eul_wid: vky-ai
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on Demosthenes: On the Chersonese by Demosthenes Scholia

Whether On the Chersonese is a forensic or a deliberative speech opens the notes, which side with Epiphanius in calling it deliberative, since neither Diopeithes nor Philip stood trial. The scholiast makes Diopeithes the father of the comic poet Menander, a friend of Demosthenes. Short glosses follow on cleruchs, figures of speech and Philip's tyrants in Euboea, Cleitarchus at Eretria and Philistides at Oreus, and among the last notes are Potidaea, renamed Cassandreia, and the Aleuadae as Thessaly's tyrants.

Part of Scholia on Demosthenes

ΠΕΡΙ ΤΩΝ ΕΝ ΧΕΡΡΟΝΗΣΩΙ

Τινὲς ἐνόμισαν τὸν λόγον δικανικοῦ εἴδους, λέγοντες ὅτι ἀπολογίαν ἔχει Διοπείθους καὶ κατηγορίαν Φιλίππου. ὁ δὲ Ἐπιφάνιος ὁ τεχνικὸς συμβουλευτικοῦ λέγει αὐτὸν εἴδους εἶναι, ἐπειδή, φησι, τῆς κατηγορίας πλείονα τὴν συμβουλὴν ἔχει. τὸ δὲ ἀληθέστερόν ἐστιν οὕτως· εἰ ἦν παρεστηκὼς ὅ τε κατηγορούμενος καὶ ὁ διώκων, καλῶς ἂν ὡς ἐν δικαστηρίῳ καὶ κρίσει αὐτῶν ὄντων ἐλέγομεν εἶναι τὸν λόγον εἴδους δικανικοῦ· ἀλλʼ ἐπειδὴ οὔτε δικαστήριον ἦν οὔτε Διοπείθης παρῆν οὐδὲ Φίλιππος, ἀλλʼ ὁ ῥήτωρ προσκοπῶν οὔτε τὴν ἀπολογίαν Διοπείθους οὔτε τὴν κατηγορίαν Φιλίππου, ἀλλὰ τῆς πόλεως τὸ συμφέρον συνεβούλευσε, καλῶς ἂν τὸν λόγον εἴποιμεν εἴδους εἶναι συμβουλευτικοῦ.

Ἐν τούτῳ τῷ λόγῳ καταφέρεται μὲν τῶν ῥητόρων, ὑπεραπολογεῖται τοῦ Διοπείθους, συμβουλεύει κινῆσαι τὸν κατὰ Φιλίππου πόλεμον. κεφάλαια δὲ τὸ συμφέρον καὶ τὸ δυνατὸν συγγράφει.

Οὗτος ὁ Διοπείθης πατὴρ ἦν Μενάνδρου τοῦ κωμικοῦ· ὁ δὲ Μένανδρος φίλος ἦν Δημοσθένους διʼ ὃν ὑπὲρ Διοπείθους βουλεύεται.

κληρούχους γεωργούς, παροίκους. κληροῦχοι γὰρ καλοῦνται καὶ οἱ ἀποστελλόμενοι πάροικοι καὶ ὁ κληρουχῶν καὶ μερίζων αὐτοῖς τὴν γῆν.

ἔδει μὲν τὸ προοίμιον ἀπὸ συστάσεως τοῦ οἰκείου προσώπου. ἐπεὶ γὰρ τοῦ μὲν κατηγορεῖ, τοῦ ἑτέρου δὲ ὑπεραπολογεῖται, τὴν ὑποψίαν ἀποκρούεται τῆς τε ἔχθρας καὶ τῆς εὐνοίας διὰ τῆς πρὸς ἑτέρους εἰσηγήσεως.

ἔστι δὲ τὸ προοίμιον ἐξ ἐπιτιμήσεως τῶν κατὰ Διοπείθους λεγόντων. εὔνοιαν δὲ τὸ προοίμιον ἀπεργάζεται. δύο δὲ ὄντων εὐνοίας τόπων, ἢ ἑαυτὸν συστῆσαι ἢ τὸν ἀντίδικον διαβαλεῖν, ἀπὸ κοινότητος αὐτὸ ἔλαβε· διὰ δὲ τοῦ λέγειν «ἄλλως τε καὶ περὶ τῶν κοινῶν» προσοχὴν τίκτει τοῖς ἀκούουσιν.

μήτε πρὸς ἔχθραν διὰ τὸν Διοπείθην λέγει, τὸ «πρὸς χάριν» διὰ Φίλιππον.

ἄλλως τε καὶ κατασκευὴ τοῦ προοιμίου.

ἐπειδὴ δʼ ἔνιοι «ἔνιοι» συμπέρασμα· ὁ δὲ Ἑρμογένης ἀνταπόδοσιν λέγει αὐτό.

ἡ εἰσβολή· ὅτι καὶ μάλιστα πρὸς τὸ συμφέρον χρὴ δημηγορεῖν.

ἡ κατασκευή· ὅτι καὶ μάλιστα πρὸς τὸ συμφέρον δεῖ δημηγορεῖν.

ἡ μὲν οὖν σπουδὴ τοῦτο τὸ δεύτερον προοίμιον ἐκ τοῦ πράγματος.

δεύτερον προοίμιον ἐκ διαβολῆς τῶν φιλιππιζόντων.

προοίμιον δεύτερον.

ἐγὼ δʼ ὅσα ἡ κατασκευὴ τοῦ προοιμίου.

προκατασκευή.

περὶ τούτων συμπέρασμα.

πολλὰ δὲ εἰσβάλλει εἰς τὸ κεφάλαιον τὸ συμφέρον.

εἰσβολὴ ἐπὶ τὸ συμφέρον κεφάλαιον.

τοὺς κληρούχους οὐκ εἶπε «τοὺς στρατιώτας τοὺς μετὰ Διοπείθους», ἀλλὰ «τοὺς κληρούχους» οἵτινες εἰρηνικοί εἰσι.

ἀλλὰ νὴ Δία ἄλλο μέρος τοῦ δικαίου, ὅτι ξένοι μετὰ Διοπείθους περικόπτοντες τὰ πλοῖα καὶ βλάπτοντες ἀδικοῦσιν.

τί ποιήσομεν κατʼ ἐρώτησιν.

ἀλλʼ ἐνθένδε βοηθήσομεν ἀντιστοχαστικὸν καὶ περὶ μέλλοντος.

ἂν δʼ ὑπὸ τῶν πνευμάτων ἀντίθεσις στοχαστική.

τούτου περὶ μέλλοντος καὶ ἀδήλου πράγματος.

ὥραν τοῦ ἔτους τοῦ θέρους.

Χαλκίδα πόλις μία τῆς Εὐβοίας.

Ὠρεὸν πόλις καὶ αὕτη τῆς Εὐβοίας.

βασκαίνειν οὐ φθονεῖν, ἀλλὰ μέμφεσθαι καὶ συκοφαντεῖν. δύο γὰρ σημαίνει τὸ «βασκαίνειν» παρὰ τοῖς παλαιοῖς.

εἰ γάρ τις ἀποστροφὴ πρὸς Φίλιππον.

εὐσθενεῖν εὐτυχεῖν καὶ φιλεῖσθαι παρʼ ὑμῶν.

ἐξετάσαι κρίνειν πῶς ἔχει τὰ πράγματα.

αὐτοῖς τοῖς πράγμασιν.

οὔτε χρήματα σημείωσαι, κατὰ κῶλον ἐπαναφορὰ τὸ «οὔτε».

τὰ ἡμέτερα αὐτῶν πράττειν ἀντὶ τοῦ ἡσυχάζειν καὶ μὴ πολυπραγμονεῖν περὶ ἀρχῆς καὶ ἡγεμονίας τῶν Ἑλλήνων.

λέγοντας οἷον τοὺς λέγοντας ὅτι «ἔθος ἐστὶ τῇ πόλει καὶ τοῖς προγόνοις ἡμῶν τὸ σῴζειν τοὺς κινδυνεύοντας καὶ προίστασθαι τῆς Ἑλλάδος καὶ ἐναντιοῦσθαι τυράννοις»· «ἐν δὲ τοῖς ἔργοις τοῖς ἐναντιουμένοις» ἐκείνοις τοῖς λέγουσιν ὡς ὅτι δεῖ προκινδυνεύειν τῶν Ἑλλήνων «συναγωνιζόμεθα».

εἰ γὰρ μήτε εἰσοίσετε κατὰ κῶλον καὶ κόμμα ἐπαναφορά.

πάντες ὅσοι πώποτε σημείωσαι, ὑπερβατὸν δέ ἐστι κατὰ παρένθεσιν, ὅ ἐστιν ἐπεμβολή.

ἢ ἐγὼ πάσχειν τὸ «ἢ» ἀντὶ τοῦ «ἐπεί»· ἐπεὶ εἰ μὴ οὕτως ἔχει τὸ πρᾶγμα ὡς λέγω, προτιμῶμαι.

λαμβάνουσι ἡ ἐπαναστροφὴ σχῆμα τοῦ κάλλους ποιητικόν, ἀλλὰ τοῦ κομματικοῦ.

καὶ διδόασιν ὑπερβατὸν κατὰ ἔννοιαν, μέσον ἔχον τὴν αἰτίαν.

παραπέμπεσθαι οἱονεὶ προπέμπεσθαι καὶ σῴζεσθαι.

τὰ τοιαῦτα ἀντὶ τοῦ «διὰ ταῦτα».

πόθεν γὰρ οἴεσθε ὑπερβατὸν καθʼ ὑπέρθεσιν.

ἐκ τοῦ οὐρανοῦ σχετλιάζοντος τὸ ῥῆμα.

διάγει οὐ τρυφᾷ, ἀλλὰ μόλις διατρέφεται.

τοῦτʼ εἰσὶν οἱ λόγοι ἀντὶ τοῦ «εἰς τοῦτο συντείνουσιν οἱ λόγοι».

μέλλει πολιορκεῖν καθʼ ὁμοιότητα λέξεως δεύτερον εἶδος τῆς κατὰ λέξιν δριμύτητος, «μέλλει» καὶ «μέλει».

ὑπερβολὴ μανίας καὶ γὰρ τῆς μεγίστης ἀνοίας ἔργον τὸ κατὰ τῶν ἰδίων πολιτῶν στρατιώτας τρέφειν.

εἰσαγγελία ἐμφανισμός, μήνυσις.

θορυβεῖτε ἀντὶ τοῦ «συντίθεσθε αὐτῷ ὡς ἀληθεύοντι».

αἴτιον δὲ ὑπερβατὸν κατὰ παρένθεσιν.

παρεσκευάκασιν προσώπου ὑποβολὴ τὸ σχῆμα.

φέρε ἠθοποιία.

παρείκατε οἱ Βοιωτοὶ τὸ η εἰς τὸ ει τρέπουσι.

ἀπογενομένου τἀνθρώπου σχεδὸν εἰπεῖν «τελευτήσαντος».

ἀλλʼ ἐκεῖνος τὸ σχῆμα ἀντίθετον, οἷον ὑμεῖς οἴκοι, ἐκεῖνος ἀποδημῶν.

ἐν Εὐβοίᾳ κατέστησε ἐν τῇ Ἐρετρίᾳ Κλείταρχον, ἐν τῷ Ὠρεῷ Φιλιστίδην.

ἐπὶ Σκιάθῳ Σκίαθος δὲ νῆσος πλησίον Εὐβοίας, ὑπήκοος Ἀθηναίων.

ποιεῖτε τὸ ῥαθυμεῖν καὶ ἀργεῖν.

τὰ νῦν βεβιασμένα τὰ ἔθνη τὰ νῦν ὑπʼ αὐτοῦ κατεχόμενα.

ἀρχὴν τὴν τυραννικήν, οὐ τὴν ἔννομον δηλονότι.

οὐ κακῶς σημείωσαι, ἐπίκρισις.

καὶ ὅπου τις πάλιν εἰς Διοπείθην αἰνίττεται, ὅτι ἐν τῇ Θρᾴκῃ αὐτὸν ἀμυνεῖται.

Δρογγίλον καὶ Καβύλην χωρία Θρᾳκικὰ εὐτελῆ περὶ τὸν Στρυμόνα καὶ τὴν Ἀμφίπολιν.

τῶν ἀργυρίων τὸ Λαύριον φησί· τόπος γάρ ἐστιν ἐν Ἀθήναις ἔνθα ἄργυρος τίκτεται.

μελινῶν τὴν κέγχρον φησίν· ἄλλοι δὲ ὅμοιον κέγχρῳ.

κέγχρον.

σιροῖς τοὺς θησαυροὺς σιροὺς ἐκάλουν οἱ Θρᾷκες καὶ οἱ Λίβυες, ἃ νῦν φοσσία ἰδιωτικῶς.

σιροῖς τὰ κατάγεια. Θεόπομπος καὶ Σοφοκλῆς ἐν Ἰνάχῳ «σιροὶ κριθῶν». οἶμαι δὲ λέγειν αὐτὸν φοσσία.

τὴν σώσουσαν τὴν μετὰ Διοπείθους.

βοηθείαις ταῖς μερικαῖς καὶ κατὰ καιροὺς γινομέναις στρατείαις.

εἰ δέ τῳ δοκεῖ ἀντίθεσις ἀπὸ τοῦ δυνατοῦ.

ἀναδυόμεθα ἀντὶ τοῦ «χωριζόμεθα τοῦ πράττειν καὶ ἐκφεύγομεν τοὺς πόνους», ἀπὸ μεταφορᾶς τῶν ὑποζυγίων τῶν ἀποδυομένων καὶ φευγόντων ὑποδῦναι τὸν ζυγόν.

οὔτε λέγειν ἄξιον συμφώνως τῷ Θουκυδίδῃ· «ὃ καὶ λόγῳ ἐνδοιασθῆναι αἰσχρὸν τῷ Πελοποννήσῳ».

καταπολιτεύονται καθʼ ὑμῶν πολιτεύονται.

τινὲς ὁ Δημοσθένης· οὕτως γὰρ ἔλεγον τινές.

ἀναβάλλουσι ἀντὶ τοῦ «ἀναβάλλεσθαι καὶ ὑπερτίθεσθαι ποιοῦσιν».

κωλύειν τὸ ὑπερβατόν, ἵνα ᾖ· καὶ κωλύειν τὸ διαρπασθῆναι τὰ χρήματα διὰ τὸ φύλακάς τινας τάξαι διʼ ὧν σωθήσεται.

αὐτὸ τοῦτο ἀντὶ τοῦ «καὶ κατὰ τοῦτο».

εἰ τὰ μὲν χρήματα ἀντίθετον τὸ σχῆμα· ἐκεῖ χρήματα, ἐνταῦθα τὴν Ἑλλάδα, κἀκεῖ ἀδήλως εἰ διαρπασθήσεται, ἐνταῦθα δὲ φανερῶς, κἀκεῖ μόριον, ἐνταῦθα πᾶσαν.

ἡ διαδικασία τὸ φιλονεικεῖν καὶ διαμφισβητεῖν λόγοις· διαδικασία οὖν ἡ φιλονεικία. κυρίως δὲ διαδικασία ἐστὶν ἡ ἐπὶ χρημάτων ἀμφισβήτησις· ἐνταῦθα δὲ κατεχρήσατο.

ἡ διαδικασία διαδικασία ἢ φιλονεικεῖν· κυρίως δὲ ἡ ἐπὶ χρημάτων ἀμφισβήτησις ἐν λόγοις.

ἀποτυμπανίσαι ῥοπάλοις ἀνελεῖν.

ἀνελεῖν.

Ποτίδαιαν τὴν Κασάνδρειαν.

ὑπάγει ἀπατᾷ.

τὴν Βοιωτίαν διὰ τοῦ περιποιῆσαι αὐτοῖς Ὀρχομενὸν καὶ Κορώνειαν· οὐκ ἔχοντες γὰρ καὶ ταῦτα ὑπακούοντα μετὰ τῶν Βοιωτῶν ἐδόκουν μὴ πάσης ἄρχειν Βοιωτίας.

πολέμου τῶν Φωκέων.

οὐκ ἦν ἀσφαλὲς σχῆμα τοῦ περὶ ἐπιμελείας καὶ κάλλους, τὸ λεγόμενον ἡ κατὰ κῶλον ἐπαναφορά.

τοὺς τυράννους τοὺς Ἀλευάδας.

οὐδὲν ἂν τούτων εἴποιμι τὸ κατὰ παράλειψιν σχῆμα.

προάγεσθαι ἀντὶ τοῦ προάγειν· παθητικὸν ἀντὶ ἐνεργητικοῦ.

ἐν κεφαλαίῳ ἀνακεφαλαίωσις.

παρὰ πάντα πάντα ὅσα ἂν δύνωνται τῇ πόλει.