ΚΑΤΑ ΚΟΝΩΝΟΣ
ὑβρισθείς ἀπὸ τεσσάρων δὲ λαμβάνονται προοίμια, ἀπὸ ἑαυτοῦ, ὡς ὧδε ὁ Δημοσθένης· «ὑβρισθείς, ὦ ἄνδρες Ἀθηναῖοι», ἀπὸ τοῦ ἀντιδίκου, ὡς ἐν τῷ κατὰ Μειδίου· «τὴν μὲν ἀσέλγειαν, ὦ ἄνδρες», ἀπὸ τῶν δικαστῶν, ὡς Ἰσοκράτης ἐν τῷ Πλαταϊκῷ· «εἰδότες ὑμᾶς, ὦ ἄνδρες δικασταί, καὶ τοῖς ἀδικουμένοις βοηθεῖν εἰθισμένους», ἀπὸ τοῦ πράγματος, ὡς Λυκοῦργος ἐν τῷ κατὰ Αὐτολύκου· «πολλῶν καὶ μεγάλων ἀγώνων εἰσεληλυθότων οὐδέποτε περὶ τηλικούτου δικάσοντες ἥκετε».
ἐξῆλθον ἔτος τουτὶ τρίτον τοῦτο λέγεται ἁπλῆ διήγησις ὑπὸ Ἑρμογένους· ἁπλῇ γὰρ ἐχρήσατο ὁ ῥήτωρ τῇ διηγήσει, ἐπειδή, ὅτε αὐτομάτως ἰσχύουσι τὰ πράγματα, ἰσχυρῶν οὐ δεῖται λόγων.
κατὰ τὸ Λεωκόριον μνηστεῖον τῶν Λεωκόρων ἐν μέσῳ τῷ Κεραμεικῷ.