ΒΙΘΥΝΙΑΚΑ.
Στέφανος ὁ Βυζάντιος Τάρας: Ἔστι καὶ Τάραντος ἀρσε-
νικῶς λεγομένη πόλις Βιθυνίας, ἔνθα τιμᾶται Ταραν-
ταῖος Ζεὺς, ὡς Δημοσθένης ἐν δευτέρῳ Βιθυνιακῶν.
Εὕρηται καὶ διὰ τοῦ δʹ Δάρανδος.
Στέφανος ὁ Βυζάντιος Ταρσός: Ἔστι καὶ Ταρσὸς ἄλλη τῆς Βι-
θυνίας. Τὸ ἐθνικὸν ταύτης Τάρσιος καὶ Ταρσία. Δη-
μοσθένης ἐν δευτέρῳ Βιθυνιακῶν Ταρσείαν διὰ τῆς ει
διφθόγγου τὴν πόλιν οἶδε. Τὸ ἐθνικὸν Τάρσειος· ἔστι
καὶ χωρίον Βιθυνίας Τάρσος λεγόμενον.
Στέφανος ὁ Βυζάντιος : Τευμησσὸς, ὄρος Βοιωτίας. Ὅμηρος ἐν τῷ
εἰς Ἀπόλλωνα ὕμνῳ ἄστυ, ὡς Δημοσθένης
ἐν τρίτῳ Βιθυνιακῶν·
εἰς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην.
Στέφανος ὁ Βυζάντιος : Ἀλεξάνδρεια, πόλεις ὀκτωκαίδεκα ... Δευτέρα
ἐστι πόλις Τροίας, ἐν ᾗ ἐγένετο Ἡγήμων ἐποποιὸς, ὃς
ἔγραψε τὸν Λευκτρικὸν πόλεμον τῶν Θηβαίων καὶ Λα-
κεδαιμονίων· περὶ ἧς Δημοσθένης ἐν τετάρτῳ Βιθυ-
νιακῶν.
Στέφανος ὁ Βυζάντιος : Ἡραία, ἄκρα οὕτω λεγομένη καταντικρὺ
Χαλκηδόνος. Ταύτην δʼ ἐν τῇ συνηθείᾳ Ἡέρειάν φασι
τινες, κακῶς, ἄλλοι δὲ Ἥριον, μυθοποιοῦντες ὡς ἐκεῖσε
ὀρύξαντες τάφους χύτρας εὗρον καὶ ὀστᾶ. Πειστέον δὲ
μᾶλλον τῷ Βιθυνῷ Δημοσθένει ἐν τῷ δʹ βιβλίῳ·
Ἔστι δέ τις προπάροιθε κλυτῆς Χαλκηδόνος ἄκρη
Ἡραία τρηχοῦσα, πολυσπιλάς· ἔνδοθι δʼ αὐτῆς
λαΐνεον περὶ τεῖχος ἰὼν κοιλαίνεται εἴσω
κόλπος ἁλός· φαίης κεν ἰδὼν βαθυδίνεα πάντῃ
ἔμμεναι. Εἰαμενὴ δὲ καὶ οὐ βύθος ἐστὶ θαλάσσης,
ἔνθα τε νῆας ἀνῆγον, ὀϊόμενοι σκέπας εἶναι
αὐτοφυοῦς ὅρμοιο, κακῷ δʼ ἐνέκυρσαν ἑτοίμῳ.
Στέφανος ὁ Βυζάντιος : Ἀρτάκη, πόλις Φρυγίας, ἄποικος Μιλη-
σίων ... Τὸ ἐθνικὸν Ἀρτακηνός. Σοφοκλῆς δὲ Ἀρτακεὺς
εἶπε ... καὶ Ἀρτάκιος εἶπε Δημοσθένης ἐν ἐννάτῳ Βι-
θυνιακῶν·
Νάσσατο δʼ Ἀρτακίοισιν ἐφέστιος αἰγιαλοῖσι.
Οὕτω γὰρ αὐτόθι ἡ Ἀφροδίτη καλεῖται.
Στέφανος ὁ Βυζάντιος : Κοσσὸς, ὄρος Βιθυνίας, ὡς Δημοσθένης Βι-
θυνιακῶν δεκάτῳ. Οἱ οἰκοῦντες Κοσσαῖοι.
Στέφανος ὁ Βυζάντιος : Μαυσωλοὶ, οἱ Κᾶρες, ἀπὸ Μαυσωλοῦ. Δη-
μοσθένης δεκάτῳ Βιθυνιακῶν· «Δαίδαλα Μαυσωλῶν.»
Στέφανος ὁ Βυζάντιος : Ἄμαστρις, πόλις Παφλαγονίας, ... ἀπὸ γυ-
ναικὸς Περσίδος Ἀμαστρίδος, θυγατρὸς Ὀξυάθρου τοῦ
ἀδελφοῦ Δαρείου, ἣ συνῴκησε Διονυσίῳ τῷ Ἡρακλείας
τυράννῳ. Δημοσθένης δʼ ἐξ Ἀμαζόνος οὕτω λεγομένης.
Στέφανος ὁ Βυζάντιος : Ἀπολλωνία, πρώτη πόλις Ἰλλυρίας ... κβʹ,
τῶν ἐπὶ Θρᾴκης Ἰώνων, ἣν Δημοσθένης φησίν.
Στέφανος ὁ Βυζάντιος : Δορυλάειον, πόλις Φρυγίας, ὃ καὶ Δορύλαιον
Δημοσθένης φησί.
Στέφανος ὁ Βυζάντιος : Κρῆσσα, πόλις Παφλαγονίας, ἣν Μηριόνης
μετὰ Τροίαν ἔκτισε, Ζηίλας δὲ εἷλεν ὁ Νικομήδους υἱός.
Δημοσθένης γράφει τὸ ἐθνικὸν Κρησσαῖος.
ΚΤΙΣΕΙΣ.
Στέφανος ὁ Βυζάντιος : Ὀλιζὼν, πόλις Θεσσαλίας ... Ὠνομάσθη δὲ
ἀπὸ τοῦ μικρὰ εἶναι. Θεσσαλοὶ γὰρ, ὡς ἱστορεῖ Δη-
μοσθένης ἐν Κτίσεσι, τὸ μικρὸν ὄλιζον καλοῦσι. Τὸ
ἐθνικὸν Ὀλιζώνιος.
Στέφανος ὁ Βυζάντιος : Λάμψακος, πόλις κατὰ τὴν Προποντίδα, ἀπὸ
Λαμψάκης, ἐπιχωρίας τινὸς κόρης. Ἔστι δὲ Φωκαέων
κτίσμα, πάλαι Πιτυοῦσα λεγομένη, ὡς Δηΐοχος ὁ Κυ-
ζικηνός ... ἔστι δὲ εὔοινος ... Δημοσθένης δὲ διὰ τὸ εὔοι-
νον καὶ Πριάπου κτίσμα ταύτην φησὶ, τοῦ υἱοῦ Ἀφρο-
δίτης καὶ Διονύσου.
Στέφανος ὁ Βυζάντιος : Χαλκεῖα, πόλις Λιβύης· ὁ Πολυΐστωρ ἐν
Λιβυκῶν τρίτῳ, ὡς Δημοσθένης, ᾧ μεμφόμενος Πο-
λύβιος ἐν τῷ δωδεκάτῳ ὧδε γράφει· «Ἀγνοεῖ δὲ μεγάλως
καὶ τὰ περὶ τῶν Χαλκείων· οὔτε γὰρ πόλις ἐστὶν, ἀλλὰ
χαλκουργεῖα.»