσους ἔχει· ὁμολογεῖ δὲ καὶ δεικνύειν ἐπαγγέλλεται.

καί με μηδεὶς ὑπολάβῃ προθεραπεύει τὸ ἄτοπον. ἵνα γὰρ μή τις εἴπῃ «τί λέγεις ἡμῖν ἐν Ἑλλάδι πράξεις γεγενημένας», ἐπισημαίνεται ὅτι «τὸν ὅλον μου βίον καὶ πᾶσαν τὴν πολιτείαν μεμψάμενος, αὐτὸς γέγονεν αἴτιος κἀκείνων ποιήσασθαι μνήμην· ὥστε οὐκ ἀποπλανῶν καὶ ἀποχωρίζων τὸν λόγον ταῦτα διέξειμι».

ἀπαρτᾶν χωρίζειν τὴν ἀπολογίαν τὴν νῦν ἀπὸ τῆς γραφῆς καὶ τῆς κατηγορίας, ἧς νῦν κατηγοροῦμαι.

ἢ χωρίζειν.

ἃ μὲν οὖν σημείωσαι, σχῆμα κατὰ ἀποσιώπησιν.

προὔλαβε καὶ κατέσχε Φίλιππος μονονουχὶ μέμφεται τὴν τύχην, ἐφʼ οἷς βραδύτερον πεπολίτευται· διὰ τοῦτο γὰρ κατέσχε τῶν πλείστων ὁ Φίλιππος, οὔπω Δημοσθένην βλέπων ἐπὶ τοῦ βήματος.

ἐπὶ ταῦτα ἐπέστην ὥσπερ τινὸς δαίμονος ἐπιστασίαν λέγει τῆς αὑτοῦ κηδεμονίας τὴν παρουσίαν.

φορὰν προδοτῶν τροπικῶς εἶπε· φορὰ γὰρ εἴωθε λέγεσθαι ἐπὶ σίτου ἢ ἄλλων καρπῶν τῶν φερομένων ἐν ἑκάστῳ ἐνιαυτῷ· ἐνέμεινε τῇ τροπῇ εἰπὼν «καὶ φυομένου κακοῦ».

τροπικῶς.

πότερον αὐτὴν ἐχρῆν κατʼ ἐρώτησιν τὸ σχῆμα. θαρρεῖ γὰρ τὸ «φρόνημα ἀφεῖσαν». ἔστι δὲ φρόνημα μὲν τὸ ἀπὸ τῶν ἔργων, ἡ δὲ ἀξία τῆς τύχης.

σχῆμα κατʼ ἀποστροφήν.

δεινὸν γὰρ ὡς ἀληθῶς τῇ οἰκείᾳ κρίσει τὸ ἀπευκτὸν ἐμφαίνει τοῦ πράγματος.

καὶ πλείω σώματα καὶ χρήματα προλύει καὶ νῦν ὁ ῥήτωρ ἐσομένην ἀντίθεσιν, ἐν ᾗ περὶ Θηβαίων καὶ Εὐβοέων ὁ Αἰσχίνης διαλεγόμενος τοῦτο ἐγκαλεῖ, ὅτι πολλὰ πεποίηκε δαπανῆσαι τὴν πόλιν.

τὸν ὀφθαλμὸν ἤδη ἔγνωμεν ὅτι τὸν ὀφθαλμὸν ἐπλήγη ὁ Φίλιππος ἐν τῇ Μεθώνῃ, τὴν δὲ κλεῖν ἐν Ἰλλυριοῖς, τὸ δὲ σκέλος καὶ τὴν χεῖρα ἐν Σκύθαις.

παραχωρῆσαι Φιλίππῳ τὸ οἰκεῖον κτῆμα ἡ λέξις σημαίνει· ἀποδίδωσι μὲν γάρ τις τἀλλότριον, παραχωρεῖ δὲ τῶν ἰδίων. καὶ τὸ «Φιλίππῳ» δὲ μετὰ βαρύτητος εἴρηται. τίνι γάρ, εἰπέ μοι, παραχωρεῖς; ὁμοφύλῳ; στέργω τὴν τύχην. Λακεδαιμονίοις; οὐκ ἀνιῶμαι. ἐὰν δὲ ἐπιστήσῃς μοι Μακεδόνα δεσπότην, οὐ φέρω τὴν συμφοράν, ἀρνοῦμαι τὸν ἐκ Πέλλης ἡγούμενον.

λοιπὸν τοίνυν ἦν καὶ ἀναγκαῖον ἱκανῶς ἐκ τῶν προλεχθέντων συνήγαγεν ὡς ἀναγκαῖον τὸν ὄντα Ἀθηναῖον ὑπὲρ τῆς ἐλευθερίας τῶν Ἑλλήνων ἀμύνασθαι.

τοῦτʼ ἐποιεῖτε μὲν ὑμεῖς εἰ δὲ ἀναγκαῖον, καλῶς ἐποιεῖτε καὶ ὑμεῖς αὐτὰ κἀγὼ συνεβούλευον. ἐνήλλαξε μέντοι τὴν τάξιν — ἦν γὰρ πρῶτον μὲν τὸ γράφειν, δεύτερον δὲ τὸ πεισθέντας ποιεῖν —, ἵνα δόξῃ ἕπεσθαι αὐτοῖς καὶ τῷ φρονήματι τῷ κοινῷ.

τὴν Πεπαρήθου Πεπάρηθος νῆσός ἐστιν ἐν τῷ Αἰγαίῳ πελάγει πρὸ τῆς Θετταλίας. ταύτην ἐπόρθησεν Ἄλκιμος, ναύαρχος τοῦ Φιλίππου.

τουτουσὶ δηλονότι τοὺς Ἀθηναίους.

Εὐβούλου καὶ Ἀριστοφῶντος δαιμονία τῶν προσηγοριῶν ἡ θέσις. προηγεῖται μὲν γὰρ ὁ Εὔβουλος ὁ φίλος εἶναι τοῦ Μακεδόνος νομισθείς, διαδέχεται δὲ Ἀριστοφῶν, ἀνὴρ πολλάκις μὲν κριθείς, οὐδέποτε δὲ καταγνωσθείς, τρίτος δὲ ὁ Διοπείθης ὁ περὶ τὴν Θρᾴκην λυπήσας τὸν Φίλιππον, περὶ οὗ ἀγωνίζεται ἐν τοῖς Φιλιππικοῖς ὁ ῥήτωρ. διὰ τοῦτο τελευταίου ἐμνημόνευσε πᾶσαν ἀποτέμνων ὑπόνοιαν.

ὦ λέγων εὐπετῶς εἰ γὰρ ἀληθὲς ἢ ψεῦδος οὐ μέλει σοι.

περὶ τούτων ἅπερ ἐποίησε μετὰ τοὺς ὅρκους.

ἀλλʼ ὁ τὴν πνεῦμα.

ἀλλὰ τὴν Μυσῶν λείαν παροιμία· τάττεται δὲ ἐπὶ τῶν μάτην καὶ ἀναιτίως ἀπολλυμένων.

ἀλλὰ ... λείαν πλέοντες οἱ Ἕλληνες ἐπὶ τὴν Τροίαν προσώρμισαν τῇ Μυσίᾳ καὶ νομίσαντες αὐτὴν εἶναι τὴν Τροίαν ἐπόρθουν. Τήλεφος δὲ ὁ τότε Μυσίας τύραννος πολλοὺς κατατοξεύσας ἐτρώθη καὶ αὐτὸς ὑπὸ Ἀχιλλέως εἰς τὸν μηρόν· εἶτα ὕστερον χρωμένῳ αὐτῷ περὶ ἰάσεως ἀνεῖλεν ὁ θεός, ὡς οὐκ ἄλλως θεραπευθήσεται, εἰ μὴ ὁ τρώσας καὶ ἰάσεται. ἵνα μὴ οὖν ἀπελθὼν πρὸς τὸν Ἀχιλλέα γνωσθῇ, λαβὼν σχῆμα πτωχοῦ καὶ ἀπελθὼν εἰς τὴν Ἑλλάδα προσῆλθεν αὐτῷ ὡς πένης, ἰάσεως τυχεῖν βουλόμενος· ἐπεπαίδευτο γὰρ καὶ τὴν ἰατρικὴν ὁ Ἀχιλλεὺς ὡς παρὰ Χείρωνι τραφείς. καὶ οὕτω θεραπευθεὶς μισθὸν τῆς ἰάσεως λέγεται δοῦναι τῷ Ἀχιλλεῖ τὸ καθηγήσασθαι τοῖς Ἕλλησι τῆς ἐπὶ Τροίαν ὁδοῦ. εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν κακῶς πασχόντων, τινὲς δὲ ἐπὶ τῶν ἀδίκως ἀπολλυμένων, ὡς καὶ ἡ Μυσία τότε ἀδίκως ἔπαθεν ὑπὸ τῶν Ἑλλήνων πρῶτον, ὕστερον δὲ ὑπὸ τῶν ἀστυγειτόνων τῇ τοῦ Τηλέφου ἀπουσίᾳ.

ἀλλὰ ... λείαν ἀγνοήσαντες Ἕλληνες Τροίαν προσωρμίσθησαν τῇ Μυσίᾳ ἧς Τήλεφος ἦρχεν, νομίσαντες αὐτὴν εἶναι τὴν Ἀλεξάνδρου καὶ ἐκάκουν εἰς ὅσον ἐξῆν. ἐξιὼν οὖν Τήλεφος καὶ τούτοις συρράξας ἔτρωσε μὲν πολλούς, τέτρωται δὲ καὶ αὐτὸς ὑπʼ Ἀχιλλέως πρὸς τῷ μηρῷ. ἐγνωκότων οὖν Ἑλλήνων τὴν πλάνην καὶ ἀποκεχωρηκότων οἴκαδʼ ἑκάστου, ἀπῄει Τήλεφος εἰς Δελφοὺς τοῦ τραύματος χρησόμενος πέρι. καὶ ἰατρὸν τοῦ τραύματος ἀνεῖλε τὸν τετρωκότα ὁ Πύθιος· καὶ ὃς πτωχὸν ὑποκριθείς, δεδιὼς μὴ Ἀχιλλεῖ πεφωρᾶσθαι ἂν ἀπῆλθε παρʼ Ἀχιλλεῖ ἰάσεως εἵνεκα, ὑπὸ Χείρωνος πάλαι πεπαιδευμένῳ καὶ ταύτην τὴν ἐπιστήμην μετὰ τῶν τακτικῶν. τυχὼν οὖν ὧν ᾔτει μισθὸν ἀποδίδωσι τούτῳ εἰς Τροίαν ἡγήσασθαι Ἕλλησιν. εἴρηται δὴ ἡ παροιμία ἐπὶ τῶν κακῶς ἢ ἀδίκως πασχόντων· ἀμφότερα γὰρ ὑφʼ Ἑλλήνων ἔπαθον τότε Μυσοί.

περιείργασμαι μὲν ἐγὼ ἐνταῦθα ἐπὶ τῶν ἡμαρτημένων πρῶτον ἑαυτὸν εἴρηκε καίτοι ἐν τοῖς ἄνω ἐναλλάξας, ὡς ἔφην. τὸ δὲ «περιείργασμαι», «περιττῶς καὶ οὐκ ἀναγκαίως παρῄνεσά τε ἐγὼ καὶ ἡ πόλις ἡ πεισθεῖσα μάτην ἐπείσθη». εἶτα συναγαγὼν τὴν πόλιν καὶ συνάψας τῷ ἁμαρτήματι, πάλιν αὐτὴν ἐλευθεροῖ πρὸς εὔνοιαν ἕλκων καὶ ἑαυτῷ περιτίθησιν ἅπαν τὸ πλημμέλημα.

εἰ δὲ ἔδει τούτων κωλυτὴν ὕστερον ἐφύλαξε τὸ δίκαιον, πολλὰς πρότερον τὰς ἀτοπίας ἐπισωρεύσας.

Εὔβουλος ἔγραψε πάλιν προτάττει τὸν Εὔβουλον, ἵνα δείξῃ περιφανῶς ἀδικοῦντα τὸν Φίλιππον, ὡς κατανοῆσαι αὐτοῦ τὰς ἐπιβουλὰς καὶ τὸν Εὔβουλον· καὶ ἑξῆς μνημονεύει τῶν ἄλλων λοιπόν.

ἐγὼ δʼ οὐδὲν περὶ τούτων καλῶς τὸ «περὶ τούτων», ἵνα μὴ πάντῃ ἑαυτὸν ἀλλοτριώσῃ τοῦ γράφειν.

βοηδρομιῶνος Ἰουνίου.

λέγε δʼ αὐτὴν τὴν ἐπιστολὴν τοῦ Φιλίππου Σηλυμβρίαν ἐπολιόρκει Φίλιππος πόλιν τῶν ἐπὶ Θρᾴκης. ἔπεμψαν οὖν Ἀθηναῖοι πλοῖα σιτηγήσοντα αὐτοῖς ἐξ Ἑλλησπόντου, Λαομέδοντος ναυαρχοῦντος· καὶ ὑπονοήσας Φίλιππος μὴ ἐπὶ σιτηγίαν ἀφῖχθαι τὰ πλοῖα, ἀλλὰ βοηθήσοντα Σηλυμβριανοῖς, κατέσχεν αὐτά τε καὶ τὸν ναύαρχον, καὶ γέγραφεν Ἀθηναίοις ἐπιστολὴν αἰτιώμενος αὐτοὺς ὅτι βοηθοῖεν Σηλυμβριανοῖς οὐ συμπεριειλημμένοις τῇ εἰρήνῃ, καὶ παρʼ αὐτοὺς εἶναι τὸ λελύσθαι τὰς σπονδάς, ἀπειλῶν τε ἀμυνεῖσθαι αὐτοὺς παντὶ σθένει, εἰ μὴ τῶν κατʼ αὐτοῦ πραγμάτων πεπαύσονται. ἐλθόντων δὲ παρʼ Ἀθηναίων εἰς αὐτὸν πρέσβεων ἔδωκέ τε τὰ πλοῖα καὶ ἀφῆκε τὸν ναύαρχον. νῦν οὖν Δημοσθένης, αἰτιωμένου αὐτὸν Αἰσχίνου ὡς αἴτιος ἐγένετο τοῦ πολέμου, δολίως μεταχειρίζεται τὸ πρᾶγμα, λέγων ἑαυτὸν μὴ ποιῆσαι τὸν πόλεμον διὰ τὸ μὴ δηλῶσαι τὸν Φίλιππον τοῦτο ἐν τῇ ἐπιστολῇ· καίτοι αὐτὸς ἦν ὁ παρακεκινηκὼς Ἀθηναίους εἰς τὸ πολεμεῖν Φιλίππῳ, καὶ λέγων ὡς τῷ μὲν ἔργῳ πάλαι πολεμεῖ πρὸς τὴν πόλιν, τῷ δὲ λόγῳ νῦν ὁμολογεῖ διὰ τῆς ἐπιστολῆς, καὶ πρὸς ὀργὴν ἐντεῦθεν Ἀθηναίους ἐπαίρων. ὅτι δὲ ταῦθʼ οὕτως ἔχει ἐκ τοῦ λόγου τοῦ ἐπιγεγραμμένου πρὸς τὴν τοῦ Φιλίππου ἐπιστολὴν πᾶς τις ἀναγνοὺς εἴσεται καὶ φωράσει τὸ ποικίλον τοῦ ῥήτορος.

οὐδαμοῦ Δημοσθένην ἀπὸ τοῦ ὀνόματος μὴ κειμένου ἐν τῇ ἐπιστολῇ ἰσχυρίζεται. ὀνομαστὶ μὲν γὰρ οὐκ ἔγραψεν ὁ Φίλιππος, ὅμως εἰς αὐτὸν τὸν Δημοσθένην αἰνιττόμενος καὶ τοὺς περὶ αὐτόν.

παρεδύετο ὡς ἐπὶ λῃστοῦ εἶπε τὴν λέξιν.

ἔξοδον ἔξοδον λέγει ἀντὶ τοῦ στρατιάν.

καὶ τὴν εἰς Ἐρετρίαν τόπος τῆς Εὐβοίας.

τοὺς ἀποστόλους τὴν ναυτικὴν δύναμιν λέγει.

καὶ μὴν ὅτι πολλὰ μὲν ἂν χρήματα κατασκευὴ τῶν εἰρημένων καὶ αὔξησις, ἵνα μήτε ὕπτιος ὁ λόγος γίγνηται καὶ ποιήσῃ τὴν πολιτείαν σεμνοτέραν ἐκ τῆς τῶν χρημάτων καταφρονήσεως.

οἱ γὰρ ἕκαστα πλέον νῦν.

σοὶ δὲ ἦσαν φίλοι ὥστʼ ἐφάνη καὶ κατὰ τοῦτο τῇ θρεψαμένῃ πολέμιος.

οὐ τοίνυν ἐπράχθη τούτων οὐδὲν «οὐ τοίνυν διεφθάρην ὑπὸ χρημάτων ἐγώ», ἵνα ἀκολούθως ἐπαγάγῃ «ὦ βλαφημῶν περὶ ἐμοῦ καὶ λέγων ὡς σιωπῶ μὲν λαβών, βοῶ δʼ ἀναλώσας». εἶτα περιτροπῇ δείκνυσι τὰ ἴδια τῶν δωροδοκούντων, ὡς βοῶσι μὲν ἔχοντες καὶ συναγωνίζονται τῷ δεδωκότι — τοῦτο δὲ Αἰσχίνης ποιεῖ —, παύσονται δὲ οὐδέποτε ἄλλως, εἰ μὴ ταῖς κολάσεσι.

καὶ ἀναρρηθέντος ἐν τῷ θεάτρῳ ἴσως οὐδενὸς ἐπισημηναμένου οὐδὲ γραψαμένου ἔλαθε κυρωθὲν τοῦ Ἀριστονίκου τὸ ψήφισμα. οἱ δέ φασιν ὅτι, ξενικοῦ στεφάνου πεμφθέντος αὐτῷ διὰ τῶν σεσωσμένων, ἔγραψεν Ἀριστόνικος ἐπιτρέψαι καὶ τὸν δῆμον ἀναγορευθῆναι αὐτὸν ἐν τῷ θεάτρῳ· διὸ καὶ λέγει «στεφανωσάντων τοίνυν ἐμὲ» καὶ «δευτέρου κηρύγματος ἤδη μοι τούτου γνωσθέντος», ὡς καὶ ἑτέρου πρὸ Ἀριστονίκου τὸ αὐτὸ γράψαντος. ἔοικε δὲ τοῦτο σόφισμα εἶναι· εἰ γὰρ εἶχεν, ἀνέγνω ἄν· ἀλλʼ ἔρριπται ἁπλῶς. οὐ μὴν οὐδὲ ληπτέον τὸ δεύτερον κήρυγμα τὸ ὑπὸ Κτησιφῶντος. μετὰ μικρὸν γὰρ ἐρεῖ καὶ περὶ ἄλλων αὐτῷ γραφεισῶν δωρεῶν ὑπό τε Ὑπερίδου καὶ Δημομέλους.

ἔστιν οὖν ὅστις ὑμῶν οἶδεν ἀπὸ τοῦ παρεληλυθότος κατασκευάζει τὸ νῦν. ἐπὶ γὰρ τοῦ νῦν στεφάνου εἶπεν ὁ Αἰσχίνης, ὅτι ὀφλήσει πολλὴν αἰσχύνην ἡ πόλις, εἰ τοῦτον οὐδὲν ἔχοντα χρηστόν, πάμπολλα δὲ ἡμαρτηκότα τιμήσειεν. ἀλλʼ ἐπειδὴ τοῦτο ἄδηλον, ἀπὸ τῶν φθασάντων καὶ ἤδη γενομένων λαμβάνει τὴν πίστιν· εἰ γὰρ εἶδεν ἐπʼ ἐκείνων τὴν αἰσχύνην συμβᾶσαν, ἐλπιζέτω καὶ νῦν· καὶ γάρ πως εἰκὸς ἦν μᾶλλον τότε γενέσθαι, ὅτε καὶ νεώτερα ὑπῆρχε τὰ πράγματα, καὶ ἡ βάσανος ὑπʼ αὐτῶν ἀκριβεστέρα πως γίγνεται.

οὐκοῦν μέχρι μὲν τῶν χρόνων ἐκείνων συλλογίζεται οὕτως· εἰ τοίνυν, φησίν, οὐδὲν ἐπηκολούθησεν ὄνειδος τῇ πόλει ἐκ τῆς γεγραμμένης τιμῆς ὑπὸ τοῦ Ἀριστονίκου, δέδεικται καὶ ὡμολόγηται ὡς ἅπας ὁ πρὸ τοῦ ψηφίσματος τοῦ βίου μου χρόνος πάσης διαβολῆς ἐκαθάρευσε, καὶ φανερῶς ἔνδοξα πεπολίτευμαι καὶ ἡ μαρτυρία τῶν ἔργων σαφεστέρα.

ἀνωμολόγημαι μία ἐστὶ λέξις, ἀντὶ τοῦ ἀνακεκήρυγμαι.

τὸ μὲν πρῶτον ἠξίου συμπολεμεῖν αὔξει κατὰ καιρὸν τοὺς Βυζαντίους, ἐπειδὴ μέλλει συνάπτειν αὐτοὺς τοῖς Ἀθηναίοις. ἱκέτης δὲ γέγονε τῶν Βυζαντίων διὰ τὴν χρείαν ὁ Φίλιππος, ἄνευ δαπάνης καὶ ὅπλων ἀνύσειν προσδοκήσας τὸ σπουδαζόμενον.

λέγοντες ἀληθῆ μονονοὺ δικαστὴς μέσος τῶν Βυζαντίων καὶ τοῦ Φιλίππου γέγονε, μετὰ τὴν ἀμφισβήτησιν διδοὺς τοῖς Βυζαντίοις ὡς νικῶσι τὴν ψῆφον. συναγωνίζεται δὲ εἰκότως αὐτοῖς, ἐπειδὴ προσέκρουσαν τοῖς Ἀθηναίοις ἀποστάντες πρότερον.

οὐκέτʼ ἐρωτήσω ἐνταῦθα οὐκέτʼ ἐπάγει τὴν ἐρώτησιν, φοβούμενος μή τις εἴπῃ ὅτι οὐκ ἐχρῆν· λελύπηνται γὰρ εἰς αὐτοὺς ὡς ἀποστάντας. πολλάκις γὰρ εἴπομεν ὅτι, εἰ μὴ πάνυ θαρσεῖ ὁ ῥήτωρ ὡς οὐκ ἀποκρινεῖταί τις εἰ μὴ ὃ βούλεται, οὐ χρῆται τῷ σχήματι. ἐνταῦθα δὲ τὸ ἀμφίβολον ὡς ὁμολογούμενον φθάσας εἴρηκεν.

τίς ἦν ὁ βοηθήσας περὶ ἑαυτοῦ ἐρωτᾷ.

ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι εὐκαίρως «ὦ Ἀθηναῖοι» εἶπε καὶ οὐχὶ «ὦ δικασταί» καίτοι πρὸς τοὺς δικαστὰς διαλεγόμενος· ἐδεῖτο γὰρ τῆς ἀξίας καὶ φιλανθρωπίας ἐνταῦθα τῶν Ἀθηναίων εἰς τὸ σεσῶσθαι τοὺς κινδυνεύοντας. εἶτα ἐπειδὴ τὸ «ὑμεῖς» ἔμφασιν ἔχει τῶν καθημένων, πρὸς οὓς ὁ λόγος, ἀξιοπίστως ἅμα καὶ συνετῶς ἐν αὐτοῖς εἶναι τὴν ὅλην πόλιν διϊσχυρίζεται.

τῆς νῦν εἰρήνης τῆς ἐπὶ Ἀλεξάνδρου. φησὶ γάρ, οὐκ ἔστι μᾶλλον εἰρήνη, ἀλλὰ δουλεία· ἐσπείσατο γὰρ καὶ αὐτὸς πρὸς αὐτοὺς ὥσπερ ὁ πατήρ, ὥστε αὐτοὺς αὐτονόμους εἶναι καὶ ἀφορολογήτους, ὅμως μέντοι ὑπακούειν αὐτῷ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.

ἣν ἥντινα εἰρήνην τηροῦσι μὴ συγχωροῦντες ἡμᾶς Ἀλεξάνδρῳ πολεμῆσαι διὰ τὰς μελλούσας ἐλπίδας· ἐλπίζουσι γὰρ ἐπανελθόντα τὸν Ἀλέξανδρον ἀπὸ τῶν Περσῶν μεγάλα αὐτοῖς χαρίζεσθαι ὡς προδόταις.

ὧν αὐτοὶ προῄρηνται τῆς δουλείας δηλονότι.

ἡ προαίρεσις ἡ ἐμὴ καὶ ἡ πολιτεία παρατήρει ὅπως πανταχῆ τὴν προαίρεσιν καὶ τὴν ἐγχείρησιν ἐθίζει αὐτούς, ἀλλʼ οὐ τὸ τέλος σκοπεῖν, ἐπειδὴ τοῦτο ἄγειν ἐπὶ τὴν τύχην βούλεται, ὡς οὐκ ὢν ὑπεύθυνος.

σύμβουλον λέγω καὶ ῥήτορα ἴσως ἡ διαστολὴ πρὸς τοὺς στρατηγούς.

ἵνα τοίνυν καὶ τὰς βλασφημίας ἐπειδὴ δυστυχοῦντας ἀνθρώπους διέβαλε, προλύσας ἱκανῶς διὰ τῶν προειρημένων τὴν ἀντίθεσιν ὁ ῥήτωρ ἔθηκε νῦν φανερῶς.

συκοφαντίας οὔσας οὐ μόνον τῷ εἶναι ψευδεῖς· λέγεται γὰρ συκοφάντης οὐχ ὁ ψευδόμενος μόνον, ἀλλὰ καὶ ὁ πολυπραγμονῶν τὰ μὴ προήκοντα καὶ λέγων πονηρά.

καὶ ταῦτʼ ἐν βραχέσι διὰ τὸ ὀλιγωρεῖν τὸν ἀκροώμενον ψυχαγωγεῖν βούλεται διὰ παραδειγμάτων σεμνῶν καὶ κατορθωμάτων λαμπρῶν καὶ τὸ καθʼ αὑτὸν ἀπολύσασθαι καὶ δεῖξαι ὡς «διὰ τὸ ἔθος ἡ πόλις, οὐ διʼ ἐμέ, βεβοήθηκε». καὶ γὰρ ὀφείλει καὶ ἕκαστος ἰδίᾳ καὶ ἡ πόλις ὅλη τὰ λοιπὰ πράττειν εἰς ζῆλον τῶν παλαιοτέρων.

ὑμεῖς τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι καίτοι παλαιότερα τῶν νῦν ἐστι τὰ λεγόμενα, ἀλλὰ δῆλον ὡς πρὸς μίαν πόλιν διαλέγεται· διὸ καὶ εἶπεν «ὦ Ἀθηναῖοι», τὸ γένος ὅλον δηλῶν.

οὐ ναῦς, οὐ τείχη ἦσαν γὰρ οἱ Λακεδαιμόνιοι λαβόντες αὐτῶν τὰς ναῦς ἐν Αἰγὸς ποταμοῖς διὰ Λυσάνδρου καὶ τὰ τείχη αὐτῶν κατασκάψαντες.

οὐ ... τείχη ἀπογυμνοῖ αὐτὴν πάσης παρασκευῆς καὶ δυνάμεως, ἵνα πλέον δυσωπήσῃ τὸν κατήγορον. εἰ γάρ, ὅτε μηδεμίαν ἐκέκτητο δύναμιν, ἀντεῖχεν πρὸς τὴν τοσαύτην δύναμιν φιλανθρωπίας ἕνεκεν, πῶς, ὅτε οὐκ ἀσθενὴς ἦν, ἀλλὰ καὶ σφόδρα ἐπίσημος καὶ δυνατή, προδώσειν τοὺς Ἕλληνας ἔμελλεν;

οὐ πολλαῖς δὲ ἵνα μὴ ὡς αὐξηθείσης τῆς δυνάμεως λοιπὸν ἐλαττώσῃ τὸ θαῦμα. αὕτη δέ ἐστιν ἡ μεγάλη μάχη ὀνομαζομένη, καὶ ἡττήθησαν Ἀθηναῖοι. ἀλλὰ προεθίζει τοὺς ἀκροατάς, ὅτι «καί ποτε τὴν ἧτταν ἐστέρξατε ὑπὲρ τῶν ἀδικουμένων πολεμήσαντες». ἐξαρκεῖ δὲ τὸ «ἐξήλθετε».

τῶν τότε Ἀθηναίων πολλὰ ἂν ἐχόντων νῦν, ὅτε περὶ τοῦ μὴ δεῖν μνησικακεῖν ἐμνημόνευσεν, εἶπε «τῶν τότε Ἀθηναίων», καίτοι γε τοῖς νῦν αὐτός, ὡς εἴπομεν, λογισάμενος.

ἀλλʼ ὑπὲρ εὐδοξίας καὶ τιμῆς ἵνα μὴ δοκῶσιν ὡς μισοῦντες ἀμυνόμενοι Λακεδαιμονίους ὄντας ἐχθροὺς πεποιῆσθαι πόλεμον. τὸ δὲ «ἤθελον», οἷον «οὐ Δημοσθένους αὐτοὺς ἐρεθίζοντος». οὐ λόγος, φησίν, ἐξῆγεν ἡμέτερος, ἀλλὰ ἡ φύσις ἐκίνει πρὸς τὴν παράταξιν. εἶτα ἐπιτείνει καὶ βεβαιοῖ, τῶν πατέρων τὴν γνώμην ἀποδεχόμενος, καὶ τοῖς κοινοῖς λογισμοῖς κυροῖ τὸ πολίτευμα, ὥστε δοκεῖν μὲν παρὰ τοῖς Ἀθηναίοις δημηγορεῖν, ἅπασιν δὲ συμβουλεύειν ἀνθρώποις τὰ χρήσιμα.

καὶ ἐν οἰκίσκῳ τις αὑτὸν φασὶ τὸν τῶν ὀρνέων οἶκον οὕτω καλεῖσθαι παρὰ τοῖς Ἀττικοῖς. λέγει οὖν ὅτι, κἂν μεταβάλῃ τὴν δίαιταν κἂν ὄρνις εἶναι νομίζηται, ἀποθανεῖται πάντως καὶ μὴ δεικνὺς ἑαυτόν, ἀλλʼ οὕτω κρυπτόμενος.

ἐγχειρεῖν μὲν ἅπασιν ἀεὶ πάλιν τὴν ἐπιχείρησιν ἐπαινεῖ, τὸ δὲ πέρας οὐκ ἀναδέχεται.

τὴν ἀγαθὴν προβαλλομένους ὥσπερ πρόβολον.

ταῦθʼ ὑμῶν οἱ πρεσβύτατοι τί λέγω τοὺς πάλαι προγόνους; φησί, καὶ ὑμῶν οἱ ζῶντες πρεσβύτεροι ταύτην ἤσκουν τὴν γνώμην, οἳ καὶ τῶν Λακεδαιμονίων κινδυνευόντων ἐφείσαντο, ἡνίκα οἱ κρατήσαντες αὐτῶν ἐν Λεύκτροις διαφθείρειν αὐτοὺς ἐσπούδαζον. οὐκοῦν ἐντεῦθεν ἐξενέγκατε νόμον, ὡς εὐτυχοῦσι μὲν ὀργίζεσθαι τοῖς ἐχθροῖς, ἐπταικόσι δὲ ἐπαμύνειν.

ὑπὸ Θεμίσωνος Θεμίσων τις καὶ Θεόδωρος Εὐβοεῖς, ἐπιθέμενοι Ὠρωπῷ, χωρίῳ Ἀθηναίων κειμένῳ μεταξὺ τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας, ἔλαβον αὐτό. ὡς δὲ Ἀθηναῖοι ἔμελλον πολεμεῖν, ἔδοξε δίκῃ μᾶλλον κρίνεσθαι. τὸν δὲ μέχρι τῆς κρίσεως χρόνον Θηβαῖοι ἔφασαν αὐτοὶ λαβόντες φυλάξειν τὸ χωρίον. ὡς δὲ ἔλαβον, οὐδὲ ἑτέροις ἀπέδοσαν, μέχρις οὗ Φίλιππος ὕστερον σπενδόμενος Ἀθηναίοις ἐν τῷ ἀναχωρεῖν ἐπὶ Μακεδονίαν ἐχαρίσατο αὐτοῖς τοῖς Ἀθηναίοις παρὰ Θηβαίων λαβών.

μηδὲν ὧν ἠδίκησθε νομοθετεῖ πάλιν ὁ ῥήτωρ τὰ κάλλιστα φιλοσοφῶν· οὐδὲ γὰρ ἂν ἔχοι λόγον ἀδικεῖν τοὺς πιστεύσαντας.

τί ἔμελλον κελεύσειν τὸ ἀξίωμα τοῦ συμβούλου διὰ τοῦ «κελεύειν» ἐδήλωσεν «ὑπὲρ αὐτῆς τρόπον τινὰ τῆς βουλῆς οὔσης», οἷον, ἐν οἷς ἐδοκοῦμεν ἄλλοις βοηθεῖν, καὶ τὸ λυσιτελὲς ἠνύετο τῆς πόλεως ἤδη, λέγω τὸ συμμαχεῖν Βυζαντίοις· ἐδόκει γὰρ τῷ φαινομένῳ μὲν Βυζαντίους ὠφελεῖν, ὠφέλει δὲ καὶ τὴν πόλιν διὰ τὴν σιτοπομπίαν.

βούλομαι τοίνυν ἐπανελθεῖν τοῖς εἰρημένοις ὑπαιτίοις οὖσιν ἀναμίξαι πάλιν τὴν μνήμην τῶν ἀγαθῶν ἐπείγεται, ἵνα στείλῃ διὰ τῶν ἐπαίνων τὴν μέμψιν.

ὁρῶν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ ναυτικὸν ὑμῶν ὅρα τοῦ φροντίζοντος τὴν διάνοιαν. τὸ «καταλυόμενον» δὲ τὸ κατὰ μικρὸν ἀφανίζεσθαι μέλλον.

ἔθηκα νόμον οὐ γὰρ ἐπείθοντο ψιλοῖς λόγοις οἱ πλούσιοι. εἶτα, ἐπειδὴ τὸ ἀναγκάζειν ὕποπτον ἦν, ἐπήγαγεν εὐθὺς «τὰ δίκαια ποιεῖν». δεῖ γὰρ ἄκοντας ἐμβάλλειν εἰς τὰ καλὰ τοὺς οἰκείους. ἀνεπαχθῶς δὲ τὸν κατὰ τῶν πλουσίων μετεχειρίσατο λόγον, μεταλήψει τῶν ὀνομάτων εἰς τὸ χρήσιμον τὴν ζωὴν μεταλλάξας.

φέρε δὴ καὶ τὸν καλὸν κατάλογον κατʼ εἰρωνείαν.

φέρε ... κατάλογον ἐν ἤθει καὶ ἐν εἰρωνείᾳ· τὸν γράψαντα γάρ πως κατέλεγεν.

ἆρά γε μικρὰ βοηθῆσαι τοῖς πένησιν οὐχ ἁπλῶς πένησιν, ἀλλʼ ὑμῶν.

οὐ τοίνυν μόνον τῷ μὴ καθυφεῖναι ἀνακεφαλαιοῦται τὴν αὔξησιν προστιθεὶς ὡς «οὐ κατὰ τοῦτο μόνον αὐχῶ, ὅτι μὴ προὔδωκα τὴν γραφήν, ἀλλʼ ὅτι καὶ αὐτὸς ὁ νόμος ἐπῃνέθη τῇ πείρᾳ». ἔστι γὰρ ἀπάτη νικᾶν μέν, εἶναι δὲ ἀσύμφορον. ὅθεν τὴν ἀπὸ τῶν πραγμάτων ἀπόδειξιν εἰς συμμαχίαν καλῶν τὰ ἑξῆς ἐπάγει κατὰ ἀναίρεσιν· «οὐκ ἐν Μουνυχίᾳ ἐκαθέζετο» — σημαίνει δʼ ὅτι ἱκέτης ἦν ὁ τριήραρχος —, «οὐ δεσμώτην ἑώρων οἱ ἄρχοντες οὗτοι οἱ τῶν Ἀθηναίων, ἀποστολεῖς καλούμενοι».

ἐν Μουνυχίᾳ Μουνυχία τόπος περὶ τὸν Πειραιᾶ, ἔνθα ἐστὶν ἱερὸν Μουνυχίας Ἀρτέμιδος· κἀκεῖ ἔφευγον οἵτινες τῶν τριηράρχων ἠδικοῦντο ἢ ναῦται ἤ τινες τῶν ἐξεταζομένων ἐν τῷ Πειραιεῖ. ἐκλήθη δὲ Μουνυχία, ὥς φησιν ὁ Διόδωρος, παραφέρων τὰ Ἑλλανίκου, λέγων ὡς ὅτι Θρᾷκές ποτε στρατεύσαντες κατὰ τῶν οἰκούντων τὸν Μινύειον Ὀρχομενὸν τὸν τῆς Βοιωτίας ἐξέβαλον αὐτοὺς ἐκεῖθεν· οἱ δὲ ἐξαναστάντες ἦλθον εἰς Ἀθήνας ἐπὶ Μουνύχου βασιλέως· ὁ δὲ ἐπέτρεψεν αὐτοῖς οἰκῆσαι τὸν τόπον τοῦτον τὴν Μουνυχίαν, ὅστις οὕτως ὠνομάσθη παρʼ αὐτῶν πρὸς τιμὴν τοῦ βασιλέως.

ἀποστολέων ἀποστολεῖς ὄνομα ἦν ἀρχῆς παρὰ τοῖς Ἀθηναίοις, ἔργον ἐχούσης τὸ φροντίζειν τῆς ναυτικῆς δυνάμεως πρὸς τὸ ταχέως ἐξελθεῖν.

μετήνεγκα ἡ λέξις δηλοῖ τὸν ἀνεξίκακον.

βάσκανον δὲ καὶ πικρὸν καὶ κακόηθες ἀποτείνεται πρὸς τὸν Αἰσχίνην διὰ φθόνον τοῦ στεφάνου.

ἡγοῦμαι τοίνυν λοιπὸν ὅτι κατὰ νόμον ἐν θεάτρῳ γενέσθαι τὸ κήρυγμα εἴρηκε καὶ ὅπως οὐχ ὑπεύθυνον ἔγραψέ με στεφανοῦσθαι. ἐλέγομεν δὲ ὅτι τὸ δίκαιον καὶ τὴν ἐξέτασιν τῆς πολιτείας εἰς δύο διελὼν καὶ μέσον τάξας τὸ νόμιμον οὕτω πεποίηκε τὴν διοίκησιν.

περὶ τῶν παραγεγραμμένων νόμων παρʼ οὓς παρέγραψε τὸ ψήφισμα, σημειωσάμενος ὅτι παρὰ τούτους τοὺς νόμους ἐγράφη τὸ ψήφισμα.

ὧν μέντοι γε τὸ νόμιμον τοῦτο λύει τῷ ῥητῷ καὶ τῇ διανοίᾳ. ἐκείνου γὰρ λέγοντος ὅτι «ὁ νόμος οὐκ ἐᾷ τὸν ὑπεύθυνον στεφανοῦν», οὗτος τῇ διανοίᾳ κέχρηται «ἀλλʼ οὐκ ἐν τῷ τὰ ἐμαυτοῦ ἀναλίσκειν ἃ δέδωκα τῷ δήμῳ»· ἐν τῇ τειχοποιίᾳ γὰρ ἐπέδωκεν, ὡς ἔγνωμεν.

«ἐπῄνεσεν αὐτόν» φησίν «ἡ βουλὴ ὑπεύθυνον ὄντα» τοῦτο ὡς ἀπὸ Αἰσχίνου λέγοντος ὅτι ἀπατηθεῖσα ἡ βουλὴ ὑπʼ αὐτοῦ ἐπῄνεσεν αὐτὸν καὶ ἐστεφάνωσεν ὑπεύθυνον ὄντα.

«ἐπῄνεσεν ... ὄντα» ἀντὶ τοῦ εἰπεῖν «ὁ Κτησιφῶν» ὑποσημαίνει τὴν βουλὴν ὡς ἐπαινέσασαν ἤδη, ἵνα φαίνηται τῆς βουλῆς, οὐ Κτησιφῶντος, κατηγορῶν.

οὐ περὶ τούτων γε οὐδενὸς «μὴ κατηγόρει» φησίν «ἀδίκως, μηδὲ συκοφάντει τὴν εἰρήνην· οὐ γὰρ οὗτος, ὡς σὺ λέγεις, ἐν οἷς εἰμὶ ὑπεύθυνος ἐπῄνεσεν, ἀλλὰ διʼ ἅπερ ἐπέδωκα», διόπερ εὐκαίρως ἐπήνεγκε τὸ «ὦ συκοφάντα».

«ἀλλὰ καὶ τειχοποιὸς ἦσθά» φησι καὶ τοῦτο ὡς ἀπὸ Αἰσχίνου.

«ἀλλὰ ...» φησι τοῦτο εἰ μὲν συνῆπτο τῷ ἄνω τῷ περὶ τῶν θεωρικῶν, ἅμα ταῖς δύο ἀρχαῖς αὐτὸν ἡ ἀντίθεσις ἔνοχον ὄντα ἐδείκνυε, λέγουσα ὅτι κατὰ ταὐτὸν καὶ τοῖς θεωρικοῖς ὑπεύθυνον ὄντα καὶ τῇ κατασκευῇ τοῦ τείχους ἔγραψε τιμηθῆναι, ἰσχυρά πως ἐφαίνετο σφόδρα, καὶ περὶ τὴν ἀναίρεσιν ἠποροῦμεν. νῦν δὲ τὸ ἰσχυρὸν διαπαίξας τὸ περὶ τῶν θεωρικῶν καὶ τῷ τάχει τὴν ἀπάτην ὑποκλέψας, ὡς ἐκ περιουσίας εἰσάγει ληροῦντα περὶ τούτων τὸν Αἰσχίνην καὶ λέγοντα «τειχοποιὸς ἦσθα», ὅπου μάλιστα ἡ προλαβοῦσα λύσις ἀκόλουθος ἦν, ἐν οἷς ἔλεγεν «ἀλλʼ ἐφʼ οἷς ἐπέδωκα». διὸ καὶ φιλοτιμεῖται διοριζόμενος.

πρῶτον μὲν Ναυσικλῆς ἑτέρα τις ἐπαγωγὴ τῆς ἀκροάσεως. ὡς γὰρ τοῦ Αἰσχίνου λέγοντος ὅτι οὐκ ἔξεστι τὸν ὄντα ἐν ἀρχῇ φιλοτιμεῖσθαι τὰ ἑαυτοῦ καὶ χαρίζεσθαι, οὕτως ἐπάγει τὰ παραδείγματα. εἰκὸς δὲ ἦν μετὰ τὸ δοῦναι τὰς εὐθύνας στεφανωθῆναι αὐτούς, ἀλλʼ ἀορίστως προῆκται.

εἶθʼ οὗτος Νεοπτόλεμος οἰκειότερον τοῦτο πρὸς αὐτὸν τὸ παράδειγμα. καὶ γάρ τοι καὶ τελευταῖόν ἐστιν.

σχέτλιον γὰρ ἂν εἴη τοῦτό γε μετὰ τὴν ἀπόδειξιν εὐλόγως σχετλιάζει, τοῖς κοινοῖς λογισμοῖς λοιπὸν χρώμενος. «ἐπειδὴ ἄρχω τινὰ ἀρχήν, ἀξιοῖς ἐμὲ δοῦλον ποιεῖν, ὡς οὐ δέον τοῖς ἐμοῖς χρῆσθαι ὡς βούλομαι.» καὶ οὐχ ἁπλῶς «διδόναι τὰ ἑαυτοῦ» εἰπὼν ἀπηλλάγη, ἀλλὰ «διδόναι τῇ πόλει» προσέθηκεν, ὀνόματι τῆς πατρίδος τὴν ἀτοπίαν συναύξων.

ἐπέδωκα· ἐπαινοῦμαι διὰ ταῦτα ἐλέγχει αὐτὸν ὡς ἀγνώμονα καὶ ψευδόμενον. «οὐκοῦν οὐδʼ ἐγὼ εὐθύνας ἀπαιτεῖσθαι δίκαιός εἰμι ὧν ἐχαρισάμην, ἀλλὰ τιμᾶσθαι· φυλάττεσθαι γὰρ ἐπὶ πάντων προσήκει τὸ αὐτὸ δίκαιον.» ποῖον τοῦτο; ἄκουε καὶ μάνθανε· «ἐπέδωκα· ἐπαινοῦμαι τῆς ἐπιδόσεως χάριν· ἦρξά τινα ἀρχήν.» εἶτα δέον εἰπεῖν ὡς ἐπὶ τοῦ προτέρου «δίδωμι τὰς εὐθύνας τούτων». ἐνήλλαξε τὸν χρόνον· «καὶ δέδωκα εὐθύνας ἐκείνων», ὥς τινας ὑπολαβεῖν ἐντεῦθεν, ὡς μεταξὺ τῆς γραφῆς ἀποτεθείσης, πρὶν ἐλθεῖν εἰς τὸ δικαστήριον, φοβηθεὶς παρέσχε τὰς εὐθύνας τούτων· διὰ τοῦτο καὶ πλάττεταί τινας ὥσπερ ἀνθυποφορὰς παρʼ Αἰσχίνῃ.

νὴ Δίʼ, ἀλλʼ ἀδίκως ἦρξα οὐ τοῦτο πάλιν Αἰσχίνης κατηγορεῖ, ἀλλʼ ὁ ῥήτωρ νῦν αὐτὸ προστίθησιν, ἐπειδὴ θαρρεῖ ἑαυτῷ μὴ κεκλοφέναι.

νὴ ... ἦρξα καὶ τὴν λύσιν εὐθέως κατʼ ἐπιτίμησιν εἰσάγει· «καὶ τί προδότης ἐγένου τῆς πόλεως τῇ σιωπῇ; πῶς τοῦ Δημοσθένους ἐφείσω πολιτευσαμένου τὰ χείριστα; τίς εἶδέ σε τῶν λογιστῶν τὴν πονηρίαν μεμφόμενον;»

εἶτα παρών σημείωσαι, ἀπὸ τοῦ καιροῦ τὸ ἐπιχείρημα.

γέγραψαι ὁ δὲ Πλάτων φησί· «γραφήν σέ τις ὡς ἔοικε γέγραπται»· κεῖται ἐν τῷ Εὐθύφρονι.

ἃ δέ φησιν ἡ βουλὴ δεῖν πάλιν ἐνέμεινε τῷ θεωρήματι, ἀντὶ τοῦ Κτησιφῶντος μεταλαβὼν τὴν βουλήν. ἐνθυμεῖται δὲ πάνυ χαριέντως ἐλέγχων ὡς ἀχάριστον ὁμοῦ καὶ ἀνόητον, οἷον «ἂν μέν τις διδῷ τὰ ἑαυτοῦ, λαμβάνειν τὴν βουλὴν οὐκ ἐκώλυσας· ἂν δὲ θέλῃ τὸν δεδωκότα ἀμείψασθαι, παράνομον καλεῖς τὸ γιγνόμενον· καινὸς ἀναφαίνῃ νομοθέτης, τὸ μὲν λαβεῖν ἐπαινῶν, τὸ δὲ ἀποδοῦναι μεμφόμενος». προσεκτέον δὲ πάλιν τῷ «ἀποδοῦναι» ὡς εὐκαίρως εἰρημένῳ, ἵνα φαίνηται χρέος ἀποπληροῦσα ἡ βουλή.

τὸ λαβεῖν οὖν τὰ διδόμενα καθʼ ὅλον κῶλον παρίσωσις.

ὁ δὲ παμπόνηρος τὸ κόμμα ἔγκλημα.

καὶ μὴν περὶ τοῦ γε ἐν τῷ θεάτρῳ μεταβαίνει λοιπὸν καὶ εἰς τὸ ἕτερον νόμιμον τὸ περὶ τοῦ κηρύγματος. καὶ βλέπε τὴν εἰσαγωγὴν ὅπως ἔχει· «καὶ μὴν περὶ τοῦ κηρύγματος εἰ σκοποίη τις, ὁμοίως συκοφάντην εὑρήσει καὶ βάσκανον».

τὸ μὲν μυριάκις μυρίους «πολλούς», ἀληθεύειν δοκεῖ τῷ ἀορίστῳ· πολλοὶ γὰρ πολλάκις ἐστεφανώθησαν, ἀλλὰ τῶν ξένων βουληθείσης τῆς πόλεως. ὅπερ ἀποκρύπτων εὔπορον τὴν ἀπάτην ἐργάζεται.

ἀκούεις, Αἰσχίνη, τοῦ νόμου ἐπεὶ παρακρούεσθαι χρεία, προστίθησι τὸ σαφὲς ἔχειν τὸν νόμον, ὑφαρπάζων πρὸς τὸν ἀκροατὴν τῆς ἐξετάσεως τὴν ἀκρίβειαν. δοκεῖ δὲ τὸ ῥητὸν κατὰ τὸ ἐλλεῖπον ἀσάφειαν ποιεῖν. εὐκρινητέον οὖν οὕτως· ὁ νόμος, φησί, λέγει σαφῶς «μηδεὶς ἐν τῷ θεάτρῳ κηρυττέσθω πλὴν ἐκείνων, οὓς ἂν ὁ δῆμος ἕληται καὶ ἡ βουλὴ ψηφίσωνται».

τούτους δὲ ἀναγορευέτω ὁ κῆρυξ δηλονότι, οὓς ἂν ὁ δῆμος ἕληται καὶ ἡ βουλή. ἰστέον δὲ ὅτι περὶ τῶν ξένων ὁ νόμος ταῦτα διείρηκεν, ὡς εἴπομεν.

τί οὖν, ὦ ταλαίπωρε οἰκτείρει τὸν ἐχθρόν, ὑπεύθυνον ποιῶν τῷ ἐγκλήματι. «παῦσαι δή, δυστυχέστατε, τῇ ἀληθείᾳ μαχόμενος. ἐλεῶ σε πολεμοῦντα τῷ νόμῳ. ἀπαλλάσσου τῆς νόσου· χρήσιμος ἐν τοῖς τοιούτοις κακοῖς ὁ ἑλλέβορος· δέχου τῆς πόας τὴν θεραπείαν, ῥῖψον ἀπὸ τῆς ψυχῆς τὸ ἀρρώστημα.»

ὥσπερ ἀνδριάντα ἐκδεδωκὼς ὁ Αἰσχίνης, οὐ συγχωρῶν εἶναι τὸν ῥήτορα δημοτικόν, ἔφασκεν ὥσπερ πλάττων τὸν δημαγωγὸν ὡς ὀφείλει εὐγενὴς εἶναι καὶ προγόνων σεμνῶν καὶ τετράφθαι καλῶς καὶ πεπαιδεῦσθαι ἐλευθέρως καὶ κήδεσθαι τῆς πατρίδος καὶ τὰ τοιαῦτα· εἶτα μετὰ τὴν ἀπαρίθμησιν τούτων ἀντιθεὶς τὰ κατὰ τὸν Δημοσθένην καὶ μηδὲν τοιοῦτον εὑρὼν προσὸν αὐτῷ, σχετλιάζει καὶ ἀγανακτεῖ. διασύρει οὖν τῇ παραθέσει τοῦ ὁμοίου τὸν λογισμόν. ἤδη γάρ τις, φησίν, εἰ δημιουργὸν ἀξιοῖ πλάσαι αὐτῷ ἀνδριάντα καὶ τὰ σχήματα οἷα δεῖ ἔχειν πρὸς αὐτὸν ποιησάμενος, ἐπειδὰν μετὰ ταῦτα ἐλθὼν μὴ εὕρῃ ἐνόντα ἐν τῷ πλάσματι τοῦ ἀνδριάντος τὰ ἐν τῇ γραφῇ, εἰκότως δυσχεραίνει καὶ καταβοᾷ τοῦ τεχνίτου.

κατὰ συγγραφὴν λέγει κατὰ πρόσταξιν, οἷον «ὡσανεὶ προσέταξας ἀνδριαντοποιῷ ἀνδριάντα ποιῆσαι κατά τινα ἐπιταγήν, οἷον ἐπιτάξας αὐτῷ ὅτι βούλομαι εἶναι αὐτὸν τὸν ἀνδριάντα τοιῶσδε, τὴν χεῖρα αὐτὸν ἔχειν τοιῶσδε καὶ τοὺς πόδας τοιῶσδε καὶ τὴν κεφαλὴν ὁμοίως, εἶτα μὴ δεξάμενος αὐτὸν τὸν ἀνδριάντα ὥσπερ ἐπέταξας, ἐνεκάλεις ὕστερον τῷ ἀνδριαντοποιῷ».

ἐγὼ λοιδορίαν κατηγορίας διαφορὰ λοιδορίας καὶ κατηγορίας.

οὐδὲν ἧττον ἐμοῦ ἐπιτήρει ὅτι ἐν οἷς ὠφελεῖ δίδωσιν Αἰσχίνῃ τὸ ἴσον εἰς σύνεσιν καὶ οὕτω περιτρέπει.

πομπεύειν ἀντὶ τοῦ λοιδορεῖν.

πότερόν σέ τις, Αἰσχίνη μέλλων τὰς λοιδορίας ἐργάσασθαι προοδοποιεῖ ἑαυτῷ τὴν παρὰ τῶν καθημένων εὐμένειαν, ἐχθρὸν ἀποφαίνων τῆς πόλεως, οὐχ ἑαυτοῦ, τὸν Αἰσχίνην, ἵνʼ οὕτως ὅπερ ἂν εἴπῃ βλασφημῶν αὐτὸν ἡδέως ἀκούσωσιν, ὡς ἐχθροῦ κοινοῦ βαλλομένου. ὁ οὖν λόγος τοιοῦτος· «πῶς ἐμὸς ὢν ἐχθρός — τοῦτο γὰρ ἂν ὁμολογήσειας ἐρωτηθείς — οὐδαμοῦ φαίνῃ γεγονώς μου κατήγορος, οὐκ ἐν εὐθύναις, οὐκ ἐν γραφαῖς, οὐκ ἐν ἄλλαις κρίσεσιν ἁπλῶς; ὡς εἶναι δῆλον ἀφʼ οὗ σεσιώπηκας, ὡς οὐκ εἶ τῷ Δημοσθένει πολέμιος, ἄλλως τε ἡνίκα καθαρὸς ἐγὼ καὶ ἄμεμπτος ἐφάνην.»

εὐθύναις εὔθυνα ἦν ὧν δημοσίᾳ τις ἐπιστεύθη, γραφὴ δὲ κυρίως ἡ ἐπὶ τῶν παρανόμων, κρίσις δὲ ἡ ἐπὶ ἐγκλημάτων.

τῇ πόλει δʼ ἢ πλέον ἀπὸ τοῦ λαβεῖν με, φησί, τὸν στέφανον, ὃ δημοσίᾳ ἐπράχθη, ἀνάγκη τῇ πόλει δόξης μετεῖναι ἢ πλέον ἢ ἔλαττον, τουτέστιν ἢ μέρος τῆς δόξης ἢ καὶ τὸ ὅλον.

ὅρα μὴ τούτων μὲν ἐχθρὸς ᾖς τὸ «ὅρα» καλῶς· οὐ θέλει γὰρ αὐτὸς ἀποφήνασθαι, ἀλλʼ ἡ τῶν πραγμάτων ἀναγκάζει σε φύσις, φησίν, ὁμολογεῖν. θαυμάζω δὲ τὴν δεινότητα, ὅτι πρώην, ὅτε τῆς αὐξήσεως χρεία ἦν, ὅλης τῆς πόλεως ἀπέδειξεν ἐχθρὸν τὸν Αἰσχίνην· ὅτε δὲ συνεπληρώθη πᾶσα ἡ περίοδος, οὐκέτι λέγει τὴν πόλιν, ἀλλὰ τοὺς δικαστὰς λέγων· «μὴ τούτων μὲν ἐχθρὸς ᾖς»· αὐτῶν γὰρ ἐδεῖτο νῦν τῆς εὐνοίας, ἵνα θηράσῃ μὲν τὴν ψῆφον οὕτως, ἐγείρῃ δὲ τῷ ἀντιδίκῳ τὸν πόλεμον. διὸ καὶ θαρρῶν εὐθὺς ἐπάγει.

ἐπειδὴ τοίνυν ἡ μὲν εὐσεβὴς καὶ δικαία ψῆφος κινήσας αὐτάρκως εἰς δυσμένειαν τοὺς ἀκούοντας ἐπισημαίνεται ὡς νενικηκώς. «δέδεικται» γάρ φησιν «ἡ εὐσεβὴς καὶ δικαία ψῆφος τοῖς ἅπασι», τὸ μὲν οἰκεῖον οὐ φανερῶς εἰπών, ὡς αὐτὸς ὀφείλει τὴν ψῆφον λαβεῖν, ὑπαινιττόμενος δὲ ἀπὸ τῆς τῶν πραγμάτων ἀποδείξεως τοῦτο. ἔστι δὲ αὐτῷ μέχρι τούτου τὸ μέρος τοῦ δικαίου τὸ περὶ τῶν εὐεργετημάτων, ᾧ καὶ τὸ νόμιμον συνῆψεν, ἀσθενὲς ὑπάρχον, ὡς ἔφαμεν. φυλάττει δὲ μετὰ τὰς λοιδορίας τῇ μνήμῃ τὸ ἄλλο τοῦ κεφαλαίου μέρος, ἐν ᾧ τῶν ἐν Χαιρωνείᾳ κακῶν γεγενημένων ἀναιρεῖ τὰ ἐγκλήματα.

ἐπειδὴ τοίνυν ζητοῦσί τινες «καὶ ποῦ ἐστιν ἡ ἀπόδοσις τούτου τοῦ κώλου; οὐδὲν γὰρ ἐπήγαγε πρὸς ὃ εἶπεν “ἐπειδή”.» περὶ τούτου πολλοὶ ἐπεχείρησαν ἀπολογήσασθαι καὶ σχεδὸν εἰπεῖν πάντες ἀπέσχον. οἱ μὲν γὰρ αὐτῶν ἔφασκον ὡς δεῖ ἐν ὑπερβατῷ αὐτὸ ἀναγινώσκεσθαι, ἄλλοι δὲ διέστρεφον τὴν φράσιν, ἐναλλάττοντες τοὺς συνδέσμους, ζητοῦντες στῆσαι τὴν ἀπόδοσιν. ἡμεῖς δέ φαμεν ὡς ὅτι Ἑρμογένης ἐν τῷ περὶ ἰδεῶν, ἐμπεσὼν εἰς τὸ ἐξηγήσασθαι τοῦτο τὸ κῶλον, οὕτως αὐτὸ ἔλυσεν, ὅτι ἀπὸ θυμοῦ ὁ Δημοσθένης ἐνταῦθα οὐδὲν ἐπήγαγεν.

ἐπειδὴ τοίνυν τοῦτο τὸ κῶλον οὐκ ἔχει ἀπόδοσιν, ἀλλʼ εἰς θυμὸν ἐμπεσὼν ὁ ῥήτωρ καὶ πολλὰ μεταξὺ θεὶς ἀφῆκεν οὕτως. μαρτυρεῖ δὲ καὶ Ἑρμογένης ἐν τῷ περὶ ἰδεῶν καταστὰς εἰς τὴν τούτου ἐξήγησιν.

δεῖ δέ με, ὡς ἔοικε δύο συγγνώμας ἔθηκεν, ἐκ μὲν τοῦ «δεῖ με» τὴν ἀνάγκην δηλῶν, ἐκ δὲ τοῦ «φιλολοίδορον», ὅτι οὐ μεθʼ ἡδονῆς ἐντρυφᾷ τοῖς Αἰσχίνου κακοῖς, ἀποστρεφομένης τὸ πρᾶγμα τῆς φύσεως.

Αἰακὸς ἢ Ῥαδάμανθυς ἢ Μίνως οὗτοι οἱ τρεῖς διεβεβόηντο ἐπὶ δικαιοσύνῃ.

ἀλλὰ μὴ σπερμολόγος τινές φασιν οὕτω καλεῖσθαι τὸν κολοιόν, ὡς ἀλλοτρίοις πτεροῖς προσχρησάμενον· καὶ δὴ καὶ ὁ Αἰσχίνης οὐδὲν ἴδιον ἔχει, τοῖς δὲ τῶν ἄλλων λόγοις προσεκέχρητο αὐτὸς ἀπαίδευτος ὤν. ἢ σπερμολόγος, ἀσεβής, ἀπὸ τῶν βωμῶν συλλέγων τὰ ἐπιτιθέμενα ὑπὸ τῶν ἄλλων. τάχα δὲ καὶ πένης, ὁ τὰ ἀποπίπτοντα ἀπὸ τῶν βασταζόντων ἀναλαμβάνων καὶ κατὰ βραχὺ ἀπὸ τῆς γῆς συλλέγων καὶ οὕτω τρεφόμενος.

ὄλεθρος γραμματεύς ὁ τῶν γραμμάτων κύριος καὶ τῶν ψηφισμάτων φύλαξ.

ὄλεθρος γραμματεύς ἢ ὀλέθρου ἄξιος, ἢ ὁ πολλοῖς προξενήσας ὄλεθρον τῷ μεταβάλλειν τὰ γράμματα ἐν τῷ ἀναγινώσκειν.

ὥσπερ ἐν τραγῳδίᾳ βοῶντα, ὦ γῆ καὶ ἥλιε ἔοικε γὰρ τραγικὰ εἶναι ταῦτα. καὶ ἅμα εἰς τὴν τέχνην ἀποσκώπτει· «σύνεσιν καὶ παιδείαν ἐπικαλούμενον». ὁ γὰρ Αἰσχίνης δυσχεραίνων, εἰ Δημοσθένης ὀφθείη στεφανούμενος, καὶ ταῦτα ἐφθέγγετο.

ἀπολειφθεῖσι ἀντὶ τοῦ τῆς παιδείας.

τὰς παιδείας δηλονότι.

οὐκ ἀπορῶν δʼ ὅτι χρὴ περὶ σοῦ ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι «οὐκ ἀπορῶν τοῦ εἰπεῖν πολλὰ κατὰ σοῦ, ἀλλʼ εὐπορῶν, ἐν τούτῳ δοκῶ ἀπορεῖν, ἐν τῷ μὴ εἰδέναι με ποῖον πρῶτον προτάξω αὐτῶν τῶν πολλῶν».

οὐκ ... σοῦ ἐγκωμιαστικοῦ νοήματος ἐπελάβετο, ἐπεὶ καὶ ὁ ψόγος τῶν ἐγκωμιαστικῶν.

παρʼ Ἐλπίᾳ οὗτος ὁ Ἐλπίας χαμαιδιδάσκαλος ἦν παρὰ τοῖς Ἀθηναίοις, ὑπόσχολον ἔχων τὸν πατέρα τοῦ Αἰσχίνου.

Θησείῳ πρὸς τῷ ναῷ τοῦ Θησέως.

χοίνικας παχείας χοίνικας καλεῖ τὰς πέδας, τὸ δὲ «ξύλον» ἢ πρὸς τὸ ἐπερείδεσθαι τὸν Τρόμην ἐν τῷ βαδίζειν καὶ ἐπαναπαύεσθαι ἢ πρὸς τὸ δύνασθαι συνάπτειν τοὺς πόδας αὐτοῦ.

χοίνικας παχείας εἰπὼν δουλεύειν αὐτὸν τὰ ἑπόμενα τοῖς φαύλοις τῶν δούλων ἐπήγαγε, τὰς πέδας λέγων· τοῦτο γὰρ καλεῖ χοίνικας, τὸ στρογγύλον δηλῶν.

πέδας καλεῖ τὰς χοίνικας.

κλεισίῳ τῷ προστώῳ· ἔστι δὲ ὄνομα τόπου.

τὸν καλὸν ἀνδριάντα μικρὸς γὰρ ἦν ὁ Αἰσχίνης τὸ σῶμα.

τριταγωνιστὴν ἄκρον καὶ τοῦτο κατὰ τὸ ἦθος· ἔστι γὰρ ἀμαθέστατον.

ἀλλʼ ὡς ὁ τριηραύλης οὐχ ἁπλῶς αὐλητής — ἦσαν γὰρ καὶ ἐπίσημοι —, ἀλλʼ ἐν τριήρει αὐλῶν ἄμουσον ῥυθμόν.

τῆς καλῆς ἐργασίας κατʼ εἰρωνείαν· λέγει γὰρ τῆς πορνείας.

ὀκνῶ μὴ περὶ σοῦ δύο ἀνύει, καὶ τὸ δοκεῖν εἶναι σώφρων καὶ τὸ φεύγειν τὰς λοιδορίας, κἂν ὦσιν ἀληθεῖς.

οὐδὲ γὰρ ὧν ἔτυχεν ἦν τὸ παρʼ ὑπόνοιαν καλούμενον, ἐπειδὴ παρʼ ὃ προσεδόκων οἱ ἀκροαταὶ τὸ ῥητὸν ἐπήγαγε.

καταρᾶται ἵνα λέγῃ «τοῖς προδόταις»· τοῖς τοιούτοις δὲ καταρᾶται ὁ δῆμος διὰ τοῦ κήρυκος.

ὀψὲ γάρ ποτε δεῖ λαβεῖν τὸ μὲν πρῶτον «ὀψὲ» ὥσπερ διηγουμένου, τὸ δὲ δεύτερον ὡς κατʼ ἐρώτησιν καὶ ὡς ἐκπληττομένου, ὅτι ἐλησμόνησεν εἰπεῖν. τὸ «ἐχθὲς μὲν οὖν καὶ τὸ πρώην» ἀντὶ τοῦ ὀψέ· κατὰ κοινοῦ δὲ τὸ «ἦν».

σημείωσαι, παρʼ ὑπόνοιαν.

καὶ δύο συλλαβὰς προσθεὶς μίαν μὲν εἰς τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ, μίαν δὲ εἰς τὸ τῆς μητρός.

Ἔμπουσαν ἐκ τοῦ πάντα αἰσχρῶς καὶ ἀνοσίως ποιεῖν· τοιαύτη γὰρ ἡ πάλαι Ἔμπουσα.

πάντα ποιεῖν πάντα τὰ αἰσχρὰ καὶ ἀνόσια· τοιαύτη γὰρ ἡ πάλαι Ἔμπουσα.

τουτουσὶ τοὺς πολίτας.

καὶ περὶ ὧν μὲν ἔστι τις ἀμφισβήτησις ἐπιδείκνυσιν ἐν τούτοις, ὅτι οὐχ ὡς ἐχθρὸς ἀκριβολογεῖται, πάντα ἐξετάζων ἃ ἥμαρτεν, ἀλλὰ πλεῖστα καὶ παραπέμπεται. διηγεῖται δὲ τὰ σαφέστερα καὶ εὐδηλότερα· διὸ καὶ ἀκολούθως ἐπήγαγε.

τὸν ἀποψηφισθέντα οὗτος γὰρ ὁ Ἀντιφῶν Ἀθηναῖος ἐδόκει εἶναι τὸ πρότερον. γιγνομένων δὲ τῶν καλουμένων διαψηφίσεων, ὅ ἐστιν ἐξετάσεων ἐν τοῖς δήμοις ὡς ἔθος, εἰ ἄρα φύσει Ἀθηναῖος οὐκ ὢν ἐνέγραψεν ἑαυτὸν ἐκ σπουδῆς τινῶν εἰς τοὺς ἀστούς· ἀπεψηφίσθη δὲ καὶ ἀπεδοκιμάσθη ὡς οὐκ ὢν ἀστὸς καὶ ἐκβέβληται. λυπηθεὶς δʼ ᾤχετο πρὸς τὸν Φίλιππον καὶ ὑπέσχετο αὐτῷ λάθρα τῆς Ἀττικῆς ἐπιβὰς ἐμπρήσειν τῶν Ἀθηναίων τὰ νεώρια.

κεκρυμμένον ἐν Πειραιεῖ τὰ εἰκότα εἴρηκεν ὡς πεῖσαι δυνάμενα. ὅ τε γὰρ τόπος τοῦ Πειραιῶς ὕποπτος καὶ ὁ τρόπος· «κεκρυμμένον» γὰρ εἰπὼν εἰς πίστιν ἄγει τὴν τόλμαν.

ὡς ἐν δημοκρατίᾳ δεινὰ ποιῶ μιμεῖται τοῦ Αἰσχίνου τοὺς λόγους, τὸ πιθανὸν αὐτοῖς εἰς ἀπάτην διδούς. ὅρα γὰρ ὅπως ὀνομάζει τὴν πολιτείαν ἐκ φιλανθρωπίας γνωριζομένην καὶ «τοὺς ἠτυχηκότας» λέγων «τῶν πολιτῶν» μηχανᾶται τὴν ἄφεσιν. ποιεῖ δὲ λεληθότως πάλιν πολέμιον τῷ δήμῳ τὸν Αἰσχίνην, εἴ γε ὁ μὲν ὡς οὐκ ὄντα πολίτην ἐκάλει.

καὶ ἐπʼ οἰκίας βαδίζων πολὺν ἔπαινον φέρει τῷ ῥήτορι· οὕτως ὑπὲρ τοῦ κοινοῦ συμφέροντος ἀγρυπνεῖ, ὡς καὶ μηδενὸς εἰδότος καὶ ἐπιτρέψαντος αὐτὸν ἐπιζητεῖν τοὺς βλάπτειν ἐθέλοντας. τινὲς δὲ τῷ ἑξῆς συνῆψαν τὸ «ἄνευ ψηφίσματος ἀφεθῆναι ἐποίησεν»· ἀπατήσας γὰρ τὸν δῆμον ἔπεισεν ἀφεθῆναι τὸν ἄνθρωπον ὀξέως, ὡς μηδὲ καιρὸν ἐγγενέσθαι τοῦ ψηφίσασθαι. ὅλον τοίνυν ἐξ ἀμφοῖν.

καὶ εἰ μὴ ἡ βουλὴ ἡ ἐξ Ἀρείου πάγου συνάπτει ἑαυτὸν εὐτραπέλως σεμνοτάτῳ βουλευτηρίῳ καὶ καρποῦσθαι μετʼ ἐκείνης πειρᾶται τὴν δόξαν· ὃν γὰρ εὗρε μὲν Δημοσθένης, ἀπέλυσε δὲ Αἰσχίνης, ἐπεζήτησεν ἡ βουλὴ καὶ ἀνέσωσε.

ἐν οὐ δέοντι συμβεβηκυῖαν ὀνειδίζει τρόπον τινὰ τῷ δήμῳ διὰ τοῦ προσώπου τῆς βουλῆς· ἔστι μὲν γὰρ ὡς ἀνθρώπους ἀγνοεῖν. τὸ δὲ «ἐν οὐ δέοντι» τοιοῦτόν ἐστιν· ἀγνοεῖν οὐκ ἔδει διδαχθέντας ὑπὸ τοῦ ῥήτορος, καὶ εὔνουν ἔχοντες δημηγόρον τὴν ἐπιβουλὴν οὐ συνήκατε. συνηπίστατο τῷ συμβούλῳ ὁ προδότης καὶ ὑμᾶς ἐγοήτευσε.

καὶ συλλαβοῦσα πανταχόθεν ἀγρεύσασα, τὴν θήραν οὐκ ἀπολέσασα. κατασκευάζει δὲ διὰ τῆς φυγῆς τὴν ὑπόνοιαν· οὐ γὰρ ἂν οὕτω σπουδαίως ἔφυγεν, εἰ μὴ συνῄδει ὡς ὑπεύθυνος ἦν.

ἐπανήγαγεν ὡς ὑμᾶς θέασαι τῆς λέξεως τὴν ἀκρίβειαν. ἐπειδὴ γὰρ εἶπεν αὐτὸν ἀπὸ τῆς ἐκκλησίας διʼ Αἰσχίνην πεφευγέναι, κυρίως εἶπε τὸ «ἐπανήγαγεν», εἰς τὸν αὐτὸν τόπον αὖθις κατέστησεν αὐτὸν ἡ βουλὴ τῷ δήμῳ, ὑφʼ οὗ σέσωσται πρότερον.

τοιγαροῦν εἰδυῖα ταῦτα ἡ βουλὴ ἡ ἐξ Ἀρείου συνάπτει καὶ ἕτερον πολίτευμα τῆς βουλῆς εὐκαίρως κατʼ Αἰσχίνου γενόμενον. καὶ ἔστι κἀνταῦθα τὴν δαιμονίαν αὐτοῦ κατοπτεῦσαι φύσιν. ἵνα γὰρ μὴ δόξῃ χάριτι Δημοσθένους γεγονέναι τὸ τοῦ Ἀντιφῶντος, εἰσάγει τὴν βουλὴν αὐτὴν καθʼ αὑτήν, οὐκ ἐκ τοῦ ῥήτορος καταγινώσκουσαν, καὶ ποιεῖ κατὰ τῆς πονηρίας Αἰσχίνου τὴν ψῆφον τῆς βουλῆς ἐξ ἀμφοτέρων βεβαίαν.

καὶ ταῦτα ἀπὸ τοῦ βωμοῦ φέρουσα ἀναιρεῖ τὰ ὑφορμοῦντα, ἵνα μὴ δυσμένειάν τις μαρτυρήσῃ τῇ βουλῇ.

ἀπὸ τοῦ βωμοῦ ἤτοι ὅτι ἐκεῖθεν λαμβάνουσα τὰς ψήφους οὕτως ἐδίδου, ἢ ὅτι τὰς χεῖρας ἐπιθεῖσα τῷ βωμῷ καὶ θύουσα μετετίθει τὰς χεῖρας ἐπὶ τὰς ψήφους, ὡς μηδὲν πρὸς ἔχθραν, ἀλλὰ δικαίως ψηφίζεσθαι.

οὐκοῦν ὅτε τούτου μέλλοντος δοὺς ἑκάστης μαρτυρίας τὴν πίστιν χρῆται λοιπὸν ἐνθυμήματι. ἡ δὲ σύνταξις ἐπικίνδυνος καὶ σολοικοφανής τισιν ἐνομίσθη· μεταχειριστέον δὲ αὐτὴν οὕτως, ἀμείβοντας μέν, οὐδὲν δὲ τὸ παράπαν ἔξωθεν ἐπεισάγοντας· «οὐκοῦν ὅτε, τούτου μέλλοντος λέγειν, προσέταξεν ἑτέρῳ, δηλονότι λέγειν, καὶ ἀπήλασεν αὐτὸν ἡ βουλή», τίνος; τῆς συνδικίας.

ὡς ἐν αἰσχύνῃ ποιήσων τὴν πόλιν ἐνήλλαξεν ὁ ῥήτωρ ἐξεπίτηδες, οἶμαι, τὰ ῥήματα, τὴν ἀτοπίαν τῆς Φιλίππου γνώμης δηλῶν· ἐπεὶ πρῶτόν τις ἐλέγχειν ὀφείλει τὸν ἀδικοῦντα, εἶτα καταισχύνειν.

καὶ πολλῷ ῥέοντι καθʼ ὑμῶν σκόπει κἀνταῦθα τὸ μέγεθος τῆς μεγαλονοίας τοῦ ῥήτορος, ὅτι καὶ δοκῶν, ὡς οἴονταί τινες, θαυμάζειν τὸν Πύθωνα οὐδὲ ἐπιστήμην αὐτῷ οὐδὲ σύνεσιν ἐμαρτύρησεν, ἀλλὰ τὸ ῥοῶδες καὶ λάλον ἁπλῶς περιττόν· ἅπερ οὐ τέχνης ἀληθοῦς γίνεται σύμβολα, ῥητορικῆς δὲ ὡς εἰπεῖν εἴδωλα μᾶλλον. διὸ καὶ θρασὺν αὐτὸν εἰπὼν διέβαλε.

καὶ τὰ τῆς πόλεως οὐχὶ προὔδωκα δίκαια ἐπειδὴ εἶπεν «οὐκ εἶξα οὐδʼ ὑπεχώρησα», καὶ ἔμελλέ τις, τὸν ἀντίτεχνον ἐννοῶν, ὑπονοεῖν ὡς ἄρα ῥήτορι ῥήτωρ ἐβάσκηνε· διὸ καὶ σοφώτατα μετάγει τὴν αἰτίαν πρὸς τὸ εὐφημότερον, «τὰ δίκαια τῆς πόλεως οὐ προὔδωκα» φήσας.

διετεινάμην διὰ συντόνου σπουδῆς ἀπηρνούμην.

ἐν Ἀμφίσσῃ Ἀμφίσση πόλις τῆς Λοκρίδος.

εἰς Ἐλάτειαν μεγίστη πόλις τῆς Φωκίδος.

τὰ μὲν παρακρούσασθαι ἀπατῆσαι.

ἡ Κιρραία χώρα ὄνομα πόλεως.

ἱερομνήμονας οἱ πεμπόμενοι εἰς τὸ τῶν Ἀμφικτυόνων συνέδριον, ὡς κύριοι τῶν ψήφων.

Κόττυφος ἱερομνήμων ἦν Θετταλὸς ὑπὲρ Φιλίππου πάντα πράττων.

Πυλαίας πυλαία ἡ μέση τοῦ ἥπατος εὐρυχωρία παρὰ τοῖς θύταις.

ἀλιτήριον φθορέα.

κίναδος θηρίον.

φίλων Φιλίππῳ παρίσωσις κατὰ τὴν ἀρχήν.

Ἐλευσίναδε σημείωσαι, ἀντὶ τοῦ εἰς.

οὐκ ἔγραψα τὸ σχῆμα τὸ λεγόμενον κλιμακωτόν.

Βάταλον ὄνομα αὐλητοῦ.

Κρεσφόντην Ἡρακλέους υἱός.

αὕτη σημείωσαι, κατὰ ἀπόστασιν.

τότε τοίνυν τὰ μὲν σημείωσαι, ζήτει τὸν Ἀπιανὸν λέγοντα τὸ ἐναντίον.

ἔστι δὲ ταυτὶ πάντα παραγραφικὸν σημείωσαι· ὡραῖον πάνυ καὶ ὅτι ἑβδομηκοντάκις διὰ τούτου τοῦ λόγου τοῦτο παρέλαβε.

σημείωσαι τὸ παραγραφικόν· θαυμασίως γὰρ καὶ ὑπὲρ λόγον ἐποίησε· τοὺς μὲν γὰρ παραγραφικοὺς λόγους τῷ ἀντιδίκῳ προσέπλεξε, πρὸς αὐτὸν ἀποτεινόμενος καὶ ἀποστρέφων τὸν λόγον, τοὺς δὲ τῆς ἀπολογίας τοῖς παροῦσι καὶ τοῖς δικάζουσι.

παραγραφικόν.

εἰ δὲ μὴ προῄδεις σημείωσαι, σχῆμα διλήμματον.

πολιτεύει σημείωσαι, ἴδιον βασκανίας.

πράττεταί τι τῶν σημείωσαι, σχῆμα πάρισον κατʼ ἀντιστροφήν.

τὸν δʼ ὑπακούειν περὶ Κυρσίλου.

τὴν ἐπιστολήν μέχρι τούτου ἀνελλιπῶς ἔχει καὶ τὰς ἐπιστολὰς καὶ τὰ ψηφίσματα καὶ τοὺς μάρτυρας.

καθʼ ὑμῶν ἀντὶ τοῦ «ὑπὲρ ὑμῶν»· ὁ δʼ Ὅμηρος τοὐναντίον τὸ «ὑπὲρ» ἀντὶ τοῦ «κατά»· «ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω.»

πότερον σχῆμα διλήμματον.

Κέφαλος περὶ Κεφάλου ὅτι πρὸ Δημοσθένους ἦν.

ἡ γὰρ ἐμὴ πολιτεία κατὰ κῶλον ἐπαναφορά.

τί γὰρ νῦν λέγεις διφορεῖται ἡ ἀνάγνωσις· ἄλλως γὰρ ἀναγινώσκεται στιγμῆς ἐν τῷ «λέγειν» μεσιτευούσης, καὶ ἄλλως ἐν μόνῳ τῷ «πράττειν» τιθεμένης.

πονηρόν, ὦ ἄνδρες περιβολὴν ἐποίησεν ἔξωθεν προσλαβών· γένος μέν ἐστιν «ὁ συκοφάντης», εἶδος δὲ «τοῦτο δὲ φύσει κίναδος».

κίναδος μαλακός, ἀνδρόγυνος.

οὐχ ὃ τὸν δῆμον κατὰ κῶλον ἐπαναφορά.

φυγεῖν εὐθυνθῆναι.

φυγὼν κατηγορηθείς.

νομίζω δὲ ὅμοιον τῷ «καὶ ὡς ἐμαυτὸν πείθω λίαν ὀρθῶς».

θιάσους ἄγων τὸ ἀθροιζόμενον πλῆθος ἐπὶ τελετῇ καὶ τιμῇ τῶν θεῶν.

εὐοῖ σαβοῖ βακχικόν τι ἐπίφθεγμα κατὰ τὴν τῶν Φρυγῶν διάλεκτον, ἵνα οὕτως ἔχῃ· «εὖ οἱ μύσται». ἀπὸ τούτου μέντοι καὶ ὁ Σαβάζιος Διόνυσος.

κιστοφόρος ὁ φέρων τὰς κίστας.

λικνοφόρος παρὰ φύλαξι τιμώμενος.

ἔνθρυπτα ψωμοὶ οἴνῳ βεβρεγμένοι, οἷς ἐπίκειται, ὥς φασι, καὶ φακῆ.

ψωμοὶ οἴνῳ βεβρεγμένοι, οὓς ποιοῦσιν εἰς σκάφην ἄρτους διαθρύψαντες καὶ φακῆν ἐπισκεδάσαντες.

ἀρχιδίοις τοῖς χαρτοφυλακίοις.

ἐδίδασκες γράμματα σημείωσαι, τὸ σχῆμα ἀντίθετον. ἀντίθετον δέ ἐστι σχῆμα τὸ διπλασιάζον πάντα τὸν ὑποκείμενον νοῦν, εἴ τις τοῦ κατὰ φύσιν ζητουμένου τὸ ἐναντίον λαμβάνων καταβαίνοι εἰς τὸ ὑποκείμενον. καὶ τοῦτο μέν ἐστι τῆς λέξεως, ὅπερ καὶ καθʼ ὑπόθεσιν λέγεται, τοῦτο δὲ τὸ ἀντίθετον τῆς διανοίας ἐστὶ σχῆμα, διανοήματι διανόημα ἀντικείμενον.

φωνασκίας φωνῆς ἄσκησις καὶ μεγαλοφωνία.

οὐκ ἐπὶ τῆς αὐτῆς ὁρμεῖ τοῖς πολλοῖς παροιμία ἐστὶν ἐλλειπτικῶς λεγομένη· προσυπακουστέον οὖν ἔξωθεν τὸ «ἀγκύρας».

καίτοι τίς πολύπτωτον.

οὗτος γράφεται τοιοῦτος.

μεμνῆσθαι σημείωσαι, μεμνῆσθαι τοὺς λόγους ἐπὶ κακῷ.

ξενίαν ὑποδοχήν.

ξένος ξενίαν ὑποδεχόμενος.

περίδειπνον ἡ ἐπὶ τοῖς ἀποθανοῦσιν ἑστίασις γινομένη.

τίς γὰρ συμμαχία πολύπτωτον.