eul_wid: vky-ac
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on Demosthenes: Olynthiac 2 by Demosthenes Scholia

Which Olynthiac came first is the opening question: Dionysius puts this speech first, Caecilius objects, and the scholiast argues from Demosthenes' own words that the First Olynthiac precedes it. The notes on the Second Olynthiac treat its single head, what Athens is able to do, and its case that Philip grew by injustice and has the gods against him. Among the last notes are the rich, the festival fund and a veiled hit at Eubulus.

Part of Scholia on Demosthenes

ΟΛΥΝΘΙΑΚΟΣ Β

ἐπὶ πολλῶν μὲν ἄν τις ἰδεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ μοι τοῦτον Διονύσιος προτάττει τῶν Ὀλυνθιακῶν, ἄρχοντάς τέ τινας καταλέγων καὶ ἐκ τοῦ προοιμίου πιστούμενος ἐκ περιχαρείας ληφθέντος. Καικίλιος δὲ ἀντιλέγει πρῶτον ἀξιῶν τὸν πρῶτον νομιζόμενον. τὸ μὲν οὖν κατὰ τοὺς ἄρχοντας ἐν ἱστορίᾳ κεῖται καὶ ἴσως οὐκ ἀκριβῆ τὸν ἔλεγχον ἔχει· τὸ δὲ κατὰ τὸ προοίμιον οὐκ αὔταρκες εἰς ἀπόδειξιν. ἑτέραν γὰρ ἔχει πρόφασιν τὸ νόημα. ἐξ αὐτῶν δὲ τῶν Δημοσθένους εὑρίσκεται πρῶτος ὁ «ἀντὶ πολλῶν»· ἐκεῖ γὰρ τὸ συμφέρον μάλιστα τὴν πλείστην ἐξέτασιν εἴληφεν, ἐνταῦθα δὲ τὸ δυνατόν, οὐδεὶς δὲ περὶ τοῦ δυνατοῦ βουλεύεται μὴ πρότερον εἰ συμφέρει σκοπήσας. ἔπειτα παρείληφεν ἐν τῷ δευτέρῳ τινὰ ὡς ὁμολογούμενα, ἅπερ ἐν τῷ προτέρῳ μετὰ πολλῶν ἀποδείξεων κατεσκεύασεν, οἷον εὐθὺς τὸ περὶ τῆς τῶν θεῶν εὐνοίας ἐνταῦθα μὲν ὡς ὁμολογούμενον ἐν προοιμίῳ τέθεικεν, ἐκεῖ δὲ δίκαιον λογιστὴν ἐζήτησε καὶ πολλὰς ἀποδείξεις ἐκόμισε τοῦ συμμάχους εἶναι τοὺς θεοὺς τῇ πόλει. πρόδηλον οὖν ὅτι διὰ τοῦτο νῦν οὐ κατεσκεύασεν ὅτι ἦν ἐν ἐκείνῳ πρότερον ἀποδείξας.

Κεφάλαιον δὲ ἐν τῷ λόγῳ προηγούμενον καὶ μόνον ἐστὶ τὸ δυνατόν, καθαίρεσιν ἔχον τοῦ Φιλίππου. τούτου δὲ κατὰ σύμπαντα τὸν λόγον ἐξεταζομένου τρεῖς ἀπʼ αὐτοῦ πεπτώκασιν ἀντιθέσεις· μία μὲν καθολικὴ «φοβερὸς ὁ Φίλιππος», ἣν ἔλυσεν ἀπὸ τοῦ δικαίου, φήσας ὅτι ἀδικῶν ηὐξήθη, καὶ κατέλεξε τὰς ἀδικίας καὶ τὰς ἀσεβείας τοῦ Μακεδόνος. εἰ δὲ τοῖς ἀδικοῦσιν ἀπεχθάνονται οἱ κρείττους, ἀσθενής ἐστιν ὁ Φίλιππος πολεμίους ἔχων τοὺς θεούς. τῶν γὰρ ἀντιθέσεων αἱ μὲν τοῖς ὁμοιογενέσι λύονται κεφαλαίοις, αἱ δὲ τοῖς ἑτερογενέσι, ὥσπερ κἀνταῦθα τὸ δυνατὸν ἐλύθη τῷ δικαίῳ. ταύτης οὕτω λυθείσης τῆς ἀντιθέσεως δευτέρα πέπτωκεν ἀκολουθία «ἀλλʼ εἰ καὶ ὑποπτεύουσιν αὐτόν τινες, ὅμως βίᾳ καθέξει τὰ πράγματα τῷ τὰ χωρία καὶ λιμένας προειληφέναι». καὶ ταύτην ἔλυσεν ἀπὸ τοῦ δικαίου, φήσας ὅτι οὐ συνέστηκεν αὐτῷ μετʼ εὐνοίας τὰ πράγματα· Μακεδόνες αὐτὸν διὰ τοὺς συνεχεῖς πολέμους μισοῦσι, τῶν ξένων πεζέταιροι καὶ σώφρονες ἀπεληλαμένοι εἰσὶ καὶ τὰ ἑξῆς. μετὰ ταῦτα ἡ τρίτη ἐμπέπτωκεν ἀκολουθία «ἀλλʼ εἰ καὶ οὕτως ἔχει τὰ κατʼ αὐτόν, ὅμως εὐτυχής ἐστι καὶ διὰ τοῦτο φοβερός». ταύτην ἔλυσεν ἀπὸ συγκρίσεως, ὅτι τῆς Φιλίππου τύχης μείζων ἡ τῆς πόλεως τύχη, διότι καὶ δικαιότερον πράττομεν, οὐκ ἀπολαύομεν δὲ αὐτῆς τῷ μηδὲν αὐτοὶ βούλεσθαι πράττειν.

Μετὰ ταύτην οἱ ἐπίλογοι παρρησίας μεστοὶ καὶ ἀξιώματος. τὰ μὲν γὰρ ἐπιτιμᾷ, τὰ δὲ διορθοῦται, καὶ τοὺς μὲν αἰτιᾶται τῶν ῥητόρων, τοῖς δὲ συναγορεύει στρατηγοῖς καὶ πλουσίοις. ἐσχημάτισται δὲ ὁ ἐπίλογος ὁ ἐπὶ τῶν χρημάτων τῶν θεωρικῶν φανερῶς μὲν μὴ λέγοντος διὰ τὸν νόμον, σχήματι δὲ πληροῦντος τὴν χρείαν. ποτὲ μὲν γάρ, φησιν, εἰσφέρετε χρήματα, ποτὲ δὲ ἡμεῖς αἴτιοι τοῦ μηδὲν γίγνεσθαι τῶν δεόντων, μὴ διδόντες χρήματα τοῖς στρατηγοῖς, ποτὲ δὲ ὅτι οὐ χρὴ τοὺς πλουσίους ἀναγκάζειν μόνους καὶ τριηραρχεῖν καὶ λειτουργεῖν καὶ εἰσφέρειν. ἐξ ὧν ἁπάντων λεληθότως αὐτοὺς ἀναγκάζει τῶν θεωρικῶν ἀποστῆναι μηδαμόθεν ἄλλοθεν εὐπορεῖν δυναμένους.

ἐπὶ ... μοι ἡ μὲν ὑπόθεσις τοῦδε τοῦ λόγου καὶ τὰ κεφάλαια παραπλήσια τῷ πρώτῳ. διενήνοχε δὲ κατʼ ἐκεῖνο μόνον, ὅτι ἐν μὲν τῷ πρώτῳ ζητεῖται εἰ χρὴ βοηθεῖν τοῖς Ὀλυνθίοις, ἐν δὲ τούτῳ τὸ μὲν βοηθεῖν ἤδη δέδεικται, τὴν δὲ ῥώμην ὀκνοῦσι τοῦ Μακεδόνος καὶ τὴν ἰσχύν, διʼ ἣν μάλιστα καὶ τὴν δημηγορίαν ταύτην ὁ ῥήτωρ πεποίηται, ὥστε πλεονάζον ἐν τῷ λόγῳ εἶναι κεφάλαιον τὸ δυνατόν.

ἄλλως εἰς τὸ αὐτό· μία πρὸς τοῖς ἄλλοις ἀρετὴ προοιμίου τὸ παραμυθεῖσθαι τὰ λυποῦντα τὴν ὑπόθεσιν. καὶ τῶν ἀντιπιπτόντων τὸ μὲν ὅλην παραλυπεῖ τὴν ὑπόθεσιν, τὸ δὲ πρὸς μέρος αὐτῇ ἀντιπίπτει. ἐνταῦθα τοίνυν πρὸς ἅπαντα μάχεται τὸν λόγον διὰ τὴν Φιλίππου δύναμιν, καὶ ὁ ἀκροατὴς δεδούλωται τὸ φρόνημα καὶ πάντας τοὺς τοῦ συμφέροντος ἀπωθεῖται λόγους, ὁ δὲ σύμβουλος οὐκ ἔχει πάροδον ἐπὶ τὰ ἄλλα μέρη τῆς ὑποθέσεως. τῶν γὰρ κεφαλαίων τὰ μὲν ἐξ αὐτῆς ἀνακύπτει τῆς τάξεως, οὐκ ὄντα πρῶτον γνώριμα τοῖς ἀκροαταῖς οὐδὲ ἐπιζητούμενα παρʼ αὐτῶν ἐξ ἀρχῆς, ὥσπερ ἐν τῷ πανηγυρικῷ τοῦ Ἰσοκράτους· ἔνια δὲ εὐθὺς καὶ πρὸ τῆς εἰσόδου ζητεῖται παρὰ τῶν ἀκροατῶν, πρὸς ἃ δεῖ τὸν ῥήτορα τὴν ἀπάντησιν εὐθὺς ἐκ προοιμίων ποιεῖσθαι· ὃ δὴ κἀνταῦθα γέγονε. τῆς γὰρ δυνάμεως τοῦ Μακεδόνος φοβούσης τοὺς Ἀθηναίους, ἐκ τῆς πρώτης ἐπιβολῆς ἀναιρεῖν πειρᾶται τὸν φόβον, ἀντιτάξας τῇ Φιλίππου ῥώμῃ τὴν τῶν θεῶν συμμαχίαν· δεῖ γὰρ τοῖς ἰσχυροῖς τῶν ἀντιπάλων ἰσχυρότερα τὰ παρʼ ἡμῶν ἀντιτιθέναι. φήσας δὲ ἐν πολλοῖς διαθεῖναι τοὺς θεοὺς τὴν ἑαυτῶν εὔνοιαν ἀκατάσκευον παρῆκε τὴν πρότασιν. ὅθεν καὶ μάλιστα δείκνυται δεύτερος ὢν οὗτος ὁ λόγος· ἐν γὰρ τῷ πρώτῳ φησί· «καί μοι δοκεῖ τις ἄν, ὦ Ἀθηναῖοι, δίκαιος λογιστής». νομίσας οὖν ἱκανῶς ἐκεῖ μεμαθηκέναι τὸν ἀκροατὴν περὶ τῆς τῶν θεῶν εὐνοίας, ἐνταῦθα λοιπὸν ὡς ὁμολογούμενον ἔθηκε, καὶ ἅπερ ἐκεῖ μετὰ ἀποδείξεων κατεσκεύασε, ταῦτα νῦν ὡς ὁμολογούμενα τέθεικεν εἰς ἑτέρων ἀπόδειξιν αὐτοῖς χρώμενος. καὶ τὸ «ἐπὶ πολλῶν» λαβὼν προλήψει κέχρηται πιστούμενος τὴν πρότασιν — τοῦ γὰρ εὔνους εἶναι τοὺς θεοὺς ἐπὶ τοῦ παρόντος τεκμήριον τὸ καὶ ἐπʼ ἄλλων πολλῶν φανερὰν γεγενῆσθαι τὴν εὔνοιαν —, αἰνιττόμενος ὅτι ἐν τῷ προτέρῳ λόγῳ τοῦτο ἱκανῶς ἀπέδειξε, καὶ ἄλλως τὸ δυνατὸν ἰσχυρὸν κατασκευάζων τῶν Ἀθηναίων καὶ φανερὰν ἐχόντων τὴν εὔνοιαν. ἔστι δὲ τὸ προοίμιον οὐδὲν ἕτερον ἢ κατασκευὴ τοῦ δυνατοῦ τῶν Ἀθηναίων.

τῶν δὲ κεφαλαίων τὰ μὲν ἐξ αὐτῆς ἀνακύπτει τῆς τάξεως, οὐκ ὄντα πρῶτον γνώριμα τοῖς ἀκροαταῖς οὐδὲ ἐπιζητούμενα παρʼ αὐτῶν ἐξ ἀρχῆς· ἔνια δὲ εὐθὺς καὶ πρὸ τῆς εἰσόδου ζητεῖται παρὰ τῶν ἀκροατῶν, πρὸς ἃ δεῖ τὸν ῥήτορα τὴν ἀπάντησιν εὐθὺς ἐκ προοιμίων ποιεῖσθαι· ὃ δὴ κἀνταῦθα γέγονε. τῆς γὰρ δυνάμεως τοῦ Μακεδόνος φοβούσης τοὺς Ἀθηναίους, ἐκ τῆς πρώτης ἐπιβολῆς ἀναιρεῖν πειρᾶται τὸν φόβον, ἀντιτάσσων τῇ Φιλίππου ῥώμῃ τὴν τῶν θεῶν συμμαχίαν· δεῖ γὰρ τοῖς ἰσχυροῖς τῶν ἀντιπάλων ἰσχυρότερα τὰ παρʼ ἡμῶν ἀντιτιθέναι. δείκνυται δὲ ὢν δεύτερος οὗτος ὁ λόγος ἐκ τῶνδε· ἐν γὰρ τῷ πρώτῳ περὶ τῆς τῶν θεῶν εὐνοίας ἀπόδειξιν παρασχὼν ἐνταῦθα ὡς ὁμολογούμενον ἔλαβεν.

Ἰστέον δὲ ὅτι φησὶν ὁ Φιλόχορος ὅτι τρεῖς βοήθειαι ἐπέμφθησαν, καθʼ ἕκαστον λόγον μιᾶς πεμπομένης, ὡς τῆς πρώτης μὴ ἐξαρκούσης. κεφάλαια δὲ ἐν μὲν τῷ πρώτῳ ἐπὶ πολὺ τὸ συμφέρον, ἐπʼ ὀλίγον δὲ τὸ δυνατόν· ἐνταῦθα δὲ τὸ ἐναντίον πολὺ μὲν τὸ δυνατόν, ὀλίγον δὲ τὸ συμφέρον.

τὸ προοίμιον ἐξ ὑποδιαιρέσεως τόπος δεύτερος.

δεύτερος τόπος τῶν ἐξ ὑποδιαιρέσεως προοιμίων, τὸ σχῆμα τοῦ λόγου ἐξ ἀορίστου προσλήψεως· εἰρηκὼς γὰρ τὸ «ἐπὶ πολλῶν» ἀόριστον ἐπήγαγεν ὡρισμένον τὸ περὶ τῶν Ὀλυνθίων. ὅμοιον τούτῳ τὸ εἰς τὸν ἅγιον Βασίλειον τοῦ θεολόγου προοίμιον.

τοῖς γὰρ προσώποις καὶ πρὸ τῶν πραγμάτων ἴδιαι παρακολουθοῦσιν ὑπολήψεις.

ἐκ περιχαρείας εἴληπται τὸ παρὸν προοίμιον.

ἐπὶ πολλῶν λείπει πραγμάτων.

ἐν τοῖς παροῦσι ἐν τῷ προσγενέσθαι ἡμῖν τοὺς Ὀλυνθίους συμμάχους.

τὸ γὰρ ... Φιλίππῳ ... γεγενῆσθαι τοῦτό ἐστιν ἡ δευτέρα πρότασις, ἣν ὡς ζητουμένην παρὰ τῶν ἀκροατῶν διὰ τὸν παρόντα φόβον κατασκευάζει τοῖς ἐφεξῆς, ἃ φθάνει ἐν τῷ προτέρῳ λόγῳ διδάξας, οὐ μὴν τῶν αὐτῶν ἕνεκʼ ἐκεῖσε κἀνταῦθα παρείληπται· τότε μὲν γὰρ εἰς ἀπόδειξιν τῆς Φιλίππου πανουργίας καὶ ὅτι φανερὸς γενόμενος οὐ δυνήσεται παρακρούσασθαι τοὺς Ὀλυνθίους — «ἄπιστον γὰρ ταῖς πολιτείαις ἡ τυραννίς, ἄλλως τε κἂν χώραν ὅμορον ἔχωσι» —, νῦν δὲ εἰς πίστιν τῆς εὐνοίας τῶν θεῶν· ἐκεῖ γὰρ ἀποδείξας συμφέρειν τῇ πόλει τὸ τῶν Ὀλυνθίων ἀδιάλλακτον, ἐνταῦθα ὡς ὁμολογούμενον εἰς πίστιν παρέλαβε τοῦτο τῆς εὐνοίας τῶν κρειττόνων.

ἀφʼ ὧν καταβάλλει τὸν Φίλιππον ἀπό τε ῥώμης καὶ γνώμης, ἀπὸ τούτων συνιστᾷ τοὺς Ὀλυνθίους· καὶ πάλιν ἀφʼ ὧν καταβάλλει τὸν Φίλιππον ἀπό τε τῆς δυσμενείας τῶν θεῶν καὶ ἀπὸ τῆς ἀπιστίας τῆς πρὸς ἀνθρώπους, ἀπὸ τούτων συνιστᾷ τοὺς Ἀθηναίους ἀπό τε τῆς εὐνοίας τῶν θεῶν καὶ ἀπὸ τῆς πίστεως τῶν ἀνθρώπων. πῶς γὰρ ἄπιστοι πρὸς ἀνθρώπους; ὅτι Ὀλύνθιοι τῷ Φιλίππῳ πολεμοῦσιν ἡμῖν προσερχόμενοι· ἐκ δʼ αὖ τῶν ἐναντίων δυνάμεθα λαμβάνειν τόπους ἐπὶ τοῖς πράγμασιν ἐναντίοις οὖσι.

τὸ γὰρ τοὺς πολεμήσαντας κατασκευὴ τοῦ προοιμίου.

καὶ χώραν ὅμορον εἰ καὶ εἶχον, φησί, δύναμιν καὶ ἐζήτουν αὐτῷ πολεμεῖν, οὐκ ἂν ἠδύναντο, εἴ γε πόρρω που ᾤκουν αὐτοῦ.

καὶ ... ὅμορον ὅρα ὅπως ἀπὸ θεῶν ἀρξάμενος δευτέραν ἔταξε τὴν τῶν Ὀλυνθίων συμμαχίαν.

τῇ ἐκείνου.

δύναμίν τινα ἀντὶ τοῦ σύμμετρον ἢ μεγάλην.

ἐμπερίβολον τὸ χωρίον, κατʼ ἔννοιαν ἔχον οὐκ ὀλίγα τὰ παρακολουθοῦντα.

δαιμονίᾳ τινὶ καὶ θείᾳ ὁ μὲν διαλεκτικὸς φιλονεικεῖ πρὸς τὸν ἀντιλέγοντα· διὸ καὶ τῷ συμπεράσματι χρῆται, καθάπερ δεικνὺς ὅτι φανερῶς ἐξήλεγξεν. ῥήτωρ δὲ εἰ συλλογίζοιτο, φιλονεικότερον καθίστησι τὸν ἀκροατὴν καὶ οὐκ εὐάγωγον πρὸς πειθώ· διὸ καὶ τοῖς λεγομένοις ἐνθυμήμασι χρώμεθα, ἐν οἷς τὰς δύο προτάσεις εἰπόντες τὸ συμπέρασμα σιωπῶμεν, ἐκείνῳ καταλιπόντες αὐτὸ προσενθυμεῖσθαι· βούλεται γάρ τι καὶ οἴκοθεν εἰς τὴν τῶν πραγμάτων εὕρεσιν ὁ ἀκροατὴς συμβάλλεσθαι. νῦν δὲ ἀναγκαίως ὁ ῥήτωρ ἐχρήσατο τῷ συμπεράσματι. πρῶτον μὲν γὰρ ἡ κατασκευὴ τῆς προτάσεως διὰ πολλῶν γενομένη ἀνάγκην ἐνεποίησεν αὐτοῦ τοῦ προτεθέντος εἰς ἀπόδειξιν διὰ τοῦ συμπεράσματος ἀναμνῆσαι· δεύτερον δέ, ὅτι ἐν μὲν τοῖς ἀγῶσιν εἰκότως τὸ συμπέρασμα σιωπῶμεν· πολλῶν γὰρ ἤδη καὶ προειρημένων καὶ μελλόντων λέγεσθαι ῥᾳδίως ὁ ἀκροατὴς εὑρίσκει τὸ σιωπηθὲν ὑπὸ τοῦ ῥήτορος· ἐν δὲ προοιμίῳ μηδενὸς ἔτι ῥηθέντος οὐκ ἔχει πόθεν αὑτῷ προσνοῆσαι τὸ λεῖπον. οὐδὲν δὲ διαφέρει τὸ δαιμόνιον τοῦ θείου παρὰ τοῖς ῥήτορσιν, ἀλλʼ ἐκ παραλλήλου τὸ αὐτό.

δεῖ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι τοῦτό ἐστι τὸ συμπέρασμα τοῦ προοιμίου· δείξας γὰρ τοὺς θεοὺς εὔνους καὶ τοὺς συμμάχους βεβαίους καὶ τὸ δυνατὸν τῶν Ἀθηναίων αὐξήσας καιρὸν ἔσχεν ἐπιτιμήσει χρήσασθαι, ᾗ σωφρονίσας ἐπὶ τὰ πράγματα προὔτρεψε. φησὶν οὖν· μὴ προδόται γενώμεθα τῶν ὑπαρχόντων καὶ δεδωρημένων ἡμῖν παρὰ τῶν θεῶν καὶ δόξωμεν αὐτοὶ καθʼ αὑτῶν τὰ χείριστα βουλεύεσθαι.

συμπέρασμα τοῦ προοιμίου.

ὅπως μὴ χείρους μὴ ἀνάξιοι φανῶμεν τῶν δεδομένων παρὰ τῶν θεῶν καὶ τῶν ὑπαρχόντων πραγμάτων.

τῶν ὑπαρχόντων ἤτοι τῶν δεδωρημένων ἡμῖν παρὰ τῶν θεῶν.

ἡμῖν ἐκ θεῶν.

μᾶλλον δὲ προδιόρθωσις.

ἐνδιάθετον τὸ σχῆμα.

προϊεμένους προδιδόντας.

τὸ μὲν οὖν ὦ ἄνδρες Ἀθηναῖοι δεύτερον προοίμιον ἀπὸ τοῦ δυνατοῦ τοῦ Φιλίππου.

δεύτερον προοίμιον ἐκ προσοχῆς.

Ἰωάννου Ἀθηναίου· τοῦτο σχῆμά ἐστι τὸ κατὰ παράλειψιν. οὐκ ἠβούλετο μὲν γὰρ τῇ ἀληθείᾳ τὴν δύναμιν ἐξετάσαι τοῦ Μακεδόνος· ἡ δὲ αἰτία ἵνα μὴ φοβήσῃ μᾶλλον τοὺς Ἀθηναίους ἀποσχέσθαι τοῦ πρὸς αὐτὸν πολέμου. οὐκ ἠβούλετο δὲ πάλιν τελέως ταύτην ἀμνημόνευτον ἐᾶσαι, ἵνα μὴ αὐτὸ τοῦτο δόξῃ φοβούμενος ταύτην καταλιπεῖν. τί οὖν ποιεῖ; καὶ μνημονεύει κατὰ παράλειψιν καὶ τὴν αἰτίαν οὐ τὴν οὖσαν λέγει, ὅτι ἵνα μὴ φοβήσω ὑμᾶς, ἀλλʼ ἑτέραν, ἵνα μὴ δόξω, φησίν, ὑμᾶς αἰσχύνειν καὶ ὀνειδίζειν.

τὸ ... Ἀθηναῖοι τὸ μὲν πρῶτον προοίμιον ἀπὸ τοῦ ἐπιχειρήματος τοῦ δυνατοῦ ληφθὲν σκοπὸν εἶχεν ἀπὸ τῆς προνοίας τῶν θεῶν τὸ δυνατὸν τῶν Ἀθηναίων αὐξῆσαι· τὸ δὲ δεύτερον περὶ τοῦ δυνατοῦ τοῦ Φιλίππου τὴν ἐξέτασιν ἔχει, καθαίρεσιν ἔχον τῆς δυνάμεως ὅσην ἔξεστιν ἐν προοιμίοις ἐργάσασθαι.

ἐπεὶ δὲ πολλάκις τοῖς τεχνικοῖς θεωρήμασιν ὡς νοήμασι χρώμεθα, τοῦτο καὶ νῦν ὁ ῥήτωρ πεποίηκεν. εἰδὼς γὰρ ὅτι δυνατόν ἐστι προτρέπειν τοὺς οἰκείους καὶ ἐπαινοῦντα τοὺς πολεμίους καὶ ψέγοντα — ὁ μὲν γὰρ ἔπαινος τῶν ἐχθρῶν ζῆλον ἡμῖν κινεῖ πρὸς αὐτούς, ὁ δὲ ψόγος εἰς ἀγανάκτησιν ἄγων παροξύνει —, τὸ μὲν θεώρημα ὡς νόημα εἶπεν, ὅτι ἐξῆν ὑμᾶς προτρέπειν ἐπαινοῦντα τὸν Φίλιππον, νῦν δὲ οὐ τοῦτο ποιῶ. καὶ προσποιεῖται μὲν παραλιπεῖν, ἐν οἷς δὲ τὴν αἰτίαν παραδίδωσι τῆς παραλείψεως, ἐν τούτοις ἐπαινεῖ τὸν Φίλιππον. τοῦτο δὲ ποιεῖ ἵνα καὶ χρώμενος μὴ δοκῇ κεχρῆσθαι καὶ ἵνα παροξύνῃ διὰ τοῦ ζήλου τὸν δῆμον, οὐ προσποιεῖται δὲ φανερῶς ἐπαινεῖν, ἵνα μὴ τὸν φόβον αὐξήσῃ τῶν Ἀθηναίων.

οὐχὶ καλῶς ἔχειν ἡγοῦμαι κατὰ μὲν τὸ ἀληθὲς οὐ βούλεται αὐτοῦ τὴν δύναμιν διελθεῖν, ἵνα μὴ φοβήσῃ τοὺς Ἀθηναίους· ὑπωπτεύετο γὰρ συμμάχους ἔχειν πολλούς· προσποιεῖται δὲ τὴν δόξαν παραιτεῖσθαι, ἵνα, φησί, μὴ φιλοτιμίαν ἐκείνῳ περιποιήσω διʼ ὧν αὔξω αὐτόν.

διὰ τί; κατασκευὴ τοῦ δευτέρου προοιμίου.

ὑπὲρ τούτων τῶν τοῦ Φιλίππου.

ὁ μὲν γὰρ σημείωσαι, χιαζομένη περίοδος τετράκωλος, ἔχουσα δύο προτάσεις καὶ δύο ἀποδόσεις.

χιαζομένη τετράκωλος περίοδος. ἡ περίοδος δύο ἔχει προτάσεις καὶ δύο ἀποδόσεις.

ἣν φησὶν ὁ Ἑρμογένης ἐν τῇ αὐτοῦ τέχνῃ καὶ ἀναστρέφεσθαι καὶ χιάζεσθαι· εἰσὶ γὰρ καί τινες περίοδοι ἀναστρεφόμεναι μὲν μὴ χιαζόμεναι δέ, ὡς ἐν τῷ πρὸς Λεπτίνην· «ἐν μὲν γὰρ τῷ γράψαι “μηδέν» εἶναι ἀτελῆ” τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν, ἐν δὲ τῷ προσγράψαι “μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι” ὑμῖν τὸ δοῦναι ὑμῖν ἐξεῖναι». καλεῖται δὲ τετράκωλον διὰ τὸ εἰς τὴν πρώτην πρότασιν οἰκείαν ἀπόδοσιν ἔχειν ὁμοίως καὶ εἰς τὴν δευτέραν.

ὁ μὲν γὰρ ἡ βάσις τοῦ προοιμίου, ἥτις ἐστὶν αἰτία τῆς ἀξιώσεως καὶ ἅπτεται αὐτοῦ τοῦ πράγματος, παροξύνουσα τοὺς Ἀθηναίους πρὸς πόλεμον μετὰ τὸ ἀνεικέναι αὐτοὺς τῆς ἀθυμίας.

ὑπὲρ τὴν ἀξίαν ἔτι κέχρηται τοῖς ἐπαίνοις, οὐ μὴν ἐκβαίνει τὸ μέτριον ὥστε καὶ φοβεῖν· οὐ γὰρ εἶπεν ἁπλῶς ὅσα κατώρθωσεν, ἀλλʼ «ὑπὲρ τὴν ἀξίαν», ὥστε καὶ τὰ κατορθώματα μὴ σφόδρα μεγάλα νομίζεσθαι ταπεινῶν ὄντων Μακεδόνων.

ταῦτα μὲν οὖν παραλείψω πάλιν προσποιούμενος παραλιπεῖν ἐπιμένει τοῖς αὐτοῖς λέγων· «ἐνθένδʼ ἂν αὐτὸν ἴδοι μέγαν γεγενημένον». ἔστι δὲ τοῦτο καὶ καθαιρετικὸν τῆς τοῦ Φιλίππου δυνάμεως, εἴπερ αὐτὸν δύο ἢ καὶ τρεῖς τῶν Ἀθηναίων ηὔξησαν.

τὸ σχῆμα μερισμός.

καὶ γὰρ εἰ συμπέρασμα τοῦ δευτέρου.

ἐνθένδʼ ἂν ἤγουν ἀπὸ τῶν ῥητόρων τῶν Ἀθηναίων, ἢ ἀπὸ τοῦ τοὺς Ἀθηναίους χρήσασθαι τοῖς πράγμασι μὴ προσηκόντως.

ἐνθένδʼ ἂν ὅ ἐστιν ἀπὸ τῶν Ἀθηναίων. αἰνίττεται δὲ εἰς τοὺς φιλιππίζοντας ῥήτορας.

ὧν οὖν ἐκεῖνος μὲν ὀφείλει τρίκωλος αὕτη περίοδος ἔχουσα μίαν πρότασιν δίκωλον καὶ μίαν ἀπόδοσιν.

ὧν ... ὀφείλει ὑπὲρ ὧν οὖν ηὐξήκασιν οὕτω Φίλιππον οὗτοι οἱ προδόται — καὶ ἔδει αὐτὸν μὲν Φίλιππον χάριν αὐτοῖς ὁμολογεῖν, ἡμᾶς δὲ δίκην αὐτοὺς εἰσπράττεσθαι —, ὑπὲρ τούτων, φησίν, οὐκ εὔκαιρόν μοι τὸ λέγειν νῦν δοκεῖ· οὐ γὰρ περὶ τούτων εἰσῆλθον κατηγορίαν ἐνστήσασθαι, ἀλλὰ συμβουλεῦσαι περὶ Ὀλυνθίων.

λύσις τοῦ ἀντιπίπτοντος. ἀντέπιπτε γὰρ «διὰ τί οὐ γράφεις καὶ κατηγορεῖς;»

τοῖς ὑπὲρ αὐτοῦ συμπέρασμα.

πεπολιτευμένοις ἤτοι τοῖς ῥήτορσιν, ἢ ἀντὶ τοῦ τοῖς πεπραγμένοις.

λαβεῖν παρʼ αὐτῶν.

οὐχὶ νῦν ὁρῶ οὐ γὰρ συνῆλθε κατηγορίαν ἐνστήσασθαι, ἀλλὰ συμβουλεῦσαι.

τοῦ λέγειν ἤγουν τοῦ λέγειν ὑπὲρ τῶν πεπολιτευμένων ὑπὲρ ἐκείνου.

ἃ δὲ καὶ αὕτη δὲ ἔχει πρότασιν μίαν τρίκωλον καὶ ἀπόδοσιν μονόκωλον· τέσσαρα γὰρ κῶλα ἔχει.

χωρὶς τούτων χωρὶς τοῦ παροξυνθῆναι ἐπὶ τὸν πόλεμον διὰ τῆς κατηγορίας τῶν προδοτῶν.

κατʼ ἐκείνου φαίνοιτʼ ἂν ὀνείδη ἰδοὺ παραδίδωσιν ἡμῖν, πότε δεῖ ἐκ τῆς τῶν ἐναντίων δόξης παροξύνειν οἷς προτρέπομεν, ὅτε εἰσὶ τὰ μεγαλεῖα ἐκείνων ἐξ ἄλλων τινῶν καὶ οὐκ ἐκ τῶν προτρεπομένων, ὡς ἐν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν ἐποίησεν ἐν οἷς διέξεισι τὴν σπουδὴν τοῦ Φιλίππου. ἐκεῖσε γὰρ τοῖς ἄλλοις ὑπάρχει βαρύς, οὐ τοῖς Ἀθηναίοις, ἐνταῦθα δὲ ἐπεὶ ἐν τῷ τοὺς Ἀθηναίους βλάπτειν γέγονε μέγας ὁ Φίλιππος, παραιτεῖται λέγειν, καὶ ἔστι μέθοδος δεινότητος, ἵνα μὴ φοβερώτερον καταστήσῃ τὸν Φίλιππον, ἀλλʼ ἐκ τῆς γνώμης διαβάλλῃ.

ταῦτʼ εἰπεῖν πειράσομαι ἵνα μὴ δόξῃ πρὸς χάριν Ἀθηναίων διαβάλλειν τὸν Φίλιππον, τοῖς πράγμασι πιστοῦται τὰ ῥήματα καὶ δείκνυσιν αὐτὸν διά τε τῆς ἐπιορκίας καὶ τῆς ἀπιστίας καὶ θεῶν καὶ ἀνθρώπων πολέμιον.

τὸ μὲν οὖν ἐπίορκον τρίτον προοίμιον. ἔστι δὲ καὶ αὐτὸ ἐκ τοῦ δυνατοῦ εἰλημμένον.

τὸ ... ἐπίορκον ἔστι μὲν οὖν τρίτον τοῦτο προοίμιον, οὐ μὴν τὴν αὐτὴν δύναμιν ἔχον τοῖς προειρημένοις. ἐκεῖνα μὲν γάρ ἐστιν ὅλης τῆς ὑποθέσεως· τὸ μὲν γὰρ πρότερον περὶ τοῦ δυνατοῦ τῶν Ἀθηναίων, τὸ δὲ δεύτερον περὶ τοῦ δυνατοῦ τοῦ Φιλίππου, τὸ δὲ δυνατὸν κεφάλαιον ὅλον συνέχει τὸν λόγον· τοῦτο δὲ μερικόν ἐστι προοίμιον, κατασκευὴν ἔχον τῶν ἔγγιστα· ἐπειδὴ γὰρ μέλλει τὴν ἀδικίαν καὶ τὴν ἀπιστίαν ἐξετάζειν τοῦ Μακεδόνος, αἰτίαν ἀποδίδωσιν ἐν τῷ προοιμίῳ προλαβὼν διʼ ἣν μέλλει τοῦτο ποιεῖν.

τὸ ... ἐπίορκον τοῦτο γὰρ μάλιστα ἴδιον τῆς Δημοσθένους δεινότητος τὸ προλαβεῖν ταῖς προκατασκευαῖς τὸν ἀκροατήν, ὥστε ἀδεῶς παραδέχεσθαι τὰ μέλλοντα λέγεσθαι. τοῦτο κἀν τῷ κατὰ Κόνωνος ἐποίησεν· ἵνα γὰρ μὴ ἀπίθανος εἶναι δόξῃ τοσαύτας πληγὰς καὶ ὕβρεις εἰς αὐτὸν γεγενῆσθαι λέγων, προέλαβε διὰ τῆς κατασκευῆς τὸν ἀκροατὴν εἰπὼν ὅτι κατὰ τὸ στρατόπεδον συσκηνούντων τῶν περὶ τὸν Κόνωνα πολλὰ παρʼ αὐτῶν ἐγίγνετο καὶ ἄλλα ὑβριστικὰ μεθυόντων.

ἄλλως· ἰστέον ὅτι τὸ δεύτερον καὶ τρίτον προοίμιον εἰς καθαίρεσιν Φιλίππου ἔλαβεν, ἀλλʼ ἐν μὲν τῷ δευτέρῳ ἀπὸ τῆς ῥώμης αὐτὸν καθεῖλεν, ἐν δὲ τῷ τρίτῳ ἀπὸ τῆς γνώμης καὶ τοῦ κρείττονας ἔχειν πολεμίους· ἐκ δὲ τοῦ αὐτοῦ ἐπιχειρήματος, ἤτοι τοῦ δυνατοῦ, ἀμφότερα, ἐπειδὴ φοβερὸς ὁ Φίλιππος δοκῶν καὶ δυνατὸς ἐφόβει τοὺς Ἀθηναίους. καὶ ἡ πᾶσα σύστασις τοῦ λόγου ἐπὶ τὸ δυνατὸν κεφάλαιον ἀνάγεται.

ἐπίορκον σημείωσαι· διὰ τοῦ εἰπεῖν «ἐπίορκον» θεοῖς ἐχθρὸν αὐτὸν ἀπέφηνεν, διὰ δὲ τοῦ «ἄπιστον» τῶν ἀνθρώπων πολέμιον κατέστησεν.

κενὴν ματαίαν καὶ χωρὶς ἐλέγχου.

τὸ δὲ πάνθʼ ὅσα πώποτε πρότασίς ἐστι καὶ αὕτη καὶ ἡ ἄλλη ἄνευ κατασκευῆς. ὡς γὰρ ὁμολογούμενα ἔλαβεν, ἵνα μὴ ἀμφιβάλλωμεν ὅτι τοιοῦτος οἷον καὶ ὁ λόγος ἀποδείκνυσιν.

καὶ βραχέος λόγου τοσοῦτον ἔλεγε σχῆμα· ἐπειδὴ πάντα ὅσα εἶπε καὶ ἔπραξε Φίλιππος ὑπέσχετο εἰπεῖν, τοῦτο δὲ μακρολογίας, παρεμυθήσατο τὸν λόγον εὐθύς.

καὶ ... λόγου ἐπειδὴ τὸ πάντα ὅσα εἶπε καὶ ἔπραξε Φίλιππος ἐπαγγείλασθαι εἰπεῖν ὑπόνοιαν ἐδίδου μακρολογίας, πολεμία δὲ αὕτη τοῖς ἀκροαταῖς, τῷ συντόμῳ τῶν λόγων παρεμυθήσατο.

συμβαίνει δεῖσθαι κατὰ τὸ τέλος πάρισον. καὶ ἐν τῷ τρίτῳ Ὀλυνθιακῷ πάρισον κατὰ τὸ τέλος «ἂν τὰ παρόντα ἀναλώσῃ πρὸς ἃ μὴ δεῖ, τῶν ἀπόντων εὐπορῆσαι πρὸς ἃ δεῖ».

πάρισον κατὰ τὸ τέλος.

τοῦ τʼ ἐκεῖνον ὅπερ ὅρα ὅπως μίγνυνται αἱ ἰδέαι παρὰ τῷ ῥήτορι· ἐνταῦθα γάρ ἐστιν ἀμφότερα τὰ ὑπερβατά· διὰ μὲν τοῦ «φαίνεσθαι» ὑπερβατὸν καθʼ ὑπέρθεσιν — τὸ γὰρ ἄρθρον κεῖται ἀνὰ μέρος —, διὰ δὲ τοῦ μέρους «ὅπερ καὶ ἀληθὲς ὑπάρχει» ὑπερβατὸν κατὰ παρένθεσιν. τοῦτο γοῦν ἐστι τῆς περιβολῆς, ἐκεῖνο δὲ τοῦ κάλλους, ἅπερ ἀμφότερα ἔμιξεν.

ὅπερ καὶ ἀληθὲς ὑπάρχει ὑπερβατὸν κατὰ παρένθεσιν, ὃ λέγεται ἐκ περιβολῆς.

φαῦλον ἀντὶ τοῦ εὐτελῆ τινές.

εὐτελές.

πάντα διεξελήλυθεν ὥστε νῦν αὐτὸν εἶναι λοιπὸν εὐκαθαίρετον. εἰ γὰρ οὐκέτι προσθήκην αὐτῷ λαμβάνει τὰ πράγματα, μένειν δὲ ἐπὶ τῶν αὐτῶν οὐχ οἷόν τε τὰ ἀνθρώπινα, καθώς φησιν αὐτὸς ἐν τετάρτῳ «μὴ γὰρ ὡς θεῷ νομίζετε ἐκείνῳ πεπηγέναι», δῆλον ὅτι πρὸς καθαίρεσιν ἥκει λοιπὸν αὐτῷ τὰ τῆς δυνάμεως.

ἀντὶ τοῦ οὐδεμίαν ἔτι εὑρίσκει μηχανήν· πάσας γὰρ διῆλθε καὶ πάντες αὐτὸν ἔγνωσαν.

μέγας ηὐξήθη εἰώθασιν οἱ Ἀττικοὶ προλαμβάνειν ἐν συντάξεσι καὶ ἀντὶ τοῦ μέρους λέγειν τὸ πᾶν, ὡς τὸ «ἆραι μεγάλα τὰ ταπεινά»· ἔστι γὰρ ἀντὶ τοῦ «ποιῆσαι μεγάλα» ὅπερ ἤγουν τὸ «ποιῆσαι» οἷον τὸ «ἆραι», ὥσπερ κἀνταῦθα «μέγας ηὐξήθη»· ἔστι γὰρ ἀντὶ τοῦ «ἐγένετο μέγας»· ὅπερ οὖν ἔμελλεν εἰπεῖν πρὸς συμβίβασιν τῆς λέξεως οἱονεὶ ἑρμηνείαν, τοῦτο τίθησι διὰ τῆς φράσεως πρόδηλον, οὐκ ἐξ ἄλλου δὲ ἢ τὴν λέξιν τιθέναι τῆς ἑρμηνείας εἰς τὴν φράσιν.

ἐγὼ μὲν γὰρ ὦ ἄνδρες Ἀθηναῖοι ἐντεῦθεν εἰς αὐτὸ τὸ κεφάλαιον ἐνέβαλε τὸ δυνατόν, ἀπὸ λύσεως ἀρξάμενος· ἡ γὰρ ἀντίθεσίς ἐστιν «ἀλλὰ φοβερὸς ὁ Φίλιππος», ἥντινα φανερῶς μὴ θεὶς ἐπάγει τὰς λύσεις. ὅταν μὲν γὰρ πρὸς τὸν ἀντίδικον ἔχωμεν ἀναγκαίως μέλλοντα χρῆσθαι ταῖς ἀντιθέσεσι, κἂν ἡμεῖς μὴ λέγωμεν, τότε δεῖ φανερῶς τιθέναι τὰς ἀντιθέσεις· ὅταν δὲ αὐτὸς καθέζηται παρʼ ἑαυτῷ τὴν ἀντίθεσιν ἔχων ὁ ἀκροατής, τότε χρὴ λύειν καὶ μὴ τιθέντα, ὅπερ καὶ νῦν γέγονεν. εἰσελήλυθε γὰρ αὐτὸς ὁ δῆμος πεφοβημένος τὸν Φίλιππον, ὥστε περιττὸν ἦν τιθέναι ταύτην διʼ ἣν σκεψόμενοι συνῆλθον.

συνδρομῇ δὲ κέχρηται μεθʼ ὑπερβολῆς, ἵνα μὴ τοῖς φανερῶς μαχομένοις ἀπίθανος δοκῇ. τὸ γὰρ «σφόδρα ἡγούμην φοβερὸν καὶ θαυμαστὸν» συντρέχοντός ἐστι τῇ κοινῇ δόξῃ τοῦ δήμου καὶ τῇ φήμῃ τῇ περὶ Φιλίππου. ἵνα δὲ δόξῃ εἶναι πιθανός, ἀφίστησι τὴν συνδρομὴν διὰ τῆς λύσεως.

ἀρχὴ τῶν κεφαλαίων, τὸ δυνατόν.

ἀρχή ἐστι τοῦ δυνατοῦ κεφαλαίου.

καὶ αὐτὸς ὥσπερ οἱ ἄλλοι.

δίκαια τὸ «δίκαιον» ἐνταῦθα οὐ προηγουμένην ἔχει ἐξέτασιν, ἀλλʼ εἰς κατασκευὴν ἐλήφθη τοῦ μὴ εἶναι φοβερὸν τὸν Φίλιππον, ἀλλʼ εὐκαθαίρετον· εἰ γάρ ἐστιν ἀσεβὴς καὶ ἐπίορκος, δυσμενεῖς ἔχει τοὺς θεούς.

νῦν δὲ θεωρῶν τὸ ὑπερβατὸν οὕτω· «νῦν δὲ εὑρίσκω τὸν Φίλιππον τὴν ἡμετέραν εὐήθειαν τούτῳ προαγόμενον», ὅ ἐστι διὰ τούτου, ὥσπερ ὠνησάμενον τὴν ἡμετέραν μωρίαν καὶ δυνηθέντα ἡμᾶς ἀπατῆσαι διὰ τοῦ ὑπισχνεῖσθαι ἡμῖν παραδοῦναι τὴν Ἀμφίπολιν. ὑπισχνεῖτο γὰρ σώσειν αὐτὴν τοῖς Ἀθηναίοις, εἰ μὴ προσδέξαιντο τοὺς Ὀλυνθίους εἰς φιλίαν καὶ συμμαχίαν δοῖεν αὐτοῖς. ἐξ ὧν πεισθέντες Ἀθηναῖοι τούτους ἀπήλασαν τέως, πάλιν δὲ εἶχον πρὸς αὐτοὺς φιλίαν. εἶτα ὁρῶν ὁ Φίλιππος ὅτι ἀσθενεῖ πρὸς Ὀλυνθίους μαχόμενος διὰ τὸ μὴ καθαρῶς ἀποστῆναι αὐτῶν τοὺς Ἀθηναίους, χαρισάμενος αὐτοῖς τὴν Ποτίδαιαν ἀπέστησεν Ἀθηναίων· φησὶ γὰρ ὅτι καὶ τούτους ἠπάτησεν. ὅρα δὲ πῶς, εἰπὼν Ἀθηναίους ἠπατῆσθαι καὶ Ὀλυνθίους, τοὺς Ἀθηναίους προέταξεν, ἵνα συγγνώμην ἔχωσιν Ὀλύνθιοι δεύτεροι ἀπατώμενοι μετὰ Ἀθηναίους τοὺς σοφωτάτους· τὸ αὐτὸ δὲ «θρυλούμενον» μὲν παρʼ ἡμῖν, «ἀπόρρητον» δὲ παρὰ τοῖς Ἕλλησιν ὄν.

τὴν μὲν ἡμετέραν εὐήθειαν οὐκ εἶπεν δὲ «ὑμετέραν», διὰ τὸ ἐπαχθὲς καὶ ἑαυτὸν συνάπτων τῷ ἐγκλήματι. φασὶ δέ τινες ὅτι οὐ πάντοτε μωρίαν ἡ εὐήθεια σημαίνει, ἀλλʼ ἔστιν ὅτε πραότητα καὶ ἐπιείκειαν καὶ τὸ ἁπλοῦν· ὅπερ καὶ νῦν βούλεται σημαίνειν.

νῦν τὴν πραότητα καὶ ἐπιείκειαν καὶ τὸ ἁπλοῦν.

ἁπλότητα καὶ ἀπονηρευσίαν.

τὸ κατʼ ἀρχὰς πρώτους ἔδειξεν ἠπατημένους Ἀθηναίους, σφόδρα δεινῶς αὐτοὺς ἐκείνους μάρτυρας τῆς ἀπιστίας Φιλίππου ποιούμενος, εἶτα καὶ πιθανὸν ποιῶν τὸ πολλοὺς ἄλλους ἠπατῆσθαι παρὰ τοῦ Μακεδόνος. εἰ γὰρ οἱ σοφώτατοι τῶν Ἑλλήνων ἠπατήθησαν, τί παράδοξον Ὀλυνθίους καὶ Θετταλούς; πρὸς δὲ τούτοις καὶ συνέστησε τὴν ποιότητα τῶν Ὀλυνθίων· ἐκ πολλοῦ γὰρ εὖ διάκεινται πρὸς τὴν πόλιν.

ἀπήλαυνόν τινες δέον εἰπεῖν «ἀπηλάσατε ὑμεῖς» — ἡ γὰρ πόλις πᾶσα ἦν ἡ τοῦτο ποιήσασα — ὁ δὲ εἰς τοὺς ῥήτορας ἀπωθεῖται τὸ ἔγκλημα. ἐμφαντικῶς δὲ εἶπεν «ἐνθένδε», οἷον ἀπὸ τῶν Ἀθηναίων, ἀπὸ τοῦ χωρίου ὥσπερ τοῦ Ἐλέου, ἔνθεν Ἡρακλεῖδαι ἐσώθησαν, ἀπήλαυνον οὗτοι τοὺς ἱκέτας.

οἱ τούτῳ χαριζόμενοι.

καὶ τὸ θρυλούμενον ἠπάτα γὰρ ἡμᾶς λέγων τὸ θρυλούμενον παρʼ ὑμῖν κατορθοῦν ἐν ἀπορρήτῳ· ἐθρύλουν γὰρ πάνυ αὐτὸ ποθοῦντες. ὁ δὲ νοῦς αὐτὸς ὅτι «ὅπερ ἐβούλεσθε, τοῦτο ποιῆσαι ἔλεγε σιγῇ, ἵνα μὴ μαθόντες οἱ ἐναντίοι κωλύσωσιν». ἔστι δὲ τοῦτο ὁ Ὠρωπός. ἵνʼ οὖν, φησί, μὴ ἐναντιωθῶσιν οἱ Θηβαῖοι, λάθρα αὐτὸ κατορθοῖ. ἦν γὰρ μεταξὺ τῆς Βοιωτίας καὶ τῶν Ἀθηναίων ὁ Ὠρωπός.

καὶ ... θρυλούμενον οὐ τὸν Ὠρωπόν, ὥσπερ ἐν τῷ κατʼ Αἰσχίνου, σημαίνει τὸ «θρυλούμενον», ἀλλʼ ἐπειδὴ Ἀμφίπολιν τὴν ἐπὶ Θρᾴκης ὑπέσχετο σώσειν τοῖς Ἀθηναίοις, εἰ μὴ προσδέξαιντο τοὺς Ὀλυνθίους. τὸ δὲ αὐτὸ τὸ «θρυλούμενον» μὲν παρʼ ἡμῖν, «ἀπόρρητον» δὲ παρὰ τοῖς Ἕλλησιν ὄν. διὰ τί δὲ ὑποσχόμενος ἐπίορκον ἐλέγξειν τὸν Φίλιππον, οὐδαμοῦ περὶ ἐπιορκίας ἐμνημόνευσεν; ὅτι ὡς ὁμολογούμενον αὐτὸ παρέλιπε. δῆλον γὰρ ὅτι ἐν οἷς συνετίθετο πρὸς τὰς πόλεις καὶ ὅρκους ἐδίδου, παρέβαινε δὲ τὰς συνθήκας, παρέβαινε καὶ τοὺς ὅρκους.

Ἔτι πρὸς τούτῳ κἀκεῖνο ζητητέον. καταδρομὴν ποιεῖται τοῦ Μακεδόνος, καθʼ ἣν ποιότητα ἐξετάζει τοῦ προσώπου, καὶ φαμὲν εἶναι συμβουλευτικὸν τὸν λόγον. ὁμοίως ἐν τῷ κατὰ Ἀριστοκράτους τὴν ποιότητα ἐξετάζει τὴν Χαριδήμου, καὶ φαμὲν εἶναι δικανικὸν τὸν λόγον. ὁμοίως ἐν τοῖς ἐπιδεικτικοῖς ποιότητα ἐξετάζομεν τοῦ προσώπου πότερον ψεκτὸν ἢ ἐπαινετόν. εἰ τοίνυν ἐν πᾶσι τοῖς εἴδεσιν ἡ ποιότης ἐξετάζεται, τίνα φήσομεν εἶναι τὴν διαφοράν; ἀπό τε τῶν ἄλλων καὶ τῶν σκοπῶν τὸ εἶδος κανονίζομεν. ἂν μὲν τιμωρίαν βουλόμενοι λαβεῖν τὴν ποιότητα ἐξετάζωμεν, δικανικὸν τὸ εἶδος· ἂν δὲ πρὸς τὸ συμφέρον ἀποβλέποντες, συμβουλευτικόν· ἂν δὲ πρὸς τὸ καλὸν μόνον σκοποῦντες, ἐπιδεικτικὸν γίγνεται τὸ εἶδος.

καὶ ... θρυλούμενον λέγουσιν γὰρ ὅτι Πύδνα χωρίον Μακεδονίας, Ποτίδαια δὲ τῆς Θρᾴκης, καὶ ἡ μὲν Πύδνα ὑπήκοος ἦν Φιλίππῳ, ἡ δὲ Ποτίδαια τοῖς Ἀθηναίοις. ἐγένετο δέ ποτε τὴν μὲν Ποτίδαιαν ἀποστῆναι πρὸς Φίλιππον, τὴν δὲ Πύδναν πρὸς τοὺς Ἀθηναίους. ἑκάτεροι δέ, οἵ τε Ἀθηναῖοι καὶ ὁ Φίλιππος, τῶν ἰδίων ἐπεθύμουν. τοῦτο οὖν ἔλεγεν ὁ Φίλιππος, ὅτι τὸ θρυλούμενον τοῦτο καὶ ποθούμενον ἐν ἀπορρήτῳ κατασκευάσω. διὰ τί δὲ ἐν ἀπορρήτῳ; ἵνα μὴ ἑκάτεροι μαθόντες φυλάξωνται, οἵ τε Ποτιδαιᾶται καὶ οἱ Πυδναῖοι. Θεόπομπος δέ φησιν ὅτι περὶ Πύδνης μόνον καὶ Φιλίππου, ἵνα δῷ αὐτὸς μὲν Ἀθηναίοις Ἀμφίπολιν, δέξηται δὲ παρʼ αὐτῶν τὴν Πύδναν αὐτοῦ οὖσαν. καὶ τὸ «ἀπόρρητον» δὲ ἵνα μὴ μαθόντες οἱ Πυδναῖοι φυλάξωνται· οὐ γὰρ ἐβούλοντο εἶναι ὑπὸ τὸν Φίλιππον.

ὑφʼ ἡμῶν κἀκείνου.

προσαγαγόμενον, τὴν δʼ Ὀλυνθίων ἀπὸ κοινοῦ τὸ «εὑρίσκω προσαγαγόμενον». ὅρα δὲ ὅτι ἐπὶ μὲν Ἀθηναίων «εὐήθειαν» εἶπεν, ἐπὶ δὲ Ὀλυνθίων «φιλίαν».

συμμάχους τοὺς Ποτιδαιάτας.

ἐκείνοις ἤτοι τοῖς Μακεδόσι.

Θετταλοὺς δὲ νῦν τὰ τελευταῖα εἰκότως τοὺς Θετταλοὺς τελευταίους ἠπάτησεν ὡς εὐχερεῖς ὄντας καὶ μὴ δυνηθέντας ἀπὸ τῆς Ὀλυνθίων καὶ Ἀθηναίων ἀπάτης σωφρονισθῆναι.

ὅλως καθόλου.

ἔστι δὲ τὸ σχῆμα περιοχή.

ὅντινα οὐ πεφενάκικεν ἐπεὶ στρατηγικὸν εἶναι δοκεῖ τὸ φενακίζειν τοὺς πολεμίους, διὰ τοῦτο ἐνήλλαξεν εἰπὼν «τῶν αὐτῷ χρησαμένων», ὅτι Φίλιππος οὐ τοὺς πολεμίους, ἀλλὰ τοὺς φίλους ἀπατᾷ· τοῦτο δὲ ἀπιστίας τεκμήριον. εἴρηται δὲ ἡ λέξις ἀπὸ τῆς φενάκης, τῆς προσθετῆς κόμης ἥτις ἕνεκεν ἀπάτης γίνεται· προσποιεῖται γὰρ περιτιθέναι κόσμον ὅνπερ οὐ κέκτηται.

τοῦτο φησὶ διὰ τὸ φενακίζειν τοὺς πολεμίους.

ὥσπερ οὖν διὰ τούτων ἤρθη μέγας ὥσπερ, φησί, διὰ τῆς ἀγνοίας γέγονε μέγας, οὕτως ὀφείλει διὰ τῆς γνώσεως καθαιρεθῆναι πάλιν.

σημείωσαι, ἐνθύμημα ὃ καλεῖται ἀκολουθία.

ἀγνοούντων καὶ διὰ τοῦτο ἀπατηθέντων.

διὰ τῶν αὐτῶν εἰς γνῶσιν ἐλθόντων ὅτι ἠπάτηνται· διὸ κατʼ αὐτοῦ ὁρμήσουσιν.

ἕνεκα ἑαυτοῦ ἀλλʼ οὐχ ἕνεκα αὐτῶν.

καιροῦ ἀντὶ τοῦ ἀτυχίας.

παρελθὼν σημείωσαι, τὸ σχῆμα πρόκλησις.

μᾶλλον δʼ ὑμῖν δειξάτω τὸ σχῆμα ἐπιδιόρθωσις.

μᾶλλον ... δειξάτω τοῦτο λέγεται ἐπανόρθωσις. εἰ ἐμὲ γάρ, φησιν, ἀνάξιον νομίζει τοῦ μαθεῖν, ὑμῖν δειξάτω. ὅρα δὲ πῶς τὸ μὲν ἀμφίβολον ἔφυγε, τὸ δὲ ὁμολογούμενον εἴρηκεν. ἀμφίβολον μὲν γὰρ τὸ «λεγέτω μοι ὅτι οὐκ ἔστιν ἀσθενής», τὸ δὲ ὁμολογούμενον ὅτι «οἱ ἐξηπατημένοι οὐ πιστεύσουσιν».

τὸ ἀμφίβολον ἔφυγε καὶ τὸ ὁμολογούμενον εἴρηκεν. ἦν μὲν γὰρ ἀκόλουθον καὶ ἀμφίβολον τὸ «παρελθών τις ἐμοὶ λεγέτω ἢ ὡς οὐκ ἔστι λοιπὸν ἀσθενής» — καὶ γὰρ τοῦτο ὤφειλεν ἀπαντῆσαι —, ὁ δὲ εἶπε τὸ ὁμολογούμενον, ὅτι οὐκέτι οἱ ἅπαξ ἠπατημένοι καὶ νῦν ἀπατηθήσονται.

οὐκ εἴωθε Δημοσθένης ἐρωτᾶν τὰ ἀμφίβολα, ἀλλὰ τὰ ὁμολογούμενα, ὥσπερ καὶ ἐν τῷ κατʼ Ἀνδροτίωνος «δεῖξον γάρ» φησιν «εἰ μὴ παρὰ τοὺς νόμους».

παρὰ τὴν αὐτῶν ἀξίαν τοῦτο ἵνα πιθανὸν ποιήσῃ ὅτι τὴν ἐλευθερίαν ἀγαπήσουσιν.

καὶ μὴν εἴ τις ὑμῶν τὸ σχῆμα ἀνθυποφορά.

καὶ ... ὑμῶν καὶ τοῦτο ἀντίθεσίς ἐστιν ἀπὸ τοῦ δυνατοῦ, δύναμιν ἀνθυποφορᾶς ἔχουσα. ἡ γὰρ ἀνθυποφορὰ οὐχ ὁλόκληρός ἐστιν ἀντίθεσις, ἀλλὰ μέρος ἀντιθέσεως, τὸ μὲν δεχομένη, τῷ δὲ ἐνισταμένη, οἷόν ἐστι καὶ τὸ νῦν. τῆς γὰρ πρώτης ἀντιθέσεως οὔσης ὅτι «φοβερὸς ὁ Φίλιππος» καὶ τῷ δικαίῳ λελυμένης, ἡ ἀνθυποφορὰ πρὸς μὲν τὸ δίκαιον οὐκ ἐνίσταται, μέρος δὲ ἔχει τοῦ δυνατοῦ ὅτι «εἰ καὶ Φίλιππος ἄδικος καὶ ἐπίορκος, ἀλλʼ ὅμως βίᾳ καθέξει τὰ πράγματα».

ἐδήλωσε δὲ καὶ αὐτὸς ὁ ῥήτωρ τὴν δύναμιν τῆς ἀνθυποφορᾶς εἰπὼν «ταῦτα μὲν οὖν οὕτως ἔχειν ἡγεῖται»· φαίνεται γὰρ τὸ μέν τι συγχωρῶν, τὸ δὲ μὴ δεχόμενος.

οἴεται δὲ βίᾳ καθέξειν ὅ ἐστι διὰ τὸ κατέχειν αὐτὸν τοὺς καιρίους τόπους κατʼ αὐτῶν, οἷον φρούρια καὶ λιμένας, ἵνα, κἂν θελήσωσιν ἀποστῆναι, μὴ δυνήσονται.

τῷ τὰ χωρία καὶ λιμένας οὐκ εἶπε «τῷ στρατηγοὺς ἔχειν καὶ συμμάχους» διʼ ὧν μάλιστα βίᾳ κρατοῦμεν, οὐδὲ μὴν «πόλεις καὶ φρούρια», ἀλλὰ «χωρία καὶ λιμένας», καὶ τοῖς γενικοῖς ὀνόμασι χρησάμενος ἠλάττωσε τὴν δύναμιν τοῦ Μακεδόνος. καὶ τὸ «προειληφέναι» οὐ βίᾳ κρατοῦντός ἐστιν, ἀλλʼ ἀπάτῃ προλαβόντος. καὶ διʼ ὧν εἰσάγει τὴν ἀντίθεσιν, φθάνει καὶ πρὸς τῆς λύσεως καθαιρῶν τοῖς ὀνόμασι τὴν δύναμιν τῆς ἀντιθέσεως.

ὅταν μὲν γὰρ ὑπʼ εὐνοίας ἀπὸ τοῦ δικαίου πάλιν ἐποιήσατο τὴν λύσιν εἰ γὰρ ἐκ πλεονεξίας ἴσχυσεν, οὐκ εὔνους ἔχει τοὺς ἀδικηθέντας.

πᾶσι στρατηγοῖς καὶ στρατιώταις.

ἡ πρώτη πρόφασις ἀντιπῖπτον ἔλυσεν «οὐκοῦν δεήσει μάχης καὶ κινδύνων ἵνα κρατήσωμεν». ὁ δὲ «ἡ πρώτη πρόφασις καὶ μικρὸν πταῖσμα» εἰπὼν τὸ ῥᾴδιον τῆς καθαιρέσεως ἔδειξεν. τοῦτο γὰρ μάλιστα τοῦ δυνατοῦ κεφαλαίου τιμιώτατον μέρος.

μικρὸν πταῖσμα τὸ ἡττηθῆναι αὐτὸν κατὰ τὸν πόλεμον.

ἀνεχαίτισε ἀνέτρεψεν· ἀπὸ μεταφορᾶς τῶν ὑποζυγίων, ἃ διὰ τὸ μὴ ἐπὶ πολὺ δύνασθαι φέρειν τὸν ζυγὸν πολλάκις ἀνατρέπει αὐτόν. πάνυ δὲ ὁ λόγος ἁρμόζει καὶ ἐπὶ τῶν ὑπὸ Φιλίππου δεδουλωμένων, εἴ γε καὶ ἡ δουλεία ἔοικε ζυγῷ, καὶ τὸ βούλεσθαι τοὺς δούλους ἀποστῆναι διὰ τὸ μηκέτι φέρειν ἐπὶ πολὺ ἀδικοῦντα καὶ ἐπιορκοῦντα. τῇ δὲ συνεχείᾳ τῶν ὀνομάτων δείκνυσιν αὐτὸν καὶ θεοῖς καὶ ἀνθρώποις πολέμιον, ἵνα τὸ μὲν «ἀδικοῦντα» λάβωμεν ἐπὶ ἀνθρώπων, τὸ δὲ «ἐπιορκοῦντα» ἐπὶ θεῶν, τὸ δὲ «ψευδόμενον» ἐπʼ ἀμφοτέρων.

εἰς τοὐπίσω ἤγαγε.

δύναμιν βεβαίαν ἐξ ἀμφοτέρων ἡ ἐλάττωσις.

ἀντέχει ἰσχύει.

καὶ σφόδρα γε ἤνθησε τῷ δισταγμῷ καὶ «ἐλπίσι» χρησάμενος καὶ τῷ «ἤνθησεν» πρόσκαιρον καὶ ἀβέβαιον ἔδειξε τὴν δύναμιν τοῦ Μακεδόνος· καὶ γὰρ τὰ ἄνθη πρόσκαιρα καὶ οὐ πολυχρόνια.

διὰ δὲ τοῦ «ἤνθησεν» πρόσκαιρον καὶ ἀβέβαιον ἔδειξεν τὴν δύναμιν τοῦ Μακεδόνος· καὶ γὰρ τὰ ἄνθη πρόσκαιρα.

τῷ χρόνῳ τὸ ὀλιγοχρόνιον παρέστησεν.

φωρᾶται τουτέστιν ἐλέγχεται. ἀπὸ μεταφορᾶς τοῦ φωρός, ὅ ἐστι τοῦ λῃστοῦ. φὼρ γὰρ ὁ λῃστής· ἔνθεν καὶ τὸ ἐπʼ αὐτοφώρῳ.

τὸ δὲ «φωρᾶται» ὅ ἐστιν ἐλέγχεται ἀπὸ μεταφορᾶς λῃστοῦ ὃς λέγεται φώρ.

ἐλέγχεται δὲ τὰ τοιαῦτα τῷ χρόνῳ.

καταρρεῖ τὸ δὲ «καταρρεῖ» ἀντὶ τοῦ διαφθείρεται, ἀπὸ μεταφορᾶς τοίχου τινὸς παλαιοῦ, ὅταν ὑπὸ τῆς παλαιότητος αὐτὸς ὑφʼ ἑαυτοῦ διαβιβρώσκηται καὶ ἀναλίσκηται.

συμπίπτει.

τῶν ἄλλων τῶν τοιούτων οἷον ἱερῶν, λουτρῶν.

τὰ κάτωθεν ἰσχυρότερα εἶναι δεῖ τινὲς λαμβάνονται τοῦ ῥήτορος ἐνταῦθα, λέγοντες ὅτι «κάτω» ἔδει εἰπεῖν καὶ οὐ «κάτωθεν». ἀλλʼ ἠγνόησαν τὸ ἀκόλουθον. «κάτωθεν» γὰρ εἶπεν, ἐπειδὴ κάτωθεν ἀπὸ θεμελίων ἐπὶ τὰ ἄνω οἰκοδομεῖται οἶκος, ὁμοίως δὲ καὶ ναῦς ἀπὸ τῆς τρόπιδος.

τὰς ὑποθέσεις οἷον αὐτὰς τὰς κρηπῖδας καὶ τοὺς θεμελίους.

φημὶ δὲ δεῖν ὑμᾶς πεπλήρωκεν δὲ ἄχρις ἐνταῦθα τὸν περὶ τοῦ δικαίου λόγον· καὶ δείξας Φιλίππῳ μὲν δυσμενεῖς τοὺς θεούς, εὐμενεῖς δὲ τῷ δήμῳ, πάλιν ἐπὶ τὴν προτροπὴν ἐχώρησεν. ἀεὶ γὰρ τοῖς ἐνθυμήμασι καὶ ταῖς ἀποδείξεσιν ἐπάγει τὴν προτροπήν.

ἐγχείρημα συμβουλευτικὸν ἀποφαντικῶς.

κάλλιστα καὶ τάχιστα καλῶς συνέζευξε τὰ δύο· ἑκάτερον γὰρ χηρεῦον τοῦ ἑτέρου βλάβην ἐργάζεται.

Θετταλοὺς πάλιν τοὺς Ἀθηναίους ἐπὶ τὸ ἀξίωμα τῆς ἡγεμονίας ἐφίστησι πρεσβεύεσθαι κελεύων, καὶ διδάσκει τοὺς πρέσβεις ἃ ὀφείλουσι διαλεχθῆναι τοῖς Θετταλοῖς.

πρεσβείαν πέμπειν ἀπὸ κοινοῦ τὸ «φημί». ἥτις πρεσβεία «τοὺς μὲν διδάξει»· εἰς δύο γὰρ μερίζει τοὺς Θετταλούς, εἰς ἀγνοοῦντας τὸν Φίλιππον καὶ εἰδότας μέν, δεδιότας δέ.

τοὺς μὲν τοὺς ἀγνοοῦντας τὸν Φίλιππον.

τοὺς δὲ τοὺς εἰδότας τὸν Φίλιππον, δεδιότας δέ.

καὶ γὰρ νῦν εἰσιν ἐν ταὐτῷ τό τε δυνατὸν καθαιρεῖ τοῦ Φιλίππου καὶ αὔξει τὸ τῆς πόλεως· εἰ γὰρ Φιλίππου μὲν ἀποστήσονται Θετταλοί, τῇ δὲ πόλει προσθήσονται, κἀκεῖνος ἀσθενέστερος καὶ οὗτοι μείζους γενήσονται.

ἀξίως τῆς πόλεως καλῶς ἐπησφαλίσατο. ἠδύναντο γὰρ πολλάκις πέμψαι μέν, ὀλίγους δέ· διὸ προσέθηκεν «ἀξίως τῆς πόλεως».

ἐπὶ τοῖς πράγμασι πράγματα τὸν πόλεμον καλεῖ.

τὰ πράγματα ἔργα.

τοσούτῳ μᾶλλον ἀπιστοῦσιν ἐπειδή, φησιν, εὐχερῶς καὶ ἑτοίμως ὑπισχνούμεθα, οὐ ποιοῦμεν δέ, εἰκότως ἅπαντες ἡμῖν ἀπιστοῦσιν.

πολλὴν δὴ τὸ σχῆμα ἀπὸ αὐξήσεως.

τὴν μετάστασιν «μετάστασις» τὸ ἀπὸ Ἀθηνῶν ἀπελθεῖν εἰς Ὄλυνθον συμμάχους· «μεταβολὴ» δὲ τὸ τὴν ῥαθυμίαν εἰς προθυμίαν μεταβαλεῖν.

μετάστασιν καλεῖ τὸ ἀπὸ Ἀθηνῶν ἐλθεῖν εἰς Ὄλυνθον.

μεταβολὴν τὴν ἐκ ῥαθυμίας εἰς προθυμίαν.

εἴ πέρ τις ὑμῖν προσέξει τὸν νοῦν οὕτω, φησίν, ἅπαντες ἀπιστοῦσιν ἡμῖν μηδὲν ποιοῦσιν· ὅτι κἂν θεάσωνται ἡμᾶς ποιοῦντας, θαυμάζω εἰ καὶ τότε ἡμῖν πιστεύσουσιν ὅτι ποιοῦμεν.

τὰ τῆς οἰκείας ἀρχῆς ὅ ἐστιν αὐτῆς τῆς Μακεδονικῆς, οὐ τῆς ἔξω τῶν συμμάχων· ἤδη γὰρ περὶ ταύτης εἶπεν.

ὅλως ἀντὶ τοῦ καθόλου.

ὅλως μὲν γὰρ ἡ Μακεδονικὴ δύναμις περικόψας τοὺς συμμάχους τοῦ Μακεδόνος ἐπʼ αὐτοὺς ἐχώρησε τοὺς Μακεδόνας· καὶ ἐπειδὴ μὴ φανερῶς ἔχει δεῖξαι κατὰ πόλεμον αὐτοὺς ἡττημένους, τὸ ἐξ ἀνάγκης γιγνόμενον εἰς καθαίρεσιν ἔλαβε· τὸ γὰρ μετὰ συμμάχων αὐτοὺς πολεμεῖν τεκμήριον ἀσθενείας φησί. τοῦτο δὲ Θουκυδίδης περὶ Λακεδαιμονίων φησὶν ὅτι «οὐ καθʼ ἑαυτούς, ἀλλὰ μετὰ πάντων εἰς τὴν γῆν ἡμῶν στρατεύουσιν»· ὁ μέντοι Δημοσθένης καὶ ἐπʼ ἔλαττον καθεῖλε τοὺς Μακεδόνας, οὐ τοὺς συμμάχους προσθήκην αὐτῶν, ἀλλὰ ἐκείνους τῶν συμμάχων ἀποφηνάμενος, ὡς καὶ πλήθει καὶ δυνάμει πολλῷ λειπομένους τῶν συμμάχων. δῆλον δὲ καὶ ἐξ αὐτῶν τῶν ῥητῶν «καὶ ὅποι τις ἄν, οἶμαι, προσθῇ κἂν μικρὰν δύναμιν».

ὅλως ... δύναμις πρὸς γὰρ Ὀλυνθίους πολεμοῦσι τοῖς Ἀθηναίοις συνεμάχησε Περδίκκας ὁ ἀδελφὸς Φιλίππου μετὰ τῶν Μακεδόνων. λεληθότως οὖν λέγει ὅτι ἡ δύναμις, ἣν ἔσχομεν τότε ὥσπερ ἐν προσθήκης μέρει πρὸς συμμαχίαν, νῦν ἡμῖν περὶ τῶν πρωτείων φιλονεικεῖ.

ἐν προσθήκης μέρει ἤγουν προστιθεμένη ἄλλῃ τινὶ δυνάμει.

οὐ σμικρὰ ἀντὶ τοῦ σύμμετρος.

οἷον σύμμετρος, οὔτε μεγάλη οὔτε σμικρά.

ἐπὶ Τιμοθέου ὁ δὲ Τιμόθεος στρατηγὸς ἦν Ἀθηναίων, πατὴρ Κόνωνος τοῦ στρατηγοῦ, εὐτυχὴς δὲ σφόδρα ἐξ ἀρχῆς γενόμενος, εἴπερ τις ἄλλος. λέγεται γὰρ περὶ αὐτοῦ ὡς, ἐν οἵῳ δήποτε πολέμῳ ἐπέμπετο, ἐνίκα. ὅθεν καὶ τοὺς ζωγράφους, ἡνίκα αὐτὸν ἔγραφον, γράφειν αὐτὸν καθεύδοντα· γυναῖκα δέ τινα συγγράφειν, ἐπιγράφοντας αὐτῇ τὸ τῆς Τύχης ὄνομα, πλησίον αὐτοῦ ἱσταμένην καὶ βαστάζουσαν δίκτυα καὶ ἄλλα ὄργανα θηρευτικά, δηλοῦντας διὰ τούτου ὅτι ἡ Τύχη ὑπὲρ αὐτοῦ πάντα ποιεῖ, αὐτοῦ πονοῦντος μηδέν. ὡς δὲ ἐπὶ τούτοις βαρέως ἤνεγκε, μηδέποτε νενικηκέναι διὰ τῆς τύχης, ἀλλὰ διʼ ἑαυτοῦ λέγων, ὕστερον, ὥσπερ τοῦ δαιμονίου αὐτῷ νεμεσήσαντος τῆς ἀλαζονείας τοῦ ῥήματος, οὐκέτι νενίκηκεν.

συναμφότερον ὅ ἐστι σὺν ἄλλῳ τινὶ γενόμενον καὶ οὐ καθʼ ἑαυτό, ὡς εἶπεν «ἐν προσθήκης μέρει».

ὅ ἐστι προσθήκης ἄλλῳ τινί.

Θετταλοῖς νοσοῦσι νοσοῦσι λέγει τὰς γνώμας, ὅτι οἱ μὲν αὐτῶν ἐβούλοντο δημοκρατεῖσθαι, οἱ δὲ περὶ τοὺς τυράννους τοὺς Ἀλευάδας καὶ οἱ φίλοι αὐτῶν τυραννεῖσθαι. «τυραννικὴν» δὲ «οἰκίαν» τὸ γένος λέγει τῶν Ἀλευαδῶν.

οἱ μὲν γὰρ αὐτῶν ἐβούλοντο δημοκρατεῖσθαι, οἱ δὲ ὑπὸ τῶν Ἀλευαδῶν τυραννεῖσθαι.

τυραννικὴν οἰκίαν τὴν Μακεδονικὴν ἀρχήν· τὸ γένος λέγει τῶν Ἀλευαδῶν.

ὅποι τις ἂν ... κἂν ἐπειδὴ διὰ τῶν ἀνωτέρω ἔδοξεν ὥσπερ τινὰ ὑποψίαν δυνάμεως παρέχειν τοῖς Μακεδόσι, βούλεται κοινὸν αὐτὸ δεῖξαι καὶ διὰ τοῦ καθολικοῦ ἐλαττῶσαι. ὁ δὲ «κἂν» σημαίνει ἐνταῦθα αἵρεσιν τοῦ ἐλάττονος ἐν ἀποτυχίᾳ τοῦ μείζονος· οὐ γάρ εἰσι δύο μέρη, ἀλλʼ ἕν.

κἂν τὸ «κἂν» ἐνταῦθα κεῖται τὸ παραφερόμενον καὶ δοκοῦν μὴ λέγεσθαι· οὐ γὰρ δυνάμεθα αὐτὸ διαλῦσαι εἰς τὸ «καὶ ἐάν»· κεῖται γὰρ ἄλλος σύνδεσμος ὁ «ἄν».

ἔτʼ ἐπισφαλεστέραν τὴν Μακεδόνων ἀρχήν.

ἔτʼ ἐπισφαλεστέραν ζητεῖται πῶς ἀσθενεστέραν, ἀλλʼ οὐχὶ καὶ μᾶλλον ἰσχυροτέραν ποιεῖ διὰ τοῦ γυμνάζεσθαι καὶ συνεχῶς μανθάνειν τὰ πολεμικά. καί φαμεν ὅτι ἀσθενεστέραν οὐ λέγει τοῖς σώμασιν, ἀλλὰ τῇ γνώμῃ, διότι μισοῦσιν αὐτὸν διʼ ἅπερ αὐτοῖς ποιεῖ, ὡς ἐπιφέρει. ἢ ὅτι τῇ συνεχεῖ τριβῇ κατακοπτόμενοι ἀσθενέστεροι γίνονται.

μὴ γὰρ οἴεσθε θαυμαστή τις ἡ βία τοῦ ῥήτορος· τῶν γὰρ Ἀθηναίων διὰ τὰ κατορθώματα τοὺς Μακεδόνας εὐλαβουμένων, οὗτος ἐξ αὐτῶν τούτων σαθρὰν αὐτῶν ἀποφαίνει τὴν δύναμιν, καὶ ἐπειδὴ δειλίαν οὐκ ἔσχε κατηγορῆσαι, τὴν γνώμην ἐξετάζει τοῦ Φιλίππου καὶ τὴν σχέσιν τῶν Μακεδόνων, καὶ τὰς προαιρέσεις αὐτῶν ἐναντίας ἀποφήνας οὐχ ὁμονοοῦντας ἀλλήλοις δείκνυσιν.

ἀντιπῖπτον λύει.

καὶ προῄρηται πράττων ἡ σύνταξις οὕτως· «καὶ προῄρηται πράττων καὶ κινδυνεύων παθεῖν ὅ τι ἂν συμβῇ». εἶτα δεῖ στίξαντας ἐπενεγκεῖν· «προῃρημένος ἀντὶ τοῦ ζῆν ἀσφαλῶς δόξαν κτήσασθαι τοῦ ταῦτα διαπράξασθαι, ἃ μηδεὶς ἄλλος Μακεδόνων».

τὴν τοῦ διαπράξασθαι ταῦτα ὑπερβατὸν καθʼ ὑπέρθεσιν.

τὸ σχῆμα ὑπερβατόν.

κοπτομένης συντριβομένης καὶ ἀπολλυμένης.

κοπτόμενοι δʼ ἀεὶ ταῖς στρατείας συντριβόμενοι καὶ ἀπολλύμενοι.

κοπτόμενοι ... στρατείαις καὶ τοῦτο πρὸς φόβον ἐδύνατο συντελεῖν, ὅτι ἐκ τοῦ συνεχῶς στρατεύεσθαι μελέτην ἐκτήσαντο καὶ ἐμπειρίαν τῶν πολεμικῶν. ὁ δὲ τὸ μὲν συμβαῖνον ἐκ τῆς στρατείας ἀφῆκε, τὴν δὲ γνώμην ἐξήτασεν, ὅτι λυποῦνται τοῖς συνεχέσι πολέμοις, καὶ τὴν αἰτίαν προσέθηκεν «οὐ συγχωρούμενοι γεωργεῖν οὔτε τοῖς ἰδίοις προσέχειν». εἶτʼ ἐπειδὴ καὶ πρὸς τοῦτο ἀντέπιπτεν «ἀλλʼ ἐκ τοῦ πολέμου κερδαίνουσι λάφυρα καὶ τὰ τοιαῦτα λαμβάνοντες», καὶ τούτων ἄχρηστον ἀπέφηνε τὸ κέρδος, οὐ δυναμένων αὐτῶν διαπιπράσκειν ὅσα ἂν πορίσωσιν, ἀλλὰ μᾶλλον εἰς προσθήκην ἀναλωμάτων ἐχόντων ταῦτα διὰ τὸ ἀναγκάζεσθαι τρέφειν αὐτὰ καὶ μὴ δύνασθαι πωλεῖν κεκλεισμένων τῶν ἐμπορίων καὶ μηδενὸς ἐμπορευομένου διὰ τὸν πόλεμον. καὶ προσέθηκεν «οὕτως ὅπως ἂν δύνωνται» ἐνδεικνύμενος ὅτι οὐδὲ ὅπλοις κρατοῦντες, ἀλλʼ ἁρπάζοντες καὶ ληϊζόμενοι κερδαίνουσι.

διαθέσθαι πωλῆσαι· ἡ λέξις καὶ παρʼ Ἰσοκράτει ἐν τῷ Βουσίριδι, ὅταν λέγῃ τὴν διάθεσιν.

πωλῆσαι.

οἱ μὲν οὖν πολλοὶ οὐκ εἶπεν «ἅπαντες», ἀντιπῖπτον ὑποτεμνόμενος «εἰ γὰρ ἅπαντες ὑπόπτως ἔχουσι πρὸς αὐτόν, διὰ τί μὴ τῆς βασιλείας αὐτὸν ἐξωθοῦσιν;» ὁ δὲ τοὺς «πολλοὺς» εἰπὼν δέδωκεν αὐτῷ τινας καὶ εὔνους οἳ συνέχουσιν αὐτὸν ἐπὶ τῆς ἀρχῆς.

οἱ δὲ δὴ περὶ αὐτὸν ὄντες ὅρα πῶς κατὰ μικρὸν τὸ ἀσθενὲς ἀποδείκνυσι τοῦ Φιλίππου. πρῶτον εἰπὼν ὅτι μισοῦσιν αὐτὸν οἱ σύμμαχοι, εἶτα καὶ αὐτοὶ οἱ Μακεδόνες οἱ πολῖται αὐτοῦ, εἶτα ἵνα μή τις εἴπῃ «ἀλλʼ εἰ καὶ οὗτοι οὕτως ἔχουσιν, ἀλλʼ οὖν ξενικά τινα ἔχει στρατεύματα», διαβάλλει καὶ ταῦτα.

βούλεται δεῖξαι ὅτι καὶ οὗτοι δόξαν μέν τινα ἔχουσι καὶ ὑπόνοιαν πολεμικήν, οὐ μέντοι ἐστὶν ἀληθῆ ἐξ ὧν ἐπιφέρει.

οἱ ... ὄντες καὶ συμμάχους αὐτὸν καὶ τοὺς ὑπηκόους ἀφελόμενος ἐπὶ τὸ ξενικὸν ἐχώρησε. καὶ κέχρηται συνδρομῇ λέγων «δόξαν μὲν ἔχουσιν», ἵνα μὴ δοκῇ μόνος ἐναντιοῦσθαι τῇ περὶ αὐτὸν φήμῃ. βουλόμενος δὲ καθελεῖν αὐτῶν τὴν δόξαν ἐπὶ ἄτεχνον πίστιν ἐχώρησεν, ἵνα μὴ πάντα αὐτὸς ἐνθυμούμενος καὶ ἀποδεικνὺς φιλονεικίᾳ τῇ πρὸς Φίλιππον μᾶλλον δοκῇ λέγειν ἢ ὡς αὐτὴν τὴν ἀλήθειαν ἐγνωκώς. ἀνενεγνὼν δὲ τὴν μαρτυρίαν τοῦ ἀνθρώπου εἰς τὸ περὶ τῶν ξένων οὐκ ἀφῆκεν ἀκατάσκευον τὴν μαρτυρίαν, ἀλλὰ λογισμοὺς αὐτῷ περιέθηκεν, ὅτι τοὺς μὲν ἀνδρείους διὰ φιλοτιμίαν ἀπωθεῖται, τοὺς δὲ σώφρονας διὰ τὸ μὴ δύνασθαι φέρειν αὐτοῦ τὴν μέθην, καὶ προσυνέστησε τὸν ἄνθρωπον καὶ φρόνιμον εἰπὼν καὶ ἔμπειρον τῶν ἐν Μακεδονίᾳ, οὐχ ἵνα ἐκεῖνον ἐπαινέσῃ, ἀλλʼ ἵνα τοὺς τούτου λογισμοὺς ὡς ἀληθεῖς παραδέξωνται διὰ τὴν ἐκείνου δόξαν.

πεζέταιροι πολλαὶ περὶ τούτου φέρονται ἐξηγήσεις. οἱ μὲν γὰρ αὐτὸ λέγουσιν ὄνομα στρατεύματος οὕτω λεγομένου, οἱ δὲ ὅτι τινὲς ἦσαν παρʼ αὐτοῖς στρατιῶται τὸν ἕτερον πόδα γυμνὸν ἔχοντες, τὸν δὲ ἕτερον ὡπλισμένον· διό φασι καὶ πεζετέρους αὐτοὺς καλεῖσθαι παρὰ τὸ τὸν ἕτερον πόδα γυμνὸν ἔχειν· πέζα γὰρ τὸ κάτω τοῦ ποδός· ὅθεν καὶ πεζεύειν τὸ χαμαὶ περιπατεῖν. οἱ δέ φασι τοὺς ἀπὸ τοῦ πλήθους τῶν πεζῶν ὧν εἶχε ξένων ἑταίρους καὶ φίλους γενομένους αὐτῷ οἱονεί τινας ἐκλελεγμένους διὰ τὸ ἀνδρεῖον ἵνα φυλάττωσιν αὐτόν· ἡ δὲ γραφὴ διάφορος πρὸς τὴν διάφορον ἐξήγησιν.

πεζέταιροι Θεόπομπός φησιν ὅτι ἐκ πάντων τῶν Μακεδόνων ἐπίλεκτοι οἱ μέγιστοι καὶ ἰσχυρότατοι ἐδορυφόρουν τὸν βασιλέα καὶ ἐκαλοῦντο πεζέταιροι.

συγκεκροτημένοι ἢ κατὰ τέχνην στρατευόμενοι.

τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων οἷον οἰκησάντων καὶ οὐχ ἁπλῶς παροδευσάντων.

οὐχ ἁπλῶς παροδευσάντων, ἀλλʼ οἰκησάντων, διὰ τὸ ἀξιόπιστον.

τινὸς οὐ γὰρ λέγων ἐπιστεύετο.

οὐδένων φασὶν οἱ τεχνικοὶ τῶν γραμματικῶν, ὅτι οὐ κυρίως κέκλιται, εἴ γε ἡ εὐθεῖα «ὁ οὐδείς», «τοῦ οὐδενός».

βελτίους οὗτοι οἱ πεζέταιροι.

εἰ μὲν γάρ τις τὸ σπάνιον ἐνέφηνε.

φιλοτιμίᾳ πάντας φιλοτιμία ἡ ἀσύμμετρος δηλονότι, ἣ καὶ εἰς κενοδοξίαν ἐκπίπτει· ἑκάστῃ γὰρ ἀρετῇ δύο κακίαι παρέπονται κατὰ ἔνδειαν καὶ πλεονασμόν.

φιλοτιμίᾳ πάντας ἀντὶ τοῦ «διὰ φιλοτιμίαν ἣν αὐτὸς μόνος κεκτῆσθαι βούλεται». τί οὖν οὐκ ἐπαινετὸς καθʼ ὃ δόξης ὀρέγεται; εἰ μὲν συμμέτρου ὠρέγετο, ἐπαινετὸς ἂν ἦν· νῦν δὲ τῷ πλεονάζοντι εἰς κενοδοξίαν, ὥσπερ λέγομεν, ἐκπίπτει. ἑκάστῃ γὰρ ἀρετῇ δύο κακίαι παρέπονται κατʼ ἔνδειαν καὶ πλεονασμόν.

αὖ τοῖς ἄλλοις τοῖς ἄλλοις κακοῖς δηλονότι οἷς κέκτηται.

ἢ δίκαιος ἄλλως ὡς καὶ τοῦ σώφρονος δικαίου ὄντος τοῦτό φησι.

ἢ ... ἄλλως οἷον ἀπὸ φύσεως, ἵνα δείξῃ ὅτι ἀπὸ διδαχῆς οὐκ ἔστι παρὰ Μακεδόσι γενέσθαι σώφρονα. τρία δὲ σημαίνει παρὰ τοῖς παλαιοῖς τὸ «ἄλλως», οἷον τὸ κατὰ ἄλλον τρόπον, ἢ τὸ κατὰ φύσιν, ὡς ἐνταῦθα, ἢ τὸ μάτην. Πλατωνικῇ δὲ κέχρηται δόξῃ· φησὶ γὰρ ἐκεῖνος ἕπεσθαι τὰς ἀρετὰς ἀλλήλαις, ὥστε τὸν ὄντα σώφρονα καὶ δίκαιον εἶναι καὶ φρόνιμον καὶ ἀνδρεῖον.

ἢ ... ἄλλως ἄλλως· φύσει. καὶ Ὅμηρος· «ὁ δʼ ἀγήνωρ ἐστὶ καὶ ἄλλως».

τὴν καθʼ ἡμέραν ἀκρασίαν τὸ πᾶσιν ὑπάρχον τοῖς βασιλεῦσι τοῦτο ὡς Φιλίππου μόνου κατηγόρηκεν. τὸ γὰρ ἐν τρυφαῖς εἶναι καὶ πότοις κοινὸν τῶν βασιλέων· διόπερ οὐδὲ πίστεως ἐδεήθη πρὸς τοῦτο, ὡς τῶν ἀκροατῶν αὐτόθεν συγχωρούντων. ἀλλὰ καὶ ἰδιότητα προσῆψεν εἰπὼν «τὴν καθʼ ἡμέραν», ὡς τῶν μὲν ἄλλων, κἂν τοιούτοις προσέχωσιν, οὐκ ἀεὶ τοῦτο ποιούντων, Φιλίππου δὲ καθʼ ἡμέραν.

τὴν ... ἀκρασίαν οὐχ ἁπλῶς οὐδὲ τοῦτο, ἀλλʼ ἵνα μή τις νομίσῃ ὡς τύραννον αὐτὸν τρυφᾶν καὶ ἔν τισιν ἡμέραις καί τινας ἐπʼ ἄριστον καλεῖν, διὰ τοῦ καθʼ ἑκάστην ἡμέραν ταῦτα ποιεῖν διέβαλεν αὐτὸν ὡς μέθυσον καὶ τοῦτο βίον ἔχοντα.

ἀκρασίαν ἀκρασίαν· ἀταξίαν, παρὰ τὸ μὴ κεκαλύφθαι. διὰ δὲ τοῦ «καθʼ ἡμέραν» διέβαλεν αὐτὸν ὡς μεθυστὴν καὶ τοῦτο βίον ἔχοντα.

ἀκρασίαν ἀκοσμίαν τινὰ καὶ ἀταξίαν, παρὰ τὸ μὴ κεκρᾶσθαι.

ἀκοσμίαν, ἀταξίαν.

κορδακισμοὺς κορδακισμός ἐστιν εἶδος ὀρχήσεως αἰσχρᾶς καὶ ἀπρεποῦς· τῶν γὰρ ὀρχήσεων ἡ μέν ἐστι πολεμική, ὡς ἡ πυρρίχη, ἡ δὲ γελαστικὴ ᾗ χρῶνται ἐν θεάτροις καὶ πότοις.

ἰστέον ὅτι κοινὸν μὲν ἦν τῆς τραγικῆς ὀρχήσεως εἶδος ἡ προσαγορευομένη ἐμμέλεια, τῆς δὲ σατυρικῆς ἡ σίκιννις, τῆς δὲ κωμικῆς ὁ κόρδαξ, τῆς δὲ πολεμικῆς ἡ πυρρίχη.

τὰς μετὰ μέθης ὀρχήσεις.

ὀρχήσεις ἀσχήμονας.

παρεῶσθαι ἐπὶ μὲν τῶν ἀνδρείων τὸ «ἐκβάλλειν», ἐπὶ δὲ τούτων τὸ «παρεῶσθαι» εἶπεν, οἱονεὶ καταπεφρονῆσθαι· καὶ ἐπὶ μὲν τῶν ἀνδρείων τὸν φθόνον αἴτιον, ἐπὶ δὲ τῶν σωφρόνων τὸ μῖσος.

παρεῶσθαι καταφρονεῖσθαι.

λῃστὰς καὶ κόλακας ἐπειδὴ δὲ ἔμφασιν ἔχει ἡ λέξις, εἴ γε τοὺς πολεμίους λῃστεύουσι, διὰ τοῦ «κόλακας» ἐταπείνωσεν αὐτό· ταπεινοὶ γὰρ οὗτοι τὸ φρόνημα.

λῃστὰς ... κόλακας λῃστάς, οἱονεὶ ἅρπαγάς τινας στρατιώτας. εἶτα ἐπειδὴ ἔμφασιν ἔχει τινὰ ἰσχύος τὸ τῶν λῃστῶν, εἴ γε λῃστεύουσι τοὺς πολεμίους, ἐπαγαγὼν τούτῳ τὸ «κόλακας» ἐταπείνωσεν αὐτό· ταπεινοὶ γὰρ τὸ φρόνημα οἱ κόλακες.

ὀκνῶ διὰ τὴν αἰσχρότητα.

καὶ γὰρ οὓς ἐνθένδε εἰς πίστιν τοῦ ἀπαγγείλαντος αὐτοὺς ὥσπερ βούλεται μάρτυρας Ἀθηναίους ποιήσασθαι ἐξ ὧν ἴσασιν.

θαυματοποιῶν θαυμαστὸν ἐργαζομένων.

Καλλίαν ἐκεῖνον τὸν δημόσιον ὁ Ἀθηναίων δῆμος ἔθος εἶχεν ὠνεῖσθαι οἰκέτας γράμματα ἐπισταμένους· τοὺς δὲ εὐνοϊκῶς δουλεύοντας ἠλευθέρουν. ὁ δὲ Καλλίας, εἷς ὢν τῶν οἰκετῶν καὶ καταγνωσθείς, ἔφυγεν εἰς Μακεδονίαν καὶ διέτριβε παρὰ Φιλίππῳ.

Καλλίαν ... δημόσιον ἰστέον ὅτι πληθυντικῶς εἰπὼν «οὓς πάντες ἀπήλαυνον» ἕνα ἐπήγαγεν, ἐφʼ ἑνὸς τὸ πλῆθος τῆς μαρτυρίας δειξάμενος.

τὸν μέντοι Καλλίαν «δημόσιόν» φησιν, ἐπειδὴ δούλους εἶχον δημοσίους οἱ Ἀθηναῖοι ἀπὸ αἰχμαλώτων ποιήσαντες καὶ ἐδίδασκον τούτους γράμματα καὶ ἐξέπεμπον αὐτοὺς ἐν τοῖς πολέμοις μετὰ τῶν ταμιῶν καὶ τῶν στρατηγῶν, ἵνα ἀπογράφοιεν τὰ ἀναλισκόμενα. οὐκ ἀκαίρως δὲ τοῦτο ἐποίουν, ἀλλʼ ἵνα διὰ τοῦ δύνασθαι τούτους τύπτειν ὡς δούλους ἔχωσι μανθάνειν τὸ ἀληθές· αἰσχρὸν γὰρ ἐνομίζετο παρὰ Ἀθηναίοις ἐλευθέρους τύπτειν. εἰ δὲ διὰ τῶν πληγῶν ἠλέγχθη ὁ στρατηγὸς καὶ ὁ ταμίας ψευδόμενος, ὡς δοῦλοι λοιπὸν καὶ αὐτοὶ κακῶς ἔπασχον.

μίμους γελοίων ἀναγκαῖον τὸ τῆς προσθήκης· οὐ γὰρ ἅπασα μίμησις γελοία τυγχάνει, ἀλλʼ ἔστι καὶ σπουδαία, οἵα ἡ τῶν τραγῳδῶν ἢ τῶν κωμικῶν. διὰ τοῦτο προσέθηκε καὶ ἐπὶ τοῦ «ᾀσμάτων» τὸ «αἰσχρῶν»· εἰσὶ γὰρ καὶ ἀγαθῶν ᾀσμάτων ποιηταί.

μίμους γελοίων ἀναγκαῖον τὸ τῆς προσθήκης· οὐχ ἅπασα γὰρ μίμησις γελοία τυγχάνει, ἀλλʼ ἔστι καὶ σπουδαία. καὶ γὰρ ἡ τραγῳδία μίμησίς ἐστιν ἠθῶν καὶ παθῶν καὶ ἡ κωμῳδία μίμησις, καὶ τὰ Ὁμήρου παραπλησίως.

καὶ «αἰσχρῶν» ἐπὶ τοῦ «ᾀσμάτων» προσέθηκεν· εἰσὶ γὰρ καὶ ἀγαθῶν ᾀσμάτων ποιηταί.

τούτους ἀγαπᾷ κἀνταῦθα τὴν κοινότητα ἐξέφυγεν· ἐπειδὴ γὰρ καὶ οἱ ἄλλοι βασιλεῖς τοῖς τοιούτοις προσέχουσιν, ἀπὸ τῆς γνώμης τοῦ Φιλίππου διέβαλεν, ὅτι ἐκεῖνοι μὲν τοῖς μίμοις χρῶνται πρὸς τέρψιν, οὗτος δὲ ὡς σπουδαίους «ἀγαπᾷ καὶ περὶ αὑτὸν ἔχει», δηλονότι τὸ Εὐριπίδου κατηγορῶν αὐτοῦ· τοιοῦτός ἐστιν οἷσπερ ἥδεται ξυνών. ἐπεὶ καὶ Σωκράτης παρὰ Ξενοφῶντι προσέσχε τοιούτοις θεάμασιν ἐν Συμποσίῳ, ἀλλʼ ὁ μὲν ὡς φιλόσοφος ἐκ τῆς πείρας δοκιμάζων εἰ δεῖ χρῆσθαι τοιούτοις ἢ μή, Φίλιππος δὲ ὡς τεθαυμακὼς «ἀγαπᾷ καὶ περὶ αὑτὸν ἔχει».

καίτοι ταῦτα καὶ εἰ μικρὰ τὸ δὲ «καίτοι ταῦτα καὶ εἰ μικρά τις ἡγεῖται» φησὶ τὸ ἀντιπῖπτον ὑποτεμνόμενος· ἵνα γὰρ μή τις εἴπῃ «καὶ τί λυμαίνεται ταῦτα αὐτοῦ τὴν δύναμιν;» ἐπάγει ὅτι δεῖγμα τῆς κακοδαιμονίας αὐτοῦ ἐστιν, ὡς ὅτι ἔχει μηνιῶντας τοὺς θεούς· εἰκὸς γὰρ τοὺς μίμους καὶ εἰς τοὺς κρείττονας ἀποσκώπτειν.

τοῖς εὖ φρονοῦσιν σωφροσύνης Ἀθηναίων ἔμφασιν ἔχει ἡ λέξις.

σωφροσύνης παρὰ Ἀθηναίων ἔμφασιν ἔχειν λέγουσιν.

τοῦτο διὰ τὸν δῆμον· οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων ἥδονται τοιούτοις θεάμασιν, ὁ δὲ φιλόσοφος καὶ πεπαιδευμένος οὐδαμοῦ.

ἀλλʼ οἶμαι νῦν μὲν ἐπισκοτεῖ ἀντιπῖπτον δὲ λύει «πῶς οὖν, εἰ κακοδαίμων ἐστὶ καὶ ἀσελγής, οὐ γίγνεται κατάδηλος;» ὅτι συγκρύπτουσιν αὐτὸν αἱ περὶ τοὺς πολέμους εὐπραγίαι.

ἀλλʼ ... ἐπισκοτεῖ ἀντέπιπτεν αὐτῷ· «καὶ πῶς οὖν αὐτὸς ἀντέχει καὶ σῴζει τὴν δύναμιν, εἰ κακοδαίμων ἐστίν,» ἐπάγει ὅτι τέως νῦν εὐτυχεῖ· ἐὰν δὲ περιπέσῃ τινὶ ἀτυχίᾳ, εὐθέως ταῦτα πάντα ἐλέγχεται. εἶτα, ἵνα μὴ πάλιν φοβήσῃ εὐτυχῆ λέγων, εὐθὺς ἐπάγει «οὐκ εἰς μακρὰν εὐτυχήσει, ἂν ὑμεῖς βούλησθε». ὥστε εἰ δεῖ τἀληθὲς εἰπεῖν, χορηγία τῆς ἐκείνου εὐτυχίας ἡ ὑμετέρα ῥαθυμία γίνεται.

συγκρύψαι γράφεται συσκιάσαι.

ἐξετασθήσεται ἐλεγχθήσεται.

δείξειν ἐλέγξειν.

ἔλεγχον δώσειν.

ἂν οἵ τε θεοὶ θέλωσι χρῄζουσι γὰρ αἱ πράξεις καὶ εὐτυχίας καὶ κατορθούντων ἀνδρῶν.

τέως ἐν ὅσῳ

κἂν ῥῆγμα κἂν στρέμμα ῥῆγμα μὲν οἱ ἰατροί φασιν ἀγγείου τινὸς ῥῆξιν, οἷον φλεβὸς ἢ ἀρτηρίας, στρέμμα δὲ ἄρθρου παράβασιν· τινὲς δὲ ῥῆγμα μὲν νεύρου διάτασιν, στρέμμα δὲ ὀστέου μετάστασιν.

κἂν ... στρέμμα ῥῆγμα λέγεται ἡ τοῦ νεύρου διάτασις, στρέμμα δὲ ὀστέου μετάστασις.

καὶ τῶν πόλεων λείπει ἡ «περί», ἵνα ᾖ «οὕτω καὶ περὶ τῶν πόλεων καὶ τῶν τυράννων».

ἂν ἔξω πολεμῶσιν δῆλον γὰρ ὡς εἰ μὴ ἴσχυον, οὐκ ἂν ὑπερορίους ἐποιοῦντο τοὺς πολέμους.

ἐπειδὰν δὲ ὅμορος οὐκ εἶπεν «ἐπειδὰν δὲ ἡττηθῶσιν ἐν τοῖς πολέμοις», ἵνα μὴ τὸ ἐργῶδες ἐμφήνῃ τοῦ πράγματος· ἀλλʼ ἐξαρκεῖ καὶ γείτονα μόνον κινηθῆναι πόλεμον, αἰνιττόμενος τὸν τῶν Ὀλυνθίων.

εἰ δέ τις ὑμῶν ὦ ἄνδρες Ἀθηναῖοι πληρώσας τὰ πρότερα μέρη τοῦ δυνατοῦ μεταβέβηκεν ἐπὶ τρίτον τὸ τῆς τύχης. ἡ μὲν γὰρ πρώτη καὶ καθολικὴ «φοβερὸς Φίλιππος»· ἔδειξεν ὅτι οὐ φοβερὸς ἐξ ἀδικίας ηὐξημένος. ἡ δὲ δευτέρα καὶ μερικὴ ὅτι «βίᾳ καθέξει τὰ πράγματα»· ἔδειξεν ὅτι οὐ καθέξει, μισούντων αὐτὸν καὶ ὑπηκόων καὶ συμμάχων καὶ ξένων, ἄλλως τε καὶ αὐτὸς ὢν μεθυστὴς καὶ ἀσελγής. ἡ δὲ τρίτη καὶ τελευταία «ἀλλʼ εὐτυχὴς ὁ Φίλιππος, ὥστε κἂν μὴ σφόδρα εὔνους ἔχῃ τοὺς συναγωνιζομένους, κατορθοῖ διὰ τῆς τύχης», ὥστε εἶναι τὰς δύο τὰς τελευταίας μέρη τῆς πρώτης καὶ καθολικῆς.

δόξειε δʼ ἂν ἐναντίον εἶναι τῷ λέγειν ὅτι ἐπίορκος καὶ ἄπιστος ὁ Φίλιππος τὸ δεικνύειν τὴν τύχην αὐτῷ συναγωνιζομένην. ῥητέον δὲ ὅτι πλείους οἶδε τύχας ὁ Δημοσθένης καὶ τὴν μὲν ἄλογον, οἵαν τῷ Φιλίππῳ δίδωσι, τὴν δὲ παρὰ τῶν κρειττόνων καὶ κατὰ λόγον, οἵαν ὑπάρχειν τῇ πόλει μαρτυρεῖ, καὶ τὴν μὲν μείζω, τὴν δὲ ἐλάττω. ὥστε κἀνταῦθα προτιμότερον εἶναί φησι τὴν Ἀθηναίων τύχην τῆς Φιλίππου τύχης.

ἀνθυποφορὰ τὸ σχῆμα.

ταύτῃ κατὰ τοῦτο.

σώφρονος μὲν ἀνθρώπου ἐμήκυνε τὴν ἀντίθεσιν καὶ τὸν προσκομίσαντα αὐτὴν ἐπῄνεσε «σώφρονα» προσειπών, τουτέστι φρόνιμον. «καὶ μεγάλη γὰρ ῥοπὴ καὶ τὸ ὅλον»· ὥσπερ οὖν ἀγωνιζόμενός ἐστι τῷ κομίσαντι τὴν ἀντίθεσιν. τίς οὖν ἡ πρόφασις; εἴωθεν ὁ Δημοσθένης, ἔνθα ἂν ἀπορῇ λύσεως πρὸς ἀντίθεσιν, μὴ ψιλὴν αὐτὴν τιθέναι, ἀλλὰ κατʼ ὀλίγον πλατύνειν, ἕως ἂν λάθῃ τοιοῦτόν τι προσθείς, ἐξ οὗ λήψεται τὴν ἀφορμὴν τῆς λύσεως· ὃ δὴ κἀνταῦθα πεποίηκεν. ἦν γὰρ ἡ μὲν ἀντίθεσις «εὐτυχὴς ὁ Φίλιππος»· οὐκ ἔχων δὲ λῦσαι ταύτην, κατʼ ὀλίγον πλατύνων ἀπὸ τῆς Φιλίππου τύχης αὐτοὺς ἐπὶ τὴν κοινὴν τῶν ἀνθρώπων μετέστησεν εἰπὼν «τὸ ὅλον ἡ τύχη παρὰ πάντα ἐστίν· σκοπεῖτε δὲ καὶ τὴν τῆς πόλεως τύχην».

ἡ τύχη τὸ σχῆμα καλεῖται τόπου ἐμβολὴ ἐξ ὀνόματος.

παρὰ ἀντὶ τοῦ «κατὰ» ἢ τοῦ «εἰς». τὸ δὲ λεγόμενον, ἐξουσίαν ἔχει ἡ τύχη πάντων τῶν ἀνθρωπίνων πραγμάτων.

ἀντὶ τοῦ πάντων τῶν ἀνθρωπίνων πραγμάτων τὴν ἐξουσίαν ἔχει.

ἀντὶ τοῦ κατὰ πάντα.

ἐθελόντων τοῦτό φησιν ἵνα μὴ θαρρήσαντες τῇ τύχῃ τῶν πρακτέων ἀμελήσωσι.

κατὰ μικρὸν μικρὸν ἀπαιτεῖ παρʼ αὐτῶν, ἵνα μὴ εἴπωσιν ὡς οὐδὲν ὄφελος τῆς τύχης, εἰ μέλλοιμεν πονεῖν.

πολὺ γὰρ πλείους ὥσπερ ἀπὸ Πλατωνικῆς ὁρμώμενος διατριβῆς ἐνταῦθα φιλοσοφεῖ, λέγων ταῖς ἀρεταῖς καὶ τὰ τῆς τύχης ἀκολουθεῖν.

ὅτι Πλάτων φησὶ τὰς ἀρετὰς ἀλλήλαις ἕπεσθαι, ὥστε τὸν ὄντα σώφρονα καὶ δίκαιον εἶναι καὶ φρόνιμον καὶ ἀνδρεῖον· ὁ δὲ αὐτός φησι καὶ ταῖς ἀρεταῖς τὰ τῆς τύχης ἀκολουθεῖν.

ἀφορμὰς αἰτίας· ὅτι ἐσμὲν εὐσεβεῖς καὶ δείκνυσι «παρὰ θεῶν».

τῶν θεῶν· εὔνοιαν ἔχειν ἀντιπῖπτον ἔλυσε «πόθεν ὅτι εὐτυχεῖς ἐσμέν;» ὅτι περὶ τοὺς θεοὺς εὐσεβοῦντες εὔνους ἔχετε τοὺς κρείττους. κἀνταῦθα μὲν συνάπτει τοὺς θεοὺς καὶ τὴν τύχην, ἐπὶ δὲ τοῦ Φιλίππου διίστησι.

οἶμαι ἕτερον ἀντιπῖπτον «πῶς οὖν οὐδὲν ὠφελούμεθα παρὰ τῆς τύχης;» ὅπου ἀργοῦντες οὐκ ἀπολαύομεν τῶν παρʼ ἐκείνης ἐνδιδομένων. οἱ μὲν γὰρ θεοὶ τὰς ἀρχὰς παρέχουσιν καὶ τοὺς καιρούς, ἡμεῖς δὲ μὴ χρώμενοι τοῖς καιροῖς οὐ δεχόμεθα τῆς εὐνοίας τῆς παρʼ αὐτῶν αἴσθησιν.

παρέλκον τὸ «οἶμαι».

οὐκ ἔνι δʼ αὐτὸν ἀργοῦντα διττὴ ἡ ἐξήγησις· ἢ γὰρ καθολική ἐστιν οὕτως «οὐκ ἔνι δʼ αὖ», ἵνʼ ᾖ τὸ «αὖ» σύνδεσμος ἀντὶ τοῦ δή, εἶτα «τὸν ἀργοῦντα» καθολικῶς, ἢ «οὐκ ἔνι δʼ αὐτὸν» τὸν ἄνθρωπον «ἀργοῦντα».

ἐπιχείρημα ἐκ τοῦ ἐλάττονος.

τοὐναντίον γὰρ ἦν θαυμαστὸν σημείωσαι σχῆμα ἐναντίον, ὅ ἐστι δριμύτης νοήματος ἀπὸ τῆς ἐργασίας λαμβανομένη.

ἐργασία ἀπὸ τοῦ ἐναντίου.

ὑπὲρ τῶν Ἑλληνικῶν δικαίων Ξενοφῶν φησιν· ἐν τῷ Πελοποννησιακῷ πολέμῳ ὁρῶντες οἱ Λακεδαιμόνιοι τοὺς Ἕλληνας ἀδικουμένους ὑπὸ τῆς ἀρχῆς τῶν Ἀθηναίων ὑπέσχοντο αὐτοῖς ἐλευθερίαν, καὶ τούτῳ τῷ λόγῳ χρησάμενοι ἠδυνήθησαν κατὰ μικρὸν μεταστῆσαι πρὸς αὑτοὺς τοὺς Ἕλληνας· ὡς δὲ κατώρθωσαν τὸν Πελοποννησιακὸν πόλεμον, ὕστερον καὶ αὐτοὶ χειρόνως ἤπερ οἱ Ἀθηναῖοι ἠδίκουν τοὺς Ἕλληνας· εἶτα ἀγανακτήσαντες ὑπὲρ τούτου οἱ Ἀθηναῖοι ἐξήνεγκαν ὑπὲρ τῶν ἀδικουμένων πόλεμον πρὸς Λακεδαιμονίους· καὶ ἐκ τούτου τῆς προσηγορίας ἔτυχεν ὁ πόλεμος ὁ ὑπὲρ τῶν Ἑλληνικῶν δικαίων.

ὑπὲρ ... δικαίων τὸν πόλεμον λέγει τὸν ὑπὲρ τῶν Θηβαίων, ὅτε Λακεδαιμόνιοι τὴν Καδμείαν κατέλαβον.

καὶ πολλὰ ἰδίᾳ ἵνα λαμβάνοντες χρήματα παρὰ Λακεδαιμονίων συγχωρήσωσιν αὐτοῖς ἀδικεῖν ἀδεῶς τοὺς Ἕλληνας.

πλεονεκτῆσαι κατὰ μόνας κερδῆσαι.

πλεονεκτῆσαι ἐπὶ τὰ μὴ δίκαια πάλιν ἀνέδραμε σημαίνων τὰ κατὰ τὸν Μαρδόνιον καὶ ὅσα τοῖς Ἀθηναίοις ἐκεῖνος ὑπισχνεῖτο.

προεκινδυνεύετε ὅ ἐστι πρὸ αὐτῶν καὶ ὑπὲρ αὐτῶν τῶν Ἑλλήνων ἐκινδυνεύετε.

ἀντήρατε.

ὑπὲρ τῶν ὑμετέρων οὐ γὰρ βούλεται τὸν πόλεμον εἶναι δοκεῖν ὑπὲρ τῶν Ὀλυνθίων, ἀλλʼ ὑπὲρ τῶν Ἀθηναίων ὡς μελλόντων αὐτῶν ὑποχείριον λαμβάνειν τὴν Θρᾴκην.

πολλάκις πάντας καθʼ ἕνα μόνον οὐχὶ ἰσόθεον δύναμιν τῇ πόλει μεμαρτύρηκεν εἰπὼν «καὶ καθʼ ἕνα πολλάκις ἔσωσε τοὺς Ἕλληνας».

καὶ καθʼ ἕνα αὐτῶν ἕκαστον οὐ λέγει καθʼ ἕκαστον τῶν Ἑλλήνων, ἀλλὰ κατὰ ἔθνη καὶ κατὰ γένη.

οὐ λέγει κατʼ ἄνδρα, ἀλλὰ κατὰ ἔθνη.

ταῦτα θαυμάζω κατὰ κοινοῦ τὸ «θαυμάζω».

πόσον πολεμεῖτε χρόνον ὥσπερ ὑπομιμνήσκει αὐτοὺς τοῦ χρόνου, ὡς δὴ καὶ τούτου λήθην παθόντας διὰ τὴν πολλὴν ῥαθυμίαν.

πολεμεῖτε ἀντὶ τοῦ διαφέρεσθε.

ἑτέρους τινὰς οἷον τοὺς ξένους καὶ Χάρητα καὶ Χαρίδημον.

αἰτιωμένων οἱ γὰρ στρατηγοὶ τὸν δῆμον ᾐτιῶντο μὴ διδόντα τὰ χρήματα, ὁ δὲ δῆμος ἐκείνους ὡς ἀμελοῦντας κατὰ τοὺς πολέμους.

αἰτιωμένων εἰς τοὺς ῥήτορας λέγει.

λέγει τοὺς ῥήτορας.

κρινόντων τοῦτο εἰς Χάρητα. ἵνα δὲ μὴ δοκῇ ἀπολογεῖσθαι ὑπὲρ αὐτοῦ, τῷ κοινῷ καλύπτει τὴν ὑποψίαν. μεταπεμπόμενοι γὰρ τοὺς στρατηγοὺς εἰς κρίσιν καθιστᾶσι.

πάλιν ἐλπιζόντων οἱ γὰρ στρατηγοὶ κρινόμενοι καθυπισχνοῦντο τοῖς Ἀθηναίοις, ἐὰν ἀφεθῶσι, τάσδε καὶ τάσδε τὰς νήσους αὐτοῖς προσκτήσασθαι καὶ τάδε καὶ τάδε κατορθῶσαι.

εἶθʼ οὕτως τραχύτητος τὸ σχῆμα μᾶλλον ἢ ἀκμῆς ἡ ἔννοια· μακρὰ γὰρ τὰ κῶλα.

ἀγνωμόνως ἔχετε νυνὶ ἀβούλως, ἀνοήτως.

ἀγνωμόνως ἔχετε ἀγνώμονας τοὺς ἀνοήτους κατὰ στέρησιν τῆς γνώμης, οὐχ ὡς νῦν τοὺς ἀχαρίστους.

ἀγνωμόνως ἔχετε ἀγνώμονας λέγει τοὺς ἀνοήτους κατὰ στέρησιν τῆς γνώμης, οὐχ ὥσπερ νῦν ἀγνώμονας καλοῦμεν τοὺς μὴ ἀποδιδόντας τὰ χρέα ἤγουν τὰς ἀμοιβάς.

διʼ ὧν διὰ τῆς ῥαθυμίας.

νυνὶ δὲ ὅ τι μὲν φυλάξομεν ἀντιπῖπτον ἔλυσεν ὅτι «ξενικοῖς χρησόμεθα στρατοπέδοις». ὁ δὲ τί φησιν; εἰ μὲν εἴχομέν τι φυλάξαι, καλῶς τοὺς ξένους ἐπέμπομεν· ἐπὶ τοῦτο γὰρ ἀπέστελλον τοὺς ξένους· εἰ δὲ κτήσασθαι δεῖ, πρόδηλον ὅτι τὸν δῆμον εἶναι δεῖ τὸν στρατευόμενον.

φημὶ δὴ δεῖν ἐντεῦθεν ἐπὶ τοὺς ἐπιλόγους μετελήλυθεν, ἐν σχήματι ἀνακεφαλαιώσεως τὴν εἰσβολὴν ποιησάμενος. τινὲς δέ φασιν ὅτι ἕως ὧδε ἐπλήρωσε τὸ δυνατὸν κεφάλαιον, εἶτα ἐπὶ τὸ συμφέρον ἔρχεται.

φημὶ δὴ δεῖν καθαρῶς ἐντεῦθεν ἐπὶ τοὺς ἐπιλόγους μετελήλυθεν, ἐν σχήματι ἀνακεφαλαιώσεως τὴν εἰσβολὴν ποιησάμενος. ἐσχημάτισται δὲ αὐτῷ περὶ τῶν θεωρικῶν ὁ ἐπίλογος. ἐπειδὴ γὰρ ἐν τῷ προτέρῳ λόγῳ φανερῶς εἰπόντος αὐτοῦ θόρυβος γίγνεται κατὰ τὴν πόλιν, οὔτε παντελῶς ἐσιώπησε φοβηθεὶς οὔτε φανερῶς εἰσήγαγεν, ἀλλὰ σχήματι τὴν εἰσήγησιν ἔκρυψε· «φημὶ δὴ δεῖν εἰσφέρειν χρήματα»· φοβούμενοι γὰρ τὸ οἴκοθεν εἰσφέρειν ἀποστήσονται.

μηδένα αἰτιᾶσθαι διαβαλλόντων γὰρ τῶν ῥητόρων τοὺς στρατηγούς, μετεπέμποντο αὐτοὺς ἐπὶ κρίσιν, καὶ τούτων ἀναχωρησάντων ἔρημα διεφθείρετο τὰ πράγματα.

τοὺς μὲν ἀξίους οὔτε ἀπολογεῖται παντελῶς ὑπὲρ τῶν στρατηγῶν οὔτε κατηγορεῖ, καθάπερ ὁ νομοθέτης ὁρίζει τι ποιεῖν.

τὰς προφάσεις πάλιν ἐσχηματισμένως ὑπὲρ τῶν θεωρικῶν. οἱ γὰρ στρατηγοὶ προφάσεις ἐποιοῦντο τῆς ἀπολογίας τὸ μὴ λαμβάνειν χρήματα. «ἐλλείμματα» δὲ αὐτὰ καλεῖ τὰ χρήματα· ὀλίγα γάρ, φησιν, εἰς μισθὸν διδόντες τοῖς στρατιώταις τὰ ὑπόλοιπα τοῦ τελείου μισθοῦ εἰς τὰ θεωρικὰ κατέχετε.

οὐ γάρ ἐστι πικρῶς ἀντὶ τοῦ δικαίως· πικρὸν γὰρ τοῖς ἀδικοῦσι τὸ δίκαιον καταφαίνεται.

οὐ ... πικρῶς ἀντὶ τοῦ δικαίως.

τὰ δέοντα ταῦτα δέ ἐστι τὸ συνευπορεῖν χρήματα τοῖς στρατηγοῖς.

τοῦτον ὃν ἔχομεν πρὸς τὸν Φίλιππον.

ἰδίους ἰδίους λέγει οὓς αὐτοὶ ἰδίως ποιοῦνται ἐκτὸς τῆς πόλεως. αἰνίττεται δὲ ἴσως εἰς Χάρητα.

εἰ δεῖ τι τῶν ὄντων ... εἰπεῖν δικαιοσύνην ἑαυτῷ προσεμαρτύρησεν ὅτι οὐ πρὸς χάριν λέγει οὐδὲ πρὸς μισθὸν ὥσπερ οἱ ἄλλοι ῥήτορες οἱ τοῖς στρατηγοῖς συναγορεύοντες. εἰ γὰρ τἀληθὲς περὶ αὐτῶν ἐρεῖ, πρόδηλον ὅτι οὐ πρὸς χάριν οὐδὲ διὰ μισθὸν ταῦτα ψευδῆ, ὡς οἱ μισθοῦ συναγορεύοντες. αἰνίττεται δὲ τὸν Εὔβουλον καὶ τὸν Ἀριστοφῶντα.

ὅταν δὲ δόντες λόγον ὅτι χρήματα μὴ λαμβάνοντες οὐ δύνανται ὑπὲρ τῆς πόλεως πολεμεῖν. οὐκοῦν καὶ ἐνταῦθα περὶ τῶν θεωρικῶν.

διεστάναι διαχωρισθῆναι.

διχονοεῖν.

πρότερον μὲν γὰρ ὦ ἄνδρες Ἀθηναῖοι δέκα οὐσῶν φυλῶν παρὰ τοῖς Ἀθηναίοις καὶ εἰς δέκα ὥσπερ μεμερισμένης τῆς πόλεως, ἀνάγκην εἶχεν ὥσπερ ἑκάστη φυλὴ ἀπὸ πάσης προβάλλεσθαι τοὺς πλουσιωτέρους αὐτῆς ἑκατὸν εἴκοσι ἄνδρας τοὺς λειτουργοῦντας ὑπὲρ αὐτῆς τῇ πόλει. εἶτα οἱ ἑκατὸν εἴκοσι οὗτοι ἐμέριζον ἑαυτοὺς εἰς δύο μερίδας, ἵνα ἑξήκοντα αὐτῶν ἄνδρες ἔσονται οἱ πάνυ πλούσιοι, οἱ δὲ ἄλλοι ἑξήκοντα ἧττον πλούσιοι. ἐποίουν δὲ τοῦτο ἵνα μή πως ἐξαίφνης πόλεμος αὐτοὺς ἐπείξῃ καὶ τύχῃ πρὸς τὸ παρὸν μὴ ἔχειν χρήματα τοὺς ἧττον πλουσίους. εἰσέφερον γὰρ οἱ πλουσιώτεροι ὑπὲρ αὐτῶν καὶ προετέλουν καὶ ἐδέχοντο ταῦτα ὕστερον κατὰ σχολήν. ἐλέγετο δὲ τὸ σύστημα αὐτῶν τῶν ἑξήκοντα συμμορία, οἱονεὶ παρὰ τὸ μέρος εἶναι τῆς φυλῆς. δέκα οὖν οὐσῶν φυλῶν καὶ ἑκάστης προβαλλομένης ἀπὸ ἑκατὸν εἴκοσι συνέβη τοὺς πάντας εἶναι λειτουργοὺς χιλίους διακοσίους. ἐμέριζον οὖν αὐτοὺς εἰς δύο ἀπὸ ἑξακοσίων ἀνδρῶν, ὅ ἐστιν ἀπὸ δέκα συμμοριῶν. πάλιν δὲ ἑκατέραν τῶν δύο μερίδων τούτων ἔτεμνον εἰς δύο, ὅ ἐστιν εἰς τριακοσίους μὲν ἄνδρας, κατὰ πέντε δὲ συμμορίας. οὗτοι δὲ ἦσαν οἷ τριακόσιοι οἱ πάνυ πλούσιοι οἱ πρῶτοι, οἵτινες προεισέφερον τῶν ἄλλων τε καὶ εἶχον αὐτοὺς ὑπακούοντας εἰς πάντα, ὥστε συμβαίνειν εἰς δύο μερίδας εἶναι τοὺς πάντας, εἴ γε οἱ τῶν ἑκατέρωθεν ἦσαν ὥσπερ ἡνωμένοι τοῖς ἑκατέρωθεν τριακοσίοις τοῖς πλουσιωτέροις, εἶχε δὲ ἑκάστη μερὶς τῶν τεσσάρων καὶ ἴδιον στρατηγὸν καὶ ἴδιον ῥήτορα. ὅμως δὲ πάλιν τῶν δευτέρων καὶ οἱ ῥήτορες καὶ οἱ στρατηγοὶ ὑπεῖκον ταῖς προτέραις. Τότε οὖν, φησίν, ἐμέριζον ἑαυτοὺς διὰ πλείονα σπουδὴν τοῦ εὐκαίρως εἰσφέρεσθαι τὰ χρήματα κατὰ συμμορίας· νῦν δὲ διʼ οὐδὲν ἄλλο μερίζεσθε εἰς συμμορίας ἢ διὰ τὸ πολιτεύεσθαι, ὅ ἐστι διὰ τὸ στασιάζειν. μέμφεται οὖν αὐτοὺς ὅτι πρώην, ἡνίκα διὰ τὸ εἰσφέρειν ἐποιοῦντο τὰς συμμορίας καὶ καιρὸς ἦν τῶν πραγμάτων, ἡγεμόνας ᾔδεσαν τοὺς πλουσιωτέρους, δευτέρους δὲ τοὺς στρατηγοὺς τοὺς κατορθοῦντας, τρίτους δὲ τοὺς ῥήτορας τοὺς μόνον λέγοντας, νῦν δέ, ἐπειδὴ καιρός ἐστι τοῦ στασιάζειν καὶ τοῦ λέγειν, ἡγεμόνες εἰσὶν οὐχ οἱ πλούσιοι, ἀλλʼ οἱ ῥήτορες· καὶ βοησόμενοί εἰσιν οἱ πρῶτοι τριακόσιοι, ἐπαινοῦντες τὰ ὑπὸ τῶν ἰδίων ῥητόρων λεγόμενα, οἱ δὲ ἄλλοι προσνενεμημένοι ἑκατέροις.

ῥήτωρ ἡγεμὼν δεῖ μὴ χωρίζειν τὸ «ῥήτωρ ἡγεμών», ἀλλὰ συνάπτειν.

δεῖ δὴ ταῦτα ἐπανέντας ἐντεῦθεν οἱ ἐπίλογοι.

συμπέρασμα τοῦ συμφέροντος.

ἐπανέντας ἐάσαντας, ἐγχαλάσαντας.

ὑμῶν αὐτῶν ... γενομένους ὡς ἐπὶ νοσούντων εἶπε τὸ «ὑμῶν αὐτῶν γενομένους».

εἰ δὲ τοῖς μὲν τὸν Εὔβουλον λέγει ὡς πρὸς χάριν δημηγοροῦντα.

πρὸς τὸν Εὔβουλον ἀποτείνεται τὸν πολιτευόμενον.

τοῖς δʼ ἀναγκάζεσθαι ἐπειδὴ εἶπεν ἀνωτέρω «φημὶ δὴ δεῖν χρημάτων», ἵνα μὴ εἴπωσιν οἱ πένητες «οὐκοῦν εἰσοίσουσιν οἱ πλούσιοι», προλαβὼν ὑπὲρ αὐτῶν ποιεῖται τὸν λόγον ὅτι «μέχρι πότε οἱ πλούσιοι καὶ τριηραρχήσουσι καὶ εἰσοίσουσι καὶ πάντα δαπανήσουσιν;» ἐὰν γὰρ αὐτοὺς παρακόψῃ ἀπὸ τῶν πλουσίων, ἐλπίδα μηδεμίαν ἔχοντες μηδʼ ἄλλως εὐπορίαν ἀποστήσονται τῶν θεωρικῶν. καὶ ὅλως σύνηθες τῷ Δημοσθένει τοῖς πλουσίοις συνίστασθαι· γινώσκει γὰρ ὅτι τὰ νεῦρα τῆς πόλεώς εἰσιν οἱ πλούσιοι.

τοῖς δὲ ψηφίζεσθαι τοῖς ῥήτορσι συμπονεῖν.

λέγω δὴ κεφάλαιον ἐπίλογος.

λέγω δὴ κεφάλαιον διὰ τούτου δευτέρας ἐδεήθη ἀνακεφαλαιώσεως εἰπὼν ὅτι χρὴ πάντας εἰσφέρειν, ἵνα τῆς ἀνάγκης αὐτοὺς περιστάσης ἐκστήσωνται τῶν θεωρικῶν.

τὸ ἴσον κατὰ τὴν ἑκάστου οὐσίαν.

κατὰ μέρος κατὰ διαδοχήν.

ὁ δεῖνα ἢ ὁ δεῖνα τὸν Εὔβουλον λέγει ὡς πρὸς χάριν δημηγοροῦντα.

ἀλλὰ καὶ ὑμᾶς αὐτοὺς διὰ τὸ πεισθῆναι τοῖς καλῶς συμβουλεύσασιν.